eul_wid: tro-am
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on Persians by Aeschylus Scholia

The Scholia on the Persians is a corpus of ancient and Byzantine marginal annotations on Aeschylus’s tragedy The Persians. These prose commentaries, comprising hundreds of individual notes, elucidate the primary verse text and represent a cumulative compilation of exegetical material from various sources over centuries rather than a single authored work. As a philological tool, the scholia contain textual criticism addressing variant readings and conjectures, lexicographical glosses on rare or archaic words, historical and mythological exegesis clarifying references to figures like Xerxes or events of the Persian Wars, and notes on literary and dramatic technique including metre and style. The scholia survive in the margins of medieval manuscripts, principally the 10th-century Laurentian Medicean manuscript 32.9, and transmit fragments of older Hellenistic and Roman scholarship, often in layered and abbreviated form. They are directly tied to the Byzantine educational selection that preserved Aeschylus's seven extant plays. This scholastic compilation is indispensable for the modern textual criticism and editing of Aeschylus, providing crucial insight into ancient and medieval interpretative traditions and preserving otherwise lost fragments of classical scholarship, thereby forming a foundational resource for the history of philology.

Ὑπόθεσις.Γλαῦκος ἐν τοῖς περὶ Αἰσχύλου μύθων ἐκ τῶν Φοινισσῶν Φρυνίχου φησὶ τοὺς Πέρσας παραπεποιῆσθαι, ὃς ἐκτίθησι καὶ τὴν ἀρχὴν τοῦ δράματος ταύτην τάδʼ ἐστὶ Περσῶν τῶν πάλαι βεβηκότων. πλὴν ἐκεῖ εὐνοῦχός ἐστιν ἀγγέλλων ἐν ἀρχῇ τὴν Ξέρξου ἧτταν, στρωννύς τε θρόνους τινὰς τοῖς τῆς ἀρχῆς παρέδροις, ἐνταῦθα δὲ προλογίζει χορὸς πρεσβυτῶν. τῶν δὲ χορῶν τὰ μέν ἐστι παροδικά, ὡς ὅτε λέγει διʼ ἣν αἰτίαν πάρεστιν ὡς τὸ Τύριον οἶδμα λιποῦσα, τὰ δὲ στάσιμα, ὡς ὅτε ἵσταται καὶ ἄρχεται τῆς συμφορᾶς τοῦ δράματος, τὰ δὲ κομματικά, ὅτε λοιπὸν ἐν θρήνῳ γίνεται. καὶ ἔστιν ἡ μὲν σκηνὴ τοῦ δράματος παρὰ τῷ τάφῳ Δαρείου, ἡ δὲ ὑπόθεσις, Ξέρξης στρατευσάμενος κατὰ Ἑλλάδος μετὰ δυνάμεως πολλῆς, ἵππον μὲν ἄμετρον ἐπαγόμενος, ναῦς δὲ χιλίας διακοσίας ἑπτὰ ἢ δεκατέσσαρας καὶ πεζῇ μὲν ἐν Πλαταιαῖς νικηθείς, ναυτικῇ δὲ ἐν Σαλαμῖνι, διὰ Θεσσαλίας φεύγων διεπεραιώθη εἰς τὴν Ἀσίαν. Ἰστέον δὲ ὅτι τριακοσίας μόνας νῆας εἶχον οἱ Ἕλληνες. πρώτη ἔφοδος Περσῶν ἐπὶ Δαρείου ἐδυστύχησε περὶ Μαραθῶνα, δευτέρα δὲ ἐπὶ Ξέρξου περὶ Σαλαμῖνα καὶ Πλαταιὰς τοῦ Θεμιστοκλέους στρατηγοῦ ὄντος τότε τῶν Ἀθηναίων καὶ ῥήτορος καὶ νῆας εἰπόντος ποιῆσαι καὶ ἀντιτάξασθαι πρὸς τὸν Ξέρξην. οὗ καὶ γενομένου περιεγένοντο αὐτοῦ. ὁ Ἀπόλλων γὰρ τοῖς Ἀθηναίοις μαντευομένοις, πῶς τῶν Περσῶν περιγενήσονται, εἶπε τείχη ξύλινα κατασκευάσαι καὶ οὕτω περιγενέσθαι αὐτῶν. καὶ οἱ μὲν τείχη ἔλεγον ποιῆσαι εἰς τὴν πόλιν ξύλινα ἀντὶ λιθίνων, ὁ δὲ Θεμιστοκλῆς οὐχ οὕτως, ἀλλὰ νῆας εἶπε ποιῆσαι, αἳ πολλάκις διὰ τῶν οἰκείων τειχῶν σώζουσι τοὺς ἀνθρώπους. ἐπὶ Μένωνος τραγῳδῶν Αἰσχύλος ἐνίκα Φινεῖ Πέρσαις Γλαύκῳ Ποτνιεῖ Προμηθεῖ. τοῦ Ξέρξου πατὴρ μὲν ἦν Δαρεῖος ὁ Περσῶν βασιλεύς, μήτηρ δὲ Ἄτοσσα. γίνωσκε δέ, ὅτι Δαρεῖοι τρεῖς εἰσι. πρῶτος δὲ τούτων ὁ Ὑστάσπου, προκριθεὶς ὑπὸ τῶν Περσῶν καὶ βασιλεύσας αὐτῶν, ὃς ἦν καὶ Ξέρξου πατὴρ τοῦ στρατεύσαντος ἐπὶ τοὺς Ἕλληνας. δεύτερος δὲ Δαρεῖος ὁ Ἀρταξέρξου πατήρ, νόθος προσαγορευθείς, ἔσχατος δὲ Δαρεῖος ὁ ὑπὸ Ἀλεξάνδρου τοῦ Φιλίππου ἀναιρεθείς. τινὲς δὲ καὶ τέταρτον Δαρεῖον εἶναι γράφουσιν. τὰ τοῦ δράματος πρόσωπα· χορὸς γερόντων, Ἄτοσσα, ἄγγελος, εἴδωλον Δαρείου, Ξέρξης. προλογίζει χορὸς γερόντων.

τάδε μὲν: τοῦτο δεικτικῶς, οἷόν φησί τις πρὸς ἑαυτόν, ὅτι τάδε καὶ ταῦτα πιστὰ καὶ πιστώματα καλεῖται τῶν Περσῶν τῶν πορευθέντων εἰς τὴν Ἑλλάδα γῆν — ἀντὶ τοῦ ἡμεῖς πιστοὶ χρηματοφύλακες τῶν Περσῶν καλούμεθα· καὶ ἐσμὲν ἐπόπται τῶν οἴκων αὐτῶν, οὕστινας — ἡμᾶς — αὐτὸς ὁ Ξέρξης ὁ βασιλεύς, ὁ τοῦ Δαρείου υἱός, ὡς πρεσβύτας καὶ ἐντίμους ὄντας — τοῦτο γὰρ δηλοῖ τὸ κατὰ πρεσβείαν — προέκρινε τῶν ἄλλων ἐφορεύειν, ἤτοι ἄρχειν καὶ ἐπόπτας εἶναι καὶ ἐπιτηρητὰς τῆς χώρας αὐτοῦ. τὸ δὲ πιστά τινές φασιν, οἱ ὑποπτεύσαντες τοὺς κατὰ τὸν χορὸν ἑαυτοὺς λέγειν πιστώματα Περσῶν. ἀγνοοῦσι δὲ ὅτι πόλις ἐστὶ Περσῶν Πίστειρα καλουμένη, ἣν συγκόψας ὁ ποιητὴς Πίστα ἔφη.

ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ: ταράσσεται, φησί, καὶ θορυβεῖται ἡ ψυχὴ ἔσωθεν — τοῦτο γὰρ τὸ θυμὸς δηλοῖ — κακὰ μαντευομένη περὶ τῆς ὑποστροφῆς τοῦ Ξέρξου καὶ τῆς πολυχρύσου καὶ πλουσίας στρατιᾶς τῶν Περσῶν. Ὁμηρικῶς δὲ πρῶτον τὸν βασιλέα ἔταξεν, εἶτα τοὺς ὑπηκόους. φησὶ γὰρ Ὅμηρος «Ἀτρεῖδαί τε καὶ ἄλλοι εὐκνήμιδες Ἀχαιοί».

πᾶσα γὰρ ἰσχὺς: πᾶσα γὰρ ἡ δύναμις ἡ Ἀσιατογενής, ἤγουν ἡ Περσικὴ ἡ ἐν τῇ Ἀσίᾳ γεννηθεῖσα, παρεγένετο καὶ ἐπορεύθη μετὰ τοῦ βασιλέως εἰς τὴν Ἑλλάδα.

νέον δʼ ἄνδρα βαΰζει: ἤτοι τὴν νεότητα πᾶσαν τῶν Περσῶν ἀνακαλεῖται ἡ Ἀσία ἢ ἡ ψυχή μου. γράφεται δὲ καὶ ἑὸν ἤτοι τὸν ἴδιον ἄνδρα.

ὅτι Ἀκεσσαία πρότερον ἐκαλεῖτο ἀπὸ Ἀκεσσαίου τὰ νῦν Ἐκβάτανα καλούμενα.

οἵτε τὸ Σούσων: οἵτινες προλιπόντες τὸ ἄστυ τῶν Σούσων καὶ τῶν Ἐκβατάνων καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος — ἔστι δὲ καὶ τοῦτο πόλις Περσῶν — ἔβαν καὶ ἐπορεύθησαν εἰς Ἑλλάδα, οἱ μὲν ἔφιπποι, οἱ δὲ διὰ πλοίων, ἄλλοι δὲ πεζοί, παρέχοντες καὶ ποιοῦντες στῖφος καὶ πύκνωμα τοῦ πολέμου. τινὲς δὲ τὸ παρέχοντες ἀντὶ τοῦ ὄντες λέγουσιν, ἕτεροι δὲ ἀντὶ τοῦ διδόντες καὶ τὸ πολέμου ἀντὶ τοῦ πολέμῳ φασίν.

βασιλεῖς μὲν τῶν ἰδίων πόλεων, ὑποτεταγμένοι δὲ τῷ Πέρσῃ, οἷος ἦν ὁ Ἀμίστρης καὶ ὁ Ἀρταφρένης καὶ ὁ Ἀστάσπης, ταγοὶ καὶ ἡγεμόνες τῶν Περσῶν — τὰ μὲν τῶν ὀνομάτων ἱστόρησεν, τὰ δὲ τελείως ἔπλασεν —, σοῦνται καὶ ὁρμῶσι πρὸς τὴν Ἑλλάδα. ἄλλως· βασιλεῖς μὲν τῶν ἰδίων πόλεων, ὕποχοι δὲ καὶ ὑποκλινεῖς καὶ ὑποτεταγμένοι μεγάλῳ βασιλεῖ, τῷ Ξέρξῃ δηλονότι. κατὰ δέ τινάς ἐστιν ὑπέρθεσις ἐν τῷ Ἀρταφρένης διὰ τὸ μέτρον.

τοξοδάμαντες: τοξόται διὰ τῶν τόξων δαμάζοντες τοὺς ἀντιπάλους. καὶ ἱππικοὶ φοβεροὶ μὲν εἰς τὸ θεαθῆναι τουτέστιν ἱκανοὶ φοβεῖν ἐκ τῆς ὄψεως, δεινοὶ δὲ καὶ ἐπιτήδειοι καὶ δεξιοὶ πρὸς πόλεμον, ἐν τλήμονι καὶ καρτερικῇ καὶ γενναίᾳ δόξῃ καὶ γνώμῃ ψυχῆς.

δόξῃ: γνώμῃ ἢ φιλοτιμίᾳ ἢ ἐνυποστάτῳ δοκήσει καὶ πείσματι ψυχῆς.

ὁ διὰ τῶν ἵππων εἰς τὴν μάχην πορευόμενος.

ἄλλους δʼ ὁ μέγας: ἄλλους δέ, φησίν, ἔπεμψε συμμάχους τῶν Περσῶν ὁ μέγας καὶ ὁ πολλὰ θρέμματα ἔχων Νεῖλος. ὑποχείριοι γὰρ ἦσαν Περσῶν τότε οἱ Αἰγύπτιοι. εἶτα καταλέγει, τίνες ἦσαν οἱ ἀπʼ Αἰγύπτου καί φησιν· ὁ Σουσισκάνης καὶ ὁ Πηγασταγὼν ὁ Αἰγυπτιογενής. τινὲς δὲ διαιροῦσι τὸ Σουσισκάνης καὶ Πηγάς καὶ Ταγών. τὰ γὰρ ὀνόματα ὁ ποιητὴς πέπλακε καὶ οὐκ ἔστιν Αἰγυπτιακά. ἕτεροι δὲ τὸ πηγάς καὶ τὸ ταγών ὡς ἓν ἀναγινώσκουσι· Πηγασταγών.

Μεμφίδος: Μέμφις πόλις ἐστὶν ἱερὰ Αἰγύπτου, ἔστι δὲ καὶ αὕτη τῷ ἡλίῳ ἀνατεθειμένη. πᾶσαι δὲ αἱ τῆς Αἰγύπτου πόλεις ἱεραί.

ὠγυγίους δὲ Θήβας τὰς Αἰγυπτίας φησὶ τὰς ἀρχαίας, αἳ καὶ ἑκατοντάπυλοι λέγονται. αἱ δὲ ἕτεραι Θῆβαι αἱ Ἑλληνίδες ἑπτάπυλοι.

καὶ ἑλειοβάται: οἱ τὸ Αἰγύπτιον ἕλος οἰκοῦντες· ἢ κοινῶς Αἰγύπτιοι λέγονται. ἑλώδης γὰρ ἡ Αἴγυπτος. παρά τινων δὲ ἑλειοβάται λέγονται οἱ ἐπὶ ἕλους ἐλαύνειν δυνάμενοι ναῦς, ὅπερ ἐστὶ τῶν δυσχερεστάτων. τινὲς δὲ εἰς τὸ ἑλειοβάται στίζοντες τὸ ἑξῆς· «ναῶν ἐρέται δεινοὶ» λέγουσιν· ἀντὶ τοῦ κωπηλάται νηῶν ἐπιτήδειοι.

ἁβροδιαίτων δʼ ἕπεται Λυδῶν: τοιοῦτοι γὰρ ὄντως οἱ Λυδοί· οὓς τὰς Σάρδεις οἰκοῦντας Κῦρος ὁ τῶν Περσῶν βασιλεύς, ὁ τοῦ Καμβύσου πατήρ, πολεμήσας κατετροπώσατο καὶ ὑποχειρίους ἑαυτῷ πεποίηκεν. ἁβροδίαιτοι δὲ οὗτοι καὶ τῷ παρʼ Ἀνακρέοντι «Λυδοπαθεῖς» τινες ἀντὶ τοῦ ἡδυπαθεῖς· καὶ τὸ περιφερόμενον «μήτε μοι Λυδῶν καρύκας μήτε μαστίγων ψόφους» τρυφηλοὺς αὐτοὺς παριστάνει. καὶ ὁ Λυδοφοίτης δὲ μυροπώλης τὴν τρυφὴν ταύτην δηλοῖ. καὶ τὴν βάκκαριν δὲ ἔνιοι Λυδῶν μύρον ἔφασαν.

τοὺς Μητραγαθὴς: οὕστινας — Λυδοὺς — ἐξορμῶσι καὶ ἐξάγουσι καὶ παρακινοῦσι πρὸς τὴν Ἑλλάδα ἐποχουμένους πολλοῖς ἅρμασιν ὁ Μητραγαθὴς ὁ Ἀρκτεύς τε ἀγαθός, ἡγεμόνες δίοποι καὶ διέποντες καὶ οἰκονομοῦντες αὐτούς, καὶ αἱ πλούσιαι Σάρδεις. οὗτοι γὰρ τὰς Σάρδεις κατῴκουν.

δίοποι οἱ διέποντες ἡγεμόνες

δίρρυμά τε καὶ τρίρρυμα: εἰπὼν πολλοῖς ἅρμασι τοὺς Λυδοὺς ἐποχεῖσθαι, παρακατιὼν τὴν ἁρματηλασίαν καὶ ἐκ πόσων ἵππων αὐτὰ συνίστατο ἐδήλωσεν, εἰρηκώς· τέλη καὶ ἅρματα — δηλαδὴ ἐξορμῶσι τῶν Σάρδεων — τέθριππα καὶ ἑξάιππα· ἢ τέλη τὰ τάγματα. ἐκ τούτου δὲ τὸ πλῆθος τῶν ἵππων δηλοῖ.

τὸ τέλος ἑξαχῶς λέγεται. σημαίνει γὰρ τὸ στρατιωτικὸν σύνταγμα καὶ τὸ τῶν πραγμάτων πέρας καὶ τὴν ταῖς πόλεσι φοιτῶσαν πρόσοδον καὶ τὸ ἀξίωμα, ὡς Εὐριπίδης «τοῖς ἐν τέλει βεβῶσι πείσομαι». δηλοῖ δὲ καὶ τὸ δαπάνημα, ὡς Εὐριπίδης «μάτην εἰκοστὸν τόδʼ ἐκβαίη τέλος» καὶ τὴν μυστικὴν καὶ οὕτω τελειοποιὸν ἑορτήν, ὅθεν καὶ ἡ τελετὴ λέγεται καὶ τελεῖσθαι τὸ μυεῖσθαι καὶ τελούμενοι οἱ τὰ μυστικὰ διδασκόμενοι.

στεῦνται δʼ ἱεροῦ: διαβεβαιοῦνται δὲ οἱ ἔνοικοι οἱ πλησίον ὄντες τοῦ ἱεροῦ Τμώλου ὁ δεῖνα καὶ ὁ δεῖνα, οἱ λόγχης ἄκμονες ἤγουν οἱ ἀκίνητοι ὑπὸ τῆς λόγχης, ὥσπερ ὁ ἄκμων ὑπὸ τῶν σφυρῶν, καὶ οἱ ἀκοντισταὶ Μυσοὶ δουλῶσαι αὐτὴν τὴν Ἑλλάδα. ἄλλως· τὸ στεῦνται ἀντὶ τοῦ ὑπισχνοῦνται. γίνεται δὲ ἀπὸ τοῦ στέω στεύω ὡς χέω χεύω. ἀφʼ οὗ τὸ παθητικὸν στεύονται καὶ ἐν συγκοπῇ στεῦνται. στεύω δὲ κυρίως τὸ ὑφίσταμαι καὶ ὑπομένω ἀσφαλῶς, κίονος δίκην. καὶ Ὅμηρος «στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ».

Βαβυλὼν δʼ ἡ πολύχρυσος: ἡ πλουσία δὲ Βαβυλὼν πέμπει πάμμικτον ὄχλον. εἶτα ἐφερμηνεύων τοῦτό φησι· ναῶν τʼ ἐπόχους, ἤτοι λαὸν ναυτικὸν ταῖς ναυσὶν ἐποχούμενον, καὶ πιστοὺς καὶ θαρροῦντας φρονήματι τοξικῷ, ἤτοι ἐμπείρους τῆς τοξικῆς.

τοιόνδʼ ἄνθος: τοιοῦτον καλλώπισμα καὶ τὸ ἐξαίρετον μέρος τῶν ἀνδρῶν τῆς γῆς τῆς Περσίδος οἴχεται καὶ πορεύεται πρὸς τὴν Ἑλλάδα, περὶ οὓς πᾶσα γῆ ἡ Ἀσιῆτις ἡ ἀναθρεψαμένη αὐτοὺς στενάζει ἐν πόθῳ μαραντικῷ καὶ καυστικῷ.

γρ. μαλερῶς, ἤγουν θερμῶς

τοκέες τʼ ἄλοχοί τε: οἱ πατέρες δὲ αὐτῶν καὶ αἱ ὁμόκοιτοι αὐτῶν γυναῖκες τρέμουσι τὸν χρόνον τείνοντα καὶ μηκυνόμενον τῇ τῶν ἡμερῶν περιφορᾷ, τὸν ἡμερόλεγδον, ἤτοι τὸν ἐκ τῶν ἡμερῶν καταριθμούμενον· παρὰ τὸ ἡμέρα καὶ τὸ λέγω, τὸ ἀριθμῶ. ἄλλως· τὸν μακραῖς ἡμέραις λεγόμενον παρὰ τὰς ἡμέρας καὶ τὸ λέξασθαι.

πεπέρακε μὲν: ἐπέρασε μέν, φησίν, ἤδη εἰς τὴν ἀντίπορον γείτονα χώραν, ἤτοι τὴν Εὐρώπην — οἱ γὰρ Πέρσαι τῆς Ἀσίας εἰσὶ κάτοικοι —, ὁ τοῦ βασιλέως Ξέρξου στρατὸς ὁ τὰς πόλεις πορθῶν, ἀμείψας καὶ ἀλλάξας τὸν πορθμὸν τῆς θυγατρὸς τοῦ Ἀθάμαντος Ἕλλης, ἤτοι τὸν Ἑλλήσποντον, ἐν σχεδίᾳ λίνῳ δεδεμένῃ. γεφυρώσας γὰρ τὴν θάλασσαν διὰ τῶν νεῶν πεζῇ ταύτην τὸν στρατὸν αὑτοῦ περᾶσαι ὁ Ξέρξης πεποίηκεν. ταῦτα δὲ κωμῳδεῖται. Εὔπολις ἐν Μαρικᾷ· «πεπέρακε μὲν ὁ περσέπτολις ἤδη Μαρικᾶς.»

ὁ Ἀθάμας ἔσχε γυναῖκα, ἐξ ἧς τὴν Ἕλλην καὶ τὸν Φρύξον πεποίηκε. τελευτησάσης δὲ τῆς μητρὸς αὐτῶν ἔλαβε τὴν Ἰνώ, ἥτις τοῖς παισὶ φθονοῦσα τοῦ Ἀθάμαντος πρωτοτύπους τοὺς τῆς χώρας πάντας λαβοῦσα καρποὺς ἐλυμήνατο αὐτούς, ὥστε μηκέτι σπειρομένους ἀναδίδοσθαι. λιμοῦ δὲ τῆς χώρας ἐπικρατήσαντος οἱ ἐγχώριοι ἐβουλεύσαντο πρὸς τὸν Ἀπόλλωνα ἀπελθεῖν καὶ μαντεύσασθαι, ὥστε γνῶναι τὸ αἴτιον. τούτους δὲ ἡ Ἰνὼ δεξιωσαμένη πεποίηκε τοῦ μαντείου ἐπαναστρέφοντας μηδὲν ἕτερον λέγειν ἢ τὸ· τὴν Ἕλλην καὶ τὸν Φρύξον αὑτῷ τυθῆναι ὁ Ἀπόλλων ἀνείρηκεν. ἐπήκοος οὖν ὁ Ἀθάμας τοῦ τοιούτου χρησμοῦ γενόμενος τοῖς παισὶν αὑτοῦ ἐν τοῖς ποιμνίοις διατρίβουσιν ἐμήνυσε κριὸν λαβοῦσι τὸν πρώτιστον ἐπανελθεῖν, ἐφʼ ᾧ θῦσαι τοῦτον τῷ Ἀπόλλωνι. λαβόντων δὲ τὸν κριὸν καὶ ἐπανερχομένων ὁ κριὸς τὸ κατʼ αὐτῶν σκευωρούμενον αὐτοῖς ὑπεδήλωσε. φυγῇ γοῦν, τῇ συμβουλῇ τούτου, ἐχρήσαντο αὐτῷ ἐποχούμενοι καὶ τὸν πλοῦν διαπεραιούμενοι. ἐν δὲ τῷ διαπεραιοῦσθαι τούτους ἡ μὲν Ἕλλη ἐς μέσον τοῦ πόντου πέπτωκεν, ἀφʼ ἧς ὁ τοιοῦτος ἐκλήθη Ἑλλήσποντος· ὁ δὲ Φρύξος ἔν τινι προσελιμενίσθη λιμένι, ἀφʼ οὗ ὁ τοιοῦτος Φρύξου λιμὴν ὀνομάζεται.

ἀμφὶ τῷ αὐχένι τοῦ πόντου ζυγὸν βαλὼν πολύγομφον ὅδισμα καὶ βάδισμα. ὅδισμα δὲ τὴν σύνθεσιν τῶν νηῶν λέγει, τῶν τῆς θαλάσσης δηλονότι νώτων ἄνωθεν. ἐγεφύρωσε γὰρ τὸ ἑπταστάδιον ταῖς ναυσί, συνδήσας καὶ γῆν ἐπιβαλών, ὥστε ὁδὸν ποιῆσαι ἐπὶ τῶν νεῶν. διὸ πολύγομφον ὅδισμα εἶπεν. γράφεται καὶ ἔρεισμα· τὴν ναῦν.

πολυάνδρου δʼ Ἀσίας θούριος ἄρχων: ὁ θούριος δὲ καὶ ὁ πολεμικώτατος ἄρχων τῆς πολυάνδρου Ἀσίας ὁ Ξέρξης ἐπὶ πᾶσαν χθόνα, τὴν Εὐρώπην δηλονότι, ἐλαύνει ποιμανόριον θεῖον διχόθεν· ἐκ γῆς καὶ θαλάσσης. ποιμανόριον δὲ τὸ πλῆθος τὸ στρατευθέν, τὸ ἀνδρικὸν πλῆθος, ποίμνιον· παρὰ τὸ ποιμαίνω· σημαίνει δὲ τὸ στράτευμα τὸ βασιλικὸν παρὰ τὸ τοὺς βασιλεῖς λέγεσθαι ποιμένας. ὅθεν ποιμανόριον τὸ ἐκ ποίμνης ἀνδρῶν συνηγμένον βασίλειον.

ὀχυροῖσι: πεποιθὼς καὶ θαρρῶν ἐφέταις, ἤτοι τοξόταις καὶ ἡγεμόσι, τοῖς ἀπὸ τῆς χρυσονόμου γενεᾶς, ὀχυροῖς, στυφέλοις καὶ σκληροῖς ὁ ἰσόθεος φὼς καὶ ἀνήρ, τουτέστιν ὁ Ξέρξης. τὸ δὲ χρυσονόμου ἀντὶ τοῦ πλουσίας εἶπε. τινὲς δὲ χρυσογόνου λέγουσι διὰ τὸ τὸν Περσέα ἀπὸ χρυσοῦ γεγενῆσθαι· ὃ καὶ βέλτιον. ἀπογόνου γοῦν φησι τῆς Περσέως γενεᾶς· ἢ τῆς τῶν χρυσῶν ἀνθρώπων· ἢ πολυχρύσου.

κυάνεον δʼ ὄμμασι: βλέπων δὲ μέλαν καὶ μανικὸν ἐν ὄμμασιν — ὃ παρακατιὼν ἐδήλωσεν ὁ ποιητὴς εἰπών· δέργμα καὶ βλέμμα δηλαδὴ φοινίου δράκοντος. τοῦτο ἐφερμηνευτικῶς τέθειται — ἐπάγει τοξόδαμνον Ἄρην, ἤγουν τὸν ἐν τόξοις δαμάζοντα πόλεμον, τοῖς Ἕλλησι πολλὴν δύναμιν στρατιωτῶν ἔχων καὶ πολλὰς νῆας — τοῦτο γὰρ δηλοῖ τὸ πολύχειρ καὶ πολυναύτης — Ἀσσύριόν τε ἅρμα ἐλαύνων, ἤγουν Περσικόν· οἱ γὰρ Πέρσαι Ἀσσύριοι ἐκαλοῦντο τὸ πρότερον.

δουρικλύτοις δὲ: τοῖς ἐνδόξοις κατὰ τὸ δόρυ, τοῖς περιφήμοις ἐν τῷ δορὶ ἤγουν τῷ πολέμῳ.

δόκιμος δʼ οὔτις: οὔτις δὲ δόκιμος, ἤτοι φρονῶν ἑαυτῷ καὶ δοκῶν καὶ θαρρῶν, ὑποστὰς τῷ τοσούτῳ ῥεύματι ἀνδρῶν, δηλαδὴ τῶν Περσῶν, ἤτοι ἀντιστὰς καὶ ἀντιμαχεσάμενος, ὥστε εἴργειν καὶ κωλύειν τὸ ἄμαχον κῦμα τῆς θαλάσσης — τροπικῶς δὲ τὴν προσβολὴν τῶν Περσῶν — ἐν ἕρκεσιν ὀχυροῖς, ἤτοι γεφύραις γενναίαις. ἀπρόσοιστος γὰρ καὶ ἀφόρητος καὶ ἄμαχος ὁ Περσικὸς στρατὸς ἀλκίφρων τε καὶ δυνάμει θαρρῶν λαός.

δολόμητιν δʼ ἀπάταν θεοῦ: τοῦτό φησιν, ὅτι ὡς ἔδει μὲν παρατέτακται ὁ Ξέρξης, εἰ δὲ θεοῦ ἐπιβουλῇ τὰ τῆς νίκης ἀναβάλλεται, τίς ὁ νικήσων θεόν; καὶ ποῖος ἄνθρωπος ἐκφύγῃ τὴν ἐπιβουλὴν τὴν ἐκ θεοῦ; τίς οὖν ὁ ἐν ταχυτάτῳ ποδὶ ἀνάσσων καὶ κρατῶν τοῦ εὐπετέος καὶ συντόμου πηδήματος τῆς Ἄτης, ἤτοι ὑπερπηδήσας αὐτῆς τὰ θήρατρα καὶ ἐκφυγὼν ταχέως; «ἡ δʼ Ἄτη σθεναρή τε καὶ ἀρτίπος, φθάνει δέ τε πᾶσαν ἐπʼ αἶαν» ὥς φησιν Ὅμηρος. ἢ οὕτως· τίς ὁ ὀξύπους καὶ σύντομος, ὅστις τὴν μέλλουσαν ἐπελθεῖν αὐτῷ βλάβην ἀπό τινος συμπτώματος καὶ τύχης προαρπάσαι καὶ εἰς τὸ ἐναντίον μεταστρέψαι δυνήσεται;

φιλόφρων γὰρ σαίνουσα: ἡ ἐκ θεοῦ, φησίν, ἀπάτη ὡς φιλόφρων σαίνουσα καὶ ὑποθέλγουσα κατὰ τὴν ἀρχὴν ἐμβιβάζει τὸν ἄνθρωπον εἰς παγίδα, ἤτοι εἰσάγει αὐτὸν εἰς κίνδυνον. διὸ οὐκ ἔστιν ἄνθρωπον ὑπεκδραμόντα τὴν Ἄτην φυγεῖν. ἡ γὰρ ἐκ θεοῦ, φησίν, ἀμαύρωσις καὶ δόλωσις ἄφυκτός ἐστιν. ἅμα γὰρ δολοῖ καὶ προσαίνει καὶ κακοποιεῖ ἐν ταὐτῷ.

θεόθεν γὰρ ἡ μοῖρα κατεκράτησε, ἐπέσκηψε δὲ τοῖς Πέρσαις ὥστε καὶ πολέμους καὶ μάχας ἐγείρειν, τουτέστιν· ἀνέκαθεν ἀνδρεῖοί εἰσι καὶ κατὰ τὴν εἱμαρμένην πολεμοῦσι. πολεμικοὶ δὲ ὄντες οὐχ ἡσσηθήσονται.

οἳ τοὺς πύργους κατακόπτουσι καὶ κατερείπουσιν. ἱππιοχάρμας δὲ κλόνους λέγει τοὺς πολεμικοὺς θορύβους καὶ συντριμμούς. ἐν τούτοις γὰρ οἱ ἵπποι χαίρουσιν.

ἔμαθον δὲ ἐσορᾶν καὶ βλέπειν πόντιον ἄλσος τῆς εὐρυπόροιο θαλάσσης, ἤτοι διὰ τῆς θαλάσσης τὰς ὁδοὺς αὑτῶν ποιεῖν, πολιαινομένης τε καὶ λευκαινομένης αὐτῆς ἐν πνεύματι λάβρῳ ἢ τῷ βιαίῳ ἀνέμῳ ἢ ἀφριζομένης, δηλαδὴ τῇ κωπηλασίᾳ, πίσυνοι καὶ θαρροῦντες πείσμασι λεπτοδόμοις· τοῖς λεπτῶς κατεσκευασμένοις ἤτοι ταῖς ναυσί. πλὴν οὐχ οἱ Πέρσαι ναυτικοί, ἀλλʼ οἱ ὑπήκοοι αὐτῶν. ὥστε τὸ ἔμαθον ἀντὶ τοῦ μαθεῖν ἐποίησαν, φησίν, οἱ Πέρσαι τοὺς ὑπηκόους αὐτῶν.

λαοπόροις: ταῖς τοὺς λαοὺς διαπορθμευούσαις ἢ ταῖς ἀπὸ τῆς κωπηλασίας μηχαναῖς ταῖς ὑπὸ τῶν λαῶν γινομέναις· οὐχ ὡς αὐτῶν τῶν Περσῶν θαλαττίων ὄντων, ἀλλὰ τῶν ἐκείνοις ὑπηκόων παραλίων.

διὰ ταῦτα ἡ φρήν μου μελαγχίτων καὶ πενθήρης ἐστὶν ἢ ἀμφιμέλαινα. ἀμύσσεται φόβῳ, ἤτοι διακόπτεται ὑπὸ τοῦ φόβου. ἀσυνδέτως. ἢ οὕτως· ἡ φρήν μου ἡ μελαγχίτων, ἤτοι ἡ συνετὴ καὶ ἐν βάθει κειμένη καὶ ἀφανὴς οὖσα, τῷ φόβῳ διακόπτεται. εἴρηται δὲ παρὰ τὸ «σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξεις». τοῖς γὰρ τοῦ σώματος πάθεσι δοκοῦμεν συμπάσχειν καὶ τὴν ψυχήν.

μὴ πόλις πύθηται: μὴ πύθηται, φησί, καὶ μάθῃ καὶ ἀκούσῃ τις τῶν ἑτέρων πόλεων κενὸν ἀνδρῶν ὂν τὸ ἄστυ τὸ τῆς Σουσίδος. οὕτω γὰρ καὶ τὸ Κίσσιον πόλισμα ἀντίδουπον ἔσεται, ἤτοι ἀντηχήσει τοῖς θρήνοις ἐκ τοῦ ἑκατέρου μέρους· μὴ ἀντηχήσῃ, φησί, θρῆνον αὐτῶν τελευτησάντων.

ὀά, τοῦτʼ ἔπος: ὁ γυναικοπληθὴς ὅμιλος ἐκεῖσε ἀπύων τὸ ἔπος τοῦτο, τὸ ὀά δηλονότι. τὸ δὲ ἀπύων οὕτως νοητέον· ἢ ἔσται ἀπύων καὶ φωνῶν, ἔξωθεν λαμβανομένου τοῦ ἔσται, ἢ τὴν μετοχὴν ἀντὶ τοῦ ῥήματος ἀντὶ τοῦ ἀπύσει.

ἀπὸ κοινοῦ πάλιν τὸ μή, ἵνʼ ᾖ οὕτως· μὴ πέσῃ λακὶς καὶ ῥῆξις ἐν τοῖς πέπλοις τοῖς βυσσίνοις ἢ τοῖς ἱματίοις, ἤτοι μὴ διαρρήξωσι τὰ ἱμάτια αὑτῶν.

πᾶς γὰρ ἱππικὸς λαὸς καὶ πεδοστιβής, ἤτοι ἐν τῷ πέδῳ καὶ τῇ γῇ περιπατῶν καὶ πεζῇ βαδίζων, καταλελοίπασι τὴν πόλιν ἀκολουθοῦντες τῷ Ξέρξῃ, ὥσπερ τὸ σμῆνος τῶν μελισσῶν ἕπεται τῷ ἀρχηγῷ αὑτῶν. λέγεται γὰρ ὡς εἰ μὴ ὁ ἀρχηγὸς τῶν μελισσῶν πρότερον πετάσειεν, ἄλλως οὐχ ἵπτανται αἱ ἕτεραι.

τὸν ἀμφίζευκτον: ἐξαμείψας καὶ περάσας τὸν ἀμφίζευκτον ἅλιον πρῶνα, τὸν κοινὸν τῆς ἀμφοτέρας γῆς, τῆς Εὐρώπης δηλαδὴ καὶ τῆς Ἀσίας. ἀμφίζευκτον δὲ τὸν ζευγνύντα ἄμφω τὰς ἠπείρους ἢ ζευγνύμενον ἐξ ἀμφοῖν ἢ τὸν ὑποζευχθέντα· βατὸν γὰρ αὐτὸν ἐποίησεν ὁ Ξέρξης.

πρῶνα: τὸν προνεύοντα εἰς τὰς ἀμφοτέρας ἠπείρους ἢ τὸν κοινὸν ἑκατέρας γῆς. μεταξὺ γάρ ἐστιν Εὐρώπης καὶ Ἀσίας. ἄλλως· πρῶνα ἀμφοτέρας αἴας κοινόν, οἱ μὲν τὸν Ἑλλήσποντον, οἱ δὲ Ταῦρον τὸ ὄρος.

λέκτρα δʼ ἀνδρῶν: τὰ λέκτρα δὲ τῶν ἀνδρῶν τῇ αὐτῶν ἀποδημίᾳ καὶ ἀπουσίᾳ πίμπλανται καὶ πληροῦνται τοῖς δάκρυσιν. αἱ δὲ Περσίδες γυναῖκες ἀκροπενθεῖς καὶ ἐπιμόνως πενθοῦσαι, ὡς δοκεῖν ἐναβρύνεσθαι ἐπὶ τῷ πενθεῖν.

ἑκάστη πόθῳ: ἑκάστη γυνὴ Περσὶς τὸν ἑαυτῆς εὐνατῆρα καὶ ἄνδρα ἀποπεμψαμένη τὸν αἰχμήεντα, θοῦρον καὶ πολεμικόν, ἐν πόθῳ φιλάνδρῳ λείπεται αὐτὴ τοῦ λοιποῦ μονόζυξ καὶ μόνη.

ἀλλʼ ἄγε Πέρσαι: ἀλλὰ φέρε, ὦ Πέρσαι, ἐνεζόμενοι καὶ ἐγκαθήμενοι εἰς τοῦτο τὸ ἀρχαῖον στέγος, ἤγουν εἰς ταύτην τὴν ἀρχαίαν καθέδραν, φροντίδα ποιήσωμεν καὶ βουλευσώμεθα, πῶς πράσσει καὶ τί ποιεῖ ἐν Ἑλλάδι ὁ Ξέρξης. χρεία δὲ προσήκει· τὸ δέ ἀντὶ τοῦ γάρ. ἡ χρεία γὰρ προσῆκον ποιεῖ τὸ βουλεύεσθαι.

τὸ πατρωνύμιον γένος: ἤτοι ὁ κατὰ πατέρα συγγενὴς ἡμῖν· τουτέστιν ὁ ἐκ προγόνου ἰθαγενής.

πότερον τόξου ῥῦμα τὸ νικῶν: ἆρα, φησίν, ἡ ὁρμὴ τοῦ τόξου ἐστὶ τὸ νικῶν ἤτοι τὸ νικῆσαν καὶ ἡττῆσαν τοὺς Ἀθηναίους ἢ ἡ ἰσχὺς τῆς δορυκράνου λόγχης κεκράτηκε καὶ ἐνίκησε, τοὺς Πέρσας δηλαδή. οἱ μὲν γὰρ Πέρσαι τοξόται, οἱ δʼ Ἀθηναῖοι λογχηφόροι. ὃ δὲ λέγει, ἐστὶ τοιοῦτον· ἆρα οἱ Πέρσαι ἐνίκησαν τοὺς Ἀθηναίους ἢ οἱ Ἀθηναῖοι τοὺς Πέρσας;

ἀλλʼ αὕτη ἡ τοῦ βασιλέως μήτηρ, ἡ δέσποινα δὲ ἐμή, ὑπάρχουσα φῶς τοῖς ὀφθαλμοῖς ἡμῶν, ἴσον τῶν θεῶν ὁρμᾶται ἤτοι ἔρχεται. λέγει δὲ τὴν Ἄτοσσαν.

προσπίτνω καὶ προσφθόγγοις δὲ: καὶ προσηγόροις δὲ λόγοις πρέπον αὐτὴν προσφωνεῖν, ἤτοι πρέπει χαιρετίσαι αὐτήν. εἶτα κοινῶς ὁ χορὸς χαιρετίζων αὐτήν φησιν· ὦ χαῖρε βασίλισσα τῶν Περσίδων τῶν βαθυζώνων. βαθύζωνοι δὲ αἱ Περσίδες διὰ τὸ κροσσωτὰς ζώνας ἔχειν.

Ἄτοσσα, θυγάτηρ Κύρου, γυνὴ Δαρείου, μήτηρ Ξέρξου κατὰ Ἡρόδοτον

θεοῦ μὲν εὐνήτειρα Περσῶν: τοὺς βασιλεῖς αὑτῶν ἐκάλουν θεοὺς οἱ Πέρσαι ἢ ἴσα καὶ θεοῖς ἐτίμων. φησὶν οὖν ὁ χορὸς πρὸς τὴν Ἄτοσσαν· τοῦ θεοῦ μὲν τῶν Περσῶν ἐγένου σύγκοιτος, τουτέστι τοῦ Δαρείου, μήτηρ δὲ πάλιν ἐγένου τοῦ θεοῦ, ἤτοι τοῦ Ξέρξου, εἰ τέως μὴ ὁ παλαιὸς δαίμων ἤτοι ἡ ἀρχαία καὶ ἡ πρὶν εὐτυχία μεθέστηκε στρατῷ ἀντὶ τοῦ παρῴχηκεν ἀπὸ τοῦ στρατοῦ.

ταῦτα δὴ λιποῦσʼ ἱκάνω: ἀκούσασα ἡ Ἄτοσσα τοῦ χοροῦ εἰπόντος, ὅτι εἰ μὴ ἡ πρὶν εὐτυχία μεθέστηκε, φησί· διὰ ταῦτα καὶ ἐγὼ παραγίνομαι ἐνταῦθα πρὸς ὑμᾶς καταλείψασα τοὺς χρυσῷ κεκοσμημένους οἴκους καὶ τὸν βασιλικὸν κοιτῶνα. καὶ ἐμὲ κατὰ τὴν καρδίαν ἔσωθεν κόπτει ἡ φροντὶς ἢ τὸ ἐμὲ ἀντὶ τοῦ ἐμοῦ τὴν καρδίαν. εἰς ὑμᾶς δὲ εἴπω λόγον οὐδαμῶς ἐμαυτῆς οὖσα ἤτοι οὐδόλως ἐμαυτῆς κυρία τυγχάνουσα, οὐκ ἄφοβος. δονοῦμαι γὰρ καὶ τῶν φρενῶν ἐξίσταμαι τῷ ὀνείρῳ.

δέδοικα, φησί, μή πως ὁ μέγας πλοῦτος καὶ ἡ εὐδαιμονία, κονίσας καὶ κονισθεὶς καὶ βληθεὶς ἐν τῷ ποδὶ καὶ ῥιφεὶς καὶ λακτισθεὶς εἰς οὖδας ἀνατρέψῃ τὸν ὄλβον, ὃν ὁ Δαρεῖος ἦρεν, ἤτοι τὸ κλέος, ὃ ἔλαβεν ὁ Δαρεῖος καὶ εἰς μέγα ὕψωσεν οὐ χωρίς τινος τῶν θεῶν.

ταῦτά μοι: διὰ ταῦτα διπλῆ ἐστί μοι μέριμνα ἄλεκτος. ἡ δὲ τοιάδε· μήτε χρημάτων πλῆθος ἐν τιμῇ σέβειν ἀνάνδρων ἤτοι ἀνδρῶν ἐκεῖσε μὴ παρόντων μήτε τοῖς ἀχρημάτοις ἀνδράσιν ἤτοι τοῖς πένησι λάμπειν φῶς εὐτυχίας, ὅσον ἐστὶ σθένος, ὅ ἐστιν· οὐ πάσης ἀπολαύουσι τῆς τοῦ φωτὸς ἡδονῆς οἱ πένητες. ἑτέρου γὰρ λείποντος τὸ τῆς εὐδοκιμήσεως δυσχερές. χωρὶς μὲν γὰρ ἀνδρῶν ἄχρηστά εἰσι τὰ χρήματα, χωρὶς δὲ χρημάτων οἱ ἄνδρες. καὶ ἁπλῶς· οἱ μὴ ἔχοντες ταῦτα ἀνίσχυροι.

ἔστι γὰρ ἡμῖν πλοῦτος ἀμεμφὴς καὶ ἄφθονος. δεδοίκαμεν δὲ διὰ τὸ μὴ ἔχειν ἄνδρας. ὀφθαλμὸν γὰρ καὶ φῶς τῶν οἴκων τὴν τοῦ δεσπότου παρουσίαν νομίζω. —ἀμφὶ δʼ ὀφθαλμῷ: ἤγουν ἀμφὶ τῷ Ξέρξῃ· ὀφθαλμὸν γὰρ ἐκεῖνον καλεῖ.

πρὸς τάδʼ ὡς οὕτως ἐχόντων: πρὸς ταῦτα, φησί, γίνεσθέ μοι σύμβουλοι τούτου τοῦ λόγου, ὦ Πέρσαι, γηραλέα πιστώματα, ἤτοι ὦ ἀρχαῖοι πιστοὶ ὡς τούτων, ὧν εἶπον, οὕτως ἐχόντων ἀντὶ τοῦ ἀληθῶν ὄντων.

καλῶς γίνωσκε, ὦ βασίλισσα, ἐπὶ λόγου καὶ ἔργου, ἐφʼ οὗ ἂν δυνώμεθα πρᾶξαι καὶ εἰπεῖν, οὐ δίς σε φράσαι, ὥστε ἡμᾶς ἐν λόγῳ καὶ ἔργῳ βοηθῆσαί σοι, ἐφʼ ὧν ἡ δύναμις ἡ ἡμετέρα θέλει ἡγεῖσθαι καὶ προσδιακρίνειν τὸ πᾶν.

πολλοῖς μὲν ἀεὶ: ἡ Ἄτοσσά φησι πρὸς τὸν χορόν· πολλὰ μὲν νυκτερινὰ ὀνείρατα φαντάζομαι, ἐξ οὗ καιροῦ ὁ ἐμὸς παῖς ὁ Ξέρξης διακομίσας στρατὸν πορεύεται καὶ ἄπεισιν εἰς τὴν γῆν τῶν Ἰαόνων θέλων ἐκπορθῆσαι αὐτήν, ἀλλʼ οὐδαμῶς τοιοῦτον ὄναρ φανερὸν εἶδόν ποτε, ὥσπερ ἐπὶ τῆς παρελθούσης νυκτός. λέξω δέ σοι τοῦτο. ἰστέον δέ, ὅτι Ἰάονες οἱ Ἀθηναῖοι λέγονται ἔκ τινος Ἰάονος βασιλεύσαντος αὐτῶν. ἐνταῦθα δὲ ἄρχεται διηγεῖσθαι τὸν ὄνειρον καί φησιν, ὅτι ἐδοξάτην μοι — ἀντὶ τοῦ ἐνομίσθησαν δυϊκῶς — δύο γυναῖκες εἰς θεωρίαν μοι ἐλθεῖν καλὰ φοροῦσαι ἱμάτια, ἡ μία μὲν κεκοσμημένη Περσικοῖς ἱματίοις, ἡ δὲ ἑτέρα Δωρικοῖς, τῷ μεγέθει τε κατὰ πολὺ εὐπρεπεστάτα — δυϊκῶς εὐπρεπέσταται — καὶ ἀμώμω καὶ ἄμωμοι ἐν τῷ κάλλει· ἤτοι οὐκ εἶχον μέμψιν τινὰ κατὰ τὸ κάλλος. ἦσαν δὲ ἀδελφαί, καὶ ἡ μὲν κατῴκει τὴν Ἑλλάδα γῆν ἐκ κλήρου ταύτην λαχοῦσα, ἡ δὲ τὴν γῆν βαρβαρικήν.

στείλας στρατὸν τουτέστι κοσμήσας. ὁμώνυμος γάρ ἐστι λέξις. ἔστι γὰρ στέλλω τὸ κοσμῶ, ἐξ οὗ καὶ στολή. στέλλω τὸ φοβοῦμαι, ἐξ οὗ καὶ συστολὴ καὶ ὑποστολή. στέλλω τὸ πλέω, ἐξ οὗ καὶ στόλος. στέλλω τὸ ἀποστέλλω, ἐξ οὗ καὶ ἀπόστολος.

Ἄνδρων ὁ Ἁλικαρνασεύς φησι τὸν Ὠκεανὸν γῆμαι Πομφολύγην καὶ Παρθενόπην καὶ σχεῖν ἐκ μὲν Παρθενόπης Εὐρώπην καὶ Θρᾴκην, ἐκ δὲ Πομφολύγης Ἀσίαν καὶ Λιβύην· ἀφʼ ὧν τὰς ἠπείρους ὀνομασθῆναι συμβέβηκεν. ἡ γοῦν Ἄτοσσά φησι δύο γυναῖκας κατʼ ὄναρ ἰδεῖν, τὰς δύο ἠπείρους ταύτας· Ἀσίαν καὶ Εὐρώπην.

τούτω στάσιν τινʼ ὡς ἐγὼ ʼδόκουν ὁρᾶν: τούτω, φησί, τὼ γυναῖκε, τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην, λίαν ἐγὼ ἐδόκουν ὁρᾶν στάσιν τινὰ καὶ φιλονεικίαν τεύχειν καὶ κατασκευάζειν καὶ ποιεῖν ἐν ἀλλήλαις. παῖς δὲ ὁ ἐμὸς μαθὼν στασιαζούσας ταύτας κατεῖχε καὶ ἐπράϋνε καὶ ἡμέρου αὐτάς. ἤθελε γὰρ ὁ Ξέρξης εἰς ἓν ἀγαγεῖν κράτος τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν. ὑπὸ ἅρμασι δὲ ζεύγνυσιν αὐτὼ — ἀντὶ τοῦ αὐτὰς — καὶ λέπαδνα ἤτοι ζυγόλωρα τίθησιν ἐπὶ τῶν αὐχένων αὐτῶν. λέπαδνα δὲ κυρίως οἱ περὶ τὰ στήθη πλατεῖς ἱμάντες, οἷς ἀναδεσμοῦνται οἱ τράχηλοι τῶν ἵππων πρὸς τὸν ζυγόν. ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ λέπω τὸ λεπίζω, λέπανον καὶ λέπαδνον. τινὲς δὲ λέπαδνα τοὺς μασχαλιστῆράς φασι.

χἢ μὲν τῇδʼ ἐπυργοῦτο στολῇ: καὶ ἡ μέν, ἤγουν Ἀσία, ἐπυργοῦτο καὶ ἐκοσμεῖτο καὶ ᾔρετο τῇ στολῇ τῇδε. δεικτικῶς δὲ τοῦτο ἀντὶ τοῦ τῇ Περσικῇ ταύτῃ, ἣν φορῶ. εἶχε δὲ στόμα εὔαρκτον καὶ ὑπήκοον καὶ πειθήνιον ἐν τῷ χαλινῷ.

ἣ δʼ ἐσφάδαζεν: ἡ δέ, Εὐρώπη, ἐσφάδαζε καὶ ὥρμα καὶ ἐπήδα καὶ διὰ τῶν χειρῶν ἐν τῇ τοῦ δίφρου βίᾳ χαλινὰ ῥήσσει καὶ τὸν δίφρον ξυναρπάζει ἄνευ χαλινῶν ἤτοι ἀχαλίνωτον γενόμενον καὶ τὸν ζυγὸν συνθλᾷ. πίπτει δὲ ἐκ τοῦ ἅρματος ὁ Ξέρξης — οὗτος γὰρ ἦν ὁ ὑπὸ ζυγὸν ἔχων αὐτάς —, καὶ ὁ πατὴρ Δαρεῖος παρίσταται οἰκτείρων αὐτόν. ἐπεὶ δὲ τοῦτον εἶδεν ὁ Ξέρξης αἰδεσθεὶς τὸ πτῶμα διαρρηγνύει τοὺς οἰκείους πέπλους.

καλλιρόου ἔψασα πηγῆς: πηγή τις ἱερά, ἀφʼ ἧς ἀνιμᾶτο νᾶμα ταῖς θυσίαις ἐπιχέεσθαι· διὰ γοῦν τὸ ἐξ αὐτῆς τὰς θυσίας γίνεσθαι καλλίρροον αὐτὴν ὠνόμασεν.

ἀποτρόποισι δαίμοσι: τοῖς θεοῖς οἷς ἀποτροπιαζόμεθα τοὺς ὀνείρους. ἀποτροπιαστὴν δὲ τῶν ὀνείρων φασὶν εἶναι τὸν ἥλιον. τούτου γὰρ ἐπιλάμψαντος οἱ ὄνειροι διασκεδάζονται.

πέλανος κυρίως ὁ πεπηγὼς ῥύπος λέγεται. ἄλλως· ὁ ἀφρὸς ὁ γενόμενος ἐν τῇ χύτρᾳ. ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ πέλω· τὸ ἀναστρέφομαι. ἐνταῦθα δὲ πέλανον τὴν θυσίαν φησί.

μεθύστερον δέ: μετὰ τοῦτο δὲ ὁρῶ κίρκον, ἤτοι ἱέρακα, σφαδάζοντα καὶ ὀξέως κινούμενον ἐν τοῖς πτεροῖς καὶ χηλαῖς ἤτοι ἐν τοῖς ὄνυξι τὸ κάρα καὶ τὴν κεφαλὴν τοῦ ἀετοῦ διακόπτοντα. ὁ δέ, ἀετὸς ἤγουν ὁ Ξέρξης, οὐδὲν ἄλλο ἐποίει ἢ μόνον παρεῖχε τῷ ἱέρακι τὸ σῶμα χρῆσθαι ὡς βούλεται. ἀετὸν οὖν τὸν Ξέρξην φησὶ διὰ τὸ βασιλικὸν καὶ γενναῖον εἶναι, ἱέρακα δὲ τὸ τῶν Ἀθηναίων στράτευμα διὰ τὸ πρὸς τοὺς Πέρσας ἐλάττονα ἔχειν κατὰ πολὺ τὴν δύναμιν.

οὐ τιμωρητέος, οὐ δίκας ὀφείλων, διὰ τὸ ὑμᾶς αὐτὸν παρορμῆσαι καὶ κοινῇ ἤτοι κοινῷ δόγματι γενέσθαι τὴν ἐκείνου ἔξοδον καὶ τὴν πρὸς τοὺς Ἀθηναίους ἄφιξιν.

οὔ σε βουλόμεσθα: ὁ χορὸς ἀκούσας τοῦ ὀνείρου τῆς Ἀτόσσης φησὶ πρὸς αὐτήν· ὦ μῆτερ τοῦ Ξέρξου, οὐδαμῶς θέλομεν οὔτε ἄγαν ἐκφοβεῖν σε ἐν λόγοις, ἤτοι λέγειν σοι ὅτι κακὰ ταῦτά ἐστιν ἃ εἶδες, οὔτε παραθαρσύνειν τῷ οἴεσθαι ὅτι καλά. τοὺς θεοὺς δὲ τοὺς οὐρανίωνας πρῶτον ἐν ἱκεσίαις παρακαλέσασα, εἴ τι κακὸν καὶ μισητὸν εἶδες, ζήτει αὐτοὺς ποιεῖν ἀποσόβησιν τούτων, τὰ καλὰ δὲ πεπληρωμένα γενέσθαι καὶ σοὶ καὶ τῷ Ξέρξῃ καὶ τῇ πόλει. δεύτερον δὲ πρέπει σε ἐπιχῦσαι χοὰς καὶ θυσίας τῇ γῇ τε καὶ τοῖς κάτω νεκροῖς. αἰτοῦ δὲ καὶ ζήτει καὶ παρακάλει τὸν σὸν ἄνδρα Δαρεῖον, ὅντινα λέγεις ἰδεῖν κατʼ ὄναρ, ταῦτα· σοὶ ἀγαθὰ κάτωθεν ἀπὸ τῆς γῆς πέμπειν εἰς φάος, ἤτοι ἀναδιδόναι σοι ἀγαθὰ τὰ ὀνείρατα ἃ εἶδες. οἱ γὰρ ὄνειροι ἐκ τῆς γῆς ἀνέρχεσθαι λέγονται. τὰ ἔμπαλιν δὲ καὶ τὰ ἐναντία τούτων τῶν ἀγαθῶν αἰτοῦ κατεχόμενα τῇ γῇ ἀμαυροῦσθαι, ἤτοι ὑπὸ τῆς γῆς κρατηθέντα ἀφανισθῆναι τῷ σκότῳ.

ταῦτα θυμόμαντις: ταῦτά σοι παρῄνεσα οὐ φύσει μάντις ὤν, ἀλλʼ ἀπὸ λογισμοῦ κρίνων καὶ ἐνθυμήσεως. τοῦτο γὰρ δηλοῖ τὸ θυμόμαντις.

τὸ μὲν φανερόν· κρίνομεν εἰς καλὸν τὰ ὁραθέντα σοὶ ὀνείρατα ἐκβιβασθῆναι. τὸ δʼ ἄλλο· κρίνομεν τόδε καλὸν γενέσθαι· τὸ θῦσαι ἀπελθοῦσαν τοῖς θεοῖς, ὡς προέφημεν.

ἀλλὰ δὴ σὺ ὁ πρῶτος ἀκούσας τοῦ ὀνείρου εὐνοϊκῶς συνεβούλευσας ἐξιλεώσασθαι οὐρανίους καὶ καταχθονίους δαίμονας.

ἐξιλεοῖτο δέ: σὺ μέν, φησίν, ὁ πρῶτος ἀκούσας τοῦ ὀνείρου ἐκύρωσας καὶ ἐβεβαίωσας ταύτην τὴν φήμην· τὸ θῦσαι δηλονότι τοῖς θεοῖς ὑπὲρ τοῦ παιδὸς τοῦ ἐμοῦ καὶ τῶν ἐμῶν οἴκων. εἴθε δὲ ἡ ἐξιλέωσις εἰς ἀγαθὸν ἀποβαίη. ταῦτα δέ, ὡς λέγεις, πάντα ποιήσομεν τοῖς τε θεοῖς καὶ τοῖς κάτω νεκροῖς, ὁπόταν ἀπέλθωμεν εἰς τοὺς οἴκους ἡμῶν.

τῆλε πρὸς δυσμὰς: ἐρωτηθεὶς ὁ χορός, ποῦ λέγουσι τὰς Ἀθήνας κεκτίσθαι καὶ ἐν ποίῳ μέρει τῆς γῆς, φησὶν ὅτι μακρὰν πρὸς τὰς δυσμὰς τῶν φθινασμάτων τοῦ θεοῦ Ἡλίου. ὁ Ἥλιος γὰρ παρὰ Πέρσαις τιμᾶται. φθινασμάτων δέ· τῶν λήξεων, τῶν δυσμῶν ἢ τῶν δύσεων ἢ τῶν ἐκλείψεων· ὅτε γὰρ δύει ὁ ἥλιος, ἐκλείπει. ἔνθεν καὶ λὶψ ὁ ἄνεμος ὁ ἀπὸ δυσμῶν.

ἰστέον ὅτι διὰ τοῦτο εἶπε τὸ θηρᾶσαι διὰ τὸ καὶ τὴν Ἐρέτριαν ἄνευ πολέμου λαβεῖν.

ἐὰν Ἀθήνας κρατήσῃ ὁ Ξέρξης, τηνικαῦτα καὶ τὴν Ἑλλάδα πᾶσαν καταδουλώσει. αἱ γὰρ Ἀθῆναί εἰσιν ἰσχυρόταται τῆς Ἑλλάδος. τοῦτο δὲ λέγει θέλων ἐπαινέσαι τὰς Ἀθήνας.

καὶ στρατὸς τοιοῦτος: τῆς ἐν Μαραθῶνι πεζομαχίας μέμνηται. Μήδους δὲ τοὺς Πέρσας εἴρηκεν.

καὶ τί πρὸς τούτοισιν τοῦτο ἔνια τῶν ἀντιγράφων ὡς ὑπὸ τοῦ χοροῦ λεγόμενον ἔχουσιν, ὡς εἶναι. τὸν λόγον κατὰ ἀπόφανσιν.

ἀργύρου πηγή τις: ἐν Θορικῷ γὰρ καὶ ἐν Λαυρίῳ μέταλλα ἀργύρου τυγχάνουσιν.

πότερα γὰρ: ἆρα, φησί, διὰ τῶν χειρῶν αὐτοῖς ἐμπρέπει ἡ βολὴ ἡ τοξική; ἀντὶ τοῦ ἆρα οἴδασι τοξεύειν οἱ Ἀθηναῖοι; ἀποκριθεὶς δὲ ὁ χορὸς λέγει· οὐδαμῶς τόξα ἕλκειν οἴδασιν, ἔγχη δὲ σταδαῖα· ἤτοι ξίφη σταδαῖα, διʼ ὧν συστάδην καὶ ἐχεγγύως καὶ πλησίον μάχονται. τοὺς γὰρ ἐκ διαστημάτων μαχομένους κατηυτέλιξον.

τίς δὲ ποιμάνωρ: τίς δέ, φησίν, ἐστὶ ποιμάνωρ ἤτοι βασιλεὺς τοῦ στρατοῦ, ἤτοι τοῦ λαοῦ καὶ τοῦ στρατεύματος; ποιμένες γὰρ οἱ βασιλεῖς λέγονται. ὁ δὲ χορὸς ἀποκριθεὶς λέγει· οὐχί τινος ἀνδρὸς ὀνομάζονται δοῦλοι οὐδὲ ὑπήκοοι.

ἀκούσασα ἡ Ἄτοσσα, ὅτι οὐδέτινος ἀνδρός εἰσι δοῦλοι οὐδὲ ὑπήκοοι οἱ Ἀθηναῖοι, φησί· πῶς ἂν οὖν, εἰ ἀναρχίαν εἶχον μὴ ἔχοντες τὸν ἐφεστηκότα καὶ πρὸς διάφορα διὰ τοῦτο θελήματα μετετρέποντο, ἴσχυσαν πολεμῆσαι τοὺς ἐπελθόντας αὐτοῖς, ὡς ἐξ ἑνὸς συνθήματος, Πέρσας;

χαλεπὰ λέγεις τοῖς γονεῦσι τῶν ἰόντων καὶ ἐλθόντων εἰς Ἀθήνας — ἀντὶ τοῦ ἡμῖν —, ὥστε φροντίσαι αὐτῶν.

ἰδὼν ὁ χορὸς τὸν ἄγγελον ἐρχόμενόν φησι πρὸς τὴν Ἄτοσσαν· ἀλλʼ ὡς ἐμοὶ δοκεῖ ἤτοι κατὰ τὴν ἐμὴν δόξαν καὶ δόκησιν πάντα γνώσῃ ἀληθῆ λόγον. τοῦδε γὰρ καὶ τούτου τοῦ ἀνδρὸς τὸ δράμημα καὶ τὸ βάδισμα Περσικὸν φαίνεται καὶ φέρει ἡμῖν, ὥστε ἀκούειν, φανερόν τι πρᾶγμα ἀγαθὸν ἢ κακόν.

ὤμοι, κακὸν μὲν πρῶτον: φεῦ μοι, κακὸν μέν ἐστιν ἀγγέλλειν καὶ μηνύειν καὶ λέγειν κακά· «στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν». ὅμως δὲ ἀναγκαῖόν ἐστιν ἀναπτύξαι καὶ ἀνακαλύψαι καὶ φανερὸν θεῖναι ὅλον τὸ πάθος. ἅπας γὰρ ὁ στρατὸς τῶν Περσῶν ὄλωλεν καὶ ἐφθάρη.

ἄνια καὶ λυπηρὰ καὶ ἀνίατα.

νεωστὶ μηνυθέντα ἡμῖν ὑπό τινος τῶν δαιμόνων, τὰ νεωστὶ διὰ κότον τινὸς τῶν θεῶν γενόμενα.

διαίνεσθε Πέρσαι: ἤτοι δακρύετε καὶ βρέχεσθε ἐν δάκρυσιν, ὦ Πέρσαι, κλύοντες καὶ ἀκούοντες τόδʼ ἄχος, ὃ εἶπον, ἀντὶ τοῦ ταύτην τὴν λύπην.

τὸ ὡς ἀντὶ τοῦ ὅτι καὶ ἀντὶ τοῦ λίαν. — πάντα ἐκεῖνα, ὅσα ἔφην, διαπεπραγμένα ἐστί. κἀγὼ δʼ ἀέλπτως νόστιμον βλέπω φάος ἀντὶ τοῦ ἀνελπίστως ὑποστρέψας ζῶ καὶ βλέπω τὸ φῶς.

ἦ μακροβίοτος: ὄντως μακροβίοτος καὶ πολυχρόνιός τις ὅδε καὶ οὗτος ὁ αἰὼν καὶ ὁ χρόνος καὶ ὁ βίος ἐφάνη ἡμῖν τοῖς γηραιοῖς διὰ τὸ ἀκούειν τοῦτο τὸ πῆμα καὶ τὸ βλάβος τὸ ἀνέλπιστον. ἄλλως· εἰς τοῦτο ἐμακρύνθη ὁ βίος ἡμῶν εἰς τὸ ἀκοῦσαι τοιαῦτα κακά.

καὶ μὴν παρών τε: καὶ μὴν αὐτὸς ἐκεῖσε παρὼν καὶ αὐτοψὶ ὁρῶν τὰ τελούμενα καὶ μὴ ἐξ ἑτέρων ἀκηκοὼς φράσαιμι καὶ εἴποιμι ἄν, ὁποῖα καὶ ποδαπὰ κακὰ ἐπορσύνθη καὶ κατεσκευάσθη καὶ ἐγένετο.

ὀττοτοὶ μάτην: φεῦ, μάτην τὰ πολλὰ βέλη τὰ παμμιγῆ καὶ τὰ ἐκ διαφόρων ἐθνῶν ἀπὸ τῆς Περσικῆς γῆς ἦλθεν ἐπὶ γῆν δίαν καὶ ἔνδοξον καὶ λαμπράν. εἶτα ἐφερμηνεύων, τίς ἦν ἡ γῆ ἐκείνη, φησὶ χώραν Ἑλλάδα. λέγει δὲ τὰς Ἀθήνας.

πλήθουσι νεκρῶν: αἱ ἀκταὶ καὶ οἱ αἰγιαλοὶ τῆς Σαλαμῖνος πλήθουσι καὶ γέμουσι νεκρῶν διεφθαρμένων κακοθανάτως.

γρ. πρόσχωρος ἤγουν πλησιόχωρος.

ὀττοτοὶ: ἀκούσας ὁ χορὸς τοῦ ἀγγέλου εἰπόντος, ὅτι αἱ ἀκταὶ τῆς Σαλαμῖνος καὶ πᾶς τόπος πρόχωρος καὶ πλατὺς καὶ εὐρύχωρος γέμουσι τῶν νεκρῶν, φησί· φεῦ, τὰ σώματα τῶν φίλων Περσῶν τὰ πολυβαφῆ ὑπὸ τοῦ αἵματος ἀποθανόντα λέγεις φέρεσθαι καὶ ἄγεσθαι ἁλίδονα καὶ ὑπὸ τῆς ἁλὸς καὶ θαλάσσης δονούμενα ἐν πλαγκτοῖς διπλάκεσι, ταῖς δύο πλαξί— τῆς θαλάσσης τε καὶ γῆς· ἢ ἐν Σαλαμῖνι καὶ Πλαταιαῖς —ἢ ὡς ἂν εἴποι τις διαύλοις. τὰ γὰρ κύματα ἐκχεῖται καὶ ὑπονοστεῖ.

οὐδαμῶς γὰρ ἤρκει καὶ ἐβοήθει τοῖς Πέρσαις τὰ τόξα. πᾶς δὲ στρατὸς ἀπώλλυτο δαμασθεὶς ἐν προσβολαῖς ναΐοις καὶ διὰ νηῶν γινομέναις, ἤτοι ἐν ναυμαχίᾳ.

ἴυζε: κράζε, φησί, καὶ φώνει βοὴν δυσαιανῆ καὶ δυσθρήνητον, ἄποτμον καὶ κακόμορον, ἤτοι κακοθάνατον τοῖς Πέρσαις τοῖς πολεμικοῖς, ὅτι πάντα παγκάκως ἔθεσαν καὶ ἐποίησαν, οἱ θεοὶ δηλαδή. δαΐοις δὲ ἢ τοῖς πρὶν οὖσι πολεμικοῖς ἢ διακεκομμένοις.

γρ. δυσεανῆ, ἤγουν πολυποίκιλον.

ὦ πλεῖστον ἔχθος: πρὸς τὴν Σαλαμῖνά φησιν ὁ ἄγγελος· ὦ ὄνομα Σαλαμῖνος, ἤτοι ὦ Σαλαμίν, πλεῖστον ἔχθος εἰς τὸ κλύειν, τουτέστι κατὰ πολὺ μισητὴ εἰς τὸ ἀκούειν ἡμᾶς περὶ σοῦ.

στυγναὶ δʼ Ἀθᾶναι: καὶ αἱ Ἀθῆναι στυγναὶ γεγόνασι τοῖς πολεμικοῖς Πέρσαις. τινὲς δὲ τὸ στυγναὶ δʼ Ἀθῆναι τοιοῦτόν φασιν ὅτι ἡμῖν τοῖς δηΐοις στυγνότητος αἴτιαι πάρεισιν εἰς μνήμην αἱ Ἀθῆναι, ὅ ἐστι τῶν Ἀθηνῶν ἡ μνήμη στυγνοὺς ἡμᾶς ποιεῖ. ἔστι δὲ τὸ πρότερον κάλλιον.

ὡς πολλὰς Περσίδων: ὅτι πολλάς, δηλαδὴ πόλεις ἢ μητέρας ἢ γυναῖκας, ἔκτισαν καὶ ἐποίησαν εὔνιδας καὶ ἐστερημένας καὶ ἀνάνδρους, ἤτοι μὴ ἐχούσας ἄνδρας.

ὀρφανάς, ἐστερημένας τῶν ἀνδρῶν καὶ ἀνάνδρους ἤτοι οὐκ ἐχούσας ἄνδρας.

ματαίως, ἤγουν μηδὲν βλαψάσας.

καταστὰς: κατάστασιν λαβὼν τοῦ θορύβου, μὴ θορυβούμενος.

τίς οὐ τέθνηκε: καλῶς πρῶτον περὶ τῶν ζώντων ἐρωτᾷ ἡ Ἄτοσσα τὸν ἄγγελον ὡς ὄντων ὀλίγων· ὧδε παρίστησι καὶ τὸ πλῆθος τῶν ἀποθανόντων.

τῶν βασιλέων, ἀπὸ τοῦ τῶν λαῶν ἄρχειν.

ὅς τʼ ἐπὶ σκηπτουχίᾳ: τινὲς τὸ ὃς διὰ τοῦ ω μεγάλου γράφουσι καί φασι· πῶς τε ἐπὶ σκηπτουχίᾳ … θανών;

ἐμοῖς μὲν εἶπας δώμασιν: ἡ Ἄτοσσα ἀκούσασα τοῦ ἀγγέλου εἰπόντος, ὅτι ὁ Ξέρξης ζῇ, φησίν· εἶπας φῶς μέγα τοῖς ἐμοῖς οἴκοις καὶ λαμπρὰν ἡμέραν ἐκ νυκτὸς μελαίνης. ἐνόμιζε γὰρ αὐτὸν τεθνάναι.

Ἀρτεμβάρης δὲ: ὁ Ἀρτεμβάρης δὲ ὁ βραβεὺς καὶ ὁ ἡγεμὼν καὶ ὁ διοικητὴς τῆς μυρίας καὶ πολλῆς ἵππου, ἤτοι ὁ ἔχων ἵππους πολλούς, θείνεται καὶ τύπτεται καὶ σφάττεται παρὰ τὰς ἀκτὰς καὶ τοὺς αἰγιαλοὺς τοὺς σκληροὺς καὶ τραχεῖς τῶν Σιληνιῶν. αἱ γὰρ Σιληνίαι αἰγιαλός ἐστι τῆς Σαλαμῖνος τῆς λεγομένης Τροπαίου ἄκρας, ὡς Τιμόξενος ἐν τῷ … περὶ λιμένων φησίν.

χὠ χιλίαρχος: καὶ ὁ χιλίων στρατιωτῶν ἄρχων Δαδάκης ἐκ τῆς νηὸς ἀφήλατο καὶ ἐπήδησε πήδημα κοῦφον καὶ ἐλαφρὸν καὶ σύντομον καὶ ταχὺ ἐν πληγῇ δορός, ἤγουν τῷ δόρατι πληγεὶς ἐξετινάχθη ἔξωθεν τῆς νηός.

Τενάγων τʼ ἄριστος: καὶ ὁ Τενάγων ὁ ἄριστος, ὁ ἰθαγενής, ὁ αὐτόχθων καὶ ὁ πολίτης, τῶν Βακτρίων — Βάκτρα δὲ πόλις Περσίδος — πολεῖ καὶ ἀναστρέφεται τὴν θαλασσόπληκτον νῆσον τοῦ Αἴαντος, ἤτοι εὐφήμως· κεῖται ἐν Σαλαμῖνι. αὕτη γὰρ ἡ νῆσος τοῦ Αἴαντος. ἐμφαίνεται δὲ διὰ τούτου ὡς οὐ— καλῶς μαχεσάμενος καὶ ἀναιρεθεὶς—πρὸς ταῖς τῶν μακάρων νήσοις αὐλίζεται. φαίνεται δὲ ὁ Αἰσχύλος κωμῳδῶν τοῦτον.

ταῦτα τὰ ὀνόματα οὐκ ἔχει τὸν τῆς Αἰγύπτου χαρακτῆρα, ἀλλὰ ποιητικῶς διαπέπλασται.

οἵδʼ ἀμφὶ νῆσον: οὗτοι περὶ τὴν νῆσον τὴν πελειοθρέμμονα, ἤτοι τὴν Σαλαμῖνα — πολυτρήρων γὰρ αὕτη —, κύρισσον καὶ συνέκρουον ἀλλήλοις. ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζῴων τῶν συγκρουόντων τοῖς κέρασιν.

οὐδὲ ταῦτα τὰ ὀνόματα τὸν Αἰγύπτιον ἔχει χαρακτῆρα, ἀλλὰ ποιητικῶς διαπέπλασται.

Χρυσεὺς Μάταλλος: καὶ ὁ Μάταλλος ὁ ἡγεμὼν καὶ ὁ κύριος καὶ ὁ ἄρχων τῆς μελαίνης ἵππου τῆς τρισμυρίας θανὼν ἔτεγγε καὶ ἔβρεχεν ἐν πορφυρέᾳ βαφῇ, ἤτοι τῇ διὰ τοῦ αἵματος, τὴν πυρρὰν καὶ ξανθὴν γενειάδα τὴν ζαπληθῆ καὶ ἄγαν πολλὴν καὶ δάσκιον καὶ δασύτριχον. τινὲς δὲ ἀντὶ γενικῆς· πυρρᾶς γενειάδος. καὶ τὸ ἑξῆς· ἔτεγγε χρῶτα, ἔβρεχε τῷ αἵματι.

ἤτοι ἐν Σαλαμῖνι ἐλθὼν καὶ μετοικήσας αὐτὴν τὴν σκληρὰν καὶ πετρώδη ἐκεῖ κατεφθάρη. ἄλλως· ἐκεῖ ἀπελθὼν κατῴκησε τὴν Σαλαμῖνα τὴν σκληρὰν καὶ πετρώδη. ἢ καὶ οὕτως· ἐν Σαλαμῖνι μετοικήσας εὐφήμως· παρʼ ὅσον ἀνυπόστροφος αὐτῷ ἡ εἰς ταύτην ἔφοδος γέγονεν.

ὅ τʼ ἐσθλὸς: ὁ ἐσθλός τε καὶ ἀγαθὸς Ἀριόμαρδος ὁ παρασχὼν καὶ δοὺς πένθος καὶ θρῆνον ταῖς Σάρδεσιν — πατρὶς γὰρ αἱ Σάρδεις αὐτῷ· ἐφθάρη δηλονότι. καὶ ὁ Θάρυβις ὁ ταγὸς καὶ ἡγεμὼν νηῶν πεντήκοντα πεντάκις, ἤγουν σνʹ, τὸ γένος ὢν ἀπὸ Λύρνης τῆς χώρας κεῖται δείλαιος καὶ ἄθλιος θανών, οὐ μάλα εὐτυχῶς.

Συέννεσίς τε: καὶ ὁ Συέννεσις ὁ πρῶτος εἰς θαρραλεότητα καὶ ἀνδρείαν, ὁ ἡγεμὼν τῶν Κιλίκων, εὐκλεῶς ἀπώλετο· ἀντὶ τοῦ καλῶς καὶ ἀνδρείως μαχεσάμενος ἀπώλετο ἐντίμως. εἷς ἀνὴρ ὢν καὶ πολλοὺς πόνους ἐμποιήσας τοῖς ἐχθροῖς ὡς ὑπὲρ πολλοὺς μαχεσάμενος.

αἲ αἲ: ἡ Ἄτοσσα ἀκούσασα παρὰ τοῦ ἀγγέλου τὴν ἀπώλειαν τῶν Περσῶν φησι· φεῦ φεῦ, κλύω καὶ ἀκούω ταῦτα ὕψιστα καὶ μέγιστα τῶν κακῶν ὅλων, αἴσχη τε καὶ ὀνείδη καὶ ἀτιμίας ὄντα τοῖς Πέρσαις καὶ ὀξέα κωκύματα ἤτοι θρηνήματα.

ὥστʼ ἀξιῶσαι: ἤτοι ἄξιον ἡγήσασθαι μάχην συμβαλεῖν τοῖς Πέρσαις ἐν ναΐοις προσβολαῖς.

πλήθους μὲν ἂν: χάριν μὲν τοῦ πλήθους, σαφῶς γίνωσκε, ἦν ταῖς ναυσὶ τῶν βαρβάρων καὶ τῶν Περσῶν κρατῆσαι τῶν Ἀθηναίων. λείπει δὲ τὸ ἦν. καὶ γὰρ τοῖς Ἀθηναίοις μὲν ὁ πᾶς ἀριθμὸς τῶν νεῶν εἰς τριακάδας δέκα ἦν, ἤτοι τʹ νῆες ἦσαν. ἐκ τούτων δὲ δέκα ἦσαν αἱ προηγούμεναι ὡς ἔκκριτοι καὶ βελτίονες καὶ ταχεῖαι. τῷ δὲ Ξέρξῃ χιλιὰς ἦν νεῶν, ὧντινων τὸ πλῆθος ἦγεν. ἀπὸ τούτων δὲ αἱ ἔκκριτοι καὶ ἄρισται καὶ ὑπέρκομποι καὶ ἐπαιρόμεναι διὰ τὸ εἶναι ταχεῖαι σζʹ ἦσαν ἢ σιδʹ, ἵνʼ ᾖ τὸ δὶς ἀπὸ κοινοῦ λαμβανόμενον ἐν τῷ ζʹ.

μή σοι δοκοῦμεν: μὴ δόκει, φησίν, ἡμᾶς ἡττηθῆναι ἐν ταύτῃ τῇ μάχῃ ἤτοι τῇ ναυμαχίᾳ. ἀλλʼ οὕτω τις δαίμων κατέφθειρε τὸν λαὸν ἤτοι τὸν στρατὸν τῶν Περσῶν.

τάλαντα βρίσας: τὰ τῶν Περσῶν ζυγὰ βαρύνας καὶ ποιήσας οὐκ ἰσόρροπα, ἀλλʼ οἷον ἐπικλίνας αὐτὰ κάτωθεν ἀδίκως. καὶ Ὅμηρος· «ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν».

ἡ ἀρχὴ δὲ τῆς συμβολῆς τῶν νηῶν ἤτοι τῆς ναυμαχίας τίς ἦν, φράσον καὶ εἰπέ. τίνες τὴν ἀρχὴν ἐποίησαν τῆς ναυμαχίας, ἆρα οἱ Ἕλληνες ἢ ὁ παῖς ὁ ἐμὸς Ξέρξης καταυχήσας καὶ ἐπαρθεὶς καὶ θαρρήσας τῷ πλήθει τῶν νηῶν;

ἦρξεν μὲν: ἀρχὴ μὲν ἐγένετο τοῦ παντὸς κακοῦ ποθεν ἐπελθὼν τελχίν τις ἢ δαίμων. εἶτα διηγεῖται τὸ γεγονὸς καί φησιν ὅτι τις Ἕλλην ἀπὸ τοῦ στρατεύματος τῶν Ἀθηναίων ἐλθὼν εἶπε τῷ Ξέρξῃ τάδε ἃ κατὰ μικρὸν ἐξείποιμι. νῦν δὲ τὴν ἱστορίαν ἐροῦμεν· βουληθέντων τῶν Ἑλλήνων ἤτοι τῶν Λακεδαιμονίων τῶν τοῖς Ἀθηναίοις συμμαχούντων ἀπελθεῖν πρὸς τὴν ἑαυτῶν πατρίδα διὰ τὸ μὴ παραδοθῆναι ταύτην τῷ Ξέρξῃ τῶν αὑτῆς ἀνδρῶν οὖσαν ἄμοιρον, Θεμιστοκλῆς Σίκινον τὸν παιδαγωγὸν ἔπεμψε πρὸς τὸν Ξέρξην λέγων ὅλως· τὰ περὶ αὑτοῦ φρονεῖν καὶ φροντίζειν εὐκαιρίας, πῶς αὐτῷ τὰς Ἀθήνας προδώσει. εἶθʼ οὕτως εἰπεῖν τὸν Σίκινον πρὸς αὐτόν, ὡς μέλλουσι φυγεῖν οἱ Ἕλληνες. τοῦτο δὲ ἐποίησεν, ἵνα ἐν ἀπογνώσει μάχοιντο οἱ Ἕλληνες. τοῦτο γοῦν ὁ Ξέρξης ἀκούσας πρὸς τὰς διεξόδους τῶν Λακεδαιμονίων πεπομφὼς νῆας τὴν ἔξοδον αὐτῶν ἀπέφραξεν. οὗτοι δὲ μὴ ἔχοντες ὅποι κατατράποιντο, στάντες γενναίως τὸν μὲν τοῦ Ξέρξου στόλον ἠφάνισαν ἅπαντα εἶθʼ οὕτως καὶ πρὸς τοὺς τάττοντας ἐκείνους ἐλθόντες ἐκεῖσε τούτους ἀπέκτειναν.

ἀνὴρ γὰρ Ἕλλην: ἀνὴρ γάρ, φησίν, Ἕλλην ἐκ τοῦ στρατοῦ τῶν Ἀθηναίων — ἦν δʼ οὗτος Σίκινος ὁ τοῦ Θεμιστοκλέους παιδαγωγός — ἐλθὼν εἶπε τῷ Ξέρξῃ ταῦτα, ὅτι εἰ τὸ σκότος τῆς μελαίνης καὶ τῆς ἀφεγγοῦς καὶ σκοτεινῆς νυκτὸς παραγενήσεται καὶ ἔλθῃ ἤτοι εἰ γένοιτο νύξ, οἱ Ἕλληνες οὐ καρτερήσαιεν καὶ ἐπιμένοιεν, ἀλλὰ τοῖς καταστρώμασι τῶν νηῶν — περιφραστικῶς ταῖς ναυσὶν — ἐπιπηδῶντες ἄλλος ἀλλαχοῦ ἐν φυγῇ κρυφίᾳ τὴν ζωὴν φυλάξουσιν ἤτοι φύγωσιν. ὁ δὲ Ξέρξης οὐ ξυνεὶς καὶ νοήσας τὸν δόλον τοῦ Ἕλληνος ἀνδρός, ὃν ἄνωθεν εἴπομεν, εὐθὺς πᾶσι τοῖς ἄρχουσι τῶν νεῶν προφωνεῖ τοῦτον τὸν λόγον· ὁπηνίκα ἂν δύνῃ ὁ ἥλιος ὁ τὴν γῆν καίων ἐν ταῖς οἰκείαις ἀκτῖσι, τὸ κνέφας δὲ καὶ τὸ σκότος λάβῃ τὸ τέμενος τοῦ αἰθέρος — περιφραστικῶς αὐτὸν τὸν αἰθέρα —, τότε τάξαι τὰς νῆας ἐν τρισὶ τάξεσι, φυλάσσειν τοὺς ἔκπλους ἤγουν τὰς ἐξόδους καὶ τὰς ἐξελεύσεις τῶν Ἀθηναίων καὶ τοὺς τόπους τοὺς θαλασσίους, ἄλλας δὲ νῆας — ἀπὸ κοινοῦ τάξαι — κύκλωθεν περὶ τὴν τοῦ Αἴαντος νῆσον, τουτέστι τὴν Σαλαμῖνα.

ὡς εἰ μόρον: ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικόν. ὡς, ἐὰν οἱ Ἕλληνες φευξοίατο καὶ φύγωσι τὸν θάνατον τὸν χαλεπὸν εὑρόντες τινὰ δρασμὸν καὶ φυγὴν κρυφίως διὰ τῶν νηῶν, πᾶσιν ἦν προκείμενον τῆς κεφαλῆς στερίσκεσθαι· τουτέστι πᾶσιν ἠπείλει τοῖς ταχθεῖσι παρʼ αὑτοῦ φυλάξαι τοὺς Ἕλληνας στερίσκεσθαι τῆς κεφαλῆς, ἐὰν οἱ Ἕλληνες λαθόντες ἐκφύγωσιν. ἄτοπον δὲ ἀπειλεῖν τοσούτῳ πλήθει θάνατον. βέλτιον οὖν εἰπεῖν τὸ κράτος ἀντὶ τοῦ κράτους κατὰ ἀντίπτωσιν, ἵνʼ ἦ στερίσκεσθαι τοῦ κράτους, ἤτοι τῆς τιμῆς καὶ τῆς ἀρχῆς.

τοσαῦτʼ ἔλεξε: τοσαῦτα, φησίν, εἶπεν ὁ Ξέρξης ὑπὸ ἀλαζόνος καὶ τερπομένης διανοίας λίαν. οὐ γὰρ τὸ μέλλον ἠπίστατο. οἱ δέ, ὑπʼ αὐτὸν δηλονότι, οὐκ ἀτάκτως, ἀλλʼ ἐν εὐείκτῳ καὶ πειθηνίῳ λογισμῷ ἐπορσύνοντο καὶ κατεσκεύαζον καὶ ἡτοίμαζον εὐωχίαν, ἵνα πρῶτον εὐωχηθῶσιν, εἶθʼ οὕτως ἐξέλθωσι πρὸς τὴν ναυμαχίαν. πᾶς τε ἀνὴρ ναυτικὸς τὴν εὐήρετμον κώπην ἐδέσμευεν ἀμφὶ τὸν σκαλμὸν ἐν τῷ τροπωτῆρι. ἔστι δὲ σκαλμὸς τὰ ἐν τῷ χείλει τῆς νεὼς ξύλα ἐν οἷς αἱ κῶπαι δέδενται, τροπωτὴρ δὲ ὁ λῶρος διʼ οὗ δεσμεύονται. ἢ οὕτως· ἀμφὶ τὸν σκαλμὸν τὸν εὐήρετμον ἐτροποῦτο καὶ διὰ τοῦ τροπωτῆρος τὴν κώπην ἐδέσμευεν.

ἐπεὶ δὲ φέγγος: ἐπεὶ δὲ κατέφθιτο καὶ κατεφθάρη τὸ τοῦ ἡλίου φέγγος, ἤγουν παρῆλθεν ἡ ἡμέρα καὶ ἡ νὺξ ἐπῆλθε, πᾶς ἀνὴρ κώπης ἄναξ ἤγουν ὁ ἄρχων τῆς νεὼς — ἀπὸ μέρους τὸ ὅλον — ἢ ὁ κωπηλατῶν πᾶς τε ἐπιστήμων τῶν ὅπλων καὶ στρατιώτης εἰσήρχετο εἰς τὴν ναῦν.

καὶ πάννυχοι δὴ: καὶ οἱ ἡγεμόνες καὶ οἱ ἄρχοντες τῶν νεῶν πάννυχοι καὶ διʼ ὅλης τῆς νυκτὸς καθίστασαν καὶ ἐποίουν πάντα τὸν ναυτικὸν λαὸν διάπλοον καὶ διαπλέοντα τὴν θάλασσαν, ἤγουν ὅλην τὴν νύκτα διέπλεον τὴν θάλασσαν. καὶ ἡ νὺξ ὑπεχώρει καὶ ὁ τῶν Ἑλλήνων στρατὸς οὐδαμῶς ἐποίει ἔκπλουν καὶ ἔξοδον καὶ ἐκφυγὴν κρυφαίαν.

ὡς ἡμεῖς ᾠόμεθα.

φόβος δὲ πᾶσι βαρβάροις παρῆν: φόβος δὲ παρῆν πᾶσι τοῖς βαρβάροις ἀκούσασι τῶν παιάνων τῶν Ἀθηναίων καὶ ἀποσφαλεῖσι τῆς ἐλπίδος. οὐ γὰρ τότε οἱ Ἕλληνες παιᾶνα καὶ ὕμνον ἐφύμνουν σεμνὸν ὡς ἐν φυγῇ, ἤγουν ὡς πρὸς φυγὴν ἀποκλῖναι μέλλοντες, ἀλλʼ οἷον εἰς μάχην ὁρμῶντες.

ἡ σάλπιγξ δὲ ἐν ἀϋτῇ καὶ βοῇ καὶ ἠχῇ πάντα ἐκεῖνα ἐπέφλεγεν, ἤτοι τὰ τῶν Ἑλλήνων ἐξέκαιεν καὶ ἀνήγειρεν ἡ σάλπιγξ ἢ πάντα τὰ ἐκεῖσε περίχωρα.

εὐθὺς δὲ κώπης: εὐθὺς δὲ ἐν τῇ συγκινήσει τῆς κώπης τῆς ῥοθιάδος καὶ τῆς ἠχητικῆς ἐν τῷ κινεῖσθαι ἢ τῆς ἐν ὑγρῷ ἐλαυνομένης ἔπαισαν καὶ ἔτυψαν καὶ ἔκρουσαν τὴν ἅλμην καὶ τὴν θάλασσαν τὴν βρύχιον καὶ βαθεῖαν. τὸ δὲ βρύχιον ἀντὶ τοῦ νείοθεν καὶ ἀπὸ τοῦ βυθοῦ.

ᾖσαν δὲ καὶ ὥρμησαν πάντες ταχυτάτως καὶ εὐκινήτως ὡς ἰδεῖν αὐτοὺς ἐμφανεῖς καὶ ἄγαν φανερούς, ἢ ἦσαν καὶ ὑπῆρχον εἰς τὸ θεαθῆναι τοῖς Πέρσαις λίαν ἐμφανεῖς.

τὸ δεξιὸν μὲν: τὸ δεξιὸν μὲν κέρας καὶ μέρος τὸ τοῦ Θεμιστοκλέους πρῶτον μετʼ εὐταξίας προηγεμόνευε τῶν ἄλλων καὶ προήρχετο, δεύτερον δὲ ἐπεξεχώρει καὶ ἐξήρχετο ὁ πᾶς στόλος καὶ παρῆν ἀκούειν ὁμοῦ πολλὴν βοήν, ἥτις ἦν τοῦτο· ἔλθετε, ὦ Ἕλληνες, ἐλευθεροῦτε ἀπὸ τῶν βαρβάρων τὴν πατρίδα ὑμῶν καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας καὶ πάντα τὰ ὑμέτερα.

καὶ μὴν παρʼ ἡμῶν: καὶ δὴ παρʼ ἡμῶν ὑπηντίαζε καὶ ἐναντίως τούτοις ἐφέρετο ὁ ῥόθος καὶ ἦχος καὶ ἡ κραυγὴ τῆς Περσικῆς γλώσσης, τουτέστιν ἀντεφωνοῦμεν ἐκείνοις καὶ οὐκ ἔτι ἦν ἀκμὴ καὶ καιρὸς τοῦ μέλλειν καὶ βραδύνειν.

εὐθὺς δὲ ναῦς: τηνικαῦτα δὲ ναῦς Ἀθηναϊκὴ ἔπαισε καὶ ἔτυψε τὸν χαλκήρη στόλον, ἤτοι τὸ ἔμβολον, ἐν νηῒ Περσικῇ δηλονότι. στόλος δὲ λέγεται τὸ ἔμβολον παρὰ τὸ εἰς ὀξὺ συνεστάλθαι· ἢ οὕτως· στόλον δὲ λέγει παρʼ ὅσον εἰς ὀξὺ συνεσταλμέναι ἦσαν. οὕτως γὰρ ἔλεγον στόλον τὰ ἀπωξυμμένα. λέγει δὲ χαλκήρη τὸν χαλκῷ περιβεβλημένον.

ἦρξε δʼ ἐμβολῆς: ἀρχὴν δὲ ἐποίησε τοῦ πρώτου πολέμου ναῦς Ἀθηναϊκὴ — ἤγουν ὁ Λυκομήδης ὁ Αἰσχρείου παῖς — καὶ διακόπτει τηνικαῦτα πάντα τὰ κόρυμβα καὶ τὰ ἀκροστόλια τῆς Φοινίσσης ἤγουν τῆς Περσικῆς νηός. οἱ γὰρ Φοίνικες τῶν Περσῶν εἰσιν. ἄλλος δʼ ἐπʼ ἄλλην νῆα Περσικὴν ηὔθυνε καὶ ἡτοίμαζε καὶ ἐπιτηδείως ἦγε τὸ δόρυ· τὴν ναῦν δὲ λέγει δόρυ.

τὰ πρῶτα μὲν: κατὰ τὴν ἀρχὴν μέν φησι τὸ συγκίνημα τοῦ Περσικοῦ στρατοῦ ἀνθίστατο καὶ ἀντεμάχετο τοῖς Ἀθηναίοις. ἐπεὶ δὲ ἐν στενῷ συνηθροίσθη τὸ πλῆθος τῶν νεῶν — μεταξὺ δὲ Σαλαμῖνος καὶ Αἰγίνης ἦν τὸ στενόν — καὶ οὐδαμοῦ τις βοήθεια ἀλλήλοις παρῆν—οὐ γὰρ ἠδύνατο ἕτερος ἑτέρῳ συμμαχῆσαι διὰ τὴν στενότητα τοῦ τόπου—αὐτοὶ δέ, οἱ Πέρσαι, ὑφʼ αὑτῶν ἐτύπτοντο ταῖς συγκρούσεσι καὶ προσαράξεσι τῶν νηῶν· συνέθλαττον πάντα κωπήρη στόλον. οἱ Ἕλληνες δὲ οὐκ ἀβούλως καὶ ἀδιδάκτως κύκλωθεν ἔτυπτον τοὺς Πέρσας. ἔπιπτον δὲ αἱ νῆες. θάλασσα δὲ οὐκ ἔτι ἦν ὥστε ἰδεῖν αὐτήν, ἤτοι οὐκ ἐφαίνετο ἡ θάλασσα γέμουσα τῶν νεκρῶν. οἱ αἰγιαλοὶ δὲ καὶ αἱ ὕφαλοι καὶ θαλάσσιαι πέτραι ἔγεμον τῶν πτωμάτων. πᾶσα δὲ ναῦς Περσικὴ ἠρέσσετο καὶ ἐκωπηλατεῖτο ἐν φυγῇ ἀκόσμως καὶ ἀτάκτως. οἱ γὰρ φεύγοντες οὐκ εὐτάκτως πορεύονται.

ναυαγία αὐτὸ τὸ πάθος, ναυάγιον δὲ αὐτὸ τὸ ναυαγῆσαν σκάφος. ναυαγίων δὲ ἐνταῦθα τῶν πτωμάτων.

τοὶ δʼ ὥστε θύννους: οὗτοι δὲ — οἱ Ἕλληνες — ἔπαιον καὶ ἔκοπτον ὥσπερ θύννους ἤ τινα βόλον καὶ ἄγραν τῶν ἰχθύων ἐν ἀγαῖσι καὶ ἐν κλάσμασι κωπῶν.

θραύσμασίν τʼ ἐρειπίων: ἐρείπια κυρίως τὰ πτώματα τῶν οἴκων λέγεται ἢ καὶ τὰ σώματα τὰ θνησιμαῖα τὰ πτώσει ὑποπεσόντα. καταχρηστικῶς δὲ ἐνταῦθα ἐρείπιά φησι θραύσματα τῶν νεῶν τῶν ἀφανισθεισῶν.

ἕως κελαινῆς νυκτὸς: λείπει τὴν μάχην, ἵνʼ ᾖ οὕτως· ἕως τὸ ὄμμα τῆς κελαινῆς καὶ σκοτεινῆς νυκτὸς ἤτοι αὐτὴ ἡ νὺξ ἐπιγινομένη ἀφείλετο τὴν μάχην, τουτέστιν ἔπαυσεν αὐτοὺς τῆς μάχης.

κακῶν δὲ πλῆθος: τὸ πλῆθος δὲ τῶν κακῶν οὐκ ἂν ἐκπλήσαιμί σοι καὶ ἐκπληρώσαιμι, οὐδʼ ἂν εἰ δέκα ἡμέρας στοιχηγοροίην, ἤτοι μετὰ σπουδῆς καὶ ἐφεξῆς καὶ κατὰ τάξιν λέγοιμι, στοιχομυθοίην.

εὖ γὰρ τόδʼ ἴσθι: καλῶς γὰρ γίνωσκε, ὅτι οὓς εἶπον θανεῖν οὐδὲ μιᾶς ἡμέρας εἰσί. γράφεται δὲ καὶ τοσουτάριθμον· ἀντὶ τοῦ πλῆθος ἀνθρώπων τοσοῦτον κατὰ τὸν ἀριθμόν.

αἲ αἲ: φεῦ φεῦ, μέγα πέλαγος τῶν κακῶν ἐρράγη τοῖς Πέρσαις καὶ πᾶσι τοῖς βαρβάροις. εὔκαιρος δὲ ἡ τροπὴ ἀπὸ τῶν ἐν πελάγει δυστυχησάντων.

εὖ νῦν τόδʼ ἴσθι: καλῶς γίνωσκε μηδέπω ἐμὲ τὸ κακὸν τοῦτο μεσάσαι. ὥστε τρία ἃ εἶπόν εἰσιν. οὔπω γὰρ ταῦτα ἐμέσασα.

γίνωσκε γάρ, ὅτι ὅσα εἶπον δίμοιρά εἰσιν, ἃ ὑπέμειναν κατὰ ἀντισήκωσιν καὶ ἀντιστάθμησιν δὶς τόσα ὧν εἶπον

καὶ τίς ἂν τύχη γένοιτο ἐχθίων καὶ χείρων καὶ περισσοτέρως μεμισημένη ταύτης; λέξον. τίνʼ αὖ λέγεις ταύτην τὴν συμφορὰν ἐλθεῖν ὁρμῶσαν εἰς τὰ μείζονα τῶν κακῶν.

καὶ αὐτῷ τῷ ἄνακτι ἤτοι βασιλεῖ, τῷ Ξέρξῃ, εἰς πίστιν ἐν πρώτοις ἤτοι πιστότατοι αὐτῷ ἦσαν. ληπτέον γὰρ τὸ ἦσαν πάλιν ἀπὸ κοινοῦ.

νῆσός τίς ἐστι: τὴν Ψυττάλειάν φησιν, ἥτις ἀπέχει τῆς Σαλαμῖνος πρὸς σταδίους ρεʹ, ὅπου φυγόντες οἱ ἡγεμόνες τῶν Περσῶν ὑπὸ τῶν Ἀθηναίων ἀπώλοντο.

φιλόχορος: τὸν Πᾶνα τὸν θεὸν λέγει τὸν αὐλητήν. ἐμβατεύειν δὲ ταύτην τὴν νῆσον τοῦτόν φησιν ἢ ὡς ἱερᾶς Πανὸς οὔσης τῆς νήσου ἢ ὡς ἐρήμου. ἐρήμοις γὰρ τόποις οὗτος ὁ θεὸς ἐνδιατρίβειν εἰώθει.

ἐνταῦθα πέμπει τούσδε: ἐνταῦθα, φησί, πρὸς τὴν εἰρημένην νῆσον τὴν Ψυττάλειαν, πέμπει τούτους ὁ Ξέρξης, ὅπως, ὅταν οἱ ἐχθροὶ τῶν Περσικῶν νεῶν φθαρέντες νῆσον ἐκσωζοίατο ἀντὶ τοῦ μετὰ φθορᾶς καὶ βλάβης ἐκσωθῶσι καὶ ἐξέλθωσι πρὸς τὴν νῆσον, κτείνοιεν καὶ φονεύσειαν ῥᾳδίως κρατηθέντα τὸν στρατὸν τῶν Ἑλλήνων, τοὺς φίλους δὲ Πέρσας ὑπεκσώζοιεν ὑπὸ τῶν θαλασσίων πόρων· κακῶς ἱστορῶν καὶ προβλέπων καὶ νοῶν καὶ σκοπῶν τὸ μέλλον. ἄλλως· ἐκεῖ γὰρ ἔπεμψε τοὺς ἡγεμόνας ὁ Ξέρξης, ἵνα, ἐὰν φεύγοντες οἱ Ἀθηναῖοι ἔλθωσιν ἐκεῖσε, ἀποκτανθῶσι παρʼ αὐτῶν. συνέβη δὲ τοὐναντίον. τὸ δὲ ἱστορῶν σημείωσαι ἀντὶ τοῦ προβλέπων.

ὡς γὰρ θεὸς: ἐπεὶ γάρ, φησίν, ὁ θεὸς ἔδωκε τοῖς Ἕλλησι κῦδος καὶ δόξαν τῆς μάχης τῶν νεῶν ἤτοι ἐν τῇ ναυμαχίᾳ ἐτίμησεν, αὐθημερὸν καὶ ἐν αὐτῇ ἐκείνῃ τῇ ἡμέρᾳ ἐξέθρωσκον καὶ ἐπήδων ἀπὸ τῶν νεῶν φράξαντες τὸ σῶμα ἑαυτῶν ὅπλοις καλῶς χαλκῷ κατεσκευασμένοις. περιεκυκλοῦντο δὲ καὶ συνεῖχον γύρωθεν πᾶσαν τὴν νῆσον, ὥστε ἀμηχανεῖν τοὺς Πέρσας ὅποι φύγοιεν.

πολλὰ μὲν γὰρ ἐκ χερῶν: πολλὰ μὲν γὰρ ἐκ χερῶν ἠράσσαντο πέτροισιν ἤγουν λίθοις ἐβάλλοντο καὶ συνετρίβοντο λιθολευστούμενοι, ἀπὸ τῆς τοξικῆς τε θώμιγγος ἰοὶ καὶ βέλη προσπίπτοντες ὤλλυσαν καὶ ἔφθειραν τοὺς Πέρσας. θῶμιγξ δέ ἐστιν ὁ λεπτότατος σχοῖνος. καταχρηστικῶς δὲ ἐνταῦθα λέγει τὴν νευρὰν τοῦ τόξου.

τέλος δʼ ἐφορμηθέντες: ὕστερον δὲ κινηθέντες ὁμοῦ πάντες οἱ Ἕλληνες ἐξ ἑνὸς ῥόθου καὶ ἐκ μιᾶς ῥοπῆς κρεοκοποῦσι τὰς σάρκας τῶν ἀθλίων Περσῶν, ἕως ἐθανάτωσαν ἅπαντας, ὁ Ξέρξης δὲ ἐθρήνησεν ὁρῶν βάθος κακῶν. ἡ μεταφορὰ ἀπὸ τῶν ὑδάτων.

ἕδραν γὰρ εἶχεν: ἐκάθητο ἐν ὑψηλῷ, φησί, τόπῳ καὶ διὰ τοῦτο ἑώρα τὸν στρατὸν ὁ Ξέρξης καὶ τὰ αὐτῷ συμβάντα. ἄλλως· ἕδραν γὰρ εἶχε πλησίον τῆς πελαγιζούσης θαλάσσης, ὅθεν ἐδύνατο καλῶς ἄγειν τὸν ὀφθαλμὸν πανταχοῦ καὶ βλέπειν· ὑψηλὸς γὰρ ἦν. τὸ δὲ εὐαγῆ παντὸς στρατοῦ ἀντὶ τοῦ καθαρὰν κεχωρισμένην εὖ ἔχουσαν οἷον τὴν ἄποψιν καὶ ἐπιτηροῦσαν τὸν λεὼν ἅπαντα ἢ αὐγάζοντα καὶ ὁρῶντα. λέγει δὲ τὸ ἀντικρὺ Σαλαμῖνος ὄρος τῶν Αἰγάλεων, ὥς φησιν Ἡρόδοτος.

ῥήξας δὲ πέπλους: σχίσας δὲ τὰ ἱμάτια ἑαυτοῦ καὶ ἀνοιμώξας ὀξὺ καὶ μέγα ὥρμα σὺν φυγῇ ἤτοι ἔφευγε ταχέως, ἄφαρ καὶ εὐθέως παραγγείλας καὶ συμβουλευσάμενος τῷ πεζῷ στρατεύματι, φυγεῖν δηλονότι.

ὦ στυγνὲ δαῖμον ὡς ἄρʼ ἔψευσας φρενῶν: ὦ τύχη ἡ στυγνάζειν καὶ ἀνιᾶσθαι ποιοῦσα, ἡμᾶς ψευσθῆναι ἐποίησας τῶν φρενῶν τοὺς Πέρσας καὶ ἀποτυχεῖν, ὧν ἤλπιζον.

οὓς πρόσθε Μαραθών: Μαραθὼν ὄρος, ὅπου πολλοὶ τῶν βαρβάρων ἀπώλοντο, οὓς ὁ Δαρεῖος πολεμῆσαι τοῖς Ἀθηναίοις ἀπέστειλε, τῷ ἀριθμῷ ὡσεὶ μυριάδας λʹ. ἐφʼ ᾧ Ξέρξης μανεὶς καὶ τοὺς Πέρσας πάντας καὶ τοὺς ἀπὸ τῶν πέριξ πόλεων συναγαγὼν καὶ χρόνους ὡσεὶ δέκα παρασκευασάμενος ταῖς Ἀθήναις ἐπεχωρίαζεν.

ναῶν δὲ ταγοὶ: οἱ ταγοὶ δὲ καὶ οἱ ἡγεμόνες τῶν λελειμμένων νεῶν σύδην καὶ ὁρμητικῶς αἱροῦνται φυγὴν κατʼ οὖρον οὐκ εὔκοσμον, ἤτοι οὐκ ἐν ἐπιτηδείῳ καιρῷ φυγῆς ἐδράξαντο· τροπικῶς ἀπὸ τῶν ἐν χειμῶνι πλεόντων, ὅτε φυσῶσιν ὀλέθριοι ἄνεμοι. τινὲς δὲ τοῦτό φασιν οὕτως, ὅτι ἐκεῖ, φησίν, ἀπίασιν ὅπου αὐτοὺς ὁ ἄνεμος φέρει.

οἱ μὲν ἀμφὶ κρηναῖον γάνος: τόπος Βοιωτίας ἡ Κρήνη. οἱ μὲν οὖν, φησίν, ἐς τὴν Βοιωτῶν χθόνα τῷ δίψει φθειρόμενοι καὶ ἀποθνήσκοντες, οἱ δὲ ἀπολειφθέντες, παρειμένοι καὶ οἷον μικρὸν ἀσθμαίνοντες, ἐκπερῶμεν πρὸς τὴν Φωκίδα καὶ τὴν Δωρίδα γῆν καὶ τὸν Μηλιᾶ κόλπον, ὅπου ῥέει ὁ Σπερχειὸς ποταμός. οὗτος γὰρ ἐξ Ἀνιάνων ῥέων εἰς τὸν Μηλιακὸν ἐμβάλλει κόλπον.

κἀντεῦθεν ἡμᾶς: ἀπὸ δὲ τῆς γῆς τῶν Φωκέων ἐδέξατο ἡμᾶς ἡ γῆ τῶν Ἀχαιῶν καὶ ἡ πόλις τῶν Θετταλῶν ἐνδεεῖς ὄντας καὶ χρῄζοντας τροφῆς. ὅπου λίαν πολλοὶ ἀπέθανον ἀπό τε δίψης καὶ πείνης. ταῦτα γὰρ ἦν τότε.

Βόλβης θʼ ἕλειον δόνακα: Βόλβη ὄνομα λίμνης Θρᾳκικῆς ἥτις ὑλώδης καὶ τελματώδης οὖσα καὶ κάθυγρος δόνακας πολλοὺς ἀναδίδωσιν.

ἁγνοῦ Στρυμόνος: ἁγνοῦ διὰ τὸ καθαρὸν καὶ διειδὲς φυλάττειν τὸ ὕδωρ αὐτοῦ. ἔστι δὲ οὗτος ποταμὸς Θρᾴκης. τὸ θεοὺς δέ τις: ὅστις δὲ τῶν Περσῶν πρὶν οὐκ ἐγίνωσκε τοὺς θεούς, τότε προσεκύνει τὸν οὐρανὸν καὶ τὴν γῆν μετὰ λιτῶν καὶ παρακλήσεων. ἐπεὶ δὲ πολλὰ παρακαλῶν καὶ γονυπετῶν ὁ στρατὸς ἐπαύσατο, διαπερᾷ τὸν πόρον καὶ τὸν ποταμὸν τὸν κρυστάλλῳ πεπηγότα. λέγει δὲ τὸν Στρυμόνα. ἄλλως· καὶ ὁ πάνυ ἀσεβὴς τότε προσεκύνει τὸν οὐρανὸν καὶ τὴν γῆν.

χὤστις μὲν ἡμῶν: καὶ ὅστις μὲν ἡμῶν ὡρμήθη καὶ ὥρμησε περᾶσαι τὸν πεπηγότα ποταμόν, πρὶν σκεδασθῆναι καὶ σκορπισθῆναι πανταχοῦ τὰς ἀκτῖνας τοῦ ἡλίου, ἤγουν πρὸ τοῦ τὸν ἥλιον ἀνατεῖλαι καὶ τὸ πεπηγὸς θερμᾶναι, κυρεῖ καὶ ὑπάρχει σεσωσμένος, ἀντὶ τοῦ ἐσώθη. κυρίως δὲ σκεδασθῆναι τὸ ἀφανισθῆναι καὶ παυθῆναί ἐστι.

φλέγων γὰρ αὐγαῖς: ὁ γὰρ λαμπρὸς κύκλος τοῦ ἡλίου — περιφραστικῶς ὁ ἥλιος — φλέγων καὶ λάμπων ἐν ταῖς αὐγαῖς καὶ ταῖς οἰκείαις ἀκτῖσι διῆκε καὶ διῆλθε τὸν ποταμὸν μέσον, ἤγουν διελθεῖν καὶ ῥεῦσαι καὶ λυθῆναι τὸ πεπηγὸς ἐποίησε θερμαίνων ἐκεῖνον. ἔπιπτον δὲ καὶ ἐπνίγοντο ἐν τῷ ποταμῷ συνεχεῖς· εὐτυχὴς δὲ ἦν ὅστις ταχινώτερον τῶν ἄλλων ἀπέθανεν.

ὅσοι δὲ ἐπίλοιποι καὶ ἔτυχον σωτηρίας, ἤτοι οὐκ ἐπνίγησαν, τὴν Θρᾴκην διελθόντες μόλις ἥκουσιν ἐπὶ τὴν Περσίδα γῆν τὴν ἑστιοῦχον καὶ τὴν ἔχουσαν αὐτῶν τὴν ἑστίαν· ὥστε στένειν μετὰ τοσαῦτα κακὰ καὶ τὴν πόλιν τῶν Περσῶν τὴν φιλοῦσαν τοὺς αὑτῆς πολίτας οὓς ἀνεθρέψατο. τινὲς δὲ τὸ ὥστε στένειν ἐπὶ τῆς πόλεως ἀποδιδόασι καί φασιν· ἥκουσιν οὗτοι πρὸς τὴν αὑτῶν πατρίδα, ὥστε τὴν πόλιν τούτους στενάζειν.

ταῦτα ὅσα εἶπον ἀληθῆ ἐστι. πολλὰ δὲ καὶ ἄλλα παρίημι τῶν κακῶν, ἃ ὁ θεὸς ἐπελθεῖν ἐποίησε τοῖς Πέρσαις.

ὦ δυσπόνητε δαῖμον: ὦ δαῖμον δυσπόνητε καὶ χαλεποὺς πόνους ἡμῖν ἐμποιήσας, ὡς λίαν βαρὺς ἐνήλλου καὶ ἐπεπήδησας πᾶσι τοῖς Πέρσαις, ἤγουν ὦ χαλεπὴ τύχη, ὡς ἄγαν βαρεῖα ἐπῆλθες τοῖς Πέρσαις.

οἲ ἐγὼ τάλαινα: φεῦ ἐγὼ ἡ τάλαινα καὶ ἀθλία ἕνεκα τοῦ ἀπολομένου καὶ ἀφανισθέντος στρατοῦ.

ὑμεῖς δὲ φαύλως: πρὸς τὸν χορὸν ἡ Ἄτοσσά φησιν· ὑμεῖς δὲ οὐκ ἀληθῶς αὐτά, τὰ ὀνείρατα, ἐκρίνατε. ὀνείρατα δέ φησιν, ἃ εἴρηκεν ἐν τῇ ἀρχῇ λέγουσα· «πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασι» καὶ τὸ «ὁρῶ δὲ φεύγοντʼ αἰετὸν πρὸς ἐσχάραν Φοίβου».

ὅμως δʼ ἐπειδὴ ἡ ὑμετέρα, τοῦ χοροῦ, φάτις καὶ κρίσις οὕτως ἐκύρωσε, δηλαδὴ λέγουσά μοι εὔξασθαι θεοῖς καὶ Δαρείῳ, θέλω τοῦτο ποιῆσαι πρῶτον, ἔπειτα ἥξω καὶ ἔλθω λαβοῦσα ἀπὸ τῶν ἐμῶν οἴκων δωρήματα τῇ γῇ τε καὶ τοῖς νεκροῖς πέλανον. πέλανος δέ ἐστιν ὁ ἐζυμωμένος καὶ πεπηγὼς πλακοῦς. λέγεται δὲ καὶ ὁ ῥύπος.

ἐπάξω· ἢ στικτέον εἰς τὸ ἥξω· ἡ δὲ σύνταξις τοιαύτη· ἔπειτα ἥξω καὶ ἐπάξω δωρήματα γῇ τε καὶ ἕνεκα τῶν φθιτῶν ἤγουν τῶν νεκρῶν, λαβοῦσα ἀπὸ τῶν ἐμῶν οἴκων πέλανον καὶ θῦμα.

ἐπίσταμαι μὲν: οἶδα μέν, φησίν, ἐγὼ ὅτι ἐπὶ ἐξειργασμένοις καὶ ἤδη φθάσασι γενέσθαι πράγμασι καὶ φόνοις τῶν Περσῶν μέλλω θύειν αὐτή. τὸ κακὸν γὰρ ἤδη ἐγένετο. ἀλλʼ ὅμως κἂν ἐπὶ τοῖς ζῶσιν ἀνδράσιν εὔξομαι, εἴ πως τὸ μέλλον καλῶς ἀποβήσεται.

ἀλλὰ διὰ τοὺς ζῶντας χρὴ θυσίας ποιεῖν, εἴ πού τινες εἶεν ζῳοὶ ἤτοι ζῶντες.

συνεισφέρειν πιστὰς βουλὰς ἡμῖν πιστοῖς οὖσιν εἰς ὑμᾶς. εἰ δὲ γράφεται πιστούς, λέγει· ὑμᾶς δὲ χρὴ πιστοὺς ὄντας πιστὰ βουλεύεσθαι.

γρ. καὶ ὤλεσας, ἵνʼ ᾖ στικτέον ἐν τούτῳ· ἡ δὲ σύνταξις τοιαύτη· ὦ Ζεῦ βασιλεῦ, νῦν ὤλεσας τὴν στρατιὰν τῶν Περσῶν τῶν μεγαλαύχων καὶ πολυάνδρων. ἐλλειπτικῶς δὲ τὸ καί· καὶ τὸ ἄστυ τῶν Σούσων καὶ τῶν Ἐκβατάνων κατέκρυψας ἐν δνοφερῷ πένθει.

πολλαὶ δʼ ἁπαλαῖς χερσί: πολλαὶ δὲ γυναῖκες κατερεικόμεναι καὶ σχίζουσαι τὰς καλύπτρας καὶ τοὺς ἰδίους χιτῶνας τέγγουσι καὶ βρέχουσι τοὺς κόλπους ἐν δάκρυσι μυδαλέοις καὶ διύγροις θλιβόμεναι. οὕτως δὲ ἔμελλεν εἰπεῖν, ὅτι πολλαὶ νέαι γυναῖκες καὶ ἁπαλόχροοι νύμφαι καὶ νῦν ἔτι ἀνδράσι συζευχθεῖσαι ποιοῦσι τάδε καὶ τάδε. εἰπὼν δὲ ἁπαλαῖς χερσὶν τὸ ὅλον ἀπὸ μέρους ἐδήλωσεν.

κατασχίζουσαι, ἐνεργητικῶς· ἐρείκη δέ ἐστιν εἶδος φυτοῦ εὐσχίστου.

αἱ δʼ ἁβρόγοοι Περσίδες: αἱ δὲ Περσίδες αἱ ἁβρόγοοι καὶ αἱ τοῖς γόοις ἐναβρυνόμεναι ποθοῦσαι ἰδεῖν τὴν ἀρτιζυγίαν ἤτοι τὴν πρὸ μικροῦ γενομένην αὐτοῖς σύζευξιν καὶ συνάφειαν μετὰ τῶν ἀνδρῶν, ἢ ἀρτιζυγίαν τὴν ὑγιοζυγίαν τῶν ἀνδρῶν, ἀφεῖσαι καὶ καταλείψασαι τὰς ἐν τοῖς λέκτροις εὐνὰς τὰς ἁβροχίτωνας, τὴν τέρψιν καὶ τὴν ἡδονὴν τῆς αὑτῶν τρυφερᾶς καὶ διακεχυμένης ἡλικίας, πενθοῦσιν ἐν θρήνοις ἀπληρώτοις καὶ ἀκαταπαύστοις.

κἀγὼ δὲ διὰ τὸν μόρον τῶν οἰχομένων αἴρω καὶ κινῶ πολυπενθῆ δηλονότι γόον. λείπει δὲ τοῦτο.

δοκίμως ὀξέως καὶ μεγάλως.

Ξέρξης μὲν ἤγαγεν, ποποῖ: πόποι καὶ τότοι ἐπιρρήματα σχετλιαστικὰ ἀντὶ τοῦ φεῦ λεγόμενα, ποποῖ δὲ καὶ τοτοῖ ἐπιρρήματα δηλοῦντα τὸ ποῖ καὶ τὸ ἐκεῖσε. εἰ μὲν οὖν ἀναγνώσεις πόποι, εἴπῃς ἀντὶ τοῦ φεῦ, εἰ δὲ ποποῖ, ἀντὶ τοῦ ποῖ, ἀορίστως καὶ ἐκεῖσε, ἐν ταῖς Ἀθήναις δηλαδή. ὁμοίως δὲ καὶ τὸ τοτοῖ· εἰ μὲν τότοι, ἀντὶ τοῦ φεῦ, εἰ δὲ τοτοῖ, ὡς εἴπομεν.

Ξέρξης δὲ: ὁ Ξέρξης δὲ πάντα, τὰ κακὰ δηλονότι, ἐπέσπε καὶ ἐπεσπάσατο ταῖς βαρίδεσσι ναυσί — ταῖς ἀπὸ τῆς Βάρεως οὔσαις, ἥτις ἐστὶ πόλις Περσίδος, ἐξ ἧς καὶ αἱ νῆες βαρίδες. πάσας γὰρ κατέθραυσεν ἐκεῖσε. ὁ γοῦν πατὴρ αὐτοῦ Δαρεῖος ἀβλαβὴς ἦν τόξαρχος καὶ ἡγεμὼν μὴ βλάβην ἐπενεγκὼν τῷ αὑτοῦ στρατεύματι τότε, ἤγουν ὅτε ἔζη καὶ ἐβασίλευεν, ὁ φίλος ἄκτωρ καὶ βασιλεὺς τοῖς Σουσίδαις.

γρ. καὶ βάριδές θʼ αἱ πόντιαι. βαρίδεσσι τοῖς ἀπὸ Βάρεως πόλεως οὖσι πλοίοις· ἢ βάριδες λέγονται αἱ νῆες παρὰ τὸ βάρη καὶ φορτία φέρειν· ἀφʼ οὗ καὶ φορταγωγοὶ καὶ φορτὶς ἡ αὐτή.

πεζούς τε καὶ θαλασσίους: πεζούς τε γὰρ καὶ θαλασσίους καὶ θαλασσεμπόρους αἱ κυανώπιδες καὶ αἱ μέλαιναι νῆες αἱ ὁμόπτεροι καὶ αἱ τοῖς αὐτοῖς πτεροῖς κουφιζόμεναι ἢ αἱ ὁμοίως πτεροῖς θέουσαι ἤγαγον ποποῖ, ἤγουν ἐκεῖ ἐν τῇ Ἑλλάδι καὶ αὐτοὺς ἀπώλεσαν ἐκεῖ ἤγουν διὰ τῶν Ἀθηναίων.

διὰ δʼ Ἰαόνων χέρας: περισσοὶ οἱ δύο δέ σύνδεσμοι καὶ τὸ ὡς. τὸ δὲ ἑξῆς οὕτως· μόγις καὶ μικρόν τι — τοῦτο γὰρ δηλοῖ τὸ τυτθά — ἀκούομεν αὐτὸν τὸν ἄνακτα καὶ τὸν βασιλέα διεκφυγεῖν τὰς χεῖρας τῶν Ἰαόνων καὶ τῶν Ἀθηναίων ἀνὰ τὰς πεδιήρεις κελεύθους καὶ ὁδοὺς τῆς Θρᾴκης τὰς δυσχειμέρους.

οὗτοι δὲ — οἱ Πέρσαι — ἄρα πρωτόμοροι, πρῶτοι ληφθέντες πρὸς ἀνάγκην, τοῦ μόρου καὶ τοῦ θανάτου δηλαδή, περὶ τὰς Κυχρείας ἀκτάς, ἤγουν τὰς Ἀττικὰς ἢ τὰς τῆς Σαλαμῖνος· ἢ τὸ λειφθέντες διὰ διφθόγγου ἀντὶ τοῦ ἐναπομείναντες καὶ κείμενοι τεθνεῶτες περὶ τὰς ἀκτὰς τῆς Κυχρείας καὶ τῆς Σαλαμῖνος διὰ τὴν ἀνάγκην τοῦ θανάτου. τὸ δὲ ἠὲ καὶ τὸ ὀᾶ ἀντὶ τοῦ φεῦ. ἄλλως· τοὶ δʼ ἄρα πρωτόμοροι περὶ τῶν τεθνηκότων ἐν Σαλαμῖνι, ἤτοι οἱ πρῶτοι ἀποθανόντες. τὸ δὲ ἑξῆς τούτου ἐστί· σκύλλονται παρʼ ἀναύδων.

στένε: πρὸς ἑαυτὸν τοῦτο λέγει ὁ χορός· στένε καὶ στέναζε καὶ δακνάζου — παραγώγως ἀντὶ τοῦ δάκνου —, βαρὺ δʼ ἀναβόησον οὐράνια ἄχη· ἀντὶ τοῦ ὀξέως κώκυσον οὐράνια ἄχη, ἤγουν μέχρι τοῦ οὐρανοῦ διηκέτω τὸ βόημα ἐπὶ τὰ νῦν καταλαβόντα ἡμᾶς ἄχη. τεῖνε δὲ καὶ ἐξάπλου αὐδὰν καὶ φωνὴν δυσβάϋκτον καὶ θρηνητικήν, τάλαιναν καὶ τληπαθῆ, βοᾶτιν καὶ βοητικήν.

γναμπτόμενοι δὲ καὶ συντριβόμενοι οἱ Πέρσαι τῇ δεινῇ θαλάσσῃ σκύλλονται καὶ σύρονται καὶ ἐσθίονται πρὸς τῶν ἀναύδων καὶ ἀφώνων παίδων τῆς ἀμιάντου, δηλαδὴ θαλάσσης. οὐ γὰρ μιαίνεται πώποτε καὶ πολλῶν μολυσμάτων ἐπιχυθέντων αὐτῇ. ἀναύδων δὲ παίδων τῆς θαλάσσης τῶν ἰχθύων λέγει.

εὔχομαί σε, ἐπεύχομαί σοι, κατεύχομαί σου.

τοκῆες δʼ ἄπαιδες: οἱ τοκῆες δὲ καὶ οἱ γονεῖς οἱ γέροντες ἔρρανται καὶ βρέχονται καὶ βέβληνται τοῖς δάκρυσιν ὀδυρόμενοι τὰ ἐκ τοῦ δαίμονος καὶ τῆς τύχης αὐτοῖς ἐπελθόντα ἄχη. τὸ πᾶν δὴ κλύουσι καὶ μανθάνουσιν ἄλγος. οἱ δὲ οὐκέτι περσονομοῦνται καὶ κατὰ τοὺς τῶν Περσῶν νόμους πολιτεύονται καὶ ὑπὸ τῶν Περσῶν ἄρχονται καὶ διιθύνονται οὐδὲ δασμοὶ φοροῦσι καὶ τοῖς τέλεσιν ὑπόκεινται, ἃ ἔθος ἦν αὐτοῖς διδόναι τοῖς ἄρχουσιν. ἐφθάρησαν γάρ.

οὔτʼ ἐς γᾶν: οὔτε εἰς τὴν γῆν προσπίπτοντες ἤγουν προσκυνοῦντες τὸν βασιλέα ἄρξονται καὶ ὑποκλιθήσονται. ἡ γὰρ βασιλικὴ ἰσχὺς ὤλετο. ἰστέον δέ, ὅτι τὸ βασιλεία καὶ τὰ τοιαῦτα πάντα κτητικὰ μακρὸν ἔχει τὸ α.

οὐδʼ ἔτι γλῶσσα: οὐδʼ ἔτι ἡ τῶν Περσῶν γλῶσσα ἐν φυλακαῖς. ἠλευθέρωται γὰρ αὐτῶν ἡ γλῶσσα πρὸς τὸ κακηγορεῖν βασιλέα. οὐδένα γὰρ νῦν δεδίασιν οἱ ὑπήκοοι, ὅτι ὁ λαὸς ἐλύθη καὶ ἔλυσεν ὑπὸ τῆς αὐτοῦ δυνάμεως τὸν ζυγόν, ὑφʼ οὗ συνείχετο τὰ πλεῖστα καὶ ὑπεκλίνετο· ἢ ἔλυσε τὸν ζυγὸν τῆς ἀλκῆς ἤτοι τῆς βασιλικῆς δυνάμεως· ἡ γὰρ βασιλικὴ διόλωλεν ἰσχύς, τῶν ἡγεμόνων καὶ τῶν ἀρχόντων δηλαδή.

αἱμαχθεῖσα δʼ ἄρουρα: ἡ ἄρουρα δὲ καὶ ἡ γῆ καὶ ἡ χώρα τοῦ Αἴαντος ἡ περικλύστα καὶ περικλυζομένη, τῇ θαλάσσῃ δηλαδή, νῆσος, ἤγουν ἡ Σαλαμίν, ἔχει τὰ σώματα τῶν Περσῶν.

φίλοι: ὦ φίλοι, ὅστις κυρεῖ καὶ ὑπάρχει ἔμπορος τῶν κακῶν, ἤγουν ἐμπλέων τοῖς κακοῖς, γινώσκει, ὅτι, ὅταν ἐπέλθῃ κλύδων καὶ ζάλη τῶν κακῶν τοῖς ἀνθρώποις, φιλεῖ καὶ ἔθος ἔχει φοβεῖσθαι εἰς πάντα, ἤγουν καὶ εἰς τὰ μετὰ ταῦτα· ὅταν δὲ ὁ δαίμων καὶ ἡ τύχη εὐροῇ καὶ καλῶς καὶ εὐτυχῶς ῥέῃ καὶ ἐπέρχηται, ἔθος ἔχει — ἀπὸ κοινοῦ πάλιν — θαρρεῖν τὴν αὐτὴν εὐτυχίαν οὐριοδρομεῖν καὶ εἰς τὸ μετέπειτα. ἔθος γὰρ ἔχουσιν οἱ δυστυχοῦντες δυστυχίαν φαντάζεσθαι, οἱ δὲ εὐτυχοῦντες εὐτυχίαν.

ἐμοὶ γὰρ ἤδη: ἐμοὶ γάρ, φησί, φόβου γέμοντα τὰ πάντα φαίνεται ἐν τοῖς ἐμοῖς ὄμμασιν ἀνταῖα καὶ ἐμφανῆ καὶ ἄντην — οἷον καὶ κατὰ πρόσωπον — ἀπὸ τῶν θεῶν. τινὲς δὲ εἰς τὸ πλέα στίζοντες ὡς ἐξ ἄλλης ἀρχῆς τοῦτο συντάσσουσιν· ἐν ὄμμασί τʼ ἀνταῖα λέγοντες οἱονεὶ ἐν τοῖς ὄμμασι τὰ τῶν θεῶν ἐναντία φαίνεται, τουτέστιν ἀντικειμένους ἡμῖν ὁρῶ τοὺς θεούς.

ἁγνὴν τὴν βοῦν καλεῖ ἢ διὰ τὸ τοῖς θεοῖς ἀεὶ τὰς βοῦς θύεσθαι, ἢ διὰ τὸ ταύτην εἶναι λευκήν — τὰ γὰρ λευκὰ καὶ καθαρὰ καὶ φωτεινὰ καὶ ἀρρύπαντα —, ἢ διὰ τὸ ἀγελαίαν εἶναι — τὰ γὰρ ἐν τοῖς ὄρεσι διατρίβοντα καθαρώτερα καὶ ὑγιεινότερα τῶν ἄλλων, μάλιστα οἷα τροφῆς καθαρᾶς καὶ ποτίμων ὑδάτων καὶ ἀέρος εὐκραοῦς καὶ ἐλευθερίας ἐπαπολαύοντα —, ἢ ἁγνῆς· τῆς ἀσινοῦς καὶ μηδέ τινα βλάβην ἐχούσης ἢ ποδὸς στερηθείσης ἢ ὀφθαλμοῦ.

ἀκήρατόν τε ποτὸν: γάνος τόδε ἀπὸ τῆς μητρὸς τῆς παλαιᾶς ἀμπέλου, ἀκήρατον ποτόν, τὸν οἶνον λέγει τὸν ἔχοντα μητέρα τὴν ἄμπελον. ἀγρίας δὲ τῆς ἀγριοποιοῦ διὰ τὴν μέθην ἤγουν τῆς ἀγρίους ποιούσης τοὺς μεθύοντας ἢ τῆς ἐν τῷ ἀγρῷ οὔσης. καὶ γὰρ ἐν τοῖς ἀγροῖς αἱ ἄμπελοι.

πάρεστι γοῦν ταῖς ἐμαῖς χερσὶ καὶ καρπὸς ἐλαίας ξανθῆς τῆς αἰὲν θαλλούσης τοῖς φύλλοις. ἀεὶ γὰρ ἔχει τὰ φύλλα. διὸ προσέθηκεν «ἐν φύλλοισι θαλλούσης» πρὸς τὸν καρπόν. οὐ γὰρ διηνεκὴς ὁ καρπός. ξανθῆς δὲ διὰ τὸ τὸ ὄπισθεν μέρος τοῦ φύλλου ὡς πρασινίζον ἐμφαίνεσθαι.

ὁ χορός φησι πρὸς τὴν Ἄτοσσαν, ὅτι σύ τε θυσίαζε τοῖς καταχθονίοις θεοῖς, ἡμεῖς τε αἰτησόμεθα ἐν ὕμνοις τοὺς πομποὺς τῶν φθιμένων, ἤγουν τοὺς θεοὺς τοὺς κάτω τοὺς πέμποντας ἄνω τοὺς νεκρούς, εἶναι κάτω τῆς γῆς πραεῖς πρὸς τὸν Δαρεῖον, ὥστε συγχωρῆσαι αὐτὸν πρὸς ἡμᾶς ἐλθεῖν.

ἀλλʼ, ὦ χθόνιοι θεοί, γῆ τε καὶ Ἑρμῆ καὶ ὦ Πλούτων, βασιλεῦ τῶν νεκρῶν, πέμψατε ἐς φῶς, ἤγουν ἐνταῦθα, πρὸς ἡμᾶς, ἀπὸ τῶν κάτω τὴν ψυχὴν τοῦ Δαρείου. εἰ γάρ τι ἄκος τῶν ἡμετέρων κακῶν πλέον καὶ ἐπέκεινα οἶδεν, ἤγουν νικῆσον τὰ ἡμῶν κακά, μόνος ἂν οὗτος ἀπὸ τῶν ἀνθρώπων εἴποι τὸ πέρας καὶ πῶς αὐτὰ καὶ πότε καὶ τίνι τρόπῳ ἐκφύγωμεν.

ἦ ῥʼ ἀΐει μου μακαρίτας: ἆρα ἀκούει μου ὁ μακαρίτης Δαρεῖος, ὁ ἰσόθεος βασιλεύς, ἱέντος καὶ πέμποντος τὰ βάρβαρα λόγια σαφηνῆ καὶ σαφῆ; οὐ γὰρ δυσνόητα ταῦτά φημι τὰ ποικίλα βάγματα καὶ φωνήματα, τὰ αἰανῆ καὶ σκοτεινὰ καὶ θλίψιν καὶ ἀχλὺν ἐμποιοῦντα τοῖς κλαίουσιν. ἰστέον δέ, ὅτι μακαρίτης ὁ τεθνεώς, μακάριος ὁ ζῶν.

ἀλλὰ σύ μοι, Γᾶ τε: ἀλλὰ σύ μοι, ὦ γῆ καὶ ἄλλοι ἡγεμόνες τῶν χθονίων καὶ τῶν νεκρῶν, τὸν μεγαλαυχῆ δαίμονα Δαρεῖον ἐρχόμενον ἐκ τῶν τοῦ Ἅιδου δόμων αἰνέσατε ἤγουν συναινέσατε καὶ συναρήξατε αὐτῷ ποιῆσαι τοῦτο. τὸν καταχθόνιον οὖν Δαρεῖον αἰνέσατε ἐξ Ἅιδου δόμων μολεῖν, τὸν Σουσιγενῆ θεὸν τῶν Περσῶν, ἤγουν τὸν Δαρεῖον.

ἦ φίλος: ὄντως φίλος ἀνὴρ ἦν ἐμοὶ ὁ Δαρεῖος, ὄντως φίλος καὶ ὁ τάφος, ὃς κρύπτει τὰ φίλα ἤθη, τουτέστι τοὺς προσφιλεῖς ἐμοὶ τρόπους τοῦ Δαρείου. ὄχθον δὲ τὸν τάφον καλεῖ διὰ τὸν ἀναχωματισμόν.

Ἀϊδωνεὺς δʼ ἀναπομπὸς: ὁ Ἀϊδωνεὺς δὲ ὁ ἀναπομπὸς τῶν νεκρῶν ἀνίει καὶ ἀναπέμψει καὶ ἀναδώσει τῆς γῆς τὸν Δαρεῖον βασιλέα οἷον, τὸν καὶ Δαρειὰν κεκλημένον. ἢ τὴν Δαρείαν ψυχὴν ἀναπέμψει ὁ Ἅιδης τοῦ τάφου ἔξωθεν.

θεομήστωρ δὲ κικλήσκετο: θεομήστωρ δὲ καὶ τὰ θεῖα βουλευόμενος ἐκαλεῖτο τοῖς Πέρσαις, οὐ μόνον δὲ ἐκαλεῖτο τοῦτο, ἀλλὰ καὶ θεομήστωρ ὑπῆρχεν, ἐπεὶ εὖ καὶ καλῶς ἐποδώκει καὶ ἴθυνε καὶ ὑπὸ τὸν ἑαυτοῦ πόδα ἡνιόχει τὸν στρατόν.

βαλλὴν βαρβαρικῶς ὁ βασιλεὺς λέγεται. Εὐφορίων δέ φησι Θουρίων εἶναι τὴν διάλεκτον. φησὶν οὖν· ὦ ἀρχαῖε βασιλεῦ, ἱκοῦ καὶ παραγενοῦ καὶ ἐλθὲ ἐπʼ ἄκρον κόρυμβον ὄχθου, ἤγουν ἐπὶ τὴν ἄκραν ἐξοχὴν καὶ περιωπὴν τοῦ τάφου, ἀείρων καὶ ἐπαίρων καὶ κινῶν τὴν εὔμαριν καὶ τὸ ὑπόδημα τοῦ ποδὸς κροκόβαπτον καὶ ἐρυθρὸν καὶ βασιλικόν—ἔστι δὲ τοῦτο περίφρασις—, πιφαύσκων καὶ δεικνύων καὶ ἀναφαίνων τὸ φάλαρον καὶ τὸν λόφον τῆς βασιλικῆς τιάρας καὶ περικεφαλαίας. περιφραστικῶς δὲ τὸ βασιλικὸν στέμμα φησίν.

βάσκε πάτερ: βάσκε καὶ πορεύθητι, ὦ Δαρεῖε δέσποτα, ὅπως κλύῃς καὶ ἀκούσῃς καὶ μάθῃς καινὰ καὶ ἀλλόκοτα καὶ νέα ἄχη τοῦ Ξέρξου. ὡς ἐπῳδῇ δὲ κέχρηται τῷ «βάσκε πάτερ Δαρειάν».

ἐπιτετάνυσται γὰρ καὶ ἐξήπλωται στυγερὰ καὶ μισητή τις ἀχλὺς καὶ θλίψις. πᾶσα γὰρ νεολαία καὶ ἡ τῶν Περσῶν ἡλικία καὶ νεότης ἐξαπόλωλε καὶ παρῴχετο.

τί τάδε, δυνάστα: τί, ὦ δυνάστα, τάδε τὰ δίδυμα καὶ διπλᾶ ἁμάρτια καὶ ἁμαρτήματα διάγοιεν καὶ διάγουσι περὶ τῇ σῇ γῇ τῇδε; δίδυμα δὲ ἢ διὰ τὸ ἐπὶ τοῦ Δαρείου μὲν λʹ φονευθῆναι χιλιάδας, νῦν δὲ ἐπὶ τοῦ Ξέρξου λʹ μυριάδας· ἢ ὅτι Πέρσου καὶ Ξέρξου τινές εἰσιν ἁμαρτίαι καὶ ἀτυχίαι ἡρμοσμέναι ὁμοῦ. ἢ τὰ δίδυμα τὰ ἐν Πλαταιαῖς γεγενημένα καὶ ἐν Σαλαμῖνι κακά. τὸ δὲ δυνάτα ἀντὶ τοῦ δυνάστα.

ὦ πιστὰ πιστῶν: τὸ τοῦ Δαρείου εἴδωλον ἐξ Ἅιδου ἀνελθόν φησι πρὸς τοὺς Πέρσας· ὦ πιστὰ γεννήματα καὶ ἀνατροφαὶ πατέρων πιστῶν ἐμοί, ὦ ἐκ πιστῶν πατέρων πιστὰ ἐμοὶ τέκνα, πιστοὶ υἱοί, ἥλικές τε καὶ ἰσήλικες τῆς ἐμῆς ἡλικίας, τίνα πόνον καὶ κακοπάθειαν πάσχει ἡ πόλις; καὶ στενάζει καὶ οἷον ἐκ τῶν ὀδυρμῶν κέκοπται καὶ χαράσσεται ἡ γῆ κάτωθεν. τοῦτο δὲ εἴρηκεν, ὅτι ἐκ τῶν πολλῶν ὑμῶν στεναγμῶν ἡ γῆ ῥαγεῖσα ἀνέδωκέ με.

λεύσσων δʼ ἄκοιτιν: ἐγὼ δὲ βλέπων ἐγγὺς τοῦ ἐμοῦ τάφου παρακαθημένην τὴν ἐμὴν ὁμόκοιτον γυναῖκα καὶ σύζυγον φοβοῦμαι μή τι κακὸν αὐτῇ ἐπιγέγονε. τὰς χοὰς δέ, ἤτοι τὰς θυσίας ἃς ἐμοὶ ἔθυσεν ἱλαστηρίους, ἀπεδεξάμην.

ὑμεῖς δὲ θρηνεῖτʼ ἐγγὺς ἑστῶτες τάφου: ὑμεῖς δὲ ἐγγὺς ἑστῶτες τοῦ ἐμοῦ τάφου θρηνεῖτε καὶ καλεῖσθε καὶ ἀνακράζετέ με ἐξελθεῖν ἐκ τοῦ Ἅιδου ῥοθιάζοντες καὶ μεγάλως ἠχοῦντες καὶ θρηνοῦντες ἐν γόοις ψυχαγωγοῖς, ἤγουν τοῖς τὰς ψυχὰς ἐκ τοῦ Ἅιδου ἀνακομίζουσιν. οὐκ ἔστι δὲ ῥᾴδιον τὸ ἐξελθεῖν με ἀπὸ τοῦ Ἅιδου οὐδὲ δυνατὸν ταχέως ἐξιέναι. ἀπολογεῖται δὲ ὡς βραδύνας.

ἄλλως τε πάντως: καὶ ἄλλως δέ, φησίν, οἱ κάτωθεν τῆς γῆς θεοί, οἷον ὁ Πλούτων καὶ ἡ Περσεφόνη, οἱ τῶν νεκρῶν ἁπλῶς κυριεύοντες, ἀμείνους καὶ βελτίονες καὶ ἑτοιμότεροί εἰσιν εἰς τὸ λαβεῖν παρʼ ἑαυτοῖς τοὺς ἀνθρώπους καὶ κατέχειν ἐν τῷ Ἅιδῃ παρὸ μεθιέναι καὶ καταλεῖψαι καὶ ἐᾶσαι αὐτοὺς ἀνελθεῖν εἰς τὴν γῆν ἄνωθεν.

ὅμως δʼ ἐκείνοις: ἤτοι μέγα κἀγὼ δυνηθεὶς ἐν τοῖς κάτω θεοῖς, οἷα βασιλεύς, καὶ παρʼ ἐκείνων τιμώμενος καὶ μὴ λογιζόμενος ὡς οἱ λοιποὶ τῶν τεθνεώτων ἥκω.

ἐτάχυνα δέ, ὡς μὴ μεμφθῶ τοῦ χρόνου καὶ τῆς βραδυτῆτος ἕνεκα.

δείομαι μὲν χαρίσασθαι: τοῦτό φησι· δέδια μὲν τὰ κατὰ χάριν εἰπεῖν σοι, ἐφʼ ᾧ θέλξαι τὴν σὴν ψυχήν, δέδοικα δὲ καὶ ἀληθεῦσαι· λυπηθήσῃ γάρ.

ἀλλʼ ἐπεὶ δέος: εἰπόντος τοῦ χοροῦ πρὸς τὸν Δαρεῖον ὅτι φοβοῦμαι μὲν τὰ κατὰ χάριν εἰπεῖν σοι, ἵνα μὴ ψευδόμενος ἐλεγχθῶ, φοβοῦμαι δὲ καὶ τὸ ἀληθές σοι εἰπεῖν, ἵνα μὴ λυπηθῇς, φησὶ πρὸς αὐτὸν ὁ Δαρεῖος· ἀλλʼ ἐπεὶ φοβῇ, ἔασον τοῦτο. εἶτα στρέφει τὸν λόγον πρὸς τὴν Ἄτοσσαν καί φησιν· ὦ εὐγενὲς γύναι ξύννομε καὶ ξυμμερίστρια τῶν ἐμῶν λέκτρων, παυσαμένη τῶνδε τῶν θρήνων φανερόν τι μοι εἰπέ, ἵνα μάθω ὃ πάσχετε.

ἀνθρώπεια: ὁ Δαρεῖος παραμυθούμενος τῇ αὑτοῦ γυναικί φησιν ὅτι ἀνθρώπεια ἂν πήματα τύχοι καὶ ἐπέλθοι πολλάκις ἐν τοῖς βροτοῖς· ἢ οὕτως· ἀνθρώπεια δὲ καὶ ἀνθρώπινα καὶ οὐ καινὰ ἂν τοῖς βροτοῖς τύχοι καὶ ἐπέλθοι ἐν πήματι καὶ ἐν βλάβῃ. ὡς γὰρ ἄνθρωποι πάσχουσι καὶ τὰ αὐτῶν πήματα, οὐ θεῖά τινα, ἀλλʼ ἀνθρώπινα κέκληνται.

πολλὰ μὲν γὰρ κακὰ ἐκ τῆς θαλάσσης, πολλὰ δὲ ἐκ τῆς γῆς τοῖς ἀνθρώποις ἐπέρχονται, ἢν ὁ μάσσων καὶ ὁ μείζων βίοτος ἐκταθῇ πρόσω, ἤγουν ἐν τῷ μακρῷ τοῦ βίου χρόνῳ.

ὡς ἐν συντόμῳ λόγῳ περιλαβεῖν καὶ εἰπεῖν συλλήβδην πάντα. ὡς καὶ παρὰ τῷ Εὐριπίδῃ «οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔπος».

στάσις: ταραχή, ἐμφύλιος πόλεμος. ἀντὶ δὲ τοῦ φθορὰ εἶπε σκηπτόν· ὡς γὰρ ἐκεῖνος, εἴ τινος ἐπιδράττεται, καίει καὶ φθείρει καὶ ἀφανίζει, οὕτω καὶ ὁ λοιμός.

Ἡρόδοτος ζʹ φησι Δαρείῳ εἶναι παῖδας, Ἑλλάνικος δὲ ιαʹ.

λέγουσι τὸν Δαρεῖον ἐσχηκέναι παῖδας ζʹ, Σμέρδιν καὶ ἄλλους διαφόρους ἀπὸ διαφόρων παλλακῶν, τὸν Ξέρξην δὲ μὴ σχεῖν παῖδα ἐν τῇ βασιλικῇ ἀρχῇ, ὃς καὶ βασιλεὺς ἀνηγορεύθη· νόμος μὲν γὰρ τοῖς Πέρσαις τὸν πρῶτον υἱὸν τοῦ βασιλέως ἀναγορεύεσθαι βασιλέα. προετιμήθη δὲ ὁ Ξέρξης, εἰ καὶ ὕστερος ἦν, διὰ τὸ ἐν τῇ βασιλείᾳ γεννηθῆναι. ἑπτὰ οὖν ὄντων τῶν υἱῶν Δαρείου καὶ οὐ μόνου τοῦ Ξέρξου, ἀλλά τινος προτέρου ὑπάρχοντος τῶν ὅλων, διὰ τοῦτο καὶ ὁ Δαρεῖος ἠρώτησε· τίς τῶν ἐμῶν υἱῶν ἐστρατηλάτει;

Ξέρξης ἑρμηνεύεται στρατηγικώτατος· διὸ καὶ θούριον αὐτὸν εἶπεν.

τῆς γῆς τὸ ἅπλωμα, περιφραστικῶς δὲ τὴν γῆν τῶν Περσῶν φησι πᾶσαν.

ἤτοι διὰ ξηρᾶς ἢ διὰ θαλάσσης τήνδε τὴν πεῖραν ἐμώρανεν, ἀντὶ τοῦ μωρίᾳ τινὶ καὶ ἀβούλως καὶ ἀπερισκέπτως ταύτην τὴν πεῖραν παρήγαγε; τὴν πρὸς τοὺς Ἀθηναίους δέ φησιν ἐκστρατείαν.

διπλοῦν μέτωπον: καὶ τάγμα δὲ ἦν διπλοῦν, ἤτοι καὶ πεζὸν καὶ ναυτικὸν καὶ διπλοῖ στρατηγοὶ καὶ ἡγεμόνες καὶ βασιλεῖς ἦσαν, καὶ τὰ ἀμφότερα κατά τε γῆν καὶ θάλασσαν.

ὥστε συνέχειν τὸν πόρον καὶ ἐπέχειν τὸ ὕδωρ.

ἀντὶ τοῦ ἴσως καὶ συνήργησεν αὐτῷ τις δαίμων καὶ συνεβοήθησε. Βόσπορον δὲ λέγει τὸν Ἑλλήσποντον.

ὡς ἰδεῖν τέλος: ὡς ἰδεῖν πάρεστι τὸ ἐξ αὐτοῦ τέλος, ὁποῖον ἐποίει καὶ εἰς τέλος παρήγαγε, δεινόν τι τῷ ὄντι καὶ ὀλέθριον.

ναυτικὸς στρατὸς κακωθεὶς: τοῦτό φησιν, ὅτι ὁ τῶν Περσῶν ναυτικὸς στρατὸς ἀφανισθεὶς ἐν τῇ θαλάσσῃ παρὰ τῶν Ἑλλήνων γέγονεν ἀπωλείας καὶ φθορᾶς αἴτιος καὶ τῷ πεζῷ στρατεύματι. οἱ γὰρ Ἀθηναῖοι πρῶτον μὲν τοὺς ἐν τῇ θαλάσσῃ ἀνεῖλον Πέρσας, εἶθʼ οὕτως πρὸς τοὺς πεζοὺς ἐφορμήσαντες τούτους ἀπέκτειναν. τῶν ναυτικῶν γὰρ φθαρέντων οἱ ἐν τῇ Ψυτταλείᾳ Πέρσαι — ἥτις ἐστὶ νῆσος τῇ Σαλαμῖνι παρακειμένη — εὐάλωτοι γεγόνασιν.

τῶν Βακτρίων δὲ ἔρρει καὶ ἐφθάρη πᾶς δῆμος πανώλης καὶ ἀνδρεῖος καὶ πολεμικός, οὐδέ τις γέρων ἀπώλετο, τουτέστι πάντες οἱ νέοι ἐφθάρησαν, γέρων δὲ οὐδείς. τοὺς γὰρ νέους μόνους ὁ Ξέρξης ἐστρατολόγησεν.

μονάδα δὲ Ξέρξην: μεμονωμένον δέ φασι τὸν Ξέρξην ἀπομεῖναι καὶ ἔρημον οὐ μετὰ πολλῶν ἀνδρῶν διαπερᾶσαι τὸν Ἑλλήσποντον. —τὴν ζευκτηρίαν: δηλαδὴ τὴν ἐν δυοῖν μέρεσι κειμένην καὶ συζευγνῦσαν αὐτά. λέγει δὲ τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην.

τὸν Ἑλλήσποντον, ὃς ζεύγνυσιν Ἀσίαν καὶ Εὐρώπην. ζυγὸς γὰρ οἷον ἐγένετο ταῖς δυσὶν ἠπείροις.

φεῦ, ταχεῖά γʼ ἦλθεν: ὡς τοῦ Δαρείου εἰπόντος καὶ οἷον προμαντευσαμένου τὸν Ξέρξην ἀποβαλεῖν πολὺν λαόν.

ἀλλʼ ὅταν σπεύδῃ τις: ὅταν σπεύδῃ τις εἰς καλὰ ἢ εἰς κακά, ὁ θεὸς αὐτῷ συνεπιλαμβάνεται. ἢ ὅταν ἐπὶ τὰ χείρω ἐπείγηται, τότε συνεφάπτεται καὶ συνεπείγεται αὐτῷ καὶ ἡ Ἐρινὺς ἡ τιμωρητικὴ καὶ ἡ ἔφορος τῶν κακῶν θεός.

ἔοικεν εὑρεθῆναι καὶ ἀνοιχθῆναι τοῖς φίλοις ἅπασιν ἐμοῦ ἡ τῶν κακῶν πηγή. ἄλλως· ὡς ἡ πηγὴ τὸ μὲν τοῦ ὕδατος ἀναδίδωσιν, ἄλλο δὲ μετʼ αὐτὸ ἀναβλύζει, οὕτω καὶ ἐνταῦθα.

ὅστις Ἑλλήσποντον: ὅστις — ὁ Ξέρξης — ἤλπισε σχήσειν καὶ κρατήσειν ὡς δοῦλον ἐν δεσμοῖς τὸν ἱερὸν Ἑλλήσποντον — ἱερὸν δὲ τοῦτόν φησι διὰ τὸ ἱδρύσθαι αὐτόθι Διὸς ἱερόν, ὡς Μνασέας· ἢ τὸν ἀνειμένον, ἀκώλυτον ὡς τὸν ἱερὸν ἰχθὺν φέρεσθαι — καὶ τὸν τῆς θαλάσσης τόπον μετέπλαττε καὶ εἰς ξηρὰν μετέβαλλε καὶ τὸν Ἑλλήσποντον δεσμοῖς σιδηροῖς περιβαλὼν ἤτοι γέφυραν ἐν αὐτῷ διὰ σιδήρου ἐργασάμενος πολλὴν καὶ μακρὰν κέλευθον καὶ ὁδὸν ἐπλήρωσε καὶ ἐποίησε τῷ στρατεύματι ἄνθρωπος ὤν· ᾤετο δὲ καὶ ὑπελάμβανε καὶ ἐνόμιζεν οὐκ ἐν εὐβουλίᾳ, ἀλλʼ ἀβούλως καὶ μωρῶς κρατήσειν πάντων τῶν θεῶν καὶ τοῦ Ποσειδῶνος αὐτοῦ, ὃς κύριος τῆς θαλάσσης ἐστί.

δέδοικα: φοβοῦμαι, φησί, μὴ ὁ πολὺς πλοῦτος ὁ ἀπὸ τοῦ ἐμοῦ πόνου κατορθωθεὶς ἁρπαγῇ ὑπὸ τοῦ φθάσαντος ἤτοι καταλαβόντος.

ταῦτα τοῖς κακοῖς: ταῦτα διδάσκεται ὁ θούριος καὶ ὁ ὁρμητικὸς πρὸς τὸν πόλεμον Ξέρξης ὁμιλῶν τοῖς κακοῖς ἀνδράσι. λέγουσι γὰρ αὐτῷ — τὸ γὰρ δέ ἀντὶ τοῦ γάρ ἢ περισσὸς ὁ δέ σύνδεσμος — ὅτι σὺ μὲν ὄλβον ἐκτήσω μέγαν τέκνοις σὺν αἰχμῇ καὶ ἐν ἀνδραγαθίαις, τοῦτον δὲ ὑπʼ ἀνανδρίας ἔνδον τῆς οἰκίας κινεῖν τὸ δόρυ, τὸν ὄλβον δὲ τὸν πατρικὸν μὴ αὐξάνειν.

τοιγάρ σφιν: τοιγαροῦν σφὶν καὶ αὐτοῖς τοῖς τῷ Ξέρξῃ συμβουλεύσασι ταῦτα καὶ προτρέψασιν ἔργον ἐστὶν ἐξειργασμένον, εἰς φθορὰν χωρῆσαν.

ἐξεκένωσε πεσόν: ἔργον οἷον οὐδέπω πεσὸν — δίκην κύβου· τὰ πράγματα γὰρ κατὰ κύβον πίπτουσιν — ἐξεκένωσε τόδε τὸ ἄστυ. ἔργον δέ, οἷον οὐδέπω γέγονεν, ἐξ οὗτε καὶ ἀφʼ οὗ καιροῦ ὁ Ζεὺς ὤπασε καὶ παρέσχε καὶ ἔδωκε ταύτην τὴν τιμήν, τουτέστι τὸ ταγεῖν καὶ ἡγεμονεύειν καὶ βασιλεύειν ἕνα ἄνδρα πάσης τῆς Ἀσίας.

ἄλλος δʼ ἐκείνου παῖς: τὸν Ἀρταφρένην φησί, περὶ οὗ παρακατιὼν λέγει· «φρένες γὰρ αὐτοῦ θυμὸν οἰακοστρόφουν». ἐτυμολογῶν αὐτοῦ τὸ ὄνομα. Ἀρταφρένης γὰρ ἐξ ἐτυμολογίας λέγεται ὁ τὰς φρένας ἔχων ἀρτίας καὶ ὑγιεῖς καὶ ἀκεραίους.

ἰστέον ὅτι Κῦρος ἐκαλεῖτο παρὰ Πέρσαις πατὴρ ὡς προνοούμενος καὶ φροντίζων ἐκείνων· ὁ δὲ Δαρεῖος κάπηλος ὡς φιλοχρήματος.

Κύρου δὲ παῖς: Κύρου υἱὸς ὁ Καμβύσης, ἀδελφὸς δὲ κατὰ Ἑλλάνικον Μαρφίου καὶ Μέμφιδος.

πέμπτος δὲ Μάρδος ἦρξεν: ἡ γραφὴ ἡμάρτηται. τὸν γὰρ ἐπιθέμενον τῇ Καμβύσου ἀρχῇ μάγον ὄντα οὐδεὶς Μάρδον εἶπεν οὔτε γένος οὔτε ὄνομα. μήποτε οὖν γραπτέον· «Μάρδις αἰσχύνη πάτρᾳ». μάγος γὰρ ἦν ὁ τῆς ἀρχῆς ἐπιλαβόμενος. ἢ ἴσως ὁμώνυμος ὑπεκρίνετο εἶναι Μερδίᾳ τῷ τοῦ Κύρου παιδὶ ἀδελφῷ τε Καμβύσου. αἰσχύνη δὲ πάτρᾳ εἶπεν, ὅτι μάγος ὢν περιέσπασε τὴν τῶν Περσῶν ἀρχὴν εἰς μάγους. ἐπειδὴ γὰρ οἱ Πέρσαι πάντα τῇ βουλῇ τῶν μάγων διεπράττοντο, ὁ Καμβύσης ἤδη πρὸς ἐκστρατείαν ἀπαίρων τοὺς αὑτοῦ μάγους δύο ὄντας ἐν τοῖς βασιλείοις κατέλιπεν, οἳ τῇ ἐρημώσει τῶν τῆς πόλεως ἀνδρῶν ἦρξαν τῆς βασιλείας, Ἀρταφρένης δὲ καὶ Δαρεῖος — οὐχ ὁ τοῦ Ξέρξου πατήρ, ἀλλʼ ἕτερος —, καὶ ἄλλοι τινὲς φίλοι αὐτῶν τῆς ἀρχῆς αὐτοὺς καταβιβάσαι συνεβουλεύσαντο. καταγαγόντες δὲ αὐτοὺς ἤριζον περὶ τῆς βασιλείας. οἱ μὲν οὖν ἄλλοι πάντες ταύτην λαβεῖν ἀπείπαντο φήσαντες ἐλευθέρους ἑαυτοὺς εἶναι βούλεσθαι καὶ μήτʼ ἄρχειν μήτʼ ἄρχεσθαι καὶ ἀπολαύειν τῶν τῆς ἀρχῆς δεινῶν. Ἀρταφρένης δὲ καὶ Δαρεῖος ἆθλον ἔθεντο τὸ μεθʼ ἵππων δραμεῖν. οὕτινος δʼ ἵππος πρὸς τὴν νύσσαν ἐλθὼν χρεμετίσειε, πάντως αὐτὸς καὶ τῆς ἀρχῆς ἐπιλάβηται. ὁ οὖν Δαρεῖος τῷ ἱπποκόμῳ αὑτοῦ περὶ τούτου ἀνεκοινώσατο. οὗτος δὲ χιτῶνα λαβὼν καὶ τῷ τῆς θηλείας προστρίψας μορίῳ δέδωκεν αὐτῷ ἐπειπών· «ἣν δʼ ἂν ὥραν ὁ ἵππος τῇ νύσσῃ προσεγγίσῃ, τηνικαῦτα στήσας αὐτὸν τῷ μυκτῆρι αὐτοῦ τὸν χιτῶνα προσάγαγε. καὶ οὗτος τῆς ὀδμῆς τῆς θηλείας αἰσθανθεὶς χρεμετίσει». ὃ καὶ πεποίηκε καὶ κατὰ κράτος νικήσας τῆς ἀρχῆς ἐπελάβετο. τινὲς δὲ οὕτω φασὶ γενέσθαι, ὅτι κατὰ τὸν καιρὸν τῆς νυκτὸς ὁ ἱπποκόμος ἐν τῷ καμπτῷ φορβάδιον στήσας διῆγε τὸν ἵππον καὶ συνουσιάζετο. οὗτος δὲ καὶ κατὰ τὴν ἡμέραν ἐν τῷ καιρῷ τοῦ ἄθλου ἐκεῖσε γεγονὼς τῆς θηλείας ἐμνήσθη καὶ οὕτως ἐχρεμέτισεν.

κακῶς τοῦτο εἶπε· μετὰ γὰρ τὴν τῶν μάγων καθαίρεσιν Δαρεῖος ὁ μέγας ἦρξεν, ὅτε οἱ ἑπτὰ στρατηγοὶ τοῦ Καμβύσου ὤμοσαν ἀναιρεθῆναι τὸν μάγον τὸν ὑποκρινόμενον τῷ ὀνόματι Μάρδου.

καλῶς γὰρ γινώσκετε τοῦτο, ὦ ἐμοὶ ξυνήλικες Πέρσαι, ὅτι ἅπαντες ἡμεῖς οἳ κράτη τάδʼ ἔσχομεν ἤγουν οἱ πρὸ τοῦ βασιλεύσαντες οὐκ ἂν ἐφάνημεν πράξαντες τοσαύτην βλάβην τῶν Περσῶν, ὅσην νῦν μόνος ὁ Ξέρξης ἐποίησεν.

αὐτὴ γάρ, ἡ Ἑλλάς, ἡ Ἀτθίς, συμμαχεῖ ἐκείνοις, τοῖς Ἕλλησι, διὰ τὸ μὴ ἔχειν καρποὺς αὐτάρκεις, ὥστε τοὺς ἐναντίους ἀποτρέφεσθαι· ἡ γῆ, φησί, κτείνουσα ἐν λιμῷ τοὺς πολυίππους Πέρσας.

ἀλλʼ οὐδʼ ὁ καταλειφθεὶς στρατὸς τῷ Μαρδονίῳ καὶ αἱ λʹ μυριάδες ὑποστρέψουσιν εἰς τὴν πατρίδα. καὶ πῶς λέγουσιν ἀποστεῖλαι πάλιν ἕτερον στρατόν; τοῦτο δὲ εἶπε τὴν πάντων σημαίνων ἀπώλειαν τῶν Περσῶν. ὁ γὰρ Μαρδόνιος ἐπελέξατο λʹ μυριάδας, τὸ ἔκκριτον μέρος τοῦ στρατοῦ, ἃς ἐπʼ ἐλπίσι κεναῖς ὁ Ξέρξης κατέλειψεν.

εἰς τὰ νῦν πεπραγμένα: ἀφʼ ὧν ταῦτα ἐτελέσθη, κἀκεῖνα συμβήσεσθαι στοχάζομαι.

οὐ γὰρ τὰ μὲν τοῖς ἀνθρώποις συμβαίνει, τὰ δʼ οὔ, ἀλλὰ πάντα, ὅσα τοῖς βροτοῖς παθεῖν πέπρωται, ἐπισυμβαίνει αὐτοῖς. ἄλλως· εἰ γὰρ τὰ μὲν συμβαίνει, ἀφʼ ὧν ταῦτα ἐτελέσθη, κἀκεῖνα συμβήσεται. οὐχὶ τινὰ μὲν συμβαίνει ἐκ θελήματος τῶν θεῶν, τινὰ δὲ οὔ· ἀλλʼ ὅσα ὑπὸ τῶν θεῶν διιθύνονται βουλεύματα τῶν ἀνθρώπων, τελειοῦνται, ὅσα δὲ οὔ, οὐ τελειοῦνται. τοῦτο δὲ εἶπε διὰ τοὺς χρησμοὺς τοὺς κειμένους μὴ ἀπελθεῖν εἰς Ἑλλάδα

καὶ ἐάνπερ τάδε τὰ πεπρωμένα ἀληθῆ τυγχάνῃ, λείπει καὶ τὸ ἔκκριτον πλῆθος τοῦ βαρβάρου στρατοῦ· ἀντὶ τοῦ οἴχεται καὶ θνήσκει. εἶτα ἐξ οὐδετέρου πρὸς ἀρσενικὸν τὸν λόγον ἔστρεψεν εἰπών· πεπεισμένος οὗτος ὁ στρατὸς ἐν κεναῖς ἐλπίσι. πέπρωται γὰρ αὐτὸν ἐκεῖ θανεῖν. ἢ λείπει καὶ ἀφίησιν ὁ Ξέρξης ἐν Ψυτταλείᾳ τὸ τοῦ στρατοῦ ἔκκριτον πλῆθος πεπεισμένος ματαίαις ἐλπίσι.

μίμνουσι δέ, ἔνθα ὁ φίλος Ἀσωπὸς τὸ πίασμα καὶ λίπασμα ἢ πότισμα προσφιλὲς τῇ Βοιωτῶν χθονὶ καὶ τῇ γῇ, ἤγουν τὸ λίπασμα τὸ πιαῖνον καὶ τρέφον αὐτήν, ἄρδει τὸ πεδίον καὶ τὴν γῆν· ἀντὶ τοῦ ἔνθα ὁ Ἀσωπὸς λιπαίνει τὴν Βοιωτίαν.

ὅπου σφιν καὶ αὐτοῖς τοῖς βαρβάροις ἀναμένει παθεῖν τὰ μέγιστα τῶν κακῶν ὧν ἔπαθον.

τὴν ἐν Πλαταιαῖς πεζομαχίαν φησίν, ἣν πρὸς τοὺς Λάκωνας συγκροτήσαντες οἱ βάρβαροι κατὰ κράτος ἡσσήθησαν.

ἡ τῶν κακῶν οὖν κρηπὶς καὶ ὑποβάθρα καὶ θεμέλιον καὶ ἐσμὸς οὐδέπω ὑπέστη καὶ εἰς τέλος κατήντησεν, ἀλλʼ ἔτι ἐκπαιδεύεται καὶ αὔξεται τὰ δεινά.

οἱ θῖνες δὲ καὶ οἱ σωροὶ τῶν νεκρῶν καίπερ φωνὴν μὴ ἀφιέντες δείξουσι καὶ τῇ τρίτῃ τῶν μεταγενεστέρων γενεᾷ τὰ τῶν Περσῶν πτώματα — τουτέστιν ὅτι καὶ ἂν τρεῖς γενεαὶ παρέλθωσιν. τὰ δὲ τῶν νεκρῶν καὶ ἔτι παραμενοῦσι πτώματα διὰ τὸ ἄπειρα εἶναι μὴ ἰσχύσαντος τοῦ χρόνου ἀφανίσαι αὐτά.

ὡς οὐχ ὑπέρφευ καὶ σοβαρῶς χρὴ φρονεῖν ἄνθρωπον ὄντα τινά. ἡ γὰρ κενοδοξία καὶ ἡ τῶν θεῶν καταφρόνησις ἐξανθοῦσα γεννᾷ στάχυν βλάβης, ὅθεν θρήνου ἄξιον θέρος θερίζει ὁ τὴν τῶν θεῶν ἐνδεικνύμενος ὕβριν καὶ καταφρόνησιν.

μηδέ τις ὑπερφρονήσας καὶ παραβλεψάμενος τὴν προσοῦσαν αὐτῷ εὐτυχίαν, ὡς μείζονος ἐρασθεὶς δόξης ἐκχέῃ καὶ φθείρῃ καὶ ἀπολέσῃ ὃν τὸ πρὶν εἶχεν ὄλβον μέγιστον.

πρὸς ταῦτα ὑμεῖς οἱ κεχρημένοι τῇ σωφροσύνῃ, ἢ οἱ χρῄζοντες καὶ οἱ θέλοντες σωφρονεῖν, πινύσκετε καὶ συνετίζετε καὶ σωφρονίζετε ἐκεῖνον, τὸν Ξέρξην, ἐν συνετοῖς νουθετήμασιν, ὥστε λῆξαι καὶ παύσασθαι θεοβλαβοῦντα καὶ τὴν ἐκ τῶν θεῶν βλάβην πάσχοντα διὰ τῆς κενοδοξίας. ἢ κεχρημένον ἀντὶ τοῦ χρείαν ἔχοντα καὶ ἄξιον ὄντα σωφρονεῖν.

ὑπὸ γὰρ τοῦ ἄλγους τῶν ἐπελθόντων τῷ Ξέρξῃ κακῶν πάντα τὰ μέρη τῶν ποικίλων ἐσθημάτων αὐτοῦ στημορραγοῦσι καὶ μετὰ τῶν στημόνων αὐτῶν διαρρέουσιν ἐν τῷ σώματι, αἱ λακίδες καὶ αἱ διασχίσεις· τουτέστιν ὑπὸ τῆς θλίψεως διέρρηξε τὰ ἱμάτια αὑτοῦ ὁ Ξέρξης.

πρὸς τὸν χορόν φησιν ὁ Δαρεῖος, ὅτι ἐγὼ μὲν ἄπειμι κάτω εἰς τὸν Ἅιδην, ὑμεῖς δέ, ὦ γεραιοί, χαίρετε ἐν κακοῖς μὲν ὄντες, ὅμως δὲ χαίρετε ψυχῇ διδόντες ἡδονήν, ἤγουν θύοντες ἐμοὶ καὶ τὴν ἐμὴν ψυχὴν ἡδύνοντες διὰ τῶν θυσιῶν. τοῖς γὰρ θανοῦσι θυσία μόνη ἐστὶ προσδεκτέα, πλοῦτος δὲ οὐδὲν ὠφελεῖ.

ὁ χορὸς ἀκούσας ἀπὸ τοῦ Δαρείου, ἃ μέλλουσι καὶ ἔτι παθεῖν οἱ Πέρσαι κακά, φησίν· ὄντως ἤλγησα ἀκούσας τοῖς Πέρσαις πολλὰ πήματα καὶ παρόντα καὶ μέλλοντʼ ἔτι· ἤτοι ἃ νῦν πάσχουσι καὶ ἃ μέλλουσιν ἔτι αὐτοῖς ἐπελθεῖν

οὐ γὰρ τοὺς ἐμοὶ φιλτάτους ἐν ταῖς αὐτῶν ἀνάγκαις προδώσω καὶ παραβλέψομαι.

θαυμαστικῶς σύγκρισιν ποιεῖται τῶν ἐπὶ Δαρείου εὐτυχημάτων πρὸς τὰ νῦν κακὰ καί φησιν· ὄντως μεγάλης βιοτῆς ἀγαθῆς τε πολισσονόμου καὶ τὴν πόλιν καλῶς νεμούσης καὶ διευθετούσης ἐτύχομεν ἐπὶ τοῦ Δαρείου.

εὖτε καὶ ὁπηνίκα ἦρχε καὶ ἐβασίλευε τῆς ἡμετέρας χώρας ὁ Δαρεῖος, ὁ ἄμαχος βασιλεύς, ὁ ἰσόθεος, ὁ πανταρκὴς καὶ εἰς πάντας ἀρκῶν καὶ εὐεργετῶν καὶ διέπων καλῶς καὶ παντάπασι δίκαιος γενόμενος.

πρῶτα μὲν καὶ πρωτοτύπως ἀπεφαινόμεθα στρατιᾶς εὐδοκίμου ἤτοι περιβοήτου καὶ τροπαιοφορούσης, τουτέστι διὰ στρατιᾶς κατὰ πόλεμον εὐδοκιμοῦμεν, καὶ ἐπεύθυνον ἤγουν κατὰ τὸ εὐθὺ ἐξήγοντο καὶ ἐπλατύνοντο πάντα τὰ νόμιμα καὶ ἔθιμα τῶν πυργουμένων καὶ τετειχισμένων πόλεων· καὶ ὁρμῶμεν κατὰ τὰ νενομισμένα ἔθη ταῖς πόλεσι ταῖς πορθουμέναις, οὐ τεμένη πορθοῦντες, οὐ τάφους ἀνασπῶντες, ὡς Ξέρξης τολμήσας ἐποίησε. λέγεται δὲ καὶ πύργινα νόμιμα τὰ πυργοῦντα καὶ συνιστῶντα τὰς πόλεις. ἄλλως· περιβόητοι ἦμεν ἐκ πολέμου πανταχοῦ τροπαιουχοῦντες. οἱ δὲ δημωφελεῖς δῆμοι πάντα τὰ νόμιμα ἐπολιτεύοντο.

ὅσσας δʼ εἷλε πόλεις: τοῦτο θαυμαστικῶς φησιν, ὅτι τῇ ἀρετῇ Ἕλληνας ὑπέταξεν, ἀλλʼ οὐκ ἀνάγκῃ ὁ Δαρεῖος.

σκληροτέρα ἡ συναλοιφὴ ποταμοῦδʼ ἀφʼ ἑστίας, οἷόν ἐστι τὸ τοῦ ἕνεκα τοὔνεκα.

οἷαι Στρυμονίου πελάγους· οἷαί εἰσιν αἱ Ἀχελωΐδες νῆσοι τοῦ Στρυμονίου πελάγους αἱ πάροικοι τῶν Θρῃκίων ἐπαύλων ἤγουν τῆς Θρᾴκης.

λίμνης ἔκτοθεν ἤγουν αἱ ἔξωθεν θαλάσσης. εἶτα παρακατιὼν ἐφερμηνεύων φησίν, ὅτι ἐκείνας λέγω, αἳ κατὰ τὴν χέρσον ἐλαύνουσαι τὸν πύργον καὶ τὴν οἰκοδομήν, ἤγουν ὡς ἐπὶ τὸ πλεῖστον καὶ μάλιστα τῇ χέρσῳ πλησιάζουσαι, τούτου τοῦ ἄνακτος ὑπήκουον, ἤγουν τοῦ Δαρείου, αὐχόμεναι ἤτοι αὖχος αὐτὸν καὶ καύχημα ἔχουσαι περὶ τὸν πλατὺν καὶ εὐρὺν πόρον τῆς Ἕλλης· ὡς μέχρι Ὑπερβορέων παρατεινούσης τῆς τῶν Περσῶν ἀρχῆς.

μυχία τε Προποντὶς: ἀπὸ κοινοῦ τὸ οἷαί εἰσιν αἱ περὶ τὸν Ἑλλήσποντον τὴν οἴκησιν ἔχουσαι. ἡ Προποντίς τε, ἤτοι τοῦ Εὐξείνου πελάγους, ἡ μυχία καὶ ἡ ἐν μυχοῖς τοῦ Ἑλλησπόντου κειμένη, καὶ τὸ στόμα τοῦ πόντου, ἤγουν ὁ Βόσπορος. οὗτος γὰρ στόμα πόντου λέγεται.

νῆσοί τε — ἀπὸ κοινοῦ τὸ οἷαί εἰσιν —, αἵτινες περίκλυστοι καὶ ὑπὸ τῆς θαλάσσης περικλυζόμεναι κατὰ τὸν Ἑλλήσποντον — τοῦτον γὰρ πρῶνα ἅλιον λέγει — ὑποτασσόμεναι καὶ προσκαθήμεναι τῇ ἡμετέρᾳ γῇ.

οἵα Λέσβος: μεταβέβηκεν εἰς τὸ Αἴγαιον πέλαγος. ἡ γὰρ Λέσβος ἐν τῷ Αἰγαίῳ πελάγει ἐστίν. ὁμοίως καὶ ἡ Σάμος.

Λέσβος πόλις Αἰολική, μητρόπολις δὲ τῶν Αἰολικῶν πόλεων, περίμετρον ἔχουσα θʹ σταδίων, μεταποιουμένη τῆς Ὀρφέως κεφαλῆς. ἐκεῖ γάρ φασιν μετὰ θάνατον αὐτὴν λαλοῦσαν προσενεχθῆναι· τοῦτο δὲ ἐμυθεύθη διὰ τὸ ἀρίστους ἐκεῖ καὶ μετὰ Ὀρφέα γενέσθαι ἄνδρας λογίους, ὧν ἦν καὶ Ἀρίων ὁ Μηθυμναῖος καὶ Πιττακὸς καὶ ὁ ποιητὴς Ἀλκαῖος καὶ ἡ Σαπφώ, θαυμαστόν τι, φασί, γυναικὸς σχῆμα· πρὸς ἣν οὐδεμία γυνὴ ἐφάμιλλος εἰς ποίησιν ἦν. ἦν δὲ πεντάπολις ἡ Λέσβος ἔχουσα τῶν εʹ τὴν Λέσβον, ἀφʼ ἧς ἡ νῆσος Λέσβος ἐλέγετο, ἐκ τοῦ μέρους λαχοῦσα τὸ ὄνομα, ὥσπερ καὶ νῦν Μιτυλήνη λέγεται ἡ αὐτὴ ἀπὸ πόλεως ὁμωνύμου μιᾶς ἐκείνων τῶν εʹ· τῷ δὲ αὐτῷ λόγῳ καὶ Λυκόφρων αὐτὴν Ἴσσαν ἐκάλεσε· μία γὰρ καὶ ἡ Ἴσσα τῆς αὐτῆς πενταπόλεως.

καὶ ἡ Ἄνδρος νῆσος ἡ συνάπτουσα τῇ νήσῳ Τήνῳ ἤγουν ἡ συνημμένη αὐτῇ καὶ ἀγχιγείτων ταύτης τυγχάνουσα.

καὶ τὰς ἀγχιάλους μεσάκτους: ἤτοι παραθαλασσίους τὰς ἄγχι καὶ πλησίον τῆς θαλάσσης κειμένας καὶ πρὸς τὸν αἰγιαλόν.

Σαλαμῖνα: τὴν ἐν Κύπρῳ φησίν, ἧς ἡ μητρόπολις — ἡ ἐν τῇ Ἀττικῇ, δηλαδὴ νῆσος Σαλαμίν — αἰτία ἐστὶ τῶνδε τῶν στεναγμάτων. ἄποικοι γάρ εἰσιν οἱ ἐν Κύπρῳ Σαλαμίνιοι τῶν ἐν τῇ Ἀττικῇ. φασὶ γὰρ ὅτι τοῦ Αἴαντος αὐτόχειρος γεγονότος ὁ Τεῦκρος ὁ αὐτοῦ ἀδελφὸς ἐν τῇ Σαλαμῖνι τῇ αὑτοῦ πατρίδι κατελθὼν οὐκ ἐδέχθη τῷ πατρὶ αὐτῶν Τελαμῶνι, ἀλλʼ ἐδιώχθη ἀπὸ τῆς Σαλαμῖνος, ὡς μὴ τὸν ἀδελφὸν αὑτοῦ κωλύσας σφαγιασθησόμενον ὑφʼ αὑτοῦ. κατελθὼν οὖν ἐν τῇ Κύπρῳ ἀνεδείματο πόλιν καὶ ταύτην ἐκάλεσε Σαλαμῖνα ἐπʼ ὀνόματι τῆς ἐν τῇ Ἀττικῇ.

καὶ τὰς εὐκτεάνους καὶ πλουσίας νήσους τῶν Ἑλλήνων, τὰς πολυάνδρους, τὰς κατὰ κλῆρον τὸν Ἰόνιον, ἤτοι τὰς κατὰ κλῆρον καὶ λάχος εὑρούσας τὸν Ἰόνιον κόλπον, ἐκράτυνε καὶ ὑπὸ τὸ ἴδιον κράτος εἶχε. τινὲς δὲ τὸ εὐκτεάνους κατὰ κλῆρον τὸν Ἰόνιον ἀντὶ τοῦ κατὰ τὸν πλοῦτόν φασιν.

νῦν δὲ πάλιν οὐκ ἀμφιβόλως, ἀλλʼ ἀληθῶς ταῦτα φέρομεν ἐν τοῖς πολέμοις, δηλαδὴ τὰς ἐπελθούσας ἡμῖν συμφορὰς τὰς ἐκ θεοῦ τραπείσας πρὸς ἡμᾶς· ἢ θεόθρεπτα τὰ ἐκ θεῶν τρεφόμενα καὶ αὐξανόμενα πρὸς ἡμᾶς· ἢ ὑπὸ θεῶν ἐνεχθέντα καὶ θεοῖς δόξαντα.

ὁ Ξέρξης ὑπομιμνησκόμενος τῶν ὅλων Περσῶν ὀλωλότων αἰσχύνῃ καὶ ἐλέῳ πιεζόμενος θρηνεῖ λέγων· φεῦ τῆς στυγερᾶς καὶ μισητῆς ταύτης μοίρας κυρήσας καὶ ἐπιτυχὼν κακοτελευτήτου καὶ εἰς κακὰ καταντησάσης.

ὑπομνησθεὶς ὁ Ξέρξης τῶν νέων ἀνδρῶν τῶν οἰχομένων ἐν Ἑλλάδι φησὶ ταῦτα· εἴθε ὤφελεν ὁ Ζεὺς κἀμὲ μετὰ τῶν φθαρέντων ἀνδρῶν κατακαλύψαι τῇ μοίρᾳ τοῦ θανάτου.

ὁ χορὸς ἰδὼν τὸν Ξέρξην ὀδυρόμενόν φησι πρὸς αὐτόν· φεῦ, ὦ βασιλεῦ, τῆς ἀγαθῆς στρατιᾶς καὶ τῆς μεγάλης τιμῆς τῆς τοῖς Πέρσαις νεμηθείσης καὶ τὰ Περσῶν διοικούσης καὶ διεπούσης καὶ διευθετούσης ἅπαντα, τοῦ κόσμου τε τῶν ἀνδρῶν, ἤτοι τῆς τε παρατάξεως καὶ τῆς στρατηγίας καὶ τῆς κατὰ λόγον κοσμήσεως καὶ εὐταξίας τῶν Περσῶν, οὓς νῦν ὁ δαίμων καὶ ἡ τύχη ἠφάνισεν. ἢ τὸ κόσμου ἀντὶ τοῦ νεότητος· περιφραστικῶς τῶν νέων ἀνδρῶν καὶ γενναίων.

γαῖα δʼ: ἡ γῆ δὲ αἰάζει καὶ θρηνεῖ τὴν ἥβην καὶ τὴν ἡλικίαν τῶν Περσῶν τὴν ἐγγαίαν καὶ τὴν ἐγχώριον. ἢ οὕτως· ἡ γῆ ἡμῶν τὴν ἔξω τῆς γῆς ἥβην σεσαγμένην ὑπὸ τοῦ Ἅιδου καὶ διὰ τὸν Ξέρξην κταμένην αἰάζει. ἢ τὴν ἀποκτανθεῖσαν ἐν τῷ Ξέρξῃ, τῷ σάκτορι καὶ τῷ πληρωτῇ τοῦ Ἅιδου — παρὰ τὸ σάσσω, τὸ ἐπιφορτίζω καὶ γεμίζω. διʼ αὐτὸν γὰρ ἀπέθανον οἱ Πέρσαι καὶ αὐτὸς αἴτιος γέγονε τοῦ θανεῖν αὐτοὺς καὶ ὑπὸ τὸν Ἅιδην γενέσθαι.

φύστις: ἡ πεφυρμένη καὶ ἐπὶ γῆς πεσοῦσα. λέγεται καὶ φύστις ἡ ἔκφυσις, γονή. τοῦτο δὲ διὰ μέσου. Ἀγδαβάται γάρ, ὅ ἐστιν ἔθνος Περσῶν, ἐξέφθινται καὶ ἐφθάρησαν, πολλοὶ φῶτες, ἄνθος καὶ καλλώπισμα τῆς χώρας, τοξοδάμαντες καὶ τοῖς τόξοις τοὺς ἐναντίους δαμάζοντες, πάνυ φύστις καὶ ἔκφυσις καὶ γονὴ μυριὰς ἀνδρῶν ἤτοι πολὺ γένος τῶν Περσῶν. τὸ δὲ γάρ παρέλκον.

ἡ Ἀσία δὲ χθὼν καὶ γῆ, ὦ βασιλεῦ, ἤτοι οἱ Πέρσαι πάντες ἐπὶ γόνυ κέκλινται, ἀντὶ τοῦ ὑπέκυψαν καὶ ἐφθάρησαν. ἢ ἐπὶ γόνυ ἡ Ἀσίας γῆ πέπτωκεν ὀλοφυρομένη οὓς ἀπώλεσε. λέγει δὲ τοὺς πολίτας. τινὲς δέ φασιν ἐπὶ γόνυ αἴας ἤτοι κατὰ πρόσωπον τῆς γῆς.

γράφεται δὲ καὶ γαῖαν καὶ συντάσσεται οὕτω· κέκλιται καὶ ἔκλινον τὸ γόνυ ἐπὶ τὴν γαῖαν.

ὅδε ἐγὼν ὁ αἰακτὸς καὶ ὁ θρήνων ἄξιος καὶ ὁ ἄθλιος τῇ γέννᾳ, ἀντὶ τοῦ ἐμαυτῷ καὶ τοῖς συγγένεσί μου καὶ τῇ πατρῴᾳ γῇ κακὸν γενόμενος.

πρὸ τοῦ σοῦ φθόγγου πέμψω αὐτὸς ἰαχὴν πολύδακρυν διὰ τὴν κακοφάτιδα βοὴν τῆς σῆς ὑποστροφῆς. εἶτα ἑρμηνεύων τὸ ἰαχὴν πολύδακρύν φησιν· ἰὰν καὶ φωνὴν κακὸν μέλος ἔχουσαν θρηνητῆρος Μαριανδυνοῦ ὡς τῶν Μαριανδυνῶν θρηνῳδῶν ὄντων. καὶ αὐλοὶ δέ τινες λέγονται Μαριανδυνοὶ ἐπιτηδειότητα ἔχοντες πρὸς θρήνους. τινὲς δέ φασιν ὅτι πρὸ τοῦ φθόγγου καὶ τῆς ἀγγελίας τοῦ σοῦ νόστου ἢ πρὸ τῆς θρηνῳδίας τῆς περὶ σοῦ μελλούσης γενέσθαι θρηνήσω αὐτός.

Καλλίστρατος ἐν δευτέρῳ περὶ Ἡρακλείας Τιτυοῦ παῖδας εἶναί φησι δύο, Πριόλαν καὶ Μαριανδυνόν, ὃν κυνηγετοῦντα ἀπολέσθαι. καὶ μέχρι τοῦ νῦν Μαριανδυνοὺς ἐν ἀκμῇ θέρους θρηνεῖν αὐτόν. τὸν δὲ Μαριανδυνὸν αὐξῆσαι μάλιστα τὴν θρηνητικὴν αὐλῳδίαν καὶ διδάξαι ταύτην Ὕαγνιν τὸν Μαρσύου πατέρα. καὶ αὐλοὶ γάρ εἰσι Μαριανδυνοὶ ἐπιτηδειοτάτως ἔχοντες εἰς τὰς θρηνῳδίας. ὅθεν καὶ τὸ περιφερόμενον «αὐλεῖ Μαριανδυνοῖς καλάμοις κρούων Ἰαστί».

ἥσω καὶ πέμψω θρῆνον καὶ λίαν πανόδυρτον σεβίζων καὶ σεβάζων τὰ λαοπαθῆ καὶ τὰ τῶν λαῶν πάθη τῆς γέννας καὶ τῆς ἀνατροφῆς, δηλαδὴ τῆς πόλεως, τῆς πενθητῆρος καὶ τῆς ἀξίας πένθους· τὰ βάρη καὶ τὰ δυστυχήματα τὰ ἁλίτυπα τὰ τῇ θαλάσσῃ τυφθέντα. λέγει δὲ τὰ σώματα τῶν Περσῶν.

Ἰάνων γὰρ ἀπηύρα: ὁ Ἄρης γὰρ τῶν Ἰώνων ὁ ναύφρακτος ὁ ἑτεραλκὴς ὁ ἑτέροις ἤγουν τοῖς Ἕλλησιν ἀλκὴν καὶ βοήθειαν καὶ νίκην δοὺς ἀπηύρα καὶ ἀφείλετο τὴν ἰσχὺν τῶν Περσῶν κερσάμενος καὶ κατακόψας αὐτοὺς εἰς πλάκα νυχίαν, ἤτοι νύκτα καὶ θάνατον γεγονυῖαν αὐτοῖς, κατὰ τὴν δυσδαίμονά τε ἀκτήν, ἤγουν τὴν Σαλαμῖνα.

ὀλοοὺς καὶ ὀλεθρίους ἀπέλιπον ἔρροντας καὶ φθειρομένους ἐκ ναὸς Τυρίας καὶ Φοινίσσης ἐπὶ ταῖς τῆς Σαλαμῖνος ἀκταῖς

ἀντὶ τοῦ φθαρέντας, τὸ ἐνεργητικὸν ἀντὶ τοῦ παθητικοῦ. τοιοῦτόν ἐστι καὶ τὸ «ὦ κλεινὰ Σαλαμίς, σὺ μέν που ναίεις» ἀντὶ τοῦ κατοικῇ, καὶ τὸ «πόλις ναιετάουσα» ἀντὶ τοῦ κατοικουμένη.

φεῦ ἐμοί, τὰς στυγνὰς καὶ λύπης αἰτίας ἡμῖν γενομένας Ἀθήνας κατιδόντες οἱ Πέρσαι πάντες, οἱ τλήμονες, ἀπαίρουσι καὶ ὑποχωροῦσι καὶ θνήσκουσιν ἑνὶ πιτύλῳ, ἤγουν τῷ θορύβῳ τῆς μάχης καὶ τῇ κραυγῇ.

ἆρα καὶ τὸν ὀφθαλμὸν τὸν σὸν τὸν κατὰ πάντα πιστὸν, τὸν πεμπαστὴν καὶ ἀριθμητὴν τῶν Περσῶν μυρία μυρία αὐτοῦ ἔλιπες, ἔνθα καὶ οἱ λοιποί; τινὲς δὲ καὶ τὸν ὀφθαλμὸν τῶν Περσῶν φασι. πεμπαστὴν δὲ ὀφθαλμὸν λέγει, διότι ὁ βασιλέως ὀφθαλμὸς ἀριθμεῖ τὰ στρατεύματα — πεμπάζω γὰρ τὸ ἀριθμῶ, κυρίως δὲ τὸ κατὰ πέντε πέντε μετρεῖν μυρία μυρία· ἤτοι μετρητὴν στρατοπέδου οἱονεὶ μυριάδας ἀριθμοῦντα ὅλας καὶ ἡγεμονείας καὶ κατὰ πεντάδα ἀνὰ μυρίους ἔχοντας τοὺς ἀρχομένους. οἱ Περσῶν δὲ βασιλεῖς εἶχον δύο τινὰς οἷς ἐπέτρεπον τὴν τῶν κοινῶν ἐπιτήρησιν, οὓς βασιλέως ἐκάλουν ὀφθαλμούς.

ἴυγγά μοι: τοῦτό φησιν ὁ Ξέρξης πρὸς τὸν χορόν, ὅτι ἴυγγα καὶ φιλίαν καὶ ἡδονὴν τῶν ἀγαθῶν ἑταίρων μοι Περσῶν ὑπομιμνήσκεις λέγων ἐμοὶ πρόκακα ἤτοι τὰ προγεγονότα κακά. ἢ πρόκακα ἀντὶ τοῦ ἁπλῶς κακὰ μηδέν τι τῆς πρό προθέσεως σημαινούσης. τὸ δὲ ἄλαστα στυγνὰ ἀντὶ τοῦ λυπηρὰ καὶ κατηφείας αἴτια κακὰ ἀνεπίληστα καὶ ἀεὶ μνημονευόμενα.

καὶ μὴν ἄλλο γε ποθοῦμεν: καὶ μὴν ποθοῦμεν ἕτερόν τι μαθεῖν τὸν μυριόνταρχον τῶν Μάρδων ἀνδρῶν. οὗτοι δὲ ἔθνος Περσικόν.

ἔταφον ἔταφον: ἀπέθανον οὐκ ἐπὶ ὀχημάτων ὄντες, ἀλλὰ γυμνοὶ καθεστηκότες. ἄλλως· οὐχὶ ἑπόμενοι ὄπισθεν ἐν σκηναῖς τροχηλάτοις, οἷον ἔθανον, οὐκ εὐσχημόνως δὲ ἐτάφησαν. ἔθος γὰρ ἦν τοῖς Πέρσαις σκηνὰς τῶν ἁμαξῶν ἄνωθεν ποιουμένοις ἐπιφέρειν ἐκεῖσε τοὺς νεκροὺς καὶ οὕτως αὐτοὺς προπομπεύοντες ἔθαπτον.

οἱ ἄρχοντες. εἰ δὲ ἀκρόται· οἱ ἄκροι. ἐξ οὗ ἔσται ἀπὸ τοῦ ἄκρου. εἰ δὲ ἀγρόται ἀπὸ τοῦ ἄγειν καὶ ἀγείρειν.

δυσπόλεμον δὴ γένος: δυσπόλεμον ἄρα καὶ κακοτυχὲς καὶ ἄθλιον τὸ γένος τῶν Περσῶν, ἀτυχῆσαν ἐν τῷ τῶν Ἀθηναίων πολέμῳ.

πῶς δʼ οὔ; στρατὸν μὲν τοσοῦτον: πῶς δὲ οὐχὶ πέπληγμαι καὶ κόπτομαι καὶ θρηνῶν τοσοῦτον στρατὸν ὀλέσας;

εἰ μὲν εἰς τὸ τί δὲ στίξεις, συντακτέον οὕτως· τί δέ; οὐκ ὄλωλε τὰ μεγάλα τῶν Περσῶν; εἰ δὲ καὶ εἰς τὸ οὐκ ὄλωλε, λείπει τὰ κακά, ἵνα ᾖ· τί δʼ οὐκ ὄλωλεν ὁ στρατός; μεγάλα τὰ τῶν Περσῶν κακά· ἢ οὕτως· τί δʼ οὐκ ὄλωλεν; στικτέον ἐν τῷ τί δέ; εἶτα οὐχὶ τὰ μεγάλα τῶν Περσῶν ὄλωλεν;

ὁρᾷς τὸ λοιπὸν τόδε τῆς ἐμῆς στολῆς, ἤγουν θεωρεῖς τὸ ἐπίλοιπον λείψανον τοῦ ἐμοῦ στόλου ἤγουν τῆς ἐμῆς στρατιᾶς. τινὲς δέ φασιν, ὅτι θεωρεῖς τόδε τῆς ἐμῆς στολῆς ἤτοι τὴν φαρέτραν τὴν ἀπολειφθεῖσαν ἀπὸ τῶν ἐμῶν ὅπλων.

βαιά γʼ ὡς ἀπὸ πολλῶν: ἤτοι τὰ ἔσωθεν ἐγκεκρυμμένα ὀλίγα εἰσὶν ὡς ἀπὸ πολλῆς πανοπλίας. καὶ εἶθʼ οὕτως ἐπιφέρει ὁ Ξέρξης ὀδυρόμενος καὶ λέγων ὡς ἀπὸ πολλῶν ἐσπανίσμεθα βοηθῶν.

Ἰαόνων λαὸς: ὁ χορὸς ἐρωτηματικῶς φησι πρὸς τὸν Ξέρξην· ὁ λαὸς τῶν Ἰαόνων καὶ τῶν Ἀθηναίων οὐ φυγαίχμας ἐστίν; ἤτοι οὐ φεύγων τὴν αἰχμήν; τουτέστι πτοούμενος τὸν πόλεμον. ὁ δὲ Ξέρξης φησὶ πρὸς τὸν χορόν· ἀγανόρειός ἐστιν ὁ λαὸς τῶν Ἰαόνων, ἤγουν θαυμαστὸς εἰς τὸ ὁρᾶσθαι καὶ ἐπιτήδειος εἰς ἀνδρείαν. κατεῖδον δὲ βλάβην ἀνέλπιστον.

τραπέντα ναύφρακτον: τοῦ Ξέρξου εἰπόντος ὅτι κατεῖδον πῆμα ἄελπτόν φησι πρὸς αὐτὸν ὁ χορός· τὸν ναυτικὸν ἡμῶν λαὸν τὸν ἡττηθέντα παρὰ τῶν Ἰαόνων λέγεις παθεῖν πῆμα ἄελπτον; ὁ δέ φησι πρὸς αὐτόν, ὅτι τοσοῦτον ἔδοξέ μοι τοῦτο χαλεπόν, ὥστε καὶ τὸν ἱματισμόν μου διέρρηξα ἐπὶ τῇ συμφορᾷ τούτου τοῦ κακοῦ. τοῦτο δὲ καὶ ὁ ἄγγελος προεῖπε.

ἤτοι δίδου δόσιν κακὴν ἤγουν δάκρυα τοῖς κακοῖς τῶν ἐμῶν κακῶν ἤτοι τῶν συμφορῶν καὶ τῶν δυστυχιῶν τῶν ἐμῶν.

ἴυζε μέλος ὁμοῦ τιθεὶς: μέλος ὁμοῦ συντιθεὶς ἤτοι συνηρμοσμένον καὶ ἁρμόζον τῇ ἐμῇ συμφορᾷ ἴυζε καὶ θρήνει.

ἤτοι ἐναντία τῇ ἐμῇ βοῇ, τουτέστι φώνει μοι φωνὰς ἀντηχούσας ταῖς ἐμαῖς φωναῖς.

τὸ Μύσιον μέλος, τουτέστι τὸ θρηνητικόν. οἱ γὰρ Μυσοὶ καὶ οἱ Φρύγες μάλιστά εἰσι θρηνητικοί.

καί μοι γενείου: ληπτέον ἔξωθεν τὸ κόπτε ἢ τίλλε· ἤγουν τίλλε καὶ τὴν λευκήρη καὶ γηραιὰν καὶ πεπολιωμένην τρίχα τοῦ σοῦ γενείου διʼ ἐμὴν χάριν. ἄλλως· πέρθε. οἱ δὲ γράφοντες ὕπερθε ἀμαθεῖς τοῦ μέτρου.

ὁ χορὸς εἰπόντος τοῦ Ξέρξου· τίλλε καὶ τὴν σὴν γενειάδα φησίν· ἀπρὶξ καὶ διόλου μάλα γόεδνα καὶ λίαν λυπηρῶς καὶ γοερῶς τίλλω καὶ κόπτω τὰς τρίχας τοῦ γενείου μου.

ἄπριγδα: τοῦτο ἐπιφώνημα καὶ ἐπίφθεγμα ἐπὶ τῶν μετὰ σφοδρότητος τιλλόντων τὰς τρίχας· ἀντὶ τοῦ ἐπιτεταμένως καὶ ἀπρὶξ καὶ οἷον ἐμμανῶς τίλλε τὰς τρίχας.

μάλα γόεδνα: ἤτοι ἕδνα καὶ δῶρα τοῖς γόοις καὶ τοῖς θρήνοις διδόμενα. σύνηθες γὰρ τοῖς θρηνοῦσι τίλλειν τὰς ἑαυτῶν τρίχας.

ἤτοι τὸν σὸν κόλπον διαρρήγνυε ἐν τῇ ἀκμῇ καὶ τῇ δυνάμει τῆς χειρός. τὸ δὲ ἐρείκω τὸ σχίζω παρῆκται ἀπὸ τοῦ ἐρείκη, ὅπερ ἐστὶ φυτὸν εὔσχιστον.

ἀπὸ τοῦ ψάλλειν τοῦ σημαίνοντος τὸ κόπτειν καὶ τίλλειν λέγεται καὶ χοιροψάλας Διόνυσος ὁ τίλλων τὰ μόρια τῶν γυναικῶν.

ἤτοι οἱ Πέρσαι τρυφηλοὶ καὶ ἁβρῶς καὶ τεθρυμμένως βαίνοντες ὀδύρεσθε.

δύσβατόν φησι τὴν Περσίδα οὐχ ὡς σκληρὰν καὶ δύσκολον εἰς ἔμβασιν, ἀλλʼ ὡς ἐπὶ κακῷ καὶ δυστυχίᾳ βαινομένην τῷ Ξέρξῃ.

φεῦ, ὦ ὀλόμενοι ἐν ταῖς ἀπὸ Βάρεως ναυσὶ ταῖς τρισκάλμοις.