eul_wid: lvi-aa

Byzantine Little Commentary
Μικρὸν Βυζαντινὸν Ὑπόμνημα

Commentary on Dionysius Thrax Byzantine Little Commentary PDF

The Byzantine Little Commentary is an anonymous grammatical treatise from the Byzantine era. It functions as a concise, pedagogical exegesis in twenty-two sections on the Art of Grammar attributed to Dionysius Thrax. The work systematically explicates the core doctrines of that foundational text for the benefit of students and scholars. Its content addresses the definition of grammar and its subdivisions, provides a detailed analysis of the eight parts of speech, and offers explanations of phonology and prosody concerning letters, syllables, and accents. The commentary also includes exegetical and textual notes on its source material. Transmitted within the Byzantine manuscript tradition of grammatical scholia, it survives in modern critical editions typical of scholarly texts copied in monastic and educational contexts. As part of the extensive Byzantine exegetical tradition on Dionysius Thrax, the Little Commentary played a role in standardizing grammatical pedagogy and sustaining the Hellenic linguistic tradition, which later influenced Western European grammatical thought during the Renaissance revival of Greek studies.

[30] COMMENTARIOLVS BYZANTINVS. Ἑρμηνεῖαι σὺν Θεῷ τῶν ὀκτὼ μερῶν τοῦ λόγο υ . Περὶ προσῳδιῶ ν . Προσῳδίαι εἰσὶν δέκ α · ὀξεῖα ´ , βαρεῖα ` , περισπωμένη ῀ , μακρά – , βραχεῖα ⏑ , δασεῖα ʽ , ψιλή ʼ , ἀπόστροφος ’ , ὑφέν ͜ , ὑποδιαστολή , . —Ἡ ὀξεῖα δίδοται ἐπάνω τῶν βραχέων ε καὶ ο , καὶ ἐπάνω τοῦ α ι υ , καὶ ἐπὶ 〈τοῖσ〉 μακροῖς η καὶ ω · οἷον ἐπὶ βραχέσιν θέλω θεός τάχος ἄρχων ὅρος κόρος ἵππο ς , καὶ ἐπὶ μακροῖ ς , οἷον κτήσεως γνώσεω ς . Ὀξύτονα λέγονται τὰ ἐπὶ τοῦ τέλους ἔχοντα τὸν τόνο ν , οἷον θεός σοφός ὀξύς καλό ς · παροξύτονα τὰ πρὸ μιᾶς συλλαβῆς τοῦ τέλους ἔχοντα τὸν τόνο ν , οἷον φίλος νέος λόγος πρεσβύτης πολίτη ς · προπαροξύτονα τὰ πρὸ δύο συλλαβῶν τοῦ τέλους ἔχοντα τὸν τόνο ν , οἷον Στέφανος Θεόδωρος Φιλόθεος Βασίλειο ς . Ἡ δὲ βαρεῖα ἐπάνω τῶν ἄρθρων ἀρσενικῶ ν , θηλυκῶ ν , οὐδετέρων πληθυντικῶν 〈καὶ〉 ἑνικῶ ν , οἷον πτώσεως αἰτιατικῆς τὸν τοὺς τὴν τὰς τὸ τ ὰ · δίδοται δὲ ἡ βαρεῖα καὶ ἐν τῇ συνεπείᾳ τῶν λέξεω ν · κα θ ’ ἑαυτὴν μένουσα ἡ λέξις ὀξύνετα ι , οἷον καλός κακός φυλή στρατι ά , σὺν ἑπομένῃ δὲ ἡ αὐτὴ λέξις βαρύνετα ι , οἷον « καλὸς ἄνθρωπο ς , ἡ φυλὴ τῶν Σαρακηνῶ ν , ἡ στρατιὰ τῶν Ῥωμαίω ν» · καὶ ἐπὶ μονοσυλλάβοι ς , οἷον μὲν γά ρ . Ἡ περισπωμένη δὲ δίδοται ἐπάνω τῶν ἄρθρων ἀρσενικῶ ν , θηλυκῶ ν , οὐδετέρων πληθυντικῶν καὶ ἑνικῶν πτώσεως γενικῆς καὶ δοτικῆ ς , τοῦ τῶν τῷ τοῖς τῆς τῶν τῇ ταῖ ς · καὶ ἐπὶ μακροῖ ς , ἦθος ὦμος χῶρο ς , καὶ ἐπὶ διφθόγγοι ς , αἶνος οἶνος οὖς εὖρο ς · καὶ ἐπὶ τέλει τῶν ὀνομάτω ν , Ἀπελλῆς Μωϋσῆς Κοσμᾶς Λουκᾶ ς · καὶ ἐπὶ μετοχῶ ν , ὁ νοῶν ὁ βοῶν ὁ οἰκῶ ν · καὶ ἐπὶ ὁριστικῶ ν , νοῶ ποι ῶ · καὶ ἐπὶ ἀπαρεμφάτω ν , ποιεῖν ἀθλεῖν φαγεῖν πιεῖ ν · καὶ πρὸ μιᾶς συλλαβῆς ἐπὶ μακροῖ ς , κῆπος μῆλο ν . Πρὸ δύο δὲ συλλαβῶν τοῦ τέλους οὐ δίδοται περισπωμέν η , οὐ δ ’ ἐπὶ μακρᾷ πρὸ μακρᾶ ς , ἀλλὰ μακρᾷ πρὸ βραχεία ς , οἷον Παῦλος Παῦλον Παύλου Παύλ ῳ .
566 [35] Τὰ δὲ βραχέα ε καὶ ο περισπωμένην οὐ λαμβάνουσι ν . Μονοσύλλαβα δὲ περισπῶνται ταῦτ α , νῦν πᾶ ν . —Μακρὰ ἐπὶ τῶν μακρῶ ν , οἷον Ἡ̄ρω̄δη̄ ς , Ἡ̄ρακλείδη̄ ς · βραχεῖα ἐπὶ 〈τῶν〉 βραχέων ε καὶ ο , λό̆γο̆ς δό̆λῐο̆ς φῐλό̆σο̆ ς . —Δασεῖα ἐπάνω τῶν ἄρθρω ν , ὁ οἱ ἡ α ἱ · καὶ ἐπὶ ὀνομάτων ἀπὸ φωνηέντων ἀρχομένω ν , οἷον ἵππος ὑδρεί α . Ψιλὴ ἄλλο ς , ὄχθ α , οὐκ εἶπο ν , οὐχ οὕτω ς , οὐκ ἔστι ν , ἢ ἐναντίον ἢ καλό ν · καὶ ἐπὶ προθέσεω ς , οἷον ἔν ἔξ εἴ ς , ἐν πόλε ι , ἐξ ὁμολογία ς , εἰς οἶκο ν · [ κα ὶ ] δασυνόμενα δὲ ἀριθμὸν ποιε ῖ , ἕν ἕξ εἷ ς . —Ἡ ἀπόστροφος ἀντὶ τοῦ α ἢ ἀντὶ τοῦ ε ἢ ἀντὶ τοῦ ι , οἷον ἆ ρ ’ οὕτω ς , ἀλ λ ’ ἐμό ς , ἀλ λ ’ ἴδο ν , 〈hym n . in Mer c . 263?〉 οὔ τ ’ ἴδον οὔ τ ’ ἤκουσ α. Ἡ ὑφὲν τίθεται, ὅτε δύο λέξεις εἰς μίαν συνέρχονται, οἷον Θε͜όδ͜οτος ἀρχ͜ιπ͜οιμήν ἀρχ͜ις͜τρατηγός φί͜λα͜ρχος φι͜λά͜νθρωπος. Ἡ ὑποδιαστολὴ τίθεται ἐναντία τῇ ὑφέν· τῆς γὰρ ὑφὲν συναπτούσης τὰ δοκοῦντα διαιρεῖσθαι, ἡ ὑποδιαστολὴ τὰ δοκοῦντα ἡνῶσθαι διαιρεῖ, οἷον ΕΣΤΙ, ΝΟΥΣ ΕΣΤΙΝ,ΟΥΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥ,ΠΟΛΙΣ· τίθεται καὶ ἀντὶ ὑποστιγμῆς ὑποκάτω τοῦ ἐσχάτου γράμματος μήπω πεπληρωμένου τοῦ νοήματος. Σχόλια σὺν Θεῷ εἰς τὰ προλεγόμενα τῆς γραμματικῆς. § 1. Περὶ γραμματικῆς. «Γραμματική ἐστιν ἐμπειρία τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν ὡς ἐπὶ τὸ πολὺ λεγομένων». —Παρὰ τί λέγεται γραμματική, καὶ τί ἐστιν ἐμπειρία, καὶ τίνες οἱ ποιηταί, καὶ τίνες οἱ συγγραφεῖς, καὶ τί τὰ ποιήματα, καὶ τί τὰ συγγράμματα; Θεοῦ συνεργοῦντος ἀπολογούμεθα περὶ τούτων. Γραμματικὴ λέγεται διὰ τὸ τήκειν καὶ καθαίρειν τὰ γράμματα· ὥσπερ γὰρ ὁ χρυσὸς τηκόμενος ὑπὸ τοῦ πυρός, τουτέστι χωνευόμενος, καθαρώτερος ἀναφαίνεται, οὕτω καὶ τὰ γράμματα τηκόμενα καὶ καθαιρόμενα καὶ λαμπρυνόμενα ὑπὸ τῆς γνώσεως τῆς γραμματικῆς λαμπρότερα καὶ φαεινότερα ἀναφαίνονται. —Ἐμπειρία δὲ λέγεται ποτὲ μὲν ἡ ἄλογος γνῶσις, ποτὲ δὲ καὶ ἡ διὰ λόγου γνῶσις. Ἡ μὲν ἄλογος γνῶσις γινώσκεται οὕτως, ὡς ὅταν τις ῥόδον θεασάμενος πέρυσι ἢ προπέρυσι ἢ καὶ πρὸ πολλῶν χρόνων, ἐκ μόνης τῆς ὁράσεως καὶ ὀσφρήσεως ἄνευ λόγου διδασκαλίας γινώσκῃ τὴν εὐωδίαν καὶ ἐρυθραίνουσαν χροιὰν αὐτοῦ, καὶ ἐὰν ἐρωτηθῇ, πόθεν ἐν αὐτῷ ἡ τοιαύτη εὐωδία καὶ ἡ βαφὴ ὑπάρχει, οὐ δύναται διὰ λόγου διδασκαλίας ἀποκριθῆναι· οὐ γὰρ ἔγνωσε τὸ ῥόδον τοιοῦτον εἶναι ὑπὸ διδασκαλίας, ἀλλ’ ἐκ μόνης τῆς ὀσφρήσεως καὶ τῆς ὁράσεως. Αὕτη λέγεται ἄλογος γνῶσις. Λογικὴ δὲ γνῶσίς ἐστιν, ἣν διὰ λόγου διδασκόμεθα, οἷον γραμματικὴν μὲν καὶ τὰς παραπλησίους τέχνας καὶ ἐπιστήμας διδασκόμεθα· αὕτη δὲ λέγεται λογικὴ γνῶσις, ἡ διὰ λόγου διδασκαλία. Δύο τοίνυν γνώσεων λεχθεισῶν ἐπὶ τῆς ἐμπειρίας, ἀλόγου καὶ λογικῆς, τὴν λογικὴν νόησον λέγειν τὸν Διονύσιον ἐπὶ τῆς γραμματικῆς. —Ποιηταὶ δέ εἰσιν Ὅμηρος, Ἀριστοφάνης, Θεόκριτος, Ἀλκαῖος, Πίνδαρος, Ἡσίοδος, Ἰσοκράτης, Εὐριπίδης, Θουκυδίδης, Φωκυλίδης καὶ οἱ λοιποὶ δὲ πάντες ποιηταί· συγγραφεῖς δὲ οἱ τὰ τούτων ποιήματα συγγραψάμενοι.
567 [40] Λέγομεν δὲ τρανοτέρως περὶ ποιητοῦ καὶ συγγραφέων, οἷον ποιητὴς μὲν ὁ κύριος καὶ θεὸς ἡμῶν Ἰησοῦς Χριστός, συγγραφεῖς δὲ Ματθαῖος, Μάρκος, Λουκᾶς, Ἰωάννης. —Ποιήματα δὲ τοῦ Ὁμήρου ἡ Ἰλιὰς καὶ ἡ Ὀδύσσεια· συγγράμματα δὲ τὰ αὐτὰ νοείσθω· ἐπὶ δὲ τοῦ κυρίου ἡμῶν ποιήματα μὲν τὰ ἀόρατα καὶ τὰ ὁρατὰ κτίσματα, καὶ 〈συγγράμματα〉 ἡ παλαιὰ καὶ νέα διαθήκη ἡ συγγραφεῖσα ὑπὸ Μωϋσέως καὶ τῶν λοιπῶν προφητῶν καὶ τῶν εὐαγγελιστῶν. —Τί δέ ἐστιν «ὡς ἐπὶ πολὺ λεγομένων»; Τουτέστιν ἐπὶ πολὺ μελετωμένων· τὸ γὰρ δι’ ὀλίγου μελετώμενον δυσνόητόν ἐστιν ἢ παντελῶς ἀνόητον καὶ ἀκράτητον καὶ ἀμνημόνευτον· τὸ δὲ ἐπὶ πολὺ μελετώμενον ἐπὶ πολὺ διαμένει ἐν τῇ ἡμετέρᾳ μνήμῃ. «Μέρη δὲ αὐτῆς ἐστιν ἕξ· πρῶτον ἀνάγνωσις ἐντριβὴς κατὰ προσῳδίαν». Τί ἐστιν ἀνάγνωσις, καὶ τί ἐστιν ἐντριβής, καὶ τί ἐστι κατὰ προσῳδίαν; Ἀνάγνωσις μὲν ἐν προχείρῳ ἐστὶν ἀναγνωρισμός, οἷον ἐγνώρισά τινα καὶ λησμονήσας πάλιν ἀνεγνώρισα αὐτόν· ἀνάγνωσις δὲ κυρίως ἐστὶν ἡ τὰ ἄνω ἤγουν τὰ περὶ θεοῦ γινώσκουσα γνῶσις. Ἐντριβής δὲ λέγεται ἡ γνῶσις ἡ τὴν τρίβον τῆς σοφίας καλῶς ἐπισταμένη. Κατὰ προσῳδίαν δέ ἐστιν ἡ γνῶσις τῶν δέκα προσῳδιῶν. Διαιροῦνται δὲ αἱ προσῳδίαι εἰς τέσσαρα, εἰς τόνους ´ ` ῀ , εἰς χρόνους – ⏑, εἰς πνεύματα ʽ ʼ , εἰς πάθη ’ ͜ ,· καὶ πρέπει δὴ τὸν ἀναγινώσκοντα κατὰ τόνους καὶ χρόνους καὶ πνεύματα καὶ πάθη ἀναγινώσκειν. «Δεύτερον ἐξήγησις κατὰ τοὺς ἐνυπάρχοντας ποιητικοὺς τρόπους». Χρὴ γινώσκειν τί ἐστιν ἐξήγησις, καὶ τί διήγημα, καὶ τί διήγησις, καὶ τί διαφέρει διήγημα διηγήσεως καὶ ἐξήγησις διηγήματος· καὶ τὸ μὲν διήγημα μερικῶς διηγεῖται, ἡ δὲ διήγησις καθόλου, ἡ δὲ ἐξήγησις ἀκριβεστέρα ἐστὶ τοῦ διηγήματος. Τί δέ ἐστι «κατὰ τοὺς ἐνυπάρχοντας τρόπους»; Τρόπος ἐστὶ παρατροπὴ ἀληθείας, ὡς ὅταν εἴπωμεν «φωνὴν ἔδωκαν αἱ νεφέλαι»· φωνὴ γὰρ ἀληθῶς ἡ ἐκ νοῦ προερχομένη λέγεται, ἐπεὶ καὶ φῶς νοῦ ἐτυμολογεῖται ἡ φωνή. Ποιητικοὶ δὲ τρόποι εἰσὶν κζʹ· ζήτει αὐτοὺς ἐν τῷ περὶ τρόπων Γεωργίου τοῦ Χοιροβοσκο ῦ. Δεῖ γὰρ τὸν γραμματικὸν καὶ κυριολογίας καὶ τροπολογίας γινώσκειν· κυριολογία δέ ἐστιν ἡ κυρίως τουτέστιν ἀληθινὰ λέγουσα, τροπολογία δέ ἐστι παρατροπὴ ἀληθείας. «Τρίτον γλωσσῶν τε καὶ ἱστοριῶν πρόχειρος ἀπόδοσις». Τί ἐστι γλῶσσα καὶ ἱστορία καὶ πρόχειρος ἀπόδοσις; Γλῶσσά ἐστιν ἰδίωμα διαλέκτου· διάλεκτοι δέ εἰσιν Ἑλληνικαὶ πέντε· Ἰάς, Ἀτθίς, Δωρίς, Αἰολίς, κοινή. Ἰὰς μὲν ἐκλήθη ἡ τῶν Ἰώνων, ἀπὸ Ἴωνος τοῦ Ἀπόλλωνος καὶ Κρεούσης τῆς Ἐρεχθέως θυγατρός, ἣν ἔγραψεν ὁ Ὅμηρος· Ἀτθὶς δὲ ἡ τῶν Ἀττικῶν, ἀπὸ Ἀτθίδος τῆς Κραναοῦ θυγατρός, ἣν ἔγραψεν Ἀριστοφάνης· Δωρὶς δὲ ἡ τῶν Δωριέων, ἀπὸ Δώρου τοῦ Ἕλληνος παιδός, ἣν ἔγραψεν Θεόκριτος· Αἰολὶς δὲ 〈ἡ τῶν Αἰολέων〉, ἀπὸ Αἰόλου τοῦ Ἕλληνος παιδός, ἣν ἔγραψεν Ἀλκαῖος· κοινὴ δὲ ᾗ πάντες χρώμεθα, ἣν ἔγραψεν Πίνδαρος. Καὶ δεῖ τὸν γραμματικὸν ἐπίστασθαι αὐτάς, ἵνα ὅταν ἀκούσῃ τὸ βλέπω ῥῆμα ἐν διαλέκτῳ ξένῃ λεγόμενον δέρκω καὶ 〈ἀ〉θρῶ καὶ ὄπτω καὶ λεύσσω, γινώσκῃ τὸ αὐτὸ εἶναι. Ἱστορία δέ ἐστιν ἡ παλαιῶν πραγμάτων ἔχουσα ἀφήγησιν· πρόχειρος δὲ ἀπόδοσίς ἐστιν ἕτοιμος ἀπόκρισις. «Τέταρτον ἐτυμολογίας εὕρεσις».
568 [40] Ἐτυμολογία δέ ἐστιν ἕτοιμος ἑρμηνεία λέξεως, οἷον ὡς ὅταν ἐρωτηθῶμεν, τί ἑρμηνεύεται πατήρ, ἐπὶ μὲν τοῦ θεοῦ ἑτοίμως ἀποκριθῶμεν, «ὁ τὰ πάντα τηρῶν», ἐπὶ δὲ ἀνθρώπου «ὁ τοὺς ἰδίους παῖδας τηρῶν»· ὥστε δεῖ τὸν γραμματικὸν καὶ τὰς ἐτυμολογίας τῶν ὄντων γινώσκειν καὶ ἐρωτώμενον ἑτοίμως ἀποκρίνεσθαι. «Πέμπτον ἀναλογίας ἐκλογισμός». Ἀναλογίας δὲ ἐκλογισμός ἐστιν ἀνάμνησις καὶ ἀπόδοσις κανόνος, οἷον ἐὰν ἐρωτηθῇς τοῦ φωτός ὀνόματος τὴν δοτικήν, ποῖον στοιχεῖον ἔχει ἐπὶ τέλους, εἰπὲ ὅτι ι · καὶ ἐὰν ἐρωτηθῇς τὴν αἰτίαν, διὰ τί ἔχει ἐπὶ τέλους τὸ ι , εἰπὲ ὅτι πᾶσα γενικὴ εἰς ος λήγουσα τροπῇ τῆς ος εἰς ι τὴν δοτικὴν ποιεῖ ὁμότονον καὶ ὁμόχρονον· ὁμοίως καὶ τὸ ταχεῖα ἐὰν διὰ τῆς ει διφθόγγου γράψῃς, ἐρωτώμενος, διὰ τί, ἀποκριθῇς, ὅτι τὰ ἀπὸ τῶν εἰς υς ἀρσενικῶν θηλυκὰ παραγόμενα διὰ τῆς ει διφθόγγου γράφεται· καὶ αὕτη ἡ ἀναλογία ἀνάμνησις καὶ ἀπόδοσίς ἐστι κανόνος. Δεῖ δὲ τὸν γραμματικὸν ταῦτα πάντα καλῶς ἐπίστασθαι. «Ἕκτον κρίσις ποιημάτων, ὃ δὴ κάλλιστόν ἐστι πάντων τῶν ἐν τῇ τέχνῃ». Κρίσις ποιημάτων μὲν ἡ ἀκριβὴς γνῶσις τῶν ποιημάτων λέγεται· ταύτῃ τῇ ἠκριβωμένῃ γνώσει χρώμενος ὁ γραμματικὸς δεῖ γινώσκειν τὰ βιβλία τῆς ἐκκλησίας πάντα, τουτέστιν τὴν παλαιὰν καὶ καινὴν διαθήκην, ἵνα ὅταν ἀκούσῃ φωνὴν ξένην καὶ σύγγραμμα ἢ ποίημα ψευδές, μὴ δέξηται αὐτὸ ὡς ἀληθινόν, ἐπειδὴ ἔστιν εὐαγγέλιον κατὰ Θωμᾶν λεγόμενον. Δεῖ δὲ γινώσκειν τὸν γραμματικὸν τὰ ὀνόματα καὶ τὰς φωνὰς τῶν εὐαγγελιστῶν, ἵνα μὴ ἀλλότριον καὶ ψευδὲς εὐαγγέλιον δέξηται· ἀλλὰ καὶ ὁμώνυμα καὶ ψευδῆ συγγράμματα εἰσίν, οἷον ἡ λεγομένη Ἀποκάλυψις τοῦ ἁγίου Παύλου· οὐ γάρ ἐστιν τοῦ ἁγίου Παύλου, ἀλλ’ ἑτέρου Παύλου αἱρετικοῦ τοῦ Σαμωσατέως, ὅθεν οἱ Παυλικιανοὶ κατάγονται· καὶ ἑτέρα Ἀποκάλυψις ἡ λεγομένη τοῦ Θεολόγου· οὐκ ἔστι δὲ τοῦ Θεολόγου· οὐ λέγομεν δὲ τὴν ἐν Πάτμῳ τῇ νήσῳ, μὴ γένοιτο· αὕτη γὰρ ἀληθεστάτη ἐστίν, ἀλλὰ τὴν ψευδώνυμον καὶ ἀλλοτρίαν. Δεῖ δὲ τὸν γραμματικὸν καὶ τὰ Ἑλληνικὰ βιβλία γινώσκειν· εἰσὶ γὰρ καὶ ἐν αὐτοῖς ὁμώνυμα βιβλία ψευδῆ, οἷον ἡ Ἀσπὶς Ἡσιόδου καὶ τὰ Θηριακὰ Νικάνδρου· οὐ γάρ ἐστιν ἡ Ἀσπὶς Ἡσιόδου οὐδὲ τὰ Θηριακὰ Νικάνδρου· ἑτέρων γάρ εἰσιν ποιητῶν, ἐχρήσαντο δὲ οἱ συγγραφεῖς τῇ ὁμωνυμίᾳ Ἡσιόδου καὶ Νικάνδρου, ἵνα ἄξια κριθῶσιν ἀναγνώσεως. Δεῖ δὲ τὸν γραμματικὸν ταῦτα πάντα καλῶς ἐπίστασθαι, καὶ οὕτως λέγεσθαι καὶ εἶναι γραμματικόν. § 2. Περὶ ἀναγνώσεως. «Ἀνάγνωσίς ἐστι ποιημάτων ἢ συγγραμμάτων ἀδιάπτωτος προφορά». Προεδιδάξαμεν χάριτι Θεοῦ, τί ἐστιν ἀνάγνωσις, καὶ τί ποιητής, καὶ τί συγγραφεύς, καὶ τί ποίημα, καὶ τί σύγγραμμα· λειπόμεθα δὲ δεῖξαι ἐνταῦθα, τί ἐστιν ἀδιάπτωτος προφορά. Ἀδιάπτωτον μὲν οὖν νόησον τὸν ἀμετάπτωτον σκοπὸν τοῦ ἀναγινώσκοντος, τουτέστιν μὴ ἔξω τῆς προκειμένης ἀναγνώσεως μεταπίπτοντα· προφορὰν δὲ τὴν διὰ φωνῆς ἐκφορὰν τοῦ λόγου νόησον· ἔστι γὰρ λόγος προφορικὸς ὁ διὰ φωνῆς ἐκφερόμενος, καὶ ἔστιν λόγος ἐνδιάθετος ὁ ἐν τῇ καρδίᾳ μελετώμενος. Πρῶτος δέ ἐστιν ὁ ἐνδιάθετος τοῦ προφορικοῦ· πρῶτον γὰρ μελετῶμεν ὃ θέλομεν εἰπεῖν ἐν τῇ καρδίᾳ ἡμῶν ἐνδιαθέτως, καὶ οὕτως τότε προφορικῶς ἐκφέρομεν. «Ἀναγνωστέον δὲ καθ’ ὑπόκρισιν, κατὰ προσῳδίαν, κατὰ διαστολήν». Ὑπόκρισίς ἐστι φωνῆς καὶ σχήματος πιθανὴ διάθεσις, πρέπουσα τῷ ὑποκειμένῳ προσώπῳ καὶ πράγματι.
569 [40] «Κατὰ προσῳδίαν» δέ, ἵνα ἐν μὲν τοῖς τόνοις τείνωμεν τὴν φωνὴν ἐν αἷς κεῖνται συλλαβαῖς κατὰ τὴν ἑκάστου διαφοράν. Διαφέρουσι γὰρ ἀλλήλων οἱ τόνοι οὕτως· ἡ μὲν ὀξεῖα λεπτοτάτην ἔχουσα φωνὴν ἐπὶ τὰ ἄνω τείνει· ἡ δὲ βαρεῖα τραχυτάτην ἔχουσα φωνὴν ἐπὶ τὰ κάτω τείνει· ἡ δὲ περισπωμένη πλατεῖαν ἔχουσα φωνὴν περικεκλασμένως ἐκφωνεῖται, τουτέστιν ὧδε κᾀκεῖσε περιτείνεται· διὰ τοῦτο καὶ περισπωμένη λέγεται διὰ τὸ περισπᾶσθαι, τουτέστιν περιτείνεσθαι ὧδε κᾀκεῖσε. Εἴρηνται δὲ τόνοι ἐκ μεταφορᾶς τῶν ἐν τῇ κιθάρᾳ τεινομένων νευρῶν· οἱ γὰρ τόνοι ἀπηχήματα μουσικῆς εἰσιν. Ἐν δὲ τοῖς πνεύμασι πάλιν, ἵνα δασύνωμεν ἢ ψιλώσωμεν τὴν φωνήν· ἐν δὲ τοῖς πάθεσιν, εἰ μέν ἐστιν ἀπόστροφος, ἵνα κουφίσωμεν, τουτέστιν ὑπερβῶμεν, φωνῆεν· εἰ δέ ἐστιν ὑφέν, ἵνα συνάψωμεν λέξιν μετὰ λέξεως· εἰ δέ ἐστιν ὑποδιαστολή, ἵνα διαχωρίσωμεν λέξιν ἀπὸ λέξεως. Περὶ δὲ τῶν χρόνων, τουτέστιν τῆς μακρᾶς καὶ τῆς βραχείας, οὐκ ἔστιν νῦν πολλὴ χρεία. —«Ἐκ μὲν γὰρ τῆς ὑποκρίσεως τὴν ἀρετήν, ἐκ δὲ τῆς προσῳδίας τὴν τέχνην, ἐκ δὲ τῆς διαστολῆς τὸν περιεχόμενον νοῦν ὁρῶμεν». Ἡ γὰρ ὑπόκρισις λεγομένη πάνυ ἀρέσκει τοῖς ἀκροαταῖς· ἀλλὰ καὶ ἡ προσῳδία ἐκφαίνει τὴν τέχνην καὶ τὸν ἀναγνώστην λαμπρύνει· καὶ ἡ διαστολὴ τὸν περιεχόμενον νοῦν κάλλιστα ἐκφαίνει. «Ἵνα τὴν μὲν τραγῳδίαν ἡρωϊκῶς ἀναγνῶμεν». Τραγῳδία μὲν οὖν κατὰ Ὅμηρον ἔπαρμά ἐστι φωνῆς· τὴν γὰρ τῆς Ἰλίου πόλεως ἅλωσιν καὶ συμφορὰν ἐν ὑψηλῇ φωνῇ ἐτραγῴδησεν τοιάδε λέγων 〈I 593 seq〉· ἄνδρας μὲν κτείνουσ ι , πόλιν δέ τε πῦρ ἀμαθύνε ι , Τέκνα δέ τ ’ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκα ς. Δεῖ δὲ ἡμᾶς ὅταν ἀναγινώσκωμεν τραγῳδικὰ διηγήματα ἐν ὑψηλῇ φωνῇ καθὼς οἱ ἥρωες ἀναγινώσκειν. Φασὶν μὲν τοὺς ἥρωας οἱ Ἕλληνες ἡμιθέους εἶναι· ἡμεῖς δὲ ἀνθρώπους μέν, δυνατοὺς δέ. —«Τὴν δὲ κωμῳδίαν βιωτικῶς». Κωμῳδίαν δὲ οἱ ἀρχαῖοι ψόγον καὶ περίσυρμα ἔλεγον εἶναι· ἐγὼ δὲ λέγω, ὅτι καὶ ἐπὶ ψόγου καὶ ἐπὶ ἐπαίνου λαμβάνεται. «Βιωτικῶς» γὰρ εἶπεν ὁ τεχνικός, τουτέστιν κατὰ τὸν ἑκάστου βίον· ἔστι γὰρ βίος δίκαιος καὶ βίος ἄδικος, οἷον ὁ βίος τοῦ ἁγίου Πέτρου καλός, ὁ δὲ τοῦ Ἰουλιανοῦ κακός. Ὅταν οὖν ἑκάστου μνημονεῦσαι θέλωμεν, ἐπὶ μὲν τοῦ ἀποστόλου πραεῖαν καὶ ἱλαρὰν φωνὴν ἀφίεμεν πρέπουσαν τῷ βίῳ αὐτοῦ, οἷον «ὁ μακαριώτατος ἀπόστολος τῶν προσκαίρων ἀγαθῶν καταφρονήσας ἠκολούθησε τῷ Χριστῷ»· ἐπὶ δὲ τοῦ Ἰουλιανοῦ τραχεῖαν καὶ κατάπικρον φωνὴν ἀφίεμεν πρέπουσαν τῷ βίῳ αὐτοῦ, οἷον «ὁ ἀθλιώτατος Ἰουλιανὸς διὰ πρόσκαιρον ἀπόλαυσιν ἀπέστη ἀπὸ τοῦ Χριστοῦ». —«Τὰ δὲ ἐλεγεῖα λιγυρῶς». Ἐλεγεῖον δέ ἐστι μέτρον διαφέρον τοῦ ἰαμβικοῦ μέτρου καὶ ἡρωϊκοῦ, πέντε πόδας ἐπιδεχόμενον. Ἐχρῶντο δὲ οἱ ἀρχαῖοι τῷ μέτρῳ τούτῳ ἐν τοῖς τάφοις· ἐλεγεῖον δὲ ἐκλήθη διὰ τὸ καὶ τὰς γυναῖκας λιγυρᾷ τῇ φωνῇ κλαίειν ἐν τοῖς τάφοις καὶ λέγειν αἴ αἴ. — «Τὸ δὲ ἔπος εὐτόνως». Ἔπος δέ ἐστι καθ’ ἕνα μὲν τρόπον λόγος, κατὰ δὲ δεύτερον λόγων ἀκολουθία· καὶ δεῖ τὸν ἀναγινώσκοντα εὐτόνως, τουτέστιν ἰσχυρῶς καὶ κραταιῶς, ἐπακολουθεῖν τῇ ἀναγνώσει, καὶ μὴ ποιεῖν ἐκκοπὰς καὶ χωρισμοὺς συλλαβῶν καὶ λέξεων ἐν αἷς οὐ πρέπει. —«Τὴν δὲ λυρικὴν ποίησιν ἐμμελῶς». Λυρικὴ ποίησις οὖν ἐστιν ἡ τὰ ᾀσματικὰ ποιήματα περιέχουσα. Δεῖ δὲ τὸν ποιητὴν ἔμπειρον εἶναι τῆς μουσικῆς, ἵνα μελίζῃ καλῶς τὰ ποιήματα, οἷον ἐάν τις θέλῃ ποιῆσαι κανόνα, πρῶτον δεῖ μελίσαι τὸν εἱρμόν, εἶτα ἐπαγαγεῖν τὰ τροπάρια ἰσοσυλλαβοῦντα καὶ ὁμοτονοῦντα τῷ εἱρμῷ καὶ τὸν σκοπὸν ἀποσῴζοντα. —«Τοὺς δὲ οἴκτους ὑφειμένως καὶ γοερῶς». Οἶκτος δέ ἐστιν εὐσπλαγχνία, γόος δὲ θρῆνος. Καὶ δεῖ τὸν ἀναγινώσκοντα, ὅταν ἀναγινώσκῃ περί τινων ἐν ἀνάγκαις περιπεσόντων, σπλαγχνίζεσθαι καὶ γοερᾷ τῇ φωνῇ ἤγουν θρηνητικῇ ἀναγινώσκειν, μιμούμενον τὰς φωνὰς καὶ τὰ ἤθη τῶν ἐν ἀνάγκαις περιπεσόντων.
570 [40] —«Τὰ γὰρ μὴ παρὰ τὴν τούτων γινόμενα ὧν εἴπαμεν παρατήρησιν καὶ τὰς τῶν ποιητῶν ἀρετὰς καταρρυπαίνει καὶ τὰς ἕξεις τῶν ἀναγινωσκόντων καταγελάστους παρίστησιν». § 7. Περὶ συλλαβῆς. «Συλλαβή ἐστι κυρίως σύλληψις συμφώνων μετὰ φωνήεντος ἢ φωνηέντων, οἷον καρ βους ». Κυρίως σύλληψιν ἐνταῦθα τὴν ἀληθινὴν περικράτησιν νόησον· περικρατοῦνται γὰρ ἐν ἀλλήλοις τὰ στοιχεῖα καὶ οὕτως ἀποτελοῦσιν συλλαβήν, οἷον ἡ καρ συλλαβὴ περικρατεῖ τρία στοιχεῖα· ἔχει γὰρ ἐν ἀρχῇ τὸ κ , ἐπὶ τέλους δὲ τὸ ρ , καὶ μέσον τὸ α · καὶ ἡ βους ἔχει ἐν ἀρχῇ τὸ β , ἐπὶ τέλους δὲ τὸ ς , καὶ μέσον τὸ ου δίφθογγον, περικρατοῦσα τέσσαρα στοιχεῖα. Εὑρίσκεται δὲ καὶ συλλαβὴ ἐξ ἑνὸς φωνήεντος καὶ ἐξ ἑνὸς συμφώνου, οἷον αρ · ἔχει γὰρ ἐν ἀρχῇ τὸ α , ἐπὶ τέλους δὲ τὸ ρ · καὶ ἀνάπαλιν ἐξ ἑνὸς συμφώνου καὶ ἐξ ἑνὸς φωνήεντος, οἷον ρα · ἔχει μὲν γὰρ ἐν ἀρχῇ τὸ ρ , ἐπὶ τέλους δὲ τὸ α . Εὑρίσκεται δὲ καὶ σύμφωνον περικρατούμενον μετὰ δύο φωνηέντων ἐν διφθόγγῳ, οἷον πευ · ἀλλὰ καὶ καθ’ ἑαυτὰ δύο φωνήεντα περικρατοῦνται, οἷον ευ . Ἀνέρχεται δὲ ἡ μεγίστη συλλαβὴ ἕως ἓξ στοιχείων περικρατουμένη, οἷον στράγξ· ἔχει γὰρ τὸ ς καὶ τὸ τ καὶ τὸ ρ καὶ τὸ α καὶ τὸ γ καὶ τὸ ξ . Καταχρηστικῶς δὲ εἶπεν ὁ τεχνικὸς καὶ τὴν ἐξ ἑνὸς φωνήεντος συλλαβήν· κατάχρησις δέ ἐστι τρόπος· τρόπος δέ ἐστι παρατροπὴ ἀληθείας, ὥστε οὐκ ἔστι συλλαβή. Ὅμως οὖν ἕκαστον φωνῆεν καθ’ ἑαυτὸ συλλαβὴ λέγεται διὰ τὸ εἰς τόπον συλλαβῆς καταλογισθῆναι, οἷον α ε η ι ο υ ω . § 8. Περὶ μακρᾶς συλλαβῆς. «Μακρὰ συλλαβὴ γίνεται κατὰ τρόπους ὀκτώ, φύσει μὲν τρεῖς, θέσει δὲ πέντε· καὶ φύσει μὲν ἤτοι ὅταν διὰ τῶν μακρῶν στοιχείων ἐκφέρηται, οἷον ἥρως». Προέμαθες ὅτι μακρὰ στοιχεῖα δύο εἰσίν, η καὶ ω . Φύσει μακρὰ λέγονται, ὅτι φυσικῶς ἐν αὑτοῖς τὸ μέγεθος ἔχουσιν καὶ οὐκ ἔξωθεν ἐπείσακτον· τὰ δὲ βραχέα καὶ τὰ δίχρονα ἐπείσακτον τὸ μέγεθος ἔχουσιν, ὡς λέξων ἔρχομαι. —«Ἢ ὅταν ἔχῃ ἕν τι τῶν διχρόνων κατ’ ἔκτασιν παραλαμβανόμενον, οἷον Ἄρης». Ἰδοὺ ἐνταῦθα τὸ α ἐκτείνεται ποιητικῇ μὲν ἐξουσίᾳ, εὐλόγως δέ· οἱ γὰρ ποιηταὶ τὰ δίχρονα ἢ διὰ μέτρον ἢ δι’ ἄλλην τινὰ αἰτίαν εὔλογον πῇ μὲν ἐκτείνουσι πῇ δὲ συστέλλουσιν. Ἡ δὲ ρης συλλαβὴ χωρὶς πάσης ἀντιλογίας μακρά ἐστιν, ἐπειδὴ τὸ η ἔχει· τὸ γὰρ η καὶ τὸ ω καὶ μόνα καὶ μετ’ ἄλλων φύσει μακρά εἰσιν. —«Ἢ ὅταν ἔχῃ μίαν τῶν διφθόγγων, οἷον Αἴας». Ἰδοὺ ἐνταῦθα τὸ α μὴ δυνάμενον εἶναι μόνον μακρὸν προσέλαβεν τὸ ι , καὶ οὕτως ἐμεγεθύνθη· ἡ δὲ ας συλλαβὴ καθαρὰ οὖσα μακρά ἐστιν· καθαρὰν δὲ λέγομεν πᾶσαν συλλαβὴν τὴν πρὸ ἑαυτῆς φωνῆεν ἔχουσαν. Γίνωσκε δὲ ὅτι ὁ τεχνικὸς τὴν προηγουμένην συλλαβὴν διδάσκει ἐνταῦθα, οὐχὶ δὲ τὴν ἐπὶ τέλους. —«Θέσει δὲ ἤτοι ὅταν εἰς δύο σύμφωνα λήγῃ, οἷον ἅλς». Ἰδοὺ καὶ ἐνταῦθα τὸ α προσέλαβεν τὰ δύο σύμφωνα, λέγω δὴ τὸ λ καὶ τὸ ς , καὶ οὕτως ἐμεγεθύνθη. —«Ἢ ὅταν βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι ἐπιφέρηται δύο σύμφωνα, οἷον ἀγρός».
571 [35] Ἰδοὺ καὶ ἐνταῦθα τὸ α διὰ τὴν ἐπιφορὰν τῶν δύο συμφώνων, λέγω δὴ τοῦ γ καὶ τοῦ ρ , ἐμεγεθύνθη, τουτέστι μακρὸν ἐγένετο. —«Ἢ ὅταν εἰς ἁπλοῦν σύμφωνον σύμφωνον λήγῃ καὶ τὴν ἑξῆς ἔχῃ ἀπὸ συμφώνου ἀρχομένην, οἷον ἔργον». Ἰδοὺ καὶ ἐνταῦθα ἡ ερ συλλαβή, διότι λήγει εἰς ἁπλοῦν σύμφωνον τὸ ρ καὶ ἔχει τὴν γον συλλαβὴν ἀπὸ συμφώνου ἀρχομένην τοῦ γ , μακρά ἐστιν, ἡ δὲ γον βραχεῖα, ὅτι οὐκ ἔχει ἄλλην συλλαβὴν ἀπὸ συμφώνου ἀρχομένην· εἰ γὰρ εἶχεν, ἐμεγεθύνετο ἂν καὶ αὐτή. Οὕτως γὰρ ἐκτείνονται τὰ δίχρονα καὶ τὰ βραχέα φωνήεντα, καὶ οὐχ ὡς ἔτυχεν, ἀλλ’ ὡς ὁ προκείμενος σκοπὸς διδάσκει. —«Ἢ ὅταν διπλοῦν σύμφωνον ἐπιφέρηται, οἷον ἔξω». Ἰδοὺ πάλιν ἐνταῦθα τὸ ε διὰ τὴν ἐπιφορὰν τοῦ ξ ἐμεγεθύνθη· οὕτω γὰρ πάντα τὰ βραχέα καὶ τὰ δίχρονα τῇ ἐπιφορᾷ τῶν διπλῶν συμφώνων ἐκτείνονται. —«Ἢ ὅταν εἰς διπλοῦν σύμφωνον λήγῃ, οἷον Ἄραψ». Ἰδοὺ καὶ ἐνταῦθα τὸ α , ἤγουν ἡ πρώτη συλλαβή, μακρά ἐστιν, διότι λήγει ἡ δευτέρα συλλαβὴ εἰς διπλοῦν σύμφωνον τὸ ψ , βραχεῖα δέ ἐστιν ἡ δευτέρα συλλαβὴ ἡ ραψ (sic). § 9. Περὶ βραχείας συλλαβῆς. «Βραχεῖα συλλαβὴ γίνεται κατὰ τρόπους δύο, ἤτοι ὅταν ἔχῃ ἕν τι τῶν διχρόνων κατὰ συστολὴν παραλαμβανόμενον, οἷον Ἄρης». Προείπομεν ὅτι οἱ ποιηταὶ ποιητικῇ ἐξουσίᾳ τὰ δίχρονα πῇ μὲν ἐκτείνουσιν πῇ δὲ συστέλλουσιν. —«Ἢ ὅταν ἔχῃ ἕν τι τῶν φύσει βραχέων, οἷον βρέφος». Ἰδοὺ ἡ βρε καὶ ἡ φος συλλαβὴ βραχεῖαί εἰσιν, ὅτι βραχέα φωνήεντα ἔχουσιν· εἰ γὰρ καὶ ἄρχεται ἡ φος συλλαβὴ ἀπὸ συμφώνου τοῦ φ , ἀλλ’ ἡ βρε οὐ λήγει εἰς σύμφωνον, ἀλλ’ εἰς φωνῆεν. § 10. Περὶ κοινῆς συλλαβῆς. «Κοινὴ συλλαβὴ γίνεται κατὰ τρόπους τρεῖς, ἤτοι ὅταν εἰς μακρὸν φωνῆεν λήγῃ καὶ τὴν ἑξῆς ἔχῃ ἀπὸ φωνήεντος ἀρχομένην, οἷον 〈Γ 164〉 οὔ τί μοι αἰτίη ἐσσ ί , θεοί νύ μοι αἴτιοί εἰσι ν». Ἰδοὺ ἐνταῦθα ἡ οι δίφθογγος εἰς μακρὸν φωνῆεν λήγει τὸ ι , καὶ ἡ ἑξῆς ἄρχεται ἀπὸ τῆς αι διφθόγγου, καὶ διὰ τοῦτο λέγεται κοινή. Ἡ δὲ κοινὴ συλλαβὴ παρὰ τοῖς μετρικοῖς πῇ μὲν ἀντὶ μακρᾶς πῇ δὲ ἀντὶ βραχείας παραλαμβάνεται, καὶ διὰ τοῦτο λέγεται κοινὴ συλλαβή. Εἰ δὲ θέλεις τὴν αἰτίαν τοῦ Ὁμηρικοῦ στίχου μαθεῖν, ἔστιν οὕτως· ἡ Ἑλένη ὀνειδιζομένη ὑπὸ Πριάμου καὶ τῶν λοιπῶν ἀρχόντων, ὅτι διὰ σὲ πολλὰ κακὰ ἔγνωμεν, καὶ συγκαταθεμένης αὐτῆς καὶ ἑαυτὴν κατακρινούσης, ἐλεήσας αὐτὴν ὁ Πρίαμος ἀπεκρίθη τὸν στίχον τοῦτον λέγων· οὔ τί μοι αἰτίη ἐσσ ί , θεοί νύ μοι αἴτιοί εἰσι ν, τουτέστιν οὐδαμῶς μοι γέγονας σὺ αἴτιος κακῶν, ἀλλ’ οἱ θεοί. —«Ἢ ὅταν βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι ἐπιφέρηται δύο σύμφωνα, ὧν τὸ μὲν δεύτερον ἀμετάβολον, τὸ δὲ ἡγούμενον καθ’ ἓν ἄφωνόν ἐστιν, οἷον 〈Τ 287〉 Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμ ῷ». Ἰδοὺ καὶ ἐνταῦθα ἡ πα συλλαβὴ κοινή ἐστιν διὰ τὴν ἐπιφορὰν τῶν δύο συμφώνων, ὧν τὸ μὲν δεύτερόν ἐστιν ἀμετάβολον, τὸ ρ , τὸ δὲ προηγούμενον, τὸ τ , ἓν τῶν ἐννέα ἀφώνων ἐστίν.
572 [40] Ἐὰν δὲ θέλῃς καὶ τούτου τοῦ στίχου τὴν ἐπίλυσιν γνῶναι, ἔστιν οὕτως· τελευτήσαντος τοῦ Πατρόκλου ὀδυρόμενος αὐτὸν ὁ Ἀχιλλεὺς (sic) σὺν τοῖς ἰδίοις ἔλεγεν· Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμ ῷ, τουτέστι Πάτροκλέ μοι πολὺ ἠγαπημένε κατὰ ψυχήν, δήλωσόν μοι σεαυτὸν κἂν κατ’ ὄναρ. —«Ἢ ὅταν βραχεῖα οὖσα καταπεραιοῖ εἰς μέρος λόγου καὶ τὴν ἑξῆς ἔχῃ ἀπὸ φωνήεντος ἀρχομένην, οἷον 〈Ξ 1〉 Νέστορα δ ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπη ς». Ἰδοὺ καὶ ἐνταῦθα ἡ θεν συλλαβὴ βραχεῖα οὖσα καταπεραιοῖ εἰς μέρος λόγου καὶ τὴν ἑξῆς ἔχει ἀπὸ τοῦ η φωνήεντος ἀρχομένην. Ἡ δὲ ἐπίλυσις τοῦ στίχου ἐστὶν οὕτως· καίπερ πίνοντα τὸν Νέστορα ὁ ἦχος οὐ διέλαθεν. Σὺν Θεῷ ἑρμηνεία τῶν ὀκτὼ μερῶν τοῦ λόγου. § 12. Περὶ ὀνόματος. «Ὄνομά ἐστι μέρος λόγου πτωτικόν». Μέρος λόγου λέγεται, ὅτι ἓν τῶν ὀκτὼ μερῶν τοῦ λόγου ἐστίν· πτωτικὸν δὲ λέγεται, ὅτι πτώσεις ἐπιδέχεται. —«Σῶμα ἢ πρᾶγμα σημαῖνον, σῶμα μέν, οἷον λίθος, πρᾶγμα δέ, οἷον παιδεία». Γίνωσκε δὲ ὅτι κατὰ γραμματικοὺς σῶμά ἐστι πᾶν τὸ ἁφῇ κρατούμενον, πρᾶγμα δὲ τὸ μὴ τῇ ἁφῇ κρατούμενον, ἀλλὰ τῷ νῷ. —«Κοινῶς τε καὶ ἰδίως λεγόμενον, κοινῶς μέν, οἷον ἄνθρωπος ἵππος»· τὸ γὰρ ἄνθρωπος ὄνομα κοινόν ἐστι πάντων τῶν ἀνθρώπων· ὁμοίως καὶ τὸ ἵππος κοινὸν ὄνομά ἐστι πάντων τῶν ἵππων. —«Ἰδίως δέ, οἷον Σωκράτης»· εἷς γὰρ τῶν ἀνθρώπων ἐστὶν ὁ Σωκράτης, καὶ Λευκὸς ἵππος εἷς πάντων τῶν ἵππων ἐστίν. —«Παρέπεται δὲ τῷ ὀνόματι πέντε». Ποῖα ταῦτα; «Γένη, εἴδη, σχήματα, ἀριθμοί, πτώσεις»· παρεπόμενα δὲ λέγονται διὰ τὸ πλησίον αὐτὰ ἕπεσθαι τοῦ ὀνόματος· ἡ γὰρ παρά πρόθεσις παρὰ τοῖς γραμματικοῖς πλησιασμὸν σημαίνει. «Γένη μὲν οὖν εἰσι τρία, ἀρσενικόν, θηλυκόν, οὐδέτερον· ἔνιοι δὲ προστιθέασι τούτοις ἄλλα δύο, κοινόν τε καὶ ἐπίκοινον, κοινὸν μέν, οἷον ἄνθρωπος ἵππος, ἐπίκοινον δέ, οἷον χελιδών ἀετός». Ἀρσενικοῦ γένους ἐστὶν ὄνομα, οὗ κατ’ εὐθεῖαν καὶ ἑνικὴν πτῶσιν προηγεῖται ἄρθρον τὸ ὁ, οἷον ὁ θεός, ὁ ἄγγελος, ὁ ἄνθρωπος καὶ τὰ τοιαῦτα· θηλυκοῦ δὲ γένους ἐστὶν ὄνομα, οὗ κατ’ εὐθεῖαν καὶ ἑνικὴν πτῶσιν προηγεῖται ἄρθρον τὸ ἡ, οἷον ἡ γυνή, ἡ σοφία, ἡ πόλις καὶ τὰ τοιαῦτα· οὐδετέρου δὲ γένους ἐστὶν ὄνομα, οὗ κατ’ εὐθεῖαν καὶ ἑνικὴν πτῶσιν προηγεῖται ἄρθρον τὸ τό, οἷον τὸ φῶς, τὸ ὕδωρ, τὸ μέλι καὶ τὰ τοιαῦτα. Γίνωσκε δὲ ὅτι κοινὸν ὄνομά ἐστι τὸ διὰ δύο ἄρθρων σημαῖνον τό τε ἄρρεν καὶ τὸ θῆλυ, οἷον ὁ ἄνθρωπος καὶ ἡ ἄνθρωπος, ὁ ἵππος καὶ ἡ ἵππος· ὁμοίως δὲ καὶ ὁ κύων καὶ ἡ κύων. Ἐπίκοινον 〈δὲ〉 ὄνομά ἐστι τὸ δι’ ἑνὸς ἄρθρου σημαῖνον τό τε ἄρσεν καὶ τὸ θῆλυ, οἷον ὁ ἀετός λέγοντες οὐ λέγομεν καὶ ἡ ἀετός, ἀλλὰ μόνον ὁ ἀετός διὰ τοῦ ἑνὸς ἄρθρου· οὕτως καὶ ὁ κόραξ καὶ ὁ πέρδιξ καὶ τὰ ὅμοια· καὶ ἡ χελιδών λέγοντες οὐ λέγομεν καὶ ὁ χελιδών, ἀλλὰ μόνον ἡ χελιδών διὰ τοῦ ἑνὸς ἄρθρου· οὕτως καὶ ἡ περιστερά καὶ ἡ τρυγών καὶ τὰ τοιαῦτα. «Εἴδη δύο, πρωτότυπον καὶ παράγωγον»· πρωτότυπον μέν, οἷον οὐρανός, παράγωγον δέ, οἷον οὐράνιος· ὁμοίως καὶ ἡ γῆ πρωτότυπος λέγεται, παράγωγον δέ, οἷον γήϊνος.
573 [35] Λέγομεν δὲ καὶ ἐπὶ χωρῶν καὶ πόλεων, χωρῶν μὲν πρωτότυπον Ἀσία, παράγωγον δὲ Ἀσιανός· ὁμοίως καὶ Ἀφρική πρωτότυπον ὄνομα χώρας, παράγωγον δὲ Ἀφρικανός· ἐπὶ πόλεων δὲ πρωτότυπον ὄνομα, οἷον Ῥώμη, παράγωγον δέ, οἷον Ῥωμαῖος, Ἀθῆναι καὶ Ἀθηναῖος, Ἀλεξάνδρεια καὶ Ἀλεξανδρεύς, Σαμάρεια καὶ Σαμαρείτης, Πάνορμος καὶ Πανορμίτης. «Εἴδη δὲ παραγώγων ἐστὶν ἑπτά, πατρωνυμικόν, κτητικόν, συγκριτικόν, ὑπερθετικόν, ὑποκοριστικόν, παρώνυμον, ῥηματικόν. Πατρωνυμικὸν μὲν οὖν ἐστι τὸ κυρίως ἀπὸ πατρὸς ἐσχηματισμένον, καταχρηστικῶς δὲ καὶ τὸ ἀπὸ προγόνων, οἷον Πηλείδης Αἰακίδης ὁ Ἀχιλλεύς». Γίνωσκε δὲ ὅτι ὁ Ἀχιλλεὺς λέγεται καὶ Πηλείδης καὶ Αἰακίδης πατρωνυμικῶς· ἐκ μὲν τοῦ Πηλέως τοῦ ἰδίου πατρὸς λέγεται Πηλείδης, ἐκ δὲ τοῦ Αἰακοῦ τοῦ ἰδίου πάππου λέγεται Αἰακίδης. —«Τύποι δὲ τῶν πατρωνυμικῶν ἀρσενικῶν μὲν τρεῖς, ὁ εἰς δης , ὁ εἰς ων , ὁ εἰς αδιος , οἷον Ἀτρείδης Ἀτρείων, καὶ ὁ τῶν Αἰολέων ἴδιος τύπος Ὑρράδιος· Ὕρρα γὰρ παῖς Πιττακός». Πρῶτος τύπος ὁ εἰς δης , οἷον Πηλείδης· δεύτερος τύπος ὁ εἰς ων , οἷον Πηλείων· τρίτος τύπος ὁ εἰς αδιος , οἷον Πηλειάδιος. Θηλυκῶν δὲ ὁμοίως τύποι εἰσὶ τρεῖς, ὁ εἰς ις , ὁ εἰς ας , ὁ εἰς νη , οἷον ἀπὸ Πριάμου τοῦ ἰδίου πατρὸς ἡ θυγάτηρ αὐτοῦ λέγεται Πριαμίας καὶ Πριαμιάς καὶ Πριαμίνη· ἰδοὺ οἱ τρεῖς τύποι. —«Κτητικὸν δέ ἐστι τὸ ὑπὸ τὴν κτῆσιν πεπτωκός, ἐμπεριειλημμένου τοῦ κτήτορος, οἷον Νηλήϊοι ἵπποι, Ἑκτόριος χιτών, Πλατωνικὸν βιβλίον»· ἀπὸ μὲν Νηλέως τοῦ κτήτορος λέγεται Νηλήϊοι ἵπποι, ἀπὸ δὲ Ἕκτορος τοῦ κτήτορος λέγεται Ἑκτόριος χιτὼν καὶ Ἑκτόριος οἶκος, Πλατωνικὸς ἐλαιὼν καὶ τὰ ὅμοια. —«Συγκριτικὸν δέ ἐστι τὸ τὴν σύγκρισιν ἔχον ἑνὸς πρὸς ἕνα ὁμοιογενῆ, ὡς Ἀχιλλεὺς ἀνδρειότερος Αἴαντος, ἢ ἑνὸς πρὸς πολλοὺς ἑτερογενεῖς, ὡς Ἀχιλλεὺς ἀνδρειότερος τῶν Τρώων». Σύγκρισις δέ ἐστι λόγος ἀντεξεταστικὸς ἐκ παραθέσεως ἑτέρου προσώπου, συνάγων τῷ παραλαμβανομένῳ τὸ μεῖζον· συγκρίνοντες γὰρ μεταξὺ τοῦ Αἴαντος καὶ τοῦ Ἀχιλλέως τὴν ἀνδρείαν ἑκάστου, λέγομεν ἀνδρειότερον τὸν Ἀχιλλέα ὡς ὑπερβάλλοντα τῇ ἀνδρείᾳ· λέγεται ὁ μὲν Αἴας ἀνδρεῖος, ὁ δὲ Ἀχιλλεὺς ἀνδρειότερος κατὰ σύγκρισιν· ὁμοίως καὶ οἱ Τρῶες ἀνδρεῖοι λέγονται, ἀνδρειότερος δὲ τῶν Τρώων ὁ Ἀχιλλεὺς κατὰ σύγκρισιν. —«Τῶν δὲ συγκριτικῶν τύποι εἰσὶ τρεῖς, ὁ εἰς τερος , οἷον ὀξύτερος βραδύτερος, καὶ ὁ εἰς ων καθαρόν, οἷον βελτίων, καὶ ὁ εἰς σων , οἷον κρείσσων ἥσσων». Παράδειγμα δὲ τούτων, οἷόν ἐστι ταχύς πρωτότυπον λεγόμενον ὄνομα· παράγωγον δὲ αὐτοῦ πρῶτος τύπος τῶν συγκριτικῶν γενόμενος ταχύτερος, δεύτερος τύπος τῶν συγκριτικῶν ταχίων, τρίτος τύπος τῶν συγκριτικῶν τάσσων, καὶ τροπῇ τοῦ τ εἰς θ θάσσων. —«Ὑπερθετικὸν δέ ἐστι τὸ κατ’ ἐπίτασιν ἑνὸς πρὸς πολλοὺς παραλαμβανόμενον ἐν συγκρίσει».
574 [35] Ἐπίτασίς ἐστιν οἱονεὶ ἐπέκτασις ἤτοι μεγαλειότης ἑνός τινος ὑπερέχοντος πολλοὺς ἐν μεγαλοσύνῃ, καὶ λέγεται ὑπερθετικῶς μεγαλώτατος καὶ μέγιστος. —«Ὑποκοριστικὸν δέ ἐστι τὸ μείωσιν τοῦ πρωτοτύπου ἀσυγκρίτως δηλοῦν». Παράδειγμα δὲ αὐτοῦ ἐστιν ἄνθρωπος λεγόμενος τέλειος, παράγωγον δὲ αὐτοῦ τὸ καὶ ὑποκοριστικὸν ἀνθρωπάριον· οὕτως καὶ τὰ ὅμοια. —«Παρώνυμον δέ ἐστι τὸ παρ’ ὄνομα ποιηθέν, οἷον Θέων Τρύφων»· ἀπὸ γὰρ τοῦ θεοῦ παράγεται Θέων, καὶ ἀπὸ τῆς τρυφῆς Τρύφων· οὕτως καὶ τὰ ὅμοια. —«Ῥηματικὸν δέ ἐστι τὸ ἀπὸ ῥήματος παρηγμένον, οἷον Φιλήμων Νοήμων»· ἀπὸ μὲν τοῦ φιλῶ ῥήματος παράγεται Φιλήμων, καὶ ἀπὸ τοῦ νοῶ Νοήμων. «Σχήματα τρία, ἁπλοῦν σύνθετον παρασύνθετον». Ἁπλοῦν μὲν οὖν ἐστι τὸ καθ’ ἑαυτὸ ἁπλῶς λεγόμενον, οἷον χρυσός· σύνθετον δὲ τὸ ἐκ δύο ὀνομάτων συντιθέμενον, οἷον Χρύσανθος· τὸ γὰρ χρυσός ὄνομα καθ’ ἑαυτὸ ἁπλοῦν ἐστι· συντεθέντα δὲ ἀμφότερα τό τε χρυσός καὶ τὸ ἄνθος ἐγένοντο ἓν ὄνομα σύνθετον· ὁμοίως καὶ τὸ φίλος καὶ ἵππος ὀνόματα συντεθέντα ἀποτελοῦσιν ἓν ὄνομα σύνθετον, οἷον Φίλιππος. Τινὲς δὲ τὸ Φίλιππος ἀπὸ ῥήματος συντιθέασιν, ἀπὸ τοῦ φιλῶ καὶ ἵππος λέγουσι Φίλιππος. Ὁμοίως καὶ ἡ ἀνά πρόθεσις καὶ τὸ στάσις συντεθέντα ὄνομα σύνθετον ἀποτελοῦσιν, οἷον Ἀναστάσιος· οὕτως καὶ τὰ ὅμοια. Παρασύνθετον δέ ἐστι τὸ παρὰ συνθέτου ὀνόματος γενόμενον, ὡς ἀπὸ τοῦ Φιλίππου συνθέτου ὀνόματος παράγεται Φιλιππίδης. —«Τῶν δὲ συνθέτων διαφοραί εἰσι τέσσαρες· ἃ μὲν γὰρ αὐτῶν εἰσιν ἐκ δύο τελείων, ὡς Χειρίσοφος»· τὸ γὰρ χειρί τέλειον ὄνομά ἐστιν, ὁμοίως καὶ τὸ σοφός, ἅτινα συντεθέντα ἀπετέλεσαν τὸ Χειρίσοφος σύνθετον ὄνομα. «Ἃ δὲ ἐκ δύο ἀπολειπόντων, ὡς Σοφοκλῆς»· τὸ γὰρ σοφός ὄνομα ἀπολείπει τὸ ς , τὸ δὲ κλῆσις ἀπολείπει τὴν ις συλλαβήν, ἅτινα συντεθέντα ἀποτελοῦσι τὸ Σοφοκλῆς σύνθετον ὄνομα. «Ἃ δὲ ἐξ ἀπολείποντος καὶ τελείου, ὡς Φιλόδημος»· τὸ μὲν γὰρ φίλος ὄνομα ἀπολείπει τὸ ς , τὸ δὲ δῆμος τέλειον ὄνομά ἐστιν, ἅτινα συντεθέντα ἀπετέλεσαν τὸ Φιλόδημος. «Ἃ δὲ ἐκ τελείου καὶ ἀπολείποντος, ὡς Περικλῆς»· ἡ γὰρ περί πρόθεσις τέλειον ὄνομά ἐστιν, τὸ δὲ κλῆσις ἀπολείπει τὴν ις συλλαβήν, ἅτινα συντεθέντα ἀπετέλεσαν τὸ Περικλῆς σύνθετον ὄνομα· οὕτως καὶ τὰ ὅμοια. «Ἀριθμοὶ τρεῖς, ἑνικός, δυϊκός, πληθυντικός»· ἑνικὸς μέν, οἷον ὁ ἄνθρωπος, δυϊκὸς δὲ τὼ ἀνθρώπω, χωρὶς τοῦ ι γραφομένου τοῦ ω · συγγραφόμενον δὲ μετὰ τοῦ ι τὸ ω γίνωσκε ὅτι δοτικὴν πτῶσιν σημαίνει ἑνικοῦ ἀριθμοῦ· πληθυντικὸς δὲ οἱ ἄνθρωποι. —«Εἰσὶ δέ τινες ἑνικοὶ χαρακτῆρες καὶ κατὰ πολλῶν λεγόμενοι, οἷον δῆμος χορός ὄχλος»· ταῦτα γὰρ εἰ καὶ πλῆθος σημαίνουσιν, ἀλλ’ ὅμως ἑνικοῦ χαρακτῆρός εἰσιν. —«Καὶ πληθυντικοὶ κατὰ ἑνικῶν τε καὶ δυϊκῶν, ἑνικῶν μέν, ὡς Ἀθῆναι Θῆβαι»· καὶ ταῦτα γὰρ εἰ καὶ πληθυντικῶς λέγονται Ἀθῆναι καὶ Θῆβαι, ἀλλ’ ὅμως τῇ διανοίᾳ ἑνικὰ νοοῦνται· αἱ γὰρ Ἀθῆναι πληθυντικῶς λεγόμεναι μίαν πόλιν σημαίνουσι καὶ οὐ πολλάς· ὁμοίως καὶ Θῆβαι τὸ αὐτὸ σημαίνουσιν.
575 [30] —«Δυϊκῶν δέ, ὡς ἀμφότεροι»· οἱ γὰρ ἀμφότεροι δύο ὄντες πληθυντικῶς λέγονται. «Πτώσεις ὀνομάτων εἰσὶ πέντε, ὀρθή, γενική, δοτική, αἰτιατική, κλητική· καὶ ἡ μὲν ὀρθὴ λέγεται ὀνομαστικὴ καὶ εὐθεῖα», οἷον ὁ Πέτρος· «ἡ δὲ γενικὴ κτητική τε καὶ πατρική», οἷον τοῦ Πέτρου ὁ πατὴρ ἢ ὁ υἱὸς ἢ ἡ γυνὴ ἢ ἡ ἀδελφή. Ταῦτα καὶ τὰ ὅμοια κατὰ πατρικὴν σημασίαν ἤτοι γενεαλογίαν λέγονται· παρὰ τοῦτο γὰρ καὶ γενικὴ καλεῖται. Κτήματα πάλιν τοῦ αὐτοῦ Πέτρου σημαίνοντες λέγομεν τοῦ Πέτρου ὁ ἀμπελὼν ἢ ὁ ἐλαιὼν ἢ ὁ φοινικὼν ἢ ὁ οἶκος ἢ ὁ ἵππος καὶ τὰ τοιαῦτα. —«Ἡ δὲ δοτικὴ ἐπισταλτική», οἷον τῷ Πέτρῳ ἐπιστέλλω ἢ δίδωμι ἢ διαλέγομαι καὶ τὰ ὅμοια. —«Ἡ δὲ αἰτιατικὴ κατὰ αἰτιατικὴν σημασίαν λέγεται», οἷον τὸν Πέτρον αἰτῶ ἢ ζητῶ, ἵνα αὐτὸν τιμήσω ἢ ἀτιμάσω, ἢ καὶ ἐν ὁδῷ ἀποστείλω ἢ εἰς μεγάλην ἀξίαν ἀναβιβάσω. —«Ἡ δὲ κλητικὴ προσαγορευτική», καθὼς εἰώθαμεν ἀλλήλους καλεῖν ὦ Πέτρε. «Ὑποπέπτωκε δὲ τῷ ὀνόματι ταῦτα, ἃ καὶ αὐτὰ εἴδη προσαγορεύονται· κύριον, προσηγορικόν, ἐπίθετον, πρός τι ἔχον, ὡς πρός τι ἔχον, ὁμώνυμον, συνώνυμον, φερώνυμον, διώνυμον, ἐπώνυμον, ἐθνικόν, ἐρωτηματικόν, ἀόριστον, ἀναφορικόν, ὃ καὶ ὁμοιωματικὸν καὶ δεικτικὸν καὶ ἀνταποδοτικὸν καλεῖται, περιληπτικόν, ἐπιμεριζόμενον, περιεκτικόν, πεποιημένον, γενικόν, εἰδικόν, τακτικόν, ἀριθμητικόν, ἀπολελυμένον, μετουσιαστικόν». —» Κύριον μὲν οὖν ἐστι τὸ τὴν ἰδίαν οὐσίαν ἤτοι ὑπόστασιν σημαῖνον· προσηγορικὸν δέ ἐστι τὸ τὴν κοινὴν καὶ καθ’ ὅλου οὐσίαν τοῦ εἴδους σημαῖνον· ἐπίθετον δέ ἐστι τὸ ἐπὶ κυρίων ἢ προσηγορικῶν ὁμωνύμως τιθέμενον καὶ δηλοῦν ἔπαινον ἢ ψόγον. Λαμβάνεται δὲ τριχῶς», ἤγουν τρισσῶς, «ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ τῶν ἐκτός· ἀπὸ μὲν ψυχῆς, ὡς σώφρων ἀκόλαστος»· ἐνταῦθα τὸ μὲν σώφρων ἔπαινον σημαίνει, τὸ δὲ ἀκόλαστος ψόγον. «Ἀπὸ δὲ σώματος, ὡς ταχύς καὶ βραδύς»· καὶ ἐνταῦθα τὸ μὲν ταχύς ἔπαινον σημαίνει, τὸ δὲ βραδύς ψόγον· οὕτως καὶ τὰ ὅμοια. «Ἀπὸ δὲ τῶν ἐκτός, ὡς πλούσιος πένης»· πλοῦτος γὰρ καὶ πενία οὐκ ἐν τῷ σώματι, ἀλλ’ ἐκτὸς τοῦ σώματός εἰσιν· γύμνωσον γὰρ ἄρχοντα καὶ πένητα, καὶ οὐδὲν ἄλλος τοῦ ἄλλου σωματικῶς ὑπερέχει. —» Πρός τι ἔχον δέ ἐστιν ὡς πατήρ υἱός φίλος δεξιός»· ὁ γὰρ πατὴρ ἔχει πρὸς τὸν υἱὸν ὑϊκὴν σχέσιν, καὶ ὁ υἱὸς πρὸς τὸν πατέρα πατρικὴν σχέσιν· ὁμοίως καὶ φίλος [δεξιὸς] πρὸς τὸν ἑαυτοῦ φίλον ἀγαπητικὴν σχέσιν ἔχει. —» Ὡς πρός τι ἔχον δέ ἐστιν ὡς νύξ ἡμέρα»· τὸ γὰρ ὡς ἐπίρρημα ὁμοιωματικόν ἐστιν. « Ὁμώνυμον δέ ἐστιν ὄνομα τὸ κατὰ πολλῶν ὁμωνύμως τιθέμενον, οἷον ἐπὶ μὲν κυρίων, ὡς Αἴας ὁ Τελαμώνιος καὶ Αἴας ὁ Ἰλέως»· ταῦτα γὰρ τῇ ὁμωνυμίᾳ κοινωνοῦσι, τῇ δὲ τοπικῇ σημασίᾳ διαφέρουσιν.
576 [35] «Ἐπὶ δὲ προσηγορικῶν, ὡς μῦς θαλάττιος καὶ μῦς γηγενής»· ὁμοίως καὶ ταῦτα τῇ ὁμωνυμίᾳ κοινωνοῦσι, τῇ δὲ διαφορᾷ τῆς γῆς καὶ τῆς θαλάσσης διαφέρουσιν. —» Συνώνυμον δέ ἐστι τὸ ἐν διαφόροις ὀνόμασι τὸ αὐτὸ δηλοῦν, οἷον ἄορ ξίφος μάχαιρα σπάθη φάσγανον»· ταῦτα γὰρ πάντα ἓν εἶδος σημαίνουσι, σίδηρον ἀμφήκη, τουτέστιν ἀμφοτέρωθεν ἠκονημένον· ταῦτα καὶ τὰ ὅμοια τούτοις παρὰ τοῖς φιλοσόφοις πολυώνυμα λέγονται. —» Φερώνυμον δέ ἐστι τὸ ἀπό τινος συμβεβηκότος τεθέν, ὡς Τισαμενός καὶ Μεγαπένθης». Καὶ περὶ μὲν τοῦ Μεγαπένθους ἡ αἰτία ἐστὶν αὕτη· ὅταν ἡρπάγη ὑπὸ τοῦ Μενέλεω ἡ Ἑλένη, πενθοῦντος αὐτὴν παντὸς τοῦ οἴκου, ἐτέχθη παῖς τῷ Μενέλεῳ, καὶ ἐκλήθη Μεγαπένθης παρὰ τὸ μέγα πένθος τοῦ οἴκου. Περὶ δὲ τοῦ Τισαμενοῦ, ὅταν ἐτιμωρήσατο τὴν Κλυταιμνήστραν ὁ Ὀρέστης, ἐτέχθη αὐτῷ παῖς καὶ ἐκλήθη Τισαμενός παρὰ τὸ τίσασθαι αὐτήν, τουτέστιν ἀνταποδοῦναι. —» Διώνυμον δέ ἐστιν ὀνόματα δύο καθ’ ἑνὸς κυρίου τεταγμένα, οἷον Ἀλέξανδρος ὁ καὶ Πάρις, οὐκ ἀναστρέφοντος τοῦ λόγου· οὐ γὰρ εἴ τις Ἀλέξανδρος, οὗτος καὶ Πάρις». Ἀναστροφὴ δέ ἐστιν ὑγεία ὅρου· ὅρος δέ ἐστιν ὁ τὸ ὂν τί ἐστι σημαίνων· ὑγιαίνει δὲ ὁ ὅρος ἐν τῇ ἀναστροφῇ οὕτως, οἷον «πᾶς ἄνθρωπος γελαστικός» καὶ «πᾶς γελαστικὸς ἄνθρωπος»· νοσεῖ δὲ ὁ ὅρος οὕτως, οἷον «πᾶς ἄνθρωπος δίπους»· ἐὰν ἀναστρέψας εἴπῃς «πᾶς δίπους ἄνθρωπος», οὐκ ἀληθεύει ὁ ὅρος· οὐ γὰρ ἄνθρωπος μόνος δίπους, ἀλλὰ καὶ ἀετὸς καὶ τὰ τοιαῦτα. Ἡ δὲ αἰτία τοῦ καλεῖσθαι αὐτὸν Πάριν, ὡς ἐν τοῖς μυθικοῖς γέγραπται τῶν Ἑλλήνων, ἐστὶν αὕτη· μαχεσαμένων τῶν τριῶν θεῶν Ἀθηνᾶς, Ἥρας καὶ Ἀφροδίτης περὶ τοῦ χρυσοῦ μήλου καὶ δικαστῶν ἐλθόντων ἐπὶ τῇ μάχῃ αὐτῶν ἦλθεν πρὸ πάντων ὁ Ἀλέξανδρος, καὶ διὰ τοῦτο κέκληται Πάρις παρὰ τὸ πρὸ πάντων παρεῖναι. —» Ἐπώνυμον δέ ἐστιν, ὃ καὶ διώνυμον καλεῖται, τὸ μεθ’ ἑτέρου κυρίου καθ’ ἑνὸς λεγόμενον, ὡς ἐνοσίχθων ὁ Ποσειδῶν καὶ φοῖβος ὁ Ἀπόλλων». Τὸ μὲν Ποσειδῶν ἐστι κύριον ὄνομα, τὸ δὲ ἐνοσίχθων ἐπώνυμον τοῦ Ποσειδῶνος κατ’ ἐνέργειαν λεγόμενον· ὡς οἱ Ἕλληνες μυθολογοῦσι, παρὰ τὸ τὴν γῆν σείειν λέγεται ἐνοσίχθων. Ὁμοίως καὶ Ἀπόλλων κύριον ὄνομά ἐστι, τὸ δὲ φοῖβος ἐπώνυμον τοῦ Ἀπόλλωνος διὰ τὸ μάντιν εἶναι τὸν Ἀπόλλωνα· φοῖβος γὰρ ὁ μάντις λέγεται. Ὁμοίως καὶ ὁ ἅγιος Γρηγόριος ἐπώνυμον ἔχει τὸ θεολόγος ἐκ τῆς θεολογίας. —» Ἐθνικὸν δέ ἐστι τὸ ἔθνους δηλωτικόν, ὡς Φρύξ Γαλάτης»· ταῦτα καὶ παράγωγα λέγονται, ὁ μὲν Φρύξ ἀπὸ Φρυγίας τῆς χώρας, ὁ δὲ Γαλάτης ἀπὸ Γαλατίας. —» Ἐρωτηματικὸν δέ ἐστιν, ὃ καὶ πευστικὸν καλεῖται, τὸ κατ’ ἐρώτησιν λεγόμενον, οἷον τίς ποῖος πόσος πηλίκος»· ταῦτα γὰρ κατ’ ἐπερώτησιν λέγονται. —» Ἀόριστον δέ ἐστι τὸ τῷ ἐρωτηματικῷ ἐναντίως λεγόμενον, οἷον ὅστις ὁποῖος ὁπόσος ὁπηλίκος»· ταῦτα γὰρ ἀόριστα λέγονται παρὰ τὸ μὴ ὁρίζειν πρόσωπον ἤγουν δεικνύειν.
577 [30] —» Ἀναφορικὸν δέ ἐστιν, ὃ καὶ ὁμοιωματικὸν καὶ δεικτικὸν καὶ ἀνταποδοτικὸν καλεῖται, τὸ ὁμοίωσιν σημαῖνον, οἷον τοιοῦτος τοσοῦτος τηλικοῦτος»· ἀναφορικὸν δὲ λέγεται παρὰ τὸ ἀναφέρειν ἡμῖν γνῶσιν τοῦ ζητουμένου, οἷον ἔστω ζητούμενον, τίς ὁ ἅγιος Πέτρος, μανθάνομεν ὅτι ὁ ἀπόστολος· ἐρωτῶντες δὲ ποταπὸς ἦν, μανθάνομεν παρὰ τοῦ ἐρωτωμένου ὅτι θασύθριξ, δεικνύντος αὐτοῦ ἡμῖν καὶ ὅμοιον δασύτριχα. —» Περιληπτικὸν δέ ἐστι τὸ τῷ ἑνικῷ ἀριθμῷ πλῆθος σημαῖνον, οἷον δῆμος χορός ὄχλος»· ταῦτα γὰρ πλῆθος περιλαμβάνουσι· διὰ τοῦτο περιληπτικὰ λέγονται. —» Ἐπιμεριζόμενον δέ ἐστι τὸ ἐκ δύο ἢ καὶ πλειόνων ἐπὶ ἓν ἔχον τὴν ἀναφοράν, οἷον ἑκάτερος ἕκαστος»· ἐκ μὲν δύο, «ἑκάτερος ἡμῶν ἐν ἑνὶ τόπῳ στήτω», ἢ «ἑκάτερος ἡμῶν ψαλλέτω ἢ ἀναγινωσκέτω»· οὕτως καὶ ἐπὶ πληθυντικῶν τὸ ἕκαστος νόει. — » Περιεκτικὸν δέ ἐστι τὸ ἐμφαῖνον ἐν ἑαυτῷ τι περιεχόμενον, οἷον δαφνών παρθενών ἀμπελών ἐλαιών φοινικών»· ὁ γὰρ δαφνὼν περιέχει δάφνας, καὶ ὁ παρθενὼν παρθένους, καὶ ὁ ἀμπελὼν ἀμπέλους, καὶ ὁ ἐλαιὼν ἐλαίας, καὶ ὁ φοινικὼν φοίνικας. —» Πεποιημένον δέ ἐστι τὸ παρὰ τὰς τῶν ἤχων ἰδιότητας μιμητικῶς εἰρημένον, οἷον φλοῖσβος ῥοῖζος ὀρυγμαδός»· φλοῖσβός ἐστιν ὁ τοῦ βηλοῦ τῆς νεὼς ὑπὸ ἀνέμου γινόμενος ἦχος· ῥοῖζος δὲ ὕδατος κτύπος ὑπὸ νεὼς τεμνομένου, ἀλλὰ καὶ παντὸς ὕδατος ἐπὶ τὸ πρανὲς φερομένου καὶ κτυποῦντος ῥοῖζος λέγεται· ὀρυγμαδὸς δέ ἐστι βοὴ ὄχλου πολλοῦ. —» Γενικὸν δέ ἐστι τὸ δυνάμενον εἰς πολλὰ εἴδη διαιρεθῆναι, οἷον ζῷον φυτόν»· τὸ γὰρ ζῷον κοινὸν ὄνομά ἐστι πάντων τῶν ζωῆς μετεχόντων· διαιρεῖται δὲ εἰς ἄνθρωπον, βοῦν, κύνα, ἵππον, κώνωπα καὶ τὰ τοιαῦτα· ὁμοίως καὶ τὸ φυτόν κοινὸν ὄνομά ἐστι πάντων τῶν φυτῶν· διαιρεῖται δὲ εἰς ἄμπελον, ἐλαίαν, κυπάρισσον καὶ τὰ ὅμοια. —» Εἰδικὸν δέ ἐστι τὸ ἐκ τοῦ γένους διαιρεθέν, οἷον βοῦς ἵππος ἄμπελος ἐλαία»· τὸ μὲν βοῦς καὶ ἵππος ἐκ τοῦ ζῴου τοῦ κοινοῦ ὀνόματος καθ ’ ἑαυτὰ διαιροῦνται· ὁμοίως καὶ τὸ ἄμπελος ἐλαία ἐκ τοῦ φυτοῦ τοῦ κοινοῦ ὀνόματος. —» Τακτικὸν δέ ἐστι τὸ τάξιν δηλοῦν, οἷον πρῶτος δεύτερος τρίτος»· οἷον πρῶτος ὁ ἀρχεπίσκοπος, εἶτα ἐπίσκοπος, πρεσβύτερος καὶ τὰ ὅμοια. —» Ἀριθμητικὸν δέ ἐστι τὸ ἀριθμὸν σημαῖνον, οἷον εἷς δύο τρεῖς». — » Μετουσιαστικὸν δέ ἐστι τὸ μετέχον οὐσίας τινός, οἷον πύρινος δρύϊνος ἐλάφινος»· πύρινος μὲν οὖν ὁ μετέχων πυρός, δρύϊνος ὁ μετέχων δρυός, καὶ ἐλάφινος ὁ μετέχων ἐλάφου.
578 [25] —» Ἀπολελυμένον δέ ἐστιν ὃ καθ’ ἑαυτὸ νοεῖται, οἷον θεός λόγος»· ὁ γὰρ θεὸς αὐτὸς ἑαυτὸν ἐπίσταται, ὡς δὴ καὶ ὁ λόγος αὐτοῦ ὁμοίως. Ἰδοὺ καὶ παρὰ τοῖς Ἕλλησι θεολογία. «Τοῦ δὲ ὀνόματος διαθέσεις εἰσὶ δύο, ἐνέργεια καὶ πάθος· ἐνέργεια μέν, ὡς κριτής ὁ κρίνων, πάθος δέ, ὡς κριτός ὁ κρινόμενος». § 13. Περὶ ῥήματος. «Ῥῆμά ἐστι λέξις ἄπτωτος, ἐπιδεκτικὴ χρόνων τε καὶ προσώπων καὶ ἀριθμῶν, ἐνέργειαν ἢ πάθος παριστῶσα». Τὸ ῥῆμα τοίνυν ἓν ἐκ τῶν ὀκτὼ μερῶν τοῦ λόγου ἐστίν· «ἄπτωτον» δὲ πρὸς ἀντιδιαστολὴν τῶν μετοχῶν καὶ τῶν ὀνομάτων· οὐ γὰρ ἐπιδέχεται πτώσεις τὸ ῥῆμα, ἀλλὰ κλίσεις τρεῖς, οἷον λέγω λέγεις λέγει· ἐπιδέχεται δὲ καὶ χρόνους καὶ πρόσωπα καὶ ἀριθμούς. Ἐνέργειαν ἢ πάθος παρίστησιν, ἐνέργειαν μέν, οἷον τύπτω, πάθος δέ, οἷον τύπτομαι. —«Παρέπεται δὲ τῷ ῥήματι ὀκτώ, ἐγκλίσεις, διαθέσεις, εἴδη, σχήματα, ἀριθμοί, πρόσωπα, χρόνοι, συζυγίαι· ἐγκλίσεις μὲν οὖν εἰσι πέντε, ὁριστική, προστακτική, εὐκτική, ὑποτακτική, ἀπαρέμφατος». Ἔγκλισις δέ ἐστι ψυχικὴ προαίρεσις, καθ’ ἣν ἐγκλίνεται ἡ ψυχή, ἤγουν εἰς ὃ ῥέπει· ἐγκλίνει γὰρ εἰς τὸ ὁρίσαι, εἰς τὸ προστάξαι, εἰς τὸ εὔχεσθαι καὶ εἰς τὰ ὅμοια. Ἰστέον δὲ ὅτι τὰς ἐγκλίσεις καὶ τὰς διαθέσεις οἱ παλαιοὶ κοινῶς διαθέσεις ἐκάλουν· καὶ λοιπὸν ὕστερον διεμέρισαν αὐτάς, καὶ τὰς μὲν ψυχικὰς καλοῦσιν ἐγκλίσεις, τὰς δὲ σωματικὰς διαθέσεις, οἷον τὸ ἐνθυμηθῆναι τύψαι ἔγκλισιν καλοῦσιν, εἰς ὃ ἐνέκλινεν ἡ ψυχή· τὸ δὲ ἐνεργῆσαι καὶ τύψαι διάθεσιν. —«Διαθέσεις δέ εἰσι τρεῖς, ἐνέργεια, πάθος, μεσότης· ἐνέργεια μέν, οἷον λέγω, πάθος δέ, οἷον λέγομαι, μεσότης δὲ ἡ ποτὲ μὲν ἐνέργειαν ποτὲ δὲ πάθος παριστῶσα»· ἐνέργειαν μέν, οἷον γράφομαί σε, πάθος δέ, οἷον γράφομαι ὑπὸ σοῦ. Ἄλλως τε καί τινα ῥήματά εἰσι μήτε ἐνέργειαν μήτε πάθος παριστῶντα, οἷον ζῶ θάλλω πλουτῶ. —«Εἴδη δὲ δύο, πρωτότυπον καὶ παράγωγον· πρωτότυπον μέν, οἷον ἄρδω, παράγωγον δέ, οἷον ἀρδεύω», ἄρχω ἀρχεύω, τιθῶ τίθημι, ἱστῶ ἵστημι, διδῶ δίδωμι. Καὶ γὰρ ἀπὸ ὀνομάτων γίνονται παράγωγα ῥήματα, οἷον πόλεμος πολεμίζω, Ἀντίγονος ἀντιγονίζω, Φίλιππος φιλιππίζω, Χριστός χριστιανίζω, τουτέστιν τὰ τοῦ Χριστοῦ φρονῶ.
579 [30] —«Σχήματα δὲ τρία, ἁπλοῦν, σύνθετον, παρασύνθετον· ἁπλοῦν μέν, οἷον φρονῶ, σύνθετον δέ, οἷον καταφρονῶ»· τὸ γὰρ φρονῶ ῥῆμα καὶ ἡ κατά πρόθεσις ἑνωθέντα ἐποίησαν ῥῆμα σύνθετον· «παρασύνθετον δέ, οἷον φιλιππίζω»· τὰ γὰρ παρασύνθετα ἀπὸ τῶν συνθέτων παράγονται· τὸ γὰρ φιλῶ ῥῆμα καὶ τὸ ἵππος ὄνομα ἑνωθέντα ἐποίησαν σύνθετον ὄνομα, ἐξ οὗ παράγεται τὸ φιλιππίζω ῥῆμα· οὕτως καὶ τὰ ὅμοια. —«Ἀριθμοὶ τρεῖς, ἑνικός, δυϊκός, πληθυντικός· ἑνικὸς μέν, οἷον γράφω, δυϊκὸς δέ, οἷον γράφετον, πληθυντικὸς δέ, οἷον γράφομεν». —«Πρόσωπα τρία, πρῶτον, δεύτερον, τρίτον· πρῶτον μὲν ἀφ’ οὗ ὁ λόγος», οἷον ἀπ’ ἐμοῦ ὁ λόγος, γράφω· «δεύτερον δὲ πρὸς ὃν ὁ λόγος», οἷον πρὸς σὲ ὁ λόγος, γράφεις· «τρίτον δὲ περὶ οὗ ὁ λόγος», οἷον περί τινος ἄλλου ὁ λόγος, γράφει. —«Χρόνοι τρεῖς, ἐνεστώς, παρεληλυθώς, μέλλων»· ἐνεστώς, οἷον λέγω, παρεληλυθώς, οἷον ἔλεγον, μέλλων, οἷον λέξω. —«Τούτων ὁ παρεληλυθὼς ἔχει διαφορὰς τέσσαρας, παρατατικόν, παρακείμενον, ὑπερσυντέλικον καὶ ἀόριστον»· παρατατικός, οἷον ἔλεγον, παρακείμενος, οἷον λέλεχα, ὑπερσυντέλικος, οἷον ἐλελέχειν, ἀόριστος, οἷον ἔλεξα. — Καὶ ταῦτα μὲν ἐν συντόμῳ διεξίεμεν (sic): καθόλου δὲ ἐν τῷ Ῥηματικῷ Γεωργίου καὶ Ἀπολλωνίο υ, εἰ θεῷ φίλον, εἰσόμεθα. § 14. Περὶ συζυγίας. Commentariolus ad § 14 ea tantum exhibet, quae in ipsius artis contextu leguntur; in fine autem paragraphi haec verba adiecta sunt: Ἀκολουθεῖ δὲ ἐν ταῖς κλίσεσι τῶν ῥημάτων οὕτως, οἷον παράδειγμα πρώτης συζυγίας λείβω· ἰδοὺ διὰ τοῦ β ἐκφέρεται ἐν τῷ πρώτῳ προσώπῳ, καὶ τὸ αὐτὸ β ἀκολουθεῖ ἐν ταῖς κλίσεσι τοῦ δευτέρου καὶ τρίτου προσώπου, καὶ οὐ μεταβάλλεται, οἷον λείβω λείβεις λείβει· ὁμοίως καὶ τὸ π καὶ φ καὶ πτ ἐν ταῖς κλίσεσι τῶν ῥημάτων ἀκολουθοῦσιν ἀδιαλλάκτως· ὁμοίως καὶ πᾶσαι αἱ συζυγίαι οὕτως ἐπακολουθοῦσιν ἐν ταῖς κλίσεσι τῶν ῥημάτων. § 15. Περὶ μετοχῆς. «Μετοχή ἐστι λέξις μετέχουσα τῆς τῶν ῥημάτων καὶ τῆς τῶν ὀνομάτων ἰδιότητος. Παρέπεται δὲ αὐτῇ ταῦτα ἃ καὶ τῷ ὀνόματι καὶ τῷ ῥήματι, δίχα προσώπων τε καὶ ἐκγλίσεων». «Μετέχει οὖν ὀνομάτων καὶ ῥημάτων, τῶν μὲν ὀνομάτων τὰ παρεπόμενα πάντα, καὶ τῶν ῥημάτων τὰ παρεπόμενα πάντα ἄνευ προσώπων καὶ ἐγκλίσεων.
580 [25] § 16. Περὶ ἄρθρου. «Ἄρθρον ἐστὶ μέρος λόγου πτωτικόν, προτασσόμενον καὶ ὑποτασσόμενον τῆς κλίσεως τῶν ὀνομάτων· προτακτικὸν μὲν ὁ, ὑποτακτικὸν δὲ ὅς»· καὶ προτακτικὸν μέν, οἷον 〈Ps. 1, 1〉 μακάριος ὁ ἀνὴρ ἐκεῖνο ς , ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶ ν· ἰδοὺ ἐνταῦθα ἐν μὲν τῇ πρώτῃ λέξει προτάσσεται τὸ ἄρθρον, ἐν δὲ τῇ δευτέρᾳ ὑποτάσσεται. —«Παρέπεται δὲ αὐτῷ τρία, γένη, ἀριθμοί, πτώσεις· γένη μὲν οὖν εἰσι τρία, ὁ ποιητής, ἡ ποίησις, τὸ ποίημα». Ἰδοὺ ἐνταῦθα ὁ ποιητής ἀρσενικοῦ γένους ἐστίν, ἡ δὲ ποίησις θηλυκοῦ, τὸ δὲ ποίημα οὐδετέρου. —«Ἀριθμοὶ τρεῖς, ἑνικός, δυϊκός, πληθυντικός· ἑνικὸς μὲν ὁ ἡ τό». Ἰδοὺ τῶν τριῶν γενῶν τὰ ἄρθρα· τὸ μὲν ὁ ἀρσενικοῦ, τὸ δὲ ἡ θηλυκοῦ, τὸ δὲ τό οὐδετέρου. —Πτώσεις δὲ ὁ τοῦ τῷ τόν ὦ, οἷον ὁ ἄνθρωπος, τοῦ ἀνθρώπου, τῷ ἀνθρώπῳ, τὸν ἄνθρωπον, ὦ ἄνθρωπε· θηλυκὰ ἡ τῆς τῇ τήν ὦ, οἷον ἡ γυνή, τῆς γυναικός, τῇ γυναικί, τὴν γυναῖκα, ὦ γύναι· οὐδέτερα τό τοῦ τῷ τό ὦ, οἷον τὸ μέλι, τοῦ μέλιτος, τῷ μέλιτι, τὸ μέλι, ὦ μέλι. Δυϊκὰ ἀρσενικῶν τώ τοῖν ὦ, οἷον τὼ ἀνθρώπω, τοῖν ἀνθρώποιν, ὧ ἀνθρώπω· δυϊκὰ θηλυκὰ τά ταῖν ὦ, οἷον τὰ Ἑλένα, ταῖν Ἑλέναιν, ὦ Ἑλένα. Πληθυντικὰ ἀρσενικῶν οἱ τῶν τοῖς τούς ὦ, οἷον οἱ ἄνθρωποι, τῶν ἀνθρώπων, τοῖς ἀνθρώποις, τοὺς ἀνθρώπους, ὦ ἄνθρωποι· πληθυντικὰ θηλυκὰ αἱ τῶν ταῖς τάς ὦ, οἷον αἱ γυναῖκες, τῶν γυναικῶν, ταῖς γυναιξί, τὰς γυναῖκας, ὦ γυναῖκες. § 17. Περὶ ἀντωνυμίας. «Ἀντωνυμία ἐστὶ λέξις ἀντὶ ὀνόματος παραλαμβανομένη, προσώπων ὡρισμένων δηλωτική». Ἀντωνυμία καλεῖται, ὅτι ἀντὶ ὀνόματος παραλαμβάνεται, ὡς ὅταν εἴπωμεν 〈En.
581 [30] Matth. 3, 11〉 ὁ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστι ν , οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτο ῦ · αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρ ί· ἰδοὺ ἐνταῦθα ἡ οὗ ἀντωνυμία ἐστὶν ἀντὶ τοῦ Χριστοῦ, καὶ αὐτὸς ὑμᾶς ἀντωνυμίαι εἰσὶν ἀντὶ τοῦ ὁ Χριστὸς ὑμᾶς τοὺς ἀνθρώπους βαπτίσει. —«Προσώπων» δὲ «ὡρισμένων δηλωτική», τουτέστι προσώπων φαινομένων δεικτική. —«Παρέπεται δὲ αὐτῇ ἕξ, πρόσωπα, γένη, ἀριθμοί, πτώσεις, σχήματα, εἴδη. Πρόσωπα πρωτοτύπων μὲν ἐγώ σύ ἵ», ἀντὶ τοῦ ἐγὼ Πέτρος, σὺ Παῦλος, ἐκεῖνος Ἰωάννης· «παραγώγων δὲ ἐμός σός ὅς. —«Γένη τῶν μὲν πρωτοτύπων προσώπων διὰ μὲν τῆς φωνῆς οὐ διακρίνονται, φανεροῦνται δὲ διὰ τῆς ὑπ’ αὐτῶν δείξεως, οἷον ἐγώ σύ ἵ». Ἀντωνυμίαι πρωτότυποι φωνητικῶς μὲν οὐ σημαίνουσι γένος, οὔτε ἄρσεν οὔτε θῆλυ· δεικτικῶς δὲ σημαίνουσι καὶ ἄρσεν καὶ θῆλυ καὶ οὐδέτερον· αἱ δὲ παράγωγοι ἀντωνυμίαι διὰ τῶν ἄρθρων σημαίνουσι τὰ γένη, οἷον ὁ ἐμός ἡ ἐμή τὸ ἐμόν. —Ἀριθμοὶ πρωτοτύπων, οἷον ἐγώ σύ ἐκεῖνος λέγοντες ἑνικῶς λέγομεν· δυϊκῶς δὲ νῶϊ σφῶϊ, ἀντὶ τοῦ ἡμεῖς οἱ δύο καὶ ὑμεῖς οἱ δύο· πληθυντικῶς δὲ οἷον ἡμεῖς ὑμεῖς ἐκεῖνοι. —«Παραγώγων δὲ ἀριθμὸς ἑνικός, οἷον ἐμός σός ὅς, δυϊκὸς δὲ ἐμώ σώ ὥ»· ἐμώ μὲν ἀντὶ τῶν δύο υἱῶν μου, σώ δὲ ἀντὶ τῶν δύο υἱῶν σου, ὥ λέγων ἀντὶ τῶν δύο υἱῶν αὐτοῦ λέγω. «Πληθυντικὸς ἐμοί σοί οἵ». Πτώσεις δὲ πρωτοτύπων μὲν ὀρθῆς οἷον ἐγὼ Πλάτων, γενικῆς ἐμοῦ Πλάτωνος, δοτικῆς ἐμοὶ Πλάτωνι, αἰτιατικῆς ἐμὲ Πλάτωνα· κλητικὴν δὲ οὐκ ἔχει τὸ πρῶτον πρόσωπον, οὐδεὶς γὰρ ἑαυτόν που καλεῖ. Δευτέρου προσώπου σὺ Πλάτων ἀντὶ τοῦ ὦ Πλάτων· τρίτου προσώπου ἐκεῖνος ὁ Πλάτων, ἐκείνου τοῦ Πλάτωνος, ἐκείνῳ τῷ Πλάτωνι, ἐκεῖνον τὸν Πλάτωνα. Εἰσὶ δὲ καὶ μονοπρόσωποι ἀντωνυμίαι, οἷον οὗτος τούτου τούτῳ τοῦτον· πληθυντικὸς οὗτοι τούτων τούτοις τούτους ὦ οὗτοι· ἑνικὸς αὐτός αὐτοῦ αὐτῷ αὐτόν· δυϊκὸς αὐτώ αὐτοῖν αὐτώ· πληθυντικὸς αὐτοί αὐτῶν αὐτοῖς αὐτούς. —Καὶ ταῦτα μὲν πρὸς εἰσαγομένους μερικῶς ἐν σπουδῇ διήλθομεν· ἐπὶ τέλους δὲ τοῦ κειμένου τρανῶς καὶ ὡς δεῖ λέλεκται περὶ ἀντωνυμίας. Accuratior illa de pronominibus expositio, ad quam ultimis huius paragraphi verbis delegamur, in cod. H legitur p. 272—278, in K p. 565—573; in L autem, in quo pauca tantum eius fragmenta eaque ordine perverso servata sunt, hae reliquiae exstant p.
582 [5] 234—238 et p. 203; in M denique, qualis nunc est hic codex, tota intercidit. Quae vero ibi exposita sunt simillima sunt eis quae in Σ h leguntur p. 79, 25—85, 25 (sunt etiam in cod. Ottoboniano 173 fol. 152 r —155 v ). § 18. Περὶ προθέσεως. «Πρόθεσις προτίθεται πάντων τῶν τοῦ λόγου μερῶν ἔν τε συνθέσει καὶ συντάξει»· ἐν μὲν συντάξει ὡς τὸ κατὰ Τρύφωνος, ἐν δὲ συνθέσει ὡς τὸ πρόσφυγος· καὶ πάλιν δὲ οὕτως «λόγον προσλαλῶ παρεστώς», τὸ παρεστώς καὶ προσλαλῶ ἐν συνθέσει, τὸ καταλαλῶ ἐν παραθέσει (sic). Συντάττεται δὲ μεθ’ ἑκάστου μέρους, μετὰ ὀνόματος πρὸς Ἰωάννην, μετὰ ῥήματος καταλαλεῖ, σὺν μετοχῇ μεταφέρων, σὺν ἄρθρῳ μεθ’ οὗ ἦλθον, σὺν ἀντωνυμίᾳ μεθ’ ἡμῶν, μετ’ ἐπιρρήματος προχθές, μετὰ συνδέσμου 〈Χ 59〉 πρὸς δ ’ ἐμ έ, μετὰ τῆς προθέσεως 〈Β 267〉 ἐξυπανέστ η, καὶ ἁπλῶς εἰπεῖν πάντων τῶν τοῦ λόγου μερῶν προτίθεται. —«Εἰσὶν οὖν πᾶσαι αἱ προθέσεις ὀκτωκαίδεκα, μονοσύλλαβοι μὲν ἕξ, ἔν, ἔξ, εἴς, σύν, πρό, πρός, αἵτινες οὐκ ἀναστρέφονται» οὐδ’ ἀναπέμπουσιν ὄπισθε τὸν τόνον, ὡς τὸ κάτ’ ἀρχάς καὶ τὸ κάτ’ ἐμοῦ· κατὰ ἀρχάς γὰρ ἦν καὶ κατὰ ἐμοῦ, καὶ τῶν οὕτω δισυλλάβων προθέσεων, μόνης τῆς σύν προθέσεως πεπονθώσης ἐν μονοσυλλάβοις, ὡς ἐν τῇ χρήσει φησὶν 〈ο 410〉 ἦλθεν ἀργυρότοξος Ἀρτέμιδι ξύ ν, ἀντὶ τοῦ ἦλθεν ἀργυρότοξον σὺν Ἀρτέμιδι. Σπανίως δὲ καὶ τοῦτο· οὐ χρὴ γοῦν τὸ σπάνιον εἰς κοινότητα παραλαμβάνειν. —«Δισύλλαβοι δὲ δύο καὶ δέκα, ἀνά, κατά, διά, μετά, παρά, ἀντί, ἐπί, περί ἀμφί, ἀπό, ὑπό, ὑπέρ.» § 19. Περὶ ἐπιρρήματος. «Ἐπίρρημά ἐστι μέρος λόγου ἄκλιτον» ἤτοι ἀκίνητον καὶ ἀμετάβολον, καὶ τοσοῦτον, ὅτι καὶ τὰ ὀνόματα ἐπιρρηματικὴν ἀναδεχόμενα σύνταξιν ἄπτωτα μένει· τίθεται δὲ κατὰ τῶν ἐν τοῖς ῥήμασιν ἐγκλίσεων, καὶ ποτὲ μὲν προτάσσεται ποτὲ δὲ ὑποτάσσεται. Τούτων ἄνευ οὐ κατακλείεται διάνοια· ἐὰν γὰρ εἴπω «ἐξηγήσατο Πλάτων», οὐ κέκλεισται ἡ διάνοια· εἰ δὲ εἴπω «ἐξηγήσατο Πλάτων σαφῶς», πλήρης ἡ διάνοια. Ἕκαστον τοίνυν ἐπίρρημα μίαν φωνὴν καὶ ἕνα σχηματισμὸν ἔχει· καὶ ὅπερ ἐστὶν ἐπίθετον ὄνομα ἐν ὀνόμασιν, χωρὶς κυρίου ὀνόματος μὴ λεγόμενον, οὕτως τὸ ἐπίρρημα ἐν ταῖς συντάξεσι τῶν ῥημάτων· λέγοντος γάρ μου «ὁ πλούσιος» οὐδὲν δηλοῖ ὂν ἐπίθετον, μὴ ὄντος κυρίου ὀνόματος· εἰ δὲ εἴπω «Θεοδόσιος πλούσιος, Πλάτων τεχνίτης», ἔγνως διὰ τῶν κυρίων τὰ ἐπίθετα· οὕτως κἀνταῦθα ὅπου ἀγορευθῇ ἐπίρρημα, πάντως καὶ ῥῆμα, οἷον «χθὲς φίλος ἦλθεν», οὐ μὴν «χθὲς φίλος»· ἔνθα δὲ ῥῆμα, οὐ δεῖται ἐπιρρήματος· τὸ δὲ ἐπίρρημα πάντως δεῖται τοῦ ῥήματος, παρὲξ τοῦ φεῦ καὶ τοῦ οἴμοι ἄνευ ἐπαγωγῆς ῥήματος λεγομένων.
583 [25] —Γίνονται δὲ ἀπὸ χρόνων, ὡς τὸ νῦν, ἀπὸ καιροῦ, ὡς τὸ σήμερον αὔριον τόφρα τέως πηνίκα· καὶ ἀπὸ γενικῶν πτώσεων ὀνομάτων, ὡς τὸ σαφῶς εὐσεβῶς ἀπὸ τῶν σαφῶν καὶ εὐσεβῶν. Μεσότητος δὲ ταῦτα λέγονται, ὅτι μέσον εἰσὶν ἀρσενικῶν καὶ θηλυκῶν, οἷον «τῶν εὐσεβῶν ἀνδρῶν εὐσεβῶς λεγόντων» καὶ «τῶν εὐσεβῶν γυναικῶν εὐσεβῶς περιπατουσῶν»· οὕτως καὶ τὰ ὅμοια. Γίνονται δὲ καὶ ἀπὸ τόπων, οἷον ἄνω κάτω· ὧν σχέσεις εἰσὶ τρεῖς, ἢ ἐν τόπῳ, ὡς «ἐν τῷ Ἀμορίῳ διάγω», ἢ εἰς τόπον, ὡς «εἰς Κωνσταντινούπολιν ἀπέρχομαι», ἢ ἐκ τόπου, ὡς τὸ «ἀπὸ τῆς πόλεως ἔρχομαι»· ὁμοίως ὧδε ἐκεῖ ἐκεῖθεν. Γίνονται δὲ καὶ ἀπὸ ἀριθμοῦ, ὡς τὸ δίς τρίς τετράκις, καὶ ἄλλα ἄλλαις ἐχόμενα σημασίαις, ἃ καὶ παρὰ τῷ τεχνογράφῳ εὐδιαγόρευτά εἰσιν. Προτάσσεται δὲ τὸ ἐπίρρημα τοῦ ῥήματος οὕτως, «νῦν πάρειμι, καλῶς γράφω», ὑπολέγεται δέ, «πάρειμι νῦν, γράφω καλῶς». Τῶν δὲ ἐπιρρημάτων τὰ μέν εἰσιν ἁπλᾶ, ὡς πάλαι πέρυσι χθές αὔριον· τὰ δὲ σύνθετα, ὡς πρόπαλαι προπέρυσι προχθές μεταύριον καὶ τὰ ὅμοια. Ταῦτα τὰ ἐπιρρήματα διὰ τοῦ ω μεγάλου γράφονται, οἷον κύκλῳ ἄφνω πόρρω ἔξω ἔσω ἄνω κάτω πρόσω, καὶ τὰ σύνθετα ἄνωθεν κάτωθεν κύκλωθεν· τὸ δὲ πάντοθεν ἀλλαχόθεν σεσημείωται καὶ τὰ ὅμοια. Πᾶν ἐπίρρημα εἰς ις λῆγον διὰ τοῦ ι γράφεται, οἷον πλειστάκις ὀλιγάκις τετράκις πεντάκις μυριάκις πολλάκις δίς τρίς μόλις ἅλις μέχρις χωρίς αὖθις. Πάντα τὰ θετικὰ ἐπιρρήματα διὰ μόνου τοῦ ε γράφεται, πλευστέον νοητέον ποιητέον καὶ τὰ ὅμοια. Πᾶν ἐπίρρημα κατὰ προσθήκην δεξάμενον τὸ ι δι’ αὐτοῦ γράφεται, δευρί νυνί οὑτωσί ἐνθαδί. Πᾶν ἐπίρρημα εἰς ε λῆγον κἄν τε ὀξύτονον κἄν τε βαρύτονον δι’ αὐτοῦ γράφεται, οἷον πότε ὅτε ἄλλοτε πάντοτε ἔκτοτε ἑκάστοτε ἐνίοτε. Πᾶν ἐπίρρημα εἰς θεν λῆγον διὰ τοῦ ε γράφεται, οἷον Ἀβυδόθεν οὐρανόθεν ἄνωθεν Ἀθήνηθεν τηλόθεν πάντοθεν ἄλλοθεν ἐκεῖθεν [ἐκεῖσε] αὐτόθεν.
584 [30] Ταῦτα τὰ ἐπιρρήματα διὰ τοῦ ι γράφεται, βράδιον τάχιον ἔγγιον. Πᾶν ἐπίρρημα εἰς ως λῆγον διὰ τοῦ ω μεγάλου γράφεται, οἷον «ὁ καλὸς ἄνθρωπος καλῶς ἐποίησεν, ὁ σοφὸς ἄνθρωπος σοφῶς ἐλάλησεν, ὁ ἐνάρετος ἐναρέτως ἔγραψεν»· τὸ οὐδαμῶς μηδαμῶς διὰ τοῦ ω μεγάλου γραπτέον. Πᾶν ἐπίρρημα εἰς κα λῆγον τὴν παρατέλευτον διὰ τοῦ ι ἔχει, οἷον αὐτίκα παραυτίκα ὁπηνίκα ἡνίκα. Τὸ οἴκοι οἴκαδε οἴκοθεν διὰ τῆς οι διφθόγγου γράφεται· τὸ δεῦρο, 〈ubi?〉 ἔνδον γένοιτο διὰ τοῦ ο μικροῦ γράφεται· τὸ ἑξῆς ἐφεξῆς καθεξῆς διὰ τοῦ η γράφεται· τὸ χωρίς μόλις μάλιστα λίαν διὰ τοῦ ι · τὸ εἶα προτρεπτικὸν διὰ τῆς ει διφθόγγου· τὸ ἤδη καὶ δηλαδή οὐδῆτα καὶ τὸ μή τὸ ἀπαγορευτικὸν καὶ τὸ νή τὸ κατωμοτικὸν διὰ τοῦ η . Τὸ πάλαι καὶ ἔκπαλαι καὶ πρόπαλαι διὰ τῆς αι διφθόγγου γράφεται τὸ εἴθε αἴθε τὰ πρῶτα δίφθογγα, τὰ ὕστερα διὰ τοῦ ε · τὸ ναί ναίχι διὰ τῆς αι διφθόγγου καὶ τὸ χι διὰ τοῦ ι · τὸ ἧττον διὰ τοῦ η · τὸ αὔριον μεταύριον ἡμέριον διὰ τοῦ ι γράφεται. Πάντα τὰ εἰς νος ἐπιρρήματα ἀπὸ ἐπιρρημάτων ἄλλων γενόμενα διὰ τοῦ ι γράφεται, οἷον ὀψέ ὀψινός, πρωΐ πρωϊνός, πέρυσι περυσινός, χθές χθεσινός. Πᾶν ἐθνικὸν ἐπίρρημα διὰ τοῦ ι γράφεται, οἷον συριστί ἀρμενιστί περσιστί ἑλληνιστί καὶ τὰ ὅμοια· καὶ τὰ σύνθετα ὁμοίως, ἐξηχηστί νεωστί (sic) ἀλογιστί ἀμισθί ἀπνευστί ἀμηνυτί πανοικί καὶ τὰ ὅμοια. Τὸ αὐτοψεί καὶ οἱονεί καὶ ὡσπερεί καὶ ἀμαχεί καὶ παμψηφεί καὶ πανδημεί καὶ ἀθεεί καὶ ἀμέλει καὶ ἀγελαστεί καὶ ἀπλευστεί διὰ τῆς ει διφθόγγου γράφεται· ἀνθρωπιστί δὲ διὰ τοῦ ι . § 20. Περὶ συνδέσμου. «Σύνδεσμός ἐστι λέξις συνδέουσα διάνοιαν μετὰ τάξεως καὶ τὸ τῆς ἑρμηνείας κεχηνὸς δηλοῦσα», τουτέστιν τρανῶς καὶ ἀνεῳγμένως. —«Τῶν δὲ συνδέσμων οἱ μέν εἰσι συμπλεκτικοί, οἱ δὲ διαζευκτικοί, οἱ δὲ συναπτικοί, οἱ δὲ παρασυναπτικοί, οἱ δὲ αἰτιολογικοί, οἱ δὲ ἀπορηματικοί, οἱ δὲ συλλογιστικοί, οἱ δὲ παραπληρωματικοί. Συμπλεκτικοὶ μὲν οὖν εἰσιν ὅσοι τὴν ἑρμηνείαν ἐπ’ ἄπειρον ἐκφερομένην συνδέουσιν», τουτέστιν ἀνεῳγμένην, ἑπομένην δέ· «εἰσὶ δὲ οἵδε, μέν δέ τέ καὶ ἀλλά ἠμέν ἠδέ ἰδέ ἀτάρ αὐτάρ ἤτοι κέν ἄν». Συμπλέκουσι δὲ διάνοιαν μετὰ τάξεως, ὡς ἐν ὑποδείγματι οὕτως· 〈Ev. Matth. 3, 11〉 ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοια ν , ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστι ν· οὕτως καὶ οἱ λοιποὶ σύνδεσμοι ἰσοδυναμοῦσιν καὶ διαφέρουσιν ἀλλήλων κατὰ τὴν ἐπιφορὰν τοῦ νοήματος· ἀλλ’ ἐν τῇ περὶ συνδέσμων καθόλου ἑρμηνείᾳ, εἰ θεῷ φίλον, εἰσόμεθα.
585 [20] —» Διαζευκτικοὶ δέ εἰσιν ὅσοι τὴν μὲν φράσιν ἐπισυνδέουσιν, ἀπὸ δὲ πράγματος εἰς πρᾶγμα διιστῶσιν· εἰσὶ δὲ οἵδε, ἤ ἤτοι ἠέ»· διαζευγνύουσι δὲ τὴν διάνοιαν τοῦ ἀκροατοῦ οὕτως, «ἢ νέος ἐστὶν ἢ παλαιός, ἢ μικρὸς ἢ μέγας, ἢ νὺξ ἔστιν ἢ ἡμέρα»· οὕτως καὶ οἱ λοιποί, ὁ ἤτοι καὶ ὁ ἠέ. —» Συναπτικοὶ δέ εἰσιν ὅσοι ὕπαρξιν μὲν οὐ δηλοῦσι, σημαίνουσι δὲ ἀκολουθίαν· εἰσὶ δὲ οἵδε, εἴ εἴπερ εἰδή εἰδήπερ»· σημαίνουσι δὲ ἀκολουθίαν οὕτως, οἷον 〈Ev. Matth. 11, 14〉 εἰ θέλετε δέξασθα ι , Ἠλίας ἤδη ἦλθε ν . — « Παρασυναπτικοὶ δέ εἰσιν ὅσοι μεθ’ ὑπάρξεως καὶ τάξιν δηλοῦσιν· εἰσὶ δὲ οἵδε, ἐπεί ἐπείπερ ἐπειδή ἐπειδήπερ»· σημαίνουσιν δὲ ὕπαρξιν μετὰ τάξεως οὕτως· 〈Ev. Luc. 1, 1—3〉 ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτω ν , καθὼς παρέδοσαν ἡμῖν οἱ ἀ π ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγο υ , ἔδοξε κᾀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καὶ καθεξῆς σοι γράψα ι , κράτιστε Θεόφιλ ε. Ἐνταῦθα τοὺς πολλοὺς ὁ εὐαγγελιστὴς πρώτους ἔθηκεν κατὰ τάξιν, ἑαυτὸν δὲ δεύτερον· τάξις δέ ἐστιν πρῶτος, δεύτερος, τρίτος. —» Αἰτιολογικοὶ δέ εἰσιν ὅσοι ἐπ’ ἀποδόσει αἰτίας ἕνεκεν παραλαμβάνονται· εἰσὶ δὲ οἵδε, ἵνα ὄφρα ὅπως ἕνεκα οὕνεκα διό διότι καθό καθότι καθόσον». Παραλαμβάνονται δὲ ἐπ’ ἀποδόσει αἰτίας οὕτως· 〈Act. ap. 4, 25〉 ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κεν ά; καὶ 〈En. Matth. 19, 5〉 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα αὑτο ῦ , καὶ προσκολληθήσεται τῇ ἰδίᾳ γυναικ ί .
586 [20] — « Ἀπορηματικοὶ δέ εἰσιν ὅσοι ἐπαποροῦντες εἰώθασι συνδεῖν· εἰσὶ δὲ οἵδε, ἆρα κᾶτα μῶν». Ἀπορίαν δὲ σημαίνουσιν ἐν τῇ ἡμετέρᾳ διανοίᾳ οὕτως· 〈ubi?〉 ἆρα καλέσει με τοῦ λοιποῦ μαθητή ν ; — « Συλλογιστικοὶ δέ εἰσιν ὅσοι πρὸς τὰς ἐπιφοράς τε καὶ συλλήψεις τῶν ἀποδείξεων εὖ διάκεινται· εἰσὶ δὲ οἵδε, ἄρα ἀλλά ἀλλαμήν τοίνυν τοιγάρτοι τοιγαροῦν». Καλῶς δὲ κεῖνται ἐν ταῖς ἀποδείξεσιν οὕτως· 〈Ps. 58, 12〉 ἄρα ἔστι καρπὸς τῷ δικαί ῳ, 〈Ev. Luc. 18, 8〉 ἄρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει πίστι ν, ἀντὶ τοῦ «ἀληθὲς ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει πίστιν ἐπὶ τῆς γῆς». —» Παραπληρωματικοὶ δέ εἰσιν ὅσοι μέτρου ἢ κόσμου ἕνεκεν παραλαμβάνονται· εἰσὶ δὲ οἵδε, δή ῥά νύ πού τοί θήν ἄρ δῆτα πέρ πώ μήν ἄν αὗ νύν οὖν κέν γέ». Παραλαμβάνονται δὲ ἐν μέτρῳ οὕτως· 〈Γ 164〉 οὔ τί μοι αἰτίη ἐσσ ί · θεοί νύ μοι αἴτιοί εἰσι ν· ἐσῴζετο γὰρ τὸ νόημα ἐν τῷ «θεοί μοι αἴτιοί εἰσιν», ἀλλὰ διὰ τὸ μέτρον ἐμεσολάβησεν τὸν νύ σύνδεσμον καὶ ἐγένετο «θεοί νύ μοι αἴτιοί εἰσι». Παραλαμβάνεται δὲ ἕνεκεν κόσμου 〈En. Joh. 6, 5〉 ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενο ς , ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτό ν , λέγει πρὸς Φίλιππο ν · πόθεν ἀγοράσωμεν ἄρτου ς , ἵνα φάγωσιν οὗτο ι; ἠρκεῖτο ὁ εὐαγγελιστὴς εἰπεῖν «ἐπάρας τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς», ἀλλὰ πρὸς καλλωπισμὸν καὶ κόσμον τῆς λέξεως προσέθηκεν τὸν οὖν σύνδεσμον. —«Τινὲς δὲ προστιθέασι καὶ ἐναντιωματικού ς, οἷον ἔμπης ὅμως». Ἐναντιωματικοὶ δὲ λέγονται διὰ τὸ πρὸς ἐναντίους λέγεσθαι, οἷον «εἰ καὶ ἀσθενὴς ἐγώ, ἀλλ’ ὅμως σὲ τὸν ἰσχυρὸν ἐνίκησα».