eul_wid: sie-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Grammatical Art by Dositheus the Grammarian

The Grammatical Art is a Greek grammatical treatise attributed to Dositheus the Grammarian. Structured as a series of 101 passages, it functions as a technical manual within the tradition of Greek grammatical scholarship. The work provides a systematic exposition of Greek grammar, beginning with a definition of the grammatical art as the knowledge of correct speech in both speaking and writing, along with expertise in the teaching of poetry and reading. It outlines the four parts of grammar as reading, textual correction, explanation, and critical judgement. The treatise proceeds from first principles, explaining how letters form syllables, syllables combine into words, and words are classified into the parts of speech, with language ultimately judged for its virtues and faults. The text survives through the manuscript tradition and is preserved in its complete form. As a grammatical handbook, or technē, the work contributed to the pedagogical tradition for teaching the Greek language, particularly during the Hellenistic and Roman periods, serving as a foundational tool for education and linguistic standardization.

Τέχνη γραμματική ἐστιν γνῶσις διωρθωμένης ὁμιλίας ἐν τῷ λέγειν καὶ ἐν τῷ γράφειν ποιημάτων τε καὶ ἀναγνώσεως ἔμπειρος διδασκαλία. γραμματικός ἐστιν ὃς ἑνὸς ἑκάστου πράγματος τὴν δύναμιν καὶ τὴν κυριότητα δύναται σαφηνίσαι τῇ λαλιᾷ. τῆς τέχνης τῆς γραμματικῆς ἡ τάξις συνέστηκεν μέρεσιν τέτρασιν, ἀναγνώσει διορθώσει ἐξηγήσει κρίσει. ἀνάγνωσίς ἐστιν ποικίλη ἑκάστης γραφῆς ἐκφώνησις δουλεύουσα τῷ ἀξιώματι τῶν προσώπων καὶ ἐκτυποῦσα τὸ σχῆμα τῆς ἑκάστου ψυχῆς. διόρθωσίς ἐστιν ἐπανόρθωσις τῶν πλανῶν τῶν διὰ γραφῆς ἢ λέξεως γεναμένων. ἐξήγησίς ἐστιν ἀσαφῶν διανοιῶν καὶ ζητήσεων διήγησις. κρίσις ἐστὶν ᾧ τὰ ποιήματα καὶ τὰ λοιπὰς γραφὰς διαρτῶμεν καὶ διασταθμώμεθα. τῆς τέχνης τῆς γραμματικῆς αἱ ἀρχαὶ ἀπὸ τῶν στοιχείων ἐγείρονται, τὰ στοιχεῖα τυποῦνται εἰς γράμματα, τὰ γράμματα συνάγονται εἰς συλλαβάς, συλλαβαῖς περιλαμβάνεται λέξις, αἱ λέξεις συνάγονται εἰς μέρη λόγου, ὁ δὲ λόγος εἰς ἀρετὰς καὶ εἰς ψόγους κάτεισιν.

ΠΕΡΙ ΠΡΟΣΩΙΔΙΩΝ

Προσῳδία ἐστὶν μιᾶς ἑκατέρας συλλαβῆς ἴδιος ἦχος, ὃν ἐν τῇ ἑλληνικῇ προσῳδίαν λέγουσιν. προσῳδία παρὰ τὸ προσᾴδεσθαι. προσῳδίαι ἐν τῇ ἑλληνικῇ γλώττῃ εἰσὶν ἑπτά, ἐν τῇ ῥωμαϊκῇ πέντε, ὀξεῖα βαρεῖα περισπωμένη μακρὰ βραχεῖα. ἐν παντὶ μέρει λόγου ῥωμαϊκοῦ ὁμοίως ὥσπερ τοῦ ἑλληνικοῦ ἢ ὀξεῖαν ἢ περισπωμένην προσῳδίαν τίθεσθαι ἀναγκαῖόν ἐστιν, οὐ πλεῖον δὲ ἢ μίαν ἢ ταύτην ἢ ἐκείνην. ἡ γὰρ βαρεῖα τίθεται ἐπὶ πλειόνων. ἡ ὀξεῖα ὁπότε παρὰ τοῖς Ἑλληνικοῖς τρεῖς τόπους ἔχει, τὴν τελευταίαν καὶ τὴν παρατέλευτον καὶ τὴν ταύτῃ ἔγγιστα συλλαβήν, παρʼ ἡμῖν δύο μόνον τόποις τίθεσθαι δύναται, ἐν τῇ παρατελεύτῳ συλλαβῇ ὡς τὸ, ἢ ἐπὶ ταύτης, ἥτις τρίτη ἀπὸ τέλους ἐστίν . ἡ περισπωμένη, ἐὰν τὸ μέρος τοῦ λόγου τριῶν ἢ πλειόνων ἔσται συλλαβῶν, οὐ τίθεται, εἰ μὴ τὸν παρατέλευτον τόπον δυνήσεται εὑρεῖν, ὡς τό . τὰ μονοσύλλαβα, ἅπερ ἂν θέσει μακρὰ εἴη, ὀξεῖαν ἕξουσιν προσῳδίαν . ἅτινα δὲ φύσει μακρὰ ἔσται, περισπωμένῃ προσῳδίᾳ ἐκφωνηθήσεται . ἐπὶ τῶν δισυλλάβων, ἐὰν ἡ προτέρα φύσει μακρὰ εἴη τῆς ὑστέρας συνεσταλμένης, ἡ προτέρα περισπασθήσεται, ὡς τὸ. ἐὰν δὲ ἡ ὑστέρα ἐκτεταμένη εἴη, ἡ προτέρα, εἴτε μακρὰ εἴτε βραχεῖα ἔσται, ὀξυτονηθήσεται ἐξ ἀνάγκης ὡς τό . καὶ εἰ ἀμφότεραι βραχεῖαι εἶεν, ὀξυτονηθήσεται ἡ προτέρα, ὡς τό . ἐν τοῖς τρισυλλάβοις ἢ τοῖς τετρασυλλάβοις ἢ ἅπερ ἂν πλείους συλλαβὰς ἕξει, ἐὰν ἡ παρατέλευτος συλλαβὴ βραχεῖά ἐστιν, ἡ ταύτην προάγουσα ὀξυνθήσεται, ὡς τὸ. ἐὰν ἡ παρατέλευτος θέσει μακρὰ εἴη, αὐτὴ τὴν ὀξεῖαν ἕξει προσῳδίαν, τὴν προάγουσαν δὲ βαρεῖαν ποιήσει ὡς τό . ἐὰν ἡ παρατέλευτος συλλαβὴ φυσικῶς ἐκτεταμένη ἔσται, οὕτως ὥστε τὴν τελευταίαν βραχεῖαν εἶναι, τὴν παρατέλευτον προπερισπάσομεν, ὡς τό . ἐὰν δὲ μακρὰ εἴη ἡ τελευταία, τῇ παρατελεύτῳ ὀξεῖαν δώσομεν προσῳδίαν, ὡς τὸ.

Τὰ ἑλληνικὰ ὀνόματα, ἐὰν τοῖς αὐτοῖς γράμμασιν προφέρηται, ἑλληνικὰς προσῳδίας ἕξουσιν. καὶ γὰρ ὅταν λέγωμεν Θυιάς Ναίς, τὴν ὀξεῖαν ἕξει ἡ ὑστέρα προσῳδίαν, καὶ ὡς Θεμιστῶ Καλυψῶ τὴν τελευταίαν περισπᾶσθαι ὁρῶμεν, ὅπερ ἑκάτερον ὁ ῥωμαϊκὸς λόγος οὐκ ἐπιδέχεται, εἰ μὴ πάνυ ἀραιῶς χάριν τοῦ διελεῖν τὸν νοῦν, ὡς ἀπαντᾷ ὁ σύνδεσμος, ἐν ᾧ ἡ τελευταία περισπωμένη καταλαμβάνεται. ὁμοίως ὡς τὸ ἐπίρρημα τῇ ὑστέρᾳ ὀξεῖαν ἀναδέχεται, ἵνα μὴ εἴη ῥῆμα.

Ἔστιν δὲ σημεῖον τῆς ὀξείας προσῳδίας πλάγιον εἰς τὸ μέρος τὸ δεξιὸν ἀναβαῖνον, τῆς βαρείας προσῳδίας σημεῖον πλάγιον εἰς μέρος τὸ δεξιὸν καταβαῖνον. τὴν περισπωμένην σημειοῦται προσῳδίαν κάτω βλέπον. τὴν μακρὰν προσῳδίαν πλαγίῳ τῷ γράμματι σημειοῦνται, βραχεῖαν ἄνω βλέποντι. ἀλλὰ ἐν ἐκείνοις τοὺς τόνους, ἐν τούτοις τοὺς χρόνους γινώσκεσθαι ὁρῶμεν. τὴν δασεῖαν τὸ προσγεγραμμένον παρέχει· ἐὰν δὲ μὴ εἴη προσγεγραμμένον, ψιλὴν ξηράν. ταύταις προσβάλλουσιν τὴν ὑφέν, ὁπότε δύο ῥήματα ὡς εἰς ἓν τῇ ἐκφωνήσει συνάγομεν, καὶ τὸ σημεῖον αὐτῆς τοῦτο ποιοῦσιν· ἑκατέρου ῥήματος τὰς ἔγγιστα συλλαβὰς ἐπικεκαμμένῃ ὑποκάτωθεν ῥάβδῳ ζευγνύουσιν, ὡς ἔστιν . ὁμοίως καὶ ἀπόστροφον ὁπόταν φωνῆεν τελικὸν ὑφαιροῦμεν. ταύτην οὕτως σημειοῦνται· πρὸς τὸ ἄνω μέρος τοῦ συμφώνου, οὗ τὸ φωνῆεν ὑφῄρηται, ἐπικεκαμμένον ῥαβδίον εἰς αὐτὸ βλέπον τιθέασιν ὡς .

ΠΕΡΙ ΣΤΙΓΜΗΣ

Στιγμή ἐστιν σιωπῆς σημεῖον, ἥτις ἐν τῷ ἀναγινώσκειν δίδωσιν ἄδειαν τοῦ τὸ πνεῦμα ἀνακτήσασθαι, μὴ ἐν τῷ συνάπτειν ἐπιλείψῃ. αὗται τρεῖς εἰσιν, ὧν ἡ διαφορὰ τρισὶν νυγμαῖς ἐν διαφόρῳ τόπῳ τεθειμέναις δηλωθήσεται. ὅπου πλήρης ἐστὶν ἡ διάνοια, νυγμὴν παρὰ τὸ ἄνω μέρος τοῦ γράμματος τίθεμεν, καὶ ἔστιν ἄνεσις τοῦ σχολάσαι ἐπὶ πλεῖον. ὅπου δὲ τῆς διανοίας μηδέπω πλήρους οὔσης ἀναπνεῦσαι χρῄζουσιν, παρὰ μέσον τὸ γράμμα δώσομεν νυγμήν. ὅπου δὲ πρὸς αὐτῷ τῷ τέλει τοῦ ἀπαρτίσαι τὴν διάνοιαν οὕτως ἀπαρτῶμεν, ὥστε εὐθέως τοῦθʼ ὅπερ ἕπεται ὑποβαλεῖν ὀφείλομεν, παρὰ τὸ κάτω μέρος τοῦ γράμματος τῇ νυγμῇ σημειούμεθα.

ΠΕΡΙ ΦΩΝΗΣ

Φωνή ἐστιν ἀὴρ πεπληγὼς αἰσθητὸς ἀκοῇ τὸ ὅσον ἐφʼ ἑαυτῷ ἐστιν. πᾶσα φωνὴ ἢ ἔναρθρός ἐστιν ἢ ἄναρθρος. ἔναρθρός ἐστιν ἣ γράμμασιν καταληφθῆναι δύναται. ἄναρθρός ἐστιν ἥτις γράφεσθαι οὐ δύναται.

ΠΕΡΙ ΓΡΑΜΜΑΤΩΝ

Γράμμα ἐστὶν στοιχεῖον φωνῆς ἐνάρθρου. στοιχεῖον ἐστιν ἑνὸς ἑκάστου πράγματος ἀρχή, παρʼ οὗ λαμβάνεται τὸ ἐπαύξημα καὶ εἰς ὃ ἀναλύεται. συμβαίνει ἑκάστῳ γράμματι ὄνομα σχῆμα δύναμις. ὄνομά ἐστιν ᾧ προσαγορεύεται, σχῆμα ᾧ σημειοῦται, δύναμις ᾗ ἰσχύει. τῶν γραμμάτων εἰσὶν τὰ μὲν φωνήεντα, τὰ δὲ σύμφωνα. φωνήεντά ἐστιν ἃ καθʼ ἑαυτὰ ἐκφωνεῖται καὶ καθʼ ἑαυτὰ συλλαβὴν ποιῆσαι δύναται. ἔστιν δὲ τὸν ἀριθμὸν πέντε, α ε ι ο ω ου. ἐκ τούτων δύο ι καὶ ου μετέρχονται εἰς τὴν τῶν συμφώνων δύναμιν, ὁπότε ἢ αὐτὰ εἰς ἄλληλα ζεύγνυται ἢ μετὰ ἄλλων φωνήεσσιν ζεύγνυται, οἷον . τῶν συμφώνων τὸ εἶδός ἐστιν διπλοῦν. ἔστιν γὰρ ἃ μὲν ἡμίφωνα, ἃ δὲ ἄφωνα. ἡμίφωνά ἐστιν, ἃ καθʼ ἑαυτὰ μὲν ἐκφωνεῖται, ἀλλὰ καθʼ ἑαυτὰ συλλαβὴν ποιῆσαι οὐ δύναται. ἔστιν δὲ τὸν ἀριθμὸν ἑπτά . ἐκ τούτων διπλοῦν ἐστιν τὸ συνέστηκεν γὰρ ἢ ἐκ τοῦ καὶ ὡς τὸ ἢ ἐκ τοῦ καὶ ὡς τὸ διὰ τοῦτο γράμμα ἀρνεῖται. ἄφωνά ἐστιν, ἃ οὔτε καθʼ ἑαυτὰ ἐκφωνεῖσθαι δύναται οὔτε συλλαβὴν ποιῆσαι. ἔστιν δὲ τὸν ἀριθμὸν ἐννέα . ἐκ τούτων περισσά τισιν δοκιμάζεται τὸ καὶ τὸ ὅτι τὸ γράμμα τὸν τούτων τόπον δύναται ἀναπληρῶσαι. καὶ τὸ τῆς δασείας σημεῖον, οὐχὶ γράμμα ὑπολαμβάνεται. τὸ υ δὲ καὶ τὸ ζ διὰ τὰ ἑλληνικὰ ὀνόματα προσβάλλομεν.

Α γράμμα φωνῆεν, ὅπερ μὲν οὖν καθʼ ἑαυτὸ ποιεῖ συλλαβὴν βραχεῖαν καὶ μακρὰν ὁμοίως δὲ συνεζευγμένον μετὰ ἄλλων καὶ προτασσόμενον καὶ μέσον καὶ ἐπὶ τέλους, ὡς τὸ· καὶ σημεῖον χρηματισμοῦ, ὁπότε Αὖλον μόνον σημαίνει. γράμμα φωνῆεν καθʼ ἑαυτὸ ὀνομασθὲν ὁμοίως τε μετὰ ἄλλων ζευχθὲν καὶ βραχείας ποιεῖ συλλαβὰς καὶ μακράς. γράμμα φωνῆεν ἔσθʼ ὅτε μετερχόμενον εἰς τὴν τῶν συμφώνων δύναμιν καθʼ ἑαυτὸ οὐδὲν ἔλαττον καὶ μετὰ ἄλλων ἐζευγμένον καὶ βραχείας ποιεῖ συλλαβὰς καὶ μακράς. σημεῖον ἀριθμοῦ, ὁπότε ἕνα σημαίνει. γράμμα φωνῆεν καὶ συστέλλεται καὶ ἐκτείνεται καὶ μόνον καὶ μετὰ ἄλλων ζευγνύμενον. γράμμα φωνῆεν ἔσθʼ ὅτε μετερχόμενον εἰς τὴν τῶν συμφώνων δύναμιν συστέλλεται καὶ ἐκτείνεται καὶ μόνον καὶ μετὰ ἄλλων συνεζευγμένον· σημεῖον ἀριθμοῦ, ὁπότε πέντε σημαίνει.

γράμμα σύμφωνον ἡμίφωνον ἄρχεται συλλαβὴν προτασσόμενον καὶ φωνήεντος καὶ ἡμιφώνου, ὡς τό . γράμμα σύμφωνον ἡμίφωνον ὑγρὸν καὶ προτάσσεται φωνηέντων ἐν συλλαβῇ καὶ ὑποτάσσεται· προτάσσεται, ὁπότε καὶ τὰ τούτοις ὅμοια γράφομεν· ὑποτάσσεται, ὡς τὸ ὑποτάσσεται ὁμοίως συμφώνοις, ὁπότε ὀνομάζομεν. ὅταν μόνον τίθεται, σημαίνει· ὁμοίως ἀριθμόν, ὁπότε πεντήκοντα σημαίνει. γράμμα σύμφωνον ἡμίφωνον ὑγρὸν καὶ προτάσσεται φωνηέντων καὶ ὑποτάσσεται, ὡς τό . ὑποτάσσεται δὲ καὶ συμφώνοις, ὁπότε λέγομεν· σημεῖον χρηματισμοῦ, ὁπότε Μάρκον μόνον γεγραμμένον σημαίνει. γράμμα σύμφωνον ἡμίφωνον ὑγρὸν καὶ προτάσσεται τῶν φωνηέντων καὶ ὑποτάσσεται, ὡς τό . ὁμοίως ὑποτάσσεται καὶ τοῖς συμφώνοις, ὡς τὸ σημεῖον χρηματισμοῦ, ὁπότε μόνον σημαίνει· ὁμοίως καὶ συμφώνῳ ὑποτασσόμενον τῷ Γναῖον, ὃν οἱ παλαιοὶ μὲν Γναίιον, νῦν δὲ χυδαίως συντομώτερον ἀκούομεν Γναῖον, καὶ ἐὰν ὀνόματος ἕνεκα τίθεμεν. γράμμα σύμφωνον ἡμίφωνον ὑγρὸν καὶ προτάσσεται καὶ ὑποτάσσεται, ὡς τό . ὁμοίως συμφώνοις ὑποτάσσεται, ὡς ἐν τῷ . γράμμα σύμφωνον ἡμίφωνον καὶ προτάσσεται φωνηέντων καὶ συμφώνων καὶ ὑποτάσσεται φωνήεσιν, ὡς τό . γράμμα σύμφωνον ἡμίφωνον διπλοῦν ἐν μέσῳ μόνον μέρει λόγου παρʼ ἡμῖν φωνηέντων προτασσόμενον ὡς τό , ὁπότε δὲ καὶ ἐπὶ τέλους, ὡς τό . ἐν τοῖς ξένοις μόνον ὀνόμασιν πρῶτον τίθεται, ὡς ἐν τῷ; σημεῖον δὲ ἀριθμοῦ, ὁπότε δέκα σημαίνει.

γράμμα σύμφωνον ἄφωνον καὶ προτάσσεται φωνηέντων καὶ ὑποτάσσεται· προτάσσεται δὲ καὶ ἡμιφώνων, ὡς ἐν τῷ· ἔγγιστον τοῦ γράμματος, καθʼ ὃ πολλάκις ἀλλάσσεται . γράμμα σύμφωνον ἄφωνον καὶ προτάσσεται φωνηέντων καὶ συμφώνων καὶ ὑποτάσσεται· καὶ σημεῖον χρηματισμοῦ, ὁπότε μόνον Γάιον σημαίνει· ὁμοίως ἀριθμοῦ, ὁπότε ἑκατὸν σημαίνει. γράμμα σύμφωνον ἄφωνον καὶ προτάσσεται τῶν φωνηέντων καὶ ὑποτάσσεται . ἔγγιστον τῶν γραμμάτων τῶν συμφώνων τούτων , ἃ ὑπεισέρχεται εἰς τὸν τόπον τούτου · σημεῖον χρηματισμοῦ, ὁπότε Δέκιμον σημαίνει, ὁμοίως ἀριθμοῦ, ὁπότε πεντακοσίους σημαίνει. γράμμα σύμφωνον ἄφωνον καὶ προτάσσεται φωνηέντων καὶ ὑποτάσσεται, ὡς τό . προτάσσεται δὲ καὶ συμφώνων ὡς ἐν τῷ . κυρίως μὲν δασεῖαν περιέχον, ἀναδεχθὲν δὲ χυδαίως, ὡς ἡμεῖς λέγομεν καταχρηστικῶς, εἰς τὸν ἀριθμὸν τῶν ἀφώνων πάντων τῶν φωνηέντων προτάσσεται, οὐδενὶ ὑποτάσσεται εἰ μὴ συμφώνοις, ὡς ἐν τῷ καὶ ἐν τοῖς ἑλληνικοῖς ὀνόμασιν, ὡς Θῆβαι. γράμμα σύμφωνον ἄφωνον σημείου μόνον ἕνεκα τίθεται, ὅταν ἢ καλάνδας μόνον σημαίνει ἢ Καίσωνα . γράμμα σύμφωνον καὶ προτάσσεται φωνηέντων καὶ ὑποτάσσεται, ὡς ἐν τούτοις ·προτάσσεται καὶ συμφώνων, ὡς τὸ· σημεῖον χρηματισμοῦ, ὅταν μόνον Πούβλιον σημαίνει, καὶ ὅταν τοῦ προτασσόμενον λαὸν ῥωμαῖον καὶ ὑποτασσόμενον τῷ καὶ προτασσόμενον τοῦ γράμματος . γράμμα σύμφωνον ἄφωνον ἐκ τῶν καὶ γραμμάτων συγκείμενον, σημεῖον χρηματισμοῦ, ὁπότε μόνον σημαίνει, ὁμοίως καὶ τιμῆς ἢ ἀξιώματος, ὁπότε δηλοῖ, οὐδὲν δὲ ἔλαττον καὶ δῆμον, ὁπότε αὐτῷ σημειούμεθα · μόνου τοῦ γράμματος προτάσσεται. γράμμα σύμφωνον ἄφωνον καὶ προτασσόμενον φωνηέντων καὶ ὑποτασσόμενον, ὡς τὸ· προτάσσεται καὶ συμφώνων, ὡς· σημεῖον χρηματισμοῦ, ὁπότε μόνον σημαίνει. τούτοις, ὡς ἐν τῷ ἀνωτέρω εἴρηται, συμβαίνει διὰ τὰς ξένας λέξεις τὸ καὶ τὸ ὡς ἐν Ζήνωνι καὶ Ὑακίνθῳ.

ΠΕΡΙ ΣΥΛΛΑΒΗΣ

Συλλαβή ἐστιν στοιχεῖον φωνῆεν ἢ στοιχείων σύνοδος διά τινος φωνήεντος συνειλημμένη, τοῦτʼ ἔστιν στοιχείων ἐζευγμένη ἐκφώνησις. συλλαβαὶ λέγονται ἀπὸ τῶν ἑλληνικῶν συλλήψεων. αὗται δὲ ἢ βραχεῖαί εἰσιν ἢ μακραί. βραχείας συνεσταλμένον φωνῆεν ποιεῖ, ἢ ὅταν προάγοντος συμφώνου γράμματος φωνῆεν ἐπὶ τέλους συλλαβῆς συστέλλεται, μακρὰς ἐκτεταμένον. ἐν τῇ βραχείᾳ συλλαβῇ χρόνος ἐστὶν εἷς, ἐν τῇ μακρᾷ δύο.

αἱ συλλαβαὶ ἢ φύσει μακραί εἰσιν ἢ θέσει. φύσει γίνονται μακραί, ὅταν καταμόνας τὰ φωνήεντα γράμματα ἐκτείνηται, ὡς τὸ καὶ ἢ ὅταν δύο, ὡς τὸ ἢ ὅταν τρία, ὡς τὸ· θέσει δὲ ὅταν συνεσταλμένον φωνῆεν ἐπιφερόμενα ἔχῃ δύο σύμφωνα· καὶ ταῦτα ἢ ἐν τῇ αὐτῇ συλλαβῇ εὑρίσκεται, ὡς τὸ ἢ ἐν τῇ πλησίον, ὡς τὸ ἢ εἰς δύο συλλαβὰς διῃρημένα, ὡς τὸ ἀλλὰ καὶ τὸ διπλοῦν στοιχεῖον δύο συμφώνων τόπῳ λειτουργεῖ· καὶ τοῦτο δὲ καὶ ἐν τῇ αὐτῇ συλλαβῇ εἴωθεν εἶναι, ὡς τὸ καὶ ἐν τῇ πλησίον, ὡς ἐν τῷ ἄξων. ὁμοίως καὶ φωνῆεν τόπῳ συμφώνου κείμενον, ὡς τὸ.

ΠΕΡΙ ΚΟΙΝΗΣ ΣΥΛΛΑΒΗΣ

Κοιναὶ συλλαβαὶ γίνονται τρόποις τέτρασιν· πρώτῳ, ἐὰν συνεσταλμένῳ φωνήεντι ἐπιφέρηται δύο σύμφωνα, ὧν τὸ μὲν προηγούμενόν ἐστιν ἄφωνον, τὸ δὲ δεύτερον ὑγρὸν ἀμετάβολον. βραχεῖα γάρ ἐστιν ἐν τούτῳ · μακρὰ δὲ ἐν τούτῳ, ἐὰν δὲ δύο σύμφωνα εἰς δύο συλλαβάς εἰσιν διῃρημένα, οὐ γίνεται κοινή, ἀλλὰ θέσει μακρά, ὡς ἐν τῷ ἀνωτέρω ἀνηνέγκαμεν· οὔτʼ ἐὰν ἡμίφωνον εἰς τὸ αὐτὸ μετὰ τοῦ ἀμεταβόλου συνέλθῃ . ἑτέρῳ τρόπῳ γίνονται κοιναί, ὅταν φωνήεντι ἐκτεταμένῳ ἐπιφέρηται φωνῆεν· βραχεῖα ἐν τούτῳ , μακρὰ δὲ οὕτως . φύσει γὰρ μακρόν ἐστιν τὸ ο στοιχεῖον, ὅπερ ἐν τοῖς ἀνωτέρω ἀντὶ βραχείας παρείληπται. τρίτῳ, ὅταν βραχείᾳ συλλαβῇ εἰς μέρος λόγου περαιουμένῃ ἐπιφέρηται φωνῆεν· ἔστιν γὰρ μακρὰ ἐν τούτῳ βραχεῖα ἐν τούτῳ . τετάρτῳ τρόπῳ, ἐὰν λήγῃ εἰς σύμφωνον καὶ ἐπιφέρηται τὸ στοιχεῖον. ἔστιν δὲ βραχεῖα οὕτως , μακρὰ δὲ οὕτως .

ΠΕΡΙ ΛΕΞΕΩΣ

Λέξις ἐστὶν ἐκ συλλαβῶν ὡρισμένη μετὰ σημασίας βεβαίας ῥῆσις . τινὲς λέξεις εἰσὶν ἁπλαῖ, ὡς τό , τινὲς σύνθεται . ἐκ τῶν συνθέτων λέξεών τινες γίνονται ἐκ δύο ἀπολειπόντων, ὡς τὸ, ὁπότε νοεῖται ἡμίσεια κεφαλή· τινὲς ἐξ ἀπολείποντος καὶ τελείου , ᾧ σημαίνεται ἐκτὸς θαλάσσης· τινὲς ἐκ τελείου καὶ ἀπολείποντος, ὡς τὸ, ὁπότε νοεῖται ὁ κέρατι ᾄδων· τινὲς ἐκ δύο τελείων .

ΠΕΡΙ ΛΟΓΟΥ

Λόγος ἐστὶν στόματος ἀφεθεῖσα καὶ διὰ λέξεων συντεταγμένη ἐκφώνησις, οἷον στόματος λογισμὸς ἢ λόγος. λόγου μέρη εἰσὶν ὀκτώ, ὄνομα ἀντωνυμία ῥῆμα μετοχὴ ἐπίρρημα πρόθεσις σύνδεσμος παρένθεσις· τισὶν δὲ δοκεῖ καὶ προσηγορία.

ΠΕΡΙ ΟΝΟΜΑΤΟΣ

Ὄνομά ἐστιν μέρος λόγου μετὰ πτώσεως ἄνευ χρόνου πρᾶγμα ἐνσώματον ἢ ἀσώματον σημαῖνον κυρίως ἢ κοινῶς· κυρίως, ὡς τό , κοινῶς, ὡς τό . ὄνομα λέγεται, ὅτι ἓν ἕκαστον πρᾶγμα σημαίνει, ὡς παρασημείωσις ἀνῃρημένης τῆς μέσης συλλαβῆς διὰ συγκοπήν, ἢ ἀπὸ τῆς ἑλληνικῆς ἀρχῆς. … τὰ ὀνόματα ἅπερ ἰδικῶς καὶ κυρίως λέγεται, ὁμοίως ἅπερ ἂν μονογενῆ καὶ μόνα ἐστίν, τῶν θεῶν , ἀνθρώπων, ὡς τό , πόλεων , ἐπαρχιῶν νήσων ὀρέων, ὡς τό ποταμῶν . τῶν κυρίων ὀνομάτων ἃ μέν εἰσιν χρηματισμοί, ἅτινα τῶν ὀνομάτων τῶν ἐθνικῶν προτάσσεται, ὡς . ἄλλα κύρια ἐθνικά, ἅτινα ἀπὸ τοῦ γένους καὶ τοῦ ἔθνους κάτεισιν . ἃ δὲ συνώνυμα, ἃ τοῖς ὀνόμασιν τοῖς ἐθνικοῖς ὑποτάσσεται, ὡς τό , συντάσσεται γὰρ οὕτως . ἃ δὲ παρώνυμα, ἃ τοῖς συνωνύμοις ἔκ τινος λογισμοῦ ἢ ἀρετῆς προσβάλλεται καὶ τὰ τούτοις ὅμοια.

Προσηγορικὰ ὀνόματά εἰσιν, ἅτινα γενικῶς καὶ κοινῶς λέγεται. ταῦτα εἰς δύο εἴδη διαιρεῖται. ἃ μὲν γὰρ αὐτῶν σημαίνει πράγματα ἐνσώματα, ἅτινα καὶ ἰδεῖν καὶ ὧν ἅψασθαι δυνατόν, καὶ παρά τινων ἐπικλήσεις προσαγορεύονται, ὡς τὸ ἄνθρωπος δένδρον βόσκημα, ἅτινα ἡμεῖς ἐνσώματα καλοῦμεν. ἃ δὲ καὶ παρά τινων προσηγορίαι λέγονται καὶ ἔστιν ἀσώματα, ἅτινα τῷ νῷ μόνον καταλαμβάνεται, ἀλλʼ οὔτε ἰδεῖν οὔτε ἅψασθαι αὐτῶν δυνατόν, ὡς ἔστιν εὐσέβεια δικαιοσύνη κόσμος ἀξίωμα εὔροια διδασκαλία. ταῦτα ἡμεῖς προσηγορικὰ λέγομεν.

Τῷ ὀνόματι συμβαίνει ταῦτα, εἶδος γένος σχῆμα ἀριθμὸς πτῶσις. εἶδός ἐστιν ᾧ νοεῖται, ἢ κύριον εἴη τὸ ὄνομα ἢ προσηγορικόν. γένη τῶν ὀνομάτων εἰσὶν τέσσαρα, ἀρσενικόν θηλυκὸν οὐδέτερον κοινόν. ἀρσενικόν ἐστιν οὗ προτάσσεται οὗτος, ὡς οὗτος ὁ διδάσκαλος· θηλυκόν ἐστιν οὗ προτάσσεται αὕτη, ὡς αὕτη ἡ σχολή· οὐδέτερόν ἐστιν οὗ προτάσσεται τοῦτο, ὡς τοῦτο τὸ σκρίνιον· κοινόν ἐστιν οὗ προτάσσεται ὁ καὶ ἡ καὶ τό . ἔστιν καὶ ἐπίκοινα ὀνόματα, ἃ οἱ Ἕλληνες προσαγορεύουσιν, ὁπότε ὅπερ ἀναγκαίως ἀρσενικῷ γένει ἐκφωνεῖται καὶ θηλυκῷ νοεῖται, ἢ τοὐναντίον ὅπερ θηλυκῷ ἐκφωνεῖται καὶ ἀρσενικῷ παραλαμβάνεται, ὡς τὸ στρουθός ἀετός χήν γαλῆ. σχήματα τῶν ὀνομάτων ἐστὶν δύο, ἁπλοῦν καὶ σύνθετον, ἁπλοῦν ὡς τό . συντίθεται δὲ ὀνόματα τρόποις τέτρασιν· ἐκ δύο τελείων, ὡς τὸ προάστειον· ἐκ δύο ἀπολειπόντων, ὡς τὸ, ἐκ τελείου καὶ ἀπολείποντος, ὡς τὸ, ἐξ ἀπολείποντος καὶ τελείου , ἐνίοτε ἐκ πλειόνων, ὡς τὸ ἀκαταμάχητος ἀνεκπολέμητος ἀνεκδυσώπητος.

Ἀριθμοί εἰσιν δύο, ἑνικός, ὡς τὸ οὗτος ὁ Κάτων, πληθυντικός, ὡς τὸ οὗτοι οἱ Κάτωνες. ἔστιν δέ τινα ὀνόματα ἀεὶ πληθυντικά, ὡς τὸ ῥύποι τείχη· τινὰ τὸν ἑνικὸν καὶ πληθυντικὸν ἀριθμὸν κοινῶς σημαίνει, ὡς τὸ ἡμέρα νεφέλη· τινὰ τῇ μὲν θέσει ἑνικά, τῷ δὲ νῷ πληθυντικά, ὡς τὸ δῆμος ἐκκλησία· τινὰ τῇ μὲν θέσει πληθυντικά, τῷ δὲ νῷ ἑνικά, ὡς τὸ Κῦμαι Ἀθῆναι Θῆβαι.

Πτώσεις εἰσὶν ἕξ, ὀνομαστικὴ γενικὴ δοτικὴ αἰτιατικὴ κλητικὴ ἀφαιρετική, ἣ καὶ ἀπενεκτική. προσβάλλεται παρὰ τῶν ἐπιμελεστέρων καὶ ἑβδόμη πτῶσις. ἀεὶ ἡ ἀπενεκτικὴ ἑνὶ τρόπῳ ἐκφέρεται, ὅταν ἀπὸ προσώπου ἢ ἀπὸ τόπου ἢ ἀπὸ πράγματος ἀφαιρεθέν τι σημαίνηται, οἷον «ἀπὸ Αἰνείου τὴν ῥίζαν κατάγει Ῥωμύλος, ἀπὸ Ῥώμης εἰς Ἀφρικὴν ἐπάνεισιν, ἀπὸ τῶν βιβλίων τῶν Κικέρωνος νενόηται». ἡ δὲ ἑβδόμη πτῶσις τρόποις τέτρασιν ἐκφέρεται· πρώτῳ, ὅταν ἐν προσώπῳ ἢ ἐν τόπῳ ἢ ἐν πράγματι νοῆται, οἷον «ἐν τῷ Σκηπίωνι ἡ στρατιωτικὴ ἀρετὴ ἐξέλαμψεν, ἐν τῷ ὄρει τῷ Καυκάσῳ ποινὰς ἔτεισεν Προμηθεύς, ἐν τῷ ἀνδριάντι Κικέρωνος ἡ νίκη ἡ τῶν συνωμοτῶν ἐγγράφεται», καὶ ἑρμηνεύεται τὸ τοιοῦτο σχῆμα διὰ τῆς δοτικῆς . ὃς κανὼν καὶ ἐν τοῖς ὀνόμασιν τῆς δευτέρας κλίσεως, ὧν καὶ ἡ ἀφαιρετικὴ καὶ ἡ δοτικὴ ἡ αὐτή ἐστιν, παραφυλάττεται καὶ ἐν τοῖς ὀνόμασιν τῆς τρίτης κλίσεως, ὧν ὁμοίως ἡ ἀπενεκτικὴ καὶ ἡ δοτικὴ ἡ αὐτή ἐστιν, οἷον δευτέρῳ, ὅταν ἀπενεκτικαὶ συνεζευγμέναι γενικῇ ἑρμηνεύονται ἑλληνικῇ, οἷον . τρίτῳ τρόπῳ, ὅταν τοῦτο τὸ σχῆμα τὸ ἑλληνικόν ῥωμαϊστὶ εἴπωμεν, ἐλπίδι τοῦ δύνασθαι, προαιρέσει τοῦ λῃστεύειν, σχήματι τοῦ ἐπιβουλεύειν . τετράτῳ τρόπῳ … ὡς ἐν ἐκείνῳ … λέγομεν γὰρ οὕτως «μηδενὸς φόβου τῶν πολεμίων εἰς τὰς παρεμβολὰς εἰσεπήδησεν, μηδεμιᾶς ἐλπίδος δυνάμει περιγενέσθαι χάρακι καὶ τάφρῳ τὰ τείχη περιβάλλει, οὐδένων φυλάκων τὸ παλλάδιον ἡρπάγη, μηδεμιᾶς ἐνέδρας φανερῶς ἐνικήθη ὁ πολέμιος». πανταχοῦ γὰρ ἐπιλείπει ὁ ῥωμαϊκὸς λόγος, δηλαδὴ διὰ τοῦτο, ὅτι δύο ἀπενεκτικαὶ ὀνοματικαί εἰσιν συνεζευγμέναι· ὡς εἰ ἡ μία μετοχικὴ εἴη, οὐκ ἐπιλείπει ὁ ῥωμαϊκὸς λόγος, ἀλλὰ πλήρης ἐστίν, ὥσπερ ἐν τοῖς ἀνωτέρω καὶ τὰ λοιπὰ ἃ ἐν τῷ δευτέρῳ τρόπῳ ἐξεθέμεθα.

Τινὰ ἔτι εὑρίσκεται ἃ καμφθῆναι καὶ κλιθῆναι οὐ δύναται, ὡς τὸ χρήσιμος οὐδέν· τινὰ δυσὶν ἢ τρισὶν πτώσεσιν μόνον ὀνομαστικῇ καὶ κλητικῇ πτώσει, καὶ τὸ γὰρ καὶ καὶ εὑρίσκομεν.

Ἔστιν ὀνόματα ἃ ἔθνος σημαίνει, ὡς τὸ Φρύξ Γαλάτης Σπάνος· ἄλλα ἀριθμόν, ὡς τὸ εἷς δύο· ἄλλα τάξιν, ὡς τὸ πρῶτος δεύτερος· ἄλλα ποιότητα, ὡς τὸ κακός ἀγαθός κόσμιος λευκός μέλας· ἄλλα ποσότητα, ὡς τὸ μακρός ὑψηλός μέγας ὑψηλός κοῖλος· τινὰ ἀπὸ τρόπων, ὡς τὸ ἀνειμένος ἡδύς χαρίεις τραχύς θρασύς· τινὰ δὲ οἰωνιστικά, ὡς τὸ ζωτικός αἰώνιος περιών· ἄλλα ἀπὸ τῶν συμβαινόντων ἢ τῶν παρεπομένων εἰλημμένα, ὡς τὸ μακάριος πλούσιος πένης.

Ἔστιν τινὰ πρωτότυπα, ὡς τὸ ὄρος πηγή Πηλεύς Αἰακός· τινὰ παραγωγά, ὡς τὸ ὀρεινός πηγαῖος Πηλείδης Αἰακίδης, ἅπερ οἱ Ἕλληνες πατρωνυμικὰ προσαγορεύουσιν, τινὰ κτητικά, ὡς τὸ Πηλεῖος Αἰάκειος. ἐκ τούτου τοῦ εἴδους . ἔστιν δὲ καὶ ὑποκοριστικά, ἃ εἰς μείωσιν τῶν ἀπολύτων ὀνομάτων γίνεται ἄνευ τινὸς συγκρίσεως . ἐκεῖνο δὲ μέμνησο, ὅτι ἀεὶ τὰ ὑποκοριστικὰ τοῖς ἰδίοις γένεσιν ὅθεν ὁρμᾶται συμφωνεῖ, ὀλίγα διαφωνεῖ, ὡς τὸ σεῦτλον σευτλίον, μαλάχη μαλάχιον. τὰ μονόπτωτα δὲ ὀνόματα καὶ ταῦτα ἃ φύσει ἑνικά ἐστιν, τοῦτʼ ἔστιν τὰ στοιχεῖα, ὁμοίως τῶν ποταμῶν καὶ τῶν ὀρῶν τὰ ὀνόματα κύρια, ὁμοίως αἱ ἑορταί, ὁμοίως τῶν γραμμάτων τὰ στοιχεῖα, ὁμοίως οἱ ἀριθμοί, μείωσιν, ὃ οἱ Ἕλληνες ὑποκορισμὸν καλοῦσιν, οὐκ ἀναδέχεται. ἔστιν καὶ ἃ παρὰ τούτων ῥηματικὰ λέγεται, ἡμεῖς δὲ οὐκ ἀνοήτως ἐροῦμεν, ὡς ἔστιν ἀπὸ τοῦ λέγω ῥήματος καὶ ἅρπαξ καὶ πλήκτης, ἐκ τούτου ὅτι ἁρπάζω καὶ πλήσσω.

Τινὰ δὲ γενικά ἐστιν, οἷς πολλὰ περιέχεται ἀνόμοια, ὡς τὸ ζῷον δένδρον. ἐκ τούτων δὲ γεννᾶται ἴδια, ἃ διαιρεῖται καὶ λεπτύνεται ἀπὸ τῆς ἰδίας ἀρχῆς τῆς γενικῆς, ὡς τὸ ἄνθρωπος ἵππος ταῦρος δάφνη πίτυς ὀξέα. τινὰ δὲ πεποιημένα ἐκ τῶν ἤχων ἢ ἀπὸ τῶν φωνῶν, ὡς τὸ τρισμός, κραυγή, ὁ ἦχος τοῦ χαλκοῦ, χρεμετισμὸς ἵππων, ὀλολυγμός, βρυχηθμός, μυκηθμός. τινὰ δὲ κάτεισιν ἀπὸ τῶν ἐπιρρημάτων, ὡς τὸ ἐχθεσινός σημερινός αὐρινός ὀψινός σφοδρός ταχύς. ἄλλα ἀπὸ τῶν μετοχῶν πεπλασμένα, ὡς τὸ παίζων ἐπαινῶν δακρύων ἀσθμαίνων μαινόμενος τεθνηξόμενος, χάσκων ὁ χαίνων, κρούστης ὃς κρούει, μετερχόμενος. ἔστιν ἔτι ἃ οἱ Ἕλληνες ἐπίθετα λέγουσιν, ἃ τοῖς ἑκάστου προσώποις προσβάλλεται ἐπαίνου χάριν ἢ ψόγου, οἷον, ἢ ἐν ψόγῳ . ἀλλὰ ταῦτα πάντα, εἰ καὶ τὰ μάλιστα εἴδη ἐστὶν ὀνομάτων ἀπολύτως μέντοι ὀνόματα λέγεται καὶ ἑκάστου πράγματος ἢ προσώπου προτάσσεται.

Τινὰ ὀνόματά εἰσιν ἃ καθʼ ἑαυτὰ ἄνευ ἑτέρου μέρους λόγου προσβοηθείας νοηθῆναι οὐ δύναται, ὡς πατήρ ἀδελφός· ἀναδέχονται γὰρ ἑαυτοῖς καὶ ἐκεῖνα, διʼ ὧν νοεῖται. ταῦτα παρὰ τῶν Ἑλλήνων τῶν πρός τι προσαγορεύονται, τοῦτʼ ἔστιν πρός τι. ἔστιν καὶ ὅμοια τοῦτʼ ἔστιν πρός τι κατά τινα τρόπον προσέχοντα, ὡς τὸ δεξιός ἀριστερός.

Ἔστιν τέ τινα ὁμώνυμα, ἃ μιᾷ προσηγορίᾳ πλείονα σημαίνει, ὡς τὸ ἔγγονος τάξις. σημαίνει γὰρ καὶ ὡρισμένον εὐγενείας βαθμὸν καὶ πραγμάτων μαμμῴων καταφαγᾶν. ὁμοίως τὸ καὶ ὀφθαλμῶν λέγεται καὶ σιδήρου καὶ στρατοπέδου. τινά ἐστιν συνώνυμα, ἃ πλείοσιν λαλιαῖς τὸ αὐτὸ σημαίνει . τινὰ δὲ μέσης δυνάμεως, ἃ τὴν σημασίαν ἀπὸ τῶν συνεζευγμένων λαμβάνουσιν, ὡς τὸ μέγας ἰσχυρός· ταῦτα γὰρ καθʼ ἑαυτὰ οὐδένα ἔχουσιν νοῦν καὶ διὰ τοῦτο παρά τινων προσθῆκαι λέγονται, ὡς τὸ μέγας ἀνήρ, ἰσχυρὸς στρατός.

Τοῖς ὀνόμασιν συμβαίνουσιν καὶ συγκρίσεις. βαθμοὶ τοιγαροῦν τῶν συγκρίσεών εἰσιν τρεῖς, ἀπόλυτος συγκριτικός ὑπερθετικός . τὰ ὀνόματα τῆς συγκρίσεως ἐπιτέθειται οὐ κυρίως. καὶ γὰρ τὸ συγκρίσεως τρόπος οὐκ ἔστιν, ὁπότε ἀπόλυτος εἴη καὶ μηδενὶ συγκρίνοιτο. ὁμοίως τὸ οὐ καλῶς λέγεται συγκριτικός, ὅτι οὐ συγκρίνει, ἀλλὰ ὑπερτιθεῖ. ὅταν γὰρ λέγω «διδασκαλικώτερος ἐκείνου εἰμί», οὐ συγκρίνω ἐμαυτὸν ἐκείνῳ, ἀλλʼ ὑπερτιθῶ.

Οὐ πάντα δὲ τὰ ὀνόματα τοὺς βαθμοὺς τῆς συγκρίσεως ἀναδέχονται, ἀλλὰ μόνα ἅπερ ἂν ποιότητα σημαίνει, ὣς τὸ ἀγαθός λευκός ταχύς, ἢ ποσότητα, ὡς τὸ μακρός ὑψηλός μέγας. τὰ λοιπὰ δὲ οὐκ ἔχει σύγκρισιν, οἷον ἅπερ ἂν σῶμα σημαίνει, ὡς τὸ ἄνθρωπος δένδρον. τινὰ ὀνόματα, εἰ καὶ τὰ μάλιστα ποιότητα σημαίνει, ὅμως τοὺς βαθμοὺς τῆς συγκρίσεως οὐκ ἔχει, ὡς τὸ κενός νηφάλιος πένης μέγας. τινά εἰσιν ἃ ἕνα μόνον βαθμὸν ἀναδέχεται τὸν συγκριτικόν, ὡς τὸ γέρων γεραιότερος, νέος νεώτερος· τινὰ τὸ ὑπερθετικὸν μόνον, ὡς τό . ἔστιν ὁμοίως ὑπερθετικὰ ἃ τὸν ἀπόλυτον, τοῦτʼ ἔστιν τὸν πρωτότυπον, οὐκ ἔχουσιν, ἀλλὰ ἀπὸ ἐπιρρήματος ἔρχεται, ἀπὸ τοῦ καὶ ἀπὸ τοῦ ἐπιρρήματος. τινά ἐστιν ἐν οἷς μόνον ὁ βαθμὸς ὁ ὑπερθετικὸς εὑρίσκεται, ὡς τό . τινά ἐστιν ἃ διαφόροις τύποις εἰς σύγκρισιν ἔρχεται, ὡς τό . τούτοις γὰρ διὰ πάντων τῶν τριῶν βαθμῶν ἡ σύγκρισις προχωρήσει, ἀλλʼ ὅμως οὐκ ἔχει ἕνα τύπον τοῦ ὀνόματος. ἔστιν ἄλλα ἀπόλυτα ἃ οὐδενὶ μὲν βαθμῷ συγκρίσεως τυποῦται, ἀναδέχεται μέντοι τὴν σύγκρισιν, ἐὰν αὐτοῖς τὸ μᾶλλον ἐπίρρημα ζευχθήσεται, ὡς τό , καὶ τό , ὁμοίως, ὥσπερ ἐκ τοῦ ἐναντίου προσβάλλεται.

Χρώμεθα δὲ τῷ βαθμῷ τῶν συγκριτικῶν ἐν ἑνὶ καὶ ἑτέρῳ σχεδὸν ἴσοις καὶ ὁμοίοις — τῶν γὰρ ἀνομοίων σύγκρισις οὐδεμία ἐστίν —, ὡς τὸ «οὗτοι οἱ δύο ἄνδρες ἰσχυροί, ἀλλὰ οὗτος τοῦ ἑτέρου ἰσχυρότερος». ὁμοίως ὁ συγκριτικὸς βαθμὸς καὶ τούτοις τοῖς τοῦ αὐτοῦ γένους οὖσιν καὶ τούτοις τοῖς ἑτέρου οὖσιν συγκρίνεται, ὡς τὸ ἵππος θάσσων ἵππου λέγεται τοῦ ὁμογενοῦς ὄντος, ὁμοίως θάσσων κυνὸς τοῦ ἑτερογενοῦς. ὁ ὑπερθετικὸς δὲ τούτων μόνον τῶν ὁμογενῶν ὄντων προτάσσεται. ταχύτατος γὰρ ἵππος οὐ λέγεται, ἐὰν μὴ ἵπποις συγκρίνηται. τοιγαροῦν ὁ ὑπερθετικὸς βαθμὸς ἢ πάντων τῶν ὁμογενῶν προτάσσεται ἢ οὐδενός. ἴσθι δὲ τὸν συγκριτικὸν βαθμὸν τὴν πτῶσιν τὴν ἀποκομιστικὴν ἕλκειν καὶ ἐν τῷ ἑνικῷ ἀριθμῷ καὶ ἐν τῷ πληθυντικῷ, ὡς τό . ὁ ὑπερθετικὸς δὲ τὴν πτῶσιν τὴν γενικὴν ἕλκει καὶ μόνον πληθυντικῷ ζεύγνυται ἀριθμῷ, ὡς τό λέγεται.

Ἐγώ ἐμοῦ ἐμοί ἐμέ ἐγώ ἀπʼ ἐμοῦ ἡμεῖς ἡμῶν ἡμῖν ἡμᾶς ὦ ἡμεῖς ἀφʼ ἡμῶν σύ σοῦ σοί σέ ὦ σύ ἀπὸ σοῦ ὑμεῖς ὑμῶν ὑμῖν ὑμᾶς ὦ ὑμεῖς, ἀφʼ ὑμῶν

οὗτος τούτου καὶ αὕτη ταύτης καὶ τοῦτο τούτου οὗτοι τούτων καὶ αὗται τούτων καὶ ταῦτα τούτων αὐτὸς αὐτοῦ καὶ αὐτὴ αὐτῆς καὶ αὐτὸ αὐτοῦ αὐτοὶ αὐτῶν καὶ αὐταὶ αὐτῶν καὶ αὐτὰ αὐτῶν. οὗτος τούτου καὶ αὕτη ταύτης καὶ τοῦτο τούτου οὗτοι τούτων καὶ αὗται τούτων καὶ ταῦτα τούτων αὐτὸς αὐτοῦ καὶ αὐτὴ αὐτῆς καὶ αὐτὸ αὐτοῦ αὐτοὶ αὐτῶν καὶ αὐταὶ αὐτῶν καὶ αὐτὰ αὐτῶν ἐκεῖνος ἐκείνου καὶ ἐκείνη ἐκείνης καὶ ἐκεῖνο ἐκείνου ἐκεῖνοι ἐκείνων καὶ ἐκεῖναι ἐκείνων καὶ ἐκεῖνα ἐκείνων

τὶς ἢ ποιὸς τινὸς ἢ ποιοῦ καὶ τὶς ἢ ποιὰ τινὸς ἢ ποιᾶς καὶ τὶ ἢ ποιὸν τινὸς ἢ ποιοῦ τινὲς ἢ ποιοὶ τινῶν ἢ ποιῶν καὶ τινὲς ἢ ποιαὶ τινῶν ἢ ποιῶν καὶ τινὰ ἢ ποιὰ τινῶν ἢ ποιῶν τίςποτε ἢ ποιόςποτε τινόςποτε ἢ ποιοῦποτε καὶ τίςποτε ἢ ποιάποτε τινόςποτε ἢ ποιᾶςποτε καὶ τίποτε ἢ ποιόνποτε τινόςποτε ἢ ποιοῦποτε, ἕκαστος ἑκάστη ἕκαστον καὶ ἑκάτερον τὰ δὲ ἑλληνικὰ τοῦ πληθυντικοῦ ταῦτα, τινέςποτε ἢ ποιοίποτε τινῶνποτε ἢ ποιῶνποτε καὶ τινέςποτε ἢ ποιαίποτε τινῶνποτε ἢ ποιῶνποτε καὶ τινάποτε ἢ ποιάποτε τινῶνποτε ἢ ποιῶνποτε, ἕκαστοι ἕκασται ἕκαστα ὁστιςδήποτε ἢ ὁποιοςδήποτε τινοςδήποτε ἢ ποιο δήποτε καὶ τιςδήποτε ἢ ποιαδήποτε τινοςδήποτε ἢ ποιαςδήποτε καὶ τιδήποτε ἢ ποιονδήποτε τινοςδήποτε ἢ ποιουδήποτε τινεςδήποτε ἢ ποιοιδήποτε τινωνδήποτε ἢ ποιωνδήποτε καὶ τινεςδήποτε ἢ ποιαιδήποτε τινωνδήποτε ἢ ποιωνδήποτε καὶ τιναδήποτε ἢ ποιαδήποτε τινωνδήποτε ἢ ποιωνδήποτε ἄλλος ἄλλου καὶ ἄλλη ἄλλης καὶ ἄλλο ἄλλου ἄλλοι ἄλλων καὶ ἄλλαι ἄλλων καὶ ἄλλα ἄλλων ἕτερος ἑτέρου καὶ ἑτέρα ἑτέρας καὶ ἕτερον ἑτέρου οὐδέτερος οὐδετέρου καὶ οὐδετέρα οὐδετέρας καὶ οὐδέτερον οὐδετέρου οὐδέτεροι καὶ οὐδέτεραι καὶ οὐδέτερα οὐδετέρων. ἕκαστος ἑκάστη ἕκαστον ἕκαστοι ἕκασται ἕκαστα ἑκάτερος ἑκατέρου καὶ ἑκατέρα ἑκατέρας καὶ ἑκάτερον ἑκατέρου ἑκάτεροι καὶ ἑκάτεραι καὶ ἑκάτερα ἑκατέρων ἑκάτερος ἑκατέρα ἑκάτερον εἷς μία ἕν τὶς τινός, ἀρσενικὸν καὶ θηλυκόν, καὶ οὐδέτερον τὶ τινός τινὲς καὶ τινά τὶς. τίςποτε τινόςποτε καὶ ἐπὶ θηλυκοῦ τὸ αὐτό, οὐδετέρου δὲ τίποτε τινόςποτε τινέςποτε καὶ οὐδετέρου τινάποτε τινῶνποτε οὐδεὶς οὐδεμία οὐδέν οὐδένες οὐδεμίαι οὐδένα οὐδένων ὅλος ὅλου ὅλη ὅλης ὅλον ὅλου ὁποῖος ὁποίου καὶ ὁποία ὁποίας, ὁποῖον δὲ ὁποίου ἐν τοῖς ῥωμαϊκοῖς οὐ κλίνεται, ὁποῖοι καὶ ὁποῖαι ὁποίων. τοιοῦτος καὶ τοιαύτη τοιοῦτοι καὶ τοιαῦται τοιούτων ἐν δὲ τοῖς ἑλληνικοῖς καὶ τὰ οὐδέτερα κλίνεται οὕτως, τὰ τοιαῦτα τῶν τοιούτων. ὁπόσος ἢ ὅσος καὶ ὁπόση ἢ ὅση καὶ ὁπόσον ἢ ὅσον ὁπόσοι καὶ ὁπόσαι καὶ ὁπόσα ὁπόσων τοσοῦτος καὶ τοσαύτη καὶ τοσοῦτον τοσοῦτοι καὶ τοσαῦται καὶ τοσαῦτα τοσούτων πόστος πόστη πόστον πόστοι πόσται πόστα.

Κτητικά ἐμὸς καὶ ἐμὴ καὶ ἐμόν ἐμοὶ καὶ ἐμαὶ καὶ ἐμὰ ἐμῶν σὸς σοῦ σὴ σῆς σὸν σοῦ σοὶ σαὶ σῶν

αὐτὸς αὐτοῦ αὐτὴ αὐτῆς αὐτὸ αὐτοῦ αὐτοὶ αὐταὶ αὐτὰ αὐτῶν. ὅστις οὗτινος ἥτις ἧστινος ὅτι οὗτινος οἵτινες αἵτινες ἅτινα. ἴδιος ἰδία ἴδιον ἴδιοι ἴδιαι ἴδια ἡμέτερος ἡμετέρα ἡμέτερον ἡμέτεροι ἡμέτεραι ἡμέτερα ὑμέτερος ὑμετέρα ὑμέτερον ὑμέτεροι ὑμέτεραι ὑμέτερα. εἰσὶν ἄνευ ὀνομαστικῆς καὶ κλητικῆς ἑαυτοῦ ἑαυτῆς ἑαυτῶν ἑαυτῷ ἑαυτῇ ἑαυτοῖς ἑαυτὸν ἑαυτὴν ἑαυτὸ ἑαυτοὺς ἑαυτὰς ἑαυτά ἀφʼ ἑαυτοῦ ἀφʼ ἑαυτῆς ἀφʼ ἑαυτῶν ἄμφω.

Περὶ συνθέσεως μεσοπτώτων ὀνομάτων. παρὰ μὲν Ῥωμαίοις πέντε ἡγοῦνται μόρια τῆς ἐπιπλοκῆς ἐν τῇ ἐσχάτῃ συλλαβῇ τῶν πτώσεων, ἐξ ὧν τὰ μεσόπτωτα συνίσταται οὕτως, τούτων γὰρ ἡ γενικὴ διὰ τοῦ καὶ προηγεῖται, παρὰ δὲ Ἕλλησιν γ ἡγοῦνται μόρια, ποτε δηποτε δε, ἐξ ὧν τὰ μεσόπτωτα συνίσταται οὕτως, τίςποτε ἢ ποιόςποτε καὶ τιςδήποτε ἢ ποιοςδήποτε καὶ τοιόςδε. τούτων δὲ αἱ γενικαὶ διὰ τῆς κλίσεως τῶν προηγουμένων θέσεων, ὡς τὸ τινόςποτε καὶ τινοςδήποτε καὶ τοιοῦδε.

Ποιότης ῥημάτων ἐν πόσοις ἐστὶν τύποις; τέσσαρσιν, ἀπολυτικῇ, οἷον ἀναγιγνώσκω, μελετητικῇ, οἷον ἐπιθυμῶ ἀναγιγνώσκειν, συνεχείας σημαντικῇ, οἷον συνεχῶς ἀναγιγνώσκω, ἀρκτικῇ, οἷον ἄρχομαι ζέειν, ἄρχομαι θερμαίνεσθαι.

Ἐγκλίσεις πόσαι εἰσίν; πέντε, ὁριστική, οἷον φιλῶ διδάσκω ἀναγιγνώσκω, προστακτικός, οἷον φίλει δίδασκε ἀναγίγνωσκε, εὐκτική, οἷον φιλοίην καὶ εἴθε φιλοίην διδάσκοιμι ἀναγιγνώσκοιμι, συνζευκτικός, οἷον ὅταν φιλῶ διδάσκω ἀναγιγνώσκω, ἀπαρέμφατος, οἷον φιλεῖν διδάσκειν ἀναγιγνώσκειν.

Σημασίαι ῥημάτων πέντε, ἐνεργητική παθητική οὐδετέρα ἀποθετική κοινή. Χρόνοι ῥημάτων τρεῖς, ἐνεστώς, οἷον φιλῶ διδάσκω ἀναγιγνώσκω, παρῳχημένος, οἷον ἐφίλησα, μέλλων, οἷον φιλήσω. πόσαι εἰσὶν τοῦ χρόνου διαφοραί; πέντε, ἐνεστώς, παρῳχημένος παρατατικός, παρῳχημένος ἀόριστος, παρῳχημένος ὑπερσυντελικός, μέλλων.

Συνεκκλιτικαὶ λέξεις. εἰμί εἶ ἐστίν ἐσμέν ἐστέ εἰσίν, ἐγενόμην ἐγένου ἐγένετο ἐγενόμεθα ἐγένεσθε ἐγένοντο, ἤμην ἦς ἦν ἦμεν ἦτε ἦσαν, γέγονα γέγονας γέγονε γεγόναμεν γεγόνατε γεγόνασιν. εἴην ἢ ἤμην, εἴης ἢ ἦς, εἴη ἢ ἦν, εἴημεν ἢ ἦμεν, εἴητε, εἴησαν ἢ ἦσαν· γεγόνειν γεγόνεις γεγόνει γεγόνειμεν γεγόνειτε γεγόνεισαν· εἴην εἴης εἴη εἴημεν εἴητε εἴησαν· γενοίμην γένοιο γένοιτο γενοίμεθα γένοισθε γένοιντο. ἔσομαι ἔσει ἔσται ἐσόμεθα ἔσεσθε ἔσονται, γενήσομαι γενήσει γενήσεται γενησόμεθα γενήσεσθε γενήσονται.

ἐκδίδωμι. θέλω ἵπταμαι κυλίω ἐξυπνίζομαι ἐξυπνίζω ξηραίνομαι ξηραίνω ἐθίζομαι ἐθίζω ἡμεροῦμαι ἡμερῶ τήκομαι τήκω χλιαίνομαι. μισῶ μισοῦμαι αἰσχύνομαι

Σημασίαι ἐπιρρημάτων πολλαί εἰσιν σημαίνει γὰρ χρόνον ὡρισμένον ὡς σήμερον αὔριον μετὰ τὴν αὔριον εἰς τὴν τρίτην εἰς τὴν τετάρτην ἡμέραν χθές τρίτην ἡμέραν πρωί ὀψέ ἑσπέρᾳ νυκτός νύκτωρ ἡμέρας καὶ μεθʼ ἡμέραν πρὸ μιᾶς τῇ ὑστέρᾳ ποτὲ καὶ πάλαι ποτέ ὁσακιςδήποτε ἔναγχος πρώην ἤδη πάλαι ἄλλοτε ἤδη λοιπόν τοὐντεῦθεν τότε, ἔτι καί, ἔτι καὶ τότε ἐκτόθεν ἐκεῖθεν πάλαι πώποτε οὐδέποτε ἔπειτα ὕστερον εὐθέως καθʼ ἡμέραν μεταξύ ἐν τοσούτῳ ἐν τῷ παρόντι εὐθέως αἰφνιδίως, ἐξαίφνης παραχρῆμα νεωστί ἤδη πάλαι ἐνίοτε ἔσθʼ ὅτε συνεχῶς, τὰ μάλιστα νῦν παραυτίκα, ἐξαυτῆς ἤδη ποτέ εὐθέως, ἔσθʼ ὅτε ἀεί ἐν τοσούτῳ. ἐπʼ ὀλίγον μετέπειτα μετὰ ταῦτα, μετὰ ταῦτα πρὸ τούτων καὶ πρὸ τούτου, ἕως μέχρι ἅμα τε πρὶν ἤ, μετὰ τό συνεχῶς μόλις ἅμα ἐπὶ πολύ ἐπὶ πλέον ἐπὶ πλεῖστον ὀψέ. ποσότητος ἱκανόν ἱκανῶς ἧττον, δαψιλῶς πλημμυρόντως ἔτι λίαν πάνυ ὡς ἐπὶ τὸ πλεῖστον, πάνυ ἐκ περισσοῦ περαιτέρω ἧττον πεπληρωμένως ταπεινῶς ὑψηλῶς μεγάλως ἐξαισίως ὑπερβολῇ ἄγαν λίαν δαψιλῶς κατακόρως εἰς τόπον ποῖ ποῦ ὧδε ἐκεῖσε ἔσω ἔξω, εἰς τὰ δεξιά εἰς τὸ ἐσώτερον εἰς τοὐπίσω κατʼ ἰδίαν ἑκατέρωσε, ὁποτέρωσε ἐν οὐδενί ὅπου, ὁπουδήποτε ποῦ ἐνθάδε ἐκεῖσε ἐνθάδε ἐκεῖ ἐπὶ τοῦ αὐτοῦ ἔνδον ἐνδοτέρω ἔξω πανταχῇ πούποτε, οὐδαμοῦ πούποτε ἀμφοτέρωθι οὐδοποτέρωσε ἄνω κάτω ἐκεῖ ἐν τῷ αὐτῷ μακράν ὕπερθεν, πόθεν ὁθενδήποτε πανταχόθεν ἐντεῦθεν ἐντεῦθεν ἐκεῖθεν ἐκεῖθεν, ἐκεῖθεν ἐκεῖθεν ἐκ τοῦ αὐτοῦ ἑκατέρωθεν ἔνδον ἀλλαχόθεν ἀπεντεῦθεν ἄπωθεν ἐκ τοῦ σύνεγγυς ποίᾳ ὁποιᾳδήποτε ταύτῃ, ταύτῃ ἐκεῖ ἐντεῦθεν ἐκείνῃ οὐδεμιᾷ ὀρθῇ εὐθείᾳ ἄνωθεν, κάτωθεν ἐπάνωθεν ὑποκάτωθεν ἔξωθεν ὑπέρ ἐντός ἔσωθεν ἐπάνωθεν, ὑποκάτωθεν ἐκτός πρό μετά ἀριθμοῦ ἅπαξ δίς τρίς τετράκις ὁσακιςδήποτε πρῶτον, ἐκ δευτέρου ἐκ τρίτου πολλάκις πλεονάκις πολλαχῶς, δηλαδή δηλαδή φανερῶς ὁμολογουμένως ἱσταμένως μενοῦνγε οὐχὶ ἄρα ἰδού ἰδού ἰδού ἑξῆς, ὕστερον πρότερον τότε ἐκεῖθεν ἔπειτα διὰ τί τί τί οὕτως διὰ τί μή τι διὰ τί ἵνα τί οὐχί, πότερον ἄρα ἆρά τι πῶς, τίνα πρόπον οὕτως ἄρα τί ἄρα ὁμοῦ ἅμα ὁμοῦ τυχόν τυχόν ἴσως τυχόν ἴσως τυχόν ἰσότητος οὕτως ὁμοίως καθάπερ ὡσεί ἴσως ὡς ὥσπερ ὃν τρόπον ὁποίως τοιούτως ὁμοίως ὁμοίως ἴσως ὥσπερ ὁμοίως, οὐκ ἄλλως οὐχ ἑτέρως ὥσπερ ὡσάν οὕτως μετʼ ἐμοῦ σὺν σοί μεθʼ ἡμῶν μεθʼ ὑμῶν τὰ ἐμά τὰ σά τὰ ἡμέτερα τὰ ὑμέτερα μεθʼ ἑαυτοῦ μεθʼ ἑαυτῶν εἶα ἄγε ἄγε δή προσφωνήσεως, ὤ ὠή εἴθε μή μήτε

ὡς θεμελιόθεν οὐρανόθεν ἀνθρωπόθεν ῥιζόθεν ὀδάξ πληκτικῶς συνεχῶς, ἁρπαγηδόν τροχαλῶς ἐσφιγμένως, ἀγεληδόν κεχωρισμένως ἰδίᾳ, ἐκ μέρους κατὰ προχώρησιν ἠρέμα, ἐκ τοῦ πρὸς ὀλίγον κατὰ λεπτόν ἠρέμα λάθρᾳ κλεψιμαίως ἐπίτηδες δρεπτικῶς κατὰ ἄκρον εὐθέως πανταχοῦ ἐξαιρέτως ἀμοιβηδόν ἐπίτηδες ἀσφαλῶς λάθρᾳ διστακτικῶς πλαστῶς ψευδῶς μάτην ταχέως κατʼ ἰδίαν δισχιδῶς τρισχιδῶς τετρασχιδῶς τετραμερῶς τυχηρῶς ἀορίστως ἀπεράντως εὐθέως πρώτως προσδεδοκημένως δηλαδή μεγάλως σπανίως δικαίως ἀξίως ἀναξίως ἀμελῶς, πυκνῶς παντελῶς αὐθαιρέτως λάθρᾳ μάτην φανερῶς ἐξ ἐναντίας διχῶς, τριχῶς τετραχῶς πολλαχῶς φανερῶς προπετῶς ἄλλως τῷ λέγεσθαι τῷ γενέσθαι μάτην, ἐπίτηδες, ἀδίκως προπετῶς πολυτελῶς, δικαίως ἐν τῷ αὐτῷ

πρός παρά πρό κατέναντι περί ἐντός ἐντός περί, περί περί ἐκτός ἐντός μεταξύ ἐγγύς ἐντός ὑποκάτω κατά διά, μετά διά ἐγγύς ὀπίσω ὄπισθεν, παρεκτός ἐντός διά ὑπό κατά ἐπάνω ὑπέρ πέραν, μέχρις ὑπέρ ἀπό ἀπό μετά ἐπί, περί ἐκ ἀπό ἐν ὑπέρ διά ἄνευ χωρίς, περί ὑπό μέχρι πρὸς Σακέρδωτα πρὸ τοῦ βήματος περὶ τὴν σχολήν, περὶ τὰ τείχη ἐντὸς Ῥήνου κατέναντι τοῦ Τιβέρεως ἐντὸς ὅρου περὶ τὰ τέκνα ἐκτὸς πόλεως ἐντὸς τειχῶν μεταξὺ φίλων, ἐγγὺς τῆς βασιλικῆς ὑπὸ τῇ πόλει κατὰ πατροκτόνου διὰ τὴν ὀργήν μετὰ χρόνον διʼ ἐκεῖνον, ὀπίσω ἐκείνου παρεκτὸς ἐμοῦ ὑπὸ τὴν κλίνην ὑπὸ σκιάν ἐπάνω ἐπὶ τοῦ βουνοῦ ὑπὲρ τὴν τύχην πέραν τοῦ Τιβέρεως μέχρι θαλάσσης, ὑπὲρ τὴν ἡλικίαν διὰ τοῦ πολέμου χωρὶς τοῦ παιδός μέχρι ἥβης κατὰ πατροκτόνου ἐν ἀγρῷ εἰς ἀγρόν περὶ Πριάμου ἐπάνω βουνοῦ ὑπὸ τῇ στέγῃ ὑπὸ τὴν σκιάν ἀπό διά διά, σύν μετά διά μετά

συμπλεκτικοὶ σύνδεσμοί εἰσιν καί τέ καί ἤδη μέν προσέτι δέ καί ἀλλά δέ δέ τοῦτο δέ ἔγωγε αἰτιολογικοί γάρ γάρ ἐπειδή ἐπεί διὰ τοῦτο ὅτι καθʼ ὅτι διά τοῦτο οὖν διά τοῦτο χάριν ἕνεκεν ἀλλά συλλογιστικοί ἐπειδή τοιγαροῦν διό, τοίνυν οὖν ἐπεί τοιγάρ διὰ τί ἐπεί διὰ τοῦτο εἴ τι ὁπότε ἀναπληρωματικοί κἄν ὅμως πρὸς ἐπὶ τούτοις δὴ ἄρα; διαζευκτικοί οὔτε οὔτε ἆρα ἤ μήτε ἤ μήτε ἤ ἤ διστακτικοί ἐάν εἰ μή εἴτε σαί τοι γε, εἰ καὶ τὰ μάλιστα ἐπειδή ἕως, ἕως που εἰ εἰ μή εἰ καί ὡς ὅπως ὅτε μετὰ τό πρίν εὐκτικῆς ὄψεως, ἵνα μή εἴθε ὤφελον μόνον κἄν μέχρι πρὶν ἤ μετὰ τό μέχρι ὑποζευκτικοί ἄχρι μάλιστα ἡνίκα ὁπότε πρὶν ἤ οἷον ὡς ὥσπερ

εὐθυμεῖ βελτίονά σοι κατεγγυῶμαι δικαστήριον συνεκρότησεν ὀχλῶν ἐμμένεις κακῶς ὑπονοοῦμαι περὶ ἐκείνου ψηφίζεταί μοι. ἀντικτυπεῖ, ἀντιλογίζεταί μοι μισεῖ τὴν ἀγοραῖον βίας σου κατηγορῶ εὕρατο αὑτῷ ἀξίωμα. ἐλθὲ πρὸς ἐμέ ὑπερτίθεται ἢ πλατύνει τὸν λόγον θάνατον αὑτῶ προσεπόρισεν ἀηδίζεται τῶν ἰδίων πραγμάτων τὸ ἔδαφος στρέφει ἐσπιλωμένον ὑβρισμένον κατεστιγμένον πρόσωπον καταμαρτυρηθεὶς ἄνθρωπος ἀπευκτέον ἔτος ἐπιρρεπές σοί ἐστιν προταχθεὶς γνώμῃ ἐμῇ λοιπὰ ἔξοχος κροτητικὴ αἴτησις νέας ἡλικίας. τίνι βοηθεῖν εἴωθε διὰ τὴν ἀβεβαιότητα τῆς φύσεως δὲ κυρίως ἐπὶ γυναικῶν λέγεται. ἱκετεύω τῇ φωνῇ ἐπιμελείᾳ πάνυ προσκυνητέᾳ οὐ πλέον μιᾶς νυκτός κεκονδυλωμένη καὶ ἐμμέριμνος ἢ δυσχερὴς πρᾶξις ἀπολύειν ὕβρισεν αὐτήν ἐκδικία σπουδαία ἐκβεβλημένας καὶ εὐκαταφρονήτους τῆς χειρὸς ἐπικουρίαν ἠγόρασεν τὸ αὑτοῦ ἔγκλημα ἀστάθμητος δαπάνη γουνούμενος. αὐχμὸν τρέφων φανερὸς ἀπελάτης ἐπικαλεῖται τὴν πίστιν βοήθειαν αἰτεῖ ἐπιτεταμένῃ ψυχῇ. πλημυρεῖ τοῖς χρήμασιν ὑπεραίρει ἡ ψῆφος διέπτυσεν αὐτοῦ τὰς ἱκετείας, θείᾳ συμβουλίᾳ παρέβη τὴν πίστιν τὸ τῆς φιλίας δίκαιον ἐμίανεν

κολακεύω ξενίζομαι ἐναντοιοῦμαι ζημιῶ ἀντιδικῶ ἀποστρέφομαι ζηλῶ φθονῶ χαλκολογῶ ἀλογοῦμαι διαμάχομαι ὑδρεύομαι ὑπολαμβάνω τεκμαίρομαι ἀποστρέφομαι οἰωνοσκοπῶ ὀρνεοσκοπῶ ἰξεύω ὀρνεοσκοπῶ ἡλιάζομαι ἀπάρτιον ποιῶ συμμαχῶ προσλαλῶ ἐργομωκεύομαι ἐργομωκεύομαι προσλαλῶ διαβάλλω ἀμφιλογῶ διαμιλλῶμαι, ἀποιωνίζομαι προσλαλῶ ἀμφιβάλλω, ἀμοιβαδίζω βακχεύω ἀναστρέφομαι, ἐπηρεάζω εἰρωνεύομαι δικολογῶ προφασίζομαι ὀχλαγωγῶ μεταπωλῶ ἐπικωμάζω συνοδεύω σοφίζομαι ἐπιχειρῶ στοχάζομαι δημηγορῶ κατανοῶ ἐνατενίζω συνεστιῶμαι ὑπογογγύζω συναμιλλῶμαι, καταβοῶ διαβάλλω αἰτιῶμαι ἀπορῶ διστάζω θεωρῶ κενοῦμαι πτοοῦμαι μεταβουλεύομαι παραμυθοῦμαι, διαμαρτύρομαι, συνδιατρίβω ἀρχαιρεσιάζω καταξιῶ ἀναξιοπαθῶ κυριεύω ξενίζομαι νοσφίζομαι ἀπομαρτύρομαι ἀποκαταρῶμαι δωρῶ καὶ δωροῦμαι, εἰς δῶρον αἱρῶ καὶ εἰς δῶρον αἱροῦμαι ἀποτρέπομαι εὐωχοῦμαι, καταρῶμαι ἐκλαλῶ ἀλλοτριοῦμαι, ἐκπαλαίω μυθολογῶ λαλῶ συρίζω, ἀπατῶ μωραίνω κλέπτω κατασκευάζω χαρίζομαι χαίρω συνήδομαι συγχαίρω λωποδυτῶ ἐωροῦμαι γονυπετῶ δοξάζομαι χασμῶμαι προτρέπομαι ξενίζομαι μαντεύομαι, ἀκοντίζω μιμοῦμαι εἰκονίζω ἀσθενῶ ἀρνοῦμαι ἐνεδρεύω ἑρμηνεύω εὐτραπελεύομαι ἀγανακτῶ βραδύνω ἐνδιατρίβω καταρῶμαι μυοῦμαι, πλημυρῶ ἁφιμαχῶ εὐτραπελίζομαι χαίρω θρηνῶ λῃστεύω πορνοβοσκῶ ὑπερθεματίζω ἀναβιβάζω παλαίω ἐμπαίζω ἀσωτεύομαι ἐνθεάζομαι κερδαίνω ἱλαρεύομαι λούομαι νοσφίζομαι μηχανῶμαι ἐμπορεύομαι ὠνοῦμαι σκέπτομαι ἀνατάσσομαι μεσημβριάζω, ἀπειλῶ συμπάσχω θαυμάζω μικρολογῶ μετριοπαθῶ διοικῶ ῥυθμίζω, μοιχεύω πειθαρχῶ παρέλκω διατρίβω δανίζομαι ἐπικίχρημι ἐλεῶ χωρογραφῶ καταμετρῶ θεραπεύω, πραγματεύομαι ἀστειεύομαι ἀστειεύομαι εἰκαιολογῶ ὀσφραίνομαι οἴομαι, οἰωνίζομαι βοηθῶ διαμαρτύρομαι, ἐργάζομαι καταφιλῶ καταπαλαίω, χασμῶμαι ῥέμβομαι πασσαλοκοπῶ κροτῶ νοσφίζομαι πυνθάνομαι ἀποδημῶ ξενίζομαι κινδυνεύω ἁλιεύω βοηθῶ λυμαίνομαι λεηλατῶ τίκτομαι ἁμαξηλατῶ δέομαι ψηφοπαικτῶ παρεδρεύω πολεμῶ συμβάλλω λοχαγῶ παιδεύομαι προίσταμαι προλέγω ἐξετάζω ἀποψηφοποιῶ τροχεύομαι κοκκολογῶ διαλογίζομαι, ἀναπολῶ παρέλκω κανονίζω ἐρευνῶ ζητῶ μάχομαι ἀγροικεύομαι ἀντιψηφίζομαι ἀποδοκιμάζω ἐρευνῶ μυκτηριάζω χαμαιτυπῶ ἀκολουθῶ ὁμιλῶ, παρηγορῶ διακινῶ κατοπτεύω στομαχῶ στατίζω ἐπερωτῶ βοηθῶ ὑποπτεύω πυνθάνομαι στασιάζω ἐφεδρεύω βοηθῶ φυγοδικῶ, ἀσφαλίζομαι μαρτύρομαι συρίζω παίζω θορυβάζω ἐγγυῶμαι ῥέμβομαι, μαντεύομαι ματαιοῦμαι ληρῶ κυνηγῶ θηρολετῶ ἐντρέπομαι στροφοῦμαι, ἁρμενοποιῶ κραυγάζω στρέφομαι, προσκυνῶ τρέφομαι

ἀναγράφομαι ὑπάρχοντα ὁμολογῶ θεωρῶ συνατενίζω ἀρνοῦμαι ὁμολογῶ ἐνατενίζω ἀρνοῦμαι ὑπερθεματίζω, θεραπεύω καταξιῶ ἀξιός εἰμι κλαίω ὁμολογῶ σοφιστεύω ὑπισχνοῦμαι νομίζω ἐντρέπομαι, ἐνατενίζω εὐλαβοῦμαι

περιπλέκομαι, ἐπιλαμβάνομαι ἐπιφύομαι ἐπιτυγχάνω παραχρῶμαι ἀποστρέφομαι ἄγχομαι κατατυγχάνω προσλαλῶ συνεπερείδομαι συλλαλῶ κατατυγχάνω καταμέμφομαι, συγκρούομαι εἰς μάχην συμβάλλω ἐπινοῶ, ἐκβαίνω ἐξολισθαίνω ἐκλαλῶ ἐξυπνίζομαι ἐκβιβάζω ἀπολαύω λειτουργῶ βαίνω ἐπιβαίνω ἐπολισθαίνω ἐπακολουθῶ ἐπιδιώκω ἐποχοῦμαι, ὀργίζομαι ὀλισθαίνω λαλῶ τήκομαι ἀποθνῄσκω ἐν φόβῳ ἐγώ, πρὸς φόβου σύ, ἐπερείδομαι γεννῶμαι ἀντεπερείδομαι, ἐπιλανθάνομαι πειθαρχῶ συμφωνῶ ἀποδημῶ ὑπομένω, κολάζομαι μαστίζομαι μετέρχομαι προπέμπω ἀπολαύω μέμφομαι ἐπανέρχομαι τρύχομαι ἀναπολῶ, ὑποστρέφω ἀναδέχομαι ἀκολουθῶ, χρῶμαι ἀμύνομαι τρέφομαι

συγκατατίθεμαι ἐπιφύομαι κολακεύω καθαιρῶ ἀσωτεύομαι ἀποπειρῶμαι καταψεύδομαι δαψιλεύομαι μηχανῶμαι, ψεύδομαι μετρῶ ἀναμένω ἀνατέλλω διάζομαι μερίζομαι, τιμωροῦμαι ἀναμετρῶ, κληροῦμαι

κινῶ συγκινῶ, ἀποκινῶ προσκινῶ περικινῶ, ἀποκρούομαι καθαιρῶ πράσσω, ἐλαύνω δέομαι τελίσκω διακόπτω χέω διαχέω ἀναχέω περιχέω προχέω ἐκχέω ἀναστατῶ γράφω προσγράφω, ἀντιγράφω διαγράφω περιγράφω συγγράφω συντελίσκω ὑπογράφω, ἐγγράφω περιγράφω συγγράφω. ἀναγινώσκω ἀξιῶ δικαιολογοῦμαι ἐπιλέγομαι περιέπω λύω ἀναλύω διαλύω ἀποδίδωμι περιλύω ἀπολύω ἁρπάζω πλανῶ διαρπάζω συναρπάζω φθείρω ἐξαρπάζω φέρω ἐπιφέρω εἰσφέρω προσφέρω ἐκφέρω, μεταφέρω συμφέρω ἀναφέρω περιφέρω προφέρω ὑποφέρω κλείω ἀνοίγω ἐγκλείω περικλείω συγκλείω τειχίζω προστειχίζω περιτειχίζω ἐντειχίζω διατειχίζω ἀνατειχίζω. ἀγοράζω συναγοράζω λυτροῦμαι βάλλω πέμπω ἐμβάλλω ἀπολύω παραπέμπομαι περιβάλλω παραπέμπομαι ἐπιτρέπω ὑποπέμπω ἁμαρτάνω ἀντιπέμπω παραπέμπω ῥήσσω ἀπορρήσσω εἰσορμῶ εἰσρήσσω διαρρήσσω περιρρήσσω ἀπορρήσσω ἑτοιμάζω, ἀγοράζω ἀποχωρίζω διαχωρίζω γίνομαι ὀσφραίνομαι ἐκπλήσσομαι βρέχομαι ἐξυπνίζομαι, ἀπαντῶ ποιῶ θερμαίνω ὀσφραίνω ἐκπλήττω βρέχω ἐξυπνίζω

ὀξύνω ὀξύνω φρύγω ψυχρός εἰμι φαίνω πενθῶ ἀστράπτω ὑπορθῶ δογματίζω αὐξάνω; πτοοῦμαι νέμω ἵστημι ἵσταμαι

θέλω ἵπταμαι ἐντέλλομαι, θεμελιῶ προσλαλῶ ἀναγκάζω; καθοσιῶ νήχομαι ἀνδρίζομαι δέρω, πίπτω τολμῶ.

Φιλῶ ἐφίλησα ἡλιάζω, κατηγορῶ δεινοποιῶ προσκυνῶ σωρεύω ἐπιτηδεύω, ἰσῶ ἀκυρῶ οἰκοδομῶ ἡνιοχῶ διατιμῶμαι, σωρεύω ἑνὶ χώματι ἀροτριῶ ἀλλοτριῶ μοιχεύω θιγγάνω μεγαλύνω ἀποσυνιστῶ δεσμῶ στενῶ προσαγορεύω ὁπλίζω σφίγγω λευκαίνω βοηθῶ βαστάζω καταφιλῶ πολεμῶ, μακαρίζω τυφλῶ ᾄδω κοκκύζω σαλπίζω, θηρῶ ἀμαυρῶ τορεύω ξυλοκοπῶ νουθετῶ κοιλαίνω ὑποδέννω ἐναλλάσσω γεραίρω ἑορτάζω συναγελάζω ταχύνω κηρῶ τρέφω πολλάκις ἄρχομαι περινοστῶ ἀναγορεύω καλῶ σειρῶ ἡ σειρὰ τοῦ βίρρου ἡλοκοπῶ, φωνῶ κράζω συντρέφω χρωματίζω, κιχρῶ εὐτρεπίζω ὠνοῦμαι δεσμεύω, στέφω κραδαίνω φιλοποιῶ διαλλάσσω, πατῶ συγκροτῶ καταπονῶ συστρέφω συνδρωπακίζω στερροποιῶ καταμανθάνω ἀπαρτίζω συνάπτω οἰκίαν χωρίῳ μιαίνω λυπῶ στυγνῶ ποινῶ χειροτονῶ γεννῶ αἱματῶ βασανίζω κραδαίνω ψοφῶ καίω ψέγω συνσωρεύω κατακρίνω καλλωπίζω ζημιῶ ἐκλευκαίνω πάρετον ποιῶ καταισχύνω ἀπολεπίζω κλίνω δεκατῶ δεκατῶ ἀποβυρσῶ ἀναγγέλλω δηλῶ τραχηλοκοπῶ, βουλεύομαι οἰκονομῶ καταπονῶ, στρεβλῶ διυλίζω καταπίνω ἀποφυλλίζω ψιλῶ παραληρῶ διηθῶ τέρπω πυκνῶ μονῶ διαπαρθενεύω καθοσιῶ ὑπαγορεύω πλουτίζω πλατύνω καταστάζω μετοχετεύω, διαιρῶ διασκορπίζω δίδωμι δαμάζω, ἀπατενίζω πελεκῶ νουθετῶ ἀφορίζω διπλασιάζω ἀφοσιῶ