The work systematically classifies and corrects errors, focusing on:

The treatise's specific manuscript tradition and preservation status are unclear, as it is not detailed in major sources. Many such technical works survive only through fragments or later compilations.

The barbarism/solecism framework was foundational for grammatical theory, influencing Roman grammarians like Donatus and becoming standard in medieval Latin education. The concepts persisted in later European discussions of linguistic purity.

Βαρβαρισμός ἐστιν ἁμάρτημα ἐν λέξει γινόμενον παρὰ τὴν τῶν ἑλληνιζόντων συνήθειαν. εἴρηται δὲ οὕτως, βαρυαυδατισμός τις ὤν. γίνεται δὲ τρόποις πέντε, προσθέσει, ἀφαιρέσει, ἐναλλαγῇ, μεταθέσει, καὶ περὶ προσῳδίαν· προσθέσει γράμματος, ὡς ἐάν τις λέγῃ Αἰσχινέου δέον Αἰσχίνου· ἀφαιρέσει, ἐάν τις λέγῃ Δημοσθένε δέον Δημοσθένεα· ἐναλλαγῇ γράμματος, οἷον ἐάν τις λέγῃ δρίφος ἀντὶ τοῦ δίφρος· μεταθέσει γράμματος, ὡς κίσηλις δέον κίσηρις. γίνονται δὲ βαρβαρισμοὶ καὶ περὶ προσῳδίαν.

σολοικισμός ἐστιν ἀκατάλληλος θέσις τῶν τοῦ λόγου μερῶν. εἴρηται δὲ σολοικισμὸς ἤτοι ἀπὸ τῶν εἰς Σόλους μετοικησάντων, οἳ πειρώμενοι τῇ Σόλωνος χρῆσθαι διαλέκτῳ ἡμάρτανον, ἢ ἀπὸ τοῦ τὸν σῶον λόγον λυμαίνεσθαι ἢ ἀπὸ τοῦ θολισμὸν εἶναι τοῦ λόγου, τοῦτʼ ἔστι σκοτισμόν. γίνεται δὲ περὶ τὰ μέρη τοῦ λόγου καὶ περὶ τὰ παρεπόμενα. περὶ τὰ γένη, ὡς Εὐριπίδης· ὦ Κύπρις, ὡς ἡδεῖα καὶ μοχθηρός. περὶ τὰς πτώσεις, ὡς ὦ φίλος. περὶ τοὺς ἀριθμούς· τὸ μέν τι χαίρω, τὸ δέ τι καὶ λυπούμεθα. περὶ δὲ τὰ σχήματα σολοικίζουσιν οἱ λέγοντες ὄναγρον· τὰ γὰρ σύνθετα ἐκ διαιρέσεως προφέρονται Ἀττικοί. περὶ τὰ εἴδη ὃς Οἰδίπουν ἀπώλεσʼ, Οἰδίπους δʼ ἐμέ. περὶ τοὺς χρόνους· ἐγὼ δέ κʼ ἄγω Βρισηίδα καλλιπάρῃον. περὶ τὰς διαθέσεις, ὡς παρὰ Πινδάρῳ καλεῖτʼ ἐς χορὸν Ὀλύμπιοι, ἀντὶ τοῦ καλεῖσθε. περὶ τὰς ἐγκλίσεις, ὡς παρὰ Καλλιμάχῳ· ἴσχε, τέκος, μὴ πῖθι, προστακτικὴ ἀντὶ τῆς ὑποτακτικῆς τῆς μὴ πίῃς. περὶ πρόσωπα, ὡς ἐν ἀντωνυμίαις· σφέτερον πατέρʼ ὑμνείουσαι, ἀντὶ τοῦ ὑμέτερον. περὶ τὰς μετοχάς· οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ, ἀντὶ τοῦ πληγεῖσαι. περὶ τὰ ἄρθρα· μακροῖσι ξυστοῖσι, τά ῥά σφʼ ἐπὶ νηυσὶν ἔκειτο. περὶ τὰς προθέσεις, ὡς κάππεσον ἐν Λήμνῳ, καὶ παρὰ Θουκυδίδῃ· εἰς τὸ Ἡραῖον ἐκαθέζοντο, καὶ παρὰ Μενάνδρῳ· καθιζάνει μὲν ἐνίοτʼ εἰς τὰ σήσαμα, καὶ ἐν Ψοφοδεεῖ· ἐπίσημον αὖ τὴν ἀσπίδʼ ἐς τὴν τοῦ Διὸς στοὰν ἀνέθηκαν. περὶ τὰ ἐπιρρήματα, ὡς παρʼ Εὐριπίδῃ· πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος θεὰ κέκλημαι Κύπρις οὐρανοῦ τʼ ἔσω, ἀντὶ τοῦ ἔνδον. περὶ τοὺς συνδέσμους, ἐάν τις τῷ μὲν τὸν δὲ μὴ ἐπενέγκῃ, οἷον Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδής, παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα.