ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΥΡΙΩΝ ΚΑΙ ΕΠΙΘΕΤΩΝ ΚΑΙ ΠΡΟΣΗΓΟΡΙΚΩΝ ΜΟΝΟΒΙΒΛΟΝ.
Σχόλια εἰς Εὐριπίδην Ἡρωδιανὸς ἐν τῷ μονοβίβλῳ περὶ κυρίων καὶ ἐπιθέτων καὶ προσηγορικῶν λέγει εἶναι τὰς πρῶτον πορνευσάσας θυγατέρας Εὐρυπύλου, οὐ τοῦ Κῴου, ἀλλὰ ἄλλου τινός. ἔστι δὲ τὰ ὀνόματα αὐτῶν Μορφή καὶ Κλυτή. ὡς φιλόσοφος δὲ συμβάλλει τοῦτο, ὅτι εὐγενεῖς καὶ πλούσιαι κατήρξαντο τῆς πορνείας, οὐ μόνον ἐκ τοῦ ὑπερτρυφᾶν, ὅπερ τὸν ἔρωτα προκαλεῖται, ἀλλὰ καὶ ἐκ τοῦ μὴ ἐπιζηλωθῆναι τὸ ἁμάρτημα ἐξ εὐτελοῦς τινος γινόμενον.
Ἐπιμερισμοὶ Ὁμηρικοί Μοῦσα: ἀπὸ μιᾶς αἱ πᾶσαι λέγονται. Μνασέας δέ φησιν, ὅτι αἱ πᾶσαι τρεῖς εἰσιν, Μοῦσα, Θεά, Ὑμνώ. ἐν μὲν οὖν Ἰλιάδι μεμνῆσθαι τῆς Θεᾶς «μῆνιν ἄειδε Θεά». ἐν δὲ Ὀδυσσείᾳ τῆς Μούσης «ἄνδρα μοι ἔννεπε Μοῦσα», ἐν δὲ τῇ Παλαμηδείᾳ τῆς Ὑμνοῦς. ἀλλʼ ὁπότε οὐκ ἔστι κύριον, ὥσπερ καὶ τὸ χάρις καὶ κύριον ὄνομα καὶ τὸ πρᾶγμα, ζητήσεις· τὸ μὲν γὰρ προσηγορικὸν θεά, εἶτα μοῦσα, εἶτα ἑκάστης τὰ κύρια·
Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε.ὥστε τὸ μὲν προσηγορικὸν εἶναι γενικὸν τὸ θεά, τὸ δὲ εἰδικώτερον προσηγορικὸν τὸ μοῦσα· οὐ γὰρ ἐπιθετικά· ὥσπερ πάλιν θεά, εἶτα μοῖρα, εἶτα «Κλωθώ τε Λάχεσίς τε καὶ Ἄτροπος»· πάλιν αὖ θεά, εἶτα χάριτες, εἶτα Πασιθέη καὶ ὅσα ἐστὶν ὀνόματα. καὶ πάλιν καθόλου μὲν ἰχθῦς, εἶτα κεστρεύς, ὄρνις, εἶτα ἀετός, ὥστε εἶναί τι καθολικὸν προσηγορικόν, εἶτα εἰδικώτερον προσηγορικόν, εἶτα τὸ κύριον. ἐκ τοῦ μοῦσα καὶ μοισῶ ῥῆμα παρὰ Συρακουσίοις. Ἀργεῖοι δὲ λέγουσι μόνσα, Αἰολεῖς μοῖσα, ὧν ἐστι Πίνδαρος. Ἀττικοὶ δὲ καὶ Ἴωνες καὶ Συρακούσιοι μοῦσα, Λάκωνες μῶσα καὶ οἱ μεταγενέστεροι Λάκωνες ἄνευ τοῦ σ μῶα καὶ ἡ γενικὴ τῶν πληθυντικῶν μωσᾶν παρὰ Λάκωσι, παρὰ δὲ Σαπφοῖ μοισᾶν· τὸ Ἰωνικὸν μουσέων, τὸ Βοιωτικὸν μωσάων, τὸ Ἀργεῖον μονσᾶν. τὸ μοῦσα δὲ παρὰ τὸ μῶ, ὅ ἐστι τρίτης συζυγίας, σημαντικὸν τοῦ ζητῶ. ἡ μετοχὴ μῶν, τὸ θηλυκὸν μοῦσα· εἰς σα δὲ τρία ἔχομεν τὴν ου δίφθογγον παραληγόμενα ὑπὲρ δύο συλλαβὰς καὶ μετὰ δισσοῦ τοῦ σ αἴθουσσα Ἔμπουσσα καὶ Συράκουσσα· δισύλλαβα δὲ οὐκ ἔχομεν ὅμοιον τῷ μοῦσα ὑπάρχον. τὸ γὰρ λεγόμενον Σοῦσα οὐδέτερόν ἐστι πληθυντικὸν ἐπὶ πόλεως τεταγμένον. Περὶ ἐπιθέτων ἐπὶ κυρίων τεθέντων.
Αἴλιος Ἡρωδιανός, Ἀρκάδιος ὁ Ἀντιοχεύς, Γεώργιος ὁ Χοιροβοσκός τὸ Νημερτής καὶ Ἀψευδής παρὰ τῷ ποιητῇ «Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα» κύρια γινόμενα τὴν αὐτὴν τάσιν ἐφύλαξε.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὰ εἰς ης ἐπίθετα παρὰ ῥῆμα σύνθετα εἰς ους ποιοῦντα τὴν γενικὴν ὀξύνεται, εὐσεβής, εὐλαβής, θεοφιλής, αὐτοσφαγής, πολυδευκής, Πολυδεύκης δὲ τὸ κύριον βαρύνεται.
Ἀρκάδιος ὁ Ἀντιοχεύς, Αἴλιος Ἡρωδιανός, Ἐπιμερισμοὶ Ὁμηρικοί, Ἐτυμολογικὸν τὸ Μέγα τὰ εἰς ης κύρια ἀπὸ τῶν εἰς ος οὐδετέρων βαρύνεται, Δημοσθένης, Διογένης, ὅσοις δὲ κυρίοις εἰς ης λήγουσι βαρυτόνοις συνθέτοις παράκειται ἐπιθετικά, ταῦτα ὀξύνεται, Διογένης διογενής, Πολυνείκης πολυνεικής, Εὐρυσθένης εὐρυσθενής· οὐ μάχεται τὸ Εὐμενής· οὐ γὰρ πάντως τὰ μὲν κύρια ἀεὶ βαρύνεται, τὰ δὲ ἐπιθετικὰ ὀξύνεται, ἀλλʼ εἴ που βαρύνεται τὸ κύριον, τὸ ἐπιθετικὸν ὀξύνεται.
Ἀρκάδιος ὁ Ἀντιοχεύς σκαιός τὸ ἐπίθετον, Σκαῖος τὸ κύριον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς Παλαῖος τὸ κύριον, παλαιός δὲ τὸ ἐπίθετον.
Αἴλιος Ἡρωδιανός τοῦ Πύλαιος τὴν πρώτην ὀξυτονητέον πρὸς ἀντιδιαστολὴν τοῦ τοπικοῦ καὶ τὸν Ἑρμῆν τὸν Πύλαιον.
Αἴλιος Ἡρωδιανός, Ἀρκάδιος ὁ Ἀντιοχεύς Ἀθηναῖος· τὸ δὲ Ἀθήναιος κύριον προπαροξύνεται εἰς διαστολήν.
Ἀρκάδιος ὁ Ἀντιοχεύς, Εὐστάθιος ὁ Θεσσαλονίκης τὰ διὰ τοῦ διος προπαροξύνεται, εἰ μὴ τρισύλλαβα ὄντα τριβράχεα εὑρεθῶσι καὶ παροξύτονα πρὸς ἀντιδιαστολὴν κυρίων καὶ ἐπιθέτων ὥσπερ ἔχει τὸ Ῥοδίος ποταμός καὶ Σχεδίος καὶ Ὁδίος.
Ἀρκάδιος ὁ Ἀντιοχεύς Ὅσα ἀπὸ τῶν εἰς ξ ἢ ρ γίνεται διὰ τοῦ ι βραχέος, προπαροξύνεται, εἰ μὴ διαστολὴ κυρίου γένοιτο ἐν τρισυλλάβοις καὶ τριβραχέσιν ὥσπερ Φρυγίος Φλογίος.
Αἴλιος Ἡρωδιανός, Ἀρκάδιος ὁ Ἀντιοχεύς σκότιος ὡς λόγιος. τὸ γὰρ κύριον πρὸ τέλους ἔχει τὴν ὀξεῖαν.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ Τυχίος, Φρυγίος, Πλυτίος, Κλυτίος, Σκυφίος παροξύνεται ὡς κύρια.
Αἴλιος Ἡρωδιανός Κλονίος παροξύνεται, ἐπεὶ τὰ εἰς ος λήγοντα τῷ ι παραληγόμενα, τριβράχεα, ἐπὶ κυρίων παροξύνεται, Σχεδίος, Δολίος, ἀντιπίπτει τὸ Ἅλιος κατὰ τὴν παράδοσιν καὶ Κρόνιος καὶ Ξένιος.
Ἀρκάδιος ὁ Ἀντιοχεύς Γόργος τὸ κύριον, γοργός δὲ τὸ ἐπίθετον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς ἀργός τὸ ἐπιθετικόν, τὸ μέντοι Ἄργος βαρύνεται.
Ἀρκάδιος ὁ Ἀντιοχεύς Ξοῦθος τὸ κύριον βαρύνεται.
Αἴλιος Ἡρωδιανός σῶκος: ἐριούνιος Ἑρμῆς. Τυραννίων ἀξιοῖ ὀξύνειν, ἵνα ἀποφύγοι τὸ κύριον βαρυνόμενον «ὦ Σῶχʼ Ἱππάσου υἱέ» ὥσπερ ἐπὶ τοῦ λευκός, γλαυκός. οὐκ ἔστι δὲ ὅμοιον τοῖς προκειμένοις κοινοῖς ἐπίθετον, ἀλλὰ ἴδιον τοῦ Ἑρμοῦ ὥσπερ καὶ τοῦ Ἀπόλλων βαρυνόμενον τὸ Φοῖβος. διὸ βαρυτονητέον ὁμοίως καὶ αὐτῷ τῷ κυρίῳ.
Ἀρκάδιος ὁ Ἀντιοχεύς, Στέφανος ὁ Βυζάντιος Γραικός ὁ Ἕλλην ὀξυτόνως, τὸ δὲ Γραῖκος κύριον βαρύνεται.
Θεόγνωστος, Ἐπιμερισμοὶ Ὁμηρικοί, Ἐτυμολογικὸν τὸ Μέγα Χῶλος βαρυτόνως ὄνομα κύριον ὥσπερ καὶ τὸ Πῶλος ὄνομα, χωλός δὲ ὁ τοὺς πόδας βεβλαμμένος.
Ἀρκάδιος ὁ Ἀντιοχεύς Ἴλλος τὸ κύριον βαρύνεται, ἰλλός δὲ ὁ διεστραμμένος.
Ἀρκάδιος ὁ Ἀντιοχεύς Μύλλος ποιητὴς κωμικός, τὸ δὲ μυλλός ἐπίθετον, Κύλλος τὸ κύριον, οὗ μέμνηται καὶ Ἀριστοφάνης καὶ Κρατῖνος ἐν Μαλθακοῖς, τὸ δὲ κυλλός ὀξύνεται ὡς ἐπιθετικόν.
Ἀρκάδιος ὁ Ἀντιοχεύς, Στέφανος ὁ Βυζάντιος Αἰολία: Αἴολος τὸ ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ ὡς Θετταλός Ἰταλός. τὸ δὲ αἰόλος εἴτε κύριον εἴτε ἐπίθετον παροξύνεται.
Ἀρκάδιος ὁ Ἀντιοχεύς ἀγκύλος τὸ ἐπιθετικὸν παροξύνεται, τὸ δὲ Ἄγκυλος κύριον προπαροξύνεται.
Ἀρκάδιος ὁ Ἀντιοχεύς Φᾶνος τὸ κύριον βαρύνεται, τὸ μέντοι ἐπιθετικὸν φανός ὀξύνεται.
Ἀρκάδιος ὁ Ἀντιοχεύς, Αἴλιος Ἡρωδιανός ὀξυτονητέον τὸ Ἀκεσσαμενός, ἵνα ὄνομα γένηται, οὕτως δὲ ἔχει καὶ Δεξαμενός Τισαμενός.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ Κόρωνος κύριον, τὸ δὲ κορωνός ἐπίθετον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς Λάμπος κύριον, λαμπός δὲ τὸ ἐπίθετον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς Χλῶρος τὸ κύριον βαρύνεται. Θεόγνωστος Πῶρος ὄνομα κύριον, πωρός ὀξυτόνως.
Ἀρκάδιος ὁ Ἀντιοχεύς Φροῦρος τὸ κύριον, φρουρός τὸ ἐπίθετον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς Φαῖδρος τὸ κύριον, φαιδρός δὲ ὁ λαμπρός ὀξύνεται.
Ἀρκάδιος ὁ Ἀντιοχεύς πυρρός τὸ ἐπίθετον, Πύρρος δὲ τὸ κύριον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς Τευκρός τὸ ἐπίθετον, Τεῦκρος δὲ τὸ κύριον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς Ἔρυθρος τὸ κύριον προπαροξύνεται.
Αἴλιος Ἡρωδιανός Ἀμφοτερός: εἰς διαστολὴν τὸ κύριον ὀξυτόνως ἀνέγνω ὁ Ἀρίσταρχος ὡς δεξιτερόν· καὶ ἐπείσθησαν οἱ γραμματικοί. περὶ δὲ τῆς τοιαύτης ἀνωμαλίας τοῦ ἀνδρὸς ἐν ἑτέροις ἡμῖν εἴρηται.
Ἀρκάδιος ὁ Ἀντιοχεύς βλαισός τὸ ἐπιθετικὸν ὀξύνεται, τὸ μέντοι Βλαῖσος κύριον βαρύνεται.
Αἴλιος Ἡρωδιανός Κλειτός ὄνομα κύριον. ὀξυντέον δὲ ὁμοίως τῷ ἐπιθέτῳ, ἐπειδὴ κόσμου ἐστὶ τὸ ἐπίθετον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς, Θεόγνωστος Κλῆτος ὄνομα ποταμοῦ, κλητός δὲ ἐπιθετικόν.
Στέφανος ὁ Βυζάντιος Κύρτος πόλις Αἰγύπτου. ὁ τόνος τοῦ μὲν ἐθνικοῦ ὀξὺς ὁμοφώνως τῷ πάθει, τοῦ δὲ κυρίου βαρύς ὡς κόστος πόντος.
Ἀρκάδιος ὁ Ἀντιοχεύς Μένετος τὸ κύριον, μενετός τὸ ἐπίθετον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς Αἴνετος τὸ κύριον, αἰνετός τὸ ἐπίθετον.
Αἴλιος Ἡρωδιανός, Ἀρκάδιος ὁ Ἀντιοχεύς, Θεόγνωστος, Εὐστάθιος ὁ Θεσσαλονίκης ἀρητός τὸ ἐπίθετον ὀξύνεσθαι θέλει, τὸ δὲ κύριον Ἄρητος βαρύνεται.
Ἀρκάδιος ὁ Ἀντιοχεύς Ἔρατος τὸ κύριον, ἐρατός ὁ ἐπιθυμητικός.
Ἀρκάδιος ὁ Ἀντιοχεύς Ἔρυτος Ἄνυτος κύρια ὄντα βαρύνεται.
Ἀρκάδιος ὁ Ἀντιοχεύς Σόφος τὸ κύριον, σοφός δὲ τὸ ἐπίθετον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς, Ἀριστοφάνους Σχόλια Φιλοῦργος ὡς πανοῦργος ὄνομα κύριον, ἐὰν δὲ ὀξυτόνως, ἐπίθετον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ γλυκερά ὀξύνεται, εἴτε κύριον εἴτε ἐπιθετικὸν εἴη.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ γλαφυρά ὀξύνεται εἴτε ὄνομα πόλεως εἴη εἴτε ἐπίθετον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς θοή τὸ ἐπίθετον, Θόη δὲ τὸ κύριον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς Ξάνθη βαρύνεται.
Αἴλιος Ἡρωδιανός Ὀρθή ὀξυτόνως· ἐπιθετικῶς γὰρ τέτακται.
Στέφανος ὁ Βυζάντιος Ἀγάθη πόλις—Τιμοσθένης δὲ ἐν σταδιασμῷ Ἀγαθὴν τύχην αὐτήν φησιν. εἰ δʼ οὕτως λέγοιτο, καὶ ὀξύνοιτʼ ἂν ὡς ἐπιθετικὸν ὡς τὸ Ἡραῖον τεῖχος καὶ Ἥραιον καὶ Ἑρμαῖος λόφος καὶ Ἕρμαιος.
Ἀρκάδιος ὁ Ἀντιοχεύς, Αἴλιος Ἡρωδιανός τὸ Γλαύκη ἐβάρυνεν ὁ Ἀρίσταρχος εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ τοῦ «γλαυκὴ δέ σʼ ἔτικτε θάλασσα».
Στέφανος ὁ Βυζάντιος Θεσσαλία: τὸ Θεττάλη δρᾶμα Μενάνδρου βαρύνεται παρὰ τοῖς Ἀττικοῖς εἰς ἰδιότητα τεθέν.
Αἴλιος Ἡρωδιανός Ἱρήν· Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ἐπιθετικῷ Ἱρήν· εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ἰδιότητα ὥσπερ ἐδηλώσαμεν ἐπὶ τοῦ «Ῥίπην τε Στρατίην τε». ἡ δὲ αὐτὴ ἀναλογία ἐχώρει καὶ ἐπὶ τῶν εἰς ος. καὶ πάλιν ὡς ἐπʼ ἐκείνων ἐλέγομέν τινα ὁμοτόνως μένειν, οὕτως καὶ ἐπὶ τούτων. καί ἐστιν ὁρίσασθαι τὰ μείναντα ὅτι ἐπαίνων ὀνόματά ἐστιν, οὐκ ἀναστρέφοντος τοῦ κανόνος· οὐ γὰρ τὰ ἐπὶ ἐπαίνου μένει. καὶ τῶν μὲν τρεπόντων ἀρητή Ἀρήτη, τῶν δὲ μεινάντων Πινυτή «μήτηρ πινυτή», Ἀγαυή. οὕτως καὶ Ἱρή.
Αἴλιος Ἡρωδιανός ἐΰκτιτον Αἰπύ: Ἀρίσταρχος ὡς ὀξύ. συγκατατίθεται δὲ αὐτῷ καὶ Ἀπολλόδωρος· Φερεκύδης δὲ ὁ Ἀθηναῖος τὸ μὲν ἐΰκτιτον κύριον ὄνομα παρέλαβε, τὸ δὲ αἰπύ ἐπίθετον. ἐκ δὲ τοῦ ἐναντίου τινὲς τὸ μὲν ἐΰκτιτον ἐπίθετον, τὸ δὲ αἰπύ κύριον, ἐπεὶ καὶ ἐν ἄλλοις εἴρηκεν «ἔστι δέ τις θρυόεσσα πόλις, αἰπεῖα κολώνη», ὃ νῦν εἴρηκεν Αἰπύ καὶ ὡς ἴδιον γενόμενον βούλονται βαρυτονεῖν. Πτολεμαῖος δέ φησι μὲν κύριον εἶναι τὸ Αἰπύ, οὐ μὴν συγκατατίθεται τῷ τόνῳ, φάσκων ὡς ὅτι πολλαὶ πόλεις ὁμοφωνοῦσι προσηγορικοῖς, Ἕλος, Αἰγιαλός. χρὴ μέντοι γινώσκειν, ὅτι ἀναλογωτέρα ἀνάγνωσις ἦν ἡ βαρεῖα. τὰ γὰρ εἰς υ μονογενῆ οὐδέτερα βαρύνεται, πῶϋ, μέθυ. ταῦτα ἐν τῇ προσῳδίᾳ κτλ. Περὶ προσηγορικῶν ἐπὶ κυρίων τεθέντων.
Αἴλιος Ἡρωδιανός Χελιδών Χελιδόνος εἴτε τὸ ὄρνεον εἴτε ὁ περὶ τελετῶν γράψας.
Στέφανος ὁ Βυζάντιος Βιστονία: χιτών πρὸς διαστολὴν ὀξύνεται τοῦ κυρίου καὶ ποταμοῦ καὶ τὸ κροτών τὸ ζωΰφιον πρὸς ἀντιδιαστολὴν τοῦ τῆς πόλεως ὀνόματος.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὰ εἰς ηρ ἐθνικὰ ἢ κύρια μὴ συνεμπίπτοντα τοῖς προσηγορικοῖς βαρύνεται. τὸ μέντοι Ἐλευθήρ ὀξύνεται ὡς τὸ Ἀστήρ
Ἐτυμολογικὸν τὸ Μέγα τὸ Κηδέστης τὸ κύριον ὄνομα βαρύνεται ὡς Θυέστης, Ὀρέστης, τὸ δὲ κηδεστής ὀξύνεται ὡς προσηγορικόν.
Αἴλιος Ἡρωδιανός Φρόντιδι ὡς Ἤλιδι: οὕτως Τυραννίων καὶ ἐπείσθη ἡ παράδοσις. ὁ μέντοι κανὼν ὀξυτονεῖ τὸ φροντίς. τὰ γὰρ εἰς τις κτλ. οὕτως οὖν καὶ φροντίς, εἰ μὴ ἄρα, εἰ κύριον τοῦτο, καὶ βαρυτονηθήσεται κτλ.
Ἐτυμολογικὸν τὸ Μέγα Κρῖος ὄνομα Τιτᾶνος παρὰ τὸ κεκρίσθαι. προπερισπᾶται πρὸς ἀντιδιαστολὴν τοῦ κριός τοῦ προσηγορικοῦ. ὁ δὲ Ἀρίσταρχος καὶ τὸ κύριον ὀξύνει κτλ.
Ἀρκάδιος ὁ Ἀντιοχεύς κρωβύλος προσηγορικὸν καὶ κύριον.
Αἴλιος Ἡρωδιανός, Ἀρκάδιος ὁ Ἀντιοχεύς φυλακός ὁ φύλαξ, Φύλακος δὲ τὸ κύριον,
Αἴλιος Ἡρωδιανός φελλός τὸ προσηγορικόν, Φέλλος τὸ κύριον.
Αἴλιος Ἡρωδιανός σκύμνος ὡς ὕμνος εἰς ἰδιότητα ἀνεγνώσθη· τὸ μέντοι ἀνδρωνυμικὸν ὀξύνεσθαι θέλει ὁ Ἀσκαλωνίτης πρὸς διαφοράν. ὁ μέντοι λόγος συναγωνίζεται τῇ βαρείᾳ τάσει· τὰ γὰρ εἰς νος λήγοντα κτλ. —οὕτως ἄρα καὶ σκύμνος.
Εὐστάθιος ὁ Θεσσαλονίκης Ἰκτῖνος: Ἡρωδιανὸς ἱστορεῖ ὅτι Ἰκτῖνος παρὰ Ἀττικοῖς οὐκ ἄσημος δημιουργὸς ὁμώνυμος τῷ ὄρνιθι, οὗ καὶ τὴν περισπωμένην φυλάσσει ἐν τῇ παραληγούσῃ.
Ἐτυμολογικὸν τὸ Μέγα καρπός ὀξύνεται, πρὸς δὲ ἀντιδιαστολὴν ἐβαρύνθη τὸ Κάρπος κύριον ὄνομα.
Στέφανος ὁ Βυζάντιος Ἐτυμολογικὸν τὸ Μέγα σκινδαψός ὀργάνου ὄνομα καὶ κύριον.
Στέφανος ὁ Βυζάντιος Στρατία βαρυτόνως Ἀρκαδικὴ πόλις. Ὅμηρος «Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην». βαρυτονητέον δὲ τὰ ὀνόματα εἰς ἰδιότητα. τρία σημαίνει ἡ στρατία, τὴν πόλιν καὶ τὸ σύστημα τοῦ στρατοῦ μετὰ τῆς αὐτῆς γραφῆς, ἀλλὰ τόνου διαφόρου. ὀξύνεται γὰρ τὸ δηλωτικὸν τοῦ συστήματος, τοῦ τῆς πόλεως βαρυνομένου. τὸ δὲ ἀξίωμα ἡ στρατεία καὶ διὰ διφθόγγου καὶ βαρύνεται.
Ἀρκάδιος ὁ Ἀντιοχεύς κραυγή, Κραύγη δὲ τὸ κύριον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς λαλαγή, Λαλάγη δὲ κύριον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς ἀκή ἡ ἡσυχία ὀξύνεται, Ἄκη δὲ τὸ κύριον βαρύνεται.
Αἴλιος Ἡρωδιανός Φυλάκη βαρυτονητέον πρὸς ἀντιδιαστολὴν τοῦ ὀξυνομένου.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ τιμή προσηγορικὸν ὀξύνεται, Τίμη δὲ τὸ κύριον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς πομπή παρὰ τὸ πέμπω ὀξύνεται, τὸ δὲ Πόμπη κύριον ὂν παροξύνεται.
Στέφανος ὁ Βυζάντιος Ῥίπη Ἀρκαδικὴ πόλις. βαρύτονον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς παραψυχή τὸ προσηγορικόν, Παραψύχη δὲ τὸ κύριον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς λόγχη, τὸ δὲ Λογχή κύριον.
Θεόγνωστος Χώριον ἡ πόλις, ἐπὶ γὰρ ὑποκοριστικοῦ παροξύνεται.