eul_wid: tro-ah

Scholia-Aeschylus
Σχόλια εἰς Αἰσχύλον

Aeschylus Scholia Scholia Aeschylus PDF

The Scholia on Aeschylus constitute an extensive compilation of ancient and Byzantine marginal and interlinear annotations on the surviving plays of the tragedian. Transmitted through the medieval manuscript tradition, this collection of nearly 1,700 passages represents the accumulated exegetical work of generations of scholars. It preserves a vital record of textual criticism, including discussions of variant readings and editorial conjectures, alongside lexical explanations of rare or archaic vocabulary. The notes also provide mythological exegesis, clarifying obscure references, and offer commentary on dramatic technique and historical context. These scholia are fragmentary survivals of a much larger, now lost, body of ancient commentary, critically edited in modern times. They are preserved primarily in key manuscripts such as the tenth-century Codex Medicus and the eleventh-century Codex Laurentianus 31.8. As a critical resource for the philological study of Aeschylus, the scholia form the foundation for all modern critical editions of his works. They offer indispensable insights into ancient scholarship and the reception of Aeschylus from antiquity through the Byzantine period, while also preserving fragments of lost works, making them a vital source for the history of classical scholarship.

Ag t DEMETRII TRICLINII SCHOLIA IN AGAMEMNONEM παλαιόν.
Ag hyp [20] Ὑπόθεσις τοῦ προκειμένου δράματος. Ἀγαμέμνων εἰς Ἴλιον ἀπιὼν τῆι Κλυταιμνήστραι, εἰ πορθήσει τὸ Ἴλιον, ὑπέσχετο κατ’ αὐτὴν σημανεῖν τὴν ἡμέραν διὰ πυρσοῦ. ὅθεν σκοπὸν ἐκάθισεν ἐπὶ μισθῶι Κλυταιμνήστρα ὥστε σκοπεῖν τὸν πυρσόν. ὁ μὲν οὖν ἰδὼν ἀπήγγειλεν, αὐτὴ δὲ τὸν τῶν πρεσβυτῶν μεταπέμπεται ὄχλον ἐροῦσα περὶ τοῦ πυρσοῦ ἐξ ὧν δὴ καὶ ὁ χορὸς συνίσταται· οἵτινες ἀκούσαντες παιανίζουσι. μετ’ οὐ πολὺ δὲ καὶ Ταλθύβιος παραγίνεται καὶ τὰ κατὰ τὸν πλοῦν διηγεῖται. Ἀγαμέμνων δὲ ἐπὶ ἀπήνης ἔρχεται· εἵπετο δὲ αὐτῶι καὶ ἑτέρα ἀπήνη, ἔνθα ἦν τὰ λάφυρα καὶ ἡ Κασάνδρα. αὐτὸς μὲν οὖν προσέρχεται εἰς τὸν οἶκον σὺν τῆι Κλυταιμνήστραι ὑπαντησάσηι αὐτῶι, Κασάνδρα δὲ προμαντεύεται, πρὶν εἰσελθεῖν τὰ βασίλεια, τὸν ἑαυτῆς τε καὶ Ἀγαμέμνονος θάνατον καὶ τὴν Ὀρέστου μητροκτονίαν καὶ εἰσπηδᾶι ὡς θανουμένη, ῥίψασα τὰ στέμματα. τοῦτο δὲ τὸ μέρος τοῦ δράματος θαυμαστόν ἐστιν ὡς καὶ ἔκπληξιν καὶ οἶκτον ἱκανὸν ἐμποιεῖν. ἰδίως δὲ Αἰσχύλος τὸν Ἀγαμέμνονα ἐπὶ σκηνῆς ἀναιρεῖσθαι ποιεῖ, τὸν δὲ Κασάνδρας σιωπήσας θάνατον νεκρὰν αὐτὴν ἀποδείκνυσιν. πεποίηκε δὲ Αἴγισθον καὶ Κλυταιμνήστραν διισχυριζομένους περὶ τῆς ἀναιρέσεως ἑνὶ κεφαλαίωι, τὴν μὲν τὴν ἀναίρεσιν Ἰφιγενείας προβαλλομένην, τὸν δὲ τὴν Θυέστου ἐξ Ἀτρέως συμφοράν. Ἐδιδάχθη τὸ δρᾶμα ἐπὶ ἄρχοντος Φιλοκλέους ὀλυμπιάδι κηʹ ἔτει δευτέρωι. τὰ τοῦ δράματος πρόσωπα· φύλαξ, χορὸς γερόντων, Κλυταιμνήστρα, κῆρυξ Ταλθύβιος, Ἀγαμέμνων, Κασάνδρα, Αἴγισθος. προλογίζει ὁ φύλαξ. ἡμέτερον.
Ag 1a [5] + ἡ εἴσθεσις τοῦ δράματος ἐκ συστηματικῆς ἐστι περιόδου. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ληʹ, ὧν τελευταῖος· μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι. μετὰ δὲ τὸν κδʹ κῶλον ἰαμβικὸν μονόμετρον ἀκατάληκτον. ἐπὶ τῶι τέλει κορωνὶς εἰσιόντος τοῦ χοροῦ. + τὸ προοίμιον εὐκτικόν.
Ag 1c θεοὺς] τούς. αἰτῶ] ζητῶ.
Ag 1e ἀπαλλαγὴν] ἐλευθερίαν. σχόλια παλαιά.
Ag 2a Ἀστείως εἴρηται τὸ κοιμώμενος ἐπὶ μὴ ὑπνοῦντος. πῶς γὰρ ἂν καὶ φρουροίη καὶ ἄστρα βλέποι τις ὑπνῶν; ἀλλ’ ἐπὶ ἀνακλίσεως ἁπλῶς εἴρηται, ἵν’ εἴη ὁ φύλαξ οὗτος κοιμώμενος καθὰ καὶ κύων ἐν φυλακῆι νυκτερινῆι. φρουρᾶς ἐτείας] τῆς φυλακῆς λέγω τῆς χρονίας.
Ag 2c μῆκος] ἐπί. κοιμώμενος] ἀνακλινόμενος.
Ag 3a στέγαις] ἐν. στέγαις] τοῖς οἴκοις.
Ag 3c Ἀτρειδῶν] τῶν. ἄγκαθεν] ἐν ἀγκάλαις.
Ag 3e κυνὸς δίκην] τρόπον. Κυνὸς δίκην διὰ τὸ φυλακτικόν τε καὶ φιλοδέσποτον, καὶ ὅτι κρύπτων καὶ αὐτὸς τὴν κεφαλὴν ὑπὸ τοῖς ποσὶ ποιεῖται τὴν φυλακὴν τῶν οἴκων κατὰ τὴν νύκτα.
Ag 4a κάτοιδα] γινώσκω, ἔμαθον. ὁμήγυριν] ἤτοι τὸ πλῆθος.
Ag 5a χεῖμα] ἤγουν χειμῶνα καὶ θέρος. βροτοῖς] τοῖς.
Ag 6a δυνάστας] ἄρχοντας τῶν καιρῶν. ἐμπρέποντας] διαπρέποντας.
Ag 6c αἰθέρι] ἐν. φθίνωσιν] δύνωσιν.
Ag 7b ἀντολάς] τὰς ἀνατολάς. τῶν] τούτων.
Ag 8a ἑτέρα κατασκευή. φυλάσσω] ἐπιτηρῶ.
Ag 8c λαμπάδος] ἤτοι τοῦ φρυκτοῦ. τὸ σύμβολον] τὸ σημεῖον.
Ag 9a αὐγὴν πυρὸς] ἤγουν φρυκτωρίας λάμψιν. φάτιν] φήμην τῆς νίκης καὶ τῆς ἁλώσεως.
Ag 10a ἁλώσιμον] πορθητικήν. βάξιν] φήμην.
Ag 10c ὧδε] οὕτω. γυναικὸς] τῆς Κλυταιμνήστρας.
Ag 11b ἀνδρόβουλον] τὸ κατ’ ἄνδρα βουλευόμενον. κέαρ] ἡ ψυχή.
Ag 12a βάσις. εὖτ’] ἡνίκα.
Ag 12c νυκτίπλακτον] ἐν νυκτὶ πλανωμένην, ἄγρυπνον. ἔνδροσον] διὰ τὸ ὑπαίθριον κεῖσθαι.
Ag 13a εὐνὴν] κοίτην. ὀνείροις] ἤγουν ἄγρυπνον· οἱ γὰρ ἀγρυπνοῦντες οὐ βλέπουσιν ὀνείρατα.
Ag 14 παραστατεῖ] παρίσταται, ἐπέρχεται. συμβαλεῖν] συγκλεῖσαι.
Ag 16a Τοῦτο κατὰ τὴν παροιμίαν φησὶ τὴν λέγουσαν φρουρᾶς ἄιδε ι. ἀείδειν] ἤγουν χαρμόσυνα μέλπει.
Ag 16c μινύρεσθαι] θρηνητικὰ ἄιδειν. ἀντίμολπον] ἐναντίον πρὸς τὸν ὕπνον.
Ag 17b ἐντέμνων] ποιῶν. συμφορὰν] τὴν οὖσαν διὰ τὴν μοιχείαν Αἰγίσθου.
Ag 19 οὐ διαπονουμένου καὶ διοικουμένου ἄριστα ὡς πρόσθεν, ἤγουν καλῶς. ἀπαλλαγὴ] ἐλευθερία.
Ag 21 ὀρφναίου] νυκτερινοῦ. Δεῖ διαστήματος ὀλίγου ἐνταῦθα, εἶτα ἀνακραγεῖν ὡς θεασάμενον τὸν πυρσόν.
Ag 22 ὦ λαμπτὴρ τῆς νυκτὸς χαῖρε ὁ διδοὺς ἡμῖν φωταυγῆ ἡμέραν. πιφαύσκων] φαίνων.
Ag 23b χορῶν] ἤγουν εὐφροσύνης. συμφορᾶς] τοῦ συμβάντος ἁπλῶς.
Ag 26a σημανῶ] δηλώσω. τορῶς] ἀληθῶς ἢ ὀξέως.
Ag 27a εὐνῆς] ἐξ. ἐπαντείλασαν] δίκην ἄστρου φαινομένην.
Ag 27c δόμοις] ἐν. ὀλολυγμὸν] μετὰ θρήνου ὕμνον.
Ag 28b λαμπάδι] τῆι φρυκτωρίαι. ἐπορθιάζειν] ὀξέως ποιεῖν προσφέρειν ἐκείνηι.
Ag 29b Ἰλίου] τοῦ. πόλις] ἤτοι τὸ Ἴλιον.
Ag 30a ἑάλωκεν] πεπόρθηται. φρυκτὸς] ὁ φανός.
Ag 30c ἀγγέλλων] μηνύων. πρέπει] διαπρέπει.
Ag 31 φροίμιον] ἤγουν πρῶτος, τουτέστι πρὸ τῆς Κλυταιμνήστρας. ση(μείωσαι).
Ag 32b εὖ πεσόντα] ἐπελθόντα, γεγονότα. θήσομαι] ἤγουν δείξω.
Ag 32d ἡμέτερον + διὰ τῆς ἡμετέρας εὐφροσύνης καὶ τῆς χορείας δείξω καὶ ἐγὼ τὰ συμπεσόντα νῦν τοῖς δεσπόταις ὡς καλῶς ἔπεσον καὶ ἐγένοντο. Παροιμία τὸ τρὶς ἓξ βάλλειν ἐπὶ τῶν ἄκρως εὐτυχούντων, ἐπεὶ καὶ τοῖς κυβευταῖς οὐκ ἔστι πλείω τούτων εὐθυβολῆσαι.
Ag 33a λέγουσι δὲ ταύτην καὶ ἑτέρως· ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβο ι. παρ(οιμία).
Ag 33c βαλούσης] ἤγουν εὐτυχῶς ἀποβάσης ἐμοὶ τῆς τοῦ πυρσοῦ φυλακῆς. μολόντος] ἐλθόντος τοῦ δεσπότου.
Ag 35 ἄνακτος] τοῦ Ἀγαμέμνονος. Παροιμία ἐστὶ τὸ βοῦν ἐπὶ γλώττης φέρει ἐπὶ τῶν μὴ λαλούντων διά τινα αἰτίαν.
Ag 36 λέγει οὖν καὶ οὗτος ἢ ἀντὶ τοῦ βάρος μοι ἐπίκειται, ἢ φοβοῦμαι ζημίαν ἐπικεισομένην μοι. βέβηκεν] ἐπίκειται.
Ag 37b φθογγὴν] ἤγουν φωνήν. σαφέστατ’] φανερῶς.
Ag 38b λέξειεν] εἴποι. ὡς] ὅτι.
Ag 39a μαθοῦσιν] τοῖς γινώσκουσι τὰ περὶ τῆς μοιχείας λέγω. λήθομαι] προσποιοῦμαι ἐπιλελῆσθαι, ἤγουν μὴ εἰδέναι.
Ag 40a στροφὴ συστηματικὴ κώλων ξδʹ. ἡμέτερα + δέκατον μὲν ἔτο ς· τὰ τοιαῦτα εἴδη τῶν χορῶν, ὡς εἴρηται καὶ ἐν τῆι ἀρχῆι τοῦ τῶν Περσῶν δράματος, ἑτέρως εἰσὶν ἐσχηματισμένα.
Ag 40b [5] τὰ μὲν γάρ εἰσι μονοστροφικὰ καὶ συστηματικὰ ἐξ ὁμοίων κατὰ περιορισμοὺς ἀνίσους, τὰ δὲ κατὰ σχέσιν. εἰσὶ δὲ τὰ κατὰ σχέσιν στροφῶν ἕξ. ἔστι δὲ τῆς παρούσης μονοστρόφου στροφῆς τὰ κῶλα ἀναπαιστικὰ ξδʹ, ὧν τὰ μέν εἰσι δίμετρα ἀκατάληκτα, τὰ δὲ μονόμετρα, τὰ δὲ τῶν ἀποθέσεων δίμετρα καταληκτικὰ ἤτοι ἑφθημιμερῆ. ἐπὶ ταῖς ἀποθέσεσι πάσαις παράγραφος. ἔτος] ἐστί.
Ag 40d ἐπεὶ] ἀφ’ οὗ. ἀντίδικος] ἐχθρός, ἀπὸ τῶν ἐν ταῖς δίκαις ἐχθρῶν ἡ μεταφορά.
Ag 42 ἠδ’] καί. διόθεν] ἐκ Διὸς γὰρ ἡ βασιλεία δίδοται.
Ag 44 ὀχυρὸν] ἰσχυρόν. Ἀργείων] ἀπὸ μέρους τῶν Ἑλλήνων.
Ag 46 χώρας] τοῦ Ἄργους ἢ τῆς Ἑλληνικῆς. ἦραν] ἐκίνησαν.
Ag 47b στρατιῶτιν] στρατιωτικήν. ἀρωγάν] βοήθειαν.
Ag 48a ἐκ θυμοῦ] οὐ γλώσσηι, ἀλλ’ ἔργωι θυμούμενοι. κλάγξαντες] βοήσαντες, ἠχήσαντες.
Ag 49a τρόπον] δίκην. αἰγυπιῶν] ἀετῶν.
Ag 50a [5] + ἐκπατίοις τοῖς ἔξω τῆς ὁδοῦ· πάτος γὰρ ἡ ὁδός. ἢ ἐκπατίοις λεχέων ἀντὶ τοῦ τοῖς ἔξω τῆς οἰκίας αὐτῶν. τὸ δὲ ὅλον· οἵτινες ἀπολέσαντες τὸν πόνον τῶν ὀρταλίχων τῶν ἐν τοῖς δεμνίοις τηρουμένων— οὕτω γὰρ ὤφειλεν εἰπεῖν—στροφοδινοῦνται ἐν ἄλγεσι τῶν παίδων ἐκπατίοις ὕπατοι, ἤγουν ὑπεράνω τῶν λεχέων, πληττόμενοι ταῖς πτέρυξιν αὐτῶν. δέον δὲ εἰπεῖν ἐκπατίων παίδων, ἐκπατίοις εἶπε πρὸς τὸ ἄλγεσι ν. ἐκπατίοις] τοῖς ἔξω τῆς ὁδοῦ.
Ag 51a ὕπατοι] ὑπέρτατοι, ἤτοι ὑπεράνω. λεχέων] τῆς καλιᾶς.
Ag 51c στροφοδινοῦνται] στρέφονται, περιίπτανται. ἐρετμοῖσιν] κινήσεσιν.
Ag 52b ἐρεσσόμενοι] πληττόμενοι. δεμνιοτήρη] ὃν εἶχον πόνον εἰς τὸ φυλάσσειν τὰ ἐν τῆι καλιᾶι τέκνα.
Ag 54a ὀρταλίχων] νεοσσῶν. ὀλέσαντες] ἀπολέσαντες· οὐ γὰρ ἔτι πονήσουσιν.
Ag 55a ὕπατος] ὁ ὑπέρτατος. ἀίων] ἐπακούσας.
Ag 56a οἰωνόθροον] ἤγουν τὸν τῶν ἀετῶν θρῆνον. ὀξυβόαν] τὸν μετ’ ὀξείας βοῆς γινόμενον.
Ag 57a Ὑπὲρ τῶν μετοικισθέντων νεοσσῶν πέμπει τοῖς παραβᾶσι καὶ μετοικίσασιν αὐτοὺς ὕστερον τιμωρίαν. μετοίκων] τῶν μετοικισθέντων νεοσσῶν.
Ag 58 ὑστερόποινον] ἤτοι ὕστερον. παραβᾶσι] τοῖς.
Ag 59b παραβᾶσι] ἤγουν τοῖς παρανόμοις ἐκείνοις. ἐριννύν] φθοράν, τιμωρίαν.
Ag 60 ὁ κρείσσων] ὁ θεός. ξένιος] ὁ φίλιος.
Ag 62a Πολυάνορο ς· πολυάνδρου, ἐν ὧι ζήτει καὶ Λυκόφρονος τὰ περὶ Ἑλένης εἰρημένα πεντάγαμβρα νυμφεῖ α. πολυάνορος] τῆς πολλοὺς μνηστῆρας ἐσχηκυίας.
Ag 62c γυναικὸς] τῆς Ἑλένης. παλαίσματα] ἀγωνίσματα, μάχας.
Ag 63b γυιοβαρῆ] βαροῦντα τὰ μέλη τῶν ἀγωνιζομένων. κονίαισιν] ἐν τῆι γῆι.
Ag 64b ἐρειπομένου] πίπτοντος. διακναιομένης] λυπουμένης διὰ τοὺς πολέμους.
Ag 65b Προτελείοι ς· κυρίως ταῖς πρὸ γάμου θυσίαις, νῦν δὲ ταῖς πρὸ τῆς ἁλώσεως μάχαις. τὸ δὲ ὅλον οὕτω· πιπτόντων ἐπὶ γόνυ καὶ ἀμφοτέρων τῶν στρατευμάτων ὁμοίως, ἤτοι νικωμένων ἐν ἀρχαῖς τῆς μάχης, μέχρις ἂν τελεσθείη τὸ πεπρωμένον. ἐν προτελείοις] ἐν ἀρχαῖς.
Ag 66a κάμακος] τοῦ δόρατος. Δαναοῖσιν] τοῖς Ἕλλησιν.
Ag 68 πεπρωμένον] τὸ μεμοιρασμένον. ὑποκλαίων] λείπει τίς.
Ag 69b ὑπολείβων] σπένδων. ἡμέτερον + δέον εἰπεῖν οὐ θέλξει τὰς ὀργὰς τῶν Ἐριννύων τῶν δεχομένων τὰ ἄπυρα ἱερὰ ἤγουν τὰς ἀπύρους θυσίας, ὁ δὲ τὰς ὀργὰς εἶπε τῶν ἀπύρων ἱερῶ ν.
Ag 70a εὐτελῆ γάρ τινα ταύταις ἔθυον μὴ δεόμενα πυρός. ἀπύρων ἱερῶν] ἤγουν τῶν Ἐριννύων.
Ag 71a ἀτενεῖς] μεγάλας, ἐκτεταμένας. παραθέλξει] ἤγουν παρακρούσεται θέλξας.
Ag 72a ἀτίται] ἤγουν βεβλαμμένοι. σαρκὶ παλαιᾶι] ἤτοι τῶι γήραι.
Ag 73 ἀρωγῆς] βοηθείας. μίμνομεν] μένομεν ἐνταῦθα.
Ag 74b ἰσχὺν] δύναμιν, ὑπηρεσίαν. ἰσόπαιδα] ἤγουν ἀσθενῆ καὶ οἵα ἡ τῶν παίδων.
Ag 75b νέμοντες] παρέχοντες. σκήπτροις] τῆι βασιλικῆι ἐξουσίαι.
Ag 76a [5] ἡμέτερα + τοῦτο εἰπεῖν διὰ τούτων βούλεται ὅτι ὥσπερ τῶν νεαρῶν παίδων ἡ δύναμις ἴση ἐστὶ τῆι τῶν πρεσβυτῶν, ἤγουν ἀσθενής, καὶ οὐκ ἔστιν ἐξ αὐτῆς βοήθειά τις τῆι χώραι, οὕτω καὶ οἱ ὑπεργηράσαντες ἄνθρωποι ξηρανθείσης τῆς ἀκμῆς αὐτῶν τῆς ἐκ τῆς νεότητος πορεύονται μὲν ὁδοὺς τρίποδος—τουτέστι διὰ βακτηρίας ποιοῦνται τὴν πορείαν—πλανῶνται δὲ καὶ περιφέρονται ὥσπερ ὄναρ ἡμερινόν, οὐδὲν διαφέροντες τῶν ἀσθενῶν παίδων. πρῶτον δὲ οὐδετέρως εἰπὼν τὸ ὑπέργηρω ν, εἶτα ἀρσενικῶς ἐπέφερε τὸ ἀρείων παρὰ τὸ σημαινόμενον, ἤτοι πρὸς τὸν γέροντα. ὡρ(αῖον).
Ag 76c νεαρὸς] ὁ νέος ἤτοι ὁ τῶν νέων. μυελὸς] ἤγουν ἡ τῶν μελῶν δύναμις.
Ag 77 ἀνάσσων] ἄρχων, ἰσχύων. ἰσόπρεσβυς] ἴσος τῶι τῶν γηραιῶν ἤγουν ἀσθενής ἐστιν.
Ag 78b ἄρης] βοήθεια. ἐνὶ χώραι] ἐξ ἐκείνων ἤγουν τῶν νέων, τῶν παίδων.
Ag 79a ὑπέργηρων] ἤγουν τὸ πολλὰ γηράσαν. φυλλάδος] ἤγουν τοῦ ἄνθους τῆς νεότητος.
Ag 80 κατακαρφομένης] ξηρανθείσης. στείχει] πορεύεται.
Ag 81b παιδὸς] νέου βρέφους. οὐδὲν] οὐδαμῶς.
Ag 81d οὐδὲν ἀρείων] ἀλλ’ ἴσος. ἀρείων] κρείττων.
Ag 82a ὄναρ] ἤγουν ὄναρ ἐστὶν ὁ γέρων ἐν ἡμέραι φαινόμενον. ἀλαίνει] πλανᾶται ὁ γέρων.
Ag 83 Τυνδάρεω] τοῦ. θύγατερ] ὦ.
Ag 84b βασίλεια] βασίλισσα. ἐπαισθομένη] νοήσασα.
Ag 86 τίνος ἀγγελίας] ἤγουν ὑπὸ ποίας ἀγγελίας πεισθεῖσα. περίπεμπτα] ἤγουν πανταχοῦ διαπέμπουσα.
Ag 87b θυοσκινεῖς] θύματα κινεῖς, πέμπεις. Εὕρηται καὶ θυοσκοεῖς ὡς ἀπὸ τοῦ θυοσκόος, ὁ διὰ θυσιῶν τὸ μέλλον κοῶν ἤτοι νοῶν.
Ag 87c θύος γὰρ τὸ θῦμα. ἀστυνόμων] τῶν μεμερισμένων κατὰ τὸ ἄστυ.
Ag 89a ὑπάτων] τῶν ἐξόχων. χθονίων] τῶν ὑπὸ γῆν.
Ag 90 ἀγοραίων] τῶν κατὰ τὴν ἀγορὰν ὄντων. βωμοὶ] ναοί.
Ag 91b δώροισι] θύμασι. φλέγονται] λάμπονται καιομένων τῶν θυμάτων.
Ag 92 οὐρανομήκης] ἤγουν μεγάλη καθ’ ὑπερβολήν. ἀνίσχει] ἀναλάμπει.
Ag 94a + ἀπὸ μεταφορᾶς τῶν ἰατρῶν τοῦτο εἴρηται τῶν διά τινων φαρμάκων καὶ χρισμάτων μαλακῶν καὶ καθαρῶν θεραπευόντων τοὺς ἀσθενοῦντας. φαρμασσομένη] θεραπευομένη.
Ag 94c ἁγνοῦ] τοῦ ἐλαίου καθαροῦ. ἀδόλοισι] καθαραῖς.
Ag 95b παρηγορίαις] θεραπείαις. πελάνωι] θύματι.
Ag 96b μυχόθεν] ἤγουν ἐκ τῶν μυχῶν, τουτέστι τῶν θαλάμων. τῶν βασιλείων ὤφειλεν εἰπεῖν. ὅτι] ἐστί.
Ag 98a θέμις] δίκαιον. εἰπεῖν] πρὸς ἡμᾶς.
Ag 99a παιών] θεραπευτής, ἰατρός. τῆσδε μερίμνης] τῆς ἡμῶν φροντίδος τῆς περὶ τούτου.
Ag 100a ἣ νῦν] ἥτις δή. νῦν] δή.
Ag 100c τοτὲ] ποτέ. κακόφρων] κακὰ διαλογιζομένη.
Ag 100e τελέθει] ὑπάρχει. τοτὲ] ποτέ.
Ag 101b ἀγανὰ] εὐφραντά. φαίνους’] δεικνῦσα.
Ag 102a ἀμύνει] βοηθεῖ. ἄπληστον] τὴν ἀκόρεστον.
Ag 103a [5] θυμοβόρον] τὴν βιβρώσκουσαν τὴν ψυχὴν καὶ λυποῦσαν τὰς φρένας καὶ τὸν λογισμόν. ἡμέτερα + ἡ φροντίς, φησί, ποτὲ μὲν κακὰ διαλογίζεται περὶ τῶν ἀποδημούντων, δηλονότι φίλων, ποτὲ δὲ θυσίας ποιοῦσα λαμβάνει χρηστὸν ἐλπίδα, ἥτις ἡ ἐλπὶς θεραπεύει τὴν τοιαύτην φροντίδα τὴν βιβρώσκουσαν τὴν ψυχὴν καὶ λυποῦσαν τὰς φρένας καὶ τὸν λογισμόν.
Ag 103b τῆξις γάρ, φησί, καρδίας ἔμμονος λογισμός. λυποφρένα δὲ γράφε· οὕτω γὰρ ἔχει πρὸς τὸ μέτρον ὀρθῶς. δέον δὲ εἰπεῖν καὶ λυποφρένα, 〈 λυποφρένα 〉 ἀσυνδέτως ἐπέφερεν. στροφὴ ἑτέρα κώλων ιθʹ.
Ag 104b [5] + κύριός εἰμ ι· ἐντεῦθεν αἱ κατὰ σχέσιν ἄρχονται στροφαί. καί εἰσι τῆς πρώτης ταυτησὶ στροφῆς κῶλα ιθʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. εἰσὶ δὲ τὰ πλείω μὲν ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικὰ ἤτοι ἑφθημιμερῆ καὶ μονόμετρα καὶ πενθημιμερῆ, τινὰ δὲ καὶ δακτυλικὰ καὶ ἰαμβικά, ἃ καὶ μετρήσεις ἑπόμενος οἷς πρότερον εἰρήκαμεν. τὸ μέντοι τελευταῖον κῶλον τῆς τε στροφῆς καὶ ἀντιστροφῆς καὶ τῆς ἐπωιδοῦ καλεῖται ἐφύμνιον· καὶ ἔστι δακτυλικὸν πεντάμετρον. ἐπὶ τῶι τέλει τῆς στροφῆς καὶ ἀντιστροφῆς παράγραφος. ἔστι δὲ τριὰς ἐπωιδική. κύριος] ἤγουν δυνατός εἰμι εἰπεῖν τὸ συμβὰν αὐτοῖς σημεῖον ἐν ὁδῶι ἐξιοῦσιν ἀγαθόν.
Ag 105a αἴσιον] ἀγαθόν. ἐκτελέων] τῶν ἐν τέλει ὄντων ἤτοι τῶν βασιλέων.
Ag 105c Ἔτι γὰρ θεόθε ν · ὁ γὰρ σύμφυτός μοι αἰών, ὅ ἐστι τὸ γῆρας, διὰ τὴν εἰς θεοὺς πειθὼ μολπήν μοι καὶ ἀλκὴν καταπνεῖ, ὅ ἐστιν εἰ καὶ γέρων εἰμί, ὅμως μέλψω τὰ γεγονότα· πέποιθα γὰρ ὅτι εἰς πέρας αὐτὰ ἄξουσιν οἱ θεοί. + ἔτι γὰρ θεόθε ν· τοῦτο βούλεται εἰπεῖν· εἰ καὶ δοκῶ ἀσυντελής τις εἶναι διὰ τὸ γῆρας, ἀλλ’ οὐκ εἰμί.
Ag 105d [20] ἔτι γὰρ ὁ σύμφυτός μοι αἰών, ἤγουν ἡ μέχρι τοῦ νῦν παραταθεῖσά μοι ζωὴ καὶ τὸ γῆρας, καταπνέει μοι πειθὼ θεόθεν καὶ ἀλκήν, ἤγουν καταπείθει με καὶ δίδωσί μοι ἀλκὴν καὶ δύναμιν μέλπειν καὶ λέγειν ὅπως τὸ δίθρονον κράτος τῶν Ἀχαιῶν, ἤτοι τοὺς δύο βασιλεῖς, καὶ τὴν ἥβην τῆς Ἑλλάδος, τουτέστι τὴν ἀκμαίαν ἡλικίαν, τὴν σύμφρονα καὶ ὁμόφρονα τάξιν, ἤγουν τὰ τάγματα τὰ ὁμόφρονα, πέμπει ἐπὶ τὴν γῆν τὴν Τευκρίδα καὶ τὴν Τρωϊκὴν σὺν δορί, ἤτοι πολέμωι καὶ μάχηι, πράκτορι δίκης, ἤγουν εἰσπραξομένωι δίκην καὶ τιμωρίαν, ὁ θούριος καὶ ὁρμητικὸς ὄρνις, ἤτοι ὁ ἀετὸς ὁ βασιλεὺς τῶν οἰωνῶν, τουτέστι τὰ ἐνόδια σύμβολα ταῦτα ἔπεμψαν αὐτοὺς πρὸς τὴν Τροίαν. τὰ ἑξῆς δὲ δέον συνδεδεμένως εἰπεῖν, ὁ δὲ ἀσυνδέτως ἐπήνεγκεν. ὁ γὰρ κελαινὸς καὶ μέλας ἀετὸς καὶ ὁ ἐξόπιν ἀργίας, ἤγουν ὁ πύγαργος, φανέντες τοῖς βασιλεῦσι τῶν νεῶν ἴκταρ καὶ ἐγγὺς τῶν μελάθρων αὐτῶν ἐν ταῖς παμπρέπτεσι καὶ εὐπρεπέσιν ἕδραις λέγω ἐκ τῆς δορυπάλτου χειρός, ἤτοι τῆς δεξιᾶς, ἐφέρβοντο καὶ ἤσθιον γένναν λαγίναν, ἤτοι λαγωῶν, ἐρικύμονα καὶ ἄγαν ἐγκυμονοῦσαν καὶ τίκτουσαν βοσκομένην, βλαβέντα τῶν λοισθίων δρόμων, ἤτοι βλάβην σχόντα ἐκ τῶν τελευταίων αὐτοῦ δρόμων. τὸ βλαβέντα δὲ πρὸς τὸ σημαινόμενον εἴρηται· λαγίναν γὰρ γένναν ἤγουν λαγωόν. θεόθεν] παρὰ θεῶν.
Ag 105f καταπνεύει] διὰ τὸ μέτρον. αἰών] ἤγουν τὸ γῆρας.
Ag 108a δίθρονον κράτος] ἤγουν τοὺς δύο βασιλεῖς, τοὺς Ἀτρείδας. ἥβαν] καὶ τὴν τῶν Ἑλλήνων νεότητα καὶ ἀκμαίαν ἡλικίαν.
Ag 110 ξύμφρονα ταγάν] τὴν ὁμόφρονα τάξιν. ξὺν δορὶ] σὺν πολέμωι.
Ag 111b δίκας] τιμωρίας. πράκτορι] ἀπαιτητῆι, ἤγουν δίκην εἰσπραξομένωι.
Ag 112a θούριος] ὁ ὁρμητικός. ὄρνις] ὁ ἀετός.
Ag 112c Τευκρίδα] τὴν Τρωϊκὴν ἀπό τινος ἄρχοντος Τεύκρου. αἶαν] γῆν.
Ag 113 οἰωνῶν] τῶν ὀρνέων ἀπὸ μέρους. βασιλεῦσι] τοῖς.
Ag 114b κελαινὸς] ὁ μέλας. ὅ τ’ ἐξόπιν] ὁ ἐκ τοῦ ὄπισθεν λευκός, ἤτοι ὁ πύγαργος.
Ag 116a ἴκταρ] ἐγγύς. μελάθρων] τῶν οἴκων.
Ag 116c χερὸς] ἤτοι τῆς δεξιᾶς, δι’ ἧς πάλλουσι τὸ δόρυ. παμπρέπτεσιν] εὐπρεπέσιν.
Ag 117a ἡ εὐθεῖα ἡ παμπρέπτις. ἕδραις] καθέδραις.
Ag 118 λαγίναν] ἤτοι λαγωῶν γενεάν. ἐρικύμονα] ἄγαν ἐγκυμονοῦσαν· ἄλλα γὰρ γεννᾶι καὶ ἄλλα ἐν γαστρὶ φέρει.
Ag 119b φέρβοντο] ἤσθιον. βλαβέντα] βλάβην σχόντα.
Ag 120b λοισθίων] ἐκ τῶν τελευταίων. ἐκεῖνος γὰρ ἦν ὁ τελευταῖος αὐτοῦ δρόμος ἐξ οὗ ἐσφάλη. ἐφύμνιον.
Ag 121b ἐπειδὴ ὁ αἴλινος καὶ ἐπὶ θρήνου λέγεται, φησὶν ὅτι ἐν τάξει ὕμνου αὐτὸν λέγε. ἀντιστροφὴ κώλων ιθʹ.
Ag 122b κεδνὸς] ὁ συνετός. στρατόμαντις] ἤγουν ὁ Κάλχας.
Ag 122d ἰδὼν] τὸ τέρας. λήμμασι] φρονήμασι.
Ag 123b δισσοὺς] τοὺς δύο. Ἀτρείδας] ἤγουν εἰκόνισεν εἶναι τοὺς ἀετοὺς τοὺς δύο Ἀτρείδας.
Ag 124a ἐδάη] ἔμαθεν, ἔγνω. λαγοδαίτας] τοὺς τὸν λαγωὸν εὐωχηθέντας.
Ag 124c ἀρχοὺς] ἄρχοντας, προπέμποντας τὸν στρατόν. τεράιζων] τὸ τέρας ἑρμηνεύων.
Ag 126a χρόνωι] ἐν. χρόνωι] ἤγουν διὰ χρόνου.
Ag 126c ἀγρεῖ] ἀγρεύσει, πορθήσει. πόλιν] ἤτοι τὴν Τροίαν.
Ag 126e ἅδε κέλευθος] αὕτη ἡ ὁδός, ἤγουν ἡ τοῦ στόλου κίνησις. πύργων] ἤτοι τῆς πόλεως.
Ag 129a κτήνη] τά. κτήνη] ἤτοι τὰ θρέμματα.
Ag 129c πρόσθε] πρότερον τῆς πόλεως. δημιοπληθῆ] τὰ δημόσια.
Ag 130a ἀλαπάξει] διαφθερεῖ. τὸ βίαιον] ἤγουν βιαίως.
Ag 131a + οἶον μή τι ς· μόνον μὴ ἄτη καὶ βλάβη τις ἐπισκοτίσειε τὸ στράτευμα, δηλονότι τὸ στρατωθὲν καὶ στρατεῦσαν ἐπὶ τὸ μέγα στόμιον τῆς Τροίας τὸ προτυφθέν, ἤγουν τὸ ἀπὸ Ἡρακλέως πρότερον πορθηθὲν καὶ τῶν Ἀμαζόνων. οἶον] μόνον.
Ag 131c ἄτα] βλάβη. Ἀστείως ἔφη μέγα στόμιον προτυφθὲν διὰ τὰς ὑπὸ Ἡρακλέως πορθηθείσας πρότερον Τρωϊκὰς πύλας· ὥσπερ γὰρ κατὰ στόμα ἐτύπη καὶ τότε ἡ Τροία.
Ag 132b θεόθεν] ἐκ θεοῦ. κνεφάσειε] ἐπισκοτίσειε.
Ag 132d προτυφθὲν] τό. προτυφθὲν] ἤγουν τὸ ὑπὸ Ἡρακλέως πορθηθέν.
Ag 133a στόμιον] ἐπί. Τροίας] διὰ τὰς πορθηθείσας πρότερον πύλας αὐτῆς.
Ag 134 [5] στρατωθέν] τὸ ἐπιστρατεῦσαν. ἡμέτερα + οἴκωι γὰρ ἐπίφθονο ς · ἡ Ἄρτεμις γὰρ ἡ καθαρὰ ἐπίφθονός ἐστι καὶ ὀργίλη τῶι οἴκωι τῶν ἀετῶν, τοῖς κυσὶ λέγω τοῦ πατρὸς αὐτοῦ Διὸς τοῖς πτηνοῖς καὶ ταχέσι, θυομένοις καὶ σφάζουσι καὶ σιτουμένοις τὴν ἀθλίαν πτῶκα, ἤτοι τὸν λαγωόν, αὐτότοκον, ἤγουν σὺν αὐτοῖς τοῖς τόκοις αὐτοῦ, πρὸ τῆς λοχείας ἤτοι πρὸ τοῦ τεκεῖν.
Ag 135a δέον δὲ εἰπεῖν τῶι οἴκωι τῶν πτηνῶν κυνῶν, πτηνοῖς κυσὶν εἶπε πρὸς τὸ οἴκω ι. ἐπίφθονος] ὀργίλη ἐστίν.
Ag 135c Ἄρτεμις] ἡ. Ἄρτεμις] ὡς ἔφορος τῶν τόκων.
Ag 135e ἁγνὰ] ἡ καθαρά, ἡ παρθένος. πτανοῖς] ταχέσι λέγω.
Ag 136b κυσὶ] ἤτοι τοῖς ἀετοῖς. πατρὸς] τοῦ Διός.
Ag 137a αὐτότοκον] ἤτοι σὺν τοῖς αὐτοῦ τόκοις ἤγουν τοῖς τέκνοις. πρὸς λόχου] πρὸ τοῦ τεκεῖν.
Ag 137b ἐγκύμων γὰρ ἦν. μογερὰν] ἀθλίαν.
Ag 137d πτῶκα] ἤτοι τὸν λαγωόν. θυομένοισιν] σιτουμένοις.
Ag 138a στυγεῖ] μισεῖ. δὲ] γάρ.
Ag 138c δεῖπνον αἰετῶν] διότι δεῖπνον ἐποιήσαντο τὸν λαγωόν. ἐπωιδὸς κώλων κδʹ.
Ag 140b + τόσον περ εὔφρω ν· μέσον τῶν κατὰ σχέσιν στροφῶν καὶ ἐπωιδὸν τέθεικεν. εἰσὶν οὖν τῆς ἐπωιδοῦ ταύτης τὰ κῶλα κδʹ, ὧν τὰ μέν ἐστιν ἰαμβικά, τὰ δὲ δακτυλικά, τὰ δὲ ἀναπαιστικά. ἐπὶ τῶι τέλει κορωνὶς καὶ παράγραφος. τόσον] ἐστίν.
Ag 140d εὔφρων] κατ’ εἰρωνείαν. ἁ καλὰ] Ἄρτεμις.
Ag 141a δρόσοις] ἤτοι τοῖς νεογνοῖς. ἀέπτοισι] τοῖς μὴ δυναμένοις πτῆναι.
Ag 141c μαλερῶν] τῶν φθαρτικῶν πετεινῶν. τ’] καί.
Ag 142b ἀγρονόμων] ἤτοι τῶν ἐν ἀγροῖς διαιτωμένων. φιλομάστοις] τοῖς τὸν μαστὸν φιλοῦσιν.
Ag 143a Ὀβρίκαλα κυρίως οἱ λεοντιδεῖς καὶ ὅσα τοιαῦτα, παρὰ τὸ ὄβριμα εἶναι καὶ ἰσχυρὰ ἐκ βρέφους. ὀβρικάλοις] ἤτοι τοῖς τέκνοις.
Ag 143c τερπνὰ] ἡ καλλίστη Ἄρτεμις. τερπνὰ] ἡ.
Ag 144a αἰτεῖ] με. ξύμβολα] τὰ σημεῖα.
Ag 144c κρᾶναι] τελέσαι, ἀντὶ τοῦ φάναι τελεσθῆναι. + τούτων τῶν στρουθῶν τὰ φάσματα αἰτεῖ με κρᾶναι καὶ εἰπεῖν καὶ ἀποφήνασθαι τὰ σύμβολα καὶ τὰ σημεῖα δεξιὰ μέν, κατάμομφα δέ, ἤτοι δεξιὰ μὲν διὰ τὴν νίκην, ἐπίμομφα δὲ διὰ τὸν χόλον Ἀρτέμιδος.
Ag 145a [5] δέον δὲ εἰπεῖν φάναι, ἐπειδὴ ἃ λέγουσιν οἱ μάντεις καὶ τέλος λαμβάνουσιν, εἰκότως κρᾶναι εἶπεν. ἔδει δὲ οὕτως εἰπεῖν ὡς χρὴ δέ με εἰπεῖν τὰ σύμβολα τῶν φασμάτων τῶν στρουθῶν δεξιὰ καὶ τὰ ἑξῆς, ὁ δὲ ἔμψυχα οἷον δεικνὺς τὰ φάσματα, αἰτεῖ με, φησί, τὰ φάσματα, τὴν αἴτησιν ἐκ τῶν φασμάτων γίνεσθαι χαριέστατα προβαλλόμενος. δεξιὰ] διὰ τὴν νίκην.
Ag 145c κατάμομφα] διὰ τὸν χόλον Ἀρτέμιδος. φάσματα] προμαντεύματα.
Ag 145e τῶν στρουθῶν] τῶν ἀετῶν. ὁ μάντις τοῦτό φησιν.
Ag 146b ἰήιον] ἐπίθετον Ἀπόλλωνος. καλέω] ἐπικαλοῦμαι.
Ag 146d καλέω] συνίζησις. Παιᾶνα] τὸν Ἀπόλλωνα.
Ag 147a μή] ἵνα. ἀντιπνόους] ἐξ ἐναντίας πνεούσας πνοάς.
Ag 148a Δαναοῖς] τοῖς Ἕλλησιν. ἐχενηίδας] ἐχούσας καὶ κωλυούσας τὰς ναῦς.
Ag 150a ἀπλοΐδας] μὴ ἐώσας πλεῖν. τεύξηι] ποιήσηι ἡ Ἄρτεμις.
Ag 151a σπευδομένα] μετ’ ἐπιτάσεως ζητοῦσα. θυσίαν] τὴν τῆς Ἰφιγενείας.
Ag 152a ἑτέραν] ἀντὶ τοῦ λαγωοῦ. ἄνομον] παράνομον.
Ag 152c ἄδαιτον] ἣν οὐδεὶς ἔδαισεν, ἤγουν ἔθυσεν ἢ ἔσφαγεν. νεικέων] φιλονεικῶν.
Ag 153b νεικέων] συνίζησις. τέκτονα] ποιητικὴν διὰ τὸν φόνον ὃν ἐποίησε Κλυταιμνήστρα.
Ag 153d [5] σύμφυτον] συγγενικήν. ἡμέτερα + δέον μετὰ τοῦ δὲ εἰπεῖν μίμνει δέ, ὁ δὲ ἀσυνδέτως ἐξήνεγκεν εἰπὼν μίμνει ἐπὶ τὴν οὐ δεισήνορα καὶ τὴν οὐ φοβηθεῖσαν τὸν ἄνδρα αὐτῆς, ἀλλ’ ἀνηλεῶς φονεύσασαν Κλυταιμνήστραν μῆνις καὶ μνησικακία μνήμων, φοβερὰ καὶ ξένη, ὡς μὴ ὑπ’ ἄλλης τολμηθεῖσα, παλίνορτος καὶ ὕστερον ὁρμωμένη, οἰκονομοῦσα καὶ κατασκευάζουσα δολίως τὸν τοῦ ἀνδρὸς θάνατον τεκνόποινος, ἤτοι ποινὴν καὶ τιμωρίαν εἰσπράττουσα τοῦ τέκνου αὐτῆς, τουτέστι τῆς Ἰφιγενείας.
Ag 154b οὐ δεισήνορα] ἐπὶ τὴν οὐ φοβηθεῖσαν τὸν ἄνδρα αὐτῆς Κλυταιμνήστραν. μίμνει] μένει.
Ag 154d φοβερὰ] ξένη, μήπω τολμηθεῖσα. παλίνορτος] ὕστερον ὁρμωμένη.
Ag 155a δολία] κατασκευάζουσα δολίως τὸν τοῦ ἀνδρὸς θάνατον. μνάμων] μνημονευτική.
Ag 155c μῆνις] ἤγουν μνησικακία. τεκνόποινος] ἤγουν δίκην εἰσπράττουσα τοῦ τέκνου.
Ag 156a Κάλχας] ὁ. μεγάλοις] διὰ τὴν νίκην.
Ag 156c ἀπέκλαγξεν] ἤγουν εἶπεν, ἀπὸ μεταφορᾶς τῶν ἀετῶν. μόρσιμ’] πεπρωμένα.
Ag 158a ὁδίων] τῶν ἐπὶ τῆι ὁδῶι φανέντων. βασιλείοις] βασιλικοῖς.
Ag 159a τοῖσδ’ ὁμόφωνον] ὡς ὄντες ἐν Ἄργει τοῦτό φασιν. ὁμόφωνον] ἤγουν ὁμοφώνως τοῖς φάσμασιν.
Ag 160a στροφὴ ἑτέρα κώλων ηʹ. + Ζεὺς ὅστις πο τ ’ ἐστί ν· αἱ ἑξῆς αὗται πᾶσαι στροφαὶ κατὰ σχέσιν εἰσί, μόνον οὐ μὴν ἔχουσι καὶ ἐπωιδούς.
Ag 160b [5] καί εἰσι τῆς πρώτης ταυτησὶ στροφῆς τὰ κῶλα ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τῆς δευτέρας ὁμοίως ηʹ, τῆς τρίτης ιβʹ, τῆς τετάρτης ιʹ καὶ τῆς πέμπτης ιαʹ. ὁμοίως καὶ τὰ τῶν ἀντιστροφῶν, ἃ καὶ μετρήσεις τοῖς προτέροις ἑπόμενος· εὔγνωστα γὰρ ἂν εἴη σοι καὶ ταῦτα, ἀκριβῶς ἐκείνων ἐσχηκότι τὴν γνῶσιν. ἐπὶ τῶι τέλει ἑκάστης στροφῆς καὶ ἀντιστροφῆς παράγραφος, ἐπὶ δὲ τῶι τέλει πασῶν κορωνὶς ἐξιόντος τοῦ χοροῦ. ὅστις] διάφορος γὰρ ἡ περὶ τοῦ θείου δόξα.
Ag 160d τόδ’] τὸ Ζεύ ς. φίλον] προσφιλές.
Ag 161b κεκλημένωι] ἐπικαλουμένωι ἢ ὀνομαζομένωι. νιν] αὐτόν.
Ag 162b [5] προσεννέπω] προσλαλῶ, ὀνομάζω. + ἐγώ, φησί, πάντα ἐρευνῶν καὶ πάντ’ ἐξετάζων ὡς ἐν σταθμῶι τινι, οὐκ ἔχω προσεικάσαι καὶ ὅμοιόν τι εὑρεῖν τοῦ Διός, εἰ χρὴ ἀληθῶς ἀποβαλεῖν ἀπὸ τῆς φροντίδος καὶ τοῦ λογισμοῦ μάταιον ἄλλο ἄχθος· τὸ γὰρ περί τινων ἄλλων διαλογίζεσθαι μάταιόν ἐστιν ὄντως ἄχθος.
Ag 163a [10] ἡ δέ γε περὶ θεοῦ ἔννοια καὶ τὸ διὰ μνήμης ἐκεῖνον ἔχειν ἀεὶ οὐ μόνον ἄχθους παντός ἐστιν ἀπηλλαγμένον, ἀλλὰ καὶ χαρᾶς ἀφάτου τὴν καρδίαν πληροῖ, ὡς καὶ Εὐριπίδης φησίν· ἦ μέγα μοι τὰ θεῶν μελεδήμα θ ’ ὅταν φρένας ἔλθηι λύπας παραιρε ῖ. τοῦτο δὲ ὅμοιόν ἐστι τῶι ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθη ν. ταῦτα δὲ ἄγαν ἐστὶν εὐσεβῆ. προσεικάσαι] προσόμοιόν τι εὑρεῖν.
Ag 163c ἐπισταθμώμενος] ἐρευνῶν, ζυγοστατῶν. πλὴν Διός] πάντα γὰρ μάταια, τοῦτο δὲ μόνον ἀληθές.
Ag 165a ἀπὸ φροντίδος] ἀποβαλεῖν, ἀποσείσασθαι τοῦ λογισμοῦ. ἄχθος] μάταιον βάρος.
Ag 166a χρὴ] πρέπει. ἐτητύμως] ἀληθῶς καὶ μὴ ἐπιπλάστως.
Ag 168a ἀντιστροφὴ κώλων ηʹ. ὅστις] ὁ Κρόνος.
Ag 168c πάροιθεν] πρότερον. παμμάχωι] πᾶσι δυναμένωι μάχεσθαι.
Ag 169b θράσει] τόλμηι, δυνάμει. βρύων] θάλλων, ἦν κρείττων αὐτοῦ δηλονότι.
Ag 170 λέξαι] ἤγουν εἰ χρὴ εἰπεῖν. ὃς] ἴσως τὸν Τυφῶνα λέγει.
Ag 171b ὃς] ἢ τοὺς Τιτᾶνας λέγει. ἔφυ] ἐγένετο.
Ag 171d Τριακτῆρο ς· νικητῆρος ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς πεντάθλοις ἀποτριαδιζόντων. τριακτῆρος] ἤγουν νίκης.
Ag 173a οἴχεται] ἐφθάρη. τυχών] οὐ τυχών.
Ag 173b λάμβανε γὰρ τὸ οὐ ἀπὸ τοῦ οὐ δ ’ ὅστι ς. προφρόνως] προνοητικῶς.
Ag 174b ἐπινίκια] ἐπὶ ἐλπίδι νίκης δηλονότι. κλάζων] ἐπικαλούμενος.
Ag 175a τεύξεται] ἐπιτύχοι. φρενῶν] ἤγουν καθόλου φρόνιμος ἔσται.
Ag 176a στροφὴ ἑτέρα κώλων ηʹ. ὁδώσαντα] ὁδοὺς δόντα, ὁδοποιήσαντα.
Ag 176c τῶι πάθει μάθος] τὸν ἐκ τοῦ παθεῖν τὸ μαθεῖν θέμενον. Δύσχρηστος μὲν ἡ λέξις, ἀλλ’ Ἀττική.
Ag 176d ὡς γὰρ τὸ ῥέος καὶ τὸ βλέπος οὕτω καὶ τὸ μάθος καὶ ἔτι τὸ δίψος καὶ τὸ βλάβος καὶ τὸ κλέπος. ἔν θ’] ἔν τε.
Ag 179b πρὸ] ἐπί. μνησιπήμων] ἤγουν οἱ ἁμαρτήσαντες καὶ ἐν ὕπνοις πημονὰς καὶ πόνους φαντάζονται.
Ag 180b ἄκοντας] ἤγουν παθόντες ἄκοντες ἐσωφρόνησαν. σωφρονεῖν] τό.
Ag 182a δαιμόνων] τῶν θεῶν. που] ἴσως.
Ag 182c χάρις] ἡ. βιαίως] κραταιῶς ἤγουν τῶν τὸ κράτος ἐχόντων.
Ag 183a σέλμα] καθέδραν σεμνὴν ἤτοι τὸν οὐρανόν. ἡμένων] καθημένων.
Ag 184a ἀντιστροφὴ κώλων ηʹ. τόθ’] τότε.
Ag 184c ἡγεμὼν] ὁ ἄρχων. ὁ Ἀγαμέμνων ὁ τοῦ Μενελάου πρεσβύτερος. Ἀχαϊκῶν] Ἑλληνικῶν.
Ag 187a ἐμπαίοις] ταῖς συμπεσούσαις καὶ συγκρουσάσαις. συμπνέει] συμφωνεῖ καὶ οὐκ ἀνθίσταται ταύταις.
Ag 188a εὖτ’] ὁπηνίκα ἀσυνδέτως. κεναγγεῖ] κενοῖ τὰ ἀγγεῖα, ἤτοι κατεσθίει τὰ βαρύνοντα.
Ag 189a βαρύνοντ’] τά. βαρύνοντ’] ἤτοι πᾶν ὅπερ εἶχε βάρος.
Ag 189c λεώς] ὁ. Χαλκίδος] τῆς Εὐρίπου ἀπὸ μέρους.
Ag 190b ἔχων] οἰκῶν ὁ λαός. παλιρρόθοις] τοῖς ὧδε κἀκεῖσε τὸ ῥεῦμα πέμπουσιν.
Ag 190d Παλιρρόθοις τόποι ς· διὰ τὸ τὴν θάλασσαν ὧδε κἀκεῖσε περιπολεῖν. Αὐλίδα δὲ ὀνομάζει τὴν Εὔριπον διὰ τὸ αὐλισθῆναι τὰς ναῦς ἐκεῖ. ἐν Αὐλίδος] λέγω.
Ag 191b Αὐλίδος] τῆς Εὐρίπου. στροφὴ ἑτέρα κώλων ιβʹ.
Ag 192b μολοῦσαι] ἐρχόμεναι. κακόσχολοι] ἐπὶ κακῶι τὴν σχολὴν ποιοῦσαι.
Ag 193b νήστιδες] ἀεὶ κινούμεναι. δύσορμοι] μὴ ἐῶσαι ὁρμισθῆναι.
Ag 194a ἄλαι] πλάναι. ναῶν] τῶν.
Ag 194c ναῶν] ὥστε μὴ σῆψις αὐταῖς ἐκ τῆς στάσεως γένηται. Ταῦτα ἐκ τῶν Ὁμηρικῶν μεταπέπλασται· καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντε ς· καὶ πάλιν· καὶ δὴ δοῦρα σέσηπε νεῶ ν.
Ag 195b πεισμάτων] τῶν σχοινίων. ἀφειδεῖς] ἤγουν μὴ φειδῶ ποιούμεναι.
Ag 196 παλιμμήκη] ἐκ δευτέρου μηκυνόμενον. δύο γάρ, ὡς ἔοικε, χρόνους ἐκεῖ διέτριβον. τρίβωι] τῆι διατριβῆι.
Ag 197b κατέξαινον] κατέφθειρον. ἄνθος] πᾶν τὸ ἐξαίρετον καὶ ἔκκριτον.
Ag 199a χείματος] χειμῶνος, συμφορᾶς. μῆχαρ] μηχάνημα.
Ag 200a βριθύτερον] βαρύτερον, ἐπαχθέστερον. πρόμοισιν] τοῖς προμάχοις, τοῖς βασιλεῦσιν.
Ag 201a μάντις] ὁ. ἔκλαγξε] εἶπεν.
Ag 201c Προφέρων Ἄρτεμιν ἤτοι λέγων τὴν Ἄρτεμιν ὅτι θυσίαν ζητεῖ. ἡμέτερα + εἰώθασιν οἱ συμφοράν τινα μεγίστην καὶ ἀπροσδόκητον ἐξαίφνης ἀκούσαντες ἐκ τῆς ὑπερβαλλούσης λύπης πᾶν τὸ παρατυχὸν ἐν ταῖς χερσὶ βιαίως ῥίπτειν ἐπὶ τὴν γῆν καὶ τύπτειν αὐτήν.
Ag 202a [5] ἐπεὶ δ’ οἱ βασιλεῖς σκῆπτρα ἐν ταῖς χερσὶ κατέχουσι, διὰ τοῦτο βάκτροις ἐνταῦθα εἶπε, τουτέστι βακτηρίαις. χθόνα] τὴν γῆν.
Ag 202c βάκτροις] τῆι βακτηρίαι. ἐπικρούσαντας] τύψαντας διὰ τὴν ὑπερβάλλουσαν λύπην.
Ag 204 μὴ κατασχεῖν] ἀλλὰ λίαν θρηνεῖν. ἀντιστροφὴ κώλων ιβʹ.
Ag 205b ἄναξ δ’] περισσὸς ὁ δὲ Ἀττικῶς. ὁ πρέσβυς] ὁ Ἀγαμέμνων.
Ag 205d + ἄναξ δ ’ ὁ πρέσβυ ς · ἡ ἀπόδοσις τοῦ ἐπεὶ δὲ ἐνταῦθά ἐστιν. οὕτως· ἐπεὶ δὲ ὁ μάντις εἶπε τὸ καὶ τό, ὁ ἄναξ δὲ ὁ πρέσβυς εἶπε τόδε. περισσὸς δέ ἐστιν ὁ δὲ σύνδεσμος Ἀττικῶς. φωνῶν] λέγων.
Ag 206a κὴρ] μοῖρα. πείθεσθαι] τοῖς θεοῖς δηλονότι.
Ag 207 βαρεῖα] πλείων οἶκτός μοι, φησί, διὰ τὸ τέκνον. δαΐξω] συνίζησις.
Ag 208b δαΐξω] φονεύσω. δόμων] τῶν.
Ag 208d ἄγαλμα] τὴν εὐπρέπειαν. μιαίνων] μολύνων.
Ag 209b παρθενοσφάγοισι] παρθενικοῖς. ῥείθροις] αἵματι.
Ag 210a πατρώους] πατρικάς. πέλας] πλησίον.
Ag 211 τί] ἤγουν τί χεῖρον τῶνδε; λιπόναυς] ἤγουν πῶς καταλείψω τὰς ναῦς; ξυμμαχίας] τῆς.
Ag 213b ξυμμαχίας] τούτων. ἁμαρτών] ἀποτυχών.
Ag 215a παρθενίου] παρθενικοῦ. αὐδᾶι] λέγει ὁ μάντις.
Ag 216a περιόργως] ἐπιθυμητικῶς. ἐπιθυμεῖν] τὴν Ἄρτεμιν.
Ag 217a θέμις] ἤγουν δικαίως δὲ καὶ καλῶς ἀποβαίη. γὰρ] δέ.
Ag 218a [5] στροφὴ ἑτέρα κώλων ιʹ. ἡμέτερα + ἐπεὶ δὲ ὑπέδυ τὸν ζυγὸν τῆς ἀνάγκης—τοῦτο γὰρ δηλοῦν βούλεται τὸ λέπαδνον —ἐξέπνευσε δὲ καὶ ἀπέρριψε καὶ ἀπεβάλλετο τὴν δυσσεβῆ τροπὴν τῆς φρενὸς τὴν ἄναγνον καὶ ἀνίερον— ἐκτροπὴ γάρ ἐστι νοῦ καὶ δυσσέβεια ἀκάθαρτος καὶ παράνομος μὴ πείθεσθαι τοῖς θεοῖς—ἔγνω τόθεν καὶ ἐκεῖθεν εἶναι τοῖς ἀνθρώποις τὸ φρονεῖν τὸ παντότολμον, ἤγουν ἐκ τῆς ἀνάγκης εἶναι τὸ τὰ πάντα τολμᾶν.
Ag 218b [10] θρασύνει γὰρ αὐτοὺς τάλαινα παρακοπὴ καὶ παρατροπὴ τοῦ νοῦ αἰσχρὰ καὶ κακὰ καὶ ἄθεσμα βουλευομένη, ἥτις ἐστὶ πρωτοπήμων, ἤγουν μείζων τῶν ἄλλων πημάτων καὶ πρώτη· τῆς γὰρ παραφροσύνης καὶ ἐκτροπῆς τοῦ νοῦ οὐδέν ἐστι χεῖρον νόσημα. ἔδυ] ὑπέδυ.
Ag 218d Λέπαδνα οἱ ἐκ δερμάτων μασχαλιστῆρες τῶν ἵππων, παρὰ τὸ λέπω τὸ λεπίζω καὶ ἐκδέρω. οἱ δὲ τοὺς τῶν ζυγῶν φασι λώρους. ἀπὸ μέρους δὲ τὸν ὅλον ζυγὸν λέγει. ἔδυ λέπαδνον] ἤτοι τὸν ζυγὸν ὁ Ἀγαμέμνων.
Ag 219a πνέων] ἐκπνέων. τροπαίαν] τροπήν, μεταβολήν, ὡς σελήνη σεληναία.
Ag 220a ἄναγνον] ἀκάθαρτον. ἀνίερον] παράνομον.
Ag 220c τόθεν] ἤγουν ἀπὸ τῆς ἀνάγκης. παντότολμον] ἤγουν τὸ τὰ πάντα τολμᾶν.
Ag 221b φρονεῖν] τό. φρονεῖν] λογίζεσθαι.
Ag 221d μετέγνω] ἤγουν ἔγνω, κατενόησεν εἶναι τοῖς ἀνθρώποις. γνώ(μη).
Ag 222b θρασύνει] θρασεῖς ποιεῖ. αἰσχρόμητις] αἰσχρὰ βουλευομένη.
Ag 223a τάλαινα] ἀθλία. παρακοπὰ] παρατροπὴ τοῦ νοῦ.
Ag 223c πρωτοπήμων] ἡ μείζων τῶν ἄλλων πημάτων. ἔτλα] ὑπέμεινεν.
Ag 224b θυτὴρ] σφαγεύς. γυναικοποίνων] τῶν εἰσπραξομένων ποινὰς ὑπὲρ τῆς Ἑλένης.
Ag 226b ἀρωγὰν] βοήθειαν. προτέλεια] προθύματα ἀπὸ τῶν θυμάτων τῶν ἐν τελέταις γινομένων.
Ag 228a ἀντιστροφὴ κώλων ιʹ. λιτὰς] ἱκεσίας.
Ag 228c κληδόνας] φήμας τινὰς ἴσως προμηνυούσας μέλλον τι ὑπ’ ἀνάγκης. + τὴν παρὰ εἰς τὸ αἰῶνα παρθένειον σύναπτε ἵν’ εἴη ὁ λόγος σαφής.
Ag 229a [5] οὕτω· τὰς λιτὰς δὲ καὶ τὰς ἱκεσίας τὰς πατρώιους καὶ πατρικὰς καὶ τὰς κληδόνας τὰς παρὰ τὸν αἰῶνα τὸν παρθένειον, ἤγουν ἃς ἐποιεῖτο διὰ τὴν ζωὴν τῆς παρθένου, οὐδὲν ἔθεντο καὶ εἰς οὐδὲν ἐλογίσαντο οἱ φιλόμαχοι βραβεῖς, ἤγουν οἱ ἀγωνοθέται καὶ οἰκονόμοι τῆς θυσίας· φιλόμαχοι γὰρ ὄντες ἔσπευδον τάχιον πρὸς τοὺς ἐχθροὺς ἀφικέσθαι. οὐδὲν] εἰς οὐδέν.
Ag 229c αἰῶνα παρθένειον] ἤγουν τὰς διὰ τὴν ζωὴν τῆς παρθένου. φιλόμαχοι] οἱ.
Ag 230b [10] βραβεῖς] οἱ οἰκονόμοι τῆς θυσίας. ἡμέτερον + ὁ πατὴρ δὲ Ἀγαμέμνων μετὰ τὴν εὐχὴν ἤγουν μετὰ τὸ εὔξασθαι ἔφρασε καὶ εἶπε τοῖς παρεστῶσιν ἐν ὄσσοις, τουτέστιν ἔνευσεν αὐτοῖς ἐν τοῖς ὀφθαλμοῖς, δίκην καὶ τρόπον χιμαίρας βαλεῖν καὶ ἐπιθεῖναι αὐτὴν ὑπεράνω τοῦ βωμοῦ ἀέρδην, ἤτοι βαστακτικῶς, παντὶ θυμῶι, ἤγουν ὅληι ὁρμῆι, λαβόντας δηλονότι περιπετῆ καὶ περιπεπτωκυῖαν ἐν πέπλοις, τουτέστιν ἐπάνω πέπλων, ἐπιθέντας αὐτὴν προνωπῆ καὶ πρὸ τῶν ὀφθαλμῶν πάντων, ἤγουν ἐνώπιον πάντων, καὶ κατασχεῖν τὴν φυλακὴν τοῦ στόματος αὐτῆς τοῦ καλλιπρώιρου, ἤτοι κρατῆσαι καὶ φυλάξασθαι τὸ εὐπρόσωπον στόμα αὐτῆς, ὥστε μὴ κατάραν τινὰ φθέγξασθαι κατὰ τῶν οἴκων τοῦ πατρὸς αὐτῆς.
Ag 231b φράσεν] εἶπε τοῖς παρεστῶσιν. ἐν ὄσσοις] ἤγουν διὰ νεύματος τῶν ὀφθαλμῶν.
Ag 231d πατὴρ] ὁ. μετ’ εὐχὰν] μετὰ τὸ εὔξασθαι.
Ag 232a δίκαν] τρόπον. χιμαίρας] ζώιου.
Ag 232c ὕπερθε] ὑπεράνω. βωμοῦ] τοῦ.
Ag 232e βωμοῦ] ἐνταῦθα τὸ βαλεῖν. πέπλοισι] ἐν.
Ag 233b περιπετῆ] περιπεπτωκυῖαν ἢ κεκαλυμμένην. παντὶ θυμῶι] ὅληι ὁρμῆι λαβόντας δηλονότι.
Ag 234a προνωπῆ] ἐνώπιον, πάντων πρὸ ὀφθαλμῶν. βαλεῖν] ἐπιθεῖναι.
Ag 234c ἀέρδην] βαστακτικῶς, ἀπὸ τοῦ ἀήρ. καλλιπρώιρου] καλλιπροσώπου, ἐκ μεταφορᾶς τῶν πλοίων.
Ag 235b κατασχεῖν] κρατῆσαι. φθόγγον] λέγω.
Ag 236b φθόγγον] ἤγουν ὥστε μὴ κατάραν τινὰ φθέγξασθαι κατὰ τῶν πατρικῶν αὐτῆς οἴκων. στροφὴ ἑτέρα κώλων ιαʹ.
Ag 238b [15] + βίαι χαλινῶν δ έ· τῆι βίαι δὲ τῶν χαλινῶν, ἤτοι τῶν χειρῶν, αἵτινες τὸ στόμα αὐτῆς ἐχαλίνωσαν, ὥστε μὴ δύνασθαι φθέγξασθαι, ἐν ἀναύδωι μένει καὶ ἀφώνωι ὁρμῆι ῥίψασα εἰς τὴν γῆν τὰς τοῦ κρόκου βαφάς, τουτέστι τὰ κροκοβαφῆ πέπλα, ἔβαλλε καὶ ἐτίτρωσκεν ἕκαστον τῶν περιεστώτων θυτήρων, ἤγουν τῶν οἰκονόμων τοῦ θύματος, ἀπὸ τῶν αὐτῆς ὀμμάτων ἐν βέλει φιλοίκτωι, ἤτοι πάντας ἐκίνει κατοικτείρειν αὐτήν, κατακλῶσα αὐτῶν τὰς ψυχὰς καὶ πρέπουσα ὡς ἐν γραφαῖς καὶ θέλουσα προσεννέπειν, ἤγουν καὶ δίκην ἀγάλματος οὖσα διαπρεπὴς καὶ θέλουσα φθέγξασθαι καὶ μὴ δυναμένη. ἀσυνδέτως δὲ τὸ προσεννέπειν θέλουσα εἴρηκεν. τὰ ἑξῆς δὲ δῆλα, ὅτι πολλάκις ἔμελψεν ἐν τοῖς συμποσίοις κατὰ τοὺς οἴκους τοῦ πατρὸς αὐτῆς καὶ τιμίαν ἐποίει τὴν ζωὴν τοῦ πατρὸς αὐτῆς ἐν τῆι φωνῆι αὐτῆς τῆι παρθενικῆι ἄιδουσα ἐν τοῖς εὐπότοις σπονδαῖς καὶ εὐωχίαις. οὕτω γὰρ δέον εἰπεῖν, ὁ δὲ τὸν αἰῶνα ἔφη τριτόσπονδον καὶ εὔποτον ἤγουν ζηλωτὸν ἐποίει τὸν ἑαυτῆς πατέρα διὰ τῆς ὠιδῆς αὐτῆς. ἔθος δὲ ἦν, ὡς ἔοικεν, ἄιδειν τε καὶ ὀρχεῖσθαι τῶν βασιλέων τὰς θυγατέρας ἐν τοῖς συμποσίοις. δῆλον δέ ἐστι τοῦτο ἐντεῦθέν τε καὶ ἐκ τῆς ὀρχησαμένης Ἡρωδιάδος. βίαι] τῆι.
Ag 238d βίαι] ἤτοι τῶν χειρῶν αἵτινες τὸ στόμα αὐτῆς ἐχαλίνωσαν. μένει] ἀφώνηι ὁρμῆι.
Ag 239a κρόκου βαφὰς] τὰ κροκοβαφῆ πέπλα. ἐς πέδον] εἰς τὴν γῆν.
Ag 239c χέουσα] ῥίψασα. ἔβαλλ’] ἐτίτρωσκεν.
Ag 240b θυτήρων] τῶν οἰκονόμων τοῦ θύματος. βέλει] ἐν.
Ag 241b ὀμμάτων] τῶν αὐτῆς. φιλοίκτωι] οἶκτον καὶ φίλτρον ἔχοντι.
Ag 242a πρέπουσα] ἤγουν διαπρεπὴς οὖσα ὡς ἀπὸ γραφῆς ἄγαλμα. προσεννέπειν] προσλαλῆσαι.
Ag 243 ση(μείωσαι). κατ’ ἀνδρῶνας] ἤτοι τοὺς οἴκους.
Ag 244b εὐτραπέζους] ἤγουν ἐν συμποσίοις. ἔμελψεν] ἦισεν.
Ag 245b ἁγνᾶι] ἐν παρθενικῆι. δ’] γάρ.
Ag 245d ἀταύρωτος] μὴ συνεζευγμένη ταύρωι ἢ ἀνδρί, ὡς δάμαλις, ὡς μόσχος. αὐδᾶι] φωνῆι.
Ag 246 εὔποτον] πολλὰς θυσίας ποιοῦντα ἢ εὐωχίας καὶ συμπόσια καὶ πότους καλῶς διακειμένους. αἰῶνα] τὴν ζωήν.
Ag 247b φίλως] προσφιλῶς. ἐτίμα] ἤτοι ζηλωτὸν ἐποίει δι’ ἑαυτῆς τὸν πατέρα.
Ag 248a ἀντιστροφὴ κώλων ιαʹ. τὰ δ’ ἔνθεν] τὰ ἐντεῦθεν, τὰ ἑξῆς.
Ag 248c εἶδον] ἐθεασάμην. ἐννέπω] λέγω.
Ag 249a Κάλχαντος] τοῦ. ἄκραντοι] ἀτέλεστοι.
Ag 249c οὐκ ἄκραντοι] ἀλλὰ τελεσθήσονται. δίκα] ἡ δικαιοσύνη.
Ag 250b Δίκα δ έ· τοῖς πεπονθόσι, φησίν, ἡ δίκη δίδωσι τὸ μαθεῖν· δίκην γὰρ δόντες μανθάνουσιν. μαθεῖν] τό.
Ag 251b ἐπιρρέπει] ἤτοι δίδωσι. κλύοις] ἀκούσαις.
Ag 252b προχαιρέτω] φθαρήτω τὸ μέλλον. δὲ] γάρ.
Ag 253 ὁ γὰρ προγινώσκων τὸ μέλλον καὶ προστενάζει. τορὸν] φανερόν.
Ag 254b ἥξει] τὸ μέλλον. σύναρθρον] συνηρμοσμένον βοαῖς καὶ θρήνοις.
Ag 254d αὐταῖς] συνίζησις. πέλοιτο] γένοιτο.
Ag 255b τούτοισιν] ἤγουν μετὰ ταῦτα τὰ ἑξῆς. εὔπραξις] εὐπραγία.
Ag 255d ὡς] καθά. τόδ’ ἄγχιστον] ἤγουν ἡμεῖς.
Ag 256b ἄγχιστον] τὸ συγγενικόν, ἤγουν οἱ ὁμόφυλοι. Ἀπίας] τῆς Πελοποννήσου.
Ag 257a γαίας] γῆς. μονόφρουρον] ἤγουν ἡμεῖς οἱ καταλειφθέντες μόνοι εἰς φρουρὰν τῆς χώρας.
Ag 258a [5] ἡμέτερον + ἥκω σεβίζω ν· αἱ ἑξῆς αὗται συστηματικαὶ περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ϙζʹ, ὧν τελευταῖος· χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνω ν. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος καὶ ἐπὶ τῶι τέλει κορωνὶς εἰσιόντος 〈τοῦ〉 χοροῦ. ἥκω] ἦλθον.
Ag 258c σεβίζων] τιμῶν. Κλυταιμήστρα] ὦ.
Ag 259a δίκη] δίκαιον. φωτὸς] ἀνδρός.
Ag 259c ἀρχηγοῦ] βασιλέως. τίειν] τιμᾶν.
Ag 260a Ἐρημωθέντος ἄρσενος θρόνο υ· ἤγουν ἐρήμου καταλειφθέντος τοῦ θρόνου τοῦ βασιλέως, ὡς ἀποδημοῦντος ἐκείνου. παρόντος μέντοι οὐ δεῖ ἐντυγχάνειν αὐτῆι πάντα καὶ τὸν τυχόντα. ἐρημωθέντος] ἤγουν ἀποδημοῦντος τοῦ βασιλέως.
Ag 261a κεδνὸν] ἀγαθόν. μὴ] ἤγουν κακόν.
Ag 261c πεπυσμένη] ἀκούσασα. εὐαγγέλοισιν] 〈ἤγουν καλὴν ἀγγελίαν〉 προσδοκῶσα.
Ag 262b θυηπολεῖς] περὶ θυσίας διατρίβεις. κλύοιμ’] ἀκούσαιμί σου.
Ag 263b εὔφρων] καλῶς φρονοῦσα. σιγῶντι] ἤγουν εἰ μὴ θέλεις εἰπεῖν, οὐ μεμψαίμην ἄν.
Ag 264a παρ(οιμία). εὐάγγελος] καλὰ ἀγγέλουσα.
Ag 264c παροιμία] λέγει δηλονότι. ἕως] ἡ ἡμέρα.
Ag 265b γένοιτο] ἤγουν γένοιτο καλὴ ἡ ἡμέρα, ὥσπερ καὶ ἡ νὺξ ἡ αὐτὴν γεννήσασα. πεύσηι] ἀκούσηι.
Ag 266b χάρμα] χαράν. μεῖζον] ἤγουν μεῖζον τοῦ ἐλπίσαι τινὰ ἀκοῦσαι τοῦτο ἤτοι ὑπὲρ ἐλπίδα.
Ag 267 ἡιρήκασιν] ἐκράτησαν. Τοῦτο παρὰ τὸ ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντω ν, ἤγουν ἔξω τῆς ἀκοῆς μου ἐξ ἀπιστίας ὁ λόγος σου γέγονεν.
Ag 268b φήις] λέγεις. πέφυγε] τὴν ἀκοήν.
Ag 269a Ὄντως ἀληθῶς λέγω τὴν Τροίαν οὖσαν τῶν Ἀχαιῶν, ἤγουν ἀληθῶς λέγω κρατηθῆναι τὴν Τροίαν ὑπὸ τῶν Ἀχαιῶν. ἦ] ὄντως.
Ag 269c τορῶς] ἀληθῶς. ὑφέρπει] ἐν ψυχῆι γίνεται.
Ag 270b ἐκκαλουμένη] τινὲς γὰρ καὶ ἀπὸ χαρᾶς δακρύουσιν. φρονούσης] ἤγουν τὸ ὄμμα σου δείκνυσί σε πρὸς τὸ εὔθυμον διατεθεῖσαν ἀπὸ φρονήσεως.
Ag 272a γὰρ] δέ. τῶνδε] ὧν λέγεις.
Ag 272c τέκμαρ] σημεῖον. ἔστιν] σημεῖον.
Ag 273b οὐχί] οὐκ ἔστιν. Εἰ μή τις θεός με δηλονότι ἀπατᾶι, σημεῖον ἀληθέστατον ἔχω.
Ag 273d δολώσαντος] δολερῶς ἀπατήσαντος. θεοῦ] τινός.
Ag 274a πότερα] ποῖόν ἐστι. φάσματ’] ἤγουν ὀνείροις κατεπείσθης.
Ag 274c σέβεις] τιμᾶις. οὐ δόξαν] ἤγουν οὐ δοξάσει τις περὶ ἐμοῦ ὡς ῥαθύμως ἐφύλαττον.
Ag 275b Βρίζειν κυρίως τὸ μετὰ βορὰν καὶ τροφὴν ἵζειν, ὅ ἐστι κοιμᾶσθαι. βριζούσης] νυσταζούσης ἤτοι κοιμωμένης.
Ag 276a ἦ] ἆρα. ἐπίανεν] ἴανεν, εὔφρανεν.
Ag 276c ἄπτερος φάτις] ἡ ἄνευ πτερῶν ταχεῖα φήμη. νέας] νεαρᾶς.
Ag 277b ὣς] ὥσπερ. κάρτ’] λίαν.
Ag 277d ἐμωμήσω] ἐμέμψω, ἐλογίσω. φρένας] ἐμοῦ.
Ag 278 ποίου] ἐπί. τῆς] ἐπί.
Ag 279b φῶς] ἤγουν τῆς παρούσης ἡμέρας. εὐφρόνης] νυκτός.
Ag 280 ἐξίκοιτ’] καταλάβοι. Ἥφαιστος] ἤγουν πῦρ.
Ag 281b Ἴδης] τοῦ ὄρους. ἐκπέμπων] ἐμήνυσε τοῦτο δηλονότι.
Ag 281d σέλας] φῶς. φρυκτὸς] ἤγουν πυρσός.
Ag 282b δεῦρ’] ἐνταῦθα. Ὄρος Λήμνου τὸ Ἑρμαῖον ἐν ὧι ἐτιμᾶτο ὁ Ἑρμῆς.
Ag 283b λέπας] ἀκρωτήριον. νήσου] τῆς Λήμνου.
Ag 285a Ἀθῶιον] ἤγουν ὁ Ἄθως. αἶπος] ὕψος.
Ag 286a Ἕλης] ὑπὲρ τὸν Ἑλλήσποντον. Σημείωσαι ὡς ἡ Ἕλλη τὸ κύριον, διπλασιάζουσα τὸ λ πρὸς διαστολὴν τῆς θερμαινούσης ἕλης, ἀπέβαλε νῦν αὐτὸ διὰ μέτρου ἀνάγκην.
Ag 286b τὸ δὲ ὑπὲρ προσέλαβε τὸ ι διὰ τὴν αὐτὴν αἰτίαν. Νωτίσα ι· ὀπίσω ἀφεῖναι ἤγουν κατὰ τὰ νῶτα.
Ag 286c κατὰ τὰ νῶτα γὰρ ἀφίεται ὁ Ἑλλήσποντος τοῖς ἐγγίσασι τῶι Ἄθωνι. νωτίσαι] ὑπερβῆναι τὰ νῶτα.
Ag 287a ἰσχὺς] δύναμις ἐστί. πορευτοῦ] τῆς.
Ag 287c πορευτοῦ] τοῦ ἐκ διαδοχῆς πορευομένου πυρσοῦ καὶ ἡδονὴν φέροντος. ἡμέτερα + ἡ πεύκη, φησίν, ἰσχύς τις καὶ δύναμίς ἐστι τῆς λαμπάδος, ἤτοι τοῦ πυρσοῦ, παραγγείλασα καὶ φθάσασα τὰς σκοπιὰς τοῦ Μακίστου ὄρους πρὸς ἡδονὴν ἡμετέραν διὰ τὸ εὐάγγελος εἶναι ὥσπερ τις ἥλιος πέμπων δηλονότι τὸ χρυσοφαὲς καὶ λαμπρὸν σέλας αὐτοῦ.
Ag 288b πεύκη] ἡ. χρυσοφεγγὲς] τὸ λαμπρόν.
Ag 289a σέλας] αὐτοῦ. Ὁ εἰδὼς πῶς λέγεται παραγγέλλειν τὸ βρέφος εἰς παῖδα καὶ τὸν παῖδα εἰς ἄνδρας οἶδε καὶ πῶς λέγεται ὁ ἐκ τοῦ Ἄθω πυρσὸς παραγγεῖλαι εἰς τὰς σκοπιὰς τοῦ Μακίστου ὄρους Εὐβοίας· παρήγγειλε γὰρ πάντως ἐκεῖσε οἷα τεθεαμένος τοῖς ἐκεῖ φύλαξιν.
Ag 289c παραγγείλασα] ἤγουν φθάσασα διὰ τοῦ φωτός. Μακίστου] ὄρος Εὐβοίας.
Ag 289e σκοπάς] τάς. σκοπάς] σκοπιάς.
Ag 290a ὁ] ἤγουν ὁ Μάκιστος. μέλλων] βραδύνων.
Ag 290c ἀφρασμόνως] ἀνοήτως, ἀμελῶς. νικώμενος] ἤγουν ἡττηθεὶς ῥαθυμίαι.
Ag 291b παρῆκεν] ἀπέλειψεν. ἀγγέλου μέρος] ἤγουν τὸ ἄγγελος καὶ αὐτὸς ἐν μέρει φανῆναι.
Ag 292a ἑκὰς] μακράν. δὲ] γάρ.
Ag 293a Μεσσαπίου] ὄρος μεταξὺ Εὐβοίας καὶ Βοιωτίας. φύλαξι] τοῖς.
Ag 293c σημαίνει] δεικνύει. μολόν] ἐλθὸν τὸ φῶς.
Ag 294a οἱ] οἱ φύλακες. παρήγγειλαν] ἔφθασαν διὰ τοῦ πυρός.
Ag 294c πρόσω] ἔμπροσθεν. γραίας] παλαιᾶς.
Ag 295b ἐρείκης] εἶδος φυτοῦ. θωμὸν] σωρόν.
Ag 295d πυρί] ἐν. σθένουσα] ἰσχύουσα.
Ag 296b λαμπὰς] ἤγουν ὁ πυρσός. δ’] γάρ.
Ag 296d μαυρουμένη] ἀμαυρωθεῖσα καὶ οἷον ἀποκαμοῦσα. + σημείωσαι ὅτι ἀπέβαλε τὸ α διὰ τὸ μέτρον.
Ag 297a ὑπερθοροῦσα] ἤγουν διαδραμοῦσα, διελθοῦσα. πεδίον] τό.
Ag 297c Ἀσωποῦ] τοῦ. Ἀσωποῦ] ποταμοῦ Θετταλίας.
Ag 297e δίκην] τρόπον. φαιδρᾶς] λαμπρᾶς.
Ag 298b λέπας] ἀκρωτήριον. ἤγειρεν] ἀναλάμψαι πεποίηκεν.
Ag 299b ἐκδοχὴν] διαδοχήν. τηλέπομπον] τὸ μακρὰν πέμπον ἑαυτό.
Ag 300b οὐκ ἠναίνετο] ἀλλ’ ἐπηνεῖτο δηλονότι. φρουρά] φυλακὴ λέγω ἦν ἐκεῖ.
Ag 301b πλέον καίουσα] ἤγουν καὶ ἄλλοι φρυκτοὶ ἐγένοντο. οὗτοι δὲ ἦσαν ἐξαίρετοι οἱ ἐν Κιθαιρῶνι. ἔσκηψεν] ἐπῆλθεν.
Ag 302b φάος] ἤγουν πυρσός. ἐπ’ Αἰγίπλακτον] ἤγουν τῆς Μεγαρίδος, εἰς ὃ αἶγες πλανῶνται.
Ag 303b ἐξικνούμενον] ἤγουν φθάνον. ὤτρυνε] παρεκίνει.
Ag 304b θεσμὸν] νόμον, ἔθος. χαρίζεσθαι] τοῖς ἑξῆς.
Ag 305a πέμπουσι] τοῖς ἑξῆς. ἀνδαίοντες] ἀνακαίοντες.
Ag 305c ἀφθόνωι] πολλῶι. μένει] σθένει, δυνάμει.
Ag 306a μέγαν] ἤτοι μέγαν πυρσόν. + πώγωνα λέγει τὴν εἰς ὀξὺ λήγουσαν ἀκμὴν τοῦ πυρός.
Ag 306b καὶ ὁ πώγων γὰρ εἰς ὀξὺ λήγει, ὥσπερ καὶ ἐν ἑτέρωι αὐθάδη γνάθον τὴν ἀκμὴν εἴρηκε καὶ ὀξύτητα τῆς σφηνός. Σημείωσαι ὅτι ἐκ τούτου ὠνομάσθη ὁ παρὰ τοῖς μετεωρολόγοις πωγωνίας ἀστήρ.
Ag 306d Σαρωνικοῦ] κόλπος περὶ Τροιζῆνα. ἡμέτερα + πέμπουσι δέ, φησί, πώγωνα μέγαν φλογός, ἤγουν μεγάλην φλόγα φλέγουσαν καὶ λάμπουσαν, ὥστε ὑπερβάλλειν πρόσω, ἤτοι διελθεῖν καὶ τὸν πρῶνα τοῦ Σαρωνικοῦ πορθμοῦ, τὸ κάτοπτρον λέγω, ἤγουν τὸν διαφανῆ καὶ περίβλεπτον.
Ag 307a [5] εἰ δὲ βούλει, τὸν πρῶνα λέγε τοῦ Σαρωνικοῦ κόλπου δηλονότι τὸ κάτοπτρον τοῦ πορθμοῦ ἤτοι τὸν ἀντικρὺ κείμενον καὶ κατ’ ὀφθαλμοὺς ὡς εἰπεῖν τοῦ πορθμοῦ. κάτοπτρον] τό.
Ag 307c πρῶνα] τὴν ἐξοχήν. ὑπερβάλλειν] διελθεῖν.
Ag 307e πρόσω] ἔμπροσθεν. φλέγουσαν] λάμπουσαν.
Ag 308b ἔσκηψεν] ἐπῆλθεν. ἀφίκετο] ἐκ παραλλήλου.
Ag 309a Ἀραχναῖον] εἰς. Ἀραχναῖον] ὄρος Ἄργους.
Ag 309c αἶπος] ὕψος. ἀστυγείτονας] ἤγουν τὰς πλησιαζούσας τῶι Ἄργει.
Ag 309e σκοπάς] σκοπιάς. σκήπτει] ἐμπίπτει.
Ag 310b στέγος] τὸν οἶκον. οὐκ ἄπαππον] οὐ ξένον, ἀλλὰ συγγενές.
Ag 312a τοιοίδ’] τοιοῦτοι εἰσίν. ἕτοιμοι] πρόχειροι.
Ag 312c λαμπαδηφόρων] ἤγουν τῶν τοὺς πυρσοὺς ποιούντων. νόμοι] τὸ ἔθος.
Ag 313a διαδοχαῖς] ἐν. πληρούμενοι] τελούμενοι.
Ag 314 ὁ πρῶτος] ὁ ἀρξάμενος ἐν Ἴδηι καὶ σημήνας ἡμῖν τοῖς ἐν τῶι Ἀραχναίωι. τοιοῦτον] τό.
Ag 315b σύμβολον] σημεῖον τῆς νίκης. Τοῦτό μοι, φησί, παρήγγειλεν ὁ Ἀγαμέμνων σύμβολον ἐκ Τροίας εἶναι τοῦ τέλους αὐτῆς.
Ag 316b παραγγείλαντος] εἰπόντος. αὖθις] ἤγουν μετὰ ταῦτα.
Ag 317b προσεύξομαι] διὰ τὴν νίκην. ἀκοῦσαι] σέ.
Ag 319a διηνεκῶς] ἀεί, διὰ μακροῦ. ὡς] ἵνα.
Ag 320 ἔχους’] κατέχουσιν. ἄμικτον] μὴ ἡνωμένην, ἀλλὰ διηιρημένην.
Ag 321b [5] + ἄμικτον βοὴν λέγει ἤτοι διηιρημένην· οὐ γὰρ ὁμοία ἐστὶν ἡ τῶν ἁλόντων βοὴ καὶ τῶν κρατησάντων. οἱ μὲν γὰρ θρηνοῦσιν, οἱ δὲ ἐπινίκια ἄιδουσι. θέλων δὲ δεῖξαι τὴν αὐτῶν διαίρεσιν καὶ μάχην φησίν· ὥσπερ εἰ ἐν ἑνὶ κύτει καὶ ἀγγείωι ἐκχέας ὄξος καὶ ἔλαιον προσείποις ἂν αὐτὰ ἤγουν καλέσεις διχοστατοῦντα καὶ μαχόμενα οὐ φίλως, ἀλλ’ ἐχθρῶς δηλονότι, τὸν αὐτὸν τρόπον καὶ τῶν ἁλόντων καὶ κρατησάντων τὰς φωνὰς ἔστιν ἀκούειν διπλᾶς, καὶ πῶς ἑξῆς λέγει. οὕτω δέον εἰπεῖν τὴν παραβολήν, ὁ δὲ ξενοτρόπως ἐπήνεγκεν ἄνευ τοῦ ὡς καὶ ἄνευ τοῦ τὸν αὐτὸν τρόπον ὥσπερ ἡμεῖς σαφηνείας εἰρήκαμεν ἕνεκα. πόλει] τῆι Τροίαι.
Ag 321d πρέπειν] ἁρμόζειν, γίνεσθαι. ὄξος] λείπει τὸ ὡς.
Ag 322b ἄλειφα] ἔλαιον. ταυτῶι] ἑνί.
Ag 322d κύτει] ἀγγείωι. διχοστατοῦντ’] μαχόμενα.
Ag 323b φίλως] προσφιλῶς. προσεννέποις] εἴποις ἄν.
Ag 324a ἁλόντων] πορθηθέντων. κρατησάντων] νικησάντων.
Ag 324c δίχα] διπλῶς. φθογγὰς] φωνάς.
Ag 325b συμφορᾶς] ἕνεκα. διπλῆς] ἤτοι τῆς συντυχίας ἁπλῶς.
Ag 326a οἱ μὲν] οἱ ἁλόντες. ἀμφὶ] περί.
Ag 326c πεπτωκότες] τοῖς σφαγεῖσι καὶ τεθνηκόσιν. κασιγνήτων] ἀδελφῶν.
Ag 327b Οὐ κατὰ τὸν φυτάλμιον Δία ἐνταῦθα ἡ ἐτυμολογία· ἐκ τῆς φύτλης δὲ γίνεται φυτλάμιος ἤγουν φυτοσπόρος καὶ μεταθέσει διὰ καλλιφωνίαν φυτάλμιος. φυταλμίων] τῶν ἐκ τῆς αὐτῆς φυλῆς ἢ φυτοσπόρων.
Ag 328 οὐκέτ’ ἐξ ἐλευθέρου] ἀλλ’ ὑπεζευγμένης τῆι δουλείαι. δέρης] ἤγουν στόματος ἀπὸ μέρους.
Ag 329b ἀποιμώζουσι] θρηνοῦσι. μόρον] θάνατον.
Ag 330a τοὺς] τοὺς κρατήσαντας. αὖτε] πάλιν.
Ag 330c νυκτίπλακτος] ἐν νυκτὶ γὰρ ἐκρατήθη ἡ Τροία. νήστεις] ἀσίτους.
Ag 331b ἀρίστοισιν] ἤτοι πρὸς δεῖπνα. ἀρίστοισιν] διὰ τὸ μέτρον.
Ag 331d ὧν] βρωμάτων δηλονότι. τάσσει] ἄγει.
Ag 332b ἐν μέρει] ἤγουν οὐ πρός τι σημεῖον κατ’ ἀξίαν γινόμενον. ἔπλασεν] ἔλαβεν.
Ag 333b πάλον] κλῆρον. ναίουσιν] οἰκοῦσιν.
Ag 335b Ἢ τῶν ψυχρῶν λέγει παγετῶν ἢ τῶν ὀρεινῶν τόπων τῶν ὑπὸ τὸν αἰθέρα ὄντων. τῶν ὑπαιθρίων] ἃ ὑπαίθριοι κείμενοι ὑφίσταντο.
Ag 335d πάγων] ὀρῶν ἢ παγετῶν. δρόσων] τῶν ἑωθινῶν.
Ag 336b ἀπαλλαγέντες] ἐλευθερωθέντες. δυσδαίμονες] ὄντες πρότερον.
Ag 336d Ὄντες πρότερον δηλονότι δυστυχεῖς, νῦν ἀμερίμνως εὑδήσουσιν. ἀφύλακτον] ἄφοβον.
Ag 337b εὑδήσουσι] ὑπνώσουσιν. εὐφρόνην] νύκτα.
Ag 338 εὐσεβοῦσι] εὐσεβῶς διατεθῶσι περὶ ἐκείνους. ἁλούσης] πορθησείσης.
Ag 339b ἱδρύματα] καθέδρας, ναούς. ἑλόντες] πορθήσαντες.
Ag 340b αὖθις] πάλιν. αὖ] δή.
Ag 340d θάνοιεν] ἤγουν φθαρεῖεν διὰ τὴν ἀσέβειαν. ἐμπίπτοι] ἤγουν ἐμπέσοι.
Ag 342a πορθεῖν] ὥστε. ἃ μὴ χρὴ] ἤγουν τὰ τῶν θεῶν ἱδρύματα.
Ag 342c κέρδεσιν] ἐν. δεῖ] πρέπει.
Ag 344a κάμψαι] κλῖναι λέγω. κῶλον] ἤτοι μέρος.
Ag 344c Ἐπειδὴ ὁ δίαυλος δύο ἔχει σταδίους, ὧν τὸ ἕτερον διῆλθον ἤδη εἰς Τροίαν ἀνελθόντες, δεῖ λοιπὸν καὶ τὸν ἄλλον διελθεῖν καὶ ὑπονοστῆσαι πρὸς τὸν οἶκον. ἀναμπλάκητος] ἀναμάρτητος.
Ag 345b μόλοι] ἐλεύσεται. ἐγρήγορον] ἤγουν ζῶν καὶ μένον καὶ ἀεὶ ἀιδόμενον, ἐκ μεταφορᾶς τῶν μὴ ὑπνούντων.
Ag 347a γένοιτ’ ἂν] ἤγουν διηνεκῶς ἔσται τὰ κακὰ τοῖς Τρωσίν. Εἰ μή ποθεν ἔλθοι τοῖς Ἕλλησι κακόν τι νέον ἐξ ἐπελθούσης τινὸς συμμαχίας τοῖς Τρωσίν· ὃ δὴ καὶ πτοηθέντες ἴσως ὅσον τάχος ἀποπλεύσουσιν.
Ag 347c πρόσπαια] πρόσφατα· νῦν προσπαίσαντα καὶ προσκρούσαντα αὐτοῖς. τοιαῦτα] αἰσθάνεται γὰρ ὑπὲρ γυναικείαν φύσιν ταῦτα ἐξενεγκὼν ὁ ποιητής.
Ag 349a κρατοίη] νικώιη. μὴ διχορρόπως] ἀλλὰ βεβαίως.
Ag 349c διχορρόπως] ἀμφιβόλως. ἰδεῖν] ὥστε.
Ag 349e ἰδεῖν] αὐτὸ τὸ εὖ. [ση(μείωσαι).
Ag 350a ] Ὅτι πολλῶν χρημάτων προκριτέα ἡ ὄνησις· εἰ γὰρ ἐξ ὧν ἔχει τις ἀγαθῶν ὄνησίν τινα μὴ λαμβάνει, μάταια πάντ’ ἂν εἴη.
Ag 350c ἐσθλῶν] ὁποῖον καὶ ὁ νόστος. τὴν ὄνησιν] τὴν ὠφέλειαν.
Ag 350e εἱλόμην] ἀνθειλόμην. γύναι] ὦ.
Ag 351b κατ’ ἄνδρα] ἤγουν ὡς ἀνὴρ συνετὸς ἐλάλησας. εὐφρόνως] φρονίμως.
Ag 352a πιστά] βέβαια. τεκμήρια] σημεῖα.
Ag 353a τὸ σχῆμα προέκθεσις. προσειπεῖν] ἐπικαλέσασθαι, ὑμνῆσαι.
Ag 353c παρασκευάζομαι] ἑτοιμάζομαι. ὡρ(αῖον).
Ag 354b ἄτιμος] τιμώμενοι γὰρ οἱ θεοὶ ἠμείψαντο ἡμᾶς. + σύστημα ἐπιφθεγματικὸν κώλων ιβʹ.
Ag 355b [5] ἡμέτερα + ὦ Ζεῦ βασιλε ῦ· εἴρηται ἡμῖν ἐν τῶι τῶν Περσῶν δράματι περὶ τοῦ εἴδους τούτου τῶν χορῶν. ὅμοιον γάρ ἐστιν ἐκείνοις καὶ τοῦτο. ἔχει γὰρ ἐν ἀρχῆι μὲν σύστημα ἐπιφθεγματικὸν εἰς δύο διηιρημένον περιόδους κώλων ἀναπαιστικῶν ιβʹ, ἑξῆς δὲ στροφὰς τρεῖς καὶ ἀντιστροφὰς τοσαύτας καὶ ἐπωιδόν. καλεῖται δὲ ταῦτα ἑπτὰς ἐπωιδική. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει τῆς ἐπωιδοῦ κορωνὶς καὶ παράγραφος. καὶ νὺξ] τὴν νύκτα ἐπικαλεῖται ὡς ἐν νυκτὶ τῆς πορθήσεως γενομένης.
Ag 356 μεγάλων] ἤγουν ἥτις τὰ κτέανα καὶ τὰ κτήματα καὶ τοὺς μεγάλους ἡμῖν παρέδωκας κόσμους τῶν Τρώων. ἥτ’] ἥτις.
Ag 357b ἔβαλες] ἐπέθηκας. στεγανὸν] πυκνόν, ἰσχυρόν.
Ag 358b μέγαν] ἤγουν ἄνδρα ἢ ἄρχοντα. νεαρῶν] τῶν νέων.
Ag 359b ὑπερτελέσαι] διελθεῖν, ἐκφυγεῖν. γάγγαμον] δίκτυον.
Ag 361b ἄτης] τῆς συμφορᾶς λέγω ἥτις περιέσχε πάντας. ξένιον] τὸν φίλιον.
Ag 362b αἰδοῦμαι] σέβομαι. πράξαντ’] ἐπαγαγόντα.
Ag 363b [5] ἐπ’ Ἀλεξάνδρωι] παραβάντι τοὺς τῆς φιλίας νόμους. + τοῦτο ὅμοιόν ἐστι τῶι ἐν Ψαλμοῖς εἰρημένωι τὸ τόξον αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτὸ καὶ ἐν αὐτῶι ἡτοίμασε σκεύη θανάτο υ· ἐντείνει γὰρ ὁ θεὸς τὸ τόξον αὐτοῦ, τουτέστι τὴν τιμωρίαν μεταφορικῶς, καὶ τὴν ῥομφαίαν αὐτοῦ στιλβώσας καὶ θήξας, οὐκ εὐθὺς ἐπιφέρει, τὴν ἡμῶν μετάνοιαν ἐκδεχόμενος, μὴ ταύτην δὲ ὡς εἰκὸς ἐπιδεξαμένοις τά τε βέλη ἀφίησιν ἐφ’ ἡμῖν καὶ ἣν πάλαι ῥομφαίαν ἐστίλβωσεν.
Ag 364b τείνοντα] ἐκτείνοντα. τόξον] ἤτοι τιμωρίαν μεταφορικῶς.
Ag 365 πρὸ καιροῦ] τοῦ πρέποντος. ἠλίθιον] μάταιον.
Ag 366b σκήψειεν] ἐπέλθοι. στροφὴ κώλων ιηʹ.
Ag 367b [5] ἡμέτερα + Διὸς πλαγά ν· ἐντεῦθεν αἱ κατὰ σχέσιν ἄρχονται στροφαί· καί εἰσι τῆς μὲν πρώτης στροφῆς τὰ κῶλα ιηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τῆς δευτέρας ιζʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τῆς τρίτης ὁμοίως ιζʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τῆς δὲ ἐπωιδοῦ ιεʹ, ἃ καὶ μετρήσεις τοῖς προτέροις ἑπόμενος. εἰσὶ γὰρ τὰ μὲν ἀντισπαστικά, τὰ δὲ τροχαϊκά, τὰ δὲ χοριαμβικά, τὰ δὲ ἰαμβικά. ἐφ’ ἑκάστης στροφῆς καὶ ἀντιστροφῆς παράγραφος, ἐπὶ δὲ τῶι τέλει τῆς ἐπωιδοῦ κορωνὶς καὶ παράγραφος. Διὸς] ἤγουν ἐκ Διὸς ἐπελθεῖν.
Ag 367d ἔχουσιν] τοῖς. εἰπεῖν] τὰ συμβάντα.
Ag 368 ἐξιχνεῦσαι] ἀνερευνῆσαι. ὡς] οὕτως.
Ag 369b ἔπραξεν] ὁ Ζεὺς δηλονότι ταῦτα. ὡς] οὕτως.
Ag 369d ἔκρανεν] ἐτέλεσεν. ὡρ(αῖον).
Ag 370b ἔφα τις] εἶπέ τις. ἀξιοῦσθαι] οὐκ ἄξιον κρίνειν τοὺς θεούς.
Ag 371b μέλειν] φροντίδα ἔχειν τῶν ἀνθρώπων ἐκείνων. ἀθίκτων] τῶν ἱερῶν.
Ag 373a πατοῖθ’] καταφρονεῖται. οὐκ εὐσεβής] ὁ πατῶν τὰ ἱερά.
Ag 374a [10] + πέφανται δ έ· οἱ θεοί, φησί, πέφανται καὶ φανεροὺς ποιοῦσι τοὺς ἐκγόνους τῶν ἀσεβῶν τῶν πνεόντων Ἄρη μεῖζον ἢ δικαίως κατὰ τῶν δωμάτων τῶν ἀτολμήτων, ἤτοι τῶν ὑπὲρ τὸ δίκαιον μαχομένων τοῖς ἱεροῖς οἴκοις τῶν θεῶν, εἰς ἃ οὐ τολμᾶν τι χρὴ ἀσεβές, τῶν φλεόντων λέγω καὶ φλυαρούντων καὶ βλασφημούντων κατ’ αὐτῶν ὑπέρφευ ὑπὲρ τὸ βέλτιστον, ἤτοι ἔξω τοῦ βελτίστου καὶ τοῦ καλοῦ καὶ προσήκοντος. οὐ γὰρ χρὴ βλασφημεῖν, ἀλλ’ ὑμνεῖν τοὺς θεούς. τὸ ὑπέρφευ δὲ διὰ μέσου εἴρηται ἀντὶ τοῦ φεῦ βαβαί, ἐκπληττομένου οἷον τοῦ χοροῦ ἐπὶ τῆι ἀσεβείαι καὶ βλασφημίαι ἐκείνων. πῶς δὲ φανεροὺς ποιοῦσιν αὐτούς; τιμωρούμενοι. τοὺς μὲν γὰρ παῖδας τῶν εὐσεβῶν ἀγαθοῖς ἀμείβονται, τοὺς δὲ τῶν ἀσεβῶν καὶ βλασφήμων τιμωρίαις ὑποβάλλουσι κἀντεῦθεν ἐμφαίνουσιν ὡς ἀσεβῶν εἰσι παῖδες, διὸ καὶ τοιαῦτα πάσχουσιν. πέφανται] φανεροὺς ποιοῦσιν.
Ag 374c δὲ] γάρ. ἐγγόνους] τοὺς ἀπογόνους.
Ag 375a ἀτολμήτων] τῶν ἱερῶν εἰς ἃ οὐ τολμᾶν τι χρὴ ἀσεβές. πνεόντων] ἤτοι τῶν μαχομένων τοῖς ἱεροῖς.
Ag 376 μεῖζον] ἤτοι ἐπέκεινα τοῦ δικαίου ἤγουν ὑπὲρ τὸ δίκαιον. φλεόντων] φλυαρούντων.
Ag 377b δωμάτων] κατά. δωμάτων] ἐνταῦθα τὸ ἀτολμήτω ν.
Ag 377d ὑπέρφευ] διὰ μέσου ἀντὶ τοῦ βαβαί. ὑπὲρ τὸ βέλτιστον] ἤγουν πλέον τοῦ βελτίστου, τουτέστιν ἔξω τοῦ καλοῦ.
Ag 378b ἀπήμαντον] ἀβλαβῆ ἐμέ. κἀπαρκεῖν] διατελεῖν.
Ag 380 πραπίδων] φρονήσεως. ὡρ(αῖον).
Ag 381b ἔπαλξις] βοήθεια. πλούτου] ἤγουν οὐκ ἔστι πρὸς κόρον πλουτεῖν τὸν ἄδικον.
Ag 383a ἐκλακτίσαντι] ἀνατρέψαντι. μεγάλα] μεγάλως.
Ag 383c μεγάλα] ἀντὶ μιᾶς. βωμὸν] ἤγουν τὴν δίκην.
Ag 384b ἀφάνειαν] ἤγουν ὥστε ἀφανῆ γενέσθαι καὶ φθαρῆναι. ἀντιστροφὴ κώλων ιηʹ.
Ag 385b Ἡ τῆς ἄτης πειθὼ ἄφερτος καὶ ἀφόρητος καὶ βαρεῖά ἐστιν, ἥτις βιάζει αὐτούς, πρόνοιαν δῆθεν τοῦ πλουτῆσαι τοὺς παῖδας ποιουμένη. βιᾶται] βιάζει.
Ag 385d τάλαινα] ἀθλία. προβουλόπαις] ἡ προβουλευομένη πλουτῆσαι τοὺς παῖδας.
Ag 386b ἄφερτος] ἀφόρητος. Ἡ θεραπεία τῆς ἐπιθυμίας αὐτῶν διάδηλος γίνεται· ὡς φῶς δὲ πρέπει τὸ αἰνολαμπὲς αὐτῶν σέλας.
Ag 387b [20] ἡμέτερον + ἤγουν ὥσπερ τὸ φῶς φανερόν ἐστι καὶ οὐ δύναται κρυβῆναι, οὕτω καὶ ἡ ματαία αὐτῶν θεραπεία δείκνυται. ἄκος δὲ εἶπεν ἐπεὶ βουλόμενοι θεραπεῦσαι τὴν πρὸς μάχας καὶ πολέμους ὁρμήν, φασίν, ὅπως τοῖς παισὶ καταλείποιεν πλοῦτον, ἀλλ’ ὥσπερ κακὸς χαλκὸς ἐν ὁδῶι προβεβλημένος καὶ ἐρριμμένος μελαίνεται καὶ ἐξιοῦται καὶ τὸ κάλλος ἀπόλλυσιν, οὕτω κἀκεῖνος ὁ ταῦτα λέγων πέλει καὶ ὑπάρχει μελαμπαγής, ἤγουν μελαίνεται καὶ ἀμαυροῦται, δικαιωθείς, ἤτοι δικαίως τοῦτο παθών, ἐν τρίβωι καὶ ἐν προβολαῖς, ἤγουν προβεβλημένος καὶ ἐρριμμένος καὶ κείμενος ἐν τρίβοις καὶ ἄλλοις τόποις ὑπαιθρίοις καὶ ταλαιπωρούμενος μέχρις ἂν τροπώσαιτο τοὺς ἐχθροὺς καὶ πλοῦτον ἐξ ἐκείνων πορίσαιτο. ὥσπερ δὲ πόλεμός τις ἀνερριπίσθη ἐξ ἀφροσύνης παιδὸς καὶ μάχη συνεκροτήθη διὰ περιστερὰν ἢ πέρδικα καὶ ἱέρακα διώξαντος τοῦτον καὶ κατασχόντος, καὶ τῆι τούτου προσετρίβη πατρίδι κακόν τι ἀφόρητον, οὕτω καὶ Ἰλίωι συνέβη χαλεπόν τι κακὸν ἐξ ἀφροσύνης τοῦ Πάριδος. οὕτω δέον εἰπεῖν τὰς παραβολάς, ὁ δὲ συνήθως καὶ ταύτας ἐξήνεγκεν δεινὸν ποιῶν τὸν λόγον καὶ ἀσαφῆ, ὄγκον ἐκ τούτου καὶ μέγεθος τούτωι περιθεῖναι βουλόμενος. ἔθος γὰρ τοῦτο τοῖς ποιηταῖς συγχεῖν τὴν φράσιν ἐν τοῖς χοροῖς, ὥστε δοκεῖν τὸν λόγον ἐκ πολλῶν στομάτων προέρχεσθαι. οὗτος δὲ μάλιστα καὶ Πίνδαρος τοῦτο ποιεῖν εἰώθασι, τῶι ἁδρῶι τόνωι καὶ ὄγκον φέροντι χαίροντες. ὡς] ὥσπερ.
Ag 387d ἄκος] θεραπεία. παμμάταιον] πάνυ μάταιον.
Ag 388a οὐκ ἐκρύφθη] ἀλλὰ δῆλον ἐγένετο. δὲ] γάρ.
Ag 389a αἰνολαμπὲς] τὸ χαλεπῶς λάμπον. σίνος] σέλας.
Ag 390 κακοῦ] ἤγουν τοῦ κακωθέντος καὶ ἀμαυρωθέντος ἐν τῆι ὁδῶι. τρίβωι] ἐν.
Ag 391b τρίβωι] ἤγουν ἐν ὁδῶι προβεβλημένου καὶ ἐρριμμένου. μελαμπαγὴς] ἤγουν μελαίνεται καὶ ἐξιοῦται.
Ag 392b πέλει] ὑπάρχει. δικαιωθείς] ἤγουν δικαίως τοῦτο παθών.
Ag 394a διώκει] ἤγουν διώκων λαμβάνει. παῖς] τίς.
Ag 394c πτανὸν] ταχύν, πτερωτόν. πόλει] τῆι αὐτοῦ πατρίδι.
Ag 395b πρόστριμμ’] κακόν τι προστριβὲν αὐτῆι. ἄφερτον] ἀφόρητον.
Ag 395d ἐνθείς] ἐπαγαγών. λιτᾶν] τῶν εὐχῶν τοῦ τοιούτου ἀνδρός.
Ag 396b οὔτις] οὐδείς. τὸν] τὸν ἐπιστρεφόμενον εἰς τὰ τοιαῦτα.
Ag 398a φῶτ’] ἄνδρα. καθαιρεῖ] καταβάλλει.
Ag 399 οἷος] ὥσπερ ἦν δέον εἰπεῖν. Ἀτρειδῶν] τῶν.
Ag 401a ἤισχυνε] κατήισχυνε. ξενίαν] φιλικήν.
Ag 402a κλοπαῖσι] ἁρπαγαῖς. γυναικός] τῆς Ἑλένης.
Ag 403a στροφὴ ἑτέρα κώλων ιζʹ. λιποῦσα] ἡ Ἑλένη.
Ag 403c ἀστοῖσιν] τοῖς ἑαυτῆς πολίταις. ἀσπίστορας] δι’ ἀσπίδων καὶ ἄλλων ὅπλων γινομένους.
Ag 404a κλόνους] ταραχάς, μάχας. λογχίμους] διὰ λόγχης γινομένους.
Ag 405a ναυβάτας] διὰ νεῶν γινομένους. ὁπλισμοὺς] καθοπλισμούς.
Ag 406a ἴαμβος. ἀντίφερνον] ἤγουν ἀντὶ προικὸς φθορὰν καὶ ἀπώλειαν κομίσασα.
Ag 407a βέβακεν] διῆλθε. ῥίμφα] εὐκόλως.
Ag 407c πυλᾶν] τῶν τῆς Τροίας. ἄτλητα] ἤγουν ἀτόλμητα τολμήσασα.
Ag 408b ἔστενον] ἐθρήνουν οἱ προφῆται. τόδ’] ἤγουν τὸ γεγονός.
Ag 409b ἐννέποντες] λέγοντες. δόμων] ἤγουν τῆς πόλεως.
Ag 409d προφῆται] οἱ μάντεις. ἰὼ] ὦ.
Ag 410b ἰὼ] ὦ. πρόμοι] πρόμαχοι, ἄρχοντες.
Ag 411a ἰὼ] ὦ. λέχος] κοίτη.
Ag 411c στίβοι] ὁδοί, ἤγουν τρόποι δι’ ὧν ἐδείκνυτο ἡ πρὸς τὸν ἄνδρα φιλία. πάρεστι] ἡ Ἑλένη.
Ag 412b πάρεστι] ἰδεῖν αὐτήν. ἄτιμος] πολύτιμος.
Ag 412d ἀλοίδορος] οὐ γὰρ λοιδοροῦμεν αὐτὴν οὕτως ἀπάρασαν. ἅδιστος] γλυκεῖα.
Ag 413b [5] Ἀφεμένων ἡμῶν τῆς σιγῆς, ὅ ἐστι καὶ ἀφισταμένων τοῦ σιγᾶν, τουτέστι καὶ παρρησιαζομένων καὶ φθεγγομένων τι διὰ τὸ μὴ παρεῖναι τὴν δέσποιναν, ὅμως τῆι παλαιᾶι αἰδοῖ σώζομεν αὐτῆς τὴν παρουσίαν καὶ πάρεστιν ἡμῖν ἰδεῖν ἡδίστη καὶ πολύτιμος καὶ ἀλοίδορος, ἤγουν νομίζομεν ἔτι συνεῖναι ἡμῖν αὐτὴν καὶ τῆς παρ’ ἡμῶν τιμῆς ἀπολαύειν. ἀφεμένων] τῆς σιγῆς.
Ag 413d ἰδεῖν] ὥστε. ἰδεῖν] αὐτὴν τινά.
Ag 414a πόθωι] τῶι φίλτρωι τῶι πρὸς ἐκεῖνα. ὑπερποντίας] ἤγουν τῆς ὑπεράνω διελθούσης τοῦ πόντου.
Ag 415a φάσμα] τὸ τῆς Ἑλένης. δόξει] τῶι ἀνδρὶ αὐτῆς.
Ag 415c ἀνάσσειν] ἄρχειν, ἤγουν συνεῖναι αὐτῶι. ὡρ(αῖον).
Ag 416b κολοσσῶν] ἤγουν τῶν ἀγαλμάτων τουτέστι τῶν εὐειδῶν γυναικῶν. ἔχθεται] μισεῖται· ἔχων γὰρ ταύτην οὐκ οἶδεν ὅσον κέκτηται ἀγαθόν.
Ag 418a ὀμμάτων] ἤγουν μὴ ὁρωμένης ἐκείνης. ἐν ἀχηνίαις] ταῖς ἀπορίαις.
Ag 418b ἐκ τοῦ ἀχήν, ὁ πτωχός, ὁ μὴ ἔχων δηλονότι. ἔρρει] ἐφθάρη.
Ag 419b Ἀφροδίτα] τέρψις, ἐκ τοῦ ὁρᾶν γὰρ ὁ ἔρως. ἀντιστροφὴ κώλων ιζʹ.
Ag 420b ὀνειρόφαντοι] ἐν ὀνείροις φαινόμεναι. πενθήμονες] ἤγουν λυπηραί, πένθους αἴτιαι.
Ag 421 [5] δόξαι] φαντασίαι. ἡμέτερον + μάταιον γάρ ἐστι, φησίν, εὖτ’ ἂν καὶ ὁπηνίκα δοκοῦντός τινος ὁρᾶν ἐν ὕπνοις ἀγαθὰ καὶ μονονουχὶ ταῖς χερσὶ κατέχειν αὐτὰ ἡ ὄψις καὶ ἡ φαντασία ἐκείνη παραχρῆμα βέβηκε καὶ ἀπέπτη παραλλάξασα διὰ τῶν χειρῶν, ἤγουν διελθοῦσα διαμέσον τῶν χειρῶν, ἐν πτεροῖς ὀπαδοῖς καὶ ἀκολούθοις τοῖς κελεύθοις τοῦ ὕπνου, τουτέστιν ἀκολουθήσασα τῆι ὁδῶι τοῦ ὕπνου, ἤγουν σὺν τῶι ὕπνωι καὶ αὐτὴ ἀποπτᾶσα.
Ag 422a [10] δέον δὲ οὕτως ἐπαγαγεῖν τὴν ἀπόδοσιν· εὖτ’ ἂν δοκοῦντός τινος ὁρᾶν τι τόδε γένηται, ὁ δὲ δοκῶν εἰπὼν καὶ καινὸν ποιησάμενος τὸ προοίμιον τοῦ νοήματος καινοτέραν ἐπιφέρει καὶ τὴν ἀπόδοσιν. χάριν] δοκῶν γὰρ ὁρᾶν αὐτὴν ἐν ὕπνοις ἥδεται κενὴν ἡδονήν.
Ag 423a ἴαμβος. μάταν] ἤγουν μάταιόν ἐστιν.
Ag 423c εὖτ’ ἂν] ὁπηνίκα. ἐσθλά] ἀγαθά.
Ag 423e τις δοκῶν] ἤγουν τινὸς δοκοῦντος. παραλλάξασα] διελθοῦσα ἡ ὄψις.
Ag 424b διὰ χερῶν] ἤγουν διαμέσον τῶν χειρῶν. δοκεῖ γὰρ ἄντικρυς κρατεῖν αὐτήν. βέβακεν] ἀπέπτη.
Ag 425b ὄψις] ἡ φαντασία. οὐ μεθύστερον] ἀλλὰ παραχρῆμα.
Ag 426a πτεροῖς] ἐν. ὀπαδοῖς] ἀκολούθοις.
Ag 426c ὕπνου κελεύθοις] τῆι ὁδῶι τοῦ ὕπνου· συναφίπταται γὰρ τῶι ὕπνωι ἡ ὄψις. ἡμέτερα + τὸ κα τ ’ οἴκους καὶ ἐ φ ’ ἑστίας ἢ ἐκ παραλλήλου εἴρηται, ἢ τὸ μὲν οἴκους νοήσεις διὰ τοὺς ἐν τῶι οἴκωι θεράποντας καὶ θεραπαινίδας· εἰκὸς γὰρ ἦν θρηνεῖν κἀκείνους τὴν τῆς δεσποίνης ἀπουσίαν.
Ag 427a [5] τὸ δὲ ἐ φ ’ ἑστίας διὰ τὸν ἄνδρα αὐτῆς, ἴσως δὲ καὶ διὰ τοὺς παῖδας. ἑστία γάρ ἐστιν ὁ θάλαμος τῶν συζύγων. εἰκὸς γὰρ ἦν τοῦτον ἀεὶ θρηνεῖν ἔρημον τῆς συνεύνου τὴν ἑστίαν καὶ τὴν κλίνην ὁρῶντα. τὰ μὲν] ἤγουν τὰ μὲν κατὰ τοὺς οἴκους τῆς Ἑλένης.
Ag 427c ἐφ’ ἑστίας] ἤτοι τοῦ θαλάμου. ἄχη] αἱ λύπαι.
Ag 428 ὑπερβατώτερα] ἤγουν μείζονα. τὸ πᾶν] ἤγουν καθόλου δέ.
Ag 429b αἴας] γῆς. Τῶν συνηγμένων ἀπὸ τῆς Ἑλλάδος ἁπάντων ἑκάστου τοῖς οἴκοις ὀδυνηρὰ πένθησις διαπρέπει.
Ag 429d συνορμένοις] τοῖς συνορμηθεῖσι. πένθεια] ἤγουν πένθησις, θλῖψις.
Ag 430b τλησικάρδιος] τὴν καρδίαν τήκουσα. δόμων] τῶν οἴκων.
Ag 431b πρέπει] ἁρμοδίως ἐστίν. πολλὰ] πολλὰ γάρ ἐστι τὰ λυποῦντα τὴν καρδίαν τῶν ἐν τοῖς οἴκοις αὐτῶν.
Ag 432 πέμψεν] ὁ δόμος. βροτῶν] ἤγουν ἀνδρῶν.
Ag 433b τεύχη] σκεύη τὴν σποδὸν ἔχοντα· δύναται δὲ καὶ ὅπλα δηλοῦν. σποδὸς] κόνις τῶν σωμάτων τῶν νεκρῶν.
Ag 435a δόμους] τοὺς οἴκους. εἰσαφικνεῖται] εἰσέρχεται ὑπονοστοῦσα.
Ag 437a στροφὴ ἑτέρα κώλων ιζʹ. + εἰώθασιν οἱ περιλειφθέντες ἐν τοῖς στρατεύμασι κομίζειν εἰς τοὺς οἴκους τῶν ἀπολωλότων ὅσαπερ ἔτι ζῶντες ἐκτήσαντο λάφυρα, πρὸς δὲ καὶ τὴν κόνιν τῶν σωμάτων αὐτῶν ἐν ἀγγείοις.
Ag 437b [5] τοῦτο οὖν ἐνταῦθά φησιν ἀλληγορικῶς. ἐπεὶ δὲ ὁ χρυσὸς ἐκ ψηγμάτων ἐκπυρωθέντων συνάγεται καὶ βάρος ἔχει καὶ ζυγοστατεῖται, ὅρα πῶς καὶ οὗτος τὴν τροπὴν διόλου τηρήσας ἐξήνεγκε τὸ νόημα. Χρυσαμοιβό ς· ὁ καὶ ἀργυραμοιβὸς παρὰ τοῖς ῥήτορσι· τῆς αὐτῆς δ’ ἀναλογίας ἐστὶ καὶ ὁ ἀλφιταμοιβός.
Ag 437c [5] εἴληπται δὲ τὸ νόημα τῶι Αἰσχύλωι ἐκ τῆς κατὰ τὸν Δία Ὁμηρικῆς ζυγοστατήσεως. τὸ βαρὺ δὲ εἴρηται διὰ τὸ βαρύνειν τοὺς φίλους, ἄλλως μέντοι κατὰ τὴν ἀλληγορικὴν τροπὴν βαρὺ διὰ τὸ χρυσοῦν εἶναι. ση(μείωσαι) ἀλληγορίαν τροπικήν.
Ag 437e ὁ χρυσαμοιβὸς] ὁ χρυσὸν διδοὺς ἀντὶ σωμάτων. λάφυρα γὰρ εἰς τοὺς οἴκους τῶν ἀποθανόντων κομίζουσιν. ταλαντοῦχος] ὁ ζυγοστάτης.
Ag 440 πυρωθὲν] καυστικὸς γὰρ ὁ πόλεμος. φίλοισι] ἤγουν τοῖς οἰκείοις τῶν ἀπολωλότων κατὰ τὸν πόλεμον.
Ag 441b βαρὺ] διὰ τὸν θάνατον τοῦ οἰκείου αὐτῶν. ψῆγμα] ἤγουν χρυσοῦ ψήγματα τουτέστι χρυσόν.
Ag 442b ἀντήνορος] τῆς ἀντὶ τῶν ἀνδρῶν πεμπομένης. ἴαμβος.
Ag 443b σποδοῦ] κόνεως. γεμίζων] πληρῶν.
Ag 444 λέβητας] τὰ ἀγγεῖα καταχρηστικῶς. ὅμοια.
Ag 445 στένουσι] στενάζουσι, θρηνοῦσιν οἱ φίλοι τῶν ὀλωλότων ἐπαινοῦντες ἐκείνους. ὡς] ὅτι.
Ag 446b ἴδρις] ἐπιστήμων, ἔμπειρος ἦν. ἐν φοναῖς] ἐν ἀλληλοφονίαις.
Ag 448a διὰ] ἀντὶ μιᾶς. διὰ] ἤγουν ἕνεκα.
Ag 448c γυναικός] τῆς Ἑλένης. ὅμοια.
Ag 449a τάδε] ὅτι δι’ ἀλλοτρίαν ἀπώλετο γυναῖκα. σῖγα] σιωπηλῶς.
Ag 449c βαΰζει] βοᾶι μετὰ ὀργῆς δίκην κυνός. φθονερὸν] λυπούμενοι γὰρ ἴσως φθονοῦσιν αὐτοῖς καὶ ἐπαρῶνται.
Ag 450b ὑπ’ ἄλγος] ἤτοι μέμψις ὑφέρπει καὶ κρυφίως ἐπέρχεται. προδίκοις] τοῖς δικαίοις ἤτοι τοῖς δικαίως κατὰ τῶν ἐχθρῶν ἐστρατευκόσιν.
Ag 452a οἱ] τινὲς τῶν ὀλωλότων. Περὶ τεῖχο ς· ὃ ἐποίησαν ἐν τῆι Τροίαι.
Ag 452b βέλτιον δὲ αὐτῆς τῆς Τροίας τὸ τεῖχος εἰπεῖν. τὸ δὲ εὔμορφοι πρὸς πλείονα οἶκτον προσέθηκεν. θήκας] τάφους.
Ag 454a εὔμορφοι] ὄντες· ἔτι ζῶντες δηλονότι. κατέχουσιν] οἰκοῦσιν.
Ag 454c ἐχθρῶς] ἐχθρωδῶς διακειμένους περὶ αὐτήν. ἀντιστροφὴ κώλων ιζʹ.
Ag 456b Βαρεῖα δ ’ ἀστῶ ν· ἤγουν ὀργίλως ὑπὸ τῶν πολιτῶν σκώπτεται ὁ Ἀγαμέμνων καὶ ἀποδίδωσί τι χρέος τῆς δημοσίας κατάρας. βαρεῖα] ἐπαχθής ἐστι.
Ag 456d ἀστῶν] τῶν πολιτῶν. φάτις] ἡ φήμη.
Ag 456f σὺν κότωι] μετ’ ὀργῆς γινομένη. δημοκράτου] τῆς δημοσίας.
Ag 457b τίνει] δίδωσι. μένει] ἀναμένει.
Ag 460a μέριμνα] ἡ φροντίς. νυκτηρεφές] ἀφανῶς ἐπελθόν.
Ag 461a ὡρ(αῖον). τῶν πολυκτόνων] τῶν ὑπὸ πολλῶν κτανθέντων.
Ag 461c οὐκ ἄσκοποι] ἀλλ’ ἐπισκοπῆς αὐτοὺς ἀξιοῦσιν. ἄσκοποι] ἀπρόοπτοι.
Ag 462a ἴαμβος. θεοί] οἱ.
Ag 462c κελαιναὶ] αἱ μέλαιναι, αἱ ἀφανεῖς. χρόνωι] ἐν.
Ag 463b χρόνωι] διὰ χρόνου. ἡμέτερα + τὸν τυχηρὸν ὄντα, φησίν, ἄνευ δίκης ἤτοι τὸν ἀδίκως εὐτυχήσαντα, οἷος ἦν ὁ Πάρις, διὰ χρόνου αἱ Ἐριννύες ἀμαυροῦσι καὶ ἀφανίζουσιν ἐν παλιντυχῆι τριβῆι βίου, ἤγουν ἐν ἐναντίαι καὶ δυστυχεῖ ζωῆι.
Ag 463c [5] ἐν τοῖς ἀίστοις δὲ καὶ ἀφανέσι τελέθοντος καὶ ὑπάρχοντος, ἤγουν μετὰ τῶν ἀφανῶν ταχθέντος, τουτέστιν ἀμαυρωθέντος καὶ ἀφανισθέντος, οὐδεὶς βοηθὸς ἐπιφαίνεται αὐτοῦ. ὁ γὰρ ὑπὲρ τὸ μέτρον εὐτυχῶν σφάλλεται. ὅμοια.
Ag 464 τυχηρὸν] τὸν εὐτυχῆ ἄνευ δίκης, ἤτοι τὸν ἀδίκως εὐτυχήσαντα ὡς τὸν Πάριν. παλιντυχῆι] ἐναντίαι, δυστυχεῖ.
Ag 465b τριβᾶι] διατριβῆι, ἐκτάσει. τιθεῖς’] ποιοῦσιν.
Ag 466b ἀμαυρόν] ἀφανῆ. ἐν δ’ ἀίστοις] ἀφανέσιν, ἤγουν ἀμαυρωθέντος καὶ ἀφανισθέντος.
Ag 467a τελέθοντος] ὑπάρχοντος ἐκείνου. οὔτις] ἐστί.
Ag 467c ἀλκά] βοήθεια, ἤγουν οὐδεὶς τοῖς τοιούτοις βοηθεῖ. γνώ(μη).
Ag 468b δ’] γάρ. ὑπερκότως] ἤγουν τὸ λίαν ἁπλῶς.
Ag 468d κλύειν] ἀκούειν. εὖ] καλῶς.
Ag 469a βαρύ] αἱ γὰρ εἰς ἄκρον εὐεξίαι σφαλεραί. ὄσσοις] τοῦ Διός.
Ag 470 Διόθεν] ἤγουν ἄνωθεν ἐφορῶντες οἱ τοῦ Διὸς ὀφθαλμοὶ τὴν τιμωρίαν ἐκπέμπουσιν. κρίνω] λογίζομαι.
Ag 471b ἄφθονον] πολύν. ὄλβον] εὐδαιμονίαν.
Ag 471c τοῦτο δηλονότι ὃ μέλλει ἐρεῖν. + μή τ ’ εἴη ν· ἤγουν μήτ’ αὐτὸς ἄλλων πόλιν πορθήσαιμι μήτε κατίδοιμι βίον καὶ ζωὴν ὑπ’ ἄλλων ἁλοὺς καὶ κρατηθείς.
Ag 472a τουτέστι μὴ δουλικὴν κατίδοιμι ζωὴν κρατηθεὶς ὑφ’ ἑτέρων. πτολιπόρθης] ἤγουν μήτ’ αὐτὸς ἄλλων πόλιν πορθήσαιμι.
Ag 473a αὐτὸς] ἐγώ. ἁλοὺς] κρατηθείς.
Ag 474 βίον] ζωήν. ἐπωιδὸς κώλων ιεʹ.
Ag 475b εὐαγγέλου] ἀγαθὰ μηνύοντος ἀγγέλου. διήκει] διέρχεται.
Ag 476b θοὰ] ταχεῖα. βάξις] φήμη τοῦ πυρός.
Ag 477 ἐτητύμως] ἀληθῶς. ἴαμβοι.
Ag 478a θεῖον] ἐκ θεοῦ. ἐστὶ] τοῦτο.
Ag 478c τὸ ψύθος σύστοιχον τῶι ψεύδει ὡς καὶ τὸ ψυδρόν· ὅτι δὲ συγγενῆ τὸ δ καὶ τὸ θ δῆλον. προϋπόκειται δὲ τὸ ψεῦδος. ψύθος] ἤτοι ψεῦδος.
Ag 479a ὧδε] οὕτως. παιδνὸς] ἤγουν ψεδνός.
Ag 479c φρενῶν κεκομμένος] ἀφαιρέσει τοῦ ς διὰ τὸ μέτρον ὅ ἐστι ψιλὸς τὸν νοῦν, ἤγουν παράφρων. ὡρ(αῖον).
Ag 480a Οἱ ἀγαθόν τι ἐλπίσαντες, εἶτα τούτου ἀποτυχόντες διπλασίαι περιπίπτουσιν ἀθυμίαι κατὰ Μένανδρον. φλογὸς] ὥστε.
Ag 480c παραγγέλμασιν] μηνύμασι. πυρωθέντα] ἤγουν τερφθέντα ἐκεῖνον.
Ag 481b καρδίαν] τήν. ἀλλαγᾶι] ἤγουν ἐναλλαγὴν λαβόντος τοῦ λόγου, τουτέστι ψευδοῦς φανέντος.
Ag 482b καμεῖν] ἤτοι λυπηθῆναι. Ἴσως τὴν κερκίδα ἢ τὸν ἄτρακτον λέγει γυναικὸς αἰχμήν, εἰ μή που σκώπτει τὴν Κλυταιμνήστραν διὰ τὰ ἱστορούμενα κατ’ αὐτῆς, τὸν πέλεκυν λέγων, δι’ οὗ καθεῖλε τὸν Ἀγαμέμνονα.
Ag 483b γυναικὸς αἰχμᾶι] ἤτοι τῆι Κλυταιμνήστραι πρέπει. αἰχμᾶι] ξίφει.
Ag 483d πρέπει] ἁρμόζει. φανέντος] ἀγαθοῦ.
Ag 484b χάριν] ἐπαινέσαι χάριν, ἤγουν εὐφρανθῆναι. πιθανὸς] εὔπειστος.
Ag 485b ἄγαν] λίαν. Ὁ θῆλυς ὅρος ἤγουν περιφραστικῶς ἡ γυνή, ὡς ταὐτὸν ὂν γυναῖκα εἰπεῖν καὶ ὅρον αὐτῆς ἐκθεῖναι.
Ag 485d θῆλυς ὅρος] ἤγουν αἱ γυναῖκες περιφραστικῶς. γνώ(μη).
Ag 486a ἐπινέμεται] διατελεῖ. ταχύπορος] εὐμετάβολος.
Ag 487 ταχύμορον] ταχέως φθειρόμενον. Τὸ φημιζόμενον ἀγαθὸν ὑπὸ τῶν γυναικῶν ἀνύπαρκτόν ἐστι καὶ ταχέως φθειρόμενον καὶ οὐκ ἐπὶ πολὺ διαμένον.
Ag 488b γυναικογήρυτον] τό. γυναικογήρυτον] ἤγουν τὸ λεγόμενον ὑπὸ τῶν γυναικῶν.
Ag 488d ὄλλυται] φθείρεται. ἡμέτερα + τά χ ’ εἰσόμεσθ α· αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρϙβʹ ὧν τελευταῖος· τοσαῦ τ ’ ἀκούσας ἴσθι τ ’ ἀληθῆ κλύει ν.
Ag 489a ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει πάντων κορωνὶς εἰσιόντος τοῦ χοροῦ. εἰσόμεσθα] γνωσόμεθα.
Ag 489c φαεσφόρων] ἀντὶ τοῦ φῶς φερουσῶν. παραλλαγὰς] τὰς διαδοχάς.
Ag 491a ἀληθεῖς] εἰσίν. ὀνειράτων] ἀπατηλὰ γὰρ τὰ ὀνείρατα.
Ag 492a τερπνὸν] εὐφραντόν. Ἐφήλωσ ε· ἠπάτησε, παρὰ τὸν φήληκα, ὅς ἐστι σῦκον διαχάσκον πρὸ τοῦ πεπανθῆναι.
Ag 492b [5] ἀσύνηθες δὲ τὸ φηλῶ φηλώσω, οὗ χρῆσις καὶ παρὰ Λυκόφρονι, τὸ δὲ κοινὸν φηλήσω, ἐξ οὗ καὶ ὁ φηλήτης ἐν δυσὶν η. ὁ δέ γε παρ’ Ἡσιόδωι φιλήτης διὰ τοῦ ι ἔχει τὴν ἄρχουσαν κατὰ τοὺς παλαιοὺς σημαίνων τὸν κλέπτην ὡς ἀπὸ τοῦ ὑφελέσθαι. ἐφήλωσε] ἠπάτησε, φηλῶ γὰρ ἀπατῶ.
Ag 493 κατάσκιον] ἐστεμμένον. κάσις] ἀδελφή.
Ag 495a ξύνουρος] ἡ συνακολουθοῦσα αὐτῶι. διψία] ἤτοι ξηρά.
Ag 496a ὡς] ὅτι. ἄναυδος] ἄφωνος κατὰ τοὺς φρυκτούς.
Ag 496c δαίων] καίων. φλόγα] πυρσόν.
Ag 497a ὀρείας] ὀρεινῆς. σημανεῖ] δηλώσει.
Ag 497c καπνῶι] ἐν. + ὅρα τὴν σύνταξιν· ἢ γὰρ εἰπὼν καὶ δέον ἕτερον ἢ ἐπαγαγεῖν, ἀφεὶς τοῦτο καινότερον τὸν λόγον ἐποίησε σχηματίσας ἑτέρως.
Ag 498a τὸ δὲ ἑξῆς τοῦτο βούλεται· τὸ πρὸς τοῖς φανεῖσι καλοῖς ἕτερον φανὲν ἀγαθὸν προσθήκη καλοῦ τυγχάνοι ἄν. μᾶλλον] πλέον.
Ag 498c ἐκβάξει] ἐξείποι. τὸν ἀντίον] τὸν ἐναντίον τοῦ χαίρειν ἤγουν τὸν λυπηρόν.
Ag 499b ἀποστέργω] ἀποβάλλομαι. προσθήκη] ἀγαθοῦ δηλονότι.
Ag 500b πέλοι] ὑπάρχοι ἄν. ὡρ(αῖον).
Ag 501b ἄλλως] καὶ οὐχ ὡς σὺ εἴρηκας. καρποῖτο] καρπώσαιτο, κτήσαιτο.
Ag 503a Τινὲς μέμφονται τῶι ποιητῆι ὅτι αὐθήμερον ἐκ Τροίας ποιεῖ τοὺς Ἕλληνας ἥκοντας. ἰὼ] ὦ.
Ag 503c οὖδας] ἔδαφος. σε] εἰς σέ.
Ag 504b φέγγει] ἡμέραι. ἀφικόμην] ἦλθον.
Ag 505 Ἡ λέξις ἐκ μεταφορᾶς τῶν ἀγκυρῶν, ὧν πολλῶν ῥαγεισῶν εἰς τὸ ὕδωρ μία τις περισώζει τὴν ναῦν. ηὔχουν] ἐθάρρουν.
Ag 510a τόξοις] ἐν. ἰάπτων] πέμπων.
Ag 511a παρὰ Σκάμανδρον] ἤτοι κατὰ τὴν Τροίαν. ἦλθες] ἡμῖν.
Ag 511c ἀνάρσιος] ἀναιρετικός. ἴσθι] ὕπαρχε.
Ag 512b ἀπαγώνιος] ἀπόμαχος. ἄναξ] ὦ.
Ag 513b ἀγωνίους] τοὺς ἐφόρους τῶν ἀγώνων. προσαυδῶ] ἐπικαλοῦμαι.
Ag 514b τιμάορα] βοηθόν. κηρύκων σέβας] ἤγουν ὃν τιμῶσιν οἱ κήρυκες.
Ag 516a ἥρως] ἥρωας. εὐμενεῖς] ἤγουν εὐμενῶς.
Ag 517a δέχεσθαι] ὥστε. τὸν λελειμμένον] τὸν ὑπολειφθέντα τοῦ πολέμου.
Ag 518a ἰὼ] ὦ. μέλαθρα] οἰκήματα.
Ag 518c φίλαι] προσφιλεῖς. θᾶκοι] θρόνοι.
Ag 519b ἀντήλιοι] οἱ εἰς ἀνατολὴν ὁρῶντες. ἦ] ὄντως, ἴσως.
Ag 521a δέξαισθε] ἄν. κόσμωι] ἐν.
Ag 521c χρόνωι] διὰ πολλοῦ χρόνου. εὐφρόνηι] νυκτί.
Ag 524a νιν] αὐτόν. ἀσπάσασθε] προσείπατε.
Ag 524c πρέπει] ἁρμόζει. κατασκάψαντα] πορθήσαντα.
Ag 525b τοῦ δικηφόρου] τοῦ τὴν δίκην φέροντος. ἡμέτερον + Διὸς μακέλλη ι· ἤτοι σπάθηι.
Ag 526a μάκελλα δὲ λέγεται κυρίως ἡ τζάπη ἀπὸ τοῦ μονόκελλος εἶναι, ὡς δίκελλα ἡ δύο ἔχουσα σκέλη. δοκεῖ γάρ μοι ἀπὸ τοῦ σκέλους ἔχειν τὴν σύνθεσιν, διπλασιαζομένου τοῦ λ διὰ τὸ μέτρον. μακέλληι] ἤτοι τῆι σπάθηι.
Ag 526c τῆι] ἧιτινι. κατείργασται] κατέσκαψε.
Ag 526e πέδον] τό. πέδον] τὴν γῆν.
Ag 527a ἄιστοι] ἀφανεῖς. ἱδρύματα] ἀγάλματα ἢ ναοί.
Ag 528a σπέρμα] ἢ τὰ γεννήματα ἢ καὶ οἱ ἄνθρωποι. ἐξαπόλλυται] ἐφθάρη.
Ag 528c χθονός] γῆς. τοιόνδε] τοιοῦτον.
Ag 529b Τροίαι] τῆι. περιβαλὼν] περιθείς.
Ag 529d ζευκτήριον] ἤτοι ζυγόν. ἄναξ] ὁ.
Ag 530b πρέσβυς] ὁ. πρέσβυς] ἤγουν ὁ Ἀγαμέμνων.
Ag 530d εὐδαίμων] εὐτυχής. ἥκει] ἔρχεται.
Ag 531b τίεσθαι] τιμᾶσθαι. ἀξιώτατος] λίαν ἄξιος.
Ag 532a Ἀπὸ κοινοῦ τὸ οὔτε ληπτέον καὶ εἰς τὸ Πάρι ς· συνυπακούεται γὰρ ἐκ τοῦ ἐπαγομένου. τὸ δὲ τὸ δρᾶμα τοῦ πάθους πλέο ν, τοῦτο δηλοῖ ὡς οὐ πλέον δέδρακεν ἢ πέπονθεν. Πάρις] οὔτε γὰρ ὁ.
Ag 532c συντελὴς] ἡ συντελέσασα καὶ συμπράξασα αὐτῶι. ἐξεύχεται] καυχᾶται.
Ag 533b τὸ δρᾶμα] ἤγουν ὅτι πλέον ἔδρασεν ἢ πέπονθεν. ὀφλὼν] χρεωστῶν.
Ag 534b δίκην] τιμωρίαν. τοῦ ῥυσίου] ἤγουν τοῦ ῥύσασθαι τοὺς Τρῶας.
Ag 535b ἥμαρτε] ἀπέτυχεν. Ἔθρισε ν· ἐθέρισεν, ἔκειρεν, κοινῶς δὲ ἔθριξεν ὤφειλεν, ἀφ’ οὗ καὶ ἡ θρίξ.
Ag 536a ὡς καὶ Εὐριπίδης· ἴδετε πα ρ ’ ἄκρας ὡς ἀπέθριξε τρίχα ς. ἔθρισεν] ἐθέρισεν, ἀπέκειρεν.
Ag 537a διπλᾶ] ἤγουν αὐτοὶ καὶ ἡ πόλις. ἔτισαν] ἀπέδωκαν.
Ag 537c Πριαμίδαι] οἱ. ἁμάρτια] τὰ ἁμαρτήματα, τὸν μισθὸν τῆς ἁμαρτίας.
Ag 538 κῆρυξ] ὦ. ἀντερῶ] ἀντείπω, ἀντιλέγω.
Ag 540a ἔρως] πόθος ὤφειλεν. πόθος γὰρ ἐπὶ ἀπόντων λέγεται. ἐγύμνασεν] ἐπαίδευσεν, ἐδίδαξεν.
Ag 541a ὄμμασιν] ἐν. χαρᾶς] ἤγουν ἐπὶ τῆι ἀνεκλαλήτωι χαρᾶι.
Ag 542a Ἐρωτικὴν εἴχετε, φησίν, νόσον τερπνὴν ἐπεὶ εἴχετε καὶ τοὺς ἀντερῶντας. + ἡμέτερον.
Ag 542b [5] τῶν γὰρ ἄλλων νόσων λυπηρῶν οὐσῶν αὕτη μόνη τερπνή ἐστι. μὴ νοήσαντος δὲ τοῦτο τοῦ κήρυκος ἐπάγει τὴν λύσιν, ἑξῆς λέγουσα· εἰ ἐτρώθης τῶι ἔρωτι ἡμῶν τῶν ἀντερώντων οἶδας ὃ λέγω. πρὸς ὃ πάλιν οὗτος ἐπιφέρει· λέγεις τήνδε τὴν γῆν ποθεῖν τὸν στρατὸν ποθοῦντα καὶ αὐτὸν αὐτήν, τουτέστι λέγεις ὡς ἐπόθει ἡ γῆ τὸν στρατὸν καὶ ἀντεποθεῖτο ὑπ’ αὐτοῦ. τερπνῆς] εὐφραντῆς.
Ag 542d ἦτε] ὑπήρχετε. τῆσδ’] τῆς ἐρωτικῆς.
Ag 542f ἐπήβολοι] μέτοχοι. δεσπόσω] κύριος γενήσομαι καὶ κατανοήσω τοῦτον.
Ag 544a τῶν ἀντερώντων] ἡμῶν δηλονότι. ἱμέρωι] ἔρωτι.
Ag 544c πεπληγμένος] τετρωμένος. ποθεῖν] ἤγουν λέγεις ὅτι ἐπόθει ἡ γῆ τὸν στρατόν.
Ag 546a ὡς] ὥστε. ἀμαυρᾶς] κρυφαίας δι’ Αἴγισθον.
Ag 546c ἀναστένειν] στενάζειν. πόθεν] μίσους γὰρ ἦν τὸ στενάζειν ὑπὲρ ἐκείνου.
Ag 547b στύγος] μῖσος. σιγᾶν] σιωπῶ, φησίν, ἵνα μὴ βλαβῶ.
Ag 549a κοιράνων] τῶν βασιλέων. ἔτρεις] ἐφοβοῦ.
Ag 550 Ὧν ἐστι τὸ εἰρημένον ὑπὸ σοῦ, τὸ τεθνάναι δ ’ οὐκέ τ ’ ἀντερῶ θεοῖ ς. εὖ γὰρ] ὥστε καὶ εἴ τινι συμβαίη θάνατος, εὖ ἂν ἔχοι καὶ χάρις ἂν νομισθείη.
Ag 552 εὐπετῶς] ἤγουν καλῶς πεσόντα. ὡρ(αῖον).
Ag 553b κἀπίμομφα] μεμπτὰ λέξειεν. πλὴν] ἄνευ.
Ag 554a ἀπήμων] ἀβλαβής. δι’ αἰῶνος] τὸν διηνεκῆ.
Ag 555a μόχθους] ἐν ταῖς μάχαις. δυσαυλίας] διὰ τὸ ὑπαίθρους αὐλίζεσθαι καὶ διάγειν.
Ag 556a Σπαρνά ς· σπανίους. καὶ τούτου γὰρ οὐ συνεχῶς ἀπηλαύομεν. τὸ δὲ παρήξεις ἀντὶ τοῦ παραδρομὰς ἐπὶ τοῦ καταστρώματος τῶν νεῶν. σπαρνὰς] σπανίους.
Ag 556c παρήξεις] παραδρομάς. κακοστρώτους] δυσκόλους.
Ag 557 οὐ λαχόντες] ἤγουν ποῖον δὲ μέρος τῆς ἡμέρας οὐκ ἐλάχομεν στένοντες. χέρσωι] ἐν.
Ag 558b προσῆν] ἐμίσει γὰρ ὁ γρηγορῶν τὸν ὑπνοῦντα. στύγος] μῖσος.
Ag 559a εὐναὶ] κοῖται, φρουραί. ἦσαν] ἡμῖν.
Ag 559c δηίων] τῶν πολεμίων ἤτοι τῶν Τρώων. πρὸς] ἐν.
Ag 560 λειμώνιαι] λειμῶνα λέγει νῦν τὸ κοινῶς λιβάδιον. κατεψέκαζον] κατεδρόσιζον.
Ag 561b ἔμπεδον] τὸ ἑδραῖον ἤτοι τὸ περιβεβλημένον ἡμῖν κάλλος. ἐσθημάτων] τῶν.
Ag 562b ἐσθημάτων] τῶν ἐνδυμάτων. τιθέντες] ποιοῦντες.
Ag 562d ἔνθηρον] ὀρθίαν δίκην θηρῶν. τρίχα] ἡμῶν.
Ag 563 οἰωνοκτόνον] ὁ γὰρ σφοδρὸς χειμὼν καὶ τὰ κτήνη καὶ τοὺς ὄρνιθας κτείνει. ἄφερτον] ἀφόρητον.
Ag 564b [5] Ἰδαία] ἡ ἐν Ἴδηι γινόμενον. ἡμέτερον + ὃ ποιεῖν εἰώθασιν ἄνθρωποι ἐν μεσημβρίαι— πεσόντες γὰρ καθεύδουσιν ἐπὶ νηνεμίαν ἔχουσι τόποις, τὸ ἐκ τῆς ἀκτῖνος τοῦ ἡλίου θάλπος ἐκκλίνοντες—τοῦτο οὗτος ἐπὶ τὸν πόντον μετήνεγκε, χάριν τῶι λόγωι περιτιθεὶς καὶ ἔμψυχον αὐτὸν ἐργαζόμενος.
Ag 565b ὡρ(αῖον). θάλπος] καῦμα.
Ag 565d εὖτε] ὁπηνίκα. ἀκύμων] ἀτάραχος.
Ag 566b νηνέμοις] νηνεμίαν ἐχούσαις. εὕδοι] ἡσυχάζει.
Ag 567a δεῖ] πρέπει. παροίχεται] παρῆλθεν.
Ag 568 παροίχεται] παρῆλθεν. μέλειν] ἐν φροντίδι ἔχειν.
Ag 570a τί] χρὴ κατὰ συνεκδοχήν. ἀναλωθέντας] τοὺς φθαρέντας.
Ag 570c ἐν ψήφωι] ἤγουν τί δεῖ ψηφίζεσθαι περὶ τῶν ἀπολωλότων; τύχης] ἕνεκα.
Ag 571b Ἐπὶ τῆι ἀποβολῆι τῶν ἀπολλυμένων δεῖ τὸν ζῶντα ἀλγεῖν καὶ πάλιν ἐπὶ ταῖς εὐποτμίαις χαίρειν. συμφοραῖς] τοῖς συμβᾶσιν ἁπλῶς.
Ag 572b καταξιῶ] ἄξιον κρίνω. ἡμῖν] ἐν.
Ag 573b λοιποῖσιν] τοῖς ὑπολειφθεῖσιν. πῆμα] βλάβη.
Ag 574b ἀντιρρέπει] ἐναντιοῦται· παρῆλθε γὰρ τὰ δεινά. ὡς] ὥστε.
Ag 575b κομπάσαι] ἤγουν μετὰ σεμνότητος εἰπεῖν. τῶιδ’] ἐν.
Ag 575d εἰκὸς] ἐστί. ἡλίου φάει] ἤγουν ἐν τῆι νῦν ἡμέραι.
Ag 576 ποτωμένοις] διερχομένοις τῆι φήμηι. ἑλόντες] πορθήσαντες.
Ag 579a δόμοις] ἐν. δόμοις] τοῖς ναοῖς.
Ag 579c ἐπασσάλευσαν] ἀνέθεντο ἐπὶ πασσάλων ἀναρτήσαντες. γάνος] εὐφροσύνην ἐκ παλαιῶν ἀνατεθεῖσαν χρόνων.
Ag 580a κλύοντας] ἀκούοντας τινάς. εὐλογεῖν] ἐπαινεῖν.
Ag 580c πόλιν] τήν. Καὶ χάρις τιμήσετα ι· ἤγουν ὁμολογήσουσι καὶ τῶι Διὶ χάριν τῶι τάδε διαπραξαμένωι.
Ag 581b τιμήσεται] τιμηθήσεται. ἐκπράξασα] ἐκτελέσασα.
Ag 583a λόγοισιν] ἐν. οὐκ ἀναίνομαι] ἀλλὰ χαίρω ἀκούων ἅπερ οὐκ ἤκουσα.
Ag 583c ἀναίνομαι] ἀπαρέσκομαι. ἡμέτερα + τοῦτο ὅμοιόν ἐστι τῶι Σωκράτης τὰς ἐν γήραι μαθήσεις οὐκ ἔφευγεν.
Ag 584a [5] οἱ γὰρ σοφοὶ ἀεὶ τὰ βέλτιστα μανθάνειν ἐπιθυμοῦσι καὶ ὧν οὐκ εἰς πεῖραν ἦλθον. ὃ δὴ καὶ οἱ παρόντες λέγουσι γέροντες. χαίρομεν γάρ, φασίν, ἐν λόγοις νικώμενοι, ἤγουν πλείονας λόγους ὧν ἴσμεν ἀκούοντες, ἐπεὶ ἀκμαῖοί τινες ἐσμὲν εἰς τὸ τὰ βέλτιστα μανθάνειν, κἂν καὶ τὰ μέλη παρειμένα τῶι χρόνωι κεκτήμεθα. ἡβᾶι] ἀκμάζει.
Ag 584c τοῖς γέρουσιν] ἐπιθυμοῦσι γὰρ μανθάνειν ὧν οὐκ εἰς πεῖραν ἦλθον. ὡρ(αῖον).
Ag 585a δόμοις] ἤγουν τοῖς οὖσιν ἐν τῶι οἴκωι. μελεῖν] διὰ φροντίδος εἶναι.
Ag 586a εἰκὸς] πρέπον ἐστίν. σὺν δὲ πλουτίζειν] ἤγουν μεταδιδόναι μοι τοῦ τοιούτου πλούτου, ἤτοι τῆς χαρᾶς.
Ag 587 ἀνωλολύξαμεν] ἤγουν ἐπαιανίσαμεν. + δέον ὁ πρῶτος τοῦ νυχίου πυρὸς ἄγγελος εἰπεῖν, ὁ δὲ πρὸς τὸ ἄγγελος νύχιος εἶπεν.
Ag 588b νύχιος] νυκτερινός. φράζων] λέγων, μηνύων.
Ag 589b ἀνάστασιν] ἀνατροπήν, κατασκαφήν. ἐνίπτων] βλάπτων ἤγουν ὀνειδίζων.
Ag 590b φρυκτωρῶν] ἤγουν διὰ φρυκτωρῶν. ἦ] ὄντως.
Ag 592b κάρτα] λίαν. γυναικὸς] ἤγουν γυναικός ἐστι μετεωρίζεσθαι καὶ μέγα φρονεῖν ἀκούσασάν τι.
Ag 593 [5] λόγοις] ἤγουν ὑπὸ τοιούτων λόγων τοῦ ἀγγέλου δηλονότι ἐπλανήθην καὶ εὐπαράγωγος γέγονα. ἡμέτερα + καὶ γυναικείωι νόμωι, ἤγουν ὡς χρὴ γυναιξὶν ἀρχούσαις ποιεῖν, οὕτω κἀγὼ πεποίηκα προστάξασα πάντας τοὺς ἐν τῆι πόλει εὐφημεῖν καὶ θυσίας προσφέρειν τοῖς θεοῖς, ὃ καὶ ἐποίουν ἅπαντες καταστέλλοντες τὴν ἔξαψιν τῆς φλογός, ὥστε προσενεγκεῖν θυμιάματα.
Ag 594a τοῦτο γάρ μοι δοκεῖ λέγειν τὸ κοιμῶντες εὐώδη φλόγ α. ἔθυον] τοῖς θεοῖς δηλονότι.
Ag 595 ὀλολυγμὸν] μετὰ θρήνου ὕμνον. ἔλασκον] ἐβόων.
Ag 596b ἕδραις] ναοῖς. θυηφάγον] τὴν τὰ θύματα κατεσθίουσαν.
Ag 597b κοιμῶντες] πραΰνοντες ἐπὶ τῶι ὀπτῆσαι ἢ θυμιάσαι. τὰ μάσσω] τὰ μακρά.
Ag 599a ἄνακτος] ἤγουν παρ’ ἐκείνου μαθήσομαι πάντα. πεύσομαι] ἀκούσω.
Ag 599c λόγον] τὸν περὶ τῆς ἁλώσεως. ὅπως] σκοπήσω.
Ag 600b ἄριστα] ἀρίστως. αἰδοῖον] αἰδέσιμον.
Ag 600d πόσιν] ἄνδρα. ὡρ(αῖον).
Ag 601b πάλιν] εἰς τοὐπίσω. φέγγος] ἤγουν φῶς.
Ag 602b ἥδιον] γλυκύτερον. δρακεῖν] θεάσασθαι, ἰδεῖν.
Ag 604a πύλας] ὥστε. ἀπάγγειλον] εἰπέ.
Ag 604c πόσει] τῶι ἀνδρί. ἥκειν] ἐλθεῖν.
Ag 605b ὅπως] λίαν. ἐράσμιον] ἐρᾶι γὰρ αὐτοῦ ἡ πόλις.
Ag 606 μολὼν] ἐλθών. + ὅρα τὸ παράδειγμα τῆς κυνός· εἰ καὶ δοκεῖ τοῦτ’ εἰληφέναι τὸν ποιητὴν διὰ τὴν φυλακὴν μόνην, ἀλλ’ ἔχει τι καὶ βαθύτερον.
Ag 607a [5] βουλόμενος γὰρ τὴν μοιχείαν ταύτης δηλῶσαι καὶ ὅτι ὥσπερ ἡ κύων οὐχ ἑνὶ ἀνδρὶ χρῆται, οὕτως οὐδ’ ἐκείνη, εἰ καὶ λαθεῖν βουλομένη ἐπὶ τούτωι σεμνύνεται, ἄλλου τέρψιν ἀνδρὸς οὐκ εἰδέναι φάσκουσα, τῆι κυνὶ ταύτην παραβάλλει. ἔλειπε] ἀφῆκεν ἀπαίρων.
Ag 607c κύνα] ἤγουν φύλακα. ἐσθλὴν] ἀγαθήν, φίλην.
Ag 608b δύσφροσιν] τοῖς ἐχθροῖς αὐτοῦ. σημαντήριον] σφραγῖδα τῆς πρὸς τὸν ἄνδρα εὐνοίας.
Ag 610 μήκει] ἤγουν ἐν τῆι μακρᾶι ἐκείνου ἀποδημίαι. τέρψιν] ἡδονὴν ἄλλου ἀνδρός· ἐνταῦθα γὰρ συνάπτεται.
Ag 611b φάτιν] φήμην. Ὥσπερ οὐκ οἶδα τὰς βαφὰς τοῦ σιδήρου, 〈οὕτωσ〉 οὐδὲ ἡδονὴν ἑτέρου ἀνδρός.
Ag 613a τοιόσδ’] ὁ. κόμπος] ἤγουν τὸ τοιαῦτα κομπάζειν ἀληθῆ.
Ag 614a Γενναίαι γυναικὶ οὐκ αἰσχρόν ἐστι τὸ κομπάζειν. οὐκ αἰσχρὸς] ἐστὶ γυναικί.
Ag 614c ὡς] ὥστε λακεῖν. λακεῖν] εἰπεῖν.
Ag 615a Αὕτη μὲν οὕτως εἶπεν ὥστε σὲ μαθεῖν οὐχ ἡμᾶς ἀκριβῶς ἑρμηνεύσασα. εἶπε] τὸν λόγον.
Ag 616a τοροῖσιν] ἀκριβέσιν, ἀληθέσιν. ἑρμηνεῦσιν] λόγοις ἐξηγητικοῖς.
Ag 616c πρεπῶς] σεμνῶς. κῆρυξ] ὦ.
Ag 617b πεύσομαι] ἐρωτῶ. εἰ νόστιμος] ἤγουν εἰ ὑπονοστήσει σεσωσμένος.
Ag 619a ἥξει] ἐλεύσεται. φίλον] τό.
Ag 619c φίλον κράτος] ἤγουν ὁ φίλος ἄρχων τῆσδε τῆς γῆς. Οὐκ ἐπαινῶ τὰ ψευδῆ ὡς δυνάμενα ἐπὶ πολὺν χρόνον καλὰ τοῖς φίλοις καρπίζεσθαι, ἀντὶ τοῦ οὐκ ἐπὶ πολὺ ἐπαινετὰ ὑπὸ τῶν φίλων τὰ ψευδῆ.
Ag 620b ὅπως] ὅτι. φίλοις] τοῖς.
Ag 621b καρποῦσθαι] καρποφορεῖν παρέχειν. Πῶς δὴ δύνασαι ἀληθῆ ἅμα καὶ προσφιλῆ ἀγγεῖλαι; χωρισθέντα γὰρ ἀλλήλων ὁρᾶται.
Ag 622b κεδνὰ] ἤγουν προσφιλῆ, ἀγαθά. σχισθέντα] διαιρεθέντα.
Ag 623b δ’] γάρ. οὐκ εὔκρυπτα] ἀλλὰ φανερά.
Ag 624a ἀνὴρ] ὁ. ἄφαντος] ἀφανής ἐστιν.
Ag 624c Ἀχαιικοῦ] τοῦ τῶν Ἀχαιῶν. πλοῖον] αὐτοῦ.
Ag 625b οὐ ψευδῆ] ἀλλ’ ἀληθῆ. ἀναχθεὶς] ἤγουν ὑποστρέφων.
Ag 626b ἐμφανῶς] φανερῶς. Ἰλίου] τῆς Τροίας.
Ag 627a χεῖμα] χειμών, κλύδων. ἄχθος] βάρος.
Ag 627c ἥρπασε] ἐξέκοψεν, ἐχώρισεν. ὡρ(αῖον).
Ag 628b ἔκυρσας] ἐπέτυχες τοῦ σκοποῦ. ὥστε] ὥσπερ.
Ag 628d ἄκρος] πρῶτος, ἐξαίρετος. μακρὸν] τὴν μεγάλην βλάβην τὴν γενομένην ἡμῖν.
Ag 629b ἐφημίσω] ἔλεξας. φάτις] φήμη.
Ag 631b ναυτίλων] ναυτῶν. ἐκλήιζετο] ἐφημίζετο.
Ag 632a ἀπαγγεῖλαι] μηνῦσαι. τορῶς] ἀληθῶς.
Ag 633a τρέφοντος] τοῦ ζωογονοῦντος· οὗτος γὰρ πάν τ ’ ἐφορᾶ ι. χθονὸς] τῆς γῆς.
Ag 634a γὰρ] δέ. χειμῶνα] κλύδωνα.
Ag 635a ἐλθεῖν] ἐνταῦθα τὸ δαιμόνων κότω ι. τελευτῆσαι] λῆξαι.
Ag 635c δαιμόνων] τῶν θεῶν. κότωι] ὀργῆι.
Ag 636a ὡρ(αῖον). ἡμέτερα + εὔφημον ἦμαρ τὴν ἡμέραν λέγει ταύτην ἐν ἧι τὰ περὶ τῆς ἁλώσεως τῆς Τροίας ἔφερε μηνύματα.
Ag 636b [5] ὅταν οὖν, φησί, διηγῆταί τις περί τινων κακῶν γεγενημένων, μιαίνει καὶ μολύνει τὴν εὔθυμον ταύτην καὶ χαρμόσυνον ἡμέραν. οὐ πρέπει οὖν τοῦτο ποιεῖν, ἀλλὰ τιμᾶν τοὺς θεοὺς τοὺς δεδωκότας τὴν εὐθυμίαν καὶ τὰ δεινὰ λελυκότας. ἦμαρ] ἡμέραν.
Ag 636d κακαγγέλωι] κακὰ ἀγγελλούσηι. μιαίνειν] μολύνειν.
Ag 637b χωρὶς] ἤγουν ταῦτα λέγοντες ἀτιμάζομεν τοὺς θεούς. ἀπευκτὰ] ἀνέλπιστα.
Ag 638b πήματ’] συμφοράς. στυγνῶι] κατηφεῖ.
Ag 639b πτωσίμου] τοῦ πεπτωκότος, τοῦ ἀπολωλότος. ἕλκος ἓν] ἤγουν λύπη μία.
Ag 640b τὸ δήμιον] τὸ δημόσιον, τὸ κοινόν. τυχεῖν] φέρει.
Ag 640d τυχεῖν] ὥστε. ἐξαγισθέντας] ἐξορισθέντας.
Ag 642a διπλῆ] κοινῆι καὶ ἰδίαι. μάστιγι] τιμωρίαι, φόνωι.
Ag 642c φιλεῖ] ἀγαπᾶι. δίλογχον] διπλῆν λέγω.
Ag 643b ἄτην] βλάβην οὖσαν. φοινίαν] φονικὴν δυάδα ἤγουν ἅρμα.
Ag 643d [5] ξυνωρίδα] φέρει ἀπὸ κοινοῦ. + ὅταν, φησί, συμφοραί τινες ἐπέλθωσι, πρέπει ὑμνεῖν τὰς Ἐριννῦς καὶ οἷόν τινα παιᾶνα ἐπάιδειν αὐταῖς τόνδε, ἤγουν τὸν ἐπὶ τοιούτοις πρέποντα, ὥστε αὐτὰς ἐκμειλίξασθαι λύσιν τῶν συμφορῶν ποιήσασθαι καὶ διασκεδάσαι τὰ χαλεπά· συμφορῶν γὰρ αἱ θεαὶ αἴτιαι.
Ag 644b μὲν] δέ. πημάτων] συμφορῶν.
Ag 644d σεσαγμένων] σεσωρευμένων. λέγειν] ὑμνεῖν.
Ag 645b παιᾶνα] ὕμνον. τόνδ’] τὸν ἁρμόζοντα αὐταῖς.
Ag 647a ἥκοντα] ἐμέ. εὐεστοῖ] εὐτυχίαι.
Ag 648a κεδνὰ] προσφιλῆ, ἀγαθά. συμμίξω] ἑνώσω.
Ag 649a χειμῶν’] λέγω. οὐκ ἀμήνιτον] ἀλλ’ ἐξ ὀργῆς θεῶν γεγονότα.
Ag 650a ξυνώμοσαν] συνέθεντο. ἔχθιστοι] ἐχθροὶ ἡμῶν ἤγουν μισοῦντες ἡμᾶς.
Ag 650c Ἐκφράζει τὴν τοῦ χειμῶνος χαλεπότητα. πῦρ] διὰ τοὺς κεραυνοὺς καὶ τὰς τρικυμίας.
Ag 651b πίστ’] ἤγουν τὴν τῶν συνθηκῶν πίστιν. δύστηνον] τὸν ἄθλιον.
Ag 653a δυσκύμαντα] χαλεπά. ὠρώρει] διηγείρετο.
Ag 654a ναῦς] τάς. πρὸς] ἐν.
Ag 654c Θρήικιαι] ἀπὸ Θράικης ἄνεμοι πνέοντες. ἤρειπον] κατέβαλλον, συνέκρουον.
Ag 655b Κερωτυπούμεναι ἤτοι τοῖς κέρασιν ἀλλήλων τυπτόμεναι· ἡ μεταφορὰ ἀπὸ τῶν ταύρων. κερωτυπούμεναι] ἤγουν τυπτόμεναι παρ’ ἀλλήλων.
Ag 656 ζάληι] ταραχῆι σὺν ὄμβρωι γεγενημένηι. ὤιχοντ’] διεσκεδάσθησαν.
Ag 657b ἄφαντοι] ἀφανεῖς. ποιμένος] τοῦ ἐπινεμομένου αὐτὰς ἀνέμου.
Ag 657d στρόβωι] συστροφῆι. ἀνῆλθε] ἀνέτειλεν.
Ag 659a ἡμέτερον + ἀνθοῦν εἶπε τὸ πέλαγος ἐν τοῖς νεκροῖς ἐπειδὴ τὸ μέν ἐστι μέλαν, λευκὰ δὲ τὰ σώματα. ὥσπερ οὖν ἡ γῆ ἀστράπτει τοῖς ἄνθεσι καὶ ὡραΐζεται, οὕτω καὶ τὸ πέλαγος διηνθισμένον ἐδόκει τοῖς λευκοῖς σώμασιν. νεκροῖς] ἐν.
Ag 660a ναυτικῶν] ἤτοι τῶν πλοίων. ἐριπίων] πτωμάτων.
Ag 661a ναῦν] τήν. τ’] καί.
Ag 661c ἀκήρατον] ἀβλαβές. σκάφος] τὸ πλοῖον λέγω.
Ag 662a τις] τὸ θεὸς ἐνταῦθα. ἐξέκλεψεν] ἤγουν ἐρρύσατο.
Ag 662c ’ξηιτήσατο] ὥστε μὴ ἀποθανεῖν. ’ξηιτήσατο] τὸν Δία δηλονότι.
Ag 663a οὐκ ἄνθρωπος] οὐ γὰρ ἐξ ἀνθρώπου διεσώθημεν, ἀλλὰ θεοῦ. θιγών] ἁψάμενος.
Ag 664a τύχη] ἡ. σωτὴρ] ἡ σώτειρα.
Ag 664c σωτὴρ] ἡ. ναῦν] τήν.
Ag 664e ἐφέζετο] ἐπεκάθητο αὐτῆι. ὅρμωι] ἐν λιμένι.
Ag 666a ἐξοκεῖλαι] ἐλλιμενίσαι. κραταίλεων] ἤγουν ὑπὸ τοῦ λαοῦ κρατουμένην ἤτοι ὀχλοκρατουμένην.
Ag 667 Ἅιδην] ἤγουν τὸν ἐκ θαλάσσης θάνατον. λευκὸν] ἤγουν κατὰ τὴν φανεῖσαν φωτεινὴν ἡμέραν.
Ag 668b οὐ πεποιθότες] ἀλλ’ ἀμφίβολοι ὄντες εἰ ἔτι σωθείημεν. πεποιθότες] θαρροῦντες.
Ag 669a ἐβουκολοῦμεν] ἤγουν ὥσπερ ἐθεραπεύομεν ἐν λογισμοῖς τισι. νέον] τό.
Ag 669c νέον] ἤτοι τὴν νέαν συμφοράν. καμόντος] κινδυνεύσαντος.
Ag 670b σποδουμένου] διασκεδασθέντος δίκην σποδοῦ ἤτοι κόνεως. ἐμπνέων] ἤτοι ζῶν.
Ag 672a ὀλωλότας] φθαρέντας. τί μή] διὰ τί γὰρ οὔ; ἐκινδυνεύσαμεν γάρ.
Ag 673a ταῦτ’] ἤγουν τὸ ἀπολωλέναι. δοξάζομεν] λογιζόμεθα.
Ag 674a ὡς] λίαν. ἄριστα] τὰ ἐκείνων δηλονότι.
Ag 675a μάλιστα] τῶν ἄλλων δηλονότι. προσδόκα] ἐλπίδα ἔχε.
Ag 675c μολεῖν] ἐλθεῖν. ἀκτὶς] ἤγουν ὁ ἥλιος περιφραστικῶς.
Ag 676b νιν] αὐτόν. ἱστορεῖ] βλέπει.
Ag 677a βλέποντα] ἐκ παραλλήλου· ὁ γὰρ ζῶν βλέπει. μηχαναῖς] βουλαῖς, οἰκονομίαις.
Ag 678a θέλοντος] βουλομένου. ἐξαναλῶσαι] ἀφανίσαι.
Ag 678c γένος] τοῦ Μενελάου δηλονότι. αὐτὸν] τὸν Μενέλαον.
Ag 679b ἥξειν] ἐλεύσεσθαι. ἴσθι] γίνωσκε.
Ag 680b κλύειν] ἀκούειν. στροφὴ κώλων ιζʹ.
Ag 681b [10] ἡμέτερα + ἀκούσας ὁ χορὸς ὡς ὅσον οὔπω ἐλεύσεται Μενέλαος ἐπαγόμενος δηλονότι καὶ τὴν Ἑλένην, καὶ ἐκπλαγεὶς ἐπὶ τούτωι φησί· τίς ἄρα ὠνόμαζεν, ἔλεγεν, ἤτοι ἤλπιζεν, ἐς τὸ πᾶν, ἤγουν παντελῶς, ὧδε καὶ ἐνταῦθα, γενέσθαι δηλονότι, ἐτητύμως καὶ ἀληθῶς, ἤτοι ὑποστρέψαι. νοεῖν γὰρ χρὴ οὕτως ἵν’ εἴη τετελεσμένος ὁ λόγος τίς οὖν ἤλπιζεν ὧδε γενέσθαι τὴν Ἑλένην τὴν δορίγαμβρον, ἤτοι τὴν διὰ πολέμων γαμουμένην, τουτέστιν ἧς ὁ γάμος περιμάχητος γέγονε, τὴν ἀμφινεικῆ, ἤτοι περὶ ἣν ἀμφότεροι ἐφιλονείκουν Μενέλαός τε καὶ Πάρις, εἰ μὴ θεός τις, ἠπίστατο δηλονότι τοῦτο, ὅντινα οὐχ ὁρῶμεν— ἀόρατον γὰρ τὸ θεῖον—ὁ ταῖς προνοίαις τοῦ πεπρωμένου, ἤτοι ὁ ταῖς προνοητικαῖς τῆς εἱμαρμένης δυνάμεσι νέμων καὶ διδοὺς γλῶσσαν καὶ λόγον ἐν τύχηι, ἤτοι ὁ διδοὺς λόγον τοῖς τὰ τοιαῦτα προλέγουσι μάντεσιν ἐν τύχηι καὶ εὐτυχίαι. μεγίστης γὰρ εὐτυχίας τὸ τοιούτων ἀξιωθῆναι τῶν ἀγαθῶν ὥστε προλέγειν τὰ μέλλοντα. + τίς πο τ ’ ὠνόμαζε ν· τὰ τοιαῦτα εἴδη καλεῖται κατὰ σχέσιν καὶ ἐξ ὁμοίων ὡς εἴρηται.
Ag 681c [5] εἰσὶ γοῦν τὰ παρόντα στροφῶν δʹ, καὶ τῆς μὲν πρώτης στροφῆς τὰ κῶλα ιζʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τῆς δευτέρας ιʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τῆς τρίτης ιβʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα καὶ τῆς τετάρτης ιʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. μετὰ δὲ ταύτας σύστημα ἐπιφθεγματικὸν κώλων κζʹ. ἐφ’ ἑκάστης στροφῆς καὶ ἀντιστροφῆς παράγραφος, ἐπὶ δὲ τῶι τέλει τοῦ 〈συστήματοσ〉 κορωνὶς 〈μόνη〉. ποτ’] ἄρα.
Ag 681e ὠνόμαζεν] ἤγουν ἤλπιζεν, ἔλεγεν. ὧδ’] ἐνταῦθα.
Ag 682a ἐς τὸ πᾶν] γενέσθαι δηλονότι ἤτοι ὑποστρέψαι τὴν Ἑλένην. τὸ πᾶν] παντελῶς.
Ag 682c ἐτητύμως] ἀληθῶς. μή τις] εἰ μὴ θεός τις· λείπει γὰρ τὸ εἰ.
Ag 683b οὐχ ὁρῶμεν] ἀόρατον γὰρ τὸ θεῖον. προνοίαις] ἤγουν ὁ ταῖς προνοητικαῖς δυνάμεσι τῆς εἱμαρμένης.
Ag 685a γλῶσσαν] ἤτοι λόγον. ἐν τύχαι] εὐτυχίαι.
Ag 685c νέμων] ὁ διδούς. τὰν δορίγαμβρον] τὴν διὰ πολέμων γαμουμένην.
Ag 686b ἀμφινεικῆ] περὶ ἣν δύο ἐφιλονείκουν. πρεπόντως] ἁρμοδίως καὶ οὐ παραλόγως.
Ag 688 ἑλένας] ὁ ἑλὼν καὶ καθελὼν τὸν τῆς Ἑλένης ἄνδρα Ἀλέξανδρον καὶ τὴν πόλιν αὐτοῦ. ἁβροτίμων] τῶν λίαν τιμίων.
Ag 691 προκαλυμμάτων] ἤτοι τῶν περιεχόντων καὶ περικαλυπτόντων αὐτὸν οἴκων. Ζεφύρου] ἐξ ἑσπέρας γὰρ πνέων οὔριος τούτωι γέγονεν.
Ag 692b αὔραι] πνοῆι. πολύανδροι] ἤγουν ἄπειροι ἄνδρες.
Ag 694 φεράσπιδες] ὡπλισμένοι. Ὥσπερ τὰ τῶν θηρίων ἴχνη ἀναζητοῦσι οἱ κυνηγοί, οὕτω καὶ αὐτοὶ κατ’ ἴχνος εὐθὺς τοῦ Πάριδος ἔδραμον.
Ag 695a τὸ δὲ ἄφαντο ν, ἐπεὶ φανερά εἰσι τὰ τῶν θηρίων ἴχνη, τὰ δὲ τῶν νεῶν ἀφανῆ. κυναγοὶ] ἔπλευσαν.
Ag 695c κατ’ ἴχνος] ἐνταῦθα τὸ ἄφαντο ν. πλάταν] τὴν κώπην.
Ag 695e ἄφαντον] ἀφανές. κελσάντων] ἤτοι πελασάντων.
Ag 696b Σιμόεντος] ποταμοῦ Τροίας. ἀεξιφύλλους] συνίζησις.
Ag 697b ἀεξιφύλλους] αὔξουσι γὰρ ἐν ταῖς ἀκταῖς πόαι. ἡμέτερα + ὅρα τὴν σύνταξιν.
Ag 698a [5] ἀφεὶς τὴν εὐθεῖαν πρὸς γενικὴν ἐπλαγίασε ποικίλλων τὸν λόγον. εἰ δὲ βούλει, οὕτω λέγε· πολύανδροί τε κυνηγοὶ καὶ φεράσπιδες ἔπλευσαν κατ’ ἴχνος ἄφαντον καὶ ἀφανὲς τῶν κελσάντων καὶ πελασάντων τὴν πλάτην εἰς τὰς ἀκτὰς τοῦ Σιμόεντος. τὸ δὲ δ ι ’ ἔριν αἱματόεσσαν πρὸς τὸ ἔπλευσαν σύναπτε. τίνας δὲ λέγει κέλσαντας; τὸν Πάριν καὶ τοὺς σὺν αὐτῶι. αἱματόεσσαν] αἱματηράν· αἱμάτων γὰρ χύσιν ἔρις ποιεῖ.
Ag 699a ἀντιστροφὴ κώλων ιζʹ. Ἰλίωι δὲ κῆδο ς· ἐπειδὴ τὸ κῆδος σημαίνει καὶ τὴν ἐπιγαμβρίαν καὶ τὸ πένθος, ἐδήλωσε νῦν ὅτι τὸ πένθος λέγει.
Ag 699c Ἰλίωι] τῆι Τροίαι. κῆδος] πένθος.
Ag 699e [5] ὀρθώνυμον] Ἰλιὰς γὰρ κακῶν ἡ παροιμία φησί. + τοῦτο βούλεται εἰπεῖν ὡς ἡ μῆνις ἀπαιτοῦσα τὸ νυμφικὸν μέλος τοὺς Τρῶας τοὺς παραλόγως τιμῶντας τὸν ὑμέναιον ἐπέφερε τῆι Ἰλίωι πένθος ὀρθώνυμον ἀτίμως ἐν ὑστέρωι χρόνωι ἕνεκα τῆς τραπέζης, ἐν ἧι συνειστιάθη Πάρις μετὰ τοῦ Μενελάου καὶ τοῦ συνεστίου Διός, ἤτοι τοῦ ἐφορῶντος τοὺς συνοικοῦντας.
Ag 701b ἤλασεν] ἐπέφερε. τραπέζας] ἕνεκα.
Ag 704a ξυνεστίου] ἕνεκα. ξυνεστίου] τοῦ ἐφορῶντος τοὺς συνοικοῦντας.
Ag 705a πρασσομένα] ἀπαιτοῦσα. τὸ νυμφότιμον] τὸ τοὺς νυμφίους τιμῶν.
Ag 706a ἐκφάτως] ἔξω λόγου, ἤγουν παραλόγως. τίοντας] τοὺς τιμῶντας, ἤτοι τοὺς εἰς τιμὴν ἄιδοντας Τρῶας.
Ag 707a ὑμέναιον] τόν. ἐπέπρεπεν] ἥρμοζεν.
Ag 708a γαμβροῖσιν] τοῖς, ἤτοι τοῖς νυμφίοις. ἀείδειν] ὥστε ἄιδειν ἐπ’ αὐτούς.
Ag 709 ὕμνον] ἤτοι τὸν ὑμέναιον. γεραιὰ] ἡ παλαιὰ καὶ ἀρχαία.
Ag 711a πολύθρηνον] ἤγουν πολυθρηνήτως καὶ μεγάλως. που] ἴσως.
Ag 711c στένει] στενάζει. κικλήσκουσα] τὸν Πάριν τὸν αἰνόλεκτρον καλοῦσα παμπρόσθη.
Ag 713 αἰνόλεκτρον] τὸν χαλεπὸν λέκτρον κτησάμενον διὰ τὰ συμβάντα δεινά. παμπρόσθη] πᾶν πρόσκομμα καὶ ἐμπόδιον γεγονότα.
Ag 714b παμπρόσθη] λήθη. ἀμφὶ πολίταν] ἤγουν διὰ τὸν Ἀλέξανδρον.
Ag 716a Μέγα που ἀναστένει αἰῶνα πολύθρηνον καὶ μέλεον αἷμα ἀνατλᾶσα διὰ τὸν πολίτην αὐτῆς τὸν Ἀλέξανδρον. ἡμέτερα + οἱ μὲν γὰρ ὑπέστησαν φόνον, οἱ δὲ περισωθέντες διὰ πάσης αὐτῶν τῆς ζωῆς θρηνεῖν ἔμελλον τῆι τε τῶν οἰκείων στερήσει καὶ τοῖς ἐκ τῆς δουλείας κακοῖς πιεζόμενοι.
Ag 716c μέλεον] λείπει ὁ καί. αἷμα] φόνον.
Ag 716e ἀνατλᾶσα] ὑπομείνασα. ση(μείωσαι).
Ag 717b στροφὴ ἑτέρα κώλων ιʹ. ἔθρεψεν] ἤγουν ἀνέθρεψεν αὐτὸν ἀνήρ τις ἐκτεθέντα.
Ag 717d λέοντα] τὸν Ἀλέξανδρον λέγει. σίνιν] βλαπτικόν, φθορέα.
Ag 718b ἀγάλακτον] μήπω κεκορεσμένον γάλακτος· βρέφος γὰρ ἐξετέθη. φιλόμαστον] ποθοῦντα μαστόν.
Ag 720 βιότου προτελείοις] ἐν ταῖς ἀρχαῖς τῆς ζωῆς αὐτοῦ. ἅμερον] πρᾶον, ταπεινόν.
Ag 721b εὐφιλόπαιδα] τοὺς τῶν ἄλλων παῖδας καλῶς φιλοῦντα. γεραροῖς] τοῖς γέρουσι.
Ag 722b [5] ἐπίχαρτον] εὐφροσύνης πρόξενον. + προσῆλθε δὲ ταῖς ἀγκάλαις τῶν ἀνθρώπων πολλάκις καὶ πρὸς τὴν χεῖρα φαιδρωπὸς δίκην καὶ τρόπον τέκνου νεοτρόφου καὶ νεαροῦ καὶ σαίνων ἐν ταῖς ἀνάγκαις τῆς γαστρός, τουτέστιν ἐκμειλίσσων οἷον καὶ ἐφελκόμενος αὐτοὺς δοῦναι αὐτῶι τροφήν, οἷα τὰ βρέφη ποιεῖν εἰώθασι προσερχόμενα τοῖς γονεῦσι καὶ τοῖς ἄλλοις οἷς ἐντυγχάνουσιν.
Ag 723a οὕτω τὸ σαίνων πρὸς τὸ ἔσχε καὶ πρὸς τὸ φαιδρωπὸς ἀποδώσεις, καὶ οὐχ ὥς τινες πρὸς τὸ τέκνου ἀποδιδόντες σαίνοντος φασί· ὡς τὸ παρ’ Ὁμήρωι ἀστράπτων ἐπιδέξι α. πολέα] ἤγουν πολλάκις.
Ag 723c ἔσχ’] προσέσχε, προσῆλθε. νεοτρόφου] ἀρτιτρεφοῦς.
Ag 724b δίκαν] τρόπον. φαιδρωπὸς] χαρωπός.
Ag 725b ποτὶ] πρός. σαίνων] καὶ οἷον ἐφελκόμενος.
Ag 726a ἀνάγκαις] ἐν. ἀνάγκαις] ἤγουν χρείαν ἔχων τροφῆς.
Ag 727a ἀντιστροφὴ κώλων ιʹ. χρονισθεὶς] ἤγουν πλείστους διηνυκὼς χρόνους.
Ag 727c ἀπέδειξεν] ἔδειξεν. ἔθος] τὸν νόμον.
Ag 728b τὸ πρὸς τοκέων] τῶν παρὰ τῶν παίδων εἰς τοὺς τεκόντας. χάριν γὰρ] ἤγουν ἀμοιβὰς διδοὺς τοῖς θρέψασιν αὐτόν.
Ag 729a [5] + βουλόμενος ἀμοιβὰς τοῖς τροφεῦσιν ἀποδοῦναι οὐκ ἀγαθὰς αὐτοῖς ἀπέδωκεν, ἀλλὰ πολέμους καὶ μάχας κατασκευάσας τά τε θρέμματα αὐτῶν καὶ τὴν ἄλλην πᾶσαν διώλεσεν ὕπαρξιν καὶ αὐτοὺς τῶι θανάτωι παρέδωκεν, ἀντ’ εὐωχίας καὶ εὐφροσύνης λύπας καὶ στεναγμοὺς καὶ φθορὰν αὐτοῖς ἀποδεδωκώς. ἀμείβων] ἀποδιδούς.
Ag 730a μηλοφόνοισιν] ἤγουν φθοροποιοῖς τῶν θρεμμάτων ἀπὸ μέρους. ἄταισιν] ἐν.
Ag 730c ἄταισιν] ἤγουν πολέμοις. δαῖτ’] εὐωχίαν.
Ag 731b ἀκέλευστος] μὴ ὑπ’ ἐκείνων εἰς τοῦτο προτραπείς. ἔτευξεν] κατεσκεύασεν αὐτοῖς.
Ag 732a αἵματι] φονευθέντων τῶν ἐν αὐτῶι οἰκούντων. ἐφύρθη] ἐμίχθη.
Ag 733a [5] ἡμέτερα + οἰκέτας λέγει ἢ τοὺς τῶν θρεψαμένων αὐτὸν δούλους ἢ καὶ αὐτοὺς ἐκείνους τοὺς θρεψαμένους· οἱ γὰρ πρότερον τροφεῖς τε καὶ πατέρες εἶναι τούτου δοκοῦντες, ὕστερον ἀνακαλεσαμένων τοῦτον τῶν γονέων εἰς τὰ βασίλεια, οἰκέται κἀκεῖνοι εὑρέθησαν. ἱερέα δὲ ἄτης τὸν Ἀλέξανδρον λέγει, ἐπειδὴ οἱ μὲν τὰς θυσίας ποιοῦντες τῶν θεῶν ἱερεῖς οὐκ ἄτης εἰσὶν ἱερεῖς, ἀλλ’ εὐθυμίας μᾶλλον καὶ ὠφελείας τοῖς τὰς θυσίας προσάγουσιν, οὗτος δὲ τῶν τε θρεμμάτων καὶ τῶν ἀνθρώπων σφαγὰς ἐργασάμενος εἰκότως ἄτης ὠνόμασται ἱερεύς. ἄλγος] λύπη, συμφορά.
Ag 733c οἰκέταις] τοῖς. οἰκέταις] τῶν θρεψαμένων.
Ag 734a σίνος] βλάβος. πολυκτόνον] πολλοὺς κτεῖναν.
Ag 735a ἱερεύς] σφαγεύς, ὄλεθρος. ἄτας] ἀπωλείας.
Ag 736 προσετράφη] ηὐξήθη. στροφὴ ἑτέρα κώλων ιβʹ.
Ag 737b παραυτὰ] ἤγουν αὐτίκα. ἐλθεῖν] τὴν Ἑλένην.
Ag 738 φρόνημα] ἦλθε. νηνέμου] ἤγουν φρονιμωτάτη οὖσα καὶ πραοτάτη.
Ag 741a ἀκασκαῖον] λίαν κεκοσμημένον. ἄγαλμα] κόσμος.
Ag 741c πλούτου] διὰ τὸ κάλλος αὐτῆς· οὐ γὰρ ἦν δυσειδὴς ὥστε τὸν πλοῦτον αἰσχύνειν. μαλθακὸν] ἤγουν ἠρέμα τιτρώκουσα τῶι κάλλει τὰ ὄμματα τῶν ὁρώντων αὐτήν.
Ag 743a δηξίθυμον] ὡς δῆκον καὶ λυποῦν τὴν ψυχήν. ἄνθος] εὐπρέπεια.
Ag 744a παρακλίνους’] παρακαθημένη καὶ συνανακλινομένη τοῖς Τρωσίν. ἐπέκρανε] ἐποίησε.
Ag 745 τελευτάς] τὰ τέλη. δύσεδρος] ἐπὶ κακῶι συγκαθεσθεῖσα καὶ συνομιλήσασα ἐκείνοις.
Ag 747a συμένα] ὁρμηθεῖσα καὶ ἐπελθοῦσα. Πριαμίδαισιν] τοῖς.
Ag 748a [5] + βουλόμενος, ὥς φασιν, ὁ Ζεὺς εἰς ἓν συνάψαι τὰ δύο τῆς οἰκουμένης μέρη, τό τε ἑῶον καὶ τὸ ἑσπέριον, καὶ φθορὰν τῶν ἀνθρώπων ἐργάσασθαι καὶ τὴν γῆν ἀπαλλάξαι τοῦ βάρους, τὴν Ἑλένην ἐξέπεμψε τοῖς Τρωσὶ καὶ τὸν δι’ αὐτὴν συνεστήσατο πόλεμον· εἰκότως οὖν τὸ πομπῆι Διὸς εἴρηκεν. πομπᾶι] ἐν.
Ag 748c Διὸς] οὗτος γὰρ ἔπεμψε ταύτην αὐτοῖς. νυμφόκλαυτος] νύμφη λέγω κλαυμάτων καὶ φθορᾶς αἰτία.
Ag 750a ἀντιστροφὴ κώλων ιβʹ. ὡρ(αῖον).
Ag 750c παλαίφατος] ἐκ παλαιῶν ἀνδρῶν ῥηθείς. γέρων] παλαιός.
Ag 751a τέτυκται] κατεσκεύασται, ἤγουν λέγεται. τελεσθέντα] γεγονότα.
Ag 752a φωτὸς] ἀνδρός. ὄλβον] πλοῦτον.
Ag 753 τεκνοῦσθαι] παιδοποιεῖν, συμφορὰν δηλονότι. θνήσκειν] ἤγουν παύεσθαι, λήγειν.
Ag 755 ἀγαθᾶς τύχας] ἤγουν ἀπὸ τῆς ἄγαν εὐτυχίας εἰς ἐσχάτην ταλαιπωρίαν ἔρχεσθαι. βλαστάνειν] ἐπιφύειν, ἐπάγειν.
Ag 756b ἀκόρεστον] κόρον μὴ ἔχουσαν, πολλήν. ὀιζύν] συνίζησις.
Ag 756d [5] ὀιζύν] ταλαιπωρίαν. ἡμέτερον + δίχα δ ’ ἄλλω ν· εἰ καὶ παλαιῶν, φησί, λόγος φάσκει μέγαν τελεσθέντα ὄλβον παιδοποιεῖν συμφορὰν καὶ ἐξ ἀγαθῆς τύχης βλαστάνειν τῶι γένει ταλαιπωρίαν, ἀλλ’ ἐγὼ οὐχ ὁμοίως τούτοις περὶ τούτου φρονῶ, ἀλλὰ μεμονωμένος εἰμὶ κατὰ τὴν φρόνησιν καὶ κεχωρισμένος τῶν ἄλλων τὰ περὶ τούτου φρονῶ.
Ag 757a [15] οὐ γὰρ πᾶς ὄλβος μέγας γενόμενος τοῦτο ποιεῖν εἴωθεν, ἀλλ’ οἱ μὲν ἀσεβεῖς καὶ παράνομοι καὶ ἐξ ἀδικίας πλουτήσαντες ὅμοια ἑαυτοῖς ἀποτίκτουσι τέκνα παρανομίαις καὶ ἀδικίαις καὶ ἁρπαγαῖς χαίροντα, οἱ δὲ δικαίως πολιτευόμενοι καὶ δικαιοσύνηι χαίροντες καὶ κάλλιστα τίκτουσι τέκνα καὶ αὐτοῖς ὅμοια καὶ ἀεὶ εὐτυχίαι συζῶσι. τοῦτο δὲ λέγει διά τε τὸν Πάριν καὶ τοὺς Ἀτρείδας· ὁ μὲν γὰρ ὅμοιος γεγονὼς τοῖς γονεῦσιν ἄδικός τε καὶ ἅρπαξ ἀπόλωλεν, οἱ δὲ δίκαις χαίροντες, ὡς καὶ οἱ τούτων πρόγονοι, εὐτυχοῦσί τε ἀεὶ καὶ τροπαιοῦχοι καθίστανται. λέγει δὲ ὕβριν μὲν παλαιὰν τὴν τοῦ Πάριδος ἁρπαγήν, ἣν εἰς ὕβριν Μενελάου πεποίηκεν αἰσχύνας τὴν κοινὴν τράπεζαν, νεάζουσαν δὲ ἐν κακοῖς τὴν ἐκ τῆς ἁλώσεως τοῖς Τρωσὶν ἐπελθοῦσαν συμφορὰν καὶ ἀπώλειαν. δίχα] κεχωρισμένος.
Ag 757c μονόφρων εἰμί] ἤγουν οὐχ ὁμοίως τοῖς ἄλλοις περὶ τούτου φρονῶ. ὡρ(αῖον).
Ag 758b δυσσεβὲς] ἤγουν οἱ δυσσεβεῖς καὶ παράνομοι καὶ ἄδικοι. μετὰ] ἤγουν μετὰ πολὺν χρόνον.
Ag 759b τίκτει] τεκνοποιοῦσιν. σφετέραι] τῆι ἰδίαι.
Ag 760b εἰκότα] ὅμοια. γένναι] γενεᾶι, ἤγουν ἑαυτοῖς.
Ag 761a γὰρ] δέ. εὐθυδίκων] δικαίως πολιτευομένων.
Ag 762a καλλίπαις] ἀγαθοὺς τίκτουσα παῖδας. πότμος] εὐτυχία.
Ag 763a στροφὴ ἑτέρα κώλων ιʹ. Τίκτει, φησίν, ἡ παλαιὰ ὕβρις νέαν ὕβριν καὶ κότον καὶ τὸν ἄμαχον δαίμονα, ὅ ἐστι τὸ ἀνίερον καὶ ἀσεβὲς θράσος ἐν τοῖς οἴκοις τῆς ἄτης.
Ag 763b τοῦτο δὲ λέγει ὅτι ὁ ὑβριστὴς καὶ θρασὺς ἄταις ἐμπίπτει. φιλεῖ] εἴωθεν.
Ag 763d τίκτειν] γεννᾶν. ὕβρις] τὴν ἁρπαγὴν λέγει Πάριδος.
Ag 764a νεάζουσαν] νέαν. λέγει δὲ τὴν ἐκ τῆς ἁλώσεως συμφοράν. νεάζουσαν] ἀνανεουμένην ἐν κακοῖς.
Ag 766 ὕβριν] ἐνταῦθα τὸ εἰδομένα ν. μόληι] τὸ πεπρωμένον, τὸ κεκυρωμένον ἔλθηι.
Ag 768a νεαρὰ] γενομένη ἡ ὕβρις. φάους] ἐπὶ τῆς ἡμέρας.
Ag 768c κότον] ὀργήν, φθορὰν λέγω τίκτει. δαίμονα] ἤγουν δυστυχίαν.
Ag 769b ἀπόλεμον] τὸν ἄμαχον. ἀπόλεμον] ἀντὶ μιᾶς.
Ag 770 ἀνίερον] λέγω ἀσεβές. μελαίνας] σκοτεινῆς, ἤγουν ἀμαυρούσης αὐτούς.
Ag 771b μελάθροισιν] ἐν. μελάθροισιν] ἐν οἴκοις.
Ag 771d ἄτας] βλάβης, φθορᾶς. εἰδομέναν] ἤγουν ὁμοίαν.
Ag 772b τοκεῦσιν] τοῖς γονεῦσιν. ἀντιστροφὴ κώλων ιʹ.
Ag 773b [10] ἡμέτερα + ἡ δίκη, φησίν, ἐν μὲν τοῖς οἴκοις τοῖς πενιχροῖς καὶ εὐτελέσι καὶ ἠμαυρωμένοις λάμπει, ἤγουν ἐν τοῖς πενιχροῖς ἀνθρώποις ἀνθεῖ τὸ δίκαιον· τίουσι γὰρ καὶ τιμῶσι τὸν ἐκ δικαιοσύνης βίον. τὰ δὲ κεκοσμημένα ἐν χρυσῶι καὶ κεκαλλωπισμένα ἔνδοξα καὶ πλούσια δώματα σὺν πίνωι καὶ ῥώπωι χειρῶν, ἤγουν τὰ πλουτοῦντα ἐν πράξεσι καὶ ἐνεργείαις χειρῶν ῥυπαρῶν καὶ ἀδίκων καὶ ἁρπακτικῶν, λιποῦσα ἡ δίκη παλίντροπα τοῖς ὄμμασι, τουτέστιν εἰς τοὐπίσω τῶν ὀμμάτων τετραμμένα, ἤγουν παραβλέψασα ταῦτα, εἰς τὰ ὅσια προσέρχεται δώματα οὐ τιμῶσα ἐν αἴνωι, ἤτοι οὐκ ἐπαινοῦσα, δύναμιν πλούτου, τουτέστι πλοῦτον, παράσημον καὶ παράδοξον καὶ ἔξω τοῦ δικαίου σεσημασμένην καὶ ἐπίσημον. πᾶν γὰρ τοιοῦτον, ἤγουν πάντα τοιοῦτον πλοῦτον μὴ ἐκ δικαίων συνηγμένον, ἐπὶ τέλος ἄγει ἄξιον αὐτῶι. δίκη] ἡ δικαιοσύνη.
Ag 773d λάμπει] ἤγουν ἐν τοῖς πενιχροῖς ἐστι τὸ δίκαιον. δυσκάπνοις] πενιχροῖς καὶ εὐτελέσι.
Ag 774b δώμασι] οἴκοις. ἐναίσιμον] τὸν δίκαιον.
Ag 775b τίει] τιμᾶι ἡ δίκη. χρυσόπαστ’] τὰ κεκαλλωπισμένα ἐν χρυσῶι.
Ag 776b ἐσθλὰ] ἔνδοξα δώματα. πίνωι] ῥύπωι, ἤγουν σὺν πράξεσι χειρῶν ῥυπαραῖς καὶ ἀδίκοις.
Ag 778 παλίντροπ’] εἰς τοὐπίσω τετραμμένα τῶν ὀμμάτων, ἤγουν παραβλέψασα ἐκεῖνα. ὅσια] εἰς τὰ δίκαια προσῆλθε, δώματα δηλονότι.
Ag 779b δύναμιν] δύναμιν τοῦ πλούτου, ἤγουν τὸν πλοῦτον. οὐ σέβουσα] οὐ τιμῶσα ἐν αἴνωι, ἤγουν οὐκ ἐπαινοῦσα.
Ag 780b πλούτου] ἐνταῦθα τὸ το ῦ. παράσημον] ἔξω τοῦ δικαίου σεσημασμένον.
Ag 780d αἴνωι] ἐν ἐπαίνωι. πᾶν] τοιοῦτον.
Ag 781b δ’] γάρ. ἐπὶ τέρμα] ἐπὶ τέλος ἄξιον αὐτῶι.
Ag 781d νωμᾶι] κινεῖ, ἄγει. + σύστημα ἐπιφθεγματικὸν κώλων κζʹ.
Ag 782b [5] + ἄγε δ ή , βασιλε ῦ· σύστημα ἐπιφθεγματικὸν μετὰ τὰς στροφὰς καὶ ἀντιστροφὰς εἰς δύο περιόδους διηιρημένον κώλων ἀναπαιστικῶν κζʹ, ὧν τὸ βʹ, τὸ εʹ καὶ τὸ καʹ μονόμετρα, τὰ λοιπὰ δίμετρα ἀκατάληκτα, τὰ δὲ ἐν ταῖς ἀποθέσεσι τῶν περιόδων καταληκτικὰ ἤτοι ἑφθημιμερῆ. ἐπὶ τῆι ἀποθέσει τῆς πρώτης περιόδου παράγραφος, ἐπὶ δὲ τῆς βʹ κορωνίς, ὑποχωρήσαντος τοῦ χοροῦ. βασιλεῦ] ὦ.
Ag 783b πολίπορθ’] ἤγουν ὁ πορθήσας τὴν Τροίαν. γένεθλον] γέννημα, τέκνον.
Ag 785a προσείπω] ἀσπάσομαι. σεβίζω] τιμήσω.
Ag 786a μήθ’] ἤγουν μήτε ὑπερβάλλοντι ἐπαίνωι μήτε ταπεινῶι χρησάμενος. ὑποκάμψας] κλίνας.
Ag 787 χάριτος] τῆς κατὰ χάριν γενομένης προσρήσεως. ὡρ(αῖον).
Ag 788b Πολλοί, φησί, τοῦ ἀληθῶς εἶναι τὸ δοκεῖν εἶναι προτιμῶσιν, ὅ ἐστιν οὐ τὸν φύσει ἀγαθὸν τιμῶσιν, ἀλλὰ τὸν δοκοῦντα. δὲ] γάρ.
Ag 788d τὸ δοκεῖν] τοῦ ἀληθῶς εἶναι. προτίουσι] προτιμῶσι.
Ag 789b δίκην] τὸ δίκαιον· οὐ γὰρ οὕτω χρὴ ποιεῖν. τῶι δυσπραγοῦντι] τῶι δυστυχοῦντι.
Ag 790b ἐπιστενάχειν] συλλυπεῖσθαι. ζη(τητέον).
Ag 791b ἕτοιμος] πρόχειρος. δῆγμα] ἤγουν οὐ δάκνει τοῦτον ἡ λύπη ἐν τῆι ψυχῆι.
Ag 792a ἐφ’ ἧπαρ] ἤγουν ἐπὶ τῆι ψυχῆι. προσεφικνεῖται] ἐπέρχεται.
Ag 793a ξυγχαίρουσιν] εἰσὶ δηλονότι. ξυγχαίρουσιν] τοῖς.
Ag 793c ὁμοιοπρεπεῖς] ἤγουν ὅμοιοι τοῖς χαίρουσιν εἶναι σχηματιζόμενοι. ἀγέλαστα] ἤγουν σκυθρωπὰ ἔχειν τὰ πρόσωπα προσποιούμενοι.
Ag 795a [10] ἡμέτερα + ὅστις δέ, φησίν, ἐστὶν ἀγαθὸς καὶ ἁπλοῦς καὶ ἄκακος τὴν γνώμην, ἢ ἀγαθὸς καὶ ἐπιτήδειος ἐξεταστὴς δηλονότι γνωμῶν ἁπλῶν καὶ ἀπεριέργων καὶ οὐκ ἐπιπλάστων, οὐκ ἔστι λαθεῖν ἐκεῖνον ὄμματα ἀνδρός τινος τὰ δοκοῦντα ἀπὸ φρονίμου καὶ ποικίλης καὶ οἰκονομικῆς διανοίας κολακεύειν καὶ ἀπατᾶν τοὺς φίλους ἐν φιλίαι κεκαπηλευμένηι καὶ δολερᾶι, τουτέστι οὐ λανθάνει ἐκεῖνον τίς οὐ καθαρὰν καὶ ἄκρατον ἔχει φιλίαν, ἀλλ’ ἀπατᾶι τοὺς φίλους προσποιούμενος ὑπὸ ποικίλης καὶ περιέργου γνώσεως ἀληθὴς εἶναι φίλος. ὄμματα δὲ φωτὸς εἶπεν, ἐπεὶ ἐξ ὀμμάτων εἰώθασί τινες τεκμαίρεσθαι τοὺς ἁπλοῦς καὶ ποικίλους καὶ τοὺς ἄλλως πως διακειμένους. ἀγαθὸς] ἐστίν.
Ag 795c προβατογνώμων] ἁπλοῦς καὶ ἄκακος τὴν γνώμην ἢ ἐρευνητὴς γνωμῶν ἁπλῶν. λαθεῖν] ἐκεῖνον.
Ag 796b φωτὸς] τινὸς ἀνδρός. εὔφρονος] ἀπὸ φρονίμου καὶ ποικίλης καὶ οἰκονομικῆς.
Ag 798a ὑδαρεῖ] μεμιγμένηι καὶ οὐ καθαρᾶι καὶ ἀκράτωι. σαίνειν] κολακεύειν, ἀπατᾶν.
Ag 798c φιλότητι] φιλίαι. στέλλων] κοσμῶν ἢ πλεῦσαι κατασκευάζων.
Ag 800 [5] ἐπικεύσω] κρύψω ὅπερ βούλομαι εἰπεῖν. + ἀπὸ μεταφορᾶς τῶν ἀτέχνως καὶ ἀναρμόστως κατασκευαζομένων καὶ γεγραμμένων εἰκόνων καὶ τοῦτο ἀμούσως ἦσθα γεγραμμένος εἴρηκε, μονονουχὶ λέγων αὐτῶι ὡς ἀμέτοχος ἦσθα γνώσεως καὶ οὐ καλῶς διοικῶν καὶ διεξάγων τοὺς οἴακας τοῦ λογισμοῦ, ὅτε στρατιὰν τοσαύτην διὰ γυναῖκα κεκίνηκας.
Ag 801a νῦν δὲ ἐπεὶ καλῶς ὑμῖν τυγχάνει τετελεσμένα τὰ πράγματα, εὔφρων τίς ἐστιν ὁ πόνος, ἤγουν καλῶς καὶ φρονίμως δοκεῖτε πονῆσαι καὶ οὐκ ἀπ’ ἄκρας φρενός, ἀλλ’ ἐκ βάθους, οὐδ’ ἀφίλως, τουτέστιν οὐδ’ ἄνευ φιλίας τῆς περὶ ταῦτα ἢ τὴν Ἑλένην. κάρτ’] λίαν.
Ag 801c ἀπομούσως] ἔξω ῥυθμοῦ, ἤτοι γνώσεως καὶ τέχνης ἐπιστημονικῆς. ἦσθα] ὑπῆρχες.
Ag 801e γεγραμμένος] ἐζωγραφημένος. εὖ] καλῶς.
Ag 802b πραπίδων] φρονήσεων. νέμων] κινῶν, διεξάγων.
Ag 803 θάρσος] ἤγουν παραθαρρύνων τοὺς Ἕλληνας εἰς ἑκούσιον θάνατον. εὖ θνήσκουσι] ἤτοι προθύμοις οὖσι πρὸς τὸ ἀποθνήσκειν.
Ag 805a οὐκ ἀπ’ ἄκρας] ἀλλ’ ἐκ βάθους. οὐδ’ ἀφίλως] ἄνευ τῆς περὶ τὴν Ἑλένην φιλίας.
Ag 806a εὔφρων] φρόνιμος. πόνος] ἐστὶν ὑμῖν.
Ag 806c εὖ τελέσασιν] καλῶς τὸ πρᾶγμα τετελεκόσιν. γνώσηι] κατανοήσεις.
Ag 807b χρόνωι] ἐν. χρόνωι] διὰ χρόνου.
Ag 807d διαπευθόμενος] καταμανθάνων. δικαίως] καλῶς καὶ ὡς ἀπήιτει τὸ δίκαιον.
Ag 808b ἀκαίρως] τὸν ἔξω τοῦ πρέποντος καιροῦ. πόλιν] τὴν σήν.
Ag 809b οἰκουροῦντα] οἰκοῦντα, φυλάσσοντα. + πρῶτον μὲν Ἄργο ς· αἱ περίοδοι αὗται αἱ συστηματικαὶ στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρξεʹ, ὧν τελευταῖος· μέλοι δέ τοι σοὶ τῶνπερ ἂν μέλληις τελεῖ ν.
Ag 810a [5] ἐπὶ ταῖς ἀποθέσεσιν ἑκάστης περιόδου παράγραφος, ἐπὶ δὲ τῶι τέλει πασῶν κορωνίς, ὑποχωρούντων τῶν ὑποκριτῶν. Ἄργος] τό.
Ag 810c ἐγχωρίους] τοὺς ἐνταῦθα τιμωμένους. δίκη] δίκαιον.
Ag 811b προσειπεῖν] ἀσπάσασθαι. μεταιτίους] αἰτίους, προξένους.
Ag 812a νόστου] τῆς ὑποστροφῆς. τε] καί.
Ag 812c ἐπραξάμην] ἀπήιτησα, ἤγουν τῆς τιμωρίας ἣν ἐτιμωρησάμην αὐτήν. δίκας] τὰς ἐν Ἰλίωι γενομένας κρίσεις ἡμῶν.
Ag 813b Οὐκ ἀφ’ ἡμῶν ἀκούσαντες τὰς δικαιολογίας, ἀλλ’ ἑωρακότες τὰ πεπραγμένα. γλώσσης] ἡμῶν.
Ag 814a κλύοντες] ἀκούοντες. ἀνδροθνῆτας] ἀνδροφθόρους.
Ag 814c φθορὰς] πολέμους. ση(μείωσαι).
Ag 815b Ταῦτα ἀπὸ μεταφορᾶς τῶν ἐν δικαστηρίοις τιθεμένων δύο κάδων εἴρηται, ὧν ὁ εἷς τὴν ἀπολύουσαν ψῆφον, ὁ δὲ τὴν καταδικάζουσαν ἐδέχετο. αἱματηρὸν] ἡιματωμένον διὰ τοὺς φόνους.
Ag 815d τεῦχος] ἀγγεῖον. οὐ διχορρόπως] οὐκ ἀμφιβόλους, ἀλλ’ εἰς ἓν μέρος τὴν ἧτταν φερούσας.
Ag 816a ἔθεντο] ἐνέβαλον. τῶι] τῶι τῆς νίκης.
Ag 816c κύτει] τεύχει. ἡμέτερα + εἰς μὲν τὸ ἕν, φησί, τεῦχος ἐνέβαλον οἱ θεοὶ φθορᾶς ψήφους καὶ ἀπωλείας, τὸ δὲ ἕτερον τεῦχος οὐ πλῆρες ὄν, ἀλλ’ ἔτι κενὸν ἐλπίδα εἶχε χειρὸς πεμπούσης ψῆφον δηλονότι, ἤγουν ἤλπιζέ ποτε καὶ αὐτὸ πληρωθήσεσθαι ὑπὸ ψήφων.
Ag 817a [5] εἴασε δὲ τὸν λόγον ἀτελῆ· οὐ γὰρ εἶπεν εἰ ἐπλήρωσαν καὶ αὐτὸ ψήφων. τοῦτο δὲ πεποίηκεν, ἐπεὶ δῆλον γέγονε τίνες τὴν νικῶσαν ψῆφον ἐδέξαντο. προσήιει] προσῆλθε.
Ag 817c χειρὸς] πεμπούσης τὴν ψῆφον. οὐ πληρουμένωι] ἀλλὰ κενῶι ὄντι.
Ag 818a καπνῶι] ἐν. ἁλοῦσα] ἁλοῦσα δὲ ἡ πόλις.
Ag 818c εὔσημος] ἐπίσημος τῶι καπνῶι. θύελλαι] τῆς φθορᾶς αἱ πνοαὶ ἔτι διαμένουσι καὶ οὐκ ἔληξαν.
Ag 820 σποδὸς] ἤγουν ἡ πόλις νεκρωθεῖσα καὶ σποδὸς γενομένη προέπεμψε καὶ ἀνέδωκεν ἡμῖν πολλοὺς θησαυρούς. πολύμνηστον] ἀείμνηστον.
Ag 822a τίνειν] διδόναι. παγὰς] τὰς καθ’ ἡμῶν ἐκείνων μηχανὰς καὶ τοὺς δόλους.
Ag 822c ὑπερκότους] ὀργίλους. ἐπραξάμεθα] ἀπηιτήσαμεν ἤτοι καθείλομεν.
Ag 824a διημάθυνεν] ἠφάνισεν. Ἀργεῖον] ἤτοι οἱ Ἀργεῖοι.
Ag 824c δάκος] τὸ θηρίον. ἵππου] πήδημα.
Ag 825b νεοσσὸς] ὁ νέος λαός. ἀσπιδοστρόφος] ὁ ὁπλιτικὸς ἀπὸ μέρους.
Ag 826a πήδημα] ἐνταῦθα τὸ ἵππο υ. ὀρούσας] ὁρμήσας, πηδήσας δίκην ἵππου.
Ag 826c [5] ἀμφὶ Πλειάδων δύσιν] ἤγουν κατὰ τὸ μετόπωρον. + ὅτι Πλειάδων ἑώα ἐπιτολὴ γίνεται τοῦ ἡλίου διελθόντος τὸν Ταῦρον—οὗ μέρος εἰσὶν αὗται· οὐρὰν γὰρ τούτου ταύτας εἶναί φασι— καὶ τοὺς Διδύμους περιπολοῦντος, ἤτοι κατὰ τὴν τοῦ θέρους ἀρχήν, δύσις δ’ ἑώα τοῦ ἡλίου τὸν Ζυγὸν ἤδη διερχομένου· τότε γὰρ κατὰ διάμετρον οὖσαι ἑώαν ποιοῦνται δύσιν, ἤτοι κατὰ τὰς τοῦ μετοπώρου ἀρχάς.
Ag 826d τότε γάρ, ὥς φασι, τὸν πλοῦν Ἕλληνες ἐποιήσαντο. ὑπερθορὼν] ὑπεραναβὰς ὁ λαός.
Ag 827b πύργον] τὴν πόλιν. ὠμηστὴς] ὠμοφάγος.
Ag 827d λέων] ἤγουν ὥσπερ. ἄδην] δαψιλῶς.
Ag 828b ἔλειξεν] ἐλάφυξεν, ἔπιεν. τυραννικοῦ] βασιλικοῦ καὶ πάντων ἀπὸ τοῦ ὑπερέχοντος.
Ag 829a ἐξέτεινα] μακρὸν ἐποιησάμην. φροίμιον] τὸ προοίμιον τῆς εὐχαριστίας.
Ag 830a τὰ] ὄντα δηλονότι. φρόνημα] εἰς τὴν σὴν γνῶσιν.
Ag 830c μέμνημαι] τὸ γνῶναι δηλονότι τὴν τῶν πολιτῶν γνώμην. καὶ φημὶ] οὕτως ἔχειν ὡς λέγεις.
Ag 831b συνήγορον] συνομολογοῦντα ὅτι οἱ μὲν δικαίως ὤικουν, οἱ δὲ ἀκαίρως. γνώ(μη).
Ag 832b παύροις] ὀλίγοις. συγγενὲς] οἰκεῖον.
Ag 833a ἄνευ] χωρίς. σέβειν] τιμᾶν, ἔχειν.
Ag 834a δύσφρων] κακόφρων. ἰὸς] ἤγουν ὁ φθόνος.
Ag 834c καρδίαν] τοῦ φθονεροῦ. προσήμενος] προσκαθήμενος.
Ag 835a ἄχθος] βάρος. διπλοίζει] διπλοῦν ποιεῖ.
Ag 835c πεπαμμένωι] τῶι κεκτημένωι. νόσον] λέγω.
Ag 836a πήμασιν] ἤτοι τῶι φθόνωι. βαρύνεται] δαμάζεται.
Ag 837a θυραῖον] τὸν ξένον τὸν τοῦ εὐτυχοῦντος. ὄλβον] πλοῦτον, τὴν εὐδαιμονίαν.
Ag 837c [5] στένει] στενάζει. ἡμέτερα + καλῶς, φησίν, ἐπίσταμαι τὸ κάτοπτρον τῆς ὁμιλίας, ἤγουν καλῶς οἶδα διακρίνειν τὰς ὁμιλίας τῶν συνόντων μοι, ὡς τὰς ἐμφάσεις τῶν προσώπων τὸ κάτοπτρον, ὥστε τοὺς ἄλλους μὲν τοὺς δοκοῦντας λίαν εἶναι πρευμενεῖς ἐμοὶ ἔγνων εἴδωλον σκιᾶς, τουτέστιν ἀνυποστάτους καὶ οὐδὲν ὄντας, ὡς οὐδὲ τὸ τῆς σκιᾶς εἴδωλον, μόνον δὲ τὸν Ὀδυσσέα φίλον ἀληθῆ καὶ σὺν ἐμοὶ προθύμως τὸ τῆς ἀρχῆς ἅρμα ἐλαύνοντα.
Ag 838b εἰδὼς] γινώσκων ἀκριβῶς τὰ περὶ τούτου. ἐπίσταμαι] καλῶς γινώσκω.
Ag 839a ση(μείωσαι). ὁμιλίας] ἤτοι τὸ δίκην κατόπτρου τὰς ὁμιλίας διακρίνειν.
Ag 839c σκιᾶς] ἤτοι ἀνυπάρκτου ἀνυπαρκτότερον. κάρτα] λίαν.
Ag 840b πρευμενεῖς] ἤγουν φίλους, εὐμενῶς διακειμένους. ὅσπερ] ἤλεγξε γὰρ τὴν μανίαν αὐτοῦ Παλαμήδης.
Ag 842a ἕτοιμος] πρόχειρος. ἐμοὶ] ἤγουν δίκην ἵππου σὺν ἐμοὶ τὸ ἅρμα ἐλαύνων.
Ag 845 πανηγύρει] ὡς ἐν ἑορτῆι. ὡρ(αῖον).
Ag 847 χρονίζον] ἤγουν καὶ εἰς τὸν ἑξῆς χρόνον. + ἐκ μεταφορᾶς τῶν ἰατρῶν τοῦτ’ εἴρηκε τῶν διὰ φαρμάκων ἰωμένων τὰς νόσους καὶ διὰ καύσεως ἢ τομῆς τῆς διὰ ξυρῶν τὰ σεσηπότα τῶν μελῶν τῶν νοσούντων καθαιρόντων καὶ τὰ τραύματα θεραπευόντων.
Ag 848b φαρμάκων] θεραπευμάτων. παιωνίων] θεραπευτικῶν.
Ag 849a κέαντες] καύσαντες. τεμόντες] ἐν ξυρῶι.
Ag 849c εὐφρόνως] εὐτέχνως· φρονήσεως γὰρ ταῦτα δεῖται. πειρασόμεθα] ἤτοι σωφρονίσαι τοὺς ἐν πόλει λυμεῶνας.
Ag 850b πήματος] τῆς βλάβης. τρέψαι] ἤγουν ἰάσασθαι.
Ag 851 ἐφεστίους] τοὺς κατοικουμένους, οὐ τοὺς ἀοίκους. δεξιώσομαι] θύσω, φιλοφρονήσομαι.
Ag 853a πρόσω] ἤγουν ἔμπροσθεν, τουτέστιν εἰς Ἴλιον. πάλιν] εἰς τοὐπίσω.
Ag 854a ἕσπετ’] ἠκολούθησεν ἡμῖν. ἐμπέδως] βεβαίως, ἀσφαλῶς.
Ag 855a ἄνδρες] ὦ. πρέσβος] τίμιον πρᾶγμα, ἤγουν τίμιοι ἄνδρες.
Ag 856a οὐκ αἰσχυνοῦμαι] ἤγουν οὐκ αἰδεσθήσομαι. φιλάνορας] ἤγουν ὅτι ἐφίλουν ἀπόντα τὸν ἄνδρα.
Ag 857a [5] γνώ(μη). ἡμέτερα + ἐν χρόνωι δ έ· ἤγουν ἡ συνήθεια ἡ διὰ πολλῶν χρόνων γενομένη ἐκβάλλει τὸν φόβον ἀπὸ τῶν ἀνθρώπων καὶ τὴν αἰδῶ, καὶ οὐκέτι αἰδοῦνται ἀλλήλους οἱ ἐν συνηθείαι γενόμενοι, ἀλλ’ ἀναισχύντως καὶ ἀνερυθριάστως καὶ τὰ μυστήρια τούτων ἀλλήλοις ἐκφαίνουσιν.
Ag 857c δ’] γάρ. ἀποφθίνει] φθείρεται.
Ag 858 τάρβος] ὁ φόβος. δύσφορον] τὸν πολλὰ δυσχερῆ μοι φέροντα.
Ag 859b βίον] τὴν ζωήν, τὸν χρόνον. τοσόνδ’] ἣν ἔζησα ζωὴν ὅσον χρόνον οὗτος ἀπεδήμει εἰς Ἴλιον.
Ag 861a ση(μείωσαι). ἄρσενος δίχα] ἀνδρὸς χωρίς.
Ag 862a ἧσθαι] καθῆσθαι. δόμοις] ἐν.
Ag 862c ἔκπαγλον] ἐκπληκτικόν. κλύουσαν] ἀκούουσαν.
Ag 863b παλιγκότους] ἤγουν ὕστερον φερούσας λύπην· ἀπὸ μεταφορᾶς τῶν ἐγκοτούντων. ἥκειν] ἔρχεσθαι φέροντα ἡδονὴν δηλονότι.
Ag 864b ἐπεισφέρειν] ἐν τοῖς δόμοις. πῆμα] συμφοράν.
Ag 865b λάσκοντας] λέγοντας. δόμοις] ἐν.
Ag 866 καὶ τραυμάτων] ἤγουν εἰ τραύματα τοσαῦτα ἐλάμβανεν. ἀνὴρ] ἤγουν ὁ Ἀγαμέμνων.
Ag 867b ὠχετεύετο] ἤγουν ἐφέρετο· ἐκ μεταφορᾶς τῶν ὀχετῶν. φάτις] φήμη.
Ag 868b πλέω] πλειόνως. λέγειν] ἤγουν ὡς ἔστι λέγειν.
Ag 869a [5] + ὡς ἔοικεν ἧκόν τινες ἀγγέλλοντες τρὶς ἀποθανεῖν Ἀγαμέμνονα. καὶ διὰ τοῦτο παρεικάζει τοῦτον τῶι Γηρυόνηι καὶ τρισώματον λέγει, οὐ τρικέφαλον. ἐκεῖνος γὰρ ἅπαξ ἀπέθανεν μιᾶι πληγῆι τὰς κεφαλὰς ἀφαιρεθείς, οὗτος δὲ τρισώματος ὢν καὶ τρὶς ἀπέθανεν ἑκάστωι μορφώματι ἅπαξ ἀποθανών, ὥς φησι, καὶ τριπλῆν τὴν περιστέλλουσαν κόνιν δεξάμενος ἄνωθεν. ἐπεὶ δὲ τριπλῆν ἔφη τὴν ἐκ τῆς ταφῆς κόνιν δέξασθαι, διὰ τοῦτο καὶ τὸ ἐξηύχει τέθεικε· τοιούτων γάρ τις τυχὼν εἰκότως σεμνύνοιτ’ ἄν. ὅρα δὲ πῶς τὸν λόγον πρὸς τὸ χάριεν ἐσχημάτισεν· οὐ γὰρ οἷόν τε τὸν τεθνηκότα αὐχεῖν καὶ σεμνύνεσθαι. ἐπλήθυνον] ἤγουν ὡς οἱ πλείονες ἔλεγον λόγοι.
Ag 870 ση(μείωσαι). ἄνωθεν] ἄνωθεν γὰρ ἐπιχεῖται ἡ κόνις.
Ag 871b οὐ λέγω] ἔχει γὰρ καὶ κάτωθεν γῆν. τρίμοιρον] τριπλῆν.
Ag 872b χλαῖναν] τὴν περιστέλλουσαν κόνιν. ἐξηύχει] ἐκαλλωπίζετο, ἐσεμνύνετο.
Ag 873a ἅπαξ] μίαν. κατθανὼν] ἀποθανών.
Ag 874a ἕκατι] χάριν. κληδόνων] μηνυμάτων.
Ag 874c παλιγκότων] λυπηρῶν. ἀρτάνας] ἤγουν βρόχους δι’ ὧν ἀπεπνίγην ἄν.
Ag 875b δέρης] τοῦ τραχήλου. λελημμένης] ἤγουν ἤδη περιειλημμένης τῆς δέρης τῆι ἀρτάνηι.
Ag 877a τῶν] ὧν εἶπον. παῖς] ὁ Ὀρέστης.
Ag 877c ἐνθάδ’] ἐνταῦθα. οὐ παραστατεῖ] οὐ πάρεστιν.
Ag 878a Πιστευμάτω ν· εἰ μὴ γὰρ πιστεύσωσιν ἀλλήλοις οἱ γονεῖς, οὐχ ὁμολογοῦσιν ἑαυτῶν εἶναι τὸν παῖδα. πιστευμάτων] ἐκεῖνος γὰρ τὴν ἡμῶν πρὸς ἀλλήλους βεβαιοῖ πίστιν.
Ag 879a ὡς χρῆν] ὡς ἦν πρέπον, ἵνα μή τι πάθηι κακὸν ἀποπνιγείσης ἐμοῦ διὰ τὸ τῆς ἡλικίας ἄωρον. μὴ δὲ] ὅτι ἔκ τινος δόλου γέγονε.
Ag 880a τρέφει] ἐκτρέφει. εὐμενὴς] εὐνοϊκῶς πρὸς ἡμᾶς διακείμενος, φίλος.
Ag 881a ὁ Φωκεὺς] ὁ εἰς Φώκην οἰκῶν. Τὰ ἀμφιβαλλόμενα περὶ σοῦ πήματα, ἤτοι τὰ ὑπὸ τοῦ δήμου κατὰ σοῦ πεπλασμένα δεινὰ μηνύματα.
Ag 881c ἀμφίλεκτα] τὰ ποτὲ μὲν ζῶντα, ποτὲ δὲ τεθνηκότα σε μηνύοντα. προφωνῶν] γνωρίζων, προμηνύων.
Ag 882b τ’ ὑπ’] Ἰωνικόν. σέθεν] σοῦ.
Ag 883a κίνδυνον] τὸν σὸν θάνατον. δημόθρους] ἡ θορυβοποιός.
Ag 884a γνώ(μη). βουλὴν] ἐπιβουλήν.
Ag 884c καταρρίψειεν] καὶ εἰ καταρρίψειε καὶ ἐπάξει ἐμοὶ ἐπιβουλὴν ὁ δῆμος. Πεφύκασί πως, φησίν, οἱ ἄνθρωποι ἐπεμβαίνειν τοῖς ἀτυχοῦσιν.
Ag 884e σύγγονον] συγγενές ἐστι καὶ φίλον. βροτοῖσι] τοῖς ἀνθρώποις.
Ag 885b λακτίσαι] καθυβρίσαι, τῶι ποδὶ ἐπιβῆναι. τοιάδε] ἡ.
Ag 886b τοιάδε] ἡ κατὰ τὸν Ὀρέστην. σκῆψις] πρόφασις, οἰκονομία.
Ag 886d οὐ δόλον] οὐκ ἔστι δολερά. κλαυμάτων] θρήνων, δακρύων.
Ag 887b ἐπίσσυτοι] αἱ ἐπερχόμεναι. κατεσβήκασιν] ἤγουν οὐκ ἐθρήνουν ἐν ἡμέραι.
Ag 888b οὐδ’ ἔνι] ἤγουν οὐκ ἦν ἐμοί. σταγών] δακρύων.
Ag 889a ὀψικοίτοις] τοῖς βραδέως κοιταζομένοις. βλάβας] ἤτοι κλαυθμούς.
Ag 889c ἔχω] ἀντὶ τοῦ εἶχον. ἤγουν τοὺς περιεστῶτάς σε κατὰ τὰς νύκτας λαμπαδούχους ὁρῶσα ἠμελημένους ἐθρήνουν ἀεί.
Ag 890b κλαίουσα] αἰέν. ἀτημελήτους] ἠμελημένας.
Ag 892 ὑπαὶ] ὑπό. ῥιπαῖσι] τῶν πτερύγων κινήσεσι.
Ag 893b θωΰσσοντος] βομβοῦντος. ἀμφὶ] περὶ σοῦ.
Ag 893d πάθη] παθήματα, θλίψεις. πλείω] πλείονα.
Ag 894b τοῦ συνεύδοντος] ἤτοι τοῦ χρόνου ὃν ἐκάθευδον. τλᾶσα] ὑπομείνασα.
Ag 895b ἀπενθήτωι] ληξάσηι τοῦ πένθους. ση(μείωσαι).
Ag 896b λέγοιμ’ ἂν] ἐνταῦθα τὸ νῦ ν. ἄνδρα] τὸν Ἀγαμέμνονα.
Ag 896d σταθμῶν] ἐπαύλεων. σωτῆρα] φύλακα.
Ag 897b πρότονον] σχοινίον δι’ οὗ τείνουσι τὸ ἱστίον. ὑψηλῆς στέγης] μεγάλης οἰκίας.
Ag 898a ποδήρη] δίκην ποδὸς ἱστάμενον. Ποδῆρες κυρίως λέγεται τὸ μέχρι ποδῶν διῆκον ἱμάτιον.
Ag 899 ναυτίλοις] ναύταις. ἦμαρ] ἡμέραν.
Ag 900b εἰσιδεῖν] ὥστε. εἰσιδεῖν] ἰδεῖν.
Ag 900d ἐκ χείματος] ἐκ χειμῶνος. ῥέος] ῥεῦμα.
Ag 902a ἤγουν εὐφραντόν ἐστι τὸ διαφυγεῖν τινα πᾶν τὸ ἐξ ἀνάγκης ἐπελθὸν δυσχερές. δὲ] γάρ.
Ag 903a τοιοῖσδε] τοιούτοις οἵοις εἶπον. ἀξιῶ] σε.
Ag 903c προσφθέγμασιν] ὀνόμασι προσφωνητικοῖς. ἀπέστω] πόρρω γενέσθω.
Ag 904b κακὰ] δυσχερῆ. ἠνειχόμεσθα] ὑπεμείναμεν.
Ag 905a σοῦ δὲ φανέντος ἐκείνων ἠλευθερώθημεν. φίλον] προσφιλές.
Ag 905c κάρα] ὦ. ἀπήνης] τοῦ ἅρματος· ἐπὶ ἅρματος γὰρ ὠχεῖτο.
Ag 907a πορθήτορα] τόν. πορθήτορα] ἤτοι τὸν πορθήσαντα τὸ Ἴλιον.
Ag 908a δμωαὶ] ὦ δοῦλαι. μέλλεθ’] βραδύνετε.
Ag 908c ἐπέσταλται] προστέτακται. πέδον] τὴν ἐπιφάνειαν.
Ag 909b κελεύθου] τῆς ὁδοῦ. στρωννύναι] καταστρῶσαι.
Ag 909d πετάσμασιν] ἐκτεταμένοις πέπλοις. πορφυρόστρωτος] πορφυροῖς πέπλοις ἐστρωμένος.
Ag 910b πόρος] ἡ ὁδός. ἄελπτον] οὐ γὰρ ἤλπιζεν ὑποστρέψαι.
Ag 911b ἡγῆται] νομίζηι, ἤγουν ὡς ἔστι δίκαιον. Ἴσως ἵνα δίκας αὐτὸν ἀπαιτήσηι τοῦτό φησιν ἕνεκα τοῦ φόνου τῆς θυγατρός.
Ag 912b φροντὶς] ἡ ἡμετέρα μέριμνα. νικωμένη] ἤγουν οὐ ῥαθυμίαι νικηθεῖσα.
Ag 913a θήσει] ποιήσει. δικαίως] ἐπεὶ καὶ αὐτὸς τὴν ἐμὴν ἀπέκτεινε θυγατέρα.
Ag 913c εἱμαρμένα] οὕτω πεπρωμένα παρὰ θεῶν. γένεθλον] ὦ.
Ag 914b γένεθλον] τέκνον. ἀπουσίαι] τῆι ἀποδημίαι.
Ag 915b εἶπας] ταῦτα γενέσθαι σοι. ἐξέτεινας] τοὺς λόγους.
Ag 916b ἐναισίμως] δικαίως, προσηκόντως. Ἀλλὰ χρὴ τοῦτο τὸ γέρας ἔρχεσθαι παρ’ ἄλλων, τὸ αἰνεῖσθαι δηλονότι, καὶ μὴ παρὰ τῶν οἰκείων ἢ παρ’ ἑαυτῶν.
Ag 917b αἰνεῖν] τινά. παρ’ ἄλλων] ὅρα τὴν σύνταξιν.
Ag 917d ἔρχεσθαι] τινί. γέρας] τιμή.
Ag 918 μὴ γυναικὸς] ἤγουν μὴ ὡς γυνὴ φρονοῦσα ἢ μὴ ὡς ἔθος ταῖς γυναιξὶ καλλωπίζεσθαι. ἅβρυνε] καλλώπιζε.
Ag 919b Μὴ ὡς βαρβάρωι μοι κέλευε θρύπτεσθαι· οἱ βάρβαροι γὰρ γονυκλισίαις τοὺς βασιλεῖς εὐφημοῦσιν. φωτὸς] ἀνδρός.
Ag 919d δίκην] τρόπον. χαμαιπετὲς] διὰ γονυκλισίας γενόμενον προσφώνημα.
Ag 920b προσχάνηις] προσφωνήσηις. εἵμασι] πέπλοις.
Ag 921b στρώσας] ὑπό. ἐπίφθονον] ἐπίψογον· μέμψονται γὰρ οἱ φθονοῦντες τὴν ὁδόν.
Ag 922a ση(μείωσαι). τίθει] ποίει.
Ag 922c τοῖς] τοῖς τοιούτοις εὑρήμασι. τιμαλφεῖν] τιμᾶν.
Ag 922e χρεών] πρέπον. ἐν ποικίλοις] ἐν ὑποστρώμασι κεκαλλωπισμένοις.
Ag 924a βαίνειν] πορεύεσθαι. οὐδαμῶς] ἐστίν.
Ag 924c φόβου] φοβοῦμαι γὰρ τοὺς θεούς. κατ’ ἄνδρα] ὡς πρέπει τιμᾶν ἄνδρα, μὴ ὡς θεόν.
Ag 925b σέβειν] τιμᾶν. ἡμέτερα + ἀπὸ μεταφορᾶς τῶν πέπλων δι’ ὧν τοὺς πόδας ἐκμάσσοντες λαμπροτέρους ποιοῦσιν οἱ τούτους ἐκπλύνοντες συνεχῶς τοῦτ’ εἰρήκει.
Ag 926a ποδόψηστρα γὰρ κυρίως ταῦτα λέγεται. νῦν δὲ τὰ ὑπὸ τοὺς πόδας ἁπλῶς πέπλα οὕτως εἴρηκεν. ποδοψήστρων] δι’ ὧν οἱ πόδες λαμπρύνονται.
Ag 926b κυρίως δὲ τὰ τοὺς πόδας ἐκμάσσοντα πέπλα οὕτω λέγεται. κληδὼν] ἡ φήμη.
Ag 927b ἀυτεῖ] βοᾶι τὰ καθ’ ἡμᾶς δηλονότι. τὸ μὴ] ἤτοι τὸ μὴ μέγα φρονεῖν ἐπὶ τούτωι.
Ag 928a ὡρ(αῖον). ὀλβίσαι] εὐδαιμονίσαι τινά.
Ag 928c χρή] πρέπει. βίον] τὴν ζωήν.
Ag 929b τελευτήσαντ’] τελέσαντα. ἐν εὐεστοῖ] ἐν εὐτυχίαι καὶ εὐθυμίαι.
Ag 929d φίληι] προσφιλεῖ. + εἰ οὕτω, φησί, πράσσοιμι κατὰ πάντα ὥστε μὴ μέγα φρονεῖν ἐπὶ ταῖς εὐτυχίαις μηδὲ πρὸ τελευτῆς ἄνθρωπον μακαρίζειν, ἀλλὰ τὸν τὸ τέλος τοῦ βίου δεξάμενον ἐν τῆι εὐτυχίαι, εἰκότως ἂν εἴην θαρρῶν ὡς καὶ αὐτὸς ἀεὶ εὐτυχοίην ἄν.
Ag 930a [5] οἱ γὰρ μέτρια φρονοῦντες εὖ ἀεὶ πράσσουσιν. πάντα] κατά.
Ag 930c ὡς πράσσοιμ’ ἂν] οὕτω ἤγουν εὐτυχῶς ἢ οὕτως ὥστε μὴ φρονεῖν κακῶς. τόδ’] ὅπερ μέλλω ἐρωτᾶν.
Ag 931b μὴ παρὰ γνώμην] ἀλλ’ ἑκουσίως. γνώμην] τὴν γνῶσιν λέγει ἐνταῦθα.
Ag 932b ἴσθι] γίνωσκε ὅτι οὐ διεφθάρην τὴν γνῶσιν, ἀλλ’ ἔτι σώζω αὐτήν. δείσας] φοβηθεὶς μὴ ἀποτύχηις τῆς νίκης.
Ag 933b ὧδ’] οὕτως. ἔρδειν] πράττειν.
Ag 934a τις] ἐξεῖπεν. τόδ’] τὸ τέλος.
Ag 934c τέλος] τὸ τῆς νίκης. ἂν] ἐποίησεν.
Ag 935b εἰ τάδ’] τὸ νικῆσαι ὑμᾶς. ἤνυσε] ἐπλήρωσεν, εἰς τέλος ἤγαγεν.
Ag 936a ἐν ποικίλοις] ἐν λίαν ποικίλοις. κάρτα] λίαν.
Ag 936c βῆναι] ἐπιβῆναι. ἡμέτερα + καθ’ ὁμαλισμὸν ἀναγνωστέον τὸ νυν καὶ ἄνευ τόνου, ἵν’ εἴη ἀντὶ τοῦ δή.
Ag 937b νυν] δή. ἀνθρώπειον] τὸν τῶν ἀνθρώπων.
Ag 937d αἰδεσθῆις] φοβηθείς. + ἡ τοῦ δήμου, φησί, φήμη μέγα δύναται, ἤτοι ὅταν φημίζηι δῆμός τινα ἐπὶ κακῶι, κακόν ἐστι μέγιστον καὶ χαλεπὸν φέρει κίνδυνον.
Ag 938a τάδε γὰρ καὶ Ἡσίοδός φησι· φήμη δ ’ οὐ πάμπαν ἀπόλλυται ἣν πολλοὶ λαοὶ φημίζουσι ν. φήμη] ἤγουν μέγα ἐστὶ τὸ ὑπὸ δήμου ψέγεσθαι.
Ag 938c δημόθρους] ἡ ὑπὸ τοῦ δήμου φημιζομένη. σθένει] δύναται.
Ag 939a ὁ] ὁ μὴ ὑπό τινος φθονούμενος. ἐπίζηλος] ζηλωτός, μακαριστής.
Ag 939c πέλει] ὑπάρχει. ἱμείρειν] ἤγουν ἐπιθυμεῖν μάχεσθαι καὶ νικᾶν.
Ag 940b ὡραῖον. ὀλβίοις] τοῖς εὐδαίμοσι καὶ ἐνδόξοις.
Ag 941b νικᾶσθαι] ὥστε καὶ σοὶ πρέπει ἡττηθῆναι ἐμοῦ. ἦ] ἆρα.
Ag 942b τήνδε] ἤγουν τὴν διὰ φιλονεικίαν μάχην. δήριος] μάχης.
Ag 942d τίεις] τιμᾶις. κράτος] ἤγουν τὸ κρατῆσαι νῦν σοῦ.
Ag 943b πάρες] ἄφες, δός. δοκεῖ] ἀρέσκει.
Ag 944b ταῦθ’] τὸ ἡττηθῆναι με. ὑπαὶ] ὑπολύοι ἀντὶ τοῦ ὑπολυσάτω.
Ag 944d ἀρβύλας] τὰ ὑποδήματα. τάχος] λέγω.
Ag 945b τάχος πρόδουλον] ἤγουν ταχυτὴς τῶν προτέρων δούλων. ἔμβασιν] τὰς ἐμβάδας.
Ag 946a τοῖς] τοῖς ὑποδήμασιν. ἐμβαίνοντ’] περιπατοῦντα.
Ag 946c ἁλουργέσιν] πορφυροῖς. πρόσωθεν] πόρρωθεν.
Ag 947b [5] ὄμματος] ἤγουν μή τις τῶν θεῶν ἰδὼν βλάψηι με ὑπὸ φθόνου. + αἰσχύνη, φησίν, ἐστι πολλὴ φθείρειν ἄνδρα τινὰ καὶ τὰ σώματα τῶν ὑπὸ χεῖρα αὐτοῦ, ἤτοι διὰ πολέμων φθείρειν τοὺς ὑπὸ χεῖρα, πρὸς δὲ τούτοις καὶ τὸν αὐτοῦ πλοῦτον καταναλίσκειν κακῶς καὶ τὰ πέπλα τὰ δι’ ἀργύρου ὠνηθέντα πατεῖν καὶ ἄχρηστα ποιεῖν τοῦ λοιποῦ· σὺν γὰρ τῶι ζημίαν εἶναι μεγίστην ταῦτα καὶ φθορὰν τῆς ἀρχῆς καὶ φθόνον οὐ μόνον παρ’ ἀνθρώπων ἐπάγει, ἀλλὰ καὶ παρὰ θεῶν.
Ag 948a τοῖς ὑπερηφάνοις γὰρ τὸ θεῖον μάχεται. αἰδὼς] αἰσχύνει.
Ag 948c σωματοφθορεῖν] τὰ σώματα φθείρειν τῶν ὑπὸ χεῖρα. πόσιν] ἄνδρα ἁπλῶς.
Ag 949a φθείροντα] κακῶς ἀναλίσκοντα. ἀργυρωνήτους] δι’ ἀργύρου ὠνηθείσας.
Ag 949c ὑφὰς] ὑφάσματα. τούτων] ἕνεκα.
Ag 950b οὕτω] γενέσθαι δηλονότι. τὴν ξένην] τὴν Κασάνδραν.
Ag 950d πρευμενῶς] ἡμέρως. γνώ(μη).
Ag 951b ἐσκόμιζε] εἴσω τῶν οἴκων. τὸν κρατοῦντα] ἄρχοντα.
Ag 951d μαλθακῶς] ταπεινῶς. πρόσωθεν] πόρρωθεν.
Ag 952b εὐμενῶς] ἡμέρως. προσδέρκεται] προσβλέπει.
Ag 953a ἑκὼν γὰρ] ἤγουν οὐδεὶς ἑκὼν ποτὲ δοῦλος γίνεται. δουλίωι] διὰ τὸ μέτρον.
Ag 954a χρημάτων] ἤτοι τῶν λαφύρων. ἐξαίρετον] ἔκκριτον.
Ag 955a ἄνθος] καλλώπισμα. ξυνέσπετο] ἠκολούθησεν.
Ag 956a ἡμέτερα + εὕρηται καὶ κατέστραμμα ι, ἤγουν κατεβλήθην καὶ ἡττήθην ὥστε ἀκούειν σοῦ τάδε, ἤτοι ὑπακοῦσαι εἰς ταῦτα, ὃ δὴ ἀπὸ μεταφορᾶς τῶν πεπορθημένων καὶ κατεστραμμένων πόλεων εἴρηται. κατέσταμαι] Ἰωνικόν, κατέστην.
Ag 957a εἶμ’] πορεύσομαι. μέλαθρα] ἤτοι τοὺς θαλάμους.
Ag 957c πορφύρας] πέπλα πορφυρᾶ. νιν] αὐτήν.
Ag 958b κατασβέσει] παύσει τοῦ τρέφειν. ση(μείωσαι).
Ag 959b πορφύρας] κογχύλης. ἄργυρον] ἤγουν δι’ ἀργύρου ὠνουμένην.
Ag 960a παγκαίνιστον] διόλου νεάζουσαν. εἱμάτων] ἱματίων.
Ag 960c βαφάς] λέγω. οἶκος] ὁ ἡμέτερος.
Ag 961b ὑπάρχει] ἔχειν. τῶνδε] ἕνεκα.
Ag 961d τῶνδε] ἤγουν τοῦ ὠνεῖσθαι τὰ τοιαῦτα. ἄναξ] ὦ.
Ag 962a πένεσθαι] ἤγουν οὐ πένεται. ἐπίσταται] γινώσκει.
Ag 963a [10] + προενεχθέντος, φησί, καὶ προκομισθέντος καὶ προλεχθέντος ἐν τοῖς χρηστηρίοις καὶ μαντικοῖς δόμοις τούτου, τοῦ ὑποστρέψαι σε δηλονότι μετὰ νίκης καὶ σεσωσμένον, ηὐξάμην ἂν πολλῶν δειμάτων καὶ φόβων πατησμόν, ἤτοι καταπάτησιν καὶ οἷον ἀπώλειαν, μηχανωμένης τῆς ψυχῆς μου καὶ κατασκευαζούσης κομιστήρια. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι εἴπερ οἱ μαντικοὶ τῶν θεῶν οἶκοι προεῖπόν μοι περὶ τῆς σῆς ὑποστροφῆς, ηὐξάμην ἂν πάντα φόβον διασκεδασθῆναι πατηθέντα καὶ εἰς ἀπώλειαν χωρήσαντα, καὶ κομιστήρια τοιαῦτα ἂν κατεσκεύασα καὶ ἐμηχανησάμην. νῦν οὖν, ἐπεὶ ἀνελπίστως εἶδόν σε, δέξαι καὶ ἅπερ ὑπὸ τῆς χαρᾶς σοι κατεσκεύασα. δέον δὲ εἰπεῖν, ὥσπερ γὰρ ῥίζης οὔσης ἡ φυλλὰς θάλλουσα ἔρχεται εἰς δόμους, οὕτω καὶ σοῦ ἐλθόντος εἰς τὸν οἶκον ἐκ χειμῶνος θάλπος ἐδέξατο, ὁ δὲ συνήθως καινόσχημον τὸν λόγον ἐξήνεγκεν, ὡς πολλάκις εἴρηται. πατησμὸν] καταπάτησιν καὶ οἷον ἀπώλειαν.
Ag 963c δειμάτων] φόβων τῶν τῆς ὑποστροφῆς. προυνεχθέντος] προκομισθέντος, προλεχθέντος τούτου.
Ag 964b ἐν χρηστηρίοις] μαντικοῖς. κόμιστρα] κομιστήρια.
Ag 965b μηχανωμένης] κατασκευαζούσης. ὡρ(αῖον).
Ag 966b φυλλὰς] φύλλα ἢ καρπός. ἵκετ’] ἦλθεν.
Ag 967a ὑπερτείνασα] ὑπερδραμοῦσα, διελθοῦσα. σειρίου] τοῦ κυνάστρου· ἤγουν μὴ ξηρανθεῖσα ὑπὸ τοῦ ἐν τούτωι καύματος.
Ag 968a μολόντος] ἐλθόντος. δωματῖτιν] ἤτοι εἰς τοὺς κατ’ οἶκον θαλάμους.
Ag 969a θάλπος] καιρὸν θέρους. σημαίνεις] δηλοῖς.
Ag 970a τεύχηι] ποιῆι. Ζεὺς] ὁ.
Ag 970c ὄμφακος] ἀώρων βοτρύων. οἶνον] ἤτοι κατὰ τὸ μετόπωρον.
Ag 971b ψῦχος] ἤτοι χειμών. πέλει] ὑπάρχει.
Ag 972a τελείου] μεγίστου, ἐν τέλει καὶ ἐξουσίαι ὄντος. ἐπιστροφωμένου] ἀναστρεφομένου.
Ag 973a Ζεῦ] ὦ. τέλειε] ἐντελέστατε· τοιοῦτον γὰρ τὸ θεῖον.
Ag 973c τέλει] πλήρου. μέλοι] φροντὶς ἔστω σοι· πληροῦσι γάρ τινες καὶ παρέργως τι.
Ag 974b τελεῖν] πληροῦν. στροφὴ κώλων ιγʹ.
Ag 975b [15] + τίπτε μοι τόδ ε· τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται κατὰ σχέσιν καὶ ἐξ ὁμοίων, ὡς εἴρηται. εἰσὶ δὲ τὰ παρόντα στροφῶν δύο καὶ ἔστι τῆς μὲν πρώτης στροφῆς τὰ κῶλα ιγʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τῆς δὲ δευτέρας ιεʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, ὧν τελευταῖον· ζωπυρουμένας φρενά ς· ἃ καὶ μετρήσεις τοῖς προειρημένοις ἑπόμενος. ἐπὶ τῶι τέλει ἑκάστης στροφῆς καὶ ἀντιστροφῆς παράγραφος, ἐπὶ δὲ τῶι τέλει πασῶν κορωνίς. + τίπτε μοι τό δ ’ ἐμπέδω ς· ἰδὼν ὁ χορὸς ὅτι Ἀγαμέμνων μὲν σὺν ὀλίγοις τοῖς περὶ αὐτὸν ὑπέστρεψεν, οἱ δὲ λοιποὶ τῶν στρατευσάντων οὔπω, προμαντευόμενος οἷον ὡς οὐ πάντες ὑποστρέψουσιν, ἀλλ’ ὀλίγοι, φησί· τί ἄρα δεῖμα καὶ φόβημα ποτᾶται καὶ ἐπέρχεται ἐπ’ ἐμοὶ ἐμπέδως καὶ βεβαίως τόδε, ἤγουν ὅπερ ἐπῆλθέ μοι, προστατήριον καὶ ἄρχον τῆς καρδίας μου τῆς τερασκόπου, ἄμισθος λέγω ἀοιδή, ἤγουν τίς ἐστιν ἡ μαντεία ἥτις περιπολεῖ ἐπὶ τὴν τερατοσκόπον καρδίαν μου καὶ ποιεῖ αὐτὴν φοβεῖσθαι; μαντιπολεῖ γὰρ καὶ μαντεύεται ἡ καρδία μου δηλονότι ἀκέλευστος, ἤτοι μὴ ὑπό τινος κινουμένη ὡς οἱ ἄλλοι μάντεις—ἐμπνεόμενοι γὰρ ὑπὸ θεῶν ἐμαντεύοντο—ἀλλ’ ἀφ’ ἑαυτῆς δηλονότι μαντεύεται, οὐδὲ ἵξει ἐπὶ τὸν φίλον θρόνον τῆς φρενός μου θάρσος εὐπιθὲς καὶ εὔπιστον, ὥστε ἀποπτύσαι καὶ ἀποβαλεῖν τοῦτο δίκην καὶ τρόπον ὀνειράτων δυσκρίτων καὶ δυσνοήτων, ἤγουν οὐδὲ ἰσχύν τινα βεβαίαν ἡ ἡμετέρα λήψεται γνῶσις, ὥστε ἀποβαλεῖν ἃ κατὰ φαντασίαν ἐπῆλθεν αὐτῆι.
Ag 975d τίπτε] τί ἄρα ποτᾶται. ἐμπέδως] βεβαίως.
Ag 976a δεῖμα] φόβος. προστατήριον] ἄρχον ἤγουν κυριεῦον τὴν καρδίαν.
Ag 977 τερασκόπου] τέρατα σκοπουμένης καὶ προορώσης. ποτᾶται] ἐπέρχεται ἐπ’ ἐμοί.
Ag 978b ἄμισθος] τινὲς γὰρ ἐπὶ μισθῶι ἐμαντεύοντο. ἀοιδά] ὠιδὴ ἤγουν μαντεία.
Ag 979a μαντιπολεῖ] μαντεύεται ἡ καρδία μου. ἀκέλευστος] μὴ ὑπό τινος κινουμένη, ἀλλ’ ἀφ’ ἑαυτῆς.
Ag 980a οὐδ’ ἀποπτύσαι] ἵξει θάρσος ἐπὶ τὸν θρόνον τῆς φρενὸς ὥστε ἀποβαλεῖν τοῦτο. δίκαν] τρόπον.
Ag 981 δυσκρίτων] δυσνοήτων. εὐπιθὲς] εὔπιστον.
Ag 983a θρόνον] ἤγουν ἐπὶ τὸ ὕψος τῆς ἡμετέρας γνώσεως· ἐν θρόνωι γὰρ οἱ μάντεις ἐκάθιζον. χρόνος] παρήβησεν, ἤγουν ἐγήρασεν ἐκείνοις.
Ag 983c δ’] γάρ. πρυμνησίων] ἤτοι ἐπὶ τῶν πρυμνῶν τῆς ἀκάτης.
Ag 984b ξυνεμβόλοις] τοῖς συνεισελθοῦσιν Ἕλλησιν. ψαμμίας] τῆς ἐν ψάμμωι ἑλκυσθείσης.
Ag 985b ἀκάτας] νεώς. παρήβης’] ἐγήρασεν, ἔξω τῆς ἥβης ἐγένετο.
Ag 986 εὖθ’] ὁπηνίκα. ὦρτο] ἐκινήθη.
Ag 987b ναυβάτας] ὁ ναυτικός. ἀντιστροφὴ κώλων ιγʹ.
Ag 988b πεύθομαι] μανθάνω. ἀπ’ ὀμμάτων] ἤγουν ὁρῶ αὐτοὺς ὑποστρέφοντας.
Ag 989 αὐτόμαρτυς] οὐ γὰρ παρ’ ἄλλων τοῦτο μανθάνω. ἄνευ λύρας] μουσικῆς χαρμοσύνου.
Ag 991a ὕμνωι] ἄιδει. Ἐριννὺς] ἡ φθορά.
Ag 992 αὐτοδίδακτος] ἀφ’ ἑαυτοῦ μανθάνων. θυμὸς] πεύθεται, μανθάνει.
Ag 993b οὐ τὸ πᾶν ἔχων] ἤγουν οὐ τελείως ἐλπίζων οὐδὲ θαρρῶν. ἀμφισβητεῖ γὰρ ὁ θυμόμαντις. σπλάγχνα] ἤγουν ἡ καρδία μου.
Ag 995b ματάζει] ματαιάζει, μάταια λογίζεται. πρὸς] σύν.
Ag 996b φρεσὶν] ἤγουν λογισμοῖς. τελεσφόροις] τετελεσμένοις.
Ag 997a δίναις] στροφαῖς, ἤγουν πολλοὺς λογισμοὺς ἀνελίσσει καθ’ ἑαυτό. κέαρ] τό.
Ag 997c κέαρ] λέγω. ψύδη] ἤγουν ψευδῆ ἀποβῆναι καὶ ἀτέλεστα.
Ag 1001a στροφὴ ἑτέρα κώλων ιεʹ. ὡρ(αῖον).
Ag 1001c τοι] γάρ. τᾶς πολλᾶς ὑγιείας] ἤγουν τὸ πολλὰ ὑγιαίνειν ἀκόρεστόν ἐστιν.
Ag 1002 τέρμα] τὸ τέλος. ὁμότοιχος] τῶι αὐτῶι ὅρωι διηιρημένη.
Ag 1003b ἐρείδει] ἐρηρεισμένη πλησιάζει. πότμος] εὐδαιμονία.
Ag 1005b εὐθυπορῶν] εὐθυδρομῶν, ἐξ οὐρίων φερόμενος. ἔπαισεν] ἔτυψεν, ἀνέτρεψεν.
Ag 1006b ἄφαντον] ἤγουν ἀφανῶς. ἕρμα] τὸ στήριγμα τοῦ πλούτου.
Ag 1007b πρὸ] ἀργή. χρημάτων] τῶν.
Ag 1008a κτησίων] τῶν ἐν κτήσει ὄντων. βαλὼν] τρώσας· ὁ γὰρ ὄκνος ἐλάττονα ποιεῖ τὸν βίον.
Ag 1009a εὐμέτρου] εὐστόχου. εὐμέτρου] ἔπαισεν.
Ag 1011a ἔδυ] κατέδυ, κατεβλήθη. πρόπας] ὅλος.
Ag 1012 πημονὰς] βλάβας, συμφοράς. ἐπόντισε] ὥσπερ εἰς βυθόν τινα ἔρριψε.
Ag 1013b σκάφος] ἤτοι τὸν οἶκον. ἀμφιλαφής] ἤγουν πλουσία.
Ag 1015 ἀλόκων] ἀλώνων, ἤτοι γεωργημάτων χρονίων. νῆστιν] νῆστιν νόσον ἤγουν λιμὸν διεσκέδασεν.
Ag 1017a ἀντιστροφὴ κώλων ιεʹ. πεσόνθ’] τινά.
Ag 1018 θανάσιμον] τεθανατωμένον. προπάροιθ’] ἔμπροσθεν.
Ag 1020 αἷμα] λέγω. ἀγκαλέσαιτ’] ἀνακαλέσαιτο.
Ag 1021b ἐπαείδων] ἐπωιδὰς λέγων. ἤγουν τὸν ὀρθῶς τὰ περὶ τούτων ἐπιστάμενον Ἀσκληπιὸν πεσόντα.
Ag 1023a φθιμένων] ἀπό. φθιμένων] τῶν νεκρῶν.
Ag 1023c ἀνάγειν] ἔξεστι δηλονότι. αὔτ’] αὐτά.
Ag 1024b ἔπαυς’] τὸν Ἀσκληπιὸν γὰρ ἐκεραύνωσεν ἀναστήσαντα τὸν Ἱππόλυτον. ἐπ’ ἀβλαβείαι] ὥστε μὴ ἕτερον βλαβῆναι.
Ag 1025 τεταγμένα] προκεκυρωμένη. μοῖραν] ἑτέραν ὕστερον ἐπινοηθεῖσαν πρὸς τῶν θεῶν.
Ag 1027 εἶργε] ἐκώλυεν. καρδία] ἡ ἡμετέρα.
Ag 1029 ἐξέχει] ἤγουν εἶπεν ἂν ταῦτα. ὑπὸ σκότωι] ἤγουν καθ’ ἑαυτὴν συνταράσσεται ἀναφλεγομένου τοῦ λογισμοῦ.
Ag 1030 ἐνταῦθα γὰρ σύναπτε τὸ ζωπυρουμένης φρενό ς. ἐλπομένα] ἐλπίζουσα.
Ag 1032 καίριον] τὸ πρέπον, τὸ κεκυρωμένον. ἐκτολυπεύσειν] ἐκπληρώσειν τὴν μοῖραν.
Ag 1034 ζωπυρουμένας] ἀναφλεγομένης· τοιοῦτο γάρ τι πάσχουσιν οἱ ἐπιθυμοῦντες μαθεῖν τὸ ἀποβησόμενον. + αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων λζʹ, ὧν τελευταῖος· ἑκοῦ ς ’ ἀνάγκηι τῆιδε καίνισον ζυγό ν.
Ag 1035a ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. κομίζου] πορεύου.
Ag 1035c Κασάνδραν] τήν. ἀμηνίτως] ἀοργήτως.
Ag 1039 ἀπήνης] τοῦ ἅρματος. ση(μείωσαι).
Ag 1040b παῖδα] ἤγουν τὸν Ἡρακλέα. τλῆναι] ὑπομεῖναι.
Ag 1041b θίγειν] ψαύειν. ὡρ(αῖον).
Ag 1042b Καλὸν μέν, φησί, μὴ πειραθῆναι δουλείας· εἰ δὲ πειρῶιτό τις, κάλλιον ἀρχαιοπλούτοις δουλεύειν καὶ μὴ νεοπλούτοις. οἱ γὰρ μὴ ἐλπίσαντες, φησί, πλουτῆσαι καὶ πλουτήσαντες ἀπηνεῖς εἰσι τοῖς δούλοις. τῆσδ’] τῆς δουλικῆς.
Ag 1044 ἤμησαν] ἐθέρισαν, ἤγουν ἐπλούτησαν. ὠμοί] ἀπηνεῖς.
Ag 1045b στάθμην] παρὰ τὸ πρέπον. σοί] ὦ Κασάνδρα.
Ag 1048 μορσίμων] μεμοιρασμένων. πείθοι’] ἐμοί.
Ag 1049b πείθοι’] εἰ βούλοιο πεισθῆναι. ἀπειθοίης] ὡς βάρβαρος.
Ag 1050 Ὅτι βάρβαρον τὸ ὄρνεον, διὰ τοῦτο παραβάλλει τούτωι αὐτήν. ἐν Θράικηι γὰρ καὶ ἡ μεταμόρφωσις αὐτῆς ἱστορεῖται. καὶ Ἀριστοφάνης· Θρηικία χελιδὼν ἐπὶ βάρβαρον ἑζομένη πέταλο ν. ἀγνῶτα] ἄγνωστον.
Ag 1052 νιν] αὐτήν. ἕπου] τῆι δεσποίνηι.
Ag 1053b λῶιστα] τὰ κρείττω. παρεστώτων] τῶν ἐνισταμένων νῦν πραγμάτων.
Ag 1054a πείθου] τοῖς λεγομένοις. θρόνον] τὸ ἅρμα.
Ag 1055a θυραίαν] ἔξω τῆς θύρας. σχολὴ] ἄδεια.
Ag 1056 μεσομφάλου] ἤγουν ἐν Πυθίαι. ἕστηκεν] ἡμῖν.
Ag 1057b ἤδη] πάλαι. μῆλα] πρόβατα.
Ag 1059a σὺ] ὦ Κασάνδρα. τῶνδε] ὧν λέγω.
Ag 1059c σχολὴν] βραδυτῆτα. ἀξυνήμων] ἤγουν μὴ συνιεῖσα καὶ γινώσκουσα τὰ λεγόμενα.
Ag 1060b δέχηι] ἤγουν νοεῖς. λόγον] τὸν παρ’ ἐμοῦ.
Ag 1061a φράζε] δήλου. καρβάνωι] βαρβάρωι.
Ag 1062a ἔοικεν] φαίνεται. τοροῦ] σαφοῦς.
Ag 1063 νεαιρέτου] νεωστὶ ἀγρευθέντος καὶ ἔτι ἀγριαινομένου. ἦ] ὄντως.
Ag 1064b κακῶν] ἤγουν κακῶς διαλογίζεται. νεαίρετον] νεοπόρθητον.
Ag 1066 Ἀπὸ μεταφορᾶς τῶν σφαδαζόντων ὑποζυγίων ἅτινα οὐκ εἴκοντα τῶι χαλινῶι ἀφρίζει μετὰ αἵματος. αἱματηρὸν] οἱ γὰρ πρὸς τὸν χαλινὸν μαχόμενοι ἵπποι αἷμα ἀποπτύουσιν.
Ag 1068 ῥίψας’] ἤγουν ματαίως εἰποῦσα. θυμώσομαι] θυμωθήσομαι ὡς σύ.
Ag 1070 ἐρημώσας’] ἤγουν ἀφεῖσα. στροφή.
Ag 1072b [5] ἡμέτερον + ὀτοτοτο ῖ· αἱ περίοδοι αὗται πᾶσαι καλοῦνται ὡς εἴρηται ἀλλοιόστροφοι. εἰσὶ δὲ τῶν μὲν στροφῶν καὶ ἀντιστροφῶν τὰ κῶλα ἀντισπαστικὰ ἐν οἷς καὶ πεντασύλλαβοι πόδες εὑρίσκονται. εἰσὶ δὲ ἐν ταῖς τοιαύταις στροφαῖς καὶ στίχοι ἰαμβικοὶ τρίμετροι, τῶν δὲ συστημάτων πάντες ἰαμβικοὶ τρίμετροι. ἐπὶ ταῖς ἀποθέσεσι τῶν μὲν στροφῶν παράγραφος καὶ διπλαῖ συνήθως, τῶν δὲ ἀντιστροφῶν παράγραφος μόνη, ὡσαύτως καὶ ἐπὶ τῶν συστημάτων. ὀτοτοτοῖ] φεῦ.
Ag 1072d πομποῖ] ἡ πέμψασά με ἐνταῦθα. δᾶ] γῆ.
Ag 1073a Ἄπολλον] ὦ. Ἄπολλον] ὦ.
Ag 1074a σύστημα. ἀνωτότυξας] διὰ τοῦ ὀτοτοτοῖ ἐφθέγξω.
Ag 1074c ἀμφὶ] περί. Λοξίου] τοῦ Ἀπόλλωνος.
Ag 1075 τοιοῦτος] ἐστίν. ἀντιστροφή.
Ag 1078-1079 ἴαμβοι. σύστημα.
Ag 1078b αὖτε] πάλιν. τὸν θεὸν] τὸν Ἀπόλλωνα.
Ag 1079a προσήκοντ’] ἁρμόζοντα. παραστατεῖν] παραγίνεσθαι.
Ag 1080a στροφὴ ἑτέρα. Ἄπολλον] ὦ.
Ag 1080c Ἄπολλον] ὦ. Ἄπολλο ν· ὁ ἀπολλύων με διὰ τὴν ἐπωνυμίαν· ἐκείνην γὰρ ἀπώλειαν πρώτην ἡγοῦμαι τὴν τῆς δουλείας, δευτέραν δὲ τὴν τοῦ θανάτου.
Ag 1081 ἀγυιάτ’] ἤγουν ὁδὸς ἥτις ἐγένου ἡμετέρα ἀπώλεια. ἴαμβος.
Ag 1082b οὐ μόλις] ἀλλὰ ταχέως. λέγει δὲ τὸν αὐτῆς ὅσον οὔπω γενησόμενον θάνατον. ἴαμβοι.
Ag 1083a σύστημα. χρήσειν] μαντεύσασθαι.
Ag 1083c ἔοικεν] φαίνεται. ἀμφὶ] περί.
Ag 1084a δουλίαι] δουλικῆι. δουλίαι] διὰ τὸ μέτρον.
Ag 1084c παρὸν] ἤγουν καὶ δούληι γενομένηι αὐτῆι σύνεστιν. ἀντιστροφή.
Ag 1087 ἴαμβος. ἴαμβοι.
Ag 1088a σύστημα. τὴν Ἀτρειδῶν] οἰκίαν, στέγην.
Ag 1088c ἐννοεῖς] γινώσκεις. ἐρεῖς] λέξεις.
Ag 1089b ψύδη] ἤγουν ψευδῶς εἶπον. στροφὴ ἑτέρα.
Ag 1090b μισόθεον] εἰς μισόθεον ἦλθον στέγην. συνίστορα] γινώσκουσαν πολλὰ κακά.
Ag 1091 κἀρτάνας] ἀγχόνας. ἴαμβος.
Ag 1092b ἀνδρὸς] τοῦ Ἀγαμέμνονος. ῥαντήριον] τῶι αἵματι ῥαντισθησόμενον.
Ag 1093-1094 ἴαμβοι. σύστημα.
Ag 1093b Ἔοικεν ὡς κύων εὔρις ζητεῖν εἰ γέγονέ τις ἐνθάδε παλαιὸς φόνος. ἔοικεν] φαίνεται.
Ag 1094 ματεύει] ἐρευνᾶι. ἀντιστροφή.
Ag 1095b Φαντάζεται οἷον ὁρᾶν τὰ νεκρὰ σώματα τῶν ἀνηιρημένων παίδων Θυέστου καὶ βρωθέντα παρ’ αὐτοῦ. πεπείθομαι] πείθομαι.
Ag 1096 κλαιόμενα] κλαίοντα. ἴαμβος.
Ag 1098-1099 ἴαμβοι. σύστημα.
Ag 1098b ἦμεν] ἤγουν ἐσμέν. πεπυσμένοι] ἀκούσαντες.
Ag 1099 μαστεύομεν] ζητοῦμεν νῦν. στροφὴ ἑτέρα κώλων εʹ.
Ag 1100b πόποι] φεῦ. μήδεται] βουλεύεται, ἤγουν μελετᾶται.
Ag 1101 νέον] ἀντὶ μιᾶς. ἴαμβος.
Ag 1102b μήδεται] βουλεύεται, ἤγουν μελετᾶται. ἄφερτον] ἀφόρητον.
Ag 1103b ἀλκὰ] ἡ βοήθεια, ἤγουν ὁ Ὀρέστης. ἑκὰς] μακράν.
Ag 1104b ἀποστατεῖ] ἀφίσταται ἤγουν ἀποδημεῖ. ἴαμβοι.
Ag 1105a σύστημα. τούτων] ὧν λέγεις.
Ag 1105c ἄιδρις] ἀμαθής. ἐκεῖνα] τὰ περὶ Θυέστου.
Ag 1107a ἀντιστροφὴ κώλων εʹ. τάλαινα] ἀθλία Κλυταιμνήστρα.
Ag 1107c τελεῖς] πληρώσεις. ὁμοδέμνιον] ὁμόκοιτον.
Ag 1108b πόσιν] ἄνδρα. ἴαμβος.
Ag 1109b φαιδρύνασα] καλλωπίσασα. τάχος] ταχέως.
Ag 1110b Διαδέχονται ἀλλήλους, φησί, τοῖς ὀρέγμασι τῶν χειρῶν Αἴγισθος καὶ Κλυταιμνήστρα. προτείνει] δίδωσι.
Ag 1111 ὀρεγμένα] διδομένη ἢ λαμβάνουσα. ἴαμβοι.
Ag 1112a σύστημα. ξυνῆκα] ἐνόησα.
Ag 1113a Ἐ π ’ ἀργέμοι ς· ἤγουν σκοτεινοῖς καὶ ἀσήμοις ἐκ μεταφορᾶς τῶν λευκώματα ἐχόντων ὀφθαλμῶν. ἀργέμοισι] σκοτεινοῖς μαντεύμασιν.
Ag 1114 στροφὴ ἑτέρα κώλων ϛʹ. Φαντάζεται καὶ τὸν χιτῶνα δι’ οὗ ἀναιρήσει τὸν ἄνδρα καὶ φησὶν ὡς ἡ ξύνευνός ἐστι τοῦ Ἀγαμέμνονος ἡ αἰτία τοῦ φόνου.
Ag 1115b Ἀίδου] συνίζησις. ἴαμβος.
Ag 1116b ἄρκυς] δίκτυον ἐστίν· αὐτὴ γὰρ αὐτὸν περιπλέξει. Στάσις, φησίν, ἐπολολύξαι μέλλει ἐπὶ τῶι γένει διὰ τὴν τοῦ Ἀγαμέμνονος σφαγὴν ἢ διὰ τὴν τῆς Κλυταιμνήστρας, ἡνίκα ἀπόλλυται· ἔστι δὲ παρὰ τὸ αἱ δ ’ ὀλόλυξαν θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτι ς.
Ag 1119-1120 ἴαμβοι βʹ. σύστημα κώλων ϛʹ.
Ag 1119b ἡμέτερον + ποίαν Ἐριννύ ν· ἐντεῦθεν ἑτέρως ἐσχημάτισε τὰ τῶν συστημάτων κῶλα. τὰ μὲν γάρ ἐστιν ἰαμβικά, τὰ δὲ ἀντισπαστικὰ καὶ στροφῆς καὶ ἀντιστροφῆς λόγον ἔχουσιν, ὅθεν καὶ τὰ σημεῖα ὁμοίως ἐτέθη κἀν τούτοις, ἤτοι ἡ παράγραφος καὶ αἱ διπλαῖ. κέληι] κελεύεις.
Ag 1120a ἐπορθιάζειν] ὀξέως θρηνεῖν, ὀλολύζειν. φαιδρύνει] εὐφραίνει.
Ag 1121a κροκοβαφὴς] ἀντὶ μιᾶς. κροκοβαφὴς] αἱματηρά.
Ag 1122 ἅτε] καθά. ξυνανυτεῖ] συμπληροῦται.
Ag 1124 ἄτα] ἤγουν ἡ σφαγή. ἀντιστροφὴ κώλων ϛʹ.
Ag 1125b ἄπεχε] ἀφίστασο. τῆς βοῆς] ἤγουν τῆς Κλυταιμνήστρας ἥτις τὸν ἑαυτῆς ταῦρον ἀπέκτεινεν.
Ag 1126 τὸν ταῦρον] τὸν μελάγκερων. ἴαμβος.
Ag 1127b Τὸν μελάγκερων ταῦρον λαβοῦσα ἐν μηχανήματι διὰ τῶν πέπλων τύπτει. ἐὰν δὲ γράψηις μελαγκέρωι μηχανήματ ι, ἀντὶ τοῦ κεκρυμμένωι ἐστίν. μηχανήματι] τῶι ἀτρήτωι ἱματίωι.
Ag 1128a τύπτει] ἤγουν σφάττει. πιτνεῖ] πίπτει ὁ Ἀγαμέμνων ἐν τῶι λέβητι τῶι ἔχοντι τὰ λουτρά.
Ag 1130-1131 ἴαμβοι βʹ. σύστημα ὅμοιον τῶι ἄνω κώλων ϛʹ.
Ag 1130b Οὐκ ἀλαζονεύσομαι, φησί, μάντις ἄκρος εἶναι ἐπιγινώσκων τὰ θέσφατα· ὅμως δὲ στοχάζομαί τι κακὸν ἀποβήσεσθαι. κομπάσαιμ’] ἀλαζονεύσομαι.
Ag 1130d θεσφάτων] μαντείων. γνώμων] νοήμων.
Ag 1131a κακῶι] ἐν. τωι] τινί.
Ag 1131c προσεικάζω] στοχάζομαι. Ἀπὸ δὲ θεσφάτω ν· παρὰ τὰ λεγόμενα ἐν συνηθείαι· οὐδεὶς εὐτυχὴς ἐς μάντιν ἀπέρχετα ι.
Ag 1132b Διὰ τὰ προσόντα κακὰ τοῖς εἰς μαντείαν εἰσερχομένοις καὶ τὰ λεγόμενα φοβερά ἐστι. γνωμολογῶν δὲ ταῦτα φησίν. ἐνίοτε γὰρ καὶ ἐπ’ ἀγαθοῖς οἱ χρησμοὶ γίνονται, ὡς δὲ ἐπὶ τὸ πολὺ μοχθηρὰ χρησμωιδοῦσιν. στέλεται] ἔρχεται.
Ag 1133b στέλεται] διὰ τὸ μέτρον. θεσπιωδὸν] μαντικόν.
Ag 1136a στροφὴ ἑτέρα κώλων εʹ. ταλαίνας] ἐμοῦ.
Ag 1136c κακόποτμοι] δυστυχεῖς. τύχαι] ὦ.
Ag 1137a θροῶ] λέγω. ἐπαγχέασα] συναναμίξασα καὶ συγκεράσασα τῶι τοῦ Ἀγαμέμνονος.
Ag 1138-1139 ἴαμβοι. δεῦρο] ἐνταῦθα.
Ag 1139a οὐ δή ποτ’ εἰ μὴ] οὐκ ἄρα δι’ ἄλλο. τί γάρ] δι’ ἄλλο γὰρ τί.
Ag 1140a σύστημα ἕτερον κώλων ζʹ. αὐτᾶς] περὶ σεαυτῆς ἄτοπα φθέγγηι.
Ag 1141a Νόμον ἄνομο ν· ὠιδὴν ἀηδῆ ἤτοι κιθαριστικὸν νόμον. τὸ ἑξῆς· θροεῖς νόμον ἄνομον ἀμφιθαλῆ κακοῖς στένουσα βίον. νόμον ἄνομον] μέλος ἄμουσον.
Ag 1141c οἷα] ὥσπερ. ξουθὰ] ξανθή.
Ag 1142 ἀκόρεστος] ἤγουν ἄτροφος. ἀντιστροφὴ κώλων εʹ.
Ag 1146b Τοῦτο ὡς ἡδομένη τῆι τῆς ἀηδόνος μεταμορφώσει φησίν. εἰ γὰρ καὶ ἐν ὄρνισιν ἐστίν, θρηνεῖ μόνηι φωνῆι καὶ οὐ μετὰ κλαυμάτων. περιβαλόντες] εἰσὶ δηλονότι.
Ag 1147b οἱ] αὐτῆι. ἴαμβοι.
Ag 1149a μίμνει σχισμὸς] ἀναμένει φόνος. δορί] ξίφει.
Ag 1150a σύστημα ὅμοιον τῶι ἄνω κώλων ϛʹ. ἐπισσύτους] ἐκ θεῶν ἐπερχομένας.
Ag 1151 δύας] συμφορᾶς. Δυσφάτω ι· ἀσαφεῖ καὶ αἰνιγματώδει.
Ag 1152a ταῦτα δέ φησι πρὸς αὐτὴν διὰ τὸ δυστυχῆ μαντεύεσθαι ἢ διὰ τὸ προειδέναι ἀνωφελῶς τὰ δεινά. δυσφάτωι] ἀσαφεῖ.
Ag 1152c κλαγγᾶι] βοῆι. θεσπεσίας] τῆς μαντικῆς.
Ag 1156a στροφὴ ἑτέρα κώλων ϛʹ. ὀλέθριοι] οἱ τοὺς φίλους ὀλέσαντες.
Ag 1159a ἠνυτόμαν] ἐτελειούμην, ηὔξανον. τροφαῖς] ἐν.
Ag 1160a ἴαμβοι. Κωκυτόν] ἤγουν ἐν Ἅιδου.
Ag 1161a θεσπιωδήσειν] μαντεύσασθαι. τάχα] ἴσως ἢ ταχέως.
Ag 1162a σύστημα ἕτερον κώλων εʹ. τορὸν] ἀληθές.
Ag 1162c ἔπος] ἀντὶ μιᾶς. νεογνὸς] ἀντὶ μιᾶς.
Ag 1163a πέπληγμαι] τέτρωμαι. ὑπαὶ] ὑπό.
Ag 1164a δυσαγγεῖ] ἤγουν βαρείαι. μίνυρα] θρηνητικά.
Ag 1164c θρεομένας] ἀντὶ μιᾶς. θρεομένας] λεγούσης αὐτῆς.
Ag 1166 κλύειν] ἀκούειν. ἀντιστροφὴ κώλων ϛʹ.
Ag 1167b πόλεος] τῆς Τροίας. ὀλουμένας] φθαρείσης.
Ag 1167d τὸ πᾶν] παντελῶς. πρόπυργοι] αἱ πρὸ τῆς πόλεως γινόμεναι.
Ag 1169a πολυκανεῖς] αἱ πολλὰ τέμνουσαι ζῶα. ποιονόμων] τῶν ἐν πόαις νεμομένων.
Ag 1169c ἄκος] θεραπεία. ἐπήρκεσαν] ἐπεγένετο εἰς βοήθειαν.
Ag 1171-1172 ἴαμβοι. σύστημα ὅμοιον τῶι ἄνω κώλων εʹ.
Ag 1173b ἑπόμενα] ἀκόλουθα. ἐφημίσω] ἔλεξας.
Ag 1175 ἐμπιτνῶν] ὑπερεμπίπτων. μελίζειν] ἐμμελῶς λέγειν.
Ag 1178 [5] ἡμέτερον + καὶ μὴν ὁ χρησμό ς· αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ρμθʹ ὧν τελευταῖος· καὶ ταῦ τ ’ ἐκείνων μᾶλλον οἰκτείρω πολ ύ. μετὰ δὲ τὸν λγʹ κῶλον ἰαμβικὸν δίμετρον ἀκατάληκτον, μετὰ δὲ τὸν ρκζʹ κῶλον ὅμοιον μονόμετρον βραχυκατάληκτον, μετὰ δὲ τὸν ρλδʹ κῶλον ὅμοιον μονόμετρον ἀκατάληκτον. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. δεδορκὼς] φαινόμενος.
Ag 1184a μαρτυρεῖτε] ἐμοί. ἴχνος] ἤτοι τὴν ἀρχήν.
Ag 1185a ῥινηλατούσηι] ἐρευνούσηι. πεπραγμένων] τῶν τοῦ Θυέστου λέγει.
Ag 1187 ξύμφθογγος] ὁμόφωνος. δύσπεμπτος] οὐ γὰρ ἐξέρχεται τῶν οἴκων.
Ag 1191 προσήμεναι] προσκαθήμεναι. τῶι πατοῦντι] τῶι παραβαίνοντι τοὺς νόμους.
Ag 1193b δυσμενεῖς] ἐχθράς. ἥμαρτον] ἀπέτυχον.
Ag 1194b τηρῶ] ἐπιτηρῶ. ὡς] ὥσπερ.
Ag 1196a προυμόσας] βεβαιώσας. τὸ] τὸ ἐμέ.
Ag 1198 πῆμα] εἰς ἁμαρτίαν γεγονυῖαν καὶ παγεῖσαν. παιώνιον] θεραπευτικὸν πρᾶγμα.
Ag 1200a ἀλλόθρουν] ὥστε ἀλλόγλωσσον. πόλιν] εἰς.
Ag 1201 παρεστάτεις] ἐνταῦθα ἦσθα. τῶιδ’] τῶι γινώσκειν τὰ τοιαῦτα.
Ag 1203a πρὸ] πρότερον. λέγειν] ἤτοι πόθεν ἔχεις τοῦτο.
Ag 1204a ἱμέρωι] ἔρωτι. πεπληγμένος] ἐστίν.
Ag 1205 ὡρ(αῖον). παλαιστὴς] ἤγουν ἐμάχετο συνευνηθῆναί μοι.
Ag 1206b κάρτ’] λίαν. χάριν] μεγίστας μοι διδοὺς χάριτας.
Ag 1207 τέκνων] ἤγουν συνήλθετε γαμικῶς; ξυναινέσασα] συγκατατεθεῖσα.
Ag 1209 ἡιρημένη] κεκρατημένη. πῶς] ἤγουν πῶς ὀργῆς ἐπειράθης τοῦ Ἀπόλλωνος; ὡς τάδ’] τὸ ὑπακοῦσαι ἐκείνωι.
Ag 1212b ἤμπλακον] ἥμαρτον. ποινὰς] τιμωρίας.
Ag 1223b τινὰ] τὸν Αἴγισθον. ἄναλκιν] ἄνανδρον.
Ag 1225 τῶι μολόντι] τοῦτο πρὸς τὸ βουλεύειν σύναπτε. ὡρ(αῖον).
Ag 1226b φέρειν] τοῦτο λέγει διὰ τὸ εἰπεῖν τῶι ἐμῶι δεσπότη ι. ἄπαρχος] ἄρχων.
Ag 1227b ἀναστάτης] πορθητής. μισητῆς] τῆς Κλυταιμνήστρας.
Ag 1230 λαθραίου] κεκρυμμένης. νιν] αὐτήν.
Ag 1232b δυσφιλὲς] ἤγουν μισητόν. δάκος] θηρίον.
Ag 1233 ση(μείωσαι). θύουσαν] ὁρῶσαν.
Ag 1235b ἀρὰν] βλάβην. ὡς] λίαν.
Ag 1236b ἐπωλολύξατο] ἀνεσκύρτησεν, ἠλάλαξεν. νοστίμωι] ἤγουν ὅτι ὑπέστρεψε σεσωσμένος ὁ Ἀγαμέμνων.
Ag 1241a ἀληθόμαντιν] ἀληθῆ μαντευομένην. ἐρεῖς] λέξεις.
Ag 1242 δαῖτα] εὐωχίαν. ξυνῆκα] ἐνόησα.
Ag 1243b πέφρικα] φοβοῦμαι, συστέλλομαι. οὐδὲν ἐξεικασμένα] ἀλλ’ ἀληθῆ.
Ag 1245 ἐκ δρόμου] ἔξω τοῦ καθεστηκότος φέρομαι. ἐπόψεσθαι] ἰδεῖν.
Ag 1246b μόρον] θάνατον. παιὼν] ἰατρός.
Ag 1250a τοῖς] Αἰγίσθωι καὶ Κλυταιμνήστραι. μέλει] διὰ φροντίδος ἐστίν.
Ag 1251a ἄχος] αὕτη ἡ λύπη. πορσύνεται] δίδοται.
Ag 1252a ἦ] ὄντως. κάρτ’] λίαν.
Ag 1252c παρεσκόπης] ἔξω βλέπεις ἢ ἔβλεπες. ξυνῆκα] ἐνόησα.
Ag 1254a Ἕλλην’] Ἑλληνικήν. ἐπίσταμαι] ἤγουν Ἑλληνικὰ φθέγγομαι.
Ag 1255a πυθόκραντα] οὐ συνῆκα. δ’] γάρ.
Ag 1256a παπαὶ] φεῦ. δέ] γάρ.
Ag 1261 κότωι] τῆι ὀργῆι αὐτῆς. θήγουσα] ἀκονοῦσα.
Ag 1262b φωτὶ] τῶι ἀνδρὶ αὐτῆς. φάσγανον] ξίφος.
Ag 1263a ἀγωγῆς] κομίσεως ἐνθάδε. τίσασθαι] ἀντιδοῦναι.
Ag 1264 τάδε] τὰ ἐσθήματα. μαντεῖα] μαντικά.
Ag 1265b στέφη] ἤγουν στεφάνους. πρὸς τὴν ἑαυτῆς ἐσθῆτα τοῦτο λέγει σχίζουσα τὰ ἑαυτῆς ἱμάτια.
Ag 1267a ἴτ’] ἔλθετε. ἀγαθῶι] ἀντὶ τοῦ καλλίωι.
Ag 1270a χρηστηρίαν] μαντικήν. ἐπώπτευσας] εἶδες.
Ag 1273 φοιτὰς] μανική. ἐκπράξας] ἤγουν φονεύσας.
Ag 1277a ἀντεπίξηνον] ἐναντίον, διάδοχον ἐμοῦ τῆς ξένης. μένει] ἀναμένει.
Ag 1278 κοπείσης] τυφθείσης, σφαγείσης. ἄλλος] τὸν Ὀρέστην λέγει.
Ag 1280b τιμάορος] βοηθός. φίτυμα] γέννημα.
Ag 1281b ποινάτωρ] τιμωρός, ἐκδικητής. κάτεισιν] ἐλεύσεται.
Ag 1284 ὑπτίασμα] ἡ ὑπτία κατάκλισις, ἤγουν τὸ νεκρὸν αὐτὸν εἶναι. ἀπαλλάσσουσιν] ἀπήλλαξαν ἑαυτοὺς τῶν ἐνθάδε.
Ag 1293a ἀσφάδαστος] ἀτάραχος. συμβαλῶ] συγκλείσω.
Ag 1295a ἔτεινας] πολλὰ εἴρηκας. ἐτητύμως] ἀληθῶς.
Ag 1296 οἶσθα] γινώσκεις. ἄλυξις] ἐκφυγή.
Ag 1299b ξένοι] ὦ. χρόνωι] ἐν.
Ag 1299d πλέωι] πολλῶι. Τίμιός ἐστιν παρ’ ἀνθρώποις, φησίν, ὁ ὕστατος χρόνος· ὅταν γὰρ πρὸς τὸ τέλος ἥκωσι, καὶ τὸ βραχὺ ζῆσαι κέρδος ἡγοῦνται.
Ag 1300b δ’] γάρ. πρεσβεύεται] τίμιός ἐστιν.
Ag 1301 φυγῆι] ἐν. ἴσθι] γίνωσκε.
Ag 1302b τλήμων] ἀθλία. εὐτόλμου] εἰ καὶ δοκεῖς τολμηρά.
Ag 1303 εὐδαιμόνων] τῶν γενναίων καὶ εὐγενῶν. εὐκλεῶς] ἐνδόξως.
Ag 1305 σοῦ] ἕνεκα. Ἀπολοφυρομένη λέγει τοῦτο ἐν τῶι εἰσιέναι· ὀκνεῖ γὰρ εἰσελθεῖν ὥς τι δεινὸν ὁρῶσα.
Ag 1308a Διὰ τί, φησί, τὸ φεῦ εἴρηκας; εἰ μὴ ἐκφοβῆι γάρ, πῶς λέγεις τὸ φεῦ; ἐκ τούτου γὰρ τὸ ἔφευξας ἐσχημάτιζεν. ἔφευξας] τὸ φεῦ εἴρηκας.
Ag 1308c στύγος] μῖσος ἐστί σοι. ὄζει] ὀσμὴν φέρει.
Ag 1312a Ὃ λέγεις, φησίν, οὐκ ἔστι θυμίαμα· νῦν δὲ τεθυμίαται ὁ δόμος. Σύριον] ἀπὸ Συρίας.
Ag 1312c ἀγλάισμα] ἤτοι λιβανωτόν. εἶμι] εἴσειμι.
Ag 1313b κωκύσους’] θρηνήσουσα. Οὐ δυσχεραίνω, φησίν, ὡς ὄρνις θέλουσα εἰς καλιὰν εἰσελθεῖν καὶ θῆρά τινα φοβουμένη.
Ag 1316b δυσοίζω] δυσχεραίνω. θάμνον] ἤτοι τὴν ἐν θάμνοις καλιάν.
Ag 1318 γυνὴ] ἡ Κλυταιμνήστρα. ἀνήρ] ὁ Αἴγισθος.
Ag 1319b δυσδάμαρτος] ὁ κακὴν ἔχων γυναῖκα. ἀνδρὸς] τοῦ Ἀγαμέμνονος.
Ag 1320 ἐπιξενοῦμαι] φιλικῶς δίδωμι αὐτοῖς ὥς τινα κλῆρον. θεσφάτου] ἤγουν τοῦ προμαντευθέντος σοι.
Ag 1324a ὕστατον] ὃ ὕστατον βλέπω. τιμαόροις] βοηθοῖς.
Ag 1325 τίνειν] διδόναι τιμωρίαν δηλονότι. δούλης] ἕνεκα.
Ag 1326b εὐμαροῦς] λέγω. εὐμαροῦς] εὐκόλου· εὐχείρωτοι γὰρ οἱ δοῦλοι.
Ag 1327 ὡρ(αῖον). σκιά] ἤτοι καὶ μικρόν τι συμβὰν μεταβαλεῖ.
Ag 1331a σύστημα κώλων ιβʹ. ἡμέτερον + τὸ μὲν εὖ πράττει ν· σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς κώλων ἀναπαιστικῶν ιβʹ ὧν τὸ ϛʹ μονόμετρον, τὰ δὲ λοιπὰ δίμετρα.
Ag 1331b ἐπὶ τῶι τέλει παράγραφος. Οὐδὲ τῶι δακτύλωι τις παραδεικνὺς αὐτῶι τὸν μόρον ἀποστήσει τοῦ οἴκου· οὐ γάρ ποτέ τι τοιοῦτον ὑποπτεύσει.
Ag 1336 μάκαρες] οἱ θεοί. ἱκάνει] ἤγουν ἦλθεν.
Ag 1338 προτέρων] ἤτοι τῆς Ἰφιγενείας φόνον ἀποδώσει. ἐπικρανεῖ] τελέσει.
Ag 1341 ἀσινεῖ] ἀπαθεῖ· ἐκτὸς γὰρ πάθους τὸ θεῖον. δαίμονι] θεῶι.
Ag 1342b φῦναι] γεννηθῆναι. τάδ’] εἰ οὕτω συμβαίνει τὰ πράγματα.
Ag 1343a ἡμέτερον + ὤμοι πέπληγμα ι· οἱ ἀμοιβαῖοι οὗτοι στίχοι εἰσὶν κθʹ ὧν ὁ βʹ, δʹ καὶ εʹ τροχαϊκοὶ τετράμετροι καταληκτικοί, οἱ δὲ λοιποὶ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι, ὧν τελευταῖος· τρανῶς Ἀτρείδην εἰδέναι κυροῦν θ ’ ὅπω ς. ἐπὶ τῶι τέλει κορωνίς. Πεντεκαίδεκά εἰσιν οἱ τοῦ τραγικοῦ χοροῦ ὑποκριταί, καὶ ἕκαστος αὐτῶν δίστιχον γνώμην λέγει.
Ag 1343b [10] εἰπόντων δὲ τῶν ιβʹ, πρὶν καὶ τοὺς πεντεκαίδεκα εἰπεῖν προλαβοῦσα ἐξῆλθεν ἡ Κλυταιμνήστρα· ἀμίμητον γὰρ μετὰ τὸ πάντας εἰπεῖν τὰς οἰκείας γνώμας ὥσπερ ἀπὸ συνθήματός τινος τότε ἐξελθεῖν τὴν γυναῖκα. ἐπίτηδες δὲ τὴν διακοπὴν ἐποίησεν ὁ ποιητὴς δυοῖν στοχαζόμενος, μήτε αἰσχρὰν θέλων ποιῆσαι τὴν κρίσιν τῶν ὑπηκόων προεμένων τὸν βασιλέα, μήτε ἐπικίνδυνον τὴν πρᾶξιν προπετῶς εἰσιόντων εἰς τὰ βασίλεια. εἰσὶ δὲ οἳ ἕκαστον ὀκτάστιχον ἑνός φασιν εἶναι στίχου τοῦ χοροῦ, ἵνα τρεῖς ὄντες οἱ στίχοι ἀνὰ τεσσάρων διστίχων εἴπωσιν· εἰς τρεῖς γὰρ στίχους διαιρεῖται ὁ χορὸς ιεʹ ὢν ὑποκριτῶν. σῖγα] σιωπηλῶς ἔχε.
Ag 1344b ἀυτεῖ] βοᾶι. οὐτασμένος] τετρωμένος.
Ag 1346a εἰργάσθαι] γεγονέναι. οἰμώγμασιν] ἐν.
Ag 1347a ση(μείωσαι). κοινωσώμεθ’] εἰς κοινὸν λέξωμεν.
Ag 1347c ἀσφαλῆ] βέβαια. ἀστοῖσι] τοῖς πολίταις.
Ag 1350 ὅπως] λίαν. ἤγουν ἰδόντας τὸ νεόρρυτον ξίφος.
Ag 1352 γνώματος] ἤγουν γνώμης. τὸ μὴ μέλλειν] ἤγουν καιρός ἐστι μὴ μέλλειν.
Ag 1354 φροιμιάζονται] προκατασκευάζουσιν. τυραννίδος] βασιλείας.
Ag 1355b πράσσοντες] ἤγουν ὡς καθέξοντες τὴν τυραννίδα. χρονίζομεν] βραδύνομεν.
Ag 1356b μελλούσης] τυραννίδος δηλονότι. καθεύδουσιν] οὐχ ἡσυχάζουσιν, ἀλλ’ ἐνεργοῦσιν.
Ag 1358 Οὐκ οἶδα, φησί, ποίαν εἰπὼν βουλὴν ἐπιτύχω· κἂν γὰρ βουλεύσωμαι πρᾶξαι οὐ δύναμαι. ἀνήνυτος δὲ δίχα πράξεως ἡ βουλή. ἤγουν ὁ δυνάμενος δρᾶσαι ἐκεῖνος καὶ βουλευέτω.
Ag 1362a ἤγουν τρόπον τινὰ τῶι θανάτωι παραδιδόντες τὴν ζωὴν ἡμῶν. ὑπείξομεν] ἤγουν ὑποταγῶμεν.
Ag 1363 καταισχυντῆρσι] ἤγουν τοῖς αἰσχύνουσι τοὺς δόμους ἄρχουσιν. ἀνεκτὸν] ὑπομονητόν.
Ag 1365a πεπαιτέρα] ὡριμωτέρα, γλυκυτέρα. μοῖρα] ἡ τοῦ θανάτου.
Ag 1365c Ἡδύτερός ἐστι, φησίν, ὁ θάνατος ὁ ὑπὲρ τῶν δεσποτῶν τῆς τυραννίδος. οἰμωγμάτων] ἐνταῦθα τὸ ἀνδρὸς σύναπτε.
Ag 1367 μαντευσόμεσθα] στοχασόμεθα τὸν ἐκείνου θάνατον. σάφ’] σαφῶς.
Ag 1368b μυθοῦσθαι] λέγειν. τοπάζειν] ὑπονοεῖν.
Ag 1369b σάφ’] φανερῶς. δίχα] κεχωρισμένον ἐστίν.
Ag 1370a Ἐπαινοῦμεν διαφόρως ταύτην τὴν γνώμην τὸ μαθεῖν ἐν οἵαι ἐστὶ καταστάσει ὁ βασιλεύς. ταύτην] τὴν γνώμην.
Ag 1370c πάντοθεν] ἐκ παντὸς τρόπου. πληθύνομαι] πλήρης γίνομαι.
Ag 1371a τρανῶς] φανερῶς. εἰδέναι] γνῶναι.
Ag 1371c κυροῦνθ’] ὑπάρχοντα. ἡμέτερον + πολλῶν πάροιθε ν· αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων λεʹ, ὧν τελευταῖος· ἔργον δικαίας τέκτονος τά δ ’ ὧ δ ’ ἔχε ι.
Ag 1372 ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος. οὐκ ἐρυθριάσω τῶν εὐκαίρως προειρημένων τὰ ἐναντία εἰπεῖν.
Ag 1374a [5] Πῶς τοῖς ἐχθροῖς, φησίν, ἐπηρεάσαι τις δύναται, ὅταν φίλοι δοκῶσιν, εἰ μὴ δι’ ἀπάτης; τὸ δὲ ὕψος κρεῖσσον ἐκπηδήματος τοῦτο σημαίνειν βούλεται, ὅτι ὁ φιλικῶς ὑπερχόμενός τινα καὶ ἀπατῆσαι βουλόμενος εἰς ἄφυκτον φραγμὸν ἐμπλέκει αὐτὸν τῆς ἀπάτης, ὡς μὴ δύνασθαι ὑπερβαλέσθαι αὐτόν. τροπικῶς δὲ λέγει συνήθως. πορσύνων] διδούς.
Ag 1375a πημονὴν] τιμωρίαν. ἀρκύστατον] ἄφυκτον.
Ag 1376 φράξειεν] ποιήσει δίκην φραγμοῦ, εἰ μὴ μετὰ ἀπάτης. οὐκ ἀφρόντιστος] ἀλλὰ μελετώμενος πάλαι.
Ag 1378a ἦλθε] ἀγών. σὺν χρόνωι] ἤγουν διὰ χρόνου.
Ag 1379a ἔπαις’] ἔτυψα. ἐξειργασμένοις] τετελεσμένοις.
Ag 1380 ἔπραξα] ἐποίησα. Οὐ φεύγω, φησίν, οὐδὲ τὴν πρᾶξιν ἀρνοῦμαι.
Ag 1381 οὕτως αὐτὸν ἐφόνευσα ὡς μήτε δύνασθαι φεύγειν μήτε ἀμύνασθαι. ἄπειρον] ἄτρητον.
Ag 1382b ἀμφίβληστρον] δίκτυον. περιστιχίζω] περιβάλλω.
Ag 1383b πλοῦτον] ἤγουν πολυτελὲς ἱμάτιον. παίω] ὦ μιαρωτάτη.
Ag 1384b νιν] αὐτόν. οἰμώγμασιν] στεναγμοῖς.
Ag 1385 μεθῆκεν] ἐξήπλωσεν. ὁρμαίνει] μετὰ ὁρμῆς ἐκβάλλει.
Ag 1389a κἀκφυσιῶν] ἐκπέμπων. ὀξεῖαν] σφοδράν.
Ag 1390a ἐρεμνῆι] μελαίνηι. ψακάδι] σταλαγμῶι.
Ag 1390c φοινίαν] φονικήν. ἧσσον] ἔλαττον.
Ag 1391b νότωι] ὑετῶι, μετὰ νότου γεγενημένωι. σπορητὸς] καιρὸς σπόρου ἐστίν.
Ag 1392b κάλυκος] ἁπλῶς παντὸς σπέρματος. ἐν λοχεύμασιν] τῆι ἐκφύσει τῶν καρπῶν, τοῖς γεννήμασιν.
Ag 1393a ὧδ’] οὕτως. ἐχόντων] τούτων.
Ag 1393c πρέσβος] ἤγουν πρεσβῦται. Ἐπεύχομαι χαίρειν ὑμᾶς ἢ καυχῶμαι δηλονότι χαίρειν.
Ag 1396 δικαίως] ἤγουν δίκαιον ἦν· μᾶλλον δὲ ὑπὲρ δίκαιον. Τοσῶνδε κακῶ ν· ἤγουν ἐν φόνωι πλήσας κρατῆρα ὁ Ἀγαμέμνων αὐτὸς πρῶτος ἐλθὼν πίνει.
Ag 1399 θρασύστομος] εἶ δηλονότι. κομπάζεις] μεγαλαυχεῖς.
Ag 1401 ἀφράσμονος] ἀνοήτου. ἀτρέστωι] ἀφόβωι.
Ag 1407a στροφὴ κώλων εʹ. ἡμέτερον + τί κακό ν· ἡ στροφὴ αὕτη κώλων ἐστὶν ἀντισπαστικῶν εʹ ἐν οἷς εἰσι καὶ πεντασύλλαβοι πόδες εἰ βούλει.
Ag 1407b ἐπὶ τῶι τέλει παράγραφος καὶ διπλαῖ συνήθως. Τί κακόν, ὦ γύναι, ἐδεστόν, ἤγουν βρώσιμον, ἢ πόσιμον κτησαμένη ἐκ θαλάσσης ὁρμώμενον ἔμαθες τοιαῦτα ποιεῖν θύματα.
Ag 1407d χθονοτρεφὲς] ἐκ τῆς γῆς τραφέν. ἐδανὸν] βρώσιμον, ἀπὸ τοῦ ἔδω.
Ag 1408b πασαμένα] ἤγουν πιοῦσα. ῥυσᾶς] γηραιᾶς.
Ag 1409a ὀρώμενον] κινηθέν, γεγονός. ἐπεύθου] ἔμαθες.
Ag 1409c θύος] θῦμα. ἀπέδικες] ἀπέρριψας, οὐδὲν ἡγήσω τὰς τοῦ δήμου ἀράς.
Ag 1411 ὄμβριμον] ἤγουν μέγα. ἡμέτερον + νῦν μὲν δικάζει ς· σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιδʹ.
Ag 1412a ἐπὶ τῶι τέλει παράγραφος. δικάζεις] κρίνεις.
Ag 1413 ἀστῶν] τῶν πολιτῶν. Οὐδὲν τόδ ε· κατ’ οὐδὲν μεμφόμενος τῶι Ἀγαμέμνονι ὅτι τὴν ἐμὴν θυγατέρα Ἰφιγένειαν ἔκτεινεν, ὡς πλούσιος ποιμὴν πολλὰ ἔχων θρέμματα θύσειεν ἐξ αὐτῶν ἕν.
Ag 1414b τόδ’] κατὰ τοῦτο. ἀνδρὶ] τῶι Ἀγαμέμνονι.
Ag 1416 φλεόντων] πληθυνόντων, αὐξομένων. ἐπωιδὸν] μειλικτικήν, καταπαυστικήν.
Ag 1422 Ἀναγκαίως ἀπειλεῖ, ἵνα ἐκεῖνοι τὸ ἀμφίβολον τῆς μάχης φυλάξωνται. ἀντιστροφὴ κώλων εʹ.
Ag 1426b ἡμέτερον + μεγαλόμητις ε ἶ· ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς. καὶ αὕτη γὰρ κώλων ἐστὶν ὁμοίων εʹ. ἐπὶ τῶι τέλει παράγραφος. μεγαλόμητις] μεγαλόβουλος.
Ag 1426d περίφρονα] ὑπέρφρονα. ἔλακες] εἶπες.
Ag 1428a Μαίνεταί σου ἡ φρὴν ὥστε ἀπολέσθαι ἐφ’ ὧι δέδρακας. ἐπίκειται δέ σου τῶι προσώπωι καθαρὸν τὸ αἷμα ὥστε τὸν φονεύοντά σε μὴ ἐγκαλεῖσθαι. λῖπος] ἤγουν τὸ αἷμα.
Ag 1428c ἐπ’ ὀμμάτων] ἐπὶ τοῦ προσώπου. ἀτίετον] ἀτιμώρητον ἔτι.
Ag 1430 τίσαι] ἀποδοῦναι. ἡμέτερον + καὶ τήν δ ’ ἀκούει ς· σύστημα ἕτερον κατὰ περικοπὴν στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιζʹ.
Ag 1431a ἐπὶ τῶι τέλει παράγραφος. τήνδ’] ἣν ὄμνυμί σοι.
Ag 1431c ἀκούεις] ἀντὶ τοῦ ἄκουσον. τέλειον] ἤγουν τὴν τελεσθεῖσαν νῦν δικαίως.
Ag 1434 οὔ μοι] ἤγουν οὐ φοβοῦμαι. αἴθηι] ἤγουν θυσίας ποιῆι.
Ag 1437 ἀσπὶς] βοήθεια. τῆσδε] τῆς Κασάνδρας.
Ag 1438b λυμαντήριος] τιμωρός. οὗτος γὰρ μέλλει καταβαλεῖν ἀπ’ αὐτῆς ἃ περὶ τὸ σῶμα αὐτῆς περίκειται χρυσία.
Ag 1440 ἥ τ’] ἀπὸ κοινοῦ τὸ κεῖτα ι. ἱστοτρίβης] ἡ περὶ τὸν ἱστὸν τῆς νεὼς συνοῦσα αὐτῶι.
Ag 1443b ἐπραξάτην] αὐτή τε καὶ Ἀγαμέμνων. ση(μείωσαι).
Ag 1444b οὕτως] ἀπέθανεν ὡς ἤκουσας. φιλήτωρ] ἡ ἐκ ψυχῆς φιλουμένη.
Ag 1447 παροψόνημα] ἤγουν τρυφήν. στροφὴ κώλων ιδʹ.
Ag 1448b [5] ἡμέτερον + φεῦ τίς ἄ ν· αἱ συστηματικαὶ αὗται πᾶσαι περίοδοι καλοῦνται ἀλλοιόστροφοι. εἰσὶ δὲ τὰ μὲν τῶν στροφῶν κῶλα χοριαμβικά, τὰ δὲ τῶν συστημάτων τῶν μεταξὺ ἀναπαιστικά. ἐπὶ ταῖς ἀποθέσεσιν πάσαις παράγραφος, ἐπὶ δὲ τῶι τέλει διπλαῖ δύο ἔξω νενευκυῖαι συνήθως. τίς] μοῖρα.
Ag 1448d ἐν τάχει] μόλοι. περιώδυνος] περισσὰς ὀδύνας φέρουσα.
Ag 1449 δεμνιοτήρης] ἐν τοῖς δεμνίοις φυλάττουσα. ὕπνον] οὐ τὸν συνήθη ὕπνον αἰτεῖ, ἀλλὰ τὸν θάνατον.
Ag 1453 γυναικὸς] διά. ὑπὸ Τροίαι] ἐν τῶι ἀκολουθῆσαι τῶι Πάριδι.
Ag 1458 τελείαν] ὀιζύν, ταλαιπωρίαν. ἐπηνθίσω] ἐκαρπώσω.
Ag 1459b αἷμ’] τὸ τῶν Τρώων ἀκάθαρτον διὰ τὴν αὐτῶν παρανομίαν. δόμοις] διὰ τὸ ἀεὶ ἄνθρωπον ἀναιρεῖσθαι ἐν τοῖς οἴκοις.
Ag 1461a ἐρίδματος] ἔριδος. ὀιζύς] φθορά.
Ag 1462a σύστημα κατὰ περικοπὴν κώλωνϛʹ. + ἀναπαιστικὰ κῶλα ϛʹ, εἶτα παράγραφος.
Ag 1467 ἄλγος] τὸ κατὰ τὸν Ἀγαμέμνονα. στροφὴ ἑτέρα κώλων ζʹ.
Ag 1468b + χοριαμβικὰ κῶλα ζʹ, εἶτα παράγραφος. Διφυεῖσι ν· ἢ Ἀτρεῖ καὶ Θυέστηι, ἢ Ἀγαμέμνονι καὶ Μενελάωι.
Ag 1470 Κλυταιμνήστραν καὶ Ἑλένην λέγει, αἳ κατὰ φαυλότητα ἴσας τὰς ψυχὰς ἔχουσιν. καρδίαι δηκτὸν] ἤγουν δάκνον τὴν καρδίαν μου.
Ag 1471b κρατύνεις] ἐπιφέρεις. Ὡς κόραξ ἐσθίων νεκρὸν σῶμα βοᾶι, οὕτω καὶ ὁ δαίμων ἐκνόμως δικάσει παρὰ τὸ δίκαιον.
Ag 1474 ἐπεύχεται] καυχᾶται. σύστημα ἕτερον κώλων ϛʹ.
Ag 1475b + ἀναπαιστικὰ ὅμοια τοῖς προρρηθεῖσιν κῶλα ϛʹ, εἶτα παράγραφος. νῦν δ’] νῦν ἔτυχες τοῦ ὀρθοῦ λόγου.
Ag 1477a γέννας] γενεᾶς. Διὰ τὸ εἰς τὸν δαίμονα ἀποτείνεσθαι τὸν παλαιόν.
Ag 1477b ἐκεῖνος γὰρ αἴτιος καὶ τοῦ φόνου τούτου. κικλήσκων] καλῶν.
Ag 1478 αἱματολοιχὸς] αἵματα λείχων, φόνων ἐπιθυμῶν. ἰχώρ] ἤγουν φόνος.
Ag 1481a στροφὴ ἑτέρα κώλων ηʹ. + χοριαμβικὰ κῶλα ὅμοια τοῖς ῥηθεῖσιν ηʹ.
Ag 1481b ἐπὶ τῶι τέλει παράγραφος καὶ διπλαῖ. ἔχει γὰρ καὶ ἀντιστροφήν. βαρύμηνιν] βαρύοργον.
Ag 1482b αἰνεῖς] ἀποδέχηι καὶ συμπράττεις αὐτῶι. ἀτηρᾶς] ἀντὶ μιᾶς.
Ag 1484 ἀκορέστου] αἰνεῖς. διαὶ] διά.
Ag 1486 πανεργέτα] τοῦ πᾶν ἐργαζομένου. θεόκραντον] ἐκ θεοῦ τελεσθέν.
Ag 1489a σύστημα ἕτερον κώλων θʹ. + ἀναπαιστικὰ κῶλα θʹ, εἶτα παράγραφος καὶ διπλαῖ.
Ag 1489b ἔχει γὰρ καὶ ἕτερον ὅμοιον σύστημα. βασιλεῦ] ὦ Ἀγαμέμνον.
Ag 1490 ἐκ φιλίας] φιλικῆς. ὑφάσματι] ἤγουν ἀσθενεῖ ἢ λεπτῶι καὶ ἀραχνώδει καταγελάστως.
Ag 1494 ἀνελεύθερα] ἀνελευθέρως, δουλικῶς. μόρωι] ἰαμβικόν.
Ag 1496 βελέμνωι] ξίφει. σύστημα ἕτερον κώλων ηʹ.
Ag 1497b + ἀναπαιστικὰ κῶλα ὅμοια ηʹ, εἶτα παράγραφος. Μὴ νόμιζε ἐμὲ εἶναι, φησίν, ἄλοχον τοῦ Ἀγαμέμνονος, ἀλλὰ φανὲν εἴδωλον τοῦ τιμωρητικοῦ δαίμονος, ὁμοιωθὲν ἐμοί, ἀπήιτησε τὸν Ἀγαμέμνονα τὸν φόνον τοῦ Ἀτρέως τοῦ θοινήσαντος τὸν Θυέστην καὶ οἱονεὶ εὐωχίαν ποιήσαντος τὰ ἐκείνου τέκνα.
Ag 1505a ἀντιστροφὴ κώλων ηʹ. + ὡς μὲν ἀναίτιο ς· ἡ ἀντισροφὴ αὕτη κώλων ἐστὶν ηʹ ὁμοίων τῆς ἄνω ῥηθείσης στροφῆς ἧς ἡ ἀρχὴ ἦ μέγαν οἴκοι ς, εἶτα παράγραφος.
Ag 1513a σύστημα ἕτερον κώλων θʹ. + ἀναπαιστικὰ ὅμοια τῶι ἄνω συστήματι κῶλα θʹ, εἶτα παράγραφος.
Ag 1513c βασιλεῦ] ὦ. ἰαμβικόν.
Ag 1521a σύστημα ἕτερον κώλων θʹ. + ἀναπαιστικὰ κῶλα θʹ, εἶτα παράγραφος.
Ag 1530a στροφὴ ἑτέρα κώλων ζʹ. + χοριαμβικὰ κῶλα ὅμοια τοῖς ῥηθεῖσιν ζʹ, εἶτα παράγραφος καὶ διπλαῖ.
Ag 1530b ἔχει γὰρ καὶ ἀντιστροφήν. σύστημα κώλων ιʹ.
Ag 1538b + ἀναπαιστικὰ κῶλα ιʹ, εἶτα παράγραφος. τλήσηι] ἔτλης.
Ag 1547a στροφὴ ἑτέρα κώλων δʹ. + χοριαμβικὰ κῶλα δʹ, εἶτα παράγραφος.
Ag 1548 αἶνος] ὕμνος. ἰάπτων] πεμπόμενος.
Ag 1551a σύστημα ἕτερον κώλων θʹ. + ἀναπαιστικὰ κῶλα θʹ, εἶτα παράγραφος.
Ag 1560a ἀντιστροφὴ κώλων ζʹ. + χοριαμβικὰ κῶλα ὅμοια τῆς ἄνω στροφῆς ζʹ, ἧς ἡ ἀρχὴ ἀμηχαν ῶ.
Ag 1560b ἐπὶ τῶι τέλει παράγραφος. σύστημα ἕτερον κώλων ιʹ.
Ag 1567b + ἀναπαιστικὰ κῶλα ιʹ, εἶτα δύο διπλαῖ ἔξω νενευκυῖαι. δύστλητα] δυσυπομόνητα.
Ag 1577a + ἡμέτερον. ὦ φέγγος εὔφρο ν· αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων οβʹ, ὧν τελευταῖος· ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύ ς. ἐπὶ ταῖς ἀποθέσεσι πάσαις καὶ ἐπὶ τῶι τέλει ὁμοίως παράγραφος. εὔφρον] εὐφραντικόν.
Ag 1578 τιμαόρους] βοηθούς. φίλως] προσφιλῶς.
Ag 1582a πατρώιας] ἤγουν τῆς τοῦ Ἀτρέως. ἐκτίνοντα] ἀποδιδόντα.
Ag 1583 διήγησις. ἀμφίλεκτος] ἤγουν φιλονεικῶν περὶ τῆς βασιλείας.
Ag 1586 ἠνδρηλάτησεν] ἐξώρισεν. προστρόπαιος] ἤγουν ἱκετεύσας αὐτόν.
Ag 1587b ἑστίας] ἐπὶ τῆς οἰκίας. μολὼν] ἐλθών.
Ag 1590 ξενίαι] φιλοξενίαι. δαῖτα] εὐωχίαν.
Ag 1594 κτένας] τὰς διαστάσεις τῶν δακτύλων. ἀνδρακὰς] ἀντὶ τοῦ καθ’ ἑαυτόν.
Ag 1600a ἄφερτον] ἀφόρητον. ἐπεύχεται] ἐπηράσατο.
Ag 1601a λάκτισμα] ἀνατροπήν. ξυνδίκως] δικαίως.
Ag 1602 ὀλέσθη] ἀπώλετο. τυτθὸν] μικρόν.
Ag 1614 ἔποικτον] ἄξιον οἴκτου. Νερτέρα ι· ἀντὶ τοῦ ὑποδεεστέραι καθέδραι ὤν οἱ γὰρ ζύγιοι τῶν θαλαμίων ἄνωθέν εἰσιν.
Ag 1619 διδάσκεσθαι] βαρὺ γὰρ νουθεσία γέροντι. τηλικούτωι] ἤγουν τῶι πρεσβύτηι.
Ag 1620b εἰρημένον] προσταγὲν αὐτῶι. δεσμὸς] ἤγουν ἡ κάθειρξις.
Ag 1621b γῆρας] οὐ μόνον νεότητα ἀλλά. νήστιδες] ἤγουν τὸ λιμοκτονηθῆναι.
Ag 1622 ἐξοχώταται] ἄρισται. παρ(οιμί)α.
Ag 1624b πήσας] παθών. μογῆις] θλιβήσηι.
Ag 1629 ση(μείωσαι). ἐξορίνας] διεγείρας.
Ag 1631b ἠπίοις] ἡμέροις. ὑλάγμασιν] ὑλακαῖς, βοαῖς.
Ag 1632a ἄξηι] κινήσεις. κρατηθεὶς] νικηθείς.
Ag 1634 Οὐχ ὑπέμεινας, φησίν, ἢ οὐκ ἐτόλμησας δρᾶσαι σὺ αὐτὸς τὸ ἔργον μόνος, ἀλλὰ σὺν τῆι γυναικί. τὸ γὰρ] ναί.
Ag 1636b δολῶσαι] μετὰ δόλου ποιῆσαι. Οὐχ ὑποζεύξω τὸν μὴ πειθαρχοῦντα ὡς κριθῶντα πῶλον ἀλλὰ συγκλείσας καὶ λιμώττειν ἐάσας πραϋνῶ.
Ag 1639b πειθάνορα] τὸν πειθαρχοῦντα. κριθῶντα] πίονα ταῖς κριθαῖς.
Ag 1642 ἐπόψεται] ἴδηι. ἠνάριζες] ἐφόνευες.
Ag 1644b σὺν] σοὶ δηλονότι. βλέπει φάος] ἤγουν ζῆι.
Ag 1647 δεῦρο] ἐνταῦθα. παγκρατὴς] ἰσχυρός.
Ag 1649 [5] ἡμέτερον + ἀλ λ ’ ἐπεὶ δοκεῖ ς· ἔκθεσις τοῦ δράματος. οἱ δὲ στίχοι εἰσὶ τροχαϊκοὶ κεʹ ὧν οἱ κγʹ τετράμετροι καταληκτικοί. οἱ δὲ ἐν τῶι τέλει δύο τρίμετροι ὑπερκατάληκτοι. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει τοῦ δράματος κορωνὶς ἡ τὸ δρᾶμα ἐπισφραγίζουσα καὶ περατοῦσα. τύχην] τὸν οἰωνὸν δηλονότι.
Ag 1657 πεπρωμένους] ἐπέπρωτο γὰρ τὰ πεπραγμένα. ὑλαγμάτων] ὑλακῶν, βοῶν ἀσήμων.
Ag 1672b Ἐγώ, φησί, καὶ σὺ κρατοῦντες τῶνδε τῶν δωμάτων διαθησόμεθα τὸ καθ’ αὑτοὺς καλῶς. καὶ σὺ] ἐγὼ γὰρ δηλονότι.
Eum t DEMETRII TRICLINII SCHOLIA IN EVMENIDES Ὑπόθεσις τοῦ προκειμένου δράματος.
Eum hyp [5] Ὀρέστης ἐν Δελφοῖς περιεχόμενος ὑπὸ τῶν Ἐριννύων βουλῆι Ἀπόλλωνος παραγίνεται εἰς Ἀθήνας εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς· ἧς βουλῆι νικήσας κατῆλθεν εἰς Ἄργος. τὰς δὲ Ἐριννύας πραείας γινομένας κατ’ εὐφημισμὸν προσηγόρευσεν Εὐμενίδας. παρ’ οὐδετέρωι κεῖται ἡ μυθοποιία. τὰ τοῦ δράματος πρόσωπα· προφῆτις τῆς Πυθίας, Ἀπόλλων, Ὀρέστης, Κλυταιμνήστρας εἴδωλον, χορὸς Εὐμενίδων, Ἀθηνᾶ, προπομποί. ἡμέτερον + ἡ εἴσθεσις τοῦ παρόντος δράματος ἐκ συστηματικῶν ἐστι περιόδων.
Eum 1a [5] οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρλγʹ, ὧν τελευταῖος· ἕπου μάραινε δευτέροις διώγμασ ι. μετὰ δὲ τὸν ριϛʹ, τὸν ριηʹ, τὸν ρκʹ, τὸν ρκβʹ κώλου τμήματα δʹ, ἃ μονόμετρά ἐστι βραχυκατάληκτα. μετὰ δὲ τὸν ρκδʹ ἕτερα βʹ κῶλα ὧν τὸ ἓν δίμετρον βραχυκατάληκτον, τὸ δὲ ἕτερον ἑφθημιμερὲς ἐκ τριβραχέων. εἰ δὲ καὶ τροχαϊκὰ τὰ κῶλα ταῦτα εἴποις, οὐκ ἂν ἁμάρτηις. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. + τὸ προοίμιον διηγηματικόν.
Eum 3 + σχόλια παλαιά. Ἣ δὴ τὸ μητρό ς· ἢ τῆς κοινῆς μητρὸς πάντων Γῆς ἢ τῆς Θέμιδος· ἥτις ὀπτήριον θεασαμένη τὸν τῆς ἀδελφῆς αὐτῆς Λητοῦς παῖδα δέδωκε συγγενικὴν δόσιν. ἀπόδειξις δὲ αὕτη τῆς δωρεᾶς οὐκ ἀχάριστος. Κελευθοποιοὶ παῖδε ς· Θησεὺς τὴν ὁδὸν ἐκάθηρε τῶν ληιστῶν.
Eum 13a καὶ ὅταν πέμπωσιν εἰς Δελφοὺς θεωρίδα, προέρχονται ἔχοντες πελέκεις ὡς διημερώσοντες τὴν γῆν. Ἡφαίστου χθόν α· τὴν Πυθὼ τὴν πρώην Ποσειδῶνος, ὑπὲρ ἧς Καλαύρειαν ἐδέξατο.
Eum 13b Καλλίμαχος· μέσφα Καλαυρείης ἦλθεν ἐς ἀντίδοσι ν. τιμαλφεῖ] τιμᾶι.
Eum 20 Τούτους ἐν εὐχαῖ ς· τοῦτό φησιν ἐπειδὴ δραματική ἐστιν ἡ ποίησις. εἰ δὲ ἦν διηγηματική, εἶπεν ἂν ὁ ποιητής· ταῦτα εἰποῦσα εἰς θρόνον ἐκαθέζετο. Ἔνθα Κωρυκὶς πέτρ α· πέτραν φησὶ κοίλην τὸν Παρνασσόν.
Eum 22 διὰ τὸ εἶναι δὲ κοῖλον τὸ ὄρος λέγεται ἐκεῖ ἀναστρέφεσθαι τοὺς δαίμονας, καὶ διὰ τὸ ἄοικον εἶναι. Βρόμιος] ὁ Διόνυσος.
Eum 26a Λαγὼ δίκη ν· οἱ λαγοὶ δειλοί εἰσιν. φησὶν οὖν αὐτὸν λαγωοῦ δίκην ὑποπτήξαντα μὴ ἀντιστῆναι τοῖς πολεμοῦσιν αὐτῶι. Πενθεῖ] τῶι.
Eum 30 [5] Καὶ νῦν τυχεῖν μ ε· φαίνεται ἐπὶ τῆς σκηνῆς εἶναι τὸ μαντεῖον· ἡ δὲ προφῆτις πρόεισιν ἐπίκλησιν, ὡς ἔθος, τῶν θεῶν ποιησομένη. ἀπροόπτως δὲ ἰδοῦσα τὰς Ἐριννύας κύκλωι τοῦ Ὀρέστου καθευδούσας, πάντα μηνύει τοῖς θεαταῖς, οὐχ ὡς διηγουμένη τὰ ὑπὸ τὴν σκηνήν— τοῦτο γὰρ νεωτερικὸν καὶ Εὐριπίδειον—ὑπὸ δὲ τῆς ἐκπλήξεως τὰ θορυβήσαντα αὐτὴν καταμηνύουσα φιλοτέχνως. τὰ δὲ πρῶτα ἐξ εὐχῆς καὶ ἐπικλήσεως θεῶν ἤρξατο, ἵνα ἀπὸ τῶν εὐφημοτέρων ἄρξηται ἡ προφῆτις. Ἦ δεινὰ λέξα ι· τὰ δεινά, φησίν, ἐξέπεμψέ με τοῦ μαντείου· ἰδοῦσα γὰρ Ὀρέστην ἐπὶ τοῦ βωμοῦ καὶ τὰς Ἐριννῦς κοιμωμένας ἔξειμι τεταραγμένη.
Eum 38 ὡρ(αῖον). Ἐμφαντικῶς παρίστησι τὸν νεωστὶ ηὐθεντηκότα οἱονεὶ τὸν φονεύσαντα· αὐθέντης γὰρ λέγεται ὁ φονευτής.
Eum 41 προστρόπαιον] ἱκετεύοντα. ση(μείωσαι).
Eum 45 ἀργῆτι] λευκῶι. Θαυμαστὸς λόχο ς· εἰώθασιν οἱ ποιηταί, ὅταν τι ἀσαφὲς εἴπωσιν, ἐκδιδάσκειν αὐτὸ ἀπὸ τοῦ Ὁμήρου καὶ σαφὲς ποιεῖν.
Eum 47 εὕδει] καθεύδει. Πρὸς τὸ φοβερὸν τῆς ὄψεως φησὶ τὸ Γοργείοισ ι.
Eum 49 καὶ γὰρ τὰς Γοργόνας λέγουσι δείματα φέρειν τοῖς ἀνθρώποις. τὸ δὲ ὅλον· εἶδον, φησίν, αὐτὰς ἐν γραφῆι πτερωτὰς, ἀλλ’ οὐχ ἁρπακτικάς. Βδελύτροπο ι· ἃς ἰδών τις, φησί, βδελύξαιτο καὶ ἐκτραπείη μισήσας αὐτὰς ὡς δυσειδεῖς· ἀπὸ γὰρ τῶν ὀμμάτων αὐτῶν λείβουσιν αἱματηρὸν σταλαγμόν.
Eum 52b ση(μείωσαι). Οὐδέποτε, φησί, τοιοῦτον γένος εἶδον μηδὲ ἴδοιμι.
Eum 57b φῦλον] γένος. ὄπωπα] εἶδον.
Eum 59 ἀνατεὶ] ἄνευ ἄτης. Κἀντεῦθεν μὲν οὖ ν· ὥστε, φησίν, εἰ θεραπείας χρεία, αὐτῶι μελέσθω τῶι Ἀπόλλωνι· καὶ γὰρ εἰ θεραπείας χρεία, αὐτός ἐστιν ἰατρός, εἰ δὲ μαντείας, πάλιν αὐτός ἐστι τερατοσκόπος.
Eum 64 Ἐπιφανεὶς Ἀπόλλων συμβουλεύει Ὀρέστηι καταλιπεῖν μὲν τὸ μαντεῖον, φυγεῖν δὲ εἰς Ἀθήνας. καὶ δευτέρα δὲ γίνεται φαντασία· στραφεὶς γὰρ μηχανήματα ἔνδηλα ποιεῖται κατὰ τὸ μαντεῖον ὡς ἔχει ἐν αὐτῶι. ταῦτα δὲ ὁ Ἀπόλλων φησίν· ἡ γὰρ ἱέρεια ἀπέστη αὐτοῦ. Καὶ παλαιὰς λέγει τὰς θεὰς καὶ κόρας· κόρας μέν, ὅτι ἄγαμοι καὶ παρθένοι εἰσί, παλαιὰς δὲ διὰ τὸ γῆρας.
Eum 69 τὸ ἀλλόκοτον δὲ τῆς φύσεως διὰ τῶν ἐναντίων τραγικώτερον διασύρει. ἐλῶσι] ἐλάσωσιν.
Eum 78 βουκολούμενος] περιέπων, ἐνεργῶν. ἄγκαθεν] ἐν ταῖς ἀγκάλαις.
Eum 85 μὴ ἀδικεῖν] συνίζησις. μὴ ἀμελεῖν] συνίζησις.
Eum 87 Τὸ σὸν σθένος, φησίν, ἀσφαλές ἐστιν εἰς τὸ εὖ ποιεῖν. πομπαῖος] ὅδιος γὰρ ὁ θεός.
Eum 91b ποιμαίνων] φυλάσσων. σέβει τοι] τοῦτο διὰ μέσου.
Eum 95 Ἐμὲ μέν, φησίν, ἀτιμάζετε, διότι ἐφόνευσα τὸν Ἀγαμέμνονα· καὶ οἱ ἐμὲ φονεύσαντες οὐκ ἀτιμάζονται, ὡς Ὀρέστης οὗτος ὁ ἐμὸς υἱός. ἀλῶμαι] πλανῶμαι.
Eum 99 Ἔχω μεγίστην αἰτία ν· σφαγεῖσα, φησίν, αἰτιῶμαι παρ’ ἐκείνων ὡς ὑπὸ τοῦ Ὀρέστου τοῦ ἡμετέρου υἱοῦ ἀνηιρέθην. μηνίεται] ὀργίζεται.
Eum 104 Εὕδουσα γὰρ φρή ν· ἐν τῶι καθεύδειν, φησίν, ὁ νοῦς ἀκριβέστερον ὁρᾶι μὴ πλανώμενος τῆι θέαι τῆς ἡμέρας· καὶ γὰρ τῆς νυκτὸς αἱ ἔννοιαι ἄρισται. Χοάς τ ’ ἀοίνου ς· οἶνος γὰρ οὐ σπένδεται Ἐριννύσιν.
Eum 107 ἔθυον δὲ αὐταῖς κατὰ τὴν νύκτα, ἐν ἧι οὐδεὶς τῶν θεῶν ἐκοινώνει τῆς θυσίας αὐταῖς. ἐν γὰρ τῶι μέσωι τῆς νυκτὸς μόναις Ἐριννύσιν ἀπάρχονται θύειν. πατούμενα] ἤγουν ἀνατετραμμένα.
Eum 111 ἐξαλύξας] ἐκφυγών. ἀρκυσμάτων] δικτύων.
Eum 113a Ἐκκατιλλώψα ς· χλεβάσας, ἐγγελάσας. διὰ δὲ τούτων ἐρεθίζει αὐτάς. ἐκκατιλλώψας] χλεβάσας.
Eum 118 ἡμέτερον + ἀπὸ τοῦ μυγμοῦ τὸ μύζειν παρήγαγεν. ἔοικε δὲ εἶναι ὁ μυγμὸς καὶ μωγμὸς ἀπήχημά τι τῶν ὑπνούντων. Ὁ μὲν Ὀρέστης, φησίν, οἴχεται Ἀθήναζε πυθόμενος· αἱ δὲ Ἐριννύες μόναι καθεύδουσιν ὑπὸ πόνου ἴσως καὶ Ἀπόλλωνος, τοῦ τραγωιδοποιοῦ τοῦτο ἐπιτηδεύσαντος, ἵνα διὰ τούτου ἐμφανὲς γένηται τὸ ἄγριον αὐτῶν καὶ χαλεπόν.
Eum 124 Ὤζει ς· ὥσπερ παρὰ τὸ αἲ αἰάζειν γίνεται, οὕτω καὶ παρὰ τὸ ὢ ὤζειν. τί δέ, φησί, τὸ σὸν ἔργον ἀνύει; Κύριοι συνωμότα ι· συνωμοσίαν, φησί, ποιήσαντες κατεκοίμισαν ὑμᾶς.
Eum 131a Ὀνειροπολοῦσαι διώκειν Ὀρέστην ἐοίκασιν. κλαγγαίνεις] βοᾶις.
Eum 135 ἄλγησον] οὕτως ἄλγησον ὡς μαστιζόμενος. ὡρ(αῖον).
Eum 137 Ἐπουρίσασ α· ἐφορμήσασα τῶι Ὀρέστηι. τὸ δὲ ἀτμῶι κατισχαίνουσα ἀντὶ τοῦ πυρετῶι αὐτὸν ἀναλίσκουσα, ὡς δοκεῖν ἀτμοὺς ἀνιέναι ἀπὸ τῆς γαστρὸς αὐτοῦ. ἡμέτερον + ἔγει ρ ’ ἔγειρ ε· καὶ τὰ παρόντα εἴδη τοῦ χοροῦ τοιαῦτά ἐστιν, οἷα πολλάκις εἴρηται.
Eum 140a [5] ἔχει γὰρ ἐν ἀρχῆι σύστημα ἐπιφθεγματικὸν στίχων ἰαμβικῶν τριμέτρων γʹ, ἑξῆς δὲ κατὰ σχέσιν στροφὰς καὶ ἀντιστροφὰς γʹ ὧν τῆς μὲν πρώτης στροφῆς τὰ κῶλα ζʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τῆς δευτέρας ὁμοίως ζʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τῆς δὲ τρίτης εʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· ἃ καὶ μετρήσεις τοῖς προτέροις ἑπόμενος. εἰσὶ δ’ ἐν τούτοις καὶ ἰαμβικοὶ τρίμετροι πολλοί. ἐπὶ ταῖς ἀποθέσεσι τῶν στροφῶν καὶ ἀντιστροφῶν παράγραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. σύστημα ἐπιφθεγματικόν.
Eum 143 στροφὴ κώλων ζʹ. ἴαμβος.
Eum 145 Ἐπάθομεν πάθο ς· κομματικῶς ἕκαστον ἰδίως προενεκτέον· αἱ γὰρ διακοπαὶ πρόσφοροι τοῖς πάθεσι τούτοις. ἴαμβος.
Eum 149 ἀντιστροφὴ κώλων ζʹ. ἴαμβος.
Eum 150b καθιππάσω] ἀντὶ τοῦ κατεπολέμησας. ἴαμβος.
Eum 153b Συλληπτικῶς χρὴ λέγεσθαι τὸν μητραλοία ν. στροφὴ ἑτέρα κώλων ζʹ.
Eum 155b ἴαμβος. Οὕτως ἔτυψέ με, φησίν, ὥσπερ ἡνίοχος τύπτει τοὺς πώλους τῶι κέντρωι.
Eum 159 λοβόν] τὸ ἄκρον τοῦ ἥπατος. τὸ πέρι] οὐ τὸ τυχὸν βαρύ, ἀλλὰ περισσόν.
Eum 162a ἀντιστροφὴ κώλων ζʹ. ἴαμβος.
Eum 163 δίκας πλέον] ἤγουν ὑπὲρ τὸ δίκαιον. Τὸν θρόνον, φησίν, οὗ ὁ Ὀρέστης καθῆστο, πάρεστιν ὁρᾶν φονολειβῆ ἀπὸ ποδῶν ἕως κεφαλῆς.
Eum 164 τὸ δὲ γᾶς ὀμφαλὸν ἀντὶ τοῦ τὸν ἐν Πυθοῖ. διὰ τούτων δὲ ἀποσκευάζειν δοκοῦσι τῆς ἐπικουρίας τῶν θεῶν τὸν Ὀρέστην, ὥστε τὸν ὀμφαλὸν ἔχειν αἱμάτων ἄγος ἐπαίροντα. στροφὴ ἑτέρα κώλων εʹ.
Eum 169b ἴαμβος. μάντι] ὦ.
Eum 170 αὐτὸς ἑαυτὸν καλέσας ἐπὶ τῶι μιᾶναι τὸν ναόν. παρὰ νόμων] ἔξω τῶν.
Eum 171b τίων] τιμῶν. ἡμᾶς δηλονότι ὅσον τὸ ἐπὶ σοὶ ἀναιρήσας καὶ φονεύσας.
Eum 174a ἀντιστροφὴ κώλων εʹ. ἴαμβος.
Eum 175 ὑπαὶ] ὑπό. Ἐναγής, φησίν, ὢν ἐν τῶι κάραι αὐτοῦ ἕτερον μιάστορα λήψεται, καὶ οἱ ἐξ αὐτοῦ δίκας ἡμῖν δώσουσιν.
Eum 176b ποτιτρόπαιος] προστρόπαιος, ἱκέτης. ἡμέτερον + ἔξω κελεύ ω· αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ξεʹ, ὧν τελευταῖος· αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκη ς.
Eum 179 ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. τὸ μὲν πρῶτον πρὸς πάσας ὁ λόγος, ἑξῆς δὲ πρὸς μίαν ἑκάστην ἀποδίδοται.
Eum 181a πτηνὸν] ταχύν. Ἀργηστὴν ὄφι ν· τραγικώτερον ὄφιν εἶπε τὸ βέλος διὰ τὸν ἰόν, πτηνὸν δὲ διὰ τὸ ἐπτερῶσθαι.
Eum 181c ἀργηστὴν] λευκόν. ὄφιν] βέλος.
Eum 183 Μέλανα ἀφρὸν εἶπε τὸ αἷμα, οὐ δήπου τὸ ἔμφυτον αὐτῶν— ἀναίμονες γάρ εἰσιν οἱ θεοί—ἀλλὰ τὸ ἀπ’ ἀνθρώπων ἠθροισμένον· ἀφρὸν δὲ τὴν πῆξιν τοῦ αἵματος. Χλοῦνιν λέγει τὴν ἀκμαίαν ἀποκοπὴν παρὰ τὴν χλόην· ἢ ἐπεὶ χλούνης ὁ σῦς, οἱ κάπροι δὲ εὐθὺς εὐνουχίζονται.
Eum 191 Τὸ ἑορτῆς εἰρωνικὸν ἀντὶ τοῦ διατριβῆς. Πᾶς δ ’ ὑφηγεῖται τρόπο ς· ἀντὶ τοῦ διὰ τῆς μορφῆς ὑμῶν ἡ κακία τῶν τρόπων ὑμῶν δείκνυται.
Eum 199 Οὐκ ἐπικοινωνῶν τῆι αἰτίαι, ἀλλὰ τοῦ παντὸς σὺ αἴτιος. προστραπέσθαι] προσελθεῖν.
Eum 205b ἐπέστελλον] ἐκέλευσα αὐτόν. Τοῦτο κατὰ ἀκισμὸν εἴρηται, ὅ φασιν ἰδίωμα, τὰς διωκτρίας προπομποὺς εἰποῦσαι.
Eum 206 ἀκίζειν γάρ φασι τὸ τὰς γυναῖκας ἰδιωματεύεσθαι καὶ σεμνολογεῖν. μολεῖν] ὑμᾶς.
Eum 211 Τί προστέταχθε ποιεῖν περὶ ἀνδροφόνου ἀνδρὸς γυναῖκα φονεύσαντος; Ὁ τοῦ Ἀγαμέμνονος φόνος, φησίν, οὐκ ἔστιν αὐθέντης, ὅ ἐστι μιαρός.
Eum 212b αὐθέντης] μιαρός. ὡρ(αῖον).
Eum 223 ἡσυχαιτέραν] δολιωτέραν. τίδει] ποίει.
Eum 229 λέγηι] ὀνομάζηι. ὡρ(αῖον).
Eum 244a [5] ἡμέτερον + εἶε ν · τό δ ’ ἐστὶ τἀνδρό ς· καὶ τὰ παρόντα εἴδη τοῦ χοροῦ τοιαῦτά ἐστιν, οἷα πολλάκις εἴρηται· ἔχει γὰρ ἐν ἀρχῆι σύστημα ἐπιφθεγματικὸν στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιʹ, ἑξῆς δὲ στροφὴν μονόστροφον κώλων κβʹ, ἃ καὶ μετρήσεις τοῖς προτέροις ἑπόμενος. ἐν οἷς εἰσι καὶ ἰαμβικοὶ τρίμετροι. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. σύστημα ἐπιφθεγματικὸν στίχων ιʹ.
Eum 253 προσγελᾶι] θέλγει, προσέρχεται. στροφὴ κώλων κβʹ.
Eum 258 ἴαμβος. ἴαμβος.
Eum 264 ἴαμβος. ἴαμβος.
Eum 268 τίνηις] ἵνα. ἴαμβος.
Eum 269b ἄλλον] εἰς. ἴαμβοι βʹ.
Eum 272 ἔχοντ’ ἕκαστον] Ἰωνικόν. ὡρ(αῖον).
Eum 275 ἴαμβος. ἡμέτερον + ἐγὼ διδαχθεί ς· αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων λαʹ ὧν τελευταῖος· ὕμνων ἀκούσηι τῶνδε δεσμίων σέθε ν.
Eum 276 ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. γνώ(μη).
Eum 294 ὀρθὸν ἢ κατηρεφῆ] καταβάλλει γὰρ ἢ ὀρθοῖ. μὴ οὐ] συνίζησις.
Eum 307a στροφὴ καὶ ὠιδὴ κώλων ιεʹ. + ἀναπαιστικὰ κῶλα ιεʹ, δίμετρα καὶ μονόμετρα.
Eum 307b ἐπὶ τῶι τέλει κορωνίς. στροφὴ κώλων ιαʹ.
Eum 321b ἡμέτερον + μᾶτερ ἅ μ ’ ἔτικτε ς· τὰ παρόντα εἴδη κατὰ σχέσιν ἐστὶ καὶ ἐξ ὁμοίων ὡς εἴρηται. εἰσὶ δὲ τῆς μὲν στροφῆς τὰ κῶλα ιαʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. ἐπὶ τῶι τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνίς. λείπει βʹ.
Eum 327 ματρώιον] συνίζησις. ὅρα.
Eum 334 ἀντιστροφὴ κώλων ιγʹ. περισσὰ βʹ.
Eum 341-342 ὅρα ὅμοια. στροφὴ κώλων εʹ.
Eum 346b [10] ἡμέτερον + γινομέναισι ν· τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται μεσωιδικά, ὡς εἴρηται· οὐκ εἰσὶ δὲ διόλου τοιαῦτα, ἀλλ’ ἐν τῆι πρώτηι μόνον στροφῆι ἔστι καὶ μεσωιδός, αἱ δὲ λοιπαὶ δύο ταῖς ἀντιστροφαῖς εἰσι συνημμέναι. εἰσὶ γοῦν τῆς μὲν πρώτης στροφῆς τὰ κῶλα εʹ, τῆς μεσωιδοῦ ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς αὖθις εʹ, τῆς δευτέρας στροφῆς κῶλα ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, καὶ τῆς τρίτης ὁμοίως ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. ἐπὶ τῶι τέλει τῆς μὲν πρώτης στροφῆς παράγραφος καὶ διπλαῖ διὰ τὴν ἀνταπόδοσιν, τῶν δὲ λοιπῶν στροφῶν καὶ ἀντιστροφῶν παράγραφος. ἐπὶ δὲ τῶι τέλει κορωνὶς ἐξιόντος τοῦ χοροῦ. μεσωιδὸς κώλων ηʹ.
Eum 360 ἀντιστροφὴ κώλων εʹ. θεῶν] συνίζησις.
Eum 365a στροφὴ ἑτέρα κώλων ηʹ. οὐκ ὀρθά.
Eum 366-371 ὀρθά. οὐκ ὀρθά.
Eum 372 ἀντιστροφὴ κώλων ηʹ. ὀρθά.
Eum 381 στροφὴ ἑτέρα κώλων ηʹ. ἴαμβος.
Eum 389 ἀντιστροφὴ κώλων ηʹ. ἴαμβος.
Eum 397 ἡμέτερον + πρόσωθεν ἐξήκουσ α· αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ϙγʹ, ὧν τελευταῖος· ἥξω διαιρεῖν τοῦτο πρᾶγ μ ’ ἐτητύμω ς. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. νιν] αὐτόν.
Eum 487 τὰ βέλτατα] τὰ μέγιστα. προωιδὸς κώλων ηʹ.
Eum 490b [5] ἡμέτερον + νῦν καταστροφα ί· τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται προωιδικά, ὡς εἴρηται. ἔχει δὲ τὰ παρόντα προωιδὸν καὶ στροφὰς τρεῖς καὶ ἀντιστροφὰς τοσαύτας. εἰσὶ δὲ τῆς μὲν προωιδοῦ τὰ κῶλα ηʹ, τῆς πρώτης στροφῆς ιβʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· ἧστινος δὴ στροφῆς μετὰ τὸ τέλος κῶλά ἐστι δύο, ἃ καλεῖται ἐφύμνιον ἢ μεσύμνιον, ὥς φασιν. τῆς δευτέρας στροφῆς τὰ κῶλα ιαʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τῆς δὲ τρίτης ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. ἐπὶ ταῖς ἀποθέσεσιν ἑκάστης στροφῆς καὶ ἀντιστροφῆς παράγραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. στροφὴ κώλων ιβʹ.
Eum 502-505 οὐκ ὀρθά. + τὰ δύο ταῦτα κῶλα καλεῖται ἐφύμνιον ἢ μεσύμνιον.
Eum 512-514 ὀρθά. ἀντιστροφὴ κώλων ιβʹ.
Eum 513 νεοπαθὴς] ἀντὶ μιᾶς. οὐκ ὀρθά.
Eum 519-524 ὀρθά. στροφὴ ἑτέρα κώλων ιαʹ.
Eum 529 ὤπασεν] ἀντὶ μιᾶς. δυσσεβίας] Ἰωνικόν.
Eum 537 ἀντιστροφὴ κώλων ιαʹ. ση(μείωσαι).
Eum 539b αἴδεσαι] αἰδέσθητι. νιν] αὐτόν.
Eum 550 στροφὴ ἑτέρα κώλων ηʹ. ἴαμβος.
Eum 558 ἀντιστροφὴ κώλων ηʹ. θερμῶι] ἤγουν θερμουργῶι.
Eum 562 ἴαμβος. ἄϊστος] συνίζησις.
Eum 566 ἡμέτερον + κήρυσσε κῆρυ ξ· αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρμθʹ, ὧν τελευταῖος· σωτήριόν τε καὶ δορὸς νικηφόρο ν. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. ὡρ(αῖον).
Eum 663 ση(μείωσαι). ση(μείωσαι).
Eum 691 μὴ ἀδικεῖν] συνίζησις. ὡρ(αῖον).
Eum 699 ὡρ(αῖον). ὡρ(αῖον).
Eum 749 μὴ ἀδικεῖν] συνίζησις. στροφὴ κώλων ιϛʹ.
Eum 808b ἡμέτερα + ἰὼ θεο ί· τὰ τοιαῦτα εἴδη καλεῖται ἑτερόστροφα, ὡς εἴρηται. εἰσὶ δὲ τῆς παρούσης στροφῆς τὰ κῶλα ιϛʹ, ὧν οἱ πρῶτοι γʹ ἰαμβικοὶ τρίμετροι στίχοι, τὰ δὲ λοιπὰ κῶλα διαφόρων μέτρων. ἐπὶ τῶι τέλει παράγραφος. σύστημα στίχων ιγʹ.
Eum 824b + οὐκ ἔσ τ ’ ἄτιμο ι· σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιγʹ. ἐπὶ τῶι τέλει παράγραφος. στροφὴ ἑτέρα κώλων ιαʹ.
Eum 837b ἡμέτερα + ἐμὲ παθεῖν τάδ ε· στροφὴ ἑτέρα κώλων ιαʹ, ἃ καὶ μετρήσεις τοῖς προτέροις ἑπόμενος. ἐπὶ τῶι τέλει παράγραφος καὶ διπλαῖ διὰ τὴν ἀνταπόδοσιν. σύστημα ἕτερον στίχων κβʹ.
Eum 848b + ὀργὰς ξυνοίσω σο ι· σύστημα ἕτερον κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων κβʹ. ἐπὶ τῶι τέλει παράγραφος. ση(μείωσαι).
Eum 866 ὡρ(αῖον). ἀντιστροφὴ κώλων ιαʹ.
Eum 870b ἡμέτερα + ἐμὲ παθεῖν τάδ ε· ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς, τὰ αὐτὰ γὰρ ἔχει κῶλα καὶ τοσαῦτα. ἐπὶ τῶι τέλει δύο διπλαῖ συνήθως. σύστημα στίχων ιαʹ.
Eum 881b + οὔτοι καλοῦμα ι· σύστημα ἕτερον κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ιαʹ. ἐπὶ τῶι τέλει παράγραφος. καὶ οἱ ἑξῆς στίχοι ὅμοιοι εἰσὶν ἰαμβικοὶ τρίμετροι κδʹ. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῶι τέλει κορωνίς. στροφὴ κώλων ιαʹ.
Eum 916b ἡμέτερα + δέξομαι Παλλάδο ς· τὰ τοιαῦτα εἴδη καλεῖται, ὡς εἴρηται, ἀλλοιόστροφα. εἰσὶ δὲ τῆς παρούσης στροφῆς τὰ κῶλα ιαʹ τὰ πλείω τροχαϊκά, εἰ βούλει. ἐπὶ τῶι τέλει παράγραφος καὶ διπλαῖ διὰ τὴν ἀνταπόδοσιν. ἐξαμυρόσαι] ἀντὶ μιᾶς.
Eum 927a σύστημα κώλων ιαʹ. + ἀναπαιστικὰ κῶλα ιαʹ, εἶτα παράγραφος.
Eum 938a ἀντιστροφὴ κώλων ιαʹ. + δενδροπήμω ν· ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς, ἧς ἡ ἀρχὴ δέξομα ι.
Eum 938b κώλων γάρ ἐστι καὶ αὕτη ιαʹ. ἐπὶ τῶι τέλει παράγραφος μόνη. σύστημα ἕτερον κώλων ζʹ.
Eum 949b + ἀναπαιστικὰ κῶλα ζʹ, εἶτα παράγραφος. στροφὴ ἑτέρα κώλων ιβʹ.
Eum 956b ἡμέτερα + ἀνδροκμήτα ς· στροφὴ ἑτέρα κώλων χοριαμβικῶν ιβʹ. ἐπὶ τῶι τέλει παράγραφος καὶ διπλαῖ συνήθως διὰ τὴν ἀνταπόδοσιν. νεανίδων] ἀντὶ μιᾶς.
Eum 968a σύστημα ἕτερον κώλων ηʹ. + ἀναπαιστικὰ κῶλα ηʹ, εἶτα παράγραφος.
Eum 976a ἀντιστροφὴ κώλων ιβʹ. + τάν δ ’ ἄπληστο ν· ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἧς ἡ ἀρχὴ ἀνδροκμήτα ς.
Eum 976b κώλων γάρ ἐστι καὶ αὕτη ιβʹ. ἐπὶ τῶι τέλει παράγραφος μόνη. σύστημα ἕτερον κώλων ηʹ.
Eum 988b + ἀναπαιστικὰ κῶλα ηʹ, εἶτα παράγραφος. στροφὴ ἑτέρα κώλων ζʹ.
Eum 996b ἡμέτερα + χαίρετ ε· στροφὴ ἑτέρα κώλων ζʹ, ὧν τὰ πλείω, εἰ βούλει, τροχαϊκά. ἐπὶ τῶι τέλει παράγραφος καὶ διπλαῖ συνήθως. σύστημα ἕτερον κώλων ιαʹ.
Eum 1003b + ἀναπαιστικὰ κῶλα ιαʹ, εἶτα παράγραφος. ἀντιστροφὴ κώλων ζʹ.
Eum 1014b ἡμέτερα + χαίρετ ε· ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἧς ἡ ἀρχὴ ἡ αὐτή. κώλων γάρ ἐστι καὶ αὕτη ζʹ. ἐπὶ τῶι τέλει δύο διπλαῖ δηλοῦσαι ὅτι τέλος ἔσχε τὰ ἀνταποδιδόμενα. σύστημα ἕτερον στίχων ιαʹ.
Eum 1021b + αἰνῶ δὲ μύθου ς· σύστημα ἕτερον ἐν ἐκθέσει στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιαʹ. ἐπὶ τῶι τέλει παράγραφος. εὔφρων] εὐφραντική.
Eum 1032a ὠιδὴ καὶ στροφὴ κώλων ιϛʹ. ἡμέτερον + βᾶ τ ’ ἐν δόμω ι· ἡ ὠιδὴ καὶ στροφὴ αὕτη ἡ ἐν ἐκθέσει τοῦ δράματος κώλων ἐστὶ χοριαμβικῶν καὶ ἀλλοίων ιϛʹ, ἃ καὶ μετρήσεις τοῖς προτέροις ἑπόμενος.
Eum 1032b ἐπὶ τῶι τέλει κορωνὶς μόνη ἡ τὸ δρᾶμα ἐπισφραγίζουσα.