eul_wid: oqu-ad

Selections
Ἐκλογαί

Phrynichus of Bithynia Selections PDF

The Selections is a lexicographical treatise composed in Greek by the grammarian Phrynichus of Bithynia around 180 CE. It functions as a prescriptive handbook for proper Attic Greek, embodying the intense linguistic purism characteristic of the Second Sophistic period. The work is structured as a series of 157 entries, each typically presenting a correct, classical Attic word or phrase followed by the incorrect, contemporary equivalents that readers must avoid, often accompanied by the author's scornful commentary. Phrynichus compiled this treatise for an elite audience of advanced students and rhetoricians, dedicating it to the prominent sophist Titus Aurelius Philaemon. Its primary aim was to police the Greek language by condemning common Koine words that had developed after the Classical period, promoting instead the vocabulary of 5th- and 4th-century BCE Athenian authors as the sole acceptable standard for cultivated speech and writing. The complete text survives in an 11th-century manuscript, Codex Laurentianus 57.30, and is considered well-preserved. It represents a polished extract from Phrynichus’s broader scholarly work, much of which is now lost. Modern scholars regard the Selections as a vital, if polemical, source for understanding the social and intellectual battles over language in the Roman Imperial era, where command of "correct" Greek was a key marker of status. Its extreme purism was noted even in antiquity, but its detailed prescriptions have made it an invaluable resource for later lexicographers and for modern historians of the Greek language.

T Ἐκ τῶν τοῦ Φρυνίχου Ἑκοντὴν οὐ χρὴ λέγειν, ἀλλ’ ἐθελοντήν.
2 Ὄπισθεν, οὐχὶ ὄπιθεν. Οὐχ ὑπόδειγμα, ἀλλὰ παράδειγμα.
5 Ὠνάμην, ὤνασο, ὤνατο εὕρηται, ὠνήμην δέ, ὤνησο, ὤνητο κάλλιον. Μέχρι καὶ ἄχρι δίχα τοῦ ς κάλλιον.
8 Ἐμπτύει μου μηδαμῶς, ἀλλὰ καταπτύει μου. Εὐχαριστεῖν οὐχ Ἑλληνικόν, τὸ δὲ χάριν εἰδέναι.
11 Ἄρτι ἥξω οὐκ εἴποις ἐπὶ μέλλοντος, ἀλλ’ ἐπὶ ἐνεστῶτος καὶ παρῳχημένου, ἄρτι ἥκω καὶ ἄρτι ἀφικόμην. Τέμαχος κρέως ἢ ἄρτου ἢ πλακοῦντος οὐκ εἴποις, ἀλλὰ τομός· τὸ γὰρ τέμαχος μόνον ἐπὶ ἰχθύος.
13 Ἄμυναν οὐκ εἴποις, ἀλλὰ διὰ ῥήματος, ἀμύνομαι, ἀμύνασθαι, ἀμυνοῦμαι. Διωρία οὐκ εἴποις, ἀντ’ αὐτοῦ δὲ προθεσμία ἐρεῖς.
18 Ἀνεῖναι ἐλαίῳ ἢ ὄξει ἢ ἄλλῳ τῳ λέγουσιν ἰατροὶ ἀμαθῶς· δεῖ γὰρ διεῖναι λέγειν. Περιέσσευσεν ἄχρηστον, ἐπερίσσευσε δὲ χρήσιμον.
20 Οὐ σπῖλος εἴποις, ἀλλὰ κηλίς. Ἀνειλεῖν βιβλίον δι’ ἑνὸς λ κάκιστον, ἀλλὰ διὰ τῶν δύο ἀνειλλεῖν.
22 Οὐκ εἴποις πιοῦμαι διὰ τοῦ υ, πίομαι δὲ καὶ πιόμενος ἄνευ τοῦ υ. Δίων δὲ διὰ τοῦ υ λέγων ἁμαρτάνει. Ἤλειπται, κατώρυκται οὐ χρὴ λέγειν, ἀλλ’ Ἀττικῶς ἀλήλιπται καὶ κατορώρυκται.
24 Ἀπελεύσομαι οὐκ εἴποις, ἀλλ’ ἄπειμι, καὶ τοῖς ὁμοειδέσιν ὁμοίως. Ὤμοκε ἄηθες· χρὴ γὰρ ὀμώμοκε λέγειν.
26 Ἀλκαϊκὸν ᾆσμα οὐκ εἴποις, ἀλλ’ Ἀλκαιϊκὸν καὶ τροχαιϊκόν. Νηρὸν ὕδωρ οὐκ εἴποις, ἀλλὰ πρόσφατον, ἀκραιφνές.
28 Ποῖ ἄπει διὰ τοῦ ι εἴποις· ποῦ δὲ ἄπει διὰ τοῦ υ οὐκ εἴποις· ποῦ δὲ διατρίβεις εἴποις. Ἔκτοτε οὐκ εἴποις, ἀλλ’ ἐξ ἐκείνου.
30 Πηνίκα μὴ εἴπῃς ἀντὶ τοῦ πότε· ἔστι γὰρ ὥρας δηλωτικόν· οἷον εἴ τις εἴποι „πηνίκα ἀποδημήσεισ“, ἐὰν εἴπῃς „μετὰ δύο ἢ τρεῖς ἡμέρασ“, οὐκ ὀρθῶς ἐρεῖς· ἐὰν δὲ εἴπῃς „ἕωθεν“ ἢ „περὶ μεσημβρίαν“, ὀρθῶς ἐρεῖς. Ὀρθρινὸς οὔ, ἀλλ’ ὄρθριος.
32 Μεσονύκτιον ποιητικόν, οὐ πολιτικόν. Ἡ πηλὸς Συρακούσιοι λέγοντες ἁμαρτάνουσιν.
35 Ὀψινὸς ὁμοίως τῷ ὀρθρινός· σὺ δὲ ὄψιος ὡς ὄρθιος λέγε. Ποταπὸς διὰ τοῦ τ οὐκ εἴποις, ἀδόκιμον γάρ· διὰ δὲ τοῦ δ λέγων ἐπὶ γένους θήσεις.
36 [5] „ποδαπός ἐστιν;“ „Θηβαῖος ἢ Ἀθηναῖοσ“, ἔστι γὰρ οἷον „ἐκ τίνος δαπέδου;“. εἰ ποταπὸς δέ ἐστιν, εἴποις· „ποταπὸς τὸν τρόπον Φρύνιχος;“, „ἐπιεικήσ“. χρὴ οὖν οὕτως ἐρωτᾶν· „ποῖός σοί τις δοκεῖ εἶναι;“. Φανὸς ἐπὶ λαμπάδος, ἀλλὰ μὴ ἐπὶ κερατίνου λέγε· τοῦτο δὲ λυχνοῦχον.
38 Ἐν χρῷ κουρίας φαθί, καὶ μὴ ψιλόκουρος. Πεινῆν, διψῆν λέγε, ἀλλὰ μὴ διὰ τοῦ α.
40 Ἡ χάραξ ἐρεῖς τὸ τῆς ἀμπέλου στήριγμα, οὐ κατὰ τὸ ἀρρενικόν. Σκίμπους λέγε, ἀλλὰ μὴ κράββατον.
42 Ἐρεύγεσθαι ὁ ποιητής· „ὁ δ’ ἐρεύγετο οἰνοβαρείων“, ἀλλ’ ὁ πολιτικὸς ἐρυγγάνειν λεγέτω. Ὁ φάρυγξ ἀρρενικῶς Ἐπίχαρμος λέγει, Ἀττικοὶ δὲ ἡ φάρυγξ.
44 Αὐθαδίζεσθαι λέγε, ἀλλὰ μὴ ἀναιδεύεσθαι. Βεβίασται ἡ κόρη λέγε, ἀλλ’ οὐ διέφθαρται.
48 Ἡ ὕσπληγξ λέγε, ἀλλ’ οὐχ ὁ ὕσπληγξ. Ἰλὺς οἴνου οὐκ ὀρθόν, ἀλλὰ ποταμοῦ· οἴνου δὲ τρὺξ ἢ ὑπόστασις.
50 Κόριον ἢ κορίδιον ἢ κορίσκη λεγέσθω, τὸ δὲ κοράσιον μηδαμῶς. Ἡ ῥὰξ ἐρεῖς, ὁ δὲ ῥὼξ παράλογον.
54 Κακοδαιμονεῖν οἱ νόθως ἀττικίζοντες, οἱ δὲ Ἀθηναῖοι διὰ τοῦ α, κακοδαιμονᾶν. καὶ θαυμάσαι ἄν τις, πῶς εὐδαιμονεῖν μὲν λέγουσιν, οὐκέτι δὲ κακοδαιμονεῖν. Κόρημα χρὴ λέγειν, οὐχὶ σάρον, καὶ κορεῖν καὶ παρακορεῖν, ἀλλὰ μὴ σαροῦν.
56 Ἀφῆλιξ λέγοντες ἁμαρτάνουσιν οἱ ῥητορικοί· τοὐναντίον γὰρ ἢ δεῖ χρῶνται· τὸν μὲν γὰρ πρεσβύτερον ῥητέον ἀφήλικα, οἱ δ’ ἐπὶ τοῦ μηδέπω τῆς ἐννόμου ἡλικίας χρῶνται. Προκόπτειν λέγουσιν, τὸ δὲ ὄνομα προκοπὴ οὐκ ἔστι παρ’ αὐτοῖς.
59 Βιβλιαγράφος λέγεται, ἀλλ’ οὐ βιβλιογράφος. Ὀσμὴ γράφεται διὰ τοῦ ς, τὸ δὲ διὰ τοῦ δ, ὀδμή, Ἰώνων.
63 Βελόνη καὶ βελονοπώλης ἀρχαῖα, ἡ δὲ ῥαφὶς τί ἐστιν οὐκ οἶδα. Ἀκέστης λέγουσιν οἱ παλαιοί, οὐκ ἠπήτης.
64 Ἠπήσασθαι ἔστι μὲν ἅπαξ παρ’ Ἀριστοφάνει ἐν Δαιταλεῦσιν· „καὶ κόσκινον ἠπήσασθαι“, σὺ δὲ λέγε ἀκέσασθαι τὸ ἱμάτιον· παίζων γὰρ τὰς Ἡσιόδου ὑποθήκας Ἀριστοφάνης εἶπε τοῦτο. Ἀγαθὸς μᾶλλον λέγεται καὶ ἀγαθὸς μάλιστα, ἀλλὰ μὴ ἀγαθώτατος καὶ ἀγαθώτερος.
66 Ἀρχῆθεν οἱ ποιηταὶ λέγουσιν, τῶν δὲ καταλογάδην δοκίμων οὐδείς, ἀλλ’ ἐξ ἀρχῆς. Γαστρίζειν ἐπὶ τοῦ τὴν γαστέρα ἐμπίπλασθαι Ἀθηναῖοί φασιν, οὐκ ἐπὶ τοῦ τὴν γαστέρα τύπτειν· ἴσως δὲ καὶ τοῦτ’ ἂν σημαίνοι.
68 Γαργαλίζειν λέγε διὰ τοῦ ρ, ἀλλὰ μὴ διὰ τοῦ γ γαγγαλίζειν. Τάχιον οἱ Ἕλληνες οὐ λέγουσιν, θᾶττον δέ.
71 Βράδιον μὲν ὁ Ἡσίοδος γράφει, „βράδιον δὲ Πανέλλησι φαείνει“, Θουκυδίδης δὲ καὶ Πλάτων βραδύτερον. Γρυλλίζειν διπλοῦν ἔχει τὸ ἁμάρτημα, ὅτι τε διὰ τῶν δύο λλ ἐκφέρεται, καὶ ὅτι ἐπὶ τῶν φορτικῶς καὶ ἀσχημόνως ὀρχουμένων οἱ νῦν τιθέασιν.
72 σὺ οὖν διὰ τοῦ ἑνὸς λ, καὶ ἐπὶ τῆς τῶν συῶν φωνῆς. Γογγύλη οἱ μὲν παλαιοὶ ἐπὶ τοῦ στρογγύλου τιθέασιν, οἱ δὲ νῦν ἐπὶ τοῦ λαχάνου· ὅπερ γογγυλίς, οὐ γογγύλη λέγεται.
74 Πάντοτε μὴ λέγε, ἀλλ’ ἑκάστοτε καὶ διαπαντός. Γενέσια· οὐκ ὀρθῶς τίθεται ἐπὶ τῆς γενεθλίου ἡμέρας· γενέσια γὰρ Ἀθήνησιν ἑορτή.
75 λέγειν οὖν δεῖ γενέθλια καὶ γενεθλίους ἡμέρας. Ἀργὴ ἡμέρα καὶ ἀργὴ γυνὴ μὴ λέγε, ἀλλ’ ἀργός.
78 [5] Ἀποκριθῆναι· διττὸν ἔχει τὸ ἁμάρτημα· ἔδει γὰρ ἀποκρίνασθαι λέγειν, καὶ εἰδέναι ὅτι τὸ διαχωρισθῆναι σημαίνει, ὡσπεροῦν καὶ τὸ ἐναντίον αὐτοῦ, τὸ συγκριθῆναι, τὸ εἰς ἓν καὶ ταὐτὸν ἐλθεῖν. εἰδὼς οὖν τοῦτο ἐπὶ μὲν τοῦ ἀποδοῦναι τὴν ἐρώτησιν ἀποκρίνασθαι λέγε, ἐπὶ δὲ τοῦ διαχωρισθῆναι τὸ ἀποκριθῆναι. Ἀσβόλη μὴ λέγε, ἀλλὰ ἄσβολος.
84 Θερμότης λέγε, ἀλλὰ μὴ θερμασία. Ὅρμενα αἱ τῶν λαχάνων ἄνθαι, καὶ ἐξορμενίζειν τὸ ἐκβλαστάνειν καὶ ἐξανθεῖν.
81 λέγε οὖν ὅρμενα καὶ μὴ ἀσπαράγους. Αἴθαλος ἀρσενικῶς, ἀλλὰ μὴ αἰθάλη.
87 Κολυμβάδες ἐλαῖαι μὴ λέγε, ἀλλὰ ἁλμάδες ἐλᾶαι χωρὶς τοῦ ι. Ἐγρήγορα χρὴ καὶ ἐγρήγορεν, ἀλλ’ οὐχὶ γρηγόρει καὶ γρηγορῶ.
89 Αὐθέντης μηδέποτε χρήσῃ ἐπὶ τοῦ δεσπότου ὡς οἱ περὶ τὰ δικαστήρια ῥήτορες, ἀλλ’ ἐπὶ τοῦ αὐτόχειρος φονέως. Ἀγήοχεν ἀδόκιμον, εἰ καὶ Λυσίας τούτῳ χρῆται· ἀλλὰ Δημοσθένει πείθου, ἤχασι ἀλλ’ οὐκ ἀγηόχασι λέγοντι.
92 Καλλιγραφεῖν μὴ λέγε, ἀλλ’ εἰς κάλλος γράφειν. Ἀκμὴν ἀντὶ τοῦ ἔτι· Ξενοφῶντα μέν φασιν ἅπαξ αὐτῷ κεχρῆσθαι, σὺ δὲ φυλαττόμενος ἔτι λέγε.
95 Ἀπόπαλαι καὶ ἔκπαλαι μὴ λέγε, ἀλλ’ ἐκ παλαιοῦ. Ἀνατέλλειν ἐρεῖς ἐπὶ ἡλίου, ἐπιτέλλειν δὲ ἐπὶ ἄστρων, οὐκ ἐπὶ σελήνης.
97 Εὐκαιρεῖν οὐ λεκτέον, ἀλλ’ εὖ σχολῆς ἔχειν. Ἐξεπιπολῆς τινες, οἱ δ’ ἀρχαῖοι ἐπιπολῆς κάλλιον.
99 Ἔνδον εἰσέρχομαι βάρβαρον· ἔνδον γάρ εἰμι καὶ ἔνδον ἐστὶ δόκιμον. δεῖ οὖν εἴσω παρέρχομαι λέγειν. Ἔσω διατρίβω οὐκ ἐρεῖς, ἀλλ’ ἔνδον διατρίβω. Κληρονομεῖν τόνδε· οὐχ οὕτως ἡ ἀρχαία χρῆσις, ἀλλὰ κληρονομῶ τοῦδε.
101 Θρίδακα Ἡρόδοτος ἰάζων εἶπεν, σὺ δὲ ὡς Ἀττικὸς θριδακίνην ἐρεῖς. Ἐπίκλιντρον ῥητέον, οὐκ ἀνάκλιντρον.
103 Ἐπίδοξον τὸ προσδοκώμενον ἐρεῖς, οὐχ ὡς οἱ ἀμαθεῖς τὸν ἐπίσημον. Μάμμην τὴν πατρὸς ἢ μητρὸς μητέρα οὐ λέγουσιν οἱ ἀρχαῖοι, ἀλλὰ τήθην, μάμμην δὲ καὶ μαμμίον τὴν μητέρα.
104 ἀμαθὲς οὖν τὸ τὴν μάμμην ἐπὶ τῆς τήθης λέγειν. Ἔσχατον χρὴ λέγειν, οὐκ ἐσχατώτατον.
106 Ἀμεινότερον, κρεισσότερον, καλλιώτερον οὐκ ἐρεῖς, εἰ καὶ ποιηταὶ λέγουσιν· συγκριτικοῦ γὰρ συγκριτικὸν οὐκ ἔστιν. λέγειν οὖν ἄμεινον χρὴ καὶ κρεῖσσον καὶ κάλλιον. Μονόφθαλμον οὐκ ἐρεῖς, ἀλλ’ ἑτερόφθαλμον, εἰ καὶ Κρατῖνος μονόφθαλμον λέγει τὸν Κύκλωπα.
108 [5] Ἐωνησάμην· ἔνθα ἂν μὴ δυνηθῇς τὸ ἐπριάμην καὶ ὅσα ἀπ’ αὐτοῦ γίνεται θεῖναι, ἐκεῖ τὰ ἀπὸ τοῦ ἐώνημαι τάττε· ἔνθα δὲ δύνῃ, τὰ ἀπὸ τοῦ ἐώνημαι, οἷον· „ἐώνημαι οἰκίαν“· ἐνταῦθα ἐγχωρεῖ τὸ ἐπριάμην, δεῖ οὖν τοῦτο λέγειν, „ἐπριάμην οἰκίαν“. πάλιν „ἔτυχον ἐωνημένος οἰκίαν ἢ ἀγρόν“· ἐνταῦθα οὐκ ἐγχωρεῖ τὸ ἀπὸ τοῦ πρίασθαι, καὶ μένει τὸ ἐωνημένος δόκιμον. οὕτως οὖν κἀπὶ τοῦ ἐωνησάμην· παρὸν γὰρ ἐπριάμην εἰπεῖν, μὴ εἴπῃς ἐωνησάμην. Εὕρασθαι οὐκ ἐρεῖς, ἀλλ’ εὑρέσθαι παροξυτόνως διὰ τοῦ ε.
111 Ῥάφανον ἐπὶ τῆς ῥαφανίδος μὴ θῇς· σημαίνει γὰρ τὴν κράμβην. Εὔνως ἔχει μὴ λέγε, ἀλλ’ εὐνοϊκῶς.
113 Εὐθύ· πολλοὶ ἀντὶ τοῦ εὐθύς, διαφέρει δέ· τὸ μὲν γὰρ τόπου ἐστίν, εὐθὺ Ἀθηνῶν, τὸ δὲ χρόνου καὶ γράφεται σὺν τῷ ς. Νεομηνία μὴ λέγε, τοῦτο γὰρ Ἰώνων, ἀλλὰ νουμηνία.
118 Ἦς ἐν ἀγορᾷ σόλοικον, λέγε οὖν ἦσθα. ὀρθότερον δὲ χρῷτο ἂν ὁ λέγων „ἐὰν ᾖς ἐν ἀγορᾷ“. Ἀκηκόεσαν, ἐγεγράφεσαν, ἐπεποιήκεσαν, ἐνενοήκεσαν ἐρεῖς χωρὶς τοῦ ι.
120 Ὁ ῥύπος ἐρεῖς καὶ μὴ τὸ ῥύπος. Ἀλεῖν ἐρεῖς, οὐκ ἀλήθειν· καὶ ἤλει, οὐκ ἤληθεν· ἀλοῦσα, οὐχὶ δὲ ἀλήθουσα.
122 Μέθυσος ἀνὴρ οὐκ ἐρεῖς, ἀλλὰ μεθυστικός. μέθυσον δὲ γυναῖκα καὶ μεθύσην λέγε. Ἤμην· εἰ καὶ εὑρίσκεται παρὰ τοῖς ἀρχαίοις, φυλάττου· ἀντ’ αὐτοῦ δὲ τὸ ἦν ἐγὼ λέγε.
124 Ὤιδηκεν, ᾠκοδόμηκεν ἄριστα ἐρεῖς, ἀλλ’ οὐχὶ οἴδηκεν, οἰκοδόμηκεν διὰ τῆς ο καὶ ι διφθόγγου. Ἀνίστατο λέγε, μὴ ἠνίστατο.
126 Βρῶμος· πάνυ ἐζήτηται, εἰ χρὴ λέγειν ἐπὶ τῆς δυσωδίας· ἄχαριν οὖν ὀσμὴν λέγε ὥσπερ οἱ κωμῳδοποιοί. Ἡρακλέα, Περικλέα, Θεμιστοκλέα ἐπεκτείνων τὴν τελευταίαν συλλαβὴν λέγε, ἀλλὰ μὴ Ἡρακλῆν, Περικλῆν, Θεμιστοκλῆν.
128 Ἀνέῳγεν ἡ θύρα σολοικισμός· χρὴ γὰρ ἀνέῳκται λέγειν. Οἱ ἥρως οὐ λέγουσι δισυλλάβως, ἀλλὰ τρισυλλάβως οἱ ἥρωες.
129 ἐπὶ δὲ τῆς αἰτιατικῆς δισυλλάβως τοὺς ἥρως. ἅπαξ βιασθεὶς Ἀριστοφάνης ὑπὸ τοῦ μέτρου οἱ ἥρως εἶπεν, τῷ δὲ βεβιασμένῳ οὐ χρηστέον. Διεφθορὸς αἷμα σόλοικον· ἀλλὰ σὺ διεφθαρμένον λέγε.
134 Ἐλλύχνιον· καὶ τοῦτο τῶν εἰσκωμασάντων Ἀθήνησι· σὺ δ’ οὖν θρυαλλίδα λέγε. Θυμέλην· τοῦτο οἱ ἀρχαῖοι ἀντὶ τοῦ θυσίαν ἐτίθουν, οἱ δὲ νῦν ἐπὶ τοῦ τόπου ἐν θεάτρῳ, ἐφ’ ᾧ αὐληταὶ καὶ κιθαρῳδοὶ καὶ ἄλλοι τινὲς ἀγωνίζονται.
135 [5] σὺ μέντοι, ἔνθα τραγῳδοὶ καὶ κωμῳδοὶ ἀγωνίζονται, λογεῖον ἐρεῖς, ἔνθα δὲ οἱ αὐληταὶ καὶ οἱ χοροί, ὀρχήστραν, ἀλλὰ μὴ θυμέλην. Θυείαν, μὴ ἴγδην λέγε.
140 Αἱ νῆες ἐρεῖς, ἀλλ’ οὐχ αἱ ναῦς· σόλοικον γάρ. τὰς νῆας οὐκ ἐρεῖς, ἀλλὰ τὰς ναῦς. Κλαδᾶν ἀμπέλους, ἀλλὰ μὴ κλαδεύειν φαθί.
144 Πολίτης λέγε, ἀλλὰ μὴ συμπολίτης. Τύλην, εἰ καὶ εὕροις που, σὺ κνέφαιον λέγε.
146 Τὸ ῥάπισμα ἀδόκιμον· σὺ δὲ τὸ γνάθον πλατείᾳ πλῆξαι χειρὶ ἐπὶ κόρρης πατάξαι λέγε ὡς Ἀθηναῖοι. Παροψὶς τὸ ὄψον, οὐχὶ τὸ ἀγγεῖον ὥς τινες· ἀλλὰ τὸ ἀγγεῖον τρυβλίον ἢ ἠλεκάριον καλεῖται.
148 Τοῦ κροῦσαι τὴν θύραν ἄμεινον τὸ κόπτειν τὴν θύραν. Κρίβανος ἐρεῖς, οὐχὶ κλίβανος διὰ τοῦ λ, διὰ τὸ τὴν πρώτην τῶν ἀνθρώπων τροφὴν δοκεῖν κριθὰς εἶναι.
151 Κυνίδιον λέγε, ἀλλὰ μὴ κυνάριον, κἂν Θεόπομπος ὁ κωμῳδὸς ἅπαξ τούτῳ χρῆται. Ἐδεδίεσαν λέγει Λολλιανός· σὺ δὲ χωρὶς τοῦ ε λέγε ἐδέδισαν.
153 Οὐθεὶς ἀδόκιμον, οὐδεὶς δὲ κάλλιον. Λάγνης διὰ τοῦ η, ἀλλὰ μὴ λάγνος.
156 Λαγὼς Ἀττικόν, τὸ δὲ λαγὸς Ἰώνων· λαγωὸς οὐκ ἔστιν. Λίβανον φαθὶ τὸ δένδρον, τὸ δὲ θυμιώμενον λιβανωτόν.
158 Τὴν λιμὸν Δωρικόν· τὸν δὲ λιμὸν σὺ λέγε. Ἐλουόμην καὶ ὅσα ἀπ’ αὐτοῦ ἀδόκιμα· οἱ γὰρ Ἀττικοὶ χωρὶς τοῦ ο λέγουσιν ἐλούμην, ἐλοῦτο, λοῦμαι, λοῦσαι, λοῦσθαι, ἐλούμεθα, λοῦνται.
160 Δυσωπεῖσθαι· Πλουτάρχῳ μέν ἐστι περὶ δυσωπίας βιβλίον, ὅπερ οἴεται δηλοῦν τὸ ἐντρέπεσθαι καὶ μὴ ἀντέχειν δι’ αἰδῶ· ἀλλὰ σημαίνει παρὰ τοῖς ἀρχαίοις τὴν ὑφόρασιν καὶ τὸ ὑποπτεύειν. Ἐπεξελευσόμενος ὁ Φαβωρῖνός φησιν, σὺ δὲ ἐπεξιὼν καὶ ἐπέξειμι.
162 Σαλπικτὴς τὸ δόκιμον, οὐ σαλπιστής· ὡσαύτως καὶ σαλπίξαι διὰ τοῦ ξ, ἀλλ’ οὐ διὰ τοῦ ς. Ἀφιερῶσαι Φαβωρῖνος, σὺ δὲ καθιερῶσαι.
164 Κολλάβους τοὺς ἐν τῇ λύρᾳ· σὺ δὲ κόλλοπας ἐρεῖς, οὕτω γὰρ Ἀθηναῖοι. Νίμμα ὁ πολὺς λέγει, σὺ δὲ ἀπόνιπτρον ἐρεῖς.
166 Νὴ τὼ θεώ· ὅρκος γυναικεῖος· οὐ μὴν ἀνὴρ ὀμεῖται τοῦτον, εἰ μὴ γυναικίζοιτο. Μεσοδάκτυλα μηδαμῶς εἴποις, ἀλλὰ τὰ μέσα τῶν δακτύλων.
168 Λάσταυρος· οἱ μὲν νῦν ἐπὶ τοῦ ἀξίου σταυροῦ, οἱ δὲ παλαιοὶ ἐπὶ τοῦ καταπύγωνος. Μάλη οὐκ ἐρεῖς, ὑπὸ μάλης μέντοι.
170 Μεγιστᾶνες ἀδόκιμον· σὺ δὲ μέγα δυναμένους λέγε. Ἐξιδιάζονται Φαβωρῖνος· σὺ δὲ ἰδιοῦσθαι λέγε.
173 Μύκας μὴ λέγε, ἀλλὰ μύκητας. Αὐτότροφος οὐκ ἐρεῖς, ἀλλ’ οἰκόσιτος· μὴ οἰκογενῆ δέ, ἀλλ’ οἰκότριβα.
174 ἴσως δὲ καὶ τὸ οἰκογενὴς οὐκ ἀδόκιμον. Ὀπωροπώλης οἱ ἀγοραῖοι, ὀπωρώνης οἱ Ἀθηναῖοι καὶ Δημοσθένης.
177 Νεοττοὶ καὶ νεόττιον λέγε, ἀλλὰ μὴ νοσσὸν καὶ νοσσίον· νοσσάκιον ἐκβλητέον τελέως. Χρύσεα, χάλκεα, κυάνεα Ἰακά· χρυσᾶ δὲ καὶ ἀργυρᾶ Ἀττικά.
178 Χρυσοῦς λέγε, ἀλλὰ μὴ χρύσεος· Ἰακὸν γάρ. Ἐκτρῶσαι καὶ ἔκτρωμα ἀδόκιμον· σὺ δὲ ἐξαμβλῶσαι καὶ ἄμβλωμα καὶ ἀμβλίσκει.
180 Δυσὶ μὴ λέγε, ἀλλὰ δυοῖν. Ὤτοις μὴ λέγε, ἀλλ’ ὠσίν.
183 Μείραξ καὶ μείρακες ἐπὶ γυναικῶν, μειράκιον δὲ καὶ μειρακίσκος ἐπὶ ἀνδρῶν. Σταθερὸς ἐπὶ ἀνθρώπου οὐδαμῶς λέγεται, ἀλλ’ ἐμβριθής.
186 Τὸ ἀναπεσεῖν βέλτιον ἐπὶ τοῦ ἀδημονῆσαι καὶ ἀθυμῆσαι ἢ ἐπὶ τοῦ ἀνακλιθῆναι. Ἀνάκειται ἐπὶ ἀναθήματος καὶ ἀνδριάντος ἐρεῖς.
188 Ἀντιβάλλειν ἀντὶ τοῦ ἀνταναγνῶναι οἱ νῦν λέγουσιν, οἱ δὲ παλαιοὶ ἀντὶ τοῦ ἀντιτιθέναι. Σκορπίζεται Ἰώνων, σκεδάννυται Ἀττικῶν.
192 Ῥέει, πλέει, ζέει Ἰακά· ῥεῖ δὲ καὶ ζεῖ καὶ πλεῖ Ἀττικά. Ἀρτοκόπος ἀδόκιμον, ἀρτοπόπος δὲ ἢ ἀρτοποιὸς ἐρεῖς.
195 Ἐξυπνισθῆναι οὐκ ἐρεῖς, ἀλλ’ ἀφυπνισθῆναι. Βαλανοκλέπτης μὴ εἴποις, ἀλλὰ βαλανειοκλέπτης.
197 Βασίλισσα· οὐδεὶς τῶν ἀρχαίων εἶπεν, ἀλλὰ βασιλὶς ἢ βασίλεια. Συγχαίνομαι· τῷ ὄντι ναυτίας ἄξιον τοὔνομα· σὺ δὲ βδελύττομαι ἐρεῖς.
200 Ἀλεκτορίς· εὑρίσκεται καὶ ἐν τραγῳδίᾳ καὶ ἐν κωμῳδίᾳ· λέγε δὲ ἀλεκτρυὼν καὶ ἐπὶ θήλεος καὶ ἐπὶ ἄρρενος, ὡς οἱ παλαιοί. Γλωσσίδας αὐλῶν ἢ ὑποδημάτων μὴ λέγε, ἀλλὰ γλώττας αὐλῶν καὶ ὑποδημάτων.
203 Διώρυχος, διώρυχι, διώρυχα μετὰ τοῦ χ λέγε καὶ μὴ μετὰ τοῦ γ. Δίκρανον· τοῦτο οἱ ἀρχαῖοι δίκρουν καλοῦσιν.
205 Διόσκοροι λέγε χωρὶς τοῦ υ. Ἔφησθα λέγε, εἰ καὶ ἔφης εὑρίσκεταί που.
210 Παιδίσκη· οἱ μὲν παλαιοὶ ἐπὶ τῆς νεάνιδος, οἷς ἀκολουθητέον, οἱ δὲ νῦν ἐπὶ τῆς θεραπαίνης. Παῖξαι· Δωριεῖς διὰ τοῦ ξ, οἱ δὲ Ἀττικοὶ διὰ τοῦ ς παῖσαί τε καὶ παίσατε καὶ συμπαίστης.
212 Παλαιστρικός· Ἄλεξίν φασιν εἰρηκέναι, σὺ δὲ λέγε παλαιστικόν. Ἐπῳδὴν λέγε, ἀλλὰ μὴ ἐπαοιδήν.
216 Προάλως Φαβωρῖνος ἀμαθῶς· σὺ δὲ ἀντ’ αὐτοῦ προπετῶς. Πήχεως καὶ πήχεων Ἀττικῶς, ἀλλὰ μὴ πήχων καὶ πηχός.
219 Ἔκθεμα βάρβαρον· σὺ δὲ λέγε πρόγραμμα. Ὕπαιθρον μὴ λέγε, ἀλλ’ ὑπαίθριον τετρασυλλάβως.
222 Κοιτὼν καὶ προκοιτὼν ἀδόκιμα· χρὴ οὖν προδωμάτιον λέγειν ὡς Ἀττικόν. Ῥοΐδιόν τινες ἀμαθῶς διῃρημένως λέγουσιν· ἡμεῖς δὲ ῥοίδιον.
224 Σμῆγμα καὶ σμῆξαι ἀνάττικα, Ἀττικὸν δὲ σμῆμα καὶ σμῆσαι, τὸ μὲν χωρὶς τοῦ γ, τὸ δὲ διὰ τοῦ ς. Σάκκος· Δωριεῖς διὰ τοῦ διπλοῦ κκ, οἱ δὲ Ἀθηναῖοι δι’ ἑνός.
227 Ἐπαρίστερον οὐ χρὴ λέγειν, ἀλλὰ σκαιόν. Στύππινον, ἀλλ’ οὐ στυπέϊνον διαλελυμένως καὶ τετρασυλλάβως ἐρεῖς.
230 Ἀντίρρησιν μὴ λέγε, ἀντιλογίαν δέ. Εὐαγγελίζομαι αἰτιατικῇ συντάττουσιν, οἱ πλείους δὲ δοτικῇ.
232 γράφεται δὲ καὶ εὐαγγελῶ, οὗ τὸ δεύτερον εὐαγγελεῖς. Ἐκαθέσθη, καθεσθείς, καθεσθήσομαι καὶ ὅσα ἀπὸ τούτων ἔκφυλα· λέγομεν οὖν καθέζομαι, καθεδοῦμαι, καθεδεῖται, καθεδοῦνται, καθεδούμενος.
234 Υἱέα μηδαμῶς εἴποις, ἀλλ’ υἱόν. Ἄνωθέν σοι φίλος εἰμί, ἀλλ’ οὐκ ἀνέκαθεν ἐρεῖς· τὸ γὰρ ἀνέκαθεν ἐπὶ τόπου λαμβάνουσιν Ἀθηναῖοι, „ἀνέκαθεν κατέπεσεν“.
235 [5] εἰ δ’ ὑφ’ Ἡροδότου φήσει τις καὶ ἐπὶ χρόνου λαμβάνεσθαι, ἀληθῆ μὲν φήσει, οὐ μὴν τὸ ὑφ’ Ἡροδότου ἅπαξ εἰρῆσθαι τὸ δόκιμον τῆς χρήσεως αὐτῷ παρέχεται. Βάκηλος· ἁμαρτάνουσιν οἱ τάττοντες αὐτὸ κατὰ τοῦ βλακός· σημαίνει γὰρ ὁ βάκηλος τὸν ἀποτετμημένον τὰ αἰδοῖα, ὃν Βιθυνοί τε καὶ Ἀσιανοὶ Γάλλον καλοῦσιν.
238 λέγε οὖν βλὰξ καὶ βλάκιον ὡς οἱ ἀρχαῖοι. Τὸ ἑκὼν εἶναι οἱ παλαιοὶ ἐπὶ ἀπαγορεύσεως τιθέασιν, οἷον „ἑκὼν εἶναι μὴ ποιήσῃσ“ ἢ „ποιήσω“, καὶ „ἑκόντες ὄντες μὴ ποιήσητε“ ἢ „ποιήσωμεν“.
239 ὅσοι δ’ ἐπὶ καταφάσεως τιθέασιν, οἷον „ἑκὼν εἶναι ἐποίησα“, ἁμαρτάνουσιν. Ὄρθρον καὶ ὀρθρεύεσθαι οἱ παλαιοὶ τὸν πρὸ ἡλίου καιρόν, ἐν ᾧ λύχνῳ τις χρῆται· οἱ δὲ νῦν τὸ λυκαυγές, ὃ καὶ ἕω φασίν.
241 Μάγειρος δόκιμον, μαγειρεῖον δὲ οὐκέτι, ἀλλ’ ὀπτανίον διὰ τοῦ ι. Τυγχάνω· καὶ τούτῳ προσεκτέον· „φίλος μοι τυγχάνεις ὤν“, „ἐχθρός μοι τυγχάνεις ὤν“· χωρὶς δὲ τοῦ ὤν ἀδόκιμον πάνυ.
243 Οὐ χρὴ λέγειν συγκρίνειν τόνδε τῷδε, ἀλλὰ παραβάλλειν καὶ ἀντεξετάζειν. Κατ’ ἐκεῖνο τοῦ καιροῦ.
244 Θουκυδίδης ἐν τῇ ηʹ εἴρηκε μετὰ τοῦ ἄρθρου, ἀλλ’ οὐ χωρὶς ἄρθρου. οὕτως οὖν καὶ αὐτὸς ἐρεῖς. Εὐστάθεια καὶ εὐσταθὴς ἀδόκιμα, σὺ δὲ ἐμβρίθεια λέγε καὶ ἐμβριθής.
249 Γεννήματα ἐπὶ καρπῶν τινες ἀδοκίμως τιθέασιν· σὺ δὲ καρποὺς ξηροὺς καὶ ὑγροὺς λέγε. Ἵνα ἄξωσιν μὴ εἴποις, ἀλλ’ ἵνα ἀγάγωσιν.
252 Σίνηπι οὐ λεκτέον, ἀλλὰ νάπυ. Ὀνυχίζειν καὶ ἐξονυχίζειν ταὐτόν, τίθεται δὲ ἐπὶ τοῦ ἀκριβολογεῖσθαι· τὸ δὲ ἀπονυχίζειν τὸ τὰς ὑπεραυξήσεις τῶν ὀνύχων ἀφαιρεῖν.
254 Ὁ νῶτος ἀδόκιμον ἀρρενικῶς, οὐδετέρως δὲ τὸ νῶτον καὶ τὰ νῶτα. Βρέχει ἐπὶ τοῦ ὕει τινὲς τιθέασιν ἐν κωμῳδίᾳ, ἔστι δὲ ἀδόκιμον.
257 + 258 Ἐξέτρωσεν ἡ γυνὴ μὴ λέγε, ἀλλὰ ἐξήμβλωσεν· ὡσαύτως ἄμβλωμα καὶ ἀμβλωθρίδιον, ἀλλὰ μὴ ἔκτρωμα. Ἐπίδεσμος ἀρσενικῶς μὴ λέγε, ἀλλὰ κατάδεσμος, καὶ ἐπίδεσμον οὐδετέρως καὶ ἐπίδεσμα ὡς οἱ ἀρχαῖοι.
260 Τὸ σκάτος ἐπ’ εὐθείας ταττόμενον ἀμαθές· γενικῆς γάρ ἐστι πτώσεως, οὗ ἡ εὐθεῖα τὸ σκώρ, τοῦ σκατός. Φλοῦς· καὶ τοῦτο ἡμάρτηται· οἱ γὰρ Ἀθηναῖοι φλέως φασίν, καὶ τὰ ἀπὸ τούτου πλεκόμενα φλέϊνα.
262 Πεποίθησις οὐκ εἴρηται, ἀλλ’ ἤτοι πιστεύειν ἢ πεποιθέναι. Παλαιστὴ τὸ μέτρον λέγεται θηλυκῶς καὶ ἄνευ τοῦ ι· ἀμαθὲς δὲ τὸ λέγειν παλαιστής· παλαιστής γὰρ ὁ ἀθλητής.
264 Ἔγγιον ἐπὶ τοῦ ἐγγυτέρου μὴ λέγε, ἀλλ’ ἐγγύτερον. Ἔγγειον δὲ ἐπὶ τοῦ ἐν τῇ γῇ ἄριστον· καὶ Δημοσθένης „ἔγγειον τόκου“ φησίν. Ξύστραν μὴ λέγε, ἀλλὰ στλεγγίδα.
266 Μαμμόθρεπτον μὴ λέγε, τηθελλαδοῦν δέ. Ὑλιστὴρ ἀδόκιμον, σὺ δὲ τρύγοιπον λέγε.
268 Ψύα καὶ ψόα οἱ ἁπλῶς ἁμαρτάνοντες, οἱ δὲ διπλῶς ψοιά· σὺ δὲ νεφρὸν λέγε. Πάπυρον οὐκ ἐρεῖς, ἀλλὰ βίβλον· Αἰγύπτιον γὰρ τὸ πάπυρος.
272 Νίτρον Αἰολικόν, οἱ δὲ Ἀθηναῖοι λίτρον. Ἐξάδελφος οὐ ῥητέον, ἀνεψιὸς δέ.
275 Πανδοχεῖον οὐκ ἐρεῖς, ἀλλὰ διὰ τοῦ κ, πανδοκεῖον καὶ πανδοκεύτρια καὶ πανδοκεύς. Τὴν φθεῖρα λέγουσί τινες καὶ τὴν κόριν· σὺ δ’ ἀρσενικῶς ἀμφότερα.
277 Μοχλόν διὰ τοῦ χ, ἀλλὰ μὴ διὰ τοῦ κ. Κατὰ κοιλίας ποιεῖν οἱ γυμναστικοὶ λέγουσιν, οὐκ οἶδ’ ὅθεν λαβόντες· οἱ γὰρ παλαιοὶ τὴν γαστέρα ὑπάγειν λέγουσιν.
282 Οἱ χόλικες μὴ λέγε, ἀλλ’ αἱ χόλικες θηλυκῶς. Ἐκτενῶς μὴ λέγε, ἀλλὰ δαψιλῶς.
285 Πρώτως Ἀριστοτέλης λέγει καὶ Χρύσιππος, ἔστι δὲ διεφθαρμένον· οὐδὲ γὰρ δευτέρως ἢ τρίτως φαμέν, διὰ τοῦτο οὐδὲ πρώτως, ἀλλὰ πρῶτον. Ἀπαράβατον μὴ λέγε, ἀπαραίτητον δέ.
289 Ἀγωγὸν οἱ παλαιοὶ ἐπὶ τοῦ ἡγουμένου ὁδόν τινα, οἱ δὲ νῦν ἐπὶ τῶν ὀχετῶν. Καρῆναι καὶ ἐκάρη ἐπὶ ἀνθρώπων, κείρασθαι δὲ ἐπὶ προβάτων.
300 Φάγομαι βάρβαρον, τὸ δὲ Ἀττικὸν ἔδομαι. Τεθεληκέναι Ἀλεξανδρεωτικόν, τὸ δὲ Ἀττικὸν ἠθεληκέναι.
308 Οὐκ ἐπίτοκος, ἀλλ’ ἐπίτεξ γυνή. Ἐνδυμενία βάρβαρον· σκεύη δὲ τὰ κατὰ τὴν οἰκίαν λεκτέον καὶ ἔπιπλα.
312 Οὐχ ἡμίκακον, ἀλλ’ ἡμιμόχθηρον φαθί. Ἔμελλον ποιῆσαι, ἔμελλον γράψαι· ἁμάρτημα τῶν ἐσχάτων· τετήρηται γὰρ ἢ τῷ ἐνεστῶτι ἢ τῷ μέλλοντι συνταττόμενον, οἷον „ἔμελλον ποιεῖν“ ἢ „ποιήσειν“.
313 τὰ δὲ συντελικὰ οὐδένα τρόπον ἁρμόσει τῷ μέλλοντι. Κραυγασμὸς ἀδόκιμον, κεκραγμὸς δὲ δόκιμον.
315 Κορυδαλὸν Εὔβουλος, σὺ δὲ κορυδὸν γράφε. Καμμύειν Ἄλεξις, σὺ δὲ καταμύειν γράφε.
317 Καρατομεῖν ἐρεῖς, ἀλλ’ οὐ κεφαλοτομεῖν. Λάκαιναν γυναῖκα ἐρεῖς, χώραν δὲ Λάκαιναν οὐδαμῶς, ὡς Εὐριπίδης παραλόγως φησὶν „τὴν ὡς Λάκαινα τῶν Φρυγῶν μείων πόλισ“.
320 Μιαρία ἀδόκιμον, τὸ δὲ μιαρὸς ἀρχαῖον. Γαμοίη, οὐ γαμῴη, ὡς νοοίη· τὰ γὰρ τῆς πρώτης συζυγίας καὶ τῆς τρίτης τῶν περισπωμένων ῥημάτων εὐκτικὰ διὰ τῆς οι διφθόγγου λέγεται· τὰ δὲ τῆς δευτέρας διὰ τοῦ ω, οἷον νικῴη, γελῴη.
323 Ἐντέχνως ἀμαθῶς τινες, σὺ δὲ τεχνικῶς φαθί. Διδῴη καὶ διδῴης· τοῦτο εὐκτικὸν οὐδεὶς τῶν Ἀττικῶν εἶπε διὰ τοῦ ω, ἀλλὰ διὰ τῆς οι διφθόγγου.
324 [5] τεκμηριοῖ δὲ Ὅμηρος· ἐὰν μὲν ὑποτακτικῶς χρῆται, διὰ τοῦ ω· „εἰ δέ κεν αὐτὸς δῴη κῦδος ἀρέσθαι“, ἔστι γὰρ ‚ἐὰν δέ σοι δῷ ὁ Ζεύσ‛· εἰ δὲ εὐκτικῶς, οὕτως· „σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷσ“. Ἀλέξανδρος δὲ ὁ σοφιστὴς διδῴη καὶ δῴη γράφει ἐπὶ εὐκτικοῦ. Ἔδομαι καὶ κατέδομαι τὸ Ἀττικόν, ἀλλ’ οὐ βρώσομαι.
329 Αὐθέκαστος ἄριστον ὄνομα· αὐθεκαστότης κίβδηλον. Βόλβιτον ὀλίγοι τινές, οἱ δὲ πλεῖστοι βόλιτον ἄνευ τοῦ δευτέρου β.
335 Γογγυσμὸς καὶ γογγύζειν Ἰακά, πλὴν δόκιμα· ὁ δὲ Ἀττικὸς τονθρυσμὸν καὶ τονθρύζω, ἢ σὺν τῷ ο τονθορυσμὸς καὶ τονθορύζω. Δύνῃ ὑποτακτικῶς, „ἐὰν δύνωμαι, ἐὰν δύνῃ“, ὀρθῶς λέγεται· ὁριστικῶς δὲ οὐχ ὑγιῶς, οἷον „δύνῃ τοῦτο πρᾶξαι“.
336 χρὴ γὰρ λέγειν δύνασαι. „Ὥρκωσε καὶ ὁρκωτὸς δ’ ἐγώ“· οὕτω Κρατῖνος ἄριστά φησιν· χρὴ γὰρ διὰ τοῦ ω λέγειν μᾶλλον ἢ διὰ τοῦ ι.
339 Ἐνιαυσιαῖον μὴ λέγε, ἀλλ’ ἐνιαύσιον, ὡς Διονύσιον, ἀλλ’ οὐ Διονυσιαῖον. Ἐδέετο, ἐπλέετο Ἰακά· ἐδεῖτο δὲ καὶ ἐπλεῖτο ἐρεῖς.
342 Ἐνεχυριμαῖον οὐκ ἐρεῖς ὡς Ἱπποκλείδης, ἀλλ’ ἐνέχυρα. Ἐκλείψας οὐ δόκιμον, ἀλλ’ ἐκλιπών.
344 Χρηστὸς τὰ ἤθη φυλάττου, ἀλλὰ χρηστὸς τὸ ἦθος ἑνικῶς. Θυρεὸν οὐκ ἐρεῖς, ἀλλ’ ἀσπίδα.
348 Οὐχ οἷον καὶ μὴ οἷον κίβδηλον, οἷον „οὐχ οἷον ὀργίζομαι“. οὐ δήπου τοίνυν ἐρεῖς καὶ μὴ δήπου. Οἰκίας δεσπότης ἐρεῖς, οὐχ ὡς Ἄλεξις οἰκοδεσπότης.
350 Ὁνδηποτοῦν μὴ λέγε, ἀλλ’ ὁντινοῦν. Πτῶμα ἐπὶ νεκροῦ τιθέασιν οἱ νῦν, οἱ δ’ ἀρχαῖοι οὐχ οὕτως, ἀλλὰ πτώματα νεκρῶν ἢ οἴκων.
353 Περίστασις· ἀντὶ τοῦ συμφορὰ χρῶνται οἱ Στωϊκοὶ φιλόσοφοι, οἱ δὲ ἀρχαῖοι περίστασίν φασι τὴν διά τινα τάραχον παρουσίαν πλήθους, ὥς φησι Τηλεκλείδης· „τίς ἥδε κραυγὴ καὶ δόμων περίστασις;“ Σαπράν· κακῶς ἐπὶ τοῦ αἰσχράν, ἀλλ’ ἐπὶ τοῦ παλαιοῦ καὶ σεσηπότος.
358 Στρηνιᾶν οὐκ ἐρεῖς ὡς οἱ κωμῳδοὶ ποιηταί, ἀλλὰ τρυφᾶν. Σύαγρον οὐ ῥητέον, ἀλλὰ σῦν ἄγριον.
360 Συγγνωμονῆσαι ἀδόκιμον, τὸ δὲ συγγνῶναι κάλλιστον. Σιτομετρεῖσθαι μὴ λέγε, ἀλλὰ διαλύων σῖτον μετρεῖσθαι.
362 Στηθύνιον ὀρνιθίου λέγουσιν, σὺ δὲ στηθίδιον, εἰ ὑποκοριστικῶς βούλει λέγειν, εἰ δ’ οὖν, στῆθος. Φρονιμεύεσθαι μὴ λέγε, φρονεῖν δὲ τὰ ὄντα.
366 Χήμη· οὐκ οἶδ’ ὅθεν εἰς τὴν τῶν Ἑλλήνων εἰσήχθη διάλεκτον· ἐρεῖς οὖν κογχύλην. Χρησιμεῦσαι μὴ λέγε, ἀλλὰ χρήσιμον γενέσθαι.
369 Ἐσχάτως ἔχει· ἐπὶ τοῦ μοχθηρῶς οἱ σύρφακες, οἱ δὲ παλαιοὶ ἀντὶ τοῦ ἄκρως τιθέασιν· „ἐσχάτως πονηρός, ἐσχάτως φιλόσοφοσ“. Χρεολυτῆσαι τῶν ἀγαθῶν, τῶν δ’ Ἀττικῶν τὸ τὰ χρέα διαλύσασθαι.
371 Χρέως· Ἀττικῶς μέγα τὸ ως, κἂν Ἀριστοφάνης ἐν Νεφέλαις παίζων μιαρὸν ἔγραψε· „αὐτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;“ Τίνι διαφέρει μὴ λέγε, ἀλλὰ τί διαφέρει, καθὰ καὶ Δημοσθένης „τί δοῦλον ἢ ἐλεύθερον εἶναι διαφέρει;“ Τέτευχε τιμῆς ἀδόκιμον, τὸ δὲ τετύχηκε δόκιμον.
375 [5] Στρόβιλον οἱ μὲν παλαιοὶ τὸ ἐδώδιμόν φασι καὶ αὐτὸ τὸ δένδρον· οἱ δὲ ἀρχαῖοι τὴν βίαιον τοῦ ἀνέμου εἵλησιν στρόβιλόν φασιν, καὶ στροβιλῆσαι τὸ συστρέψαι. οὕτως οὖν καὶ σὺ λέγε, τὸ δὲ ἐδώδιμον πιτύων καρπόν, καὶ τὸ δένδρον πίτυν, ἢ κόκκωνα, ὡς Σόλων ἐν τοῖς αὐτοῦ ποιήμασιν· „κόκκωνας δὲ ἄλλος, ἕτερος δὲ σήσαμα“. Συγκαταβαίνειν εἰς τὰς σκέψεις οὐκ ἐρεῖς, ἀλλὰ συγκαθιέναι, καὶ συγκαθῆκεν εἰς τὸ παίζειν.
377 Σκνιφὸς ἐπὶ τοῦ γλίσχρου καὶ μικροπρεποῦς περὶ τὰ ἀναλώματα· οἱ δ’ ἀρχαῖοι σκνιπὸς λέγουσιν ἀπὸ τοῦ θηριδίου τοῦ ἐν τοῖς ξύλοις καταβραχὺ κατεσθίοντος. Στάμνιά τινες ἐπὶ τῶν ἀμίδων τάττουσιν, οἱ δ’ ἀρχαῖοι ἐπὶ τῶν οἰνηρῶν ἀγγείων.
379 Σχολαστὰς οὐκ ἐρεῖς, ἀλλὰ συμφοιτητάς. Ῥύμην οὐ τὸν στενωπὸν ἀμαθῶς κατὰ Μακεδόνας, ἀλλὰ τὴν ὁρμὴν ἐρεῖς Ἀττικῶς.
384 Δρωπακίζειν ἀδόκιμον, ἀρχαῖον δὲ τὸ παρατίλλεσθαι ἢ πιττοῦσθαι. Στέμφυλα οἱ πολλοὶ τὰ τῶν βοτρύων ἐκπιέσματα, οἱ δ’ Ἀττικοὶ στέμφυλα ἐλαῶν.
386 Πενταετηρικὸς ἀγὼν καὶ πενταετηρὶς μὴ λέγε, ἀλλ’ ἀφαιρέσει τοῦ α λέγε. Ἕξπηχυ καὶ ἑξέτης· οὕτω γὰρ καὶ οἱ ἰατροὶ λέγουσιν, ἕξπλεθρον καὶ 〈οὐχ〉 ἑξάπλεθρον.
389 Περιεσπάσθη τινὲς ἐπὶ τοῦ ἐν ἀσχολίᾳ γενομένου φασὶν ἀμαθῶς, δέον ἄσχολος ἦν λέγειν· τὸ γὰρ περιεσπᾶσθαι ἐπὶ τοῦ παραιρεῖν καὶ παραιρεῖσθαι λέγουσιν οἱ ἀρχαῖοι. Πορνοκόπος ὁ Μένανδρός φησιν, οἱ δ’ ἀρχαῖοι πορνότριψ, ὃ καὶ δόκιμον.
391 Λήθαργος· καὶ τοῦτο Μένανδρος, οἱ δ’ Ἀττικοὶ ἐπιλήσμων. Οἰκοδομὴ οὐ λέγεται, ἀλλ’ οἰκοδόμημα.
396 Οὐ χρὴ κατ’ ὄναρ λέγειν, ὥσπερ οὐδὲ καθ’ ὕπαρ, ἀλλ’ ἤτοι ὄναρ ἰδὼν ἢ ἐξ ὀνείρου ὄψεως· οὕτως καὶ ὕπαρ. Μετριάζειν οἱ ἀρχαῖοι ἐπὶ τοῦ τὰ συμβαίνοντα γενναίως φέρειν, Μένανδρος δὲ ἐπὶ τοῦ ἀσθενεῖν παρὰ τὴν τῶν δοκίμων χρῆσιν.
398 Λιθίδιον λέγε, μὴ λιθάριον. Καθὼς οὐ δόκιμον, κἂν γραμματικός τις Ἀρεθούσιος ἔφασκε χρῆσθαι αὐτῷ Φύλαρχον· ὃς οὐδὲ Θουκυδίδου λέγοντος ἤκουσε „καθὸ δεῖ εἰς Σικελίαν πλεῖν“, ἀλλ’ οὐ καθώς.
400 Κάκκαβον μὴ λέγε, ἀλλὰ κακκάβην διὰ τοῦ η, ὡς Ἀριστοφάνης ἐν Δαιδάλῳ. Κυνηγέτης οἱ Ἀττικοί, ἀλλ’ οὐ κυναγός· τραγικὸν γὰρ τοῦτο.
403 Γελάσιμον· Στράττιν μὲν τὸν κωμῳδοποιόν φασιν εἰρηκέναι, ἡμεῖς δέ γε λοιπόν φαμεν, οὐ τοῖς ἅπαξ ῥηθεῖσι προσέχοντες, ἀλλὰ τοῖς πολλάκις κεκριμένοις. Ἐλλύχνιον Ἡρόδοτος λέγει, Ἀττικοὶ δὲ θρυαλλίδα.
405 Κολόκυνθα μὴ λέγε, ἀλλὰ κολοκύντη διὰ τοῦ τ ὡς οἱ Ἀθηναῖοι. Καταφερής τινες λέγουσιν ἐπὶ τῶν πρὸς ἀφροδίσια ἀκολάστων· ὅθεν οὖν φασιν, οὐκ οἶδα.
408 Κολλυβιστὴς ἐπὶ τοῦ ἀργυραμοιβοῦ φησιν ὁ Μένανδρος ἀδοκίμως· ὁ μὲν γὰρ κόλλυβος δόκιμον, ὁ δὲ κολλυβιστὴς παρασεσημασμένον. Τὰ ἴδια πράττω καὶ τὰ ἴδια πρᾶττε μὴ λέγε, ἀλλὰ τὰ ἐμαυτοῦ πράττω καὶ τὰ σαυτοῦ πρᾶττε, ἢ τὰ ἴδια ἐμαυτοῦ πράττω καὶ τὰ ἴδια σαυτοῦ πράττεις.
410 Ἀκρατεύεσθαι μηδαμῶς εἴποις, ἀλλ’ οὐκ ἐγκρατεύεσθαι. Αἰχμαλωτισθῆναι ἀδόκιμον, αἰχμάλωτον δὲ γενέσθαι δόκιμον.
418 Ἀντικρύ· τοῦτο τοπικὸν καὶ ἐπιεικῶς ποιητικὸν ἄνευ τοῦ ς, ὅθεν οἱ ἐπὶ τοῦ ἄντικρυς τιθέντες ἁμαρτάνουσιν. εἰ δὲ μετὰ προθέσεως τεθείη καταντικρύ, δόκιμον ἔσται. Ἀνυπόδητος ἐρεῖς, ἀλλ’ οὐκ ἀνυπόδετος διὰ τοῦ ε· ὑποδήσασθαι γάρ φαμεν, ἀλλ’ οὐχ ὑποδέσασθαι.
420 Εὕρημα χρὴ λέγειν, ἀλλὰ μὴ εὕρεμα. Ἀπηρτισμένον, ἀπήρτικα καὶ τὰ ἀπὸ τούτων ἅπαντα σόλοικα· ἀποτετέλεσται δὲ χρὴ λέγειν καὶ ἀποτετελεσμένον.