Ἄτακτοι γλῶσσαι Ἑρμηνεία
Ἀθήναιος ἄμφωξις ξύλινον ποτήριον, ᾧ χρῆσθαι τοὺς ἀγροίκους Φιλήτας φησι ἀμέλγοντας εἰς αὐτὸ καὶ οὕτως πίνοντας.
Ἀθήναιος ἄωτον παρὰ Κυπρίοις τὸ ἔκπωμα, ὡς Πάμφιλος, Φιλήτας δὲ ποτήριον οὖς οὐκ ἔχον.
Ἀθήναιος γυάλα· Φιλήτας ἐν Ἀτάκτοις Μεγαρέας οὕτω φησὶ καλεῖν τὰ ποτήρια, γυάλας.
Ἀθήναιος Κυρηναῖοι δὲ τὸν ποδονιπτῆρα δῖνον ὀνομάζουσιν, ὡς Φιλήτας φησὶν ἐν Ἀτάκτοις.
Ἀθήναιος Κλείταρχος ἐν ταῖς Γλώσσαις πελλητῆρα μὲν καλεῖν Θεσσαλοὺς καὶ Αἰολεῖς τὸν ἀμολγέα, πέλλαν δὲ τὸ ποτήριον· Φιλήτας δʼ ἐν Ἀτάκτοις τὴν κύλικα Βοιωτούς.
Ἀθήναιος προχύτης εἶδος ἐκπώματος, ὡς Σιμάριστος ἐν τετάρτῳ Συνωνύμων .... Φιλήτας δʼ ἐν Ἀτάκτοις ἀγγεῖον ξύλινον, ἀφʼ οὗ τοὺς ἀγροίκους πίνειν.
Ἀθήναιος σκάλλιον κυλίκιον μικρόν, ᾧ σπένδουσιν Αἰολεῖς, ὡς Φιλήτας φησὶν ἐν Ἀτάκτοις.
Ἀθήναιος ἀμόραι. τὰ μελιτώματα Φιλήτας ἐν Ἀτάκτοις ἀμόρας φησὶν καλεῖσθαι. μελιτώματα δʼ ἐστὶν πεπεμμένα.
Ἀθήναιος κρήιον πλακοῦς ἄρτος, ὃν Ἀργεῖοι παρὰ τῆς νύμφης πρὸς τὸν νυμφίον φέρουσιν. ὀπτᾶται δʼ ἐν ἄνθραξιν, καὶ καλοῦνται ἐπʼ αὐτὸν οἱ φίλοι, παρατίθεται δὲ μετὰ μέλιτος.
Ἀθήναιος Φιλήτας δὲ Συρακοσίους κύπελλα καλεῖν τὰ τῆς μάζης καὶ τῶν ἄρτων ἐπὶ τῆς τραπέζης καταλείμματα.
Ἀθήναιος Φιλήτας δʼ ἐν τοῖς Ἀτάκτοις σποδέα καλεῖσθαί τινα ἄρτον, ὃν ὑπὸ τῶν συγγενῶν μόνον καταναλίσκεσθαι.
Ἀθήναιος ἀλλὰ μὴν καὶ ἰάκχαν τινὰ καλούμενον οἶδα στέφανον ὑπὸ Σικυωνίων, ὥς φησι Τιμαχίδας ἐν ταῖς Γλώσσαις. Φιλήτας δʼ οὕτως γράφει· ἰάκχα ἐν τῇ Σικυωνίᾳ στεφάνωμα εὐῶδες· ἕστηκʼ ἀμφὶ κόμας εὐώδεας ἄγχοθι πατρὸς καλὸν ἰακχαῖον θηκαμένη στέφανον.
Ἀθήναιος Φιλήτας δέ φησι ἴσθμιον· στέφανος ἤγουν ὁμωνυμία ἀμφοτέρωθι οἷον τῆς κεφαλῆς καὶ τοῦ περὶ αὐτῇ κόσμου καὶ τοῦ τραχήλου καὶ τοῦ περὶ αὐτῷ κόσμου. λέγω δὲ καὶ τὸ ἐπὶ τοῦ φρέατος καὶ τοῦ ἐγχειριδίου ἴσθμιον.
Ἀθήναιος Φιλήτας δʼ ἐν τοῖς Ἀτάκτοις ὑποθυμίδας Λεσβίους φησὶν καλεῖν μυρσίνης κλῶνα, περὶ ὃν πλέκειν ἴα καὶ ἄλλα ἄνθη.
Ἐτυμολογικὸν τὸ Μέγα ἐλινός· ἡ ἄμπελος, ὡς Ἀπολλόδωρος. Φιλήτας δʼ ἐν Γλώσσαις τὸν κλάδον τῆς ἀμπέλου.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια στάχυν ὄμπνιον· πολύν, δαψιλῆ. Φιλήτας ἐν Ἀτάκτοις Γλώσσαις ἀπέδωκε ὄμπνιον στάχυν τὸν εὔχυλον καὶ τρόφιμον. Κυρηναίων δέ τινες τὸν πλούσιον καὶ εὐδαίμονα ὄμπνιον καλοῦσιν. ἄμεινον δὲ τὸν φερέσβιον εἰπεῖν οἱονεὶ ἔμπνοόν τινα ὄντα καὶ ὄμπνιον.
Ὤριον ὁ Θηβαῖος Ἀχαιά· ἡ Δημήτηρ παρὰ Ἀττικοῖς ... ἢ ὡς Φιλήτας τὰς ἐρίθους ἀχαιὰς ἐκάλουν.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς ἄμαλλα· δράγματα, δέσμαι τῶν ἀσταχύων ... ἀγκάλη, δράγματα ρʹ, ὥς φησι Ἴστρος, Φιλήτας δὲ ἱστορεῖ ἐκ σʹ.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς βαίβυκος· πελεκᾶνος Φιλήτας. Ἀμερίας δὲ βαυκάλας.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια πρόκας· ζῷόν τι ὅμοιον ἐλάφῳ ὁ λεγόμενος νεβρὸς ... Φιλήτας δέ φησι πρόκας λέγεσθαι ἐλάφους τὰς πρώτως τικτομένας, οἷον πρωτοτόκους.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς σκεῖρος· ῥύπος καὶ ὁ δριμὺς τυρὸς ... Φιλήτας δὲ τὴν πυρώδη γῆν.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς σκύζης· παρὰ Φιλήτᾳ· παύσω σε τῆς σκύζης· ἀντὶ τοῦ τῆς κάπρας.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς ὑπʼ αὐνήν· παρʼ Ἑκαταίῳ Φιλήτας.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς ὑπεζῶσθαι· τὸ εἰς ἄνδρας ἐλθεῖν Φιλήτας.
Στράβων σφενδόνας δὲ περὶ τῇ κεφαλῇ τρεῖς μελαγκρανίνας· σχοίνου εἶδος, ἐξ οὗ πλέκεται τὰ σχοινία· καὶ Φιλήτας γε ἐν Ἑρμηνείᾳ.
λευγαλέος δὲ χιτὼν πεπινωμένος, ἀμφὶ δʼ ἀραιὴ
ἰξὺς εἰλεῖται κόμμα μελαγκράνινον ὡς σχοίνῳ ἐζωσμένου μελαγκρανίνας ἢ τριχίνας ἢ νευρίνας.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν κεφαλῇ κατανεύσομαι οὕτως κατανεύσομαι, οὐχὶ ἐπινεύσομαι Ἀριστάρχος ἐν τοῖς πρὸς Φιλήταν προφέρεται.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Ζεύς με μέγας ἐν γοῦν τῷ πρὸς Φιλήταν συγγράμματι τῇ γραφῇ κέχρηται.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀμομόρξατο δάκρυ ὅτι Φιλήτας τὸ ἰδὼν περισπᾷ, οἷον τῶν ὀφθαλμῶν, ἰδεῶν. οὐδέποτε δὲ Ὅμηρος ἰδέας τοὺς ὀφθαλμοὺς εἶπεν. ἰδὼν ὀξύνεται· μετοχὴ γάρ ἐστι.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν θρώσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει ἰχθὺς ' πρὸς τὸ σημαινόμενον· Φιλήτας γὰρ καὶ Καλλίστρατος γράφουσι φρῖχʼ ὑπαλύξει, λέγοντες ὅτι οἱ πίονες τῶν ἰχθύων καὶ εὔτροφοι τὸ ψῦχος ὑπομένουσι καὶ οὐ φθείρονται. ὁ δὲ ποιητὴς οὐδέποτε φρίκην τὸ ψῦχος εἴρηκεν κτλ.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Φιλήτας δὲ ἀρεσκόμενος τῇ ὑπαλύξει γραφῇ φησιν ὡς ἐκεῖνος ὁ λιπανθεὶς ἰχθὺς ὑπὸ τοῦ δημοῦ τὴν ψυχρασίαν ὑπαλύξει. … Φιλήτας δὲ τῇ ὑπαλύξει γραφῇ συντιθέμενός φησιν ὅτι ὁ φαγὼν ἰχθὺς τὸν Λυκάονος δημόν, πιμελώδης γενόμενος, τὸ κρύος ἐκφεύξεται. ἀγνοεῖ δὲ καὶ τοῦτο, ὅτι τὸ διανεστηκὸς τῆς θαλάττης ἐπιπολῆς οὐ τὸ κρύος φησὶν Ὅμηρος φρῖκα. Φιλητας δὲ ὑπαλύξει κτλ.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἡ δὲ ἀναφορὰ πρὸς Φιλήταν γράφοντα «θρώσκων τις κτλ.»
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἡ δὲ ἀναφορὰ πρὸς τὸ «ἰχθὺς ὅς κε φάγῃσι» πρὸς Φιλήταν. Φιλήτας δὲ τῇ ὑπαλύξει κτλ.
Εὐστάθιος ὁ Θεσσαλονίκης αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος τὸ δὲ αἰετοῦ οἴματʼ ἔχων Φιλήτας, φασί, γράφει αἰετοῦ ὄμματʼ ἔχων. κρεῖττον δὲ τὸ οἴματα.
Ἐτυμολογικὸν τὸ Μέγα προκρόσσας κέκληκε Φιλητὰς τὰς νῆας λʹ ἰλιάδος ζ.