ΠΕΡῚ Τ῀ΩΝ ἈΠΟΡΟΥΜΈΝΩΝ ΠΑΡᾺ ΠΛΆΤΩΝΙ ΛΈΞΕΩΝ.
Τὸ ἦ δʼ ὃς, σημαίνει, ὥς φησι Βοηθὸς ὁ Στωϊκὸς φιλόσοφος, τὸ ἔφη· τὸ δὲ ἦν δʼ ἐγὼ, τὸ ἔφην· ἔστι δʼ ὅτε καὶ Ὁμηρικώτερον τῷ ἦ χρῆσθαι, ἀντὶ τοῦ ἔφη, ὡς ἐν ἀρχῇ τῆς Πολιτείας ὁ Πλάτων· ὡσαύτως καὶ ἦ δʼ ἐγὼ, ἀντὶ τοῦ ἔφην ἐγώ· Ἀρίσταρχος δὲ, τὸ ἦ δʼ ὃς, ἀντὶ τοῦ ἔφη δὲ, τὸ δὲ ἦν δʼ ἐγὼ, ἔφην δʼ ἐγώ· τὸ δὲ ἦ τῶν ἀρχαίων εἶναι φησὶ λεξειδίων.
Τὸ ἀτεχνῶς, ὁτὲ μὲν ἀντὶ τοῦ ἁπλῶς καὶ ἀπλάστως, ὁτὲ δὲ ἀντὶ τοῦ τελείως καὶ ἀληθῶς καὶ ἰσχυρῶς.
Ἐπηλυγάσασθαι· οἷον ἐπισκοτῆσαι καὶ ἀποκρύψαι· ἠλύγη γὰρ ἡ σκιά.
Ἐπιτευτάζειν· πραγματεύεσθαι ἢ σκαιωρεῖν.
Διωλύγιον· τὸ μέγα, ἢ τὸ ἐπὶ πολὺ διῆκον.
Οὐκ ἐτός· οὐ μάτην, ἢ οὐκ ἀλόγως.
Αἰεί· τινὲς μὲν ἀντὶ τοῦ ἐν παντὶ καιρῷ, τινὲς δὲ ἀντὶ τοῦ ἕως.
Κατόπιν· μετὰ τοῦτο, ὡς Πλάτων ἐν Γοργίᾳ· «κατόπιν ἑορτῆς ἥκομεν.»
Θράττειν· ταράττειν, ἢ ἐνοχλεῖν.
Θέρεσθαι· θερμαίνεσθαι.
Ἀναπεμπάζεσθαι· ἐπαναλαμβάνεσθαι, ἢ ἀναλογίζεσθαι.
Ἀποκναίειν· ἀπολύειν, ἢ διαφθείρειν.
Ἀποδιοπομπεῖσθαι· ἀποπέμπεσθαι, καὶ οἷον ἀποκαθαίρεσθαι.
Ἄδδην· οἶον τὸ ἄλις, ἢ εἰς κόρον, ὡς Πλάτων ἐν τῷ Χαρμίδι· «ἐπειδὴ τῶν τοιούτων ἄδδην ἔσχομεν·»
Ἄρρατον· ἰσχυρὸν, ἢ δυσκίνητον.
Ἀκταίνειν· οἷον μετεωρίζεσθαι καὶ γαυριᾶν· τινὲς δὲ ἐπὶ τῶν τεταραγμένως κεκινημένων.
Ἄττα· τινὰ, ὡς Πλάτων ἐν τῷ Περὶ ψυχῆς· «τοιαῦτα ἅττα,» ἤγουν τοιαῦτα τινά.
Δυσωπεῖσθαι· ὑφορᾶσθαι· ἡ δὲ συνήθεια ἀντὶ τοῦ παρακαλεῖσθαι.
Ἐπιώψατο· κατέλεξεν, ἢ ἐπέλεξεν, ἢ ἐξελέξατο.
Ἐπὶ κόρρης· οἱ μὲν, τὸ κατὰ κεφαλὴν τύπτεσθαι· τῶν γὰρ Ἰώνων, ὥς φησιν Ἐρατοσθένης, τὴν κεφαλὴν καλούντων κόρσην, οἱ Ἀθηναῖοι καθάπερ μυρρίνην τὴν μυρσίνην καὶ τὰ ὅμοια, κόρρην τὴν κεφαλὴν ὠνόμασαν, ὡς Πλάτων ἐν Γοργίᾳ, καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου· οἱ δὲ, τὸ ἐπὶ κόρρης ἐξηγοῦνται τὸ εἰς τοὺς γνάθους τύπτεσθαι, ὡς Ὑπερίδης ἐν τῷ κατὰ Δωροθέου· «ῥαπίζειν αὐτὸν Ἱππόνικον κατὰ κόρρης, ἔπειτα καὶ Ἱππόνικος ὑπʼ Αὐτοκλέους ἐρραπίσθη τὴν γνάθον.» Καὶ Φερεκράτης· Ὁ δʼ Ἀχιλεὺς εὖ πως ἐπὶ κόρρης αὐτὸν ἐπάταξεν, ὥστε πῦρ ἀπέλαμψεν ἐκ τῶν γνάθων.
Ἐρεσχελεῖν· χλευάζειν, ἐρεθίζειν, μυκτηρίζειν.
Ἔμβραχυ· ἁπλῶς, καθάπαξ.
Ἐχθοδοπόν· ἀπεχθές· καὶ ἐχθοδοπεῖν, ἤγουν ἀπέχεσθαι.
Ἔρρειν· φθείρεσθαι, ὡς Ὅμηρος· ἔρρετε, λωβητῆρες· καὶ Πλάτων ἐν Νόμοις.
Εἵλη· ἡ τοῦ ἡλίου αὐγὴ καὶ τῶν ἀκτίνων.
Ἠλύγη· σκιά.
Θαλίαι· εὐωχίαι, ὡς παρʼ Ὁμήρῳ· τίσω δέ μιν ἶσον Ὀρέστῃ, ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἐνὶ πολλῇ· καὶ Πλάτων ἐν Πολιτείᾳ· «καὶ κῶμαι καὶ θαλίαι.»
Ἴκταρ· ἐγγύς· Πλάτων ἐν Πολιτείᾳ· «οὐδʼ ἴκταρ βάλλει.»
Θαμά· πυκνῶς· καὶ θαμίζειν, τὸ πυκάζειν. Τὴν δὲ κακὴν, ἐπὶ τῆς κακίας τάττει.
Καταδαρθῶ· κατακοιμῶμαι.
Μέλεον· ἐπίπονον.
Μεταποιεῖσθαι· ἀντιποιεῖσθαι.
Σφαδάζειν· ὀργίλως λυπεῖσθαι.
Σκολύθριον· ὑποπόδιον, ὃ καὶ ὑποθρήνυον καὶ θρῆνυς ὠνόμασται· τινὲς δʼ ἐπὶ τῶν μικρῶν διφριδίων λέγουσι τὰ σκολύθρια· Πλάτων ἐν Εὐθυδήμῳ· «ὥσπερ οἱ τὰ σκωλύθρια τῶν μελλόντων καθιζίσεσθαι ὑποσπῶντες, χαίρουσι καὶ γελῶσιν, ἐπειδὰν ἴδωσιν ὕπτιον ἀνατετραμμένον.»
Σταθερόν· ἰσχυρόν.
Τεθυμμένον· ὑπὸ πυρὸς βεβλαμμένον.
Φαῦλον· ἡ συνήθεια ἐπὶ τοῦ καλοῦ τάττει; παρὰ δὲ Πλάτωνι ἐπὶ τοῦ ἁπλοῦ τίθεται, ὡς παρʼ Εὐριπίδῃ, ἐπὶ τοῦ Ἡρακλέος· φαῦλον, ἄκομψον, τὰ μέγιστʼ ἀγαθόν· ἐν δὲ τῇ πρὸς Διόνυσον ἐπιστολῇ Πλάτων· «δεδιὼς δὲ λέγω ταῦτα, ὑπὲρ ἀνθρώπου δόξαν ἀποφαινόμενος, οὐ φαύλου ζώου, ἀλλʼ εὐμεταβόλου·» τινὲς δὲ τὸ φαῦλον ἐκδέχονται ἐπὶ τοῦ μικροῦ, ἢ ἐπὶ τοῦ τυχόντος.
Χαμεύνιον· κραββάτιον, καθάπερ καὶ παρʼ Ἱππώνακτι· ἐν ταμείῳ τε καὶ χαμευνίῳ γυμνόν.
Χήτει· ἀποστερήσει, ἢ ἀπορίᾳ, ἢ σπάνει, ὡς παρʼ Ὁμήρῳ· ὥς ποτέ τις ἐρέει· σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος χήτει τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ· καὶ Πλάτων ἐν Φαίδρῳ· «ἀλλοτρίοις χρώμασι καὶ κόσμῳ, χήτει οἰκείων κοσμούμενοι.» Ἕστι δὲ χῆτις χήτεως.
Ἀμφιδρόμια· ἑορτὴ ἦν Ἀθήνῃσι τελουμένη Διονύσῳ μετὰ τὴν γέννησιν τῶν παίδων.
Κουρεῶτις Ἀπατουρίων· ἑορτὴ τρισὶν ἡμέραις Ἀθήνῃσι τελουμένη.
Χαλεστραῖον· ποιόν τι νίτρον δηλοῖ· ἔστι δὲ ἐν Μακεδονίᾳ πόλις Χαλέστρα προσαγορευομένη πλησίον Θεσσαλονίκης, ἧς ἐγγὺς γίνεται νίτρον διαφορώτερον τῇ δυνάμει καὶ σμηκτικώτερον.
Δευσοποιόν· ἔμμονόν τι καὶ δυσεξίτηλον καὶ ἀνέκπλυτον, ὥσπερ στύμματός τινος ἔχον λόγον ἀμεταβλήτου προσωνομασμένον.
Περιαγειρόμενοι· νικηφόροι δοκοῦσι παρῳδεῖσθαι, παρὰ τὸ τῶν ἀθλητῶν παλαιὸν ἔθος· πάλαι γὰρ ἆθλα μὲν τοῖς ἀγωνιζομένοις οὐ προὐτίθετο, προϊόντες δὲ οἱ νενικηκότες ἀπαρχὰς παρὰ τῶν βουλομένων ἐλάμβανον· κἀκ τούτου σύνηθες ἐγένετο τὸ ἀγείρειν περιϊόντας, οἱ δὲ κατὰ φιλίαν ἢ συγγένειαν προσήκοντες στεφάνοις τε ἀνέδουν αὐτοὺς καὶ φύλλοις τε καὶ ἄνθεσιν ἔβαλλον καὶ καρποῖς· ὅθεν καὶ Σιμωνίδης περὶ Ἀστύλου λέγων τοῦ δρομέος· τίς δὴ τῶν νῦν — φησὶ — τοσάσδε πετάλοισι μύρτων, ἢ στεφάνοισι ῥόδων ἀνεδήσατο νίκας ἐν ἀγῶνι περικτιόνων; Τοῦτο δὲ τὸ ἔθος ἀπὸ Θησέως δοκεῖ τὴν ἀρχὴν λαβεῖν· ἐκεῖνον γὰρ ἐκ Κρήτης ἀνακομισθέντα, ὅτε τὸν Μινώταυρον ἐνίκησεν, οἱ ἀπὸ τῆς χώρας ἄνθεσι καὶ φύλλοις ἔβαλλον, καὶ τοῖς παροῦσι καρποῖς ἐτίμων. Ο γοῦν Πλάτων τοὺς περιαγειρομένους νικηφόρους ἐν τῇ Πολιτείᾳ φησὶ τοὺς δικαιοσύνῃ μετὰ φρονήσεως νικήσαντας, καὶ θεοῖς καὶ ἀνθρώποις φίλους γενομένους, καὶ ἐνθάδε, καὶ ἐπειδὰν τελευτήσωσιν, ὥσπερ οἱ νικηφόροι, περιαγειρόμενοι.
Χθές· ἡ Ἀττικὴ συνήθεια τὸ ε περιαιροῦσα ἐκφέρει καὶ γράφει μονοσυλλάβως· καὶ τὸ κάθητο χωρὶς τοῦ ε, ἀντὶ τοῦ ἐκάθητο, ὡς ἡμεῖς λέγομεν· καὶ τὸ ξυν ἀντὶ τοῦ συν.
Παρίεσθαι· δοκεῖ τὴν τοῦ παραιτεῖσθαι δύναμιν ἔχειν, ὡς ἐν τῇ Ἀπολογίᾳ καὶ τοῖς Νόμοις δηλοῖ· ἐν μὲν τῇ Ἀπολογίᾳ τῇ ὑπὲρ Σωκράτους λέγει· «τίς τοῦτο ὑμῶν δέομαι καὶ παρίεμαι;» Ἐν δὲ τοῖς Νόμοις· «ἰδιώτην ἄνδρα ποτὲ ἀνάγκη γίγνεται ἀποδημεῖν, παριέμενος μὲν τοὺς ἄρχοντας ἀποδημείτω.»
Ἐνδίκως· ἐν δίκῃ, δικαίως.
Κερασβόλον· τὸ κερασβόλον, ἔστι μὲν τῶν ἅπαξ εἰρημένων τῷ Πλάτωνι, ἔστι δὲ ἐπὶ τῶν σπερμάτων ταττόμενον, τῶν οὔτε ἐκφερόντων καρπὸν, οὔθʼ ὕδατι καὶ πυρὶ τηκομένων. Ταῦτα δὲ εἶναι φασὶ τὰ ὑπὸ τῶν σπορέων κατὰ τῶν κεράτων βληθέντων τῶν βοῶν, ἀφʼ ὧν καὶ τοὔνομα ἔσχε· παραδέδοται γὰρ τοιοῦτός τις περὶ αὐτῶν λόγος, ὡς ἀτεράμνων ὄντων τῶν οὕτως εἰς τὴν γῆν καταπεσόντων σπερμάτων. Τοὺς οὖν ὑπὸ ἀπαιδευσίας ἀπειθεῖς τοῖς νόμοις κερασβόλους προσηγόρευε· διὸ καί φησιν· «ἀνεμέσητον δεῖ φοβεῖσθαι, μή τις ἐγγίνηται τῶν πολιτειῶν ἡμῖν οἷον κερασβόλος, ὃς ἀτέραμνος φησὶν εἰς τοσοῦτον εἰ γίγνοιτο ἀνάγωγος, ὥστε μὴ τήκεσθαι καθάπερ ἐκεῖνα τὰ σπέρματα πυρὶ νόμοις, οὕτω καίπερ οὐ τοῖς ἰσχυροῖς, ἄτικτοι γίγνοιντʼ ἄν.»
Δημοῦσθαι· παίζειν.
Ἄρνυσθαι· λαμβάνειν, ἢ ἀντικαταλλάττεσθαι· ἔστι δέ τινα καὶ παρὰ τὴν συνήθειαν λέξει διακείμενα, παρηλλαγμένως παρὰ Πλάτωνι, οἷον τὸ γελασείειν καὶ τὸ κνηστείειν, ἀντὶ τοῦ γελαστικῶς ἔχειν καὶ κνηστικῶς· ἐν γὰρ τῷ Περὶ ψυχῆς· «καὶ ὁ Σιμμίας, λέγει, γελάσας, Νὴ τὸν Δία, ἔφην, ὦ Σώκρατες, οὐ πάνυ γελασείοντά με ἐποίησας γελάσαι·» ἐν δὲ Γοργίᾳ· «καὶ πρῶτον μὲν εἰπεῖν, εἰ καὶ ψωριῶντα κνησιαστὰ ἀφθόνως ἔχοντα τοῦ κεκνῆσθαι, κνώμενον διατελοῦντα τὸν βίον εὐδαιμόνως ἔτι ζῆν.»
Ἑωράκη· χωρὶς τοῦ ν· καὶ τὸ η παραπληροῦσιν Ἀττικοὶ, οἷον παρῆν, καὶ τὸ ἤρεσέ με, καὶ τὸ προσέπαιζον τῷ Κτησίππῳ, τό, τε ἤδει ἀντὶ τοῦ ᾔδειν, καὶ τὸ ἠκήκοον ἀντὶ τοῦ ἀνεστήκειν, καὶ τὸ δεσποτοῦν ἀντὶ τοῦ δεσπόζειν, καὶ θεράπην τὴν θεράπαιναν, καὶ τὸ καταποντισθῆναι καταποντωθῆναι, καὶ τὸ διαπορηθέντες ἀντὶ τοῦ διαποροῦντες· πάντα γὰρ ἐπεξελθεῖν οὔτε ῥᾴδιον, οὔτε πρὸς τὴν παροῦσαν γραφὴν ἀναγκαῖον.
Κρούει· τινῶν αἰτιωμένων ὡς οὐκ Ἀττικὸν, ἀλλὰ παρεφθαρμένον τοῦτο, παρὰ τὸ κόπτειν, ἐν Πρωταγόρᾳ· «τῆς γὰρ παρελθούσης νυκτὸς, ἔτι βαθέος ὄρθρου, Ἱπποκράτης, ὁ Ἀπολλοδώρου υἱὸς, Φάσωνος δὲ ἀδελφὸς, τὴν θύραν τῇ βακτηρίᾳ εἰς σφόδρα ἔκρουσε·» καὶ μικρῷ προελθὼν, «δοκεῖ οὖν μοι, φησὶν, ὁ θυρωρὸς, εὐνοῦχός τις κατήκουεν ἡμῶν, κινδυνεύει δὲ διὰ τὸ πλῆθος τῶν σοφιστῶν, ἄχθεσθαι τοῖς ὠσὶν εἰς τὴν οἰκίαν. Ἐπειδὴ οὖν ἐκρούσαμεν τὴν θύραν, ἀνοίξας καὶ ἰδὼν ἡμᾶς.»
Τάς τε ἀποφύσεις τῶν δένδρων ἀκρέμονας καὶ νῦν τῶν Ἀττικῶν λεγόντων, Πλάτων ἐν τῷ αὐτῷ συγγράμματι κλῶνας εἶπεν· «οἷον καὶ ἡ κόπρος πάντων τῶν φυτῶν ταῖς μὲν ῥίζαις ἀγαθὸν παραβαλλομένη, εἰ δὲ θέλεις ἐπὶ τοὺς πτόρθους καὶ τοὺς νέους κλῶνας ἐπιβάλλειν πάντʼ ἀπόλλυσι.»
Τάς γε μὴν γνάθους τῶν Ἀττικῶν συνήθως λεγόντων, αὐτὸς παρειὰς προσωνόμασεν ἐν τῷ Πολιτικῷ «τῶν δʼ αὖ γενειώντων αἱ παρειαὶ λεαινόμεναι πάλιν ἐπὶ τὴν παρελθοῦσαν ὥραν ἕκασται καθίστανται.»
Τήν τε λεγομένην ὑπὸ τῶν πολλῶν τορύνην, ὑπὸ δὲ τῶν Ἀττικῶν εὐεργέτιν, κατὰ τὴν ἰδιωτικὴν συνήθειαν καὶ Πλάτων προσωνόμασεν ἐν Ἱππίᾳ τῷ μείζονι· «ἀλλʼ ὅμως τί φήσομεν προτέραν πρέπειν τορύνην τῷ ἔτνει καὶ τῇ χύτρᾳ;»
Ἀπελεύθερον δὲ νῦν οὐ πάνυ τι λεγόντων, ἀλλʼ ἐξελεύθερον, καὶ νόμου καλουμένου τινὸς ἐξελευθερικοῦ, περὶ τῶν ἐξελευθέρων Πλάτων ἐν τοῖς Νόμοις γράφει· «ἀπαιτῶ δὲ καὶ τὸν ἀπελεύθερον, ἐάν τις μὴ θεραπεύειν τοὺς ἀπελευθερώσαντας ἢ μὴ ἱκανῶς. Θεραπεία δὲ φοιτᾶν τρὶς τοῦ μηνὸς τὸν ἀπελευθερώσαντα πρὸς τὴν τοῦ ἀπελευθερώσαντος ἐστίαν.»
Καταγνύειν· ἀντὶ τοῦ συντρίβειν χρωμένων τῶν φησὶ, «καὶ παῦσαι πολλὰ ποιῶν ἐκ τοῦ ἑνὸς ὅπερ φασὶ τοὺς συντρίβοντας ἑκάστοτε οἱ σκώπτοντες.» Τοῦ τε καταλύματος ἢ καταλύσεως· καὶ τοῦ καταλύειν ὑπὸ τῶν ἀκριβέστερον Ἀττικιζόντων, οὐ δοκιμαζόντων διὰ τὸ καταγώγιον, ἀλλʼ ὀρθῶς δοκεῖν λέγεσθαι, καὶ καταγωὼς καὶ κατάγεσθαι, τὸν τούτων ὑπεριδὼν ἀπειρίαν, ἐν μὲν Φαίδρῳ φησί· «Νὴ τὴν Ἥραν, καλή τε ἡ καταγωγή. Ἥ τε γὰρ πλάτανος αὕτη μάλα ἀμφιλαφής.» Καὶ ἔτι ἐν τῷ αὐτῷ συγγράμματι· «ἡγούμενος ἀνδράποδα, φησὶν, ἐλθόντα εἰς τὸ καταγώγιον ὥσπερ τε πρόβατα μεσημβριάζοντα περὶ τὴν κρήνην ἰδεῖν.» Ἐν μέντοι Πρωταγόρᾳ· «ἦν δʼ ἐν οἰκήματί τινι, ᾧ πρὸ τοῦ μὲν ὡς ταμιείῳ τινὶ ἐχρῆτο ὁ Ἱππόνικος, νῦν δʼ ὑπὸ τοῦ πλήθους τῶν καταλυόντων ὁ Καλλίας καὶ τοῦτο ἐκκενώσας ξένοις καταλύειν πεποίηκεν.» Ὁμοίως δὲ καὶ ἐν Τιμαίῳ· «ἐπεὶ δὲ παρὰ Κριτίαν πρὸς τὸν ξενῶνα, οὗ κατελύομεν, ἀφικόμεθα.» Καὶ ἐν Γοργίᾳ· «οὐκοῦν ὅταν βούλησθε, χρὴ παρʼ ἐμὲ ἥκειν· παρʼ ἐμοὶ γὰρ ὁ Γοργίας κατέλυσε.»
Καὶ ἄλλο δὲ πλῆθος ἐστὶ τῶν οὕτως ἐχόντων λεξειδίων, περὶ ὧν μακρὸν ἂν εἴη διέρχεσθαι, καὶ ταῦτα γὰρ ἀποχρήσειν πρὸς τὴν μάθησιν τῆς Πλατωνικῆς φράσεως, τὴν δʼ ἐξήγησιν ἀπέδραμον τῶν λεξειδίων ὡς ἐφάνη μοι κατὰ τὸ πρόχειρον καὶ πιθανὸν, καὶ συνεκφαινόμενον ἐκ τῶν συμφραζομένων, ἀκολουθήσας τῶν καθηγητῶν ταῖς ὑφηγήσεσιν, οὐ διισχυριζόμενος ὡς οὐχ ἕτερος ὡς οὐχ ἑτέρως δυνατὸν αὐτῶν· ἕκαστον· περὶ δὲ τῶν ἄλλων, ὧν χρὴ παραδίδοσθαι τῆς ἀναγνώσεως, ἑξῆς ὑπομνηματισάμενος ἀναδώσω, πειρώμενος ἐν οἷς ὠφελεῖν σε δύναμαι, πρὸς τὴν τῶν καλλίστων μάθησιν προθύμως μεταδιδόναι καὶ γεραίρειν.