The 171 entries under Ξ in the Suda range across everyday vocabulary, institutional terminology, and literary quotation. Early lemmas cluster around the root ξανθ-, addressing colour terms such as ξανθήν (reddish-yellow), culinary browning (ξανθίζετε), and hair-grooming, as well as ξανᾶν, defined as the hand-fatigue women suffer from continuous wool-working.
The mid-section moves into Attic orthographic and grammatical discussion, illustrated with quotations from Aristophanes' Πλοῦτος (ξυγγέωργος) and a passage on the oligarchic commissioners (ξυγγραφεῖς) drawn from Thucydides. The entry ξυγγνώμη πρῶτον πείρῳ preserves a proverbial phrase glossed as applying to first-time offenders.
Later entries cover material culture and architecture: ξυστίς denotes a full-length woman's garment or tragic costume, while ξυστόν encompasses both a light javelin and the covered running-track where athletes trained, the latter illustrated with a passage from Arrian. The letter is useful for lexical history of textile terminology, Macedonian calendar names, and Attic political vocabulary.
| ξ 1 | Ξανᾶν: πονεῖν τοὺς καρποὺς τὰς γυναῖκας τῶν χειρῶν διὰ συνεχῆ τῶν ἐρίων ἐργασίαν. |
| ξ 2 | Ξανήσει: κοπιάσει. |
| ξ 3 | Ξανθήν: πυρροειδῆ. |
| ξ 4 | Ξανθίζετε: οἷον τῷ μέλιτι χρωΐζετε, ἢ πυρρὰ τῇ ὀπτήσει ποιεῖτε. ἡ γὰρ καλῶς ἔχουσα ὄπτησις τῶν κρεῶν ἐστιν, ἵνα πυρρὰ ᾖ. |
| ξ 5 | Ξανθίζεσθαι: κοσμεῖσθαι τὰς τρίχας. |
| ξ 6 | Ξανθικός: ὄνομα μηνὸς παρὰ Μακεδόσιν. ὁ Ἀπρίλλιος. |
| ξ 7 | Ξάνθιον: ἐπίκοπον. |
| ξ 8 | Ξάνθιος: ὄνομα κύριον. ἦν δὲ Βοιωτὸς καὶ μονομαχῶν ἀνῃρέθη ὑπὸ Μελάνθου Ἀθηναίου. ζήτει ἐν τῷ Ἀπατούρια. |
| ξ 9 | Ξάνθος, Κανδαύλου, Λυδὸς ἐκ Σάρδεων, ἱστορικός, γεγονὼς ἐπὶ τῆς ἁλώσεως Σάρδεων. Λυδιακὰ βιβλία δʹ. ἐν δὲ τῷ δευτέρῳ τούτων ἱστορεῖ, ὡς πρῶτος Γύγης ὁ Λυδῶν βασιλεὺς γυναῖκας εὐνού‐ χισεν, ὅπως αὐταῖς χρῷτο ἀεὶ νεαζούσαις. οὗτος ἱστορεῖ ὁ Ξάνθος, Ἄλκιμόν τινα βασιλεῦσαι τῆς ἐκεῖσε χώρας, εὐσεβέστατον καὶ πραότα‐ τον ἄνδρα, καὶ ἐπ’ αὐτοῦ γενέσθαι εἰρήνην βαθεῖαν καὶ πλοῦτον πολύν, ἀδεῶς δὲ καὶ ἀνεπιβουλεύτως ζῆν ἕκαστον. εἶτα ἐπειδὴ ἑπτὰ ἔτη ἦν τῷ Ἀλκίμῳ, προελθόντας τοὺς Λυδοὺς παγγενῆ τε καὶ πανδημεὶ προσεύξασθαι καὶ αἰτῆσαι τῷ Ἀλκίμῳ τοιαῦτα ἔτη δοθῆναι ἐς τὸ Λυδῶν ἀγαθόν· ὃ καὶ γέγονε· καὶ ἐν εὐποτμίᾳ τε καὶ εὐδαιμονίᾳ πολλῇ διῆγον. |
| ξ 10 | Ξάνθος: ὁ ποταμός. Ξανθὸς δὲ ὁ πυρρός. |
| ξ 11 | Ξανθότερος καὶ Ξανθότατος. |
| ξ 12 | Ξάνθοισιν: ὀρνέοις. |
| ξ 13 | Ξάνιον: κτένιον, ὃ φοροῦσιν αἱ γυναῖκες ἐν τοῖς ἀναδήμασιν, οἷς κόσμος χρυσοῦς ἐπὶ κεφαλῆς. |
| ξ 14 | Ξανῶ: κοπιάσω. Σοφοκλῆς Ποιμέσιν· Ἕκτωρ τοῖς Ἀχαιοῖς βουλό‐ μενος μάχεσθαι φησίν· ἡδὺ ξανῆσαι καὶ προγυμνάσαι χέρα. |
| ξ 15 | Ξαίνειν· αἰτιατικῇ. τὸ τύπτειν. καὶ ξαίνεσθαι, τὸ πάσχειν. φησὶν οὖν, ἡ βύρσα σου τυπτομένη διαφθαρήσεται· οἱ γὰρ βυρσεῖς τὰς βύρσας ξύλοις τύπτειν εἰώθασιν, ἵνα ἁπαλαὶ γενόμεναι διαλάβοιεν εὐχερῶς τοῦ φαρμάκου. ἐκέλευσε δὲ ξαίνειν τὸ σῶμα μάστιξι πάνυ πολ‐ λαῖς. καὶ ἐν Ἐπιγράμμασι· πολλὰ θαλασσαίῃ ξανθὲν ὑπὸ σπιλάδι. περὶ ὀστέου σκολοπένδρης ὁ λόγος. |
| ξ 16 | Ξαίνω: νήθω, διαλύω, σωρεύω. |
| ξ 17 | Ξένα: θαυμαστά. |
| ξ 18 | Ξεναγία: δύο πεντακοσιαρχίαι, ἀνδρῶν ͵ακδʹ. οἱ δὲ πλεῖστοι τοῦτο τὸ πλῆθος χιλιαρχίαν καλοῦσι καὶ χιλίαρχον τὸν ἡγούμενον. |
| ξ 19 | Ξεναγός: ὁ τῶν ξένων ἡγεμών. |
| ξ 20 | Ξεναγῶν: ξενοδοχῶν. παρὰ Θουκυδίδῃ οἱ ἄρχοντες τῶν μισθοφόρων· ξένους γὰρ ἐκάλουν τοὺς μισθοφόρους. οἱ τε ξεναγοὶ ἑκάστης πόλεως ξυνεφεστῶτες ἠνάγκαζον ἐς τὸ ἔργον. |
| ξ 21 | Ξεναλίζω: τὸ συναθροίζω. |
| ξ 22 | Ξέναρχος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστι Βουκολίων, 〈ὡσ〉 Ἀθήναιός φησιν ἐν βʹ Δειπνοσοφιστῶν· καὶ Πορφύρα καὶ Σκύθαι, ὡς ὁ αὐτός. καὶ Δίδυμοι καὶ Πένταθλος καὶ Πρίαπος, Ὕπνος, Στρα‐ τιώτης. |
| ξ 23 | Ξένας: θαυμαστάς. Πισίδης· ὕλας χορηγῶν καὶ τοσαύτας καὶ ξένας. |
| ξ 24 | Ξένετος: ὄνομα κύριον. |
| ξ 25 | Ξενηλατεῖν: Λακεδαιμόνιοι μετὰ πληγῶν ἐξήλαυνον τοὺς ξένους. Ἀριστοφάνης· τί δ’ ἔστι δεινόν; ὥσπερ ἐν Λακεδαίμονι ξενηλατοῦνται καὶ κεκίνηνταί τινες πληγαὶ συχναὶ κατ’ ἄστυ. ποτὲ γὰρ ἐκεῖσε σποδιᾶς γενομένης ξενηλασία γέγονε. |
| ξ 26 | Ξενία καὶ Ξενίζω. Φοίνιος Ἄρης οὐκ ἐξένισεν αὐτόν. τουτέστιν οὐκ ἀπέκτεινε. ξένια γὰρ Ἄρεος τραύματα καὶ φόνοι. καὶ Ἀρχίλοχος· ξένια δυσμενέεσι λυγρὰ χαριζόμενος. |
| ξ 27 | Ξενίαν: καταγώγιον, κατάλυμα. |
| ξ 28 | Ξενίας: ὄνομα κύριον. |
| ξ 29 | Ξενίζειν: ξένῃ χρῆσθαι φωνῇ ἢ ξενικοῖς ἐπιτηδεύμασι. δηλοῖ δὲ καὶ τὸ ξενίας χάριν τινὰ ὑποδέξασθαι. |
| ξ 30 | Ξενίζειν: οἱ μὲν ξένῃ διαλέκτῳ χρῆσθαι, οἱ δὲ ἐν τῇ ξένῃ διατρίβειν. |
| ξ 31 | Ξενίην συνεθήκατο: παρὰ Ἡροδότῳ· ὡς ξένιον ἐδωρήσατο. |
| ξ 32 | Ξενικὸν ἐμπόριον: ὅπου οἱ ξένοι ἐμπορεύονται· ὥσπερ ἀστι‐ κόν, ὅπου οἱ ἀστοί. |
| ξ 33 | Ξενικὸν ἐν Κορίνθῳ· Δημοσθένης Φιλιππικοῖς καὶ Ἀριστοφά‐ νης. συνεστήσατο δ’ αὐτὸ πρῶτος Κόνων, παρέλαβε δ’ αὐτὸ Ἰφικράτης ὕστερον καὶ Χαβρίας· ᾧ χρησάμενος τὴν Λακεδαιμονίων μοῖραν κατέκοψεν, στρατηγοῦντος αὐτοῖς Ἰφικράτους καὶ Καλλικλέους. |
| ξ 34 | Ξενικός: ὁ ξένος, ὁ ἀλλότριος. ὡς εἶδεν ἄγαλμα ξενικὸν καὶ ἱερουργίαν οὐκ ἐπιχώριον εἰς τὸ τιμώμενον παρῴνησεν. οἱ ξενικοὶ μισθοφόροι τοπαράπαν εἰώθασι χρησιμεύειν ἐν πολέμοις. ὅτι οἱ Ἀθηναῖοι, μὴ βουλόμενοι δι’ ἑαυτῶν πολεμεῖν πρὸς Κορινθίους διὰ τὸν κίνδυνον, μισθούμενοι ξένους εἰς τὸν πόλεμον ἔτρεφον αὐτούς. τοῦτο δὲ ἐν πολλοῖς τῶν πολέμων διεπράττοντο· ὅπερ ξενικὸν ἐκά‐ λουν. |
| ξ 35 | Ξενικοῖς: ἀντὶ τοῦ ἀλλοτρίοις καὶ μὴ προσήκουσιν· ὅτι ἀνοίκειον Ἑλλήνων τὸ ἐξαπατᾶσθαι. ἢ ξενικοῖς, τοῖς ἀπὸ τῶν ξένων πρέσβεων λεγομένοις. Ἀριστοφάνης· παύσας ὑμᾶς ξενικοῖσι λόγοισι μὴ λίαν ἐξαπατᾶσθαι. |
| ξ 36 | Ξένιον: δῶρον παρὰ ξένων διδόμενον. |
| ξ 37 | Ξένιος: ὁ τῆς ξενίας ἔφορος. λέγεται καὶ Ξένιος ὁ Ζεύς. |
| ξ 38 | Ξενίωνος: ὄνομα κύριον. |
| ξ 39 | Ξενιτευομένους: ἀντὶ τοῦ μισθοφοροῦντας. Ἀντιφάνης Εὐθυ‐ δίκῳ· ἐγὼ ξενιτευόμενος ἐστρατευόμην. καὶ Ξενιτεύω, Ξενιτεία. |
| ξ 40 | Ξενοδοχεῖον: τὸ τοὺς ξένους ὑποδεχόμενον. καὶ Ξενοδόχος ὁμοίως. |
| ξ 41 | Ξενοκοπεῖν: ἐπὶ τοῦ πληγὰς λαβεῖν. οὕτω Μεταγένης. |
| ξ 42 | Ξενοκράτης, Ἀγάθωνος ἢ Ἀγαθάνορος, Χαλκηδόνιος, μαθητὴς καὶ διάδοχος μετὰ Σπεύσιππον Πλάτωνος· τοῦ δὲ Πολέμων, τοῦ δὲ Κράντωρ. καὶ πέμψαντος αὐτῷ τοῦ Μακεδόνος Ἀλεξάνδρου χρυσοῦ τάλαντα λʹ, αὐτὸς ἀπέπεμψεν, εἰπών, βασιλέα δεῖσθαι χρημάτων, οὐ φιλόσοφον. ἔγραψε περὶ τῆς Πλάτωνος πολιτείας. |
| ξ 43 | Ξενοκράτης, φιλόσοφος, ὃς ἐπὶ σωφροσύνῃ ἐτεθρύλητο. ὁ δὲ πρὸς σωφροσύνην οὐδὲν μεῖον εἶχε τοῦ Πλατωνικοῦ Ξενοκρά‐ τους. οὗτος συνεγράψατο τὸ οἰκοσκοπικὸν οἰώνισμα· ὅτι οἷον, εἰ ἐν τῇ στέγῃ ἐφάνη γαλῆ ἢ ὄφις, τόδε σημαίνει. |
| ξ 44 | Ξενολόγιον. καὶ Ξενολόγος, ξένους συλλέγων στρατιώτας. |
| ξ 45 | Ξένος: ὁ φίλος. ἐφοίτων δὲ πρεσβεῖαι ἐκ τῶν πόλεων ξένον τε αὐτὸν ἡγούμενοι καὶ βίου σύμβουλον βωμῶν τε ἱδρύσεως καὶ ἀγαλμάτων. ὁ δὲ ἕκαστα τούτων διωρθοῦτο. καὶ αὖθις· ἐν ταῖς ἰδίαις πατρίσι ξένους ποιοῦνται. Ξένος καὶ ὁ ξενοδόχος. ὁ Ἀπό‐ στολος· ἀσπάζεται ὑμᾶς ξένος ὁ φίλος μου. |
| ξ 46 | Ξενοφάνης ἐν ἐλεγείᾳ περὶ τοῦ ἄλλοτε ἄλλον αὐτὸν γεγενῆσθαι· καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα φασί γ’ ἐποικτεῖραι καὶ τόδε φάσθαι ἔπος· παῦσαι, μηδὲ ῥάπιζ’, ἐπειὴ φίλου ἀνέρος ἐστὶ ψυχή, τὴν ἔγνων φθεγξαμένην ἀΐων. ἔσκωψε δ’ αὐτὸν καὶ Κρατῖνος ἐν Πυθαγοριζούσῃ. καὶ ἐν Ταραντίνοις· ἔθος ἐστὶν αὐτοῖς, ἐὰν ἰδιώτην ποθὲν λάβωσιν εἰσελθόντα, διαπειρώμενον τῆς τῶν λόγων ῥώμης ταράττειν καὶ κυκᾶν τοῖς ἀντιθέτοις, τοῖς πέρασι, τοῖς παρισώμασι, τοῖς ἀποπλάνοις, τοῖς μεγέθεσι νουβυστικῶς. |
| ξ 47 | Ξενοφῶν, Γρύλου, Ἀθηναῖος, φιλόσοφος Σωκρατικός· ὃς πρῶτος ἔγραψε βίους φιλοσόφων καὶ ἀπομνημονεύματα. παῖδας ἔσχεν ἀπὸ Φιλησίας Γρύλον καὶ Διόδωρον, οἳ καὶ Διόσκουροι ἐκαλοῦντο· αὐτὸς δὲ Ἀττικὴ μέλιττα ἐπωνομάζετο. γέγονε δὲ συμφοιτητὴς Πλάτωνος καὶ ἤκμαζε κατὰ τὴν Ϟεʹ ὀλυμπιάδα. ἔγραψε βιβλία πλείονα τῶν μʹ, ὧν καὶ ταῦτα· Κύρου παιδείας βιβλία ηʹ, Κύρου Ἀναβάσεως βιβλία ζʹ, Ἑλληνικῶν βιβλία ζʹ, Συμπόσιον· καὶ ἄλλα πολλά. |
| ξ 48 | Ξενοφῶν, Σωκράτους μαθητής, ἐστρατεύσατο ἐπὶ Πέρσας Κύρῳ συνανελθὼν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην. ὁ Κῦρος δὲ ἦν μετὰ Τισ‐ σαφέρνην ὕπαρχος ὑπὸ Δαρείου τοῦ πατρὸς τῶν ἐν τῇ Ἀσίᾳ καταστάς. μετὰ δὲ τὸν Δαρείου θάνατον Κῦρον Ἀρταξέρξης διαβληθέντα ὑπὸ Τισσαφέρνους ἀναιρεῖν μέλλων ἀφῆκε, Παρυσάτιδος τῆς μητρὸς παραι‐ τησαμένης αὐτὸν καὶ τὴν στρατιὰν αὐτῷ φυλαξάσης. ὁ δὲ ὡς Τισσα‐ φέρνει πολεμῶν ἤθροισε δύναμιν καὶ ἐπὶ τὸν ἀδελφὸν ἔγνω στρατεύειν. υʹ δὲ κατέλιπον τὸν Κῦρον καὶ ἔφυγον ἐκ τῶν συστρατευσάντων ὁπλῖται καὶ πελτασταὶ ͵γφʹ. Ξενοφῶν δὲ συνανέβη. δέκα οὖν βαρβά‐ ρων μυριάδας συναθροίσας ὡς ἐπὶ Πισίδας δῆθεν ἐπορεύετο. ὡς δὲ τὰ ἔθνη διῆλθεν, ἐφ’ ἃ στρατεύειν προεφασίζετο, συνέντες οἱ Ἕλληνες ἐπὶ βασιλέα εἶναι τὴν στρατείαν ὤκνουν τὴν ἀνάβασιν. Κλεάρχου δὲ εἰπόντος τὴν ὑποστροφὴν ἄπορον εἶναι, Κύρου μὴ συναιρομένου, συνῄεσαν. Κῦρος δὲ γυμνῇ τῇ κεφαλῇ πρὸς Τισσαφέρνην μαχόμενος, καίτοι Κλεάρχου ἀπαγορεύοντος αὐτῷ μὴ πολεμεῖν, ἀπέθανεν. οἱ δὲ Ἕλληνες ὑπὸ Κλεάρχῳ τεταγμένοι Ἀριαῖον προεβάλλοντο βασιλέα ἑαυτῶν, ὁ δὲ παρῃτήσατο. βασιλεὺς δὲ τὴν τοῦ Κύρου κεφαλὴν καὶ τὴν χεῖρα ἀποκόψας τοῖς Ἕλλησιν ἔπεμπε, ζητῶν τὰ ὅπλα ὡς παρὰ νενικημένων· οἱ δὲ οὐκ ἔδοσαν. δόλῳ δὲ Τισσαφέρνης παραβὰς τοὺς ὅρκους προδίδωσι βασιλεῖ τοὺς Ἕλληνας καὶ Κλέαρχον καὶ Μένωνα, οὓς ἀναιρεῖ. καὶ Ξενοφῶν αὐτῶν στρατηγεῖ καὶ πάντας νικᾷ. ἐλθόντες δὲ εἰς Θρᾴκην ἐμίσθωσαν ἑαυτοὺς Σεύθῃ τῷ βασιλεῖ μύριοι διασωθέντες. |
| ξ 49 | Ξενοφῶν, Ἀντιοχεύς, ἱστορικός. Βαβυλωνιακά· ἔστι δὲ ἐρωτικά. |
| ξ 50 | Ξενοφῶν, Ἐφέσιος, ἱστορικός. Ἐφεσιακά· ἔστι δὲ ἐρωτικὰ βιβλία ιʹ περὶ Ἀβροκόμου καὶ Ἀνθίας· καὶ Περὶ τῆς πόλεως Ἐφε‐ σίων· καὶ ἄλλα. |
| ξ 51 | Ξενοφῶν, Κύπριος, ἱστορικός. Κυπριακά· ἔστι δὲ καὶ αὐτὰ ἐρω‐ τικῶν ὑποθέσεων ἱστορία περί τε Κινύραν καὶ Μύρραν καὶ Ἄδωνιν. |
| ξ 52 | Ξενῶνος: δόμου τοῦ ὑποδεχομένου τοὺς ξένους καὶ ἀρρω‐ στοῦντας. |
| ξ 53 | Ξέω· αἰτιατικῇ. |
| ξ 54 | Ξέρξης, Περσῶν βασιλεύς. οὗτος τοῦ πατρὸς Δαρείου τελευτῶν‐ τος καὶ μέμνησο Μαραθῶνος εἰπόντος, ἐπὶ τὴν Ἑλλάδα ἐστράτευσε καὶ πρῶτον κήρυκας ἔπεμψεν αἰτοῦντας γῆν καὶ ὕδωρ. Ἀθηναῖοι μὲν οὖν τοὺς πρέσβεις ἐξεκήρυξαν ἐκ τῆς πόλεως, καὶ τὸν ὑπακούειν συμ‐ βουλεύσαντα κατέλευσαν καὶ γυναῖκα καὶ παῖδας· Λακεδαιμόνιοι δὲ εἰς φρέαρ ἐμβαλόντες γῆν ἐπέβαλον. μηνίσαντος δὲ τοῦ θεοῦ ἐνόση‐ σαν· χρήσαντος δὲ τοῦ θεοῦ δίκας δοῦναι Ξέρξῃ ὑπὲρ τῶν κηρύκων, Βοῦλις καὶ Σπέρχις αὐθαίρετοι ἐς Πέρσας ἀνῆλθον δώσοντες δίκας. ὁ δὲ θαυμάσας ἀφῆκε ζῶντας, καὶ ἡ νόσος ἐπαύσατο. ὁ δὲ πεζοῦ μὲν μυριάδας τῶν Αἰγύπτου τε καὶ Φοινίκων καὶ Κυπρίων ἐστρατοπέδευεν. ἐν Σάρδει δὲ γενομένῳ ὁ ἥλιος ἐξέλιπεν. εἶχε δὲ ἐπιλέκτους μυρίους, οὓς Ἀθανάτους ἐκάλει. διώρυξε δὲ καὶ τὸν Ἄθω, Μακεδονικὸν ὄρος. ἔζευξε καὶ τὸν Ἑλλήσποντον μεταξὺ Σηστοῦ καὶ Ἀβύδου· διαλυθέντος δὲ ὑπὸ χειμῶνος μέρους, πέδας τε εἰς τὴν θάλασσαν καθῆκε καὶ ἐμαστίγου τὸ ὕδωρ. προσενεχθεισῶν δὲ αὐτῷ καὶ σιταγωγῶν νηῶν Ἑλληνίδων, ἀφῆκε, τροφὴν εἶναι δούλων εἰπών. κατασκόπους δὲ λα‐ βών, δείξας τὴν δύναμιν ἅπασαν ἀφῆκε. ζήτει ἐν τῷ Δαρεικούς. |
| ξ 55 | Ξεστίον: μέτρον ἐπὶ ὑγρῶν. |
| ξ 56 | Ξεστόν: ὡμαλισμένον. |
| ξ 57 | Ξεινήϊον· καὶ Ξεινήϊος Ζεύς. |
| ξ 58 | Ξεινοδόκος. |
| ξ 59 | Ξεῖνοι: οἱ ἀπὸ ξένης φίλοι. |
| ξ 60 | Ξηνός: ὁ κορμός. |
| ξ 61 | Ξηραλοιφεῖν· Αἰσχίνης κατὰ Τιμάρχου. ξηραλοιφεῖν ἔλεγον τὸ χωρὶς λουτρῶν ἀλείφεσθαι. μήποτε δὲ καὶ τὸ ὑπὸ τῶν ἀλειπτῶν λε‐ γόμενον ξηροτρίβεσθαι οὕτως ἐλέγετο. |
| ξ 62 | Ξηραλοιφία καὶ Ξηραλοιφεῖν: τὸ ἄνευ τοῦ λούεσθαι ἀλεί‐ φεσθαι. |
| ξ 63 | Ξηραίνω· αἰτιατικῇ· τὸ ψύγω. |
| ξ 64 | Ξηρίον: εἶδος ἰατρικῆς. |
| ξ 65 | Ξηρόλοφος· ὅτι τὸν Ξηρόλοφον πρῴην Θέαμα τινὲς ἐκάλουν· ἐν αὐτῷ γὰρ κοχλίαι ιϛʹ καὶ Ἀρτέμιδος σύνθετος στήλη καὶ Σευήρου τοῦ κτίσαντος καὶ θεμάτιον τρίπουν. ἔνθα ἐθυσίασε πολλὰς θυσίας Σευῆρος· ἔνθα καὶ χρησμοὶ πολλοὶ τῷ τόπῳ γεγόνασι· καθ’ ὃν καιρὸν καὶ κόρη παρθένος ἐτύθη. καὶ θέσις ἦν ἀστρονομική, λϛʹ χρόνους διαρκέσασα. |
| ξ 66 | Ξηρός: ὁ ἰσχνός. |
| ξ 67 | Ξηρὸς ἱδρώς: ὁ μὴ ὑπὸ λουτρῶν, ἀλλ’ ὑπὸ γυμνασίων καὶ πό‐ νων γινόμενος. |
| ξ 68 | Ξηρὸς λίθος: ὁ ἄνευ πηλοῦ κτιζόμενος. ἦν γὰρ λίθῳ ξηρῷ διεσκευασμένον τὸ φρούριον ἐκ μεγάλων λίθων συνηρμοσμένον. |
| ξ 69 | Ξίρις: εἶδος φυτοῦ ἀρωματικοῦ. |
| ξ 70 | Ξιφήν: ὁ φέρων ξίφος. |
| ξ 71 | Ξιφήρης: ξίφος ἔχων. καὶ τὸ πληθυντικὸν Ξιφήρεις. |
| ξ 72 | Ξιφηφορία: φέρειν τὰ ξίφη. καὶ Ξιφηφόρος. |
| ξ 73 | Ξιφίζειν: τὸ χειροτονεῖν, παραπλήσιον ξίφει τὸ τῆς χειρὸς σχῆμα ποιοῦντα. λύσις ὀνείρου· ξίφος κατασχὼν ὅπλον εὑρεῖν προσδόκα. |
| ξ 74 | Ξιφισμός: σχῆμα ἐκ τῆς ἐμμελείας καλουμένης. |
| ξ 75 | Ξιφοκτονεῖν: ξίφεσιν ἀναιρεῖν. |
| ξ 76 | Ξίφος καὶ Ξιφίδιον. |
| ξ 77 | Ξιφουλκία. οὐκ εἶναί φασι ξιφουλκίας εὐμοιρίαν. |
| ξ 78 | Ξόανον: ἄγαλμα, εἴδωλον, ζῴδιον, ἀνδριάς. |
| ξ 79 | Ξούθη: εὐμορφοτάτη. οὐδέ με κεκλιμένον σκιερὴν ὑπὸ φυλ‐ λάδα τέρψεις, ξουθῶν ἐκ πτερύγων ἡδὺ κρέκουσα μέλος. |
| ξ 80 | Ξουθῆς· Ἀριστοφάνης· δι’ ἐμῆς γένυος ξουθῆς μελέων Πανὶ νόμους ἱεροὺς ἀναφαίνω. |
| ξ 81 | Ξουθόν: λεπτόν, καπυρόν, ἀργυροῦν, ξανθόν, καλόν, πυκνόν, ὀξύ, ταχύ· οἱ δὲ ποικίλον, εὐειδές, διαυγές. ὥσπερ ξουθὸς ἱππα‐ λεκτρυὼν τοὺς λόφους σείων. |
| ξ 82 | Ξοῦθος: ὄνομα κύριον. ζήτει ἐν τῷ Βοηδρομία. |
| ξ 83 | Ξυγγενεῖς τοὐμοῦ τρόπου: ἀντὶ τοῦ τὰ αὐτὰ πράττουσαι. |
| ξ 84 | Ξυγγενοῦ: σύνελθε. ὦ δέσποινα Νίκη, ξυγγενοῦ. |
| ξ 85 | Ξυγγέωργος: προπαροξυτόνως· σύνθετον γάρ, ὡς πάγκαλος, πάνσοφος· τὰ γὰρ εἰς ος ὀξύτονα συντιθέμενα βαρύνεται. Ἀριστοφά‐ νης Πλούτῳ· τοὺς ξυγγεώργους κάλεσον. |
| ξ 86 | Ξυγγνώμη πρῶτον πείρῳ: ἐπὶ τῶν ἐν πρώτοις τινὸς δια‐ μαρτανόντων. |
| ξ 87 | Ξυγγραφεῖς· οἱ περὶ Πείσανδρον ἐλθόντες εἰς Ἀθήνας, πρῶτον μὲν τὸν δῆμον ξυλλέξαντες εἶπον γνώμην δέκα ἄνδρας ἑλέσθαι ξυγ‐ γραφέας αὐτοκράτορας· τούτους ξυγγράψαντας γνώμην εἰσενεγκεῖν εἰς τὸν δῆμον εἰς ἡμέραν ῥητήν, καθότι ἄριστα ἡ πόλις οἰκήσεται. ἐπεὶ δὲ ἡ ἡμέρα ἐφῆκε, ξυνέλεξαν τὴν ἐκκλησίαν ἐς τὸν Κολωνόν, ὃ ἦν ἱερὸν Ποσειδῶνος, καὶ ἐπήνεγκαν οἱ ξυγγραφεῖς ἄλλο μὲν οὐδέν, αὐτὸ δὲ τοῦτο, ἐξεῖναι μὲν Ἀθηναίων ἀνατρέπειν γνώμην, ἣν ἄν τις βούληται· ἦν δέ τις εἰπόντα ἢ γράψηται παρανόμων ἢ ἄλλῳ τῳ τρόπῳ βλάψῃ, μεγάλας ζημίας ἐπέθεσαν. ἐνταῦθα δὲ λαμπρῶς ἐλέγετο ἤδη, μήτε ἀρχὴν ἄρχειν μηδεμίαν ἐκ τοῦ αὐτοῦ κόσμου μήτε μισθο‐ φορεῖν προέδρους τε ἑλέσθαι εʹ ἄνδρας, τούτους ἑλέσθαι ρʹ ἄνδρας, καὶ τῶν ρʹ ἕκαστον πρὸς ἑαυτῷ γʹ· ἐλθόντας δὲ αὐτοὺς υʹ ὄντας εἰς τὸ βουλευτήριον ἄρχειν ὅπῃ ἂν ἄριστα γινώσκωσιν αὐτοκράτορας· καὶ τοὺς ͵εʹ δὲ ξυλλέγειν, ὁπότ’ ἂν αὐτοῖς δοκῇ. ἦν δὲ ὁ ταύτην τὴν γνώμην εἰπὼν Πείσανδρος, καὶ τἄλλα ἐκ τοῦ προφανοῦς προθυμότατα ξυγκαταλύσας τὸν δῆμον. |
| ξ 88 | Ξυγκλύδων· ζήτει ἐν τῷ συγκλύδων. |
| ξ 89 | Ξυγγράψαι καὶ Γράψαι: τὸ μὲν γράψαι ἐφ’ ἑνὸς πράγματος, τὸ δὲ ξυγγράψαι ἐπὶ πολλῶν. ἢ ξυγγράψαι, τὸ μετ’ ἐπιμελείας καὶ σπουδαίως συντάξαι, γράψαι δὲ τὸ ἁπλῶς καὶ μὴ ἐπιμελῶς τὴν ἀλή‐ θειαν εὑρεῖν. |
| ξ 90 | Ξύει: γράφει. ὡς παρ’ Ὁμήρῳ. ἔνθεν καὶ τὰ ξύσματα, γράμματα. |
| ξ 91 | Ξυήλην: ἣν ξυάλην λέγομεν. Ξενοφῶν Κύρου Ἀναβάσει· εἶχον δὲ θώρακας λινοῦς μέχρι τοῦ ἤτρου, ἀντὶ δὲ τῶν πτερύγων ὡς παρὰ τὰ πυκνὰ ἐστραμμένα. εἶχον δὲ καὶ κράνη, καὶ περὶ τὴν ζώνην μαχαί‐ ριον, ὅσον ξυήλη Λακωνική. ἣν Ἀττικοὶ κνῆστιν, Λάκωνες δὲ ξυήλην λέγουσι μόνον. ἐπὶ δ’ αἴγειον κνῆ τυρὸν κνήστει χαλκείῃ. οἱ μὲν οὖν Ἀττικοὶ τὸ ῥῆμα οὕτως λέγουσι, κἀπικνεῖν κἀπεσθίειν, οἱ δὲ Λάκωνες τοὔνομα ξυήλην. ὡς καὶ Ξενοφῶν φησιν ἐν τῇ δʹ τῆς Ἀναβάσεως, ὅτι Δρακόντιος ἔφυγεν ἐκ Σπάρτης παῖς ἔτι ὤν, ἀποκτείνας ξυήλῃ Λακωνικῇ παῖδα. διὰ τοῦτο δὲ καὶ τὸ κνεῖν οἱ Δωριεῖς ξύειν λέγου‐ σιν· ὡς καὶ Σώφρων· ἄν τις τὸν ξύοντα ἀντιξύῃ. καὶ πάλιν· ξύεται ὁ χοραγός. |
| ξ 92 | Ξυλλαβεῖν: διττή ἐστιν ἡ χρῆσις τοῦ συλλαβεῖν παρὰ τοῖς ἀρχαίοις· πρὸς γὰρ διάφορον κλίσιν διάφορος καὶ ἡ διάνοια. ἐὰν μὲν γὰρ πρὸς αἰτιατικὴν ἡ σύνταξις ᾖ, ἔχθραν καὶ δυσμένειαν παρί‐ στησι τοῦ συλλαμβάνοντος, κακουργίαν δὲ τοῦ συλλαμβανομένου, ὡς νῦν, ξυλλαβεῖν τὸν ἄνδρα. καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου· οὐχὶ συλληψόμεθα αὐτόν; ἐὰν δὲ πρὸς δοτικήν, σημαίνει φιλίαν καὶ συμ‐ μαχίαν, ὡς Ἰσοκράτης ἐν ταῖς Παραινέσεσιν· ὁρῶ δὲ καὶ τὴν τύχην ἡμῖν συλλαμβάνουσαν. ἴσον τῷ συναγωνιζομένην. ἐπάγει γοῦν, καὶ τὸν παρόντα καιρὸν συναγωνιζόμενον. καὶ Δημοσθένης αʹ Φιλιππικῶν. |
| ξ 93 | Ξύλα κλίνεια: τὰ τῶν κλινῶν. |
| ξ 94 | Ξυλεία: ἡ τῶν ξύλων τῶν ναυπηγησίμων συλλογή. |
| ξ 95 | Ξύλινος. |
| ξ 96 | Ξύλον ἀγκύλον οὐδέποτ’ ὀρθόν: ὅτι δυσχερὲς ἐκ φαύλων ἀγαθοὺς ἀπεργάσασθαι. |
| ξ 97 | Ξύλοχος: σύνδενδρος καὶ ξυλώδης πάγος, δρυμός, ὕλη, χέρσος, ἀγρός, τόπος· οἱ δὲ κοίτην θηρίου. οὐδ’ ἵκετ’ ἐκ μάνδρης αὖθις ἐπὶ ξύλοχον. |
| ξ 98 | Ξυλυφίων· οἷον ἐπὶ τῶν ἁπαλῶν ξυλυφίων, ὅταν κάμψαντες ἀφῶμεν αὐτά· ὅτι Διοκλῆς ὁ Ἀθηναῖος πρῶτος εὗρε τὴν ἐν τοῖς ὀξυβάφοις ἁρμονίαν ἐν ὀστρα‐ κίνοις ἀγγείοις, ἅπερ ἔκρουεν ἐν ξυλυφίῳ. |
| ξ 99 | Ξύλων ἐρεψίμων: στεγάσματά ἐστι τὰ ἐρέψιμα, εἰς τὰς οἰκίας κατατεταγμένα. |
| ξ 100 | Ξυμβάλλειν: νοεῖν. ὁ δὲ οὐ χαλεπῶς εἶχε ξυμβάλλειν, τὸν στρατηγὸν ἐμβεβληκέναι αὐτοῖς τὸν φόβον. |
| ξ 101 | Ξυμβαίνοντα: συμφωνοῦντα. πρὶν τὰ ἔργα τοῖς λόγοις ξυμ‐ βαίνοντα ὀφθῆναι. |
| ξ 102 | Ξυμβαινούσης: συμφωνουμένης, ἀρεσκούσης. ὅτι ἀποχρῶν ἔσται τοῖς ἀμφ’ αὐτὸν ὠνεῖσθαι τὰ ἐπιτήδεια τῆς ξυμβαινούσης τιμῆς· καὶ αὖθις· ἐθέλειν σπείσασθαι, εἰ μάθοι ἐφ’ οἷς τισι ξυμβαίνοιεν. |
| ξ 103 | Ξύμβλητο: συνήντησε. |
| ξ 104 | Ξύμβολον ὄρνιν φασίν· ἐπειδὴ συμβόλους ἐποίουν τοὺς πρῶτα συναντῶντας καὶ ἐξ ἀπαντήσεως προσημαίνοντας. |
| ξ 105 | Ξυμβόλους: οὕτω τοὺς διὰ τῶν πταρμῶν οἰωνισμοὺς ἔλεγον. ἀνετίθεντο δ’ οὗτοι Δήμητρι. |
| ξ 106 | Ξυμμίξασα: ξυντυχοῦσα. οὐδεμιᾷ γὰρ δεινοτέρᾳ σου ξυμμίξας’ οἶδα γυναικί. ἀντὶ τοῦ ἱκανωτάτῃ, φρονιμωτάτῃ. |
| ξ 107 | Ξυμπάθεια: συμπάθεια. ὅλως δὲ ὁ διὰ τοῦ ξ σχηματισμὸς κοινός ἐστι τῶν τε Ἰώνων καὶ τῶν Ἀττικῶν. |
| ξ 108 | Ξυμπονήσαντα: ἀντὶ τοῦ ὑπομείναντα. |
| ξ 109 | Ξυμφέρω: ξυμβαστάσω. φέρε νὺν ἐγώ σοι ξυμφέρω. |
| ξ 110 | Ξυμφοράν φησι Θουκυδίδης τὴν ἀπὸ περιστάσεως δυστυχίαν, καὶ οὐκ ἐξ οἰκείας ἀβουλίας κακοπραγίαν ἤτοι κακίαν. καὶ γὰρ αἱ τῆς φύσεως ἐλαττώσεις καὶ διαπτώσεις κακίαι πάντως εἰσίν. ἢ ξυμ‐ φοράς, τὰς ἀποτυχίας. ἐνδέχεται γὰρ τὰς ξυμφορὰς τῶν πραγμάτων οὐχ ἧσσον ἀμαθῶς χωρῆσαι ἢ διὰ τὰς διανοίας τοῦ ἀνθρώπου. |
| ξ 111 | Ξύν: Θουκυδίδης ἀντὶ τοῦ σύν· καὶ τὰ ἄλλα τὰ ὅμοια. οὕτως καὶ οἱ παλαιοὶ πάντες. |
| ξ 112 | Ξυνάγκεια: ὁ κοῖλος τόπος. Ἀρριανός· ὁ δὲ ὑποτεμόμενος αὐτὸν ἐν ξυναγκείᾳ τινὶ βάλλει κατὰ νώτου τὸν ἄνθρωπον. |
| ξ 113 | Ξυναλλαγή: ἀμοιβή, παραμυθία, συνάντησις. λήγει δ’ ἔρις δραμοῦσα τοῦ προσωτάτω ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου. Σοφοκλῆς. ἢ ξυναλλαγή, ἡ ὁμιλία. |
| ξ 114 | Ξυναλλαγή· πότερα δόλοισι τέθνηκεν ἢ νόσου ξυναλλαγῇ; νόσοις ὁ τλήμων ὡς ἔοικεν ἔφθιτο καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ. |
| ξ 115 | Ξυνάορον: γαμετήν. |
| ξ 116 | Ξυναυλία: αὔλησίς τις σύμφωνος, ὑπὸ δύο περαινομένη αὐλῳδία. |
| ξ 117 | Ξυναυλίαν: κοινωνίαν. τουτέστιν ὁμόσε ἀποδυρώμεθα. ξυναυλία δὲ καλεῖται, ὅταν δύο αὐληταὶ τὸ αὐτὸ λέγωσιν. ἢ ὅταν κιθάρα καὶ αὐλὸς συμφωνῇ. νόμοι δὲ καλοῦνται οἱ εἰς θεοὺς ὕμνοι. |
| ξ 118 | Ξυναυλίαν πενθήσωμεν, Οὐλύμπου νόμον: Ὄλυμπος αὐλητὴς γέγονε, Μαρσύου μαθητὴς καὶ αὐτὸς δυστυχήσας διὰ μουσικήν. καθάπερ οὖν Ὄλυμπος εὗρε τὸ συναυλεῖν, καὶ ἡμεῖς ὅμοια καὶ ὥσπερ ἀπὸ μιᾶς φωνῆς ὀδυρώμεθα. μιμησώμεθα ἐν τῷ θρηνεῖν συναυλίαν Ὀλύμπου. οὗτος δὲ ὁ Ὄλυμπος ἐν Φρυγίᾳ τοὺς αὐλητικοὺς νόμους ἐποίει. ἔγραψε δὲ καὶ θρηνητικοὺς νόμους. |
| ξ 119 | Ξύναυλον: παρὰ Ἀριστοφάνει ξύναυλον βοάν, τὴν μετὰ αὐλῶν κοινήν. |
| ξ 120 | Ξυνδιενεγκεῖν: συμπράξαι, συναγωνίσασθαι. οἱ δὴ ἐδέοντο πόλεμον τὸν πρὸς Λογγιβάρδους ξυνδιενεγκεῖν σφίσιν. οἱ δὲ δισχιλίους ἔπεμψαν. |
| ξ 121 | Ξυνδιήνεγκαν: συνέκαμον, συνεπράξαντο. πολλὰ γὰρ δὴ πράγματα ξυνδιήνεγκαν μεθ’ ἡμῶν, εἰσβολάς τε καὶ μάχας. ἀντὶ τοῦ ὑπερήνεγκαν. οὕτως Ἀριστοφάνης. |
| ξ 122 | Ξὺν δίκῃ: ἀντὶ τοῦ πρεπόντως, εὐλόγως. ξὺν δίκῃ ταῦτα ἀξιοῦν ἔφη τὸν βασιλέα. |
| ξ 123 | Ξὺν δίκῃ: κατὰ τὸ πρέπον. τὰ γέρα τούτοις ξὺν δίκῃ νενέμητο ἑκάστοις. |
| ξ 124 | Ξυναίρεται: συνάπτεται. καὶ Ξυναιρόμενον, συναντι‐ λαμβανόμενον. εἰ ξυγχωρήσαιμεν τὸ παρὰ σοῦ κομισθὲν γράμμα ξυναι‐ ρόμενον τῇ κατὰ σὲ πολιτείᾳ. |
| ξ 125 | Ξυνέβημεν: ὡμονοήσαμεν, συνεφωνήσαμεν. Ἀριστοφάνης Νεφέ‐ λαις· εἶτα τῷ χρόνῳ κοινῇ ξυνέβημεν. |
| ξ 126 | Ξυνέηκε: συνέβαλε. |
| ξ 127 | Ξυνενεχθῆναι: εὐτυχηθῆναι, αὐξηθῆναι. |
| ξ 128 | Ξυννενημένων: σεσωρευμένων. Θουκυδίδης· τῶν νεκρῶν ὁμοῦ ἐπ’ ἀλλήλοις ξυννενημένων ὀσμαὶ ἦσαν οὐκ ἀνεκτοί. |
| ξ 129 | Ξυννένοφεν: ἐπινεφῆ καὶ συννεφῆ καὶ συννέφελά ἐστιν. Ἀρι‐ στοφάνης Ἀναγύρῳ· καὶ ξυννένοφε καὶ χειμέρια βροντᾷ μάλ’ εὖ. καὶ ἐν Νήσοις· ὡς ἐς τὴν γῆν κύψασα κάτω καὶ ξυννενοφυῖα βαδίζει. ἀντὶ τοῦ σκυθρωπάζουσα. |
| ξ 130 | Ξυνεπιλαβεῖν: συναγωνίσασθαι. πιστὴν Ῥωμαίοις εἶναι τὴν πόλιν, ὡς Λουκούλλῳ τε ξυνεπιλαβεῖν τοῦ πρὸς Μιθριδάτην πολέμου. |
| ξ 131 | Ξυνέρξετε: ἀποκλείσατε. Σοφοκλῆς· οὐ ξυνέρξεθ’ ὡς τάχος. |
| ξ 132 | Ξύνες: σύνες, ἄκουσον. |
| ξ 133 | Ξυνέσεως: συνέσεως, φρονήσεως. ὁ δὲ πρᾶος ἦν καὶ ξυνέσεως εὖ ἥκων (ἀντὶ τοῦ καλῶς καὶ ἐπὶ πλεῖστον) καὶ ἀρετῆς μεταποιεῖσθαι ἐξεπιστάμενος. |
| ξ 134 | Ξυνετρίβη τῆς κεφαλῆς: οὕτως ἐπὶ γενικῆς τάττουσιν. ἕως ξυνετρίβη τῆς κεφαλῆς. |
| ξ 135 | Ξυνευνέτης: ἀρσενικῶς· θηλυκῶς δὲ διὰ τοῦ ι. |
| ξ 136 | Ξυνεῖα. |
| ξ 137 | Ξυνήγαγε: ξυνήρμοσεν. Ἀριστοφάνης Ἀχαρνεῦσι· πόσου τὸν πρωκτὸν συνήγαγε. περὶ Κλεωνύμου. |
| ξ 138 | Ξυνήϊα: κοινὰ χρήματα. |
| ξ 139 | Ξυνῆκα: ἐνόησα. |
| ξ 140 | Ξυνῄσθετο: ἐνόησε. |
| ξ 141 | Ξυνίασι: συνέρχονται. |
| ξ 142 | Ξυνίεις: ὑπονοεῖς. Ἀριστοφάνης Πλούτῳ· εἶτ’ οὐ ξυνίεις τὴν ἐπίνοιαν τοῦ θεοῦ. |
| ξ 143 | Ξύνιον: ἤκουον. |
| ξ 144 | Ξυνθήματα: ὑπομνήματα. Σοφοκλῆς· οὗ τὰ Θησέως Πειρίθου τε κεῖται πιστὰ ξυνθήματα, ἃ ἔθεντο πρὸς ἀλλήλους περὶ τῆς εἰς ᾅδου καταβάσεως. καὶ αὖθις· ὥσπερ ἀπὸ ξυνθήματος αὐτοκράτορα τοῦτον ἐπευφήμησεν ὁ στρατός. οὐκ ἀφ’ ἑνὸς ξυνθήματος, ἀλλὰ διεσπασμέ‐ νως καὶ οὐκ εἰς ἓν ξυμβαίνουσαν τὴν βοήν. |
| ξ 145 | Ξυνοδόκος: ξενοδόχος. |
| ξ 146 | Ξυνόν: κοινόν. |
| ξ 147 | Ξυνοπαδός: ὁ ἑπόμενος, καὶ ἀκολουθῶν. |
| ξ 148 | Ξυνουσίᾳ: τῷ ἔργῳ, τῇ πείρᾳ. ταῦτ’ ἐστίν, ὦ ξέν’, οὐ λόγοις τιμώμενα, ἀλλὰ τῇ ξυνουσίᾳ πλέω. Σοφοκλῆς. |
| ξ 149 | Ξυνωμοσία: ἡ ὁρκωμοσία. |
| ξ 150 | Ξυνωμότης: συστασιαστής. ξυνωμότης ὢν καὶ φρονῶν τυ‐ ραννικά. |
| ξ 151 | Ξυνωμοτῶν: ξυνωμοσίαν πεποιημένων, τουτέστι πίστεις δι’ ὅρκων δόντων ἑαυτοῖς καὶ συνθήκας κατά τινων πεποιηκότων ἐπὶ καταλύσει τινῶν. Ἀριστοφάνης· βοηθεῖθ’, ὡς ὑπ’ ἀνδρῶν τύπτομαι ξυνωμοτῶν. |
| ξ 152 | Ξυνωρίς: τὸ μὴ πλῆρες ἅρμα, ἀλλ’ ἐκ δύο ἵππων συνεστώς· ὃ νῦν δίφρον καλοῦσι. |
| ξ 153 | Ξυνωρίς: συζυγία. ἢ ἅρμα ἐκ βʹ ἵππων συνεζευγμένον. |
| ξ 154 | Ξὺν τῷ θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται: ἀντὶ τοῦ θεοῦ βουλομένου καὶ τὰ κακὰ μεθίσταται εἰς τέρψιν. |
| ξ 155 | Ξυπεταιωνεύς· δῆμος τῆς Κεκροπίδος Ξυπεταίη· ἀφ’ ἧς ὁ δημότης Ξυπεταιών. |
| ξ 156 | Ξυρεῖ γὰρ ἐν χρῷ, ὥστε μὴ χαίρειν: ἀντὶ τοῦ μέχρι βάθους διϊκνεῖται, ὥστε μὴ χαίρειν. τὸ δὲ τινά παρέλκει. |
| ξ 157 | Ξυρήκης: ὁ ξυρήσιμος, καὶ κουριῶν. |
| ξ 158 | Ξυρησμός. |
| ξ 159 | Ξυρίδες: καμπάκια, ζυγάβδια, ἢ ἄλλο ὑπόδημα διάφορον. |
| ξ 160 | Ξυρὸν εἰς ἀκόνην: παροιμία πρὸς τοὺς ὧν βούλονται τυγχά‐ νοντας. ὁμοία τῇ, ὄνον εἰς ἄχυρα. |
| ξ 161 | Ξυρός: τὸ ἐργαλεῖον. |
| ξ 162 | Ξυροῦ ἀκμῆς: τοῦ ὀξυτάτου, κατὰ λεπτότητα τῶν σιδηρίων. |
| ξ 163 | Ξύσσιτος: σύντροφος, συνδιαιτητής. |
| ξ 164 | Ξύσκηνος· Θουκυδίδης· τῶν τε ξυσκήνων ἤδη ἀπιόντων ἐκκρεμανύμενοι. |
| ξ 165 | Ξυσταθεύσω: σὺν σοὶ ὀπτήσω τῷ ἔρωτι. ἀπὸ μεταφορᾶς τῶν κρεῶν. |
| ξ 166 | Ξυστάρχεις: τοῦ γυμνασίου ἄρχεις. |
| ξ 167 | Ξυστίδα: λεπτὸν ὕφασμα, περιβόλαιον. |
| ξ 168 | Ξυστίδα: τὸ παχὺ ἱμάτιον. |
| ξ 169 | Ξυστίς: χιτὼν ποδήρης γυναικεῖος. οἱ δὲ τραγικὸν ἔνδυμα ἐσκευοποιημένον καὶ ἔχον ἐπιπόρπημα. οἱ δὲ τὸ λεπτόν, παρὰ τὸ ἐξύσθαι. ἰδίως δὲ τὸ τῶν τραγῳδῶν ἔνδυμα. Ξυστὶς λέγεται τὸ κροκωτὸν ἱμάτιον, ὃ οἱ ἡνίοχοι μέχρι νῦν φοροῦσι πομπεύοντες. χρῶνται δὲ αὐτῷ καὶ οἱ τραγικοὶ βασιλεῖς. ξύστιδα δὲ προπαροξυ‐ τόνως οἱ Ἀττικοί. Ἀριστοφάνης Νεφέλαις· ὥσπερ Μεγακλέης ξύστιδ’ ἔχων. Ξύστις ἐστὶ καὶ ἱππικὸν ἔνδυμα, ὡς Ἀριστοφάνης ἐν Νε‐ φέλαις. |
| ξ 170 | Ξυστόν: δορύλλιον, ἀκόντιον· καὶ τὸ τέλειον δόρυ· καὶ ὁ τόπος, ἔνθα οἱ ἀθληταὶ γυμνάζονται. Ἀρριανός· τὰ σημεῖα τῆς ἐπιλέκτου στρατιᾶς ἀετοί, εἰκόνες βασίλειοι, στέμματα, πάντα χρυσᾶ, ἀνατεταμένα ἐπὶ ξυστῶν ἠργυρωμένων. |
| ξ 171 | Ξυστός: ὁ ἐξεσμένος. |
Also published as PDF.