eul_wid: wus-aq
DOI 10.5281/zenodo.20335422

Suda Lexicon, Letter Ρ in Greek

The rho section of the Suda (Σοῦδα, Στοιχεῖον Ρ) comprises 324 entries ranging from brief glosses to extended lexicographical discussions. Early entries treat grammatical particles and common nouns — Ῥά as equivalent to δή with a citation from Plato, and Ῥαβδίζω with an accompanying dream-interpretation proverb — alongside institutional terms such as Ῥαβδοῦχοι, explained as theatre order-keepers and contest judges (αἰσυμνήται), with a line from Aristophanes.

The letter also records proper nouns and loanwords: Ῥάβεννα identified as a city name, and Ῥαββί glossed as a Hebrew proper name alongside Ῥαβουνί. Morphological notes appear throughout, as in the discussion of Ῥιγοῖ from Aristophanes' Birds and its Doric form. Later entries include Ῥύτιον as a city name and the rare Ῥυχάχετον, meaning tumult or rabble, supported by an Aristophanic quotation about Athenian disorder.

This section is useful for studying Byzantine lexicographical method, the transmission of Aristophanes' fragments, Greek medical terminology (Ῥῖγος for fever and cold), and the incorporation of Hebrew and Latin place-name material into the Suda's alphabetical framework.

ρ 1 Ῥά: ἀντὶ τοῦ δή. οὕτως Πλάτων.
ρ 2 Ῥαβδίζω· αἰτιατικῇ. λύσις ὀνείρου· κλασθεῖσα ῥάβδος οὐ καλὸν φέρει πέρας.
ρ 3 Ῥαβδοῦχοι: ἦσαν ἐπὶ τῆς θυμέλης ῥαβδοφόροι τινές, πρὸς εὐτα‐ ξίαν τῶν θεατῶν. ἢ ῥαβδοῦχοι, οἱ κριταὶ τοῦ ἀγῶνος, οὓς αἰσυμνήτας λέγουσιν. Ἀριστοφάνης· χρῆν μέντοι τύπτειν τε ῥαβδούχους, εἴ τις κωμῳδοποιητὴς αὐτὸν ἐπῄνει πρὸς τὸ θέατρον παραβάς. Πολύβιος· παρῆν ῥαβδοῦχος παρὰ τοῦ στρατηγοῦ, καλῶν τὸν βασιλέα.
ρ 4 Ῥάβεννα: ὄνομα πόλεως.
ρ 5 Ῥαββί: ὄνομα κύριον Ἑβραϊκόν. καὶ Ῥαβουνὶ ὁμοίως.
ρ 6 Ῥαβώσας: ἐπικάμψας.
ρ 7 Ῥαγδαῖος: ταχύς, ἢ σφοδρός.
ρ 8 Ῥαγδαίους: κατὰ μεταφορὰν ἀπὸ τῶν ὄμβρων, τοὺς κεκινημένους, καὶ σφοδρούς, καὶ βιαίους. Ἀντιφάνης Ἀγροίκοις· ῥαγδαῖος, ἄμαχος, πρᾶγμα μεῖζον ἢ δοκεῖς. Δίφιλος Πολυπράγμονι· τί ποτ’ ἐστιν; ὡς ῥαγδαῖος ἐξελήλυθεν. ἔστι καὶ ἐν Πρυτάνεσι Τηλεκλείδου τὸ ὄνομα καὶ ἐν Δαιταλεῦσιν Ἀριστοφάνους.
ρ 9 Ῥαγέντος: κοπέντος. ῥαγέντος δὲ τοῦ κάλου, ἔμεινε τὸ λείψανον ἐκεῖσε τὸ τῆς Δίρκης.
ρ 10 Ῥαγολόγος: ὁ ἐχῖνος. ἐν Ἐπιγράμμασι· ῥαγολόγον, γλυκε‐ ρῶν σίντορα θειλοπέδων.
ρ 11 Ῥαγῶσαι: τεμεῖν. καί, ῥαγήσεται πρώϊμον τὸ φῶς σου.
ρ 12 Ῥαδαμάνθυος κρίσις: ἐπὶ τῶν ἐπὶ δικαιοσύνῃ μαρτυρουμένων.
ρ 13 Ῥαδαμάνθυος ὅρκος: ὁ κατὰ χηνὸς ἢ κυνὸς ἢ πλατάνου ἢ κριοῦ ἤ τινος ἄλλου τοιούτου. οἷς ἦν μέγιστος ὅρκος ἅπαντι λόγῳ κύων, ἔπειτα χήν, θεοὺς δ’ ἐσίγων. Κρατῖνος Χείρωσι. τοιοῦτοι δὲ καὶ οἱ Σωκράτους ὅρκοι. σημεῖον τοῦτο περὶ ὅρκου, ὃ καὶ νῦν ἐπιχωριάζει· πολλοὶ γὰρ πρὸς λάχανα ὀμνύουσιν, εὐορκίαν ἐπιδεικνύ‐ μενοι.
ρ 14 Ῥάδαμνος: βλαστὸς τρυφερός· ἢ κλάδος. Ῥάδαμνός ἐστιν ὁ τοῖς φύλλοις κομῶν ἀκρεμὼν τοῦ δένδρου, καὶ σκιὰν ἐκτελῶν. παρὰ τὸ ῥᾳδίως δαμάζεσθαι ὑπὸ καύσωνος ἤ τινος ἄλλου αἰτίου, ὡς ἁπαλὸς καὶ προέχων.
ρ 15 Ῥᾳδιέστερον· Πολύβιος· ἀλλὰ πολὺ ῥᾳδιεστέραν καὶ συντομω‐ τέραν συνέβη γενέσθαι τὴν Ἀσδρούβου παρουσίαν ἐς Ἰταλίαν.
ρ 16 Ῥαδινή: ἀσθενής, λεπτή. κεφαλὴ ἀνθρώπου καρτερὰ μὲν ἡ ἡλιουμένη, ῥαδινὴ δὲ ἡ ἐσκιατραφημένη. καὶ ἐν Ἐπιγράμμασι· ὦ ποδός, ὦ κνήμης, ὦ τοῦ ῥαδινοῖο τραχήλου. καὶ αὖθις· ἡ ῥαδινὴ Μελίτη ταναοῦ ἐπὶ γήραος οὐδῷ τὴν ἀπὸ τῆς ἥβης οὐκ ἀπέθηκε χάριν. καὶ αὖθις· οὐκέτι δὴ τανύφυλλον ὑπὸ πλάκα κλωνὸς ἑλιχθεὶς φθέγξομ’ ἀπὸ ῥαδινῶν φθόγγων ἱεὶς στομάτων.
ρ 17 Ῥαδηνός: ἀπὸ τόπου τινός.
ρ 18 Ῥᾴδιον: εὐχερές. καὶ Ῥᾳδίως, εὐχερῶς, ταχέως. οὐ γὰρ ῥᾳδίως τῇ γυναικὶ προσεῖχον.
ρ 19 Ῥᾳδιουργεῖν: ἀπατᾶν.
ρ 20 Ῥᾳδιουργός: πλαστογράφος· καὶ ὁ κακοῦργος ἁπλῶς. καὶ ῥᾳδιουργία, ἡ περὶ πᾶν ὀλιγωρία, καὶ εὐκαιρία, καὶ θρασύτης. Ξενο‐ φῶν δὲ καὶ ἐπὶ εὐκολίας ἐχρήσατο τῇ λέξει. Πολύβιος δέ φησι περὶ οἰκογενοῦς προδότου· τί δήποτ’ ἐστὶν ὅτι τοῖς αὐτοῖς καὶ διὰ τῶν αὐτῶν ἀπατώμενοι πάντες οὐ δυνάμεθα λῆξαι ἀνοίας; τοῦτο γὰρ τὸ γένος τῆς ῥᾳδιουργίας πολλάκις ὑπὸ πολλῶν ἤδη γέγονε. καὶ τὸ μὲν παρὰ τοῖς ἄλλοις διαχωρεῖν, ἴσως οὐ θαυμάσιον, τὸ δέ, παρ’ οἷς ἡ πηγὴ τῆς τοιαύτης ὑπάρχει κακοπραγμοσύνης, θαυμαστόν. καὶ αὖθις· οὐδὲν διαφέρει τὸ κατ’ ἰδίαν ἀδίκημα τῶν κοινῶν ἢ πλήθει καὶ μεγέθει τῶν συμβαινόντων. καὶ γὰρ κατ’ ἰδίαν τὸ τῶν ῥᾳδιουρ‐ γῶν καὶ κλεπτῶν φῦλον τούτῳ μάλιστα τῷ τρόπῳ σφάλλεται, τῷ μῆ ποιεῖν ἀλλήλοις τὰ δίκαια, καὶ συλλήβδην τὰς εἰς αὑτοὺς ἀθεσίας.
ρ 21 Ῥαζεῖν καὶ Ῥυζεῖν: τὸ ὑλακτεῖν. Ἕρμιππος Εὐρώπῃ· ῥυζῶν ἅπαντας ἀπέδομαι τοὺς δακτύλους. ἀπὸ τούτου δ’ ἐπὶ τοὺς πικραι‐ νομένους καὶ σκαιολογοῦντας μετηνέχθη. Κρατῖνος Δηλιάσιν· ἵνα σιωπῇ τῆς τέχνης ῥαζῶσι τὸν λοιπὸν χρόνον. καὶ ἑξῆς· ἔρραζε πρὸς τὴν γῆν· ὁ δὲ σκαρίζει καὶ πέπαρδε.
ρ 22 Ῥαθάμιγγες: ῥανίδες· ἢ ὁ ἀπὸ τῶν ἵππων κονιορτός· οἱ δὲ σταγόνας.
ρ 23 Ῥᾳθυμεῖν: οὐχ ὡς ἡμεῖς φαμεν τὸ τοῖς ἀφροδισίοις σχολάζειν, ἀλλὰ ἁπλῶς τὸ ἀργεῖν καὶ τρυφᾶν· παρὰ τὸ τὰ ῥᾷστα τῷ θυμῷ διδόναι. Πολύβιος· πάντων εὐδαιμονιζόντων τὸν Πόπλιον καὶ παρα‐ καλούντων ἀναπαύεσθαι καὶ ῥᾳθυμεῖν, ἐπεὶ πέρας ἐπιτέθεικε τῷ πολέ‐ μῳ, μακαρίζειν αὐτοὺς ἔφη, ὅτι τοιαύτας ἔχουσι τὰς διαλήψεις.
ρ 24 Ῥᾳθυμία: ἀμέλεια.
ρ 25 Ῥαηθώ: ὄνομα τόπου, ἢ ὄρους. ἐν Σινᾷ καὶ Ῥαηθοῖ.
ρ 26 Ῥαϊκός: ὁ ὁρμώμενος.
ρ 27 Ῥαΐσας: ὑγιάνας. ῥᾷον ἔχων ἐκ τῆς νόσου. Ῥαΐζω γὰρ τὸ καταπαύω.
ρ 28 Ῥακιοσυρραπτάδη: τὰ ῥάκη συλλέγων. ῥάκια γὰρ τὰ διερ‐ ρωγότα ἱμάτια.
ρ 29 Ῥάκος: τὸ τριβώνιον. καὶ τὸ προσωπεῖον· ὅτι ῥάκεσι κατεκολ‐ λᾶτο. Ἀριστοφάνης· σὺ γὰρ τὸ ῥάκος ἐξεῦρες. καὶ ἡ δοτικὴ τῷ ῥάκει. καὶ τὸ πληθυντικὸν τὰ ῥάκη.
ρ 30 Ῥακώκης: ὄνομα κύριον.
ρ 31 Ῥάμνος: ἀκανθῶδες φυτὸν μέγιστον. πᾶσαν δὲ ἁμαρτίαν ἄκαν‐ θαν καλεῖ ἡ Γραφή.
ρ 32 Ῥάμνος: ἐπὶ τῶν σοφῶν καὶ ἐλλογίμων. Ῥάμνος γὰρ δῆμος Ἀττικῆς, ἐν ᾗ καὶ Ἀντιφῶν ἤκμασε κατὰ ῥητορικήν· ὃν πολλοὶ μιμή‐ σασθαι. θέλοντες παροιμίαν ἔλιπον τῷ βίῳ, ὥστε τοὺς καλοὺς Ῥάμνους καλεῖν.
ρ 33 Ῥαμνουσία Νέμεσις: αὕτη πρῶτον ἀφίδρυτο ἐν Ἀφροδίτης σχήματι· διὸ καὶ κλάδον εἶχε μηλέας. ἱδρύσατο δὲ αὐτὴν Ἐρεχθεύς, μητέρα ἑαυτοῦ οὖσαν, ὀνομαζομένην δὲ Νέμεσιν καὶ βασιλεύσασαν ἐν τῷ τόπῳ. τὸ δὲ ἄγαλμα Φειδίας ἐποίησεν· οὗ τὴν ἐπιγραφὴν ἐχαρί‐ σατο Ἀγορακρίτῳ τῷ Παρίῳ ἐρωμένῳ. ὃς καὶ Ὀλυμπίασι τῷ δακτύλῳ τοῦ Διὸς ἐπέγραψεν, Αὐτάρχης. καλὸς δ’ ἦν οὗτος Ἀργεῖος, ἐρώμενος αὐτοῦ. λέγεται δὲ καὶ παροιμία, Ῥαμνούσιος, ἐπὶ τῶν σοφῶν καὶ ἐλλογίμων.
ρ 34 Ῥάμφος: ῥύγχος ὀρνίθων. πρόσωπον. Ῥάμφος ἐπὶ ὀρνέου, ῥύγχος ἐπὶ χοίρου.
ρ 35 Ῥανίσι· ῥανίς, ῥανίδος.
ρ 36 Ῥαντίζω· αἰτιατικῇ.
ρ 37 Ῥαντόν: ποικίλον.
ρ 38 Ῥάξ, ῥαγός: ἐπὶ σταφυλῆς. Ῥὼξ δέ, ῥωγός, ἐπὶ φαλαγγίου. καὶ Ῥαγολόγος, ὁ ἐχῖνος.
ρ 39 Ῥάξαι: ἀντὶ τοῦ καταβαλεῖν. οὕτως Ἀπολλόδωρος.
ρ 40 Ῥᾷον: εὐχερές, εὔκολον. καὶ παροιμία· Ῥᾷον ἢ τὸ Ὄρειον ὑπερέβησαν οἱ Βοιωτοί. ἐπὶ τῶν τοὺς ὅρους καὶ τὸ μέτρον ὑπερβαινόντων· Ὄρειον γάρ ἐστιν ὄρος, τὸ πρὸς ὃ οἱ ὅροι τῶν Βοιωτῶν ὡρίζοντο.
ρ 41 Ῥᾴονος.
ρ 42 Ῥᾳόνως: εὐκόλως. καὶ Ῥᾴως, ὁμοίως.
ρ 43 Ῥᾷόν τις τοὺς ὀδόντας ἠρίθμησεν ἢ τοὺς δακτύλους: ἐπὶ γερόντων.
ρ 44 Ῥᾴων: εὐθυμότερος, καὶ ἀπήμων.
ρ 45 Ῥαπίσαι: πατάξαι τὴν γνάθον ἁπλῇ τῇ χειρί. ὃ λέγουσι καὶ ἐπὶ κόρρης.
ρ 46 Ῥαπίς: ῥάβδος.
ρ 47 Ῥάπτω· αἰτιατικῇ.
ρ 48 Ῥάριον: τὸ βρέφος.
ρ 49 Ῥάρον: ἰσχυρόν.
ρ 50 Ῥαριάς: ἡ Δημήτηρ· Ῥάρος γὰρ ἔσχεν υἱὸν Κελεόν, Κελεὸς δὲ Τριπτόλεμον. ὁ δὲ Ῥάρος πλανωμένην τὴν Δήμητραν καὶ ζητοῦσαν τὴν Κόρην ὑπεδέξατο εἰς τὸν οἶκον. ὑπὲρ τῆς τοιαύτης οὖν χάριτος ἡ Δημήτηρ τὸν ἀπόγονον Ῥάρου Τριπτόλεμον ἐδίδαξε τὴν τοῦ σίτου γεωργίαν, παρέσχε δὲ αὐτῷ καὶ ἅρμα πτηνῶν δρακόντων, εἰς ὃ ἐπ‐ οχούμενος ὁ Τριπτόλεμος περιῄει πᾶσαν τὴν γῆν, διδάσκων τὴν τοῦ σίτου γεωργίαν.
ρ 51 Ῥάρος: ἡ γαστήρ. καὶ Ῥάριον, τὸ βρέφος.
ρ 52 Ῥᾷστα: ῥᾳδίως, εὐχερῶς. Πολυνείκην ἐᾶν ἄταφον, ὅτι ῥᾷστος ὢν ἐπὶ τὴν πατρίδα ἐστράτευσε.
ρ 53 Ῥᾳστώνευσις. ὁ δὲ τὴν κατασκευὴν τοῦ νεὼ πρεσβυτέραν τῆς ἑαυτοῦ ῥᾳστωνεύσεως ποιησάμενος στέφανον ἐψηφίσατο ἡ βουλὴ δάφνης αὐτῷ.
ρ 54 Ῥᾳστώνη: ἀνάπαυσις, τέρψις, τρυφή, εὐκολία, ῥᾳθυμία, ἡδυπά‐ θεια, χαυνότης, ἀργία. εἴρηται καὶ ῥᾳστωνεύειν ἐν τῷ ληʹ Δίωνος Ῥωμαϊκῶν. ῥᾳστώνῃ συζῶντας καὶ ἀνειμένον βίον ἀσπαζομένους.
ρ 55 Ῥαφανίς· ῥαφανῖδα φασὶν Ἀττικοί, ἣν ἡμεῖς ῥέφανόν φαμεν· πάλιν δὲ ῥάφανον, ἣν ἡμεῖς κράμβην. εἴρηται δὲ ῥαφανὶς παρὰ τὸ ῥᾳδίως φαίνεσθαι· λόγος γάρ, ὡς σπειρόμεναι θᾶττον ἀνίασι. καὶ Ῥαφανι‐ δωθῆναι καὶ τέφρᾳ τιλθῆναι, παρὰ Ἀριστοφάνει. ἐπὶ τῶν ἀσελγῶν. οὕτω γὰρ τοὺς ἁλόντας μοιχοὺς ᾐκίζοντο· ῥαφανῖδας λαμ‐ βάνοντες καθίεσαν εἰς τοὺς πρωκτοὺς τούτων καὶ παρατίλλοντες αὐτοὺς θερμὴν τέφραν ἐπέπαττον, βασάνους ἱκανὰς ἐργαζόμενοι. καὶ αὖθις· οὐδ’ ἂν ἑλέσθαι δειπνοῦντ’ ἐξῆν κεφάλαιον τῆς ῥαφανῖδος, οὐδ’ ἄνηθον τῶν πρεσβυτέρων οὐδὲ σέλινον ἁρπάζειν, οὐδ’ ὀψοφα‐ γεῖν, οὐδὲ κιχλίζειν, οὐδ’ ἴσχειν τὼ πόδ’ ἐναλλάξ. κεφάλαιον δὲ ῥαφανῖδος τὴν κεφαλήν φησι τὸ πρὸς τὰ φύλλα καυλῶδες. οὐκ ἔτεμνον δὲ κατὰ μῆκος ὡς νῦν, ἀλλὰ κατὰ κύκλον τὴν ῥαφανῖδα. κιχλίζειν δὲ τὸ κίχλας ἐσθίειν, οἱ δὲ τὸ ἀτάκτως γελᾶν.
ρ 56 Ῥάφεια: ὄνομα πόλεως.
ρ 57 Ῥαφίς: εἶδος ἰχθύος.
ρ 58 Ῥαχθέντος: ῥαγέντος.
ρ 59 Ῥαχίαν: οἱ Ἀττικοὶ τὴν ἀκτήν, καὶ τὸν τόπον αὐτόν, ᾧ προσ‐ αράττει τὸ κῦμα. καὶ Θουκυδίδης οὕτως. οἱ δὲ Ἴωνες τὴν ἄμπωτιν καὶ τὴν ἀναχώρησιν τῆς θαλάττης.
ρ 60 Ῥαχίας λαλίστερος: ἐπὶ τῶν ἀδολέσχων. παρ’ ὅσον τῇ ῥαχίᾳ συνεχῶς ἐπιβάλλονται τὰ κύματα καὶ ψόφον ἀποτελεῖ.
ρ 61 Ῥαχίζειν: τὸ διαιρεῖν τὰ νῶτα καὶ μέρη τῆς ῥάχεως, ἤτοι δια‐ κόπτειν· ὥς φησιν Εὐριπίδης.
ρ 62 Ῥαχίζειν: τὸ ἀλαζονεύεσθαι. καὶ ῥαχιστής, ὁ ἀλαζών. Θεό‐ πομπος Παμφίλῃ· τούτων ἁπάντων ὁ ῥαχιστὴς Δημοφῶν.
ρ 63 Ῥαχίζων: σφάζων, διακόπτων. Σοφοκλῆς· κύκλῳ ῥαχίζων. ἀντὶ τοῦ κατὰ τόπον τῆς ἐπαύλεως σφάζων. διὰ τὸ τὴν πρώτην καὶ μεγάλην διακοπὴν κατὰ τὴν ῥάχιν γίνεσθαι. ἐκ μεταφορᾶς δὲ καὶ τοὺς μεγάλα κατορθοῦντας ῥαχιστάς φαμεν.
ρ 64 Ῥαχίης: φραγμοῦ· ἢ δέσμαι τῶν φραγμάτων. Ἡρόδοτος.
ρ 65 Ῥάχιν: ὀσφῦν, ἢ τὸ νωτιαῖον μέρος, ὁ κανθὸς τοῦ νώτου. εὐθεῖα ῥάχις, ῥάχεως, ῥάχει.
ρ 66 Ῥάψαι: συνθεῖναι.
ρ 67 Ῥαψῴδημα: ψεῦσμα.
ρ 68 Ῥαψῳδεῖν: ᾄδειν. Ἀριστοφάνης· ῥαψῳδεῖν ἔσται τοῖς παιδα‐ ρίοις τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ· κεἴ τις δειλὸς γεγένηται, ἵνα μὴ δειπνῶς’ αἰσχυνόμενοι.
ρ 69 Ῥαψῳδία: φλυαρία, λόγων συναφή, ἀδολεσχία.
ρ 70 Ῥαψῳδός· ἡ Σφὶγξ ἡ ῥάπτουσα τὰς ᾠδάς. τὸ δὲ ὄνομα τοῦ ῥαψῳδοῦ καθ’ Ὅμηρον, ἢ μεθ’ Ὅμηρον ἦν ἄν. Σοφοκλῆς· πῶς οὐχ, ὅθ’ ἡ ῥαψῳδὸς ἐνθάδ’ ἦν κύων, ἠύδας τι τοῖσδ’ ἀστοῖσιν ἐκλυ‐ τήριον; περὶ τῆς Σφιγγός φησι.
ρ 71 Ῥαψῳδοί: οἱ τὰ Ὁμήρου ἔπη ἐν τοῖς θεάτροις ἀπαγγέλλοντες· οἳ ἐκλήθησαν οὕτως, ἐπεὶ ῥάβδους ἔχοντες ἀπήγγελλον. ῥαψῳδῆσαι δέ ἐστι τὸ φλυαρῆσαι· ἢ τὸ ἁπλῶς λαβεῖν καὶ ἀπαγγεῖλαι, χωρὶς ἔργου τινός.
ρ 72 Ῥαιβός: διεστραμμένος. καὶ Ῥαιβόκρανος κορύνη. ἐν Ἐπιγράμμασι· καὶ τὰν ῥαιβόκρανον ἐϋστόρθυγγα κορύναν. καὶ Ῥαι‐ βοσκελής, ὁ πάγουρος. διαφέρει βλαισὸς καὶ ῥαιβός· ὁ μὲν ἀπὸ τῶν γονάτων διεστραμμένος τοὺς πόδας, ὁ δὲ αὐτὰς τὰς κνήμας.
ρ 73 Ῥαιδεστός: πόλις.
ρ 74 Ῥαίδιον: τὸ φορεῖον, ἢ τὸ ἅρμα.
ρ 75 Ῥαικάνη: ἡ μάστιξ.
ρ 76 Ῥαῖκος: ὁ Ῥωμαῖος. Ῥέκος δὲ διὰ τοῦ ε ψιλοῦ σημαίνει τὴν ζώνην.
ρ 77 Ῥαίκτωρος: εἶδος ἀξιώματος.
ρ 78 Ῥαίνω, ῥανῶ· αἰτιατικῇ.
ρ 79 Ῥαίω: φθείρω.
ρ 80 Ῥαίωνος: ὄνομα κύριον.
ρ 81 Ῥαιστήρ: ἡ σφύρα. παρὰ τὸ ῥῶ, τὸ φθείρω. ἡ φθείρουσα τὰ ἐντιθέμενα. ἐν Ἐπιγράμμασιν· ἐκ πυρὸς ὁ ῥαιστὴρ καὶ ὁ καρκίνος ἥ τε πυράγρη ἄγκεινθ’ Ἡφαίστῳ. καὶ αὖθις· οὐδ’ εἴ με χρύσειον ἀπὸ ῥαιστῆρος Ὅμηρον στήσητε φλογέαις ἐν Διὸς ἀστεροπαῖς.
ρ 82 Ῥαιφερενδάριος: ἀξίωμα. Ῥωμαϊκόν. ἤγουν ὁ ἀναφορεύς.
ρ 83 Ῥέα: ὄνομα θεᾶς.
ρ 84 Ῥεβέκα. ὄνομα κύριον. ἡ μήτηρ τοῦ Ἰακώβ.
ρ 85 Ῥεγεωνάρχαι· ζήτει ἐν τῷ Αὐγουστεῖον.
ρ 86 Ῥεγεῶνος.
ρ 87 Ῥέγκουσι: τοῦτο ποιοῦσιν οἱ βαθέως καθεύδοντες· οἱ δὲ μηδὲν φροντίζοντες κοιμῶνται.
ρ 88 Ῥεδίων: ἁρμάτων.
ρ 89 Ῥέεθρον: ῥεῖθρον.
ρ 90 Ῥέζεσκον: ἔπραττον.
ρ 91 Ῥέζει: θυσιάζει, ποιεῖ, ἱερατεύει, παρασκευάζει.
ρ 92 Ῥέθος: πρόσωπον, ἐρύθημα, μέλος, σπλάγχνον. ἐνθάδε τῆς τρυφερᾶς μαλακὸν ῥέθος, ἐνθάδε κεῖται τρυγόνιον. Ὅμηρος· ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη ἄϊδόσδε βεβήκει. καὶ Ῥεθομαλίδαι, οἱ τρυφεροὶ τὴν σάρκα. λέγεται γὰρ καὶ ὅλον τὸ σῶμα ῥέθος. καὶ κλίνεται ῥέθους, πληθυντικὸν τὰ ῥέθη.
ρ 93 Ῥέκαυγον: παρὰ Ῥωμαίοις ἀποχῆς εἶδος.
ρ 94 Ῥέκος: ζῶμα, ζώνη.
ρ 95 Ῥέκτῃ ἀνδρί: τῷ πράκτῃ.
ρ 96 Ῥελατορία: ἀναφορά.
ρ 97 Ῥεμβώδους: ἠμελημένης. τῆς δὲ πολιορκίας ῥεμβώδους γενο‐ μένης, ὁ μὲν Σκόπας ἠδόξει καὶ διεβέβλητο νεανικῶς. καὶ αὖθις· εὑρὼν δὲ αὐτοὺς διαρεμβομένους κατὰ τὸ τέμενος ἀόπλους, τούτους ἀπέκτεινε.
ρ 98 Ῥέμει: πειρᾷ, ὀδυνᾷ, σήπει.
ρ 99 Ῥέμος: ὄνομα κύριον.
ρ 100 Ῥέμφις: ὄνομα κύριον.
ρ 101 Ῥέξαι: ποιῆσαι, πρᾶξαι· Ἀθηναῖοι δὲ θῦσαι· παρὰ Ἐπιχάρμῳ τὸ βλάψαι.
ρ 102 Ῥέπει: κλίνει.
ρ 103 Ῥερυθμῶσθαι: ἐσχηματίσθαι, συγκεκρίσθαι.
ρ 104 Ῥερυπωμένα (ποιητικῶς) κεῖται.
ρ 105 Ῥεῦμον: βρέφος νεογνόν.
ρ 106 Ῥευξωρία: παρὰ Ῥωμαίοις ἡ μετὰ γυναικὸς καὶ ἀνδρὸς ἀλ‐ ληλοκληρονομία.
ρ 107 Ῥεχθὲν δέ τε νήπιος ἔγνω: εἴρηται παρ’ Ὁμήρῳ, ὅτι ὁ μωρὸς μετὰ τὸ γενέσθαι τὸ πρᾶγμα ἐπιγινώσκει.
ρ 108 Ῥεῖ: ῥέει.
ρ 109 Ῥεῖα: ῥᾳδίως, εὐκόλως, εὐμαρῶς, ἰσχυρῶς. Ὅμηρος· ῥεῖ’ ἔγνων ἀπιόντος. καὶ Ῥεῖον, εὐχερές, εὔκολον.
ρ 110 Ῥεῖα ζώοντες: ἀπόνως, καὶ ἀμόχθως.
ρ 111 Ῥειαμενῇ: ἐν καθύδρῳ τόπῳ.
ρ 112 Ῥεῖθρον: τὸ κῦμα.
ρ 113 Ῥειώνην: τὴν Ἥραν.
ρ 114 Ῥείτης: ὁ ῥέων.
ρ 115 Ῥειτός: ὄνομα τόπου καὶ ἔθνους.
ρ 116 Ῥήβας: ὄνομα ποταμοῦ.
ρ 117 Ῥηγεῖς: οἱ βαφεῖς. καὶ Ῥῆγος, τὸ βαπτὸν ἱμάτιον.
ρ 118 Ῥηγίλαος: ὄνομα κύριον.
ρ 119 Ῥηγῖνος, γραμματικός. ἔγραψε τὸν λεγόμενον Πολυμνήμονα.
ρ 120 Ῥηγῖνος: ὁ ἀπὸ τοῦ Ῥηγίου.
ρ 121 Ῥηγίνους: τοὺς δειλούς· Ξέναρχος γάρ, ὁ Σώφρονος τοῦ μηνογράφου υἱός, ἐκωμῴδει τοὺς Ῥηγίνους ὡς δειλούς, ὑπὸ Διονυσίου τοῦ τυράννου πεισθείς. καὶ παροιμία· Ῥηγίνου δειλότερος, ἐπὶ τῶν καθ’ ὑπερβολὴν δειλῶν. καὶ Δειλότερος τοῦ παρα‐ κύπτοντος.
ρ 122 Ῥήγιον: τόπος.
ρ 123 Ῥηγμῖνι: αἰγιαλῷ.
ρ 124 Ῥήγνυται: διαιρεῖται, καὶ διακόπτεται. καὶ Ῥήγνυσιν, ἀντὶ τοῦ προΐησιν, ἐκπέμπει. Αἰλιανός· καὶ ῥήγνυσι φωνὴν ἱκέτιν ἐξ αὐτῆς ἐκβιασθεὶς τῆς ὀδύνης. καὶ Ῥηγνύμενον, διαρρησσόμενον. καὶ Ῥήγνυσκε, διέρρησσε.
ρ 125 Ῥῆγος: τὸ βεβαμμένον ἱμάτιον.
ρ 126 Ῥήγουλος: ὄνομα κύριον. ὅτι οἱ Καρχηδόνιοι τοῖς πολλοῖς ἀτυχήμασι δουλωθέντες τὸ φρόνημα, Ῥήγουλον τὸν στρατηγὸν Ῥω‐ μαίων, ὃν μικρῷ πρόσθεν ὑπὸ χεῖρα πεσόντα σφίσι πικρῶς τε καὶ βαρβαρικῶς ἐκόλαζον, τότε τῶν δεσμῶν ἀνέντες τά τε ἄλλα θερα‐ πεύσαντες, πρὸς τοὺς οἰκείους ἐξέπεμπον, εὕρασθαί τινα μετρίαν τοῦ πολέμου κατάθεσιν καὶ τῶν αἰχμαλώτων ἀντίδοσιν τῇ συντάξει τοῦ ἀνδρὸς οἰόμενοι. ὁ δὲ πρὸς τὴν Ῥώμην ἅμα πρεσβείαις Καρχηδονίων ἀφικόμενος ἔς τε τὸ συνέδριον παρελθὼν τὰς μὲν συνήθεις τοῖς ὑπατι‐ κοῖς τιμὰς διωθήσατο· οὐ μετεῖναι τῆς πολιτείας αὑτῷ λέγων, ἀφ’ οὗπερ ἡ τύχη δεσπότας αὐτῷ Καρχηδονίους ἐπέστησε. παρῄνει γε μὴν τοῖς ἐν τέλει τῆς βουλῆς ἀπείπασθαι παντελῶς τὰς διαλλαγὰς καὶ μὴ ἀνεῖναι τοὺς ἐναντίους ἐς τὸ ἀνέλπιστον ἤδη ἀφιγμένους. οὐ γὰρ εἶναί πως ἄξιον, ἀνδρὸς ἑνὸς μόνου καὶ ἤδη γηραιοῦ ὀλίγων τε ἄλλων τῶν ὑπολελειμμένων ἐς τὴν Καρχηδονίων, πολλὰς χιλιάδας ἀλλαξαμένους αὐξῆσαι τὴν τῶν ἐναντίων δύναμιν. ἐφ’ οἷς ἀγασθέντες αὐτὸν οἱ Ῥωμαῖοι τὴν μὲν πρεσβείαν ἄπρακτον τῶν Καρχηδονίων ἀποπέμπουσιν· αὐτὸν δὲ πρὸς βίαν ἀφαιρεῖσθαι τῶν ἀγόντων ἐπεχείρουν. ὁ δὲ οὐ μενετέον αὑτῷ φήσας ἐν πόλει, ἐν ᾗ τῆς ἴσης οὐ μεθέξει κατὰ τοὺς πατρίους θεσμοὺς πολιτείας, πολέμου νόμῳ δουλεύειν ἑτέροις ἠναγκασμένος, εἵπετο τοῖς Καρχηδονίοις ἑκούσιος, τά τε δάκρυα τῶν οἰκείων καὶ τοὺς ὀλοφυρμοὺς ἀκλινῶς διωθησάμενος. ἐπανελθὼν δὴ οὖν πρὸς τὴν Καρχηδόνα παντὶ κολάσεων εἴδει καταναλίσκεται· πρὸς γὰρ δὴ τοῖς πολλοῖς αἰκισμοῖς, οἴκου, φασί, περιτεθέντος αὐτῷ στενοῦ καὶ ἰσομέτρου τῷ σώματι, αἰχμαῖς σιδηραῖς κατὰ τὸ ἐντὸς πεπυκνωμένου, διαφθαρῆναι αὐτόν, ἀπαγορεύοντα μὲν πρὸς τὴν ἀκλινῆ στάσιν, περιπίπτοντα δὲ ταῖς αἰχμαῖς, ἔν τε ταῖς ἐπὶ τῶν τοίχων ἀναπαύσεσι, καὶ ὅλως ἐν ταῖς ἐξαλλαγαῖς τοῦ σχήματος. καὶ ὁ μὲν οὕτως ἐπεπράγει.
ρ 127 Ῥηΐδιον: εὔκολον. καὶ Ῥηϊδίως.
ρ 128 Ῥηϊνός: ὁ ῥυπαρός.
ρ 129 Ῥηΐστη: ἀρεστή.
ρ 130 Ῥήλαιμος: ὄνομα τόπου.
ρ 131 Ῥῆμα: ῥῆμα λέγεται ἡ ἁπλῶς ῥηματικὴ φωνή, οἷον τύπτω, γράφω, ἁπλῶς μόνον λεγόμενον· τὸ δὲ ἐκ τῆς ἁπλῶς ῥηματικῆς φωνῆς σημαινόμενον κατηγορία καλεῖται.
ρ 132 Ῥήματα ἀντ’ ἀλφίτων: ἐπὶ τῶν μὴ ὧν τις δεῖται διδόντων, ἀλλὰ φωνὰς μόνας προϊεμένων.
ρ 133 Ῥῆμος καὶ Ῥῶμος, ἀδελφοὶ Ῥωμαῖοι ἐκ πορνείας γενόμενοι καὶ ῥιφέντες καὶ παρὰ γυναικὸς ἀνατραφέντες. καὶ ζήτει ἐν τῷ Βρουμάλια.
ρ 134 Ῥήναια: νῆσος πλησίον Δήλου. καὶ Ῥηνία.
ρ 135 Ῥῆνες: πρόβατα. ἡ εὐθεῖα ὁ ῥήν.
ρ 136 Ῥήξ, ῥηγός. ὁ τῶν Φράγκων ἀρχηγός.
ρ 137 Ῥήξας: κόψας. ὁ δὲ ῥήξας τὰ κλήματα ἐβοήθει. καὶ Ῥῆξαι ὁμοίως.
ρ 138 Ῥηξήνορες: ἀνδρεῖοι. τύμβος Ἀχιλλῆος ῥηξήνορος, ὅν ποτ’ Ἀχαιοὶ δώμησαν, Τρώων δεῖμα καὶ ἐσσομένων.
ρ 139 Ῥηξίφλοια: ῥήξαντα τὸν φλοῦν. οἷον κάρυα.
ρ 140 Ῥῆξον φωνήν: διάτορον εἰπέ. Ἀριστοφάνης· ἀλλ’ ὦ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώσας, ῥῆξον φωνήν τινα, ᾗ χαίρεις, καὶ τὴν σαυτοῦ φύσιν εἰπέ.
ρ 141 Ῥησείδιον: λεξείδιον.
ρ 142 Ῥήσεις: λόγοι.
ρ 143 Ῥησίαρχος: ὃς ἐρέει τὰ θέσφατα. παρ’ Ἐπιχάρμῳ. τοῖς παρὰ τὴν ῥῆσιν εἴρηκεν· ἤ, ὡς Ἀσκληπιάδης ἐν ϛʹ Τραγῳδουμένων, ἄριστον αὐτὸν γεγονέναι ἀλήθειαν εἰπεῖν. ἐγένετο δὲ καὶ ἕτερος.
ρ 144 Ῥησικοπεῖν: δημηγορεῖν.
ρ 145 Ῥῆσις μακρά: διεξοδικὸς λόγος μακρός.
ρ 146 Ῥῆσος: ὄνομα κύριον. στρατηγὸς τῶν Βυζαντίων, τὰς οἰκή‐ σεις ἔχων πρὸ τῆς πόλεως ἐν τόπῳ ἐπιλεγομένῳ Ῥησίῳ, ἔνθα νῦν ὁ οἶκος τοῦ μεγάλου μάρτυρος Θεοδώρου γνωρίζεται, ἦλθεν εἰς συμ‐ μαχίαν τῶν Τρώων καὶ καταλύσας ἐν τῷ πεδίῳ τῷ πρὸ τῆς πόλεως κειμένῳ ἀτυχῶς ἀπήλλαξε· διὰ νυκτὸς γὰρ Διομήδης καὶ Ὀδυσσεὺς τοῦτον κατασφάζουσι.
ρ 147 Ῥήσσω· αἰτιατικῇ.
ρ 148 Ῥητίνη.
ρ 149 Ῥητόν: ὡρισμένον. φανερόν. Θουκυδίδης· ξυνέβησαν τοῖς Ἀθηναίοις ῥητοῦ μὲν ἕκαστον ἀργυρίου ἀπολυθῆναι, ὅπλα παραδόντας. καὶ αὖθις· ἐν οὐδενὶ χρόνῳ πώποτε ῥητόν τι χρυσίον ἐκομίσαντο ἐκ Ῥωμαίων οἱ καθ’ ἡμᾶς Σαρακηνοί.
ρ 150 Ῥητορεύω· Ῥητορεία.
ρ 151 Ῥητορικὴ γραφή: ἣν ἠγωνίζοντο οἱ ῥήτορες. οὐ γὰρ πάσας ἠγωνίζοντο τὰς δίκας τῶν παλαιῶν οἱ ῥήτορες, ἀλλ’ ἐνίας. ἄλλοι δὲ ῥητορικὴν γραφὴν εἶναι λέγουσι τὴν κατὰ ῥήτορας γινομένην, γρά‐ ψαντός τι ἢ εἰπόντος ἢ πράξαντος παράνομον· ὥσπερ λέγεται πρυ‐ τανικὴ γραφὴ ἡ κατὰ πρυτάνεως, καὶ ἐπιστατικὴ ἡ κατὰ ἐπιστάτου. Ῥητορικὴ δὲ ἐστὶν ἐπιστήμη δικαίων. ἴδιον δὲ ῥητορικῆς τόλμης τὸ μὴ ἀρνεῖσθαι μέν, πιθανὴν δὲ τῶν πραγμάτων ἐπεισφέρειν αἰτίαν. Δα‐ μάσκιός φησι περὶ Ἰσιδώρου· οὐδὲ τῇ ῥητορικῇ προσέσχε τὸν νοῦν, ὅ τι καὶ λόγου ἄξιον, τὸ σοβαρὸν αὐτῆς καὶ ἀλαζονικὸν εὐλαβηθεὶς καὶ μισήσας. Ῥητορικὴ γραφὴ ἔοικε καλεῖσθαι ἡ κατὰ ῥήτορος γράψαντος εἰπόντος ἢ πράξαντος παράνομον· ἴσως δὲ καὶ κατὰ τοῦτο ῥητορικαὶ γραφαί τινες καλοῦνται, ὅτι κατὰ διαφόρους νόμους αἱ τῶν ῥητόρων γραφαὶ εἰσάγονται. ὅτι διαφέρει ἡ διαλεκτικὴ τῆς ῥητορικῆς· καὶ ζήτει ἐν τῷ διεξοδικούς.
ρ 152 Ῥήτωρ: τοπαλαιὸν ἐκαλεῖτο ὁ δήμῳ συμβουλεύων καὶ ὁ ἐν δήμῳ ἀγορεύων, εἴτε ἱκανὸς εἴη λέγειν εἴτε καὶ ἀδύνατος, εἴτε καὶ ἀπὸ τοῦ βελτίστου καὶ δικαιοτάτου συμβουλεύων εἴτ’ ἐπ’ οἰκείοις λήμμασι. καὶ ὁ Δημοσθένης τοῦτον καλεῖ ῥήτορα, ἐπειδὰν λέγῃ· ῥήτωρ, ἡγεμὼν καὶ στρατηγὸς ὑπὸ τούτῳ. καὶ ἑτέρωθι· ἐγὼ δ’, εἰ μὲν ὁ συμ‐ βουλεύων ὑμῖν ὅ τι ἂν συμφέρειν ἡγῆται, ῥήτωρ ἐστίν, οὔτ’ ἀρνοῦμαι οὔτε φύγοιμι ἂν τοὔνομα τοῦτο· εἰ δέ, οἵους ἐγὼ καὶ ὑμεῖς δὲ ὁρᾶτε, ἀπαιδεύτους καὶ ἀφ’ ὑμῶν πεπλουτηκότας, οὐκ ἂν εἴην οὗτος ἐγώ. καὶ πολλοῖς ψηφίσμασι παραγέγραπται ῥητορικὴ ἐκ βουλῆς, εἰ εἰσφέρει τις γνώμην, ἀλλὰ μὴ αὐτὸς ἰδίαν τύχην ἡγούμενος.
ρ 153 Ῥήτωρ: συνήγορος, δικολόγος. καὶ ὁ τὴν ἰδίαν ἀποφαίνων γνώμην κριτὴς παρὰ Σοφοκλεῖ.
ρ 154 Ῥῆτραι: συνθῆκαι, λόγοι, ὁμολογίαι. Ταραντῖνοι δὲ νόμους καὶ οἷον ψηφίσματα. παρὰ Λακεδαιμονίοις ῥήτρα Λυκούργου νόμος, ὡς ἐκ χρησμοῦ τιθέμενος. οἱ δὲ ῥήτρας ὁμολογίας, οἱ δὲ συγγράμματα. καὶ ῥητροφύλακας, τοὺς συγγραμματοφύλακας. οἱ δὲ στρατιῶται, δι’ οὓς προῄρητο ἡ ῥήτρα, ὅστις αὐτῶν τὰ νῶτα στρέψας ἐπὶ τὸ στρατόπεδον ἴοι, ὡς πολέμιος βαλλόμενος ὑπὸ τῶν φίλων ἀλγεινῶς ἀποθάνοι. ὁ δὲ χρησμὸς λέγει, ῥήτραν σαφοῦς τε καὶ ἐναργοῦς χρησμοῦ.
ρ 155 Ῥηχιάδαι ἢ Ῥηχάδαι: οἱ τοὺς καταδίκους εἰς τὰς ῥαχίας βάλλοντες.
ρ 156 Ῥῆχος: φραγμός. Ἡρόδοτος.
ρ 157 Ῥία: ἀκρωτήρια ὄρους, ὄρθια, καὶ τὰ εἰς θάλασσαν ἐγκείμενα. παρὰ τὸ ῥαΐζειν, ὅ ἐστιν εἰς ὀξὺ λήγειν. καὶ Θουκυδίδης· οἱ μὲν μὴ ἐκπλεῖν ἔξω τῶν ῥίων ἐς τὴν εὐρυχωρίαν φοβούμενοι.
ρ 158 Ῥιανός, ὁ καὶ Κρής, ὢν Βηναῖος (Βήνη δὲ πόλις Κρήτης)· τινὲς δὲ Κεραΐτην, ἄλλοι δὲ Ἰθώμης τῆς Μεσσήνης αὐτὸν ἱστόρησαν. οὗτος δὲ ἦν τῆς παλαίστρας πρότερον φύλαξ καὶ δοῦλος, ὕστερον δὲ παι‐ δευθεὶς ἐγένετο γραμματικός, σύγχρονος Ἐρατοσθένους. ἔγραψεν ἐμμέτρως ποιήματα, Ἡρακλειάδα ἐν βιβλίοις δʹ.
ρ 159 Ῥιγεδανός: ὁ φρικώδης.
ρ 160 Ῥιγηλή: ἡ ταχέως ῥιγῶσα. οὐ γὰρ ἔγωγε ὧδε ῥιγηλή.
ρ 161 Ῥιγίον: νόσος. καὶ Ῥῖγος, ἡ νόσος, καὶ ὁ φόβος. καὶ Ῥιγῴης, εὐκτικόν. καὶ Ῥῖγος, ἡ ψύξις. καὶ ζήτει ἐν τῷ Ἀντίοχος αὐτόμολος Κίλιξ.
ρ 162 Ῥιγοῖ: ψύχει, συνέχεται ἀπὸ κρύους. γʹ συζυγίας τῶν περι‐ σπωμένων. πάντως δέ μοι ῥιγῶν δοκεῖς. ἀντὶ τοῦ ῥιγοῦν, Δωρι‐ κῶς. Ἀριστοφάνης Ὄρνισι.
ρ 163 Ῥίζα καὶ Ῥίζωμα.
ρ 164 Ῥίζωνος.
ρ 165 Ῥικνά: ἐρρυτιδωμένα, ἀσθενῆ, σεσυρμένα. πάσης δὲ ἐδωδῆς ἠπορημένοι ῥικνοὶ καὶ κατεσκελετευμένοι ἔκειντο.
ρ 166 Ῥικνοῦσθαι: τὸ διέλκεσθαι, καὶ παντοδαπῶς διαστρέφεσθαι κατ’ εἶδος. λέγεται δὲ καὶ ῥικνοῦσθαι τὸ καμπύλον γίνεσθαι ἀσχημόνως καὶ κατὰ συνουσίαν καὶ ὄρχησιν κάμπτοντα τὴν ὀσφύν. Σοφοκλῆς Ἰχνευταῖς.
ρ 167 Ῥίμφα: ῥᾳδίως, εὐχερῶς. ἦ γάρ ς’ ὑπνώοντα σίνις λαθρηδὸν ἐπελθὼν ἔκτεινε, λαιμῷ ῥίμφα καθεὶς ὄνυχα.
ρ 168 Ῥίν, ῥινός. καὶ Ῥῖνες, οἱ μυκτῆρες· καὶ ἐξ αὐτοῦ Ῥινηλα‐ τούμενος, ἐλαυνόμενος. ἀπὸ μεταφορᾶς τῶν ἰχνευτῶν κυνῶν.
ρ 169 Ῥίνη: τὸ χρυσοχοϊκὸν ἐργαλεῖον. ἐν Ἐπιγράμμασι· ῥίνην τε κνησίχρυσον, ὠκυδήκτορα. καὶ αὖθις· αἵ τε χαρακταὶ ῥῖναι. Ῥίνη δὲ ὄνομα ἰχθύος. καὶ Ῥίνημα.
ρ 170 Ῥινηλατῶ.
ρ 171 Ῥίνθων, Ταραντῖνος, κωμικός, ἀρχηγὸς τῆς καλουμένης ἱλαρο‐ τραγῳδίας, ὅ ἐστι φλυακογραφία. υἱὸς δὲ ἦν κεραμέως καὶ γέγονεν ἐπὶ τοῦ πρώτου Πτολεμαίου. δράματα δὲ αὐτοῦ κωμικὰ τραγικὰ ληʹ.
ρ 172 Ῥινοκοπῶ· αἰτιατικῇ.
ρ 173 Ῥινολαβίς: ἡ ῥινηλασία, ἡ ὄσφρησις. παρὰ Συνεσίῳ τιμωρία, ὄργανον, ᾧ τὴν ῥῖνα διέστρεφον.
ρ 174 Ῥινόν: βύρσαν, δέρμα. ῥινοῦ χερμαστῆρος ἐΰστροφα κῶλα τιταίνων, Ἀλκιμένης, πτανῶν εἶργον ἄπωθε νέφος. καὶ Ῥινο‐ τόμος, ὁ τὰ δέρματα τέμνων· Ῥινὸς γὰρ τὸ δέρμα.
ρ 175 Ῥινῶ, ῥινήσω. καὶ Ῥινώμενος, μυκτηριζόμενος.
ρ 176 Ῥίνων: ὄνομα κύριον.
ρ 177 Ῥίον: τὸ ἀκρωτήριον.
ρ 178 Ῥιπάς καὶ Ῥιπή: ἀνέμου συστροφή. περὶ Ἀγαμέμνονός φησιν Ἠλέκτρα· ἀλλ’ οὐ μὲν δὴ λήξω θρήνων στυγερῶν τε γόων, ἔς τ’ ἂν λεύσσω παμφεγγεῖς ἀστέρων ῥιπάς· λεύσσω δὲ τόδ’ ἦμαρ, μὴ οὐ τεκνολέτειρ’ ὥς τις ἀηδὼν ἐπὶ κωκυτοῖς τῶνδε πατρῴων πρὸ θύρων ἠχὼ πᾶσι προφωνεῖν. ὁ δὲ νοῦς· ἀλλ’ οὐ λήξω θρήνων οὔτε ἡμέρας οὔτε νυκτός, ὀδυρομένη, ἕως ἂν νύκτα καὶ φῶς βλέπω, ὥστε μὴ ἀηδόνος τρόπῳ ἠχώ τινα προπέμπειν τῶν θρήνων πρὸ τῶν πατρῴων θυρῶν.
ρ 179 Ῥίπαια ὄρη.
ρ 180 Ῥιπῆς: ὁρμῆς, φορᾶς, βουλῆς. Ῥιπὶς δὲ πλέγμα παρ’ Ἡροδότῳ. ἐν Ἐπιγράμμασι· ῥιπίδα τὴν μαλακοῖσιν ἀεὶ πρηεῖαν ἀήταις.
ρ 181 Ῥιπίζεται: ὀπτᾶται· τὸ γὰρ πῦρ οἱ ἄνθρωποι ταῖς ῥιπίσιν ἐρρίπιζον. Ἀριστοφάνης· τὰ τεμάχη ῥιπίζεται. καὶ Ἑκριπισθέν‐ τες, ἀντὶ τοῦ ἐξαφθέντες. οἱ δὲ συνενθουσιῶντες αὐτοῖς, τῇ παρα‐ φόρῳ τῇδε φιλοτιμίᾳ ἐκριπισθέντες, ἀπολώλασιν. οὕτω φησὶν Αἰλι‐ ανός. καὶ ἐν Ἐπιγράμμασι· πυριτρόφους τε ῥιπίδας, πυρηνέμους.
ρ 182 Ῥιπίς, ῥιπίδος. καὶ Ῥιπίδιον.
ρ 183 Ῥιπίζω· αἰτιατικῇ.
ρ 184 Ῥιπός: φρυγάνου, ψιάθου. κέρδους δ’ ἕκητι κἂν ἐπὶ ῥιπὸς πλέοι. λέγοιτο δ’ ἂν ἐπὶ φιλοκερδεῖ. λέγεται δὲ καὶ ἄλλως· θεοῦ πλέων, ἢ μάλιστα· θεῷ πλέων, κἂν ἐπὶ ῥιπὸς πλέοι. καὶ ῥίπεσι, τοῖς τῆς ἰτέας κλάδοις.
ρ 185 Ῥίπτω· αἰτιατικῇ.
ρ 186 Ῥίς· ὅτι οὐκ ἔστιν ἡ ῥὶς τὸ αἰσθητήριον τῶν ὀσφραντῶν, ἀλλ’ ἡ μαστοειδὴς τοῦ ἐγκεφάλου ἀπόθεσις παρὰ Θεοφράστῳ. καὶ ζήτει ἐν τῷ δίοσμος. καὶ τὸ πληθυντικὸν ῥῖνας.
ρ 187 Ῥισμός: ὄνομα κύριον.
ρ 188 Ῥιψαδαγείρων.
ρ 189 Ῥίψασπις: δειλός. καὶ Φέρασπις, ὁ πολεμικός.
ρ 190 Ῥιψοκινδύνου: ἑκουσίως πρὸς κίνδυνον ἐρχομένου. ὁ δὲ ἔρρωτο βοηθεῖν τοῖς κινδυνεύουσι καὶ χρῄζουσι συμμαχίας ῥιψοκινδύνου τινός· ἑαυτοῦ γὰρ ἴδιον ἐνόμιζε τὸν τοιοῦτον καιρόν.
ρ 191 Ῥοάς: ῥεύματα. καὶ Ῥοά, εἶδος δένδρου.
ρ 192 Ῥοβοάμ: ὄνομα κύριον.
ρ 193 Ῥόγα: ἡ τῶν βασιλέων εὐσέβεια καὶ φιλοτιμία.
ρ 194 Ῥοδακινέα: τὸ δένδρον.
ρ 195 Ῥοδανός: ποταμός.
ρ 196 Ῥόδια: μύρα. καὶ Ῥόδος, ἡ νῆσος.
ρ 197 Ῥόδιος: ὁ ἀπὸ τῆς Ῥόδου. καὶ Ῥόδιον, φυτόν· Ῥόδειος δὲ στέφανος.
ρ 198 Ῥοδίων, Ῥοδίωνος: ὄνομα κύριον.
ρ 199 Ῥοδίων χρησμός: Ῥόδιοι τῇ Λινδίᾳ Ἀθηνᾷ θύοντες καθε‐ κάστην ἡμέραν ἐνδιετέλουν τῷ ναῷ εὐωχούμενοι· οὐκ ἦν δὲ αὐτοῖς ἔθος ἀμίδα εἰσφέρειν. συγκαταινέσαντος δέ, πάλιν ἀνεπυνθάνοντο, χαλκῆν ἢ ὀστρακίνην; ὁ δὲ ὀργισθεὶς ἀπεφήνατο μηδετέραν. διὸ τὴν παροιμίαν τάσσεσθαι ἐπὶ τῶν περιεργότερον πυνθανομένων.
ρ 200 Ῥοδογούνη: γυνὴ μὲν Ὑστάσπου, Ξέρξου δὲ καὶ Δαρείου μήτηρ.
ρ 201 Ῥοδοδάκτυλος: ῥοδόχρους.
ρ 202 Ῥοδοειδής: ὁ χαροποιός.
ρ 203 Ῥόδον ἀνεμώνῃ συγκρίνεις: ἐπὶ τῶν ἀνόμοια συμβαλλόν‐ των. καὶ ἑτέρα παροιμία· Ῥόδα μ’ εἴρηκας, ἀντὶ τοῦ ἐμοὶ τὰ παρὰ σοῦ εἰρημένα ῥόδα ἐστίν. Ἀριστοφάνης. καὶ ἑτέρα παροιμία· Ῥόδον παρελθὼν μηκέτι ζήτει πάλιν, ἐπὶ τῶν κυδαινόντων τινάς.
ρ 204 Ῥοδόπη: ὄνομα κύριον. καὶ ὄρος Θρᾴκης, ὅθεν ἔχει τὰ ῥεύματα Ἕβρος ὁ ποταμὸς Θρᾴκης.
ρ 205 Ῥόδος: ἡ νῆσος· ἥτις καὶ Λίνδος καλεῖται. καὶ Κολοσσαεῖς οἱ οἰκήτορες, διὰ τὸν Κολοσσόν.
ρ 206 Ῥοδοχάρης: ὄνομα κύριον. καὶ κλίνεται Ῥοδοχάρους.
ρ 207 Ῥοδωνία: ἡ τῶν ῥόδων φυτεία, ὥσπερ ἰωνία ἡ τῶν ἴων.
ρ 208 Ῥοδωνιά: ἔστι μὲν ὁ τῶν ῥόδων λειμών· ἄλλοι δὲ καὶ τὴν ῥοδοδάφνην οὕτω φασὶ καλεῖσθαι. ἕτεροι δὲ εἶδος ἀμπέλου φερούσης σταφυλὴν παραπλησίαν τῷ ῥόδῳ κατὰ τὸ χρῶμα.
ρ 209 Ῥόδωνος: ὄνομα κύριον.
ρ 210 Ῥοδῶπις: ὄνομα κύριον. καὶ Ῥοδώπειος τάφος. Ῥο‐ δώπη δὲ ὄνομα κύριον. καὶ Θρᾳκικὸν ὄρος. καὶ παροιμία· ἅπανθ’ ὅμοια, καὶ Ῥοδῶπις ἡ καλή. σημαίνει, ὅτι ταῖς τύχαις ὁμοίως ὑποπεπτώκασιν οἱ θνητοί.
ρ 211 Ῥοδώπιδος ἀνάθημα: ὀβελίσκοι ἐν Δελφοῖς πολλοί. Ἀπελ‐ λᾶς δὲ ὁ Ποντικὸς οἴεται καὶ ἐν Αἰγύπτῳ πυραμίδα, Ἡροδότου ἐλέγ‐ χοντος τὴν δόξαν. ἦν δὲ Θρᾷσσα τὸ γένος, ἐδούλευσε δὲ σὺν Αἰσώπῳ Ἄδμονι Μιτυληναίῳ, ἐλυτρώσατο δὲ αὐτὴν Χάραξος, ὁ Σαπφοῦς ἀδελφός. ἡ δὲ Σαπφὼ Δωρίχαν αὐτὴν καλεῖ.
ρ 212 Ῥόζειν. ῥέγχειν, ὑλακτεῖν. κυρίως μὲν ἐπὶ τῶν κυνῶν, μετα‐ φορικῶς δὲ καὶ ἐπὶ ἀνθρώπων.
ρ 213 Ῥοή: φθορά, ῥεῦσις.
ρ 214 Ῥοΐσκοι: κόμποι χρυσοΰφαντοι, ὅμοιοι ῥοιαῖς, εἰς κόσμον δὲ ὄντες τῆς τοῦ ἱερέως στολῆς.
ρ 215 Ῥοθεῖ: ὁρμεῖ.
ρ 216 Ῥοθιάζουσιν: ἀθρόως καὶ μετὰ κτύπου φωνῆς ὁρμῶσι καὶ ἐσθίουσιν. Ἀριστοφάνης· οἷον ῥοθιάζουσιν, ὦ πολυτίμηθ’ Ἡράκλεις, ὡς τραγασαῖα τὰ χοίρια. ἀπὸ τοῦ τρώγειν. ἢ ἀπὸ πόλεως. Ῥο‐ θιάζειν δὲ τὸ ἐρέσσειν εὐτόνως. Ἀριστοφάνης Βαβυλωνίοις, κατάγου ῥοθιάζων, φησί. καὶ πάλιν· ναῦς ὅταν ἐκ πιτύλων ῥοθιάζῃ σώφρονι κόσμῳ.
ρ 217 Ῥόθιον: τὸ μετὰ ψόφου κῦμα· ἢ ῥεῦμα. παρὰ τὸ ταχέως ῥεῖν. σημαίνει καὶ τὴν εἰρεσίαν. καὶ ῥοθιάζειν, τὸ ἐρέσσειν εὐτό‐ νως. οἱ δὲ ἐς τὴν θάλασσαν ἐμπίπτοντες τοῦ ῥοθίου ἐνεφοροῦντο. καὶ αὖθις· αἴρεσθ’ αὐτῷ πολὺ τὸ ῥόθιον. Ὑπερίδης τῷ ῥοθίῳ ἐπ’ εἰρεσίας κέχρηται συντονωτάτης. φησὶν οὖν· τὸ μὲν οὖν τῶν ἐλαυνόν‐ των πλῆθος, καὶ τὸν τοῦ ῥοθίου ψόφον, καὶ τὸ μέγεθος τοῦ σκάφους ἐκπεπληγμένοι δεινῶς ἦσαν. κτύπος τε ῥοθίου καὶ χρεμετισμὸς ἵππων ἀλλήλοις ἀντεπατάγει· φησὶν Ἀρριανός· καὶ αὖθις ὁ αὐτός· στοῖχον ἕνα ὁπλιτῶν προβεβλημένων τὰς ἀσπίδας, πολλῷ τῷ ῥοθίῳ καὶ ἅμα ξυγκελευομένῳ παντοίῳ ἐν χρῷ τοῦ ἀεὶ ἐμπεποιημένου ζεύγματος παραπλέουσαι. καὶ αὖθις· τῆς εἰρεσίας τὸ ῥόθιον.
ρ 218 Ῥόθιον: σὺν ὁρμῇ τινι καὶ ῥύμῃ. Ἰώσηπος· ῥόθιον ἐκ πλαγίου παρελαύνων ἵππον ἁρπάζει τινὰ φεύγοντα τῶν πολεμίων. καὶ αὖθις· ἐνσείει αὐτοῖς τὴν ἵππον ἀθρόαν, οἱ δὲ διεσοβήθησαν ὑπ’ αὐτῆς, οὐκ ἐνεγκόντες τὸ ῥόθιον. τουτέστι τὸ ὁρμητικὸν καὶ ὀξύρροπον μετὰ ἤχου. Ῥόθιον καλεῖται παρὰ τὸν ῥόθον τὸν ἐκ τῶν κωπῶν ἀκουόμενον, ὅταν σφοδρῶς ἐλαύνωσιν.
ρ 219 Ῥοθοπυγίζων: λάθρα τύπτων κατὰ τῆς πυγῆς πλατείᾳ τῇ χειρὶ ἢ πλατεῖ τῷ ποδί, τῇ πυγῇ ῥόθον ποιῶν.
ρ 220 Ῥόθῳ: ὁρμῇ.
ρ 221 Ῥομβεῖν: σφενδονᾶν. καὶ Ῥόμβος, ἡ κίνησις. πλήξας ῥομβωτῷ δούρατος οὐριάχῳ.
ρ 222 Ῥόμβον: κίνησιν, ἢ κύλινδρον. ἐν Ἐπιγράμμασι· θύννον εὐκλώστοιο λίνου βυσσώμασι ῥόμβον φράξαντες, γλαυκαῖς ἐν παρόδοις πελάγευς. καὶ Ῥομβώδης παράταξις λέγεται, καὶ τῆς νηὸς τὸ πολεμικὸν σιδήριον.
ρ 223 Ῥόμβος. στρεπτὸν Βασσαρικοῦ ῥόμβον θιάσοιο μύωπα. κύ‐ λινδρον.
ρ 224 Ῥομβοστωμυλήθρα· Εὐβουλίδης φησίν· οὑριστικὸς κερατίνας ἐρωτῶν καὶ ψευδαλαζόσιν λόγοις τοὺς ῥήτορας κυλίων ἀπῆλθ’, ἔχων Δημοσθένους τὴν ῥομβοστωμυλήθραν.
ρ 225 Ῥομελίας: ὄνομα κύριον.
ρ 226 Ῥομφαία: τὸ μακρὸν ἀκόντιον, ἢ μάχαιρα.
ρ 227 Ῥοώδης: ῥεύματα ἔχων.
ρ 228 Ῥόπαλα: τὰ ξύλα· παρὰ τὸ ῥαπίζειν, ἢ τῇ ῥοπῇ ἀλοιᾶν. τίς νοῦς; κόθορνος καὶ ῥόπαλον. τουτέστιν εἰς ταυτὸ ξυνῆλθον. ἐπὶ τῶν ἀσυμφώνων πραγμάτων. τοῦτο δέ φησιν Ἡρακλῆς πρὸς τὸν Διόνυσον· ὁ γὰρ κόθορνος γυναιξὶν ἁρμόζει.
ρ 229 Ῥοπαλίζει: κινεῖ καὶ στρέφει ὡς ῥόπαλον. καὶ Ῥοπαλισ‐ μός, ἡ τάσις τοῦ αἰδοίου, ὁ τέτανος.
ρ 230 Ῥοπή· ψυχῆς μὲν ἴδιον ὁρμή, σώματος δὲ ῥοπή. εἴη ἂν ὁρμὴ ῥοπῆς βελτίων, ἐπεὶ καὶ ψυχὴ σώματος. τὸ γὰρ βέλτιον καὶ χεῖρον συγκρινόμενα κατὰ τὰ ἴδια αὐτῶν ἔχει τὴν διαφορὰν καὶ κατὰ τοῦτο τὸ βέλτιον ὑπερέχει τοῦ χείρονος. οἷον, εἰ ζῷα ὁ θεὸς καὶ ὁ ἄνθρω‐ πος καὶ ὁ ἵππος, κατὰ μὲν τὸ γένος τὸ κοινὸν οὐδὲν ἀλλήλων διαφέρει. ἐπεὶ δὲ βελτίων μὲν ὁ θεὸς τοῦ ἀνθρώπου, ὁ δὲ ἄνθρωπος τοῦ ἵππου, λείπεται, τὴν διαφορὰν αὐτοῦ εἶναι κατὰ τὰ ἴδια. εἰ οὖν θεοῦ μὲν ἴδιον ἀθανασία, ἀνθρώπου δὲ τὸ ἐπιστήμης δεκτικόν, ἵππου δὲ τὸ χρεμετιστικόν, ἡ ἀθανασία βελτίων τοῦ ἐπιστήμης δεκτικοῦ, τὸ δὲ ἐπιστήμης δεκτικὸν τοῦ χρεμετιστικοῦ. οὕτως καὶ ἡ ῥοπὴ καὶ ἡ ὁρμή. δοκεῖ δὲ τὸ βέλτιον καὶ τὸ χεῖρον ἐν τοῖς ὁμογενέσιν εἶναι, ἐπειδὴ καὶ ἡ σύγκρισις ἐν τοῖς κοινωνίαν ἔχουσι πρὸς ἄλληλα. καὶ ὑπὸ μίαν ῥοπὴν ἥ τε διάνοια τοῦ στρατηγοῦ καὶ τὰ διατεταγμένα προηγόρευον ταῖς τάξεσι.
ρ 231 Ῥοπή: κλίσις. ὁ δὲ νομίσας ἐπὶ ῥοπῆς κεῖσθαι τὴν τῆς πατρίδος ἡγεμονίαν ἐπετελέσατο πρᾶξιν μνήμης ἀξίαν.
ρ 232 Ῥοπικὸν ὤνιον: ἐπὶ τῶν εὐτελῶν μέν, πολλοῖς δὲ πιπρασκο‐ μένων· ῥόπος γὰρ ὁ εὐτελὴς καὶ παντοδαπὸς φόρτος.
ρ 233 Ῥόπτρον: ῥόπαλον, ἢ παγίς, ἢ τιμωρία. ἐν Ἐπιγράμμασι· θῆκα δέ σοι τάδε ῥόπτρα, ἀναρρίψασα δὲ κισσὸν χεῖρα περισφίγξω χρυσοδέτῳ σπατάλῃ.
ρ 234 Ῥόπτρον· Λυσίας κατὰ Ἀνδοκίδου ἀσεβείας· ἔδησε τὸν ἵππον ἐκ τοῦ ῥόπτρου τοῦ ἱεροῦ. νῦν τὸν τῆς θύρας κρίκον λέγει.
ρ 235 Ῥόχθαι. καὶ Ῥόχθεον, ἐστέναζον.
ρ 236 Ῥόχθει: ἦχον ἀπετέλει.
ρ 237 Ῥουβαΐουβος: παρὰ Ῥωμαίοις ὁ τοῦ βοηθοῦ βοηθός.
ρ 238 Ῥουβείμ: ὄνομα κύριον.
ρ 239 Ῥουτίλιος Ῥοῦφος· ἐπὶ Σκιπίωνος ἦν, ὃς αὐτῷ συνεστράτευε, συγγράψας τὰ τότε φθάσαντα γενέσθαι· ὃς τηνικαῦτα χιλίαρχος ἐγε‐ γόνει, ὥς φησιν Ἀππιανὸς ἐν τῇ Ῥωμαϊκῇ ἱστορίᾳ.
ρ 240 Ῥουφῖνος· οὗτος ἐπὶ Θεοδοσίου ἦν, βαθυγνώμων ἄνθρωπος καὶ κρυψίνους. ἦσαν δὲ οὗτός τε καὶ Στελίχων ἐπίτροποι τῶν Θεο‐ δοσίου παίδων. ἄμφω τὰ πάντα συνήρπαζον, ἐν τῷ πλούτῳ τὸ κράτος τιθέμενοι, καὶ οὐδεὶς εἶχεν ἴδιον οὐδέν, εἰ μὴ τούτοις ἔδοξε. δίκαι τε ἅπασαι πρὸς τούτοις ἐδικάζοντο, καὶ πολὺς ἦν ὄχλος τῶν περιθεόν‐ των, εἴ που τινὶ χωρίον ὑπάρχοι παντομιγές τε καὶ εὔκαρπον· καὶ ὁ δεσπότης εὐθὺς συνήρπαστο, κατηγορίας πεπλασμένης εὐλόγου διά τινων ὑφειμένων ἐνηδρευμένης. καὶ ὁ ἀδικούμενος ἠδικεῖτο, τοῦ ἀδικοῦντος κρίνοντος. ἐς τοῦτο δὲ ὁ Ῥουφῖνος ἐχώρησεν ἀμετροκά‐ κου πλεονεξίας, ὥστε καὶ ἀνδράποδα δημόσια ἀπημπόλει, καὶ ὅσα δημόσια δικαστήρια Ῥουφίνῳ πάντες ἐδίκαζον. καὶ ὁ τῶν κολάκων περὶ αὐτὸν ὄχλος ἦν πολύς. οἱ δὲ κόλακες χθὲς μὲν καὶ πρώην δεδρακότες τοῦ καπηλείου καὶ τοῦ τὰ βάθρα καλλύνειν καὶ τοὔδαφος κορεῖν, ἄρτι δὲ χλαμύδας τάς τε εὐπαρύφους ἐνδεδυκότες καὶ περόναις χρυσαῖς διαπεπερονημένοι καὶ σφραγῖσι χρυσοδέτοις διεσφιγμένοι. τὰ δὲ πολλὰ κατὰ Ῥουφίνου εὕροις ἐν τῇ τοῦ Σαρδιανοῦ Εὐναπίου Χρονογραφίᾳ. ὅτι ἐπὶ Ἀρκαδίου καὶ Ὁνωρίου, τούτων ἄχρι ὀνο‐ μάτων ἐχόντων τὸ κράτος, ἡ πᾶσα ἀρχὴ καὶ δύναμις ἦν, κατὰ μὲν τὴν ἑῴαν παρὰ Ῥουφίνῳ, κατὰ δὲ τὴν ἑσπέραν ἐπὶ Στελίχωνος γνώμῃ. δίκαι τε πᾶσαι παρ’ αὐτοῖς κατ’ ἐξουσίαν ἐκρίνοντο, καὶ ἀπήει κεκρατηκὼς ὁ χρημάτων τὴν ψῆφον ὠνούμενος πολλῶν, οἰκειότητι τὴν τοῦ δικάζοντος ἐπισπώμενος εὔνοιαν. κτήματα δέ, ὅσα τοὺς κυρίους ἐν τοῖς ἁπάντων ἐποίει στόμασιν εὐδαίμονας ὀνομάζεσθαι, μετῄει πρὸς τούτους, τῶν μὲν δωρεαῖς θεραπευόντων καὶ τούτῳ τὸ συκοφαντεῖσθαι διαφευγόντων, ἑτέρων δὲ τὰ οἰκεῖα προϊεμένων ὑπὲρ τοῦ τυχεῖν ἀρχῆς ἢ ἄλλον τινα πρίασθαι τῶν πόλεων ὄλεθρον. παντὸς δὲ εἴδους πονηρίας ταῖς πόλεσιν ἐπιπολάζοντος, ὁ μὲν ἁπαν‐ ταχόθεν πλοῦτος ἐς τὴν Ῥουφίνου καὶ Στελίχωνος οἰκίαν ἐσέρρει, ἡ δὲ πενία κατὰ πάντα τόπον ἐπενέμετο τὰς τῶν πάλαι πλουτούντων οἰκίας. ᾐσθάνοντο δὲ τῶν γινομένων οἱ βασιλεῖς οὐδενός, ἀλλ’ ἔγρα‐ φον μόνον, ὅσα Ῥουφῖνος ἐπέταττε καὶ Στελίχων. ἐπεὶ δὲ ἄσπετος ἦν αὐτοῖς πλοῦτος συνειλεγμένος, ἤδη καὶ τὴν βασιλείαν ἑαυτῷ μνᾶσθαι ὁ Ῥουφῖνος ὠνειροπόλει.
ρ 241 Ῥοῦφος, Ἐφέσιος, ἰατρός, γεγονὼς ἐπὶ Τραιανοῦ σὺν Κρίτωνι. φέρεται αὐτοῦ βιβλία πλεῖστα, ἐξ ὧν καὶ ταῦτα· Περὶ διαίτης εʹ, Περὶ διαίτης πλεόντων αʹ, Περὶ τραυματικῶν φαρμάκων αʹ, Περὶ τραυ‐ ματισμοῦ ἄρθρων αʹ, Περὶ σύκων αʹ, Περὶ τῆς ἀρχαίας ἰατρικῆς βιβλίον αʹ, Περὶ γάλακτος βιβλίον αʹ, Περὶ οἴνου βιβλίον αʹ, Περὶ μέλιτος.
ρ 242 Ῥωγαλέον: διερρωγός, διεσχισμένον. καὶ Ῥωγάς, ἡ διερ‐ ρωγυῖα. ἐν τῇ δ’ ἔκειτο ῥωγὰς αἰπόλων πήρα, ἄρτων ἑώλων πᾶσα καὶ κρεῶν πλήρης. κανών· τὰ διὰ τοῦ αλεος ἀπὸ τριῶν παράγονται μερῶν· ἀπὸ ὀνόματος δεῖμα, δειμαλέος· ἀπὸ ῥήματος οἰδῶ, οἰδαλέος· ἀπὸ ἐπιρρήματος ῥιμφά, ῥιμφαλέος· καὶ παροξύνονται. σεσημείωται τὸ δαιδάλεος ὁ ποικίλος· καὶ κονισάλεος.
ρ 243 Ῥωγμός: ῥῆξις γῆς.
ρ 244 Ῥώθωνος.
ρ 245 Ῥωμαλέος: ὁ ἰσχυρός. καὶ Ῥωμαλέως, ἰσχυρῶς. ἐπιρρη‐ ματικῶς.
ρ 246 Ῥωμαίων ἀρχή· αὕτη τῆς Ἀσσυρίων καὶ Περσῶν καὶ Μακε‐ δόνων τῶν πρὶν μακρῷ ὑπερῆρεν, ὁρισαμένη πέρατα ἑαυτῆς πρὸς μὲν ἕω Ἰνδοὺς καὶ ἐρυθρὰν θάλατταν καὶ Νεῖλον καὶ καταρράκτας καὶ λίμνην Μαιῶτιν. ὅσα δὲ πρὸς δυσμάς, ὠκεανόν τε αὐτόν, ὃν δὴ μῦθον εἶναι τοῖς ἔργοις ἐδηλώθη, μηδὲ ἄλλως πρὸς ψυγαγωγίαν τοὔνομα αὐτοῦ παρὰ τοῖς ποιηταῖς ᾄδεσθαι· εἴγε καὶ ἡ Βρεττανῶν χώρα, ἣν περιρρέων νῆσον ἐργάζεται, νῦν εὑρεθεῖσα ἐν πέρασι τῆς Ῥωμαίων ἀρχῆς ἀριθμεῖται. λεγέτω μὲν οὖν, ὅτῳ δοκεῖ, ὡς ἀναμφίλογοι τῶνδε πρὸς τὰ παλαιὰ αἱ ὑπερβολαί, πλήθει τε χειρὸς τῶν ἐπελθόντων εἰκάζοντι καὶ τόλμαις ἑκατέρων καὶ στρατηγήσεσι καὶ μηχανήσεων ἐπινοίαις καὶ τῶν ἀντιπολεμησάντων ἀρετῇ. Δέξιππος. ὅτι τὴν Ῥωμαίων ἀρχὴν αἴτιον αὐξηθῆναι τὸ φιλόμαχον ἐθνῶν καὶ τὸ εὐσύν‐ τακτον τῆς δυνάμεως· πάντες γὰρ οἱ πρὸς ἑσπέραν θυμικώτεροι εἰσὶ τῶν ἐπὶ θάτερα κατοικούντων. περιττεύει δὲ Ῥωμαίοις τὸ τεταγμένον ἐν τῷ ἔργῳ τεχνικόν· ᾧ καὶ Γαλατῶν ἐκράτουν, καὶ ἐν τοῖς πρὸς τοὺς ὁμόρους πολέμοις τριβέντες καὶ περιόντες τῶν βαρβάρων τῇ συντάξει, τῶν Ἑλλήνων φύσει καὶ ἀνδρείᾳ.
ρ 247 Ῥωμαίων πόλις· ὅτι ἡ Ῥωμαίων πόλις ἀπείρατος ὑπερορίων ἐκστρατειῶν τυγχάνουσα, ἐξέτασιν τοῦ πλήθους ποιησαμένη κατέμαθε τὸν ἀριθμὸν τῶν πολιτῶν οὐ πολὺ τριάκοντα μυριάδων ἀπολειπό‐ μενον, καὶ ταῦτα συνεχέσι τριβομένη πολέμοις, οὐδεπώποτε δὲ μακρᾶς καὶ βεβαίας εἰρήνης ἀπολελαυκυῖα.
ρ 248 Ῥώμη: ἰσχύς. καὶ Ῥώμη, ἡ πόλις. ἥτις ἀπὸ τοῦ πρώτου συνοικισμοῦ διαγεγονότων ζʹ καὶ οʹ καὶ υʹ ἐτῶν, ἀπείρατοι ἦσαν ὑπερορίων πολέμων, τὸν δὲ πρὸς Καρχηδονίους ὅσον οὔπω παρέσεσθαι πόλεμον προσδεχόμενος ἐξέτασιν ἐποιεῖτο τοῦ πλήθους καὶ εὗρεν ἀριθμὸν τῶν πολιτῶν οὐ πολὺ ἀπολειπόμενον λʹ μυριάδων. ὅτι τὴν Ῥώμην ἐπιτομὴν τῆς οἰκουμένης εἶπεν Ἀθήναιος. καὶ ζήτει ἐν τῷ χιλίαρχος.
ρ 249 Ῥώμης: ὄνομα κύριον.
ρ 250 Ῥῶμος καὶ Ῥωμύλος: ὀνόματα κύρια.
ρ 251 Ῥωμύλος, Τερτύλος, αἱμύλος, Αἰσχύλος, προπαροξυτόνως. καὶ ζήτει περὶ τούτων ἐν τῷ Βρουμάλια.
ρ 252 Ῥωννύω: δύναμιν παρέχω.
ρ 253 Ῥώξ: κόκκος. καὶ εἶδος πέτρας.
ρ 254 Ῥώξ, ῥωγός: εἶδος φαλαγγίου.
ρ 255 Ῥωξάνη: ὄνομα κύριον. καὶ ζήτει περὶ αὐτῆς ἐν τῷ Ἀλέξανδρος ὁ Μακεδών.
ρ 256 Ῥώπαξ, ῥώπακος: τὰ ῥωπάκια παρ’ ἡμῖν.
ρ 257 Ῥῶπες: δασεῖα ὕλη. ἢ κατάκομος καὶ σύμφυτος τόπος. καὶ Ῥωπεύειν, ξυλεύεσθαι. τοῦτό τοι ῥωπεύειν ὀλιγόξυλον.
ρ 258 Ῥωπήϊα: τοὺς συνδένδρους τόπους.
ρ 259 Ῥωπικά· ἁ μάτηρ ζωὸν τὸν Μίκυθον, οἷα πενιχρά, Βάκχῳ δωρεῖται, ῥωπικὰ γραψαμένα.
ρ 260 Ῥωπικός· τὸν δὲ πρακτικὸν τρόπον ὑπέφαινε τέλειον. ἦν δὲ ψευδεπίγραφος καὶ ῥωπικός. ἀντὶ τοῦ κεχρωσμένος. καὶ Ῥωπι‐ κὸν ὤνιον, τὸ εὐτελὲς μέν, πολλοῦ δὲ πιπρασκόμενον. Ῥῶπος γὰρ ὁ εὐτελὴς καὶ παντοδαπὸς φόρτος.
ρ 261 Ῥῶπος: μίγμα χρώματος, ὅσα βαφεῦσι, ζωγράφοις, μυρεψοῖς χρησιμεύει. ὅθεν ῥωποπώλης. τινὲς δὲ καὶ τὸν παντοδαπὸν φόρτον ῥῶπον εἰρήκασι.
ρ 262 Ῥωσάκης: ὄνομα κύριον.
ρ 263 Ῥώσαντες: δυναμώσαντες. οἱ δὲ βάρβαροι ῥώσαντες ἑαυτοὺς ἐπὶ τὸ στεγανώτερον, ὡς οὐκέτι Ῥωμαϊκοῖς καὶ διαπεπλασμένοις ὑπο‐ πεσούμενοι στρατηγήμασι.
ρ 264 Ῥωσαφῶν: φρούριόν τι.
ρ 265 Ῥῶσθαι: σπουδάζειν.
ρ 266 Ῥωσθείς: δυναμωθείς.
ρ 267 Ῥῶσις: ὑγεία.
ρ 268 Ῥωστήριον: παρορμητήριον.
ρ 269 Ῥωτακίζειν: τῷ ρ στοιχείῳ συνεχῶς χρῆσθαι.
ρ 270 Ῥωχμός: ῥῆγμα γῆς. Προκόπιος· Ἀβίγας δὲ ὁ ποταμὸς ἐκ τοῦ Αὐρασίου κατιὼν ἐν τῷ πεδίῳ, ἐν ᾧ ἀπορρῶγες συχναὶ τυγχά‐ νουσιν οὖσαι, ἐς ἃς δὴ ὁ Ἀβίγας σχιζόμενος ὑπὸ γῆν φέρεται καὶ αὖθις ὑπὲρ γῆν φαίνεται. τοῦτο ἐπὶ πλεῖστον τοῦ πεδίου ξυμβαῖνον, ἐν ἐξουσίᾳ τοῖς ταύτῃ ᾠκημένοις τίθεται εἶναι, ἐπιβύσασι χώματι τοὺς ῥωχμοὺς ἢ αὖθις αὐτοὺς ἀποκαλύψασι, τοῖς ὕδασι τοῦ ποταμοῦ τοῦδε ὅ τι βούλοιντο χρῆσθαι.
ρ 271 Ῥώψ: τὸ φυτόν· καὶ Ῥῶψα, βοτάνη ἁπαλή.
ρ 272 Ῥοιά: τὸ ῥοΐδιον. λέγεται καὶ Ῥοά.
ρ 273 Ῥοίακες. δίδωμι δὲ τῷ Καλλινίκου παιδίῳ ῥοιάκων ζεῦγος, ψιλοτάπιδα, ἀμφίταπον, περίστρωμα, προσκεφάλαια δύο τῶν καλλίστων.
ρ 274 Ῥοιβδεῖν: ἀναρροφεῖν. λέγεται καὶ ῥοῖβδος παρὰ Ἀριστο‐ φάνει ἐν Νεφέλαις.
ρ 275 Ῥοιζηδόν: σφοδρῶς, μετ’ ἤχου, ἀπειλητικῶς.
ρ 276 Ῥοῖζος: ῥύμη, ἦχος. Ἰώσηπος· οὕτω δὲ ῥοίζῳ καὶ βίᾳ τοῖς Ῥωμαίοις ἐνέπεσον ὡς διαρρῆξαι τὰς τάξεις. καὶ Ῥοίζημα, ὁ ἦχος. καὶ Ῥοίζησεν, ἐφώνησεν, ἤχησεν.
ρ 277 Ῥοιτειεύς: ἀπὸ τόπου. καὶ Ῥοίτειον, ἀκρωτήριον.
ρ 278 Ῥοίτης: ὄνομα κύριον.
ρ 279 Ῥυάδες ἄμπελοι: αἱ λεγόμεναι ψινάδες. ἤγουν αἱ ἐκρέουσαι, αἱ ἐξ‐ ασθενοῦσαι.
ρ 280 Ῥύβδην: ὡς ἐπὶ ῥεύματος· σφοδρῶς, φοβερῶς. δαψιλῶς.
ρ 281 Ῥύγχος· Ἀριστοφάνης· ἐλελεῦ, χώρει, καθὲς τὸ ῥύγχος· οὐ μένειν ἐχρῆν.
ρ 282 Ῥύγχος: τὸ πρόσωπον. καὶ Κρατῖνος καὶ ἕτεροι. ἐπιρυγχίς· ζήτει ἐν τῷ γαμψώνυχος.
ρ 283 Ῥύδην: σφοδρῶς, καὶ ἀθρόως. οὕτω Κρατῖνος. λέγεται καὶ Ῥυδόν. ῥυδὸν ἀφνύνονται. ἀντὶ τοῦ ῥύδην καὶ ῥευστικῶς πλου‐ τοῦσιν. ἢ κεχυμένως. ἀντὶ τοῦ πάνυ.
ρ 284 Ῥύζος.
ρ 285 Ῥυήτω: φθαρήτω.
ρ 286 Ῥυηφενής: ὁ πλούσιος.
ρ 287 Ῥυθμίζει· αἰτιατικῇ. διατυποῖ, κανονίζει, εὐθύνει. Δαμάσκιος· ἀλλ’ ὅσα ἔγραψε, τὸ μὲν ὑψηλόνουν τε καὶ τελεσιουργὸν εἶχον, τοῖς δὲ ἔπεσιν οὐ πάνυ ἦν συνηρμοσμένα· ἀλλὰ τούτων ὅσον ἄμετρον ἀπέβαινε, καὶ ἄλλως οὐ κατὰ τὸν πρεπώδη ῥυθμόν, ἐμοὶ ἐπανορ‐ θοῦσθαι ἐπέτρεπε.
ρ 288 Ῥυθμός: τάξις ἔμμελος ἀκολούθου ἁρμονίας, μέλος εὔφωνον, σύγκρισις. πατὴρ μέτρου ῥυθμός· καὶ ὅτι ἀρχαία ἡ τῶν μέτρων καὶ ῥυθμῶν διδασκαλία. ὁ δὲ τὰς αὐλητρίδας κελεύει ῥυθμόν τινα βαρβαρικὸν ἐπαυλῆσαί οἱ. ὅτι διαφέρει ῥυθμὸς μέτρου, τῷ τὸν μὲν γενικώτερον εἶναι, τὸ δὲ μέτρον ὑπάρχειν εἶδος τοῦ ῥυθμοῦ· θεωρεῖται γὰρ ὁ ῥυθμὸς καὶ ἐπὶ τῶν κροτούντων ταῖς χερσὶ καὶ τοῖς ποσίν. ὅταν γὰρ ἡ ταχεῖα καὶ βραδεῖα τῶν ποδῶν ἄρσις καὶ θέσις λόγον ἔχωσι πρὸς ἄλληλα, ῥυθμὸς γίνεται, καὶ ἐντεῦθεν ἀπὸ μετα‐ φορᾶς τούτων ἡ τοιάδε τῶν συλλαβῶν συμπλοκή, ἣν παραλαμβάνομεν πρὸς τὴν τῶν μέτρων γένεσιν, πόδες ἐκλήθησαν. καὶ ἐπὶ αὐλῶν καὶ τῶν ἄλλων τῶν τοιούτων ὁ ῥυθμὸς λέγεται, συμμετρία ὢν τοῦ χρόνου ἐν ᾧ ἡ κίνησις γίνεται. καὶ γὰρ τῶν τρημάτων τῶν αὐλῶν τὰ μὲν ἐπὶ πλείονα χρόνον τοῖς δακτύλοις ἐπιπωμάζουσι, τὰ δὲ ἐπ’ ἐλάττονα, καὶ οὕτω τῶν ἀπηχήσεων τὴν μὲν μακροτέραν ποιοῦσι, τὴν δὲ βραχυτέραν. καὶ ἔτι τῶν τρημάτων τὰ μὲν μείζονά εἰσι, τὰ δὲ ἐλάττονα, καὶ τὰ μὲν ἐγγυτέρω τῆς ἐπιγλωττίδος, τὰ δὲ πορρωτέρω. καὶ τὰ μὲν στενότερα ὀξύτερά ἐστι τῶν εὐρυτέρων· διὸ καὶ αἱ τῶν παίδων φωναὶ καὶ αἱ τῶν γυναικῶν ὀξύτεραι· τὰ δὲ εὐρύτερα βραδύ‐ τερα, ὁμοίως καὶ τὰ ἐγγυτέρω τῶν πορρωτέρω ὀξύτερα· ὧν τῇ συμ‐ μετρίᾳ ἡ ἁρμονία καὶ τὸ μέλος γίνεται, ῥυθμὸς δὲ τῇ τοῦ ταχέος καὶ βραδέος. ὁ μὲν οὖν ἐπὶ τῶν ἄλλων ῥυθμὸς κατὰ τὸ βραχὺ καὶ βραδὺ χαρακτηρίζεται, ὁ δὲ ἐπὶ τοῦ προφορικοῦ λόγου κατὰ τὸ μακρὸν καὶ βραχύ, ὅσπερ καὶ μέτρον μόνος λέγεται. οὐκ ἐπὶ τῶν ποιητικῶν δὲ λόγων ταῦτα μόνον θεωρεῖται, ἀλλὰ καὶ ἐπὶ τῶν ῥητορικῶν.
ρ 289 Ῥυκάνα: τεκτονικὸν ἐργαλεῖον. καὶ πέλεκυν, ῥυκάναν τ’ εὐαγέα, καὶ περιαγὲς τρύπανον. θηλυκῶς ἡ ῥυκάνα.
ρ 290 Ῥύκου κριθοπομπία: Ἐρατοσθένης ἐν τῷ ἐνάτῳ φησὶ βασιλέα τοῦτον αἰχμάλωτον γενόμενον, εἶτα ὑποστρέψαντα εἰς ἑαυτόν, τῇ πόλει Ἀθηναίων κριθὴν ἐκπέμψαι.
ρ 291 Ῥῦμα: φυλακή. χαλεπὸν πύργου ῥῦμα πέλονται. ἀντὶ τοῦ εὐτελὴς πόλεως φυλακή. ἐς τόξου ῥῦμα περιέπλεον τοῖς Ῥωμαίοις οἱ βάρβαροι, πολλὰ ἅμα βέλη ἀφιέντες. Εὐνάπιος· πέτρα δέ τις ἀπεσπασμένη ἐς τόξου ῥῦμα. τουτέστιν ἕλκυσμα. καὶ αὖθις· κρα‐ ταιῶς ἐκ τούτων ἀνῆπτον τὰ ῥύματα, λαμβάνοντες ἐκ τῶν κατ’ ἄλληλα πλοίων, καὶ κατείχετο τὸ ζεῦγμα τοῖς ῥύμασι. καὶ αὖθις· ῥύματα δὲ καὶ πλείω ταῖς σχεδίαις ἐνῆψαν, οἷς ἔμελλον οἱ λέμβοι ῥυμουλκοῦντες οὐκ ἐάσειν φέρεσθαι κατὰ τοῦ ποταμοῦ, βίᾳ δὲ πρὸς τὸν ῥοῦν κατέχοντες παρακομιεῖσθαι τὸ ὅλον ἔργον κατὰ τοῦ ποταμοῦ. καὶ αὖθις Πολύβιος· ἐπὶ τούτοις ἐπέστησαν τὰς ἱππηγούς, ῥύματα δόντες ἐξ αὐτῶν ταῖς τοῦ τρίτου στόλου ναυσίν. ἐρυμούλκουν τὰς ἱππηγοὺς ναῦς.
ρ 292 Ῥύμματα: τρίμματα, σμήγματα. καθάρματα.
ρ 293 Ῥυμβεῖν: ῥομβεῖν. τοῦτο δὲ ἀπὸ τῆς κινήσεως τοῦ ῥόμβου. Αἰλιανός· καὶ ἐρυμβόνα τὰ τιμιώτατα εἰς ἀσωτίαν ἀφειδεστάτην. ἀπὸ τοῦ ῥυμβονῶ ῥήματος.
ρ 294 Ῥύμη: ὁρμὴ βιαία. Ἀριστοφάνης· κεραμικῆς ῥύμης ἄπο. καὶ αὖθις Εὐνάπιος· τοσαύτη τις ἦν ἡ πρὸς τὸ ἀσελγέστερον ῥύμη τε καὶ φορά, ὥστε οἱ ἄρχοντες τῶν πολεμίων ἦσαν πολεμιώτεροι.
ρ 295 Ῥυμὸς τοῦ ἅρματος: τὸ ἐκτεταμένον ξύλον παρὰ τοὺς ἵππους ἕως τοῦ ζυγοῦ. καὶ στάθμιόν τι παρὰ Ῥοδίοις· καὶ τῆς Ἄρκτου οἱ κατὰ τὴν οὐρὰν γʹ ἀστέρες ὑπὸ Ἡρακλείτου.
ρ 296 Ῥυμοτομεῖται: εἰς ὀρθὸν διακόπτεται.
ρ 297 Ῥυμοτομίαις: εὐθύτησι.
ρ 298 Ῥυμουλκῶ: ῥῆμα. τὸ τὰς ναῦς ...
ρ 299 Ῥύομαι· αἰτιατικῇ.
ρ 300 Ῥυππαπαί: ἐπίφθεγμα ναυτικόν, παρακελευστικὸν κωπηλασίας. Ἀριστοφάνης· οὐκ ἠπίσταντ’ εἰ μὴ μάζαν καλέσαι καὶ ῥυππαπαί. ὅτι ὁ ῥυπαρὸς διὰ τὴν ἄσκησιν σύνεγγύς πως ἐστι τῷ γλοιῷ. καὶ ζήτει ἐν τῷ γλοιός.
ρ 301 Ῥυπαίνω: ἀντὶ τοῦ ὑβρίζω. Φερεκράτης.
ρ 302 Ῥυπόωντας. καὶ Ῥύπος.
ρ 303 Ῥύπτει· αἰτιατικῇ. ἀποκλύζει, σμήχει. καὶ Ῥύπτομαι, ἀντὶ τοῦ σμήχομαι. Ἀριστοφάνης· ἀλλ’ οὐδεπώποτ’, ἐξότου ’γὼ ῥύπτο‐ μαι, οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς, ὡς νῦν. ῥύπτομαι, ἀντὶ τοῦ σμήχομαι· τουτέστι ζῶ, μεταφορικῶς· τῷ γὰρ ζῶντι ἕπεται τὸ ῥύπτεσθαι, ὅ ἐστι σμήχεσθαι· ῥύματα γὰρ τὰ σμήγματα. ἢ οὕτως· ῥύπτεσθαι, τὸ σμᾶσθαι, παρεμπτώσει τοῦ τ, τὸ τὸν ῥύπον ἀφαιρεῖσθαι. ὁ δὲ ῥύπος κατ’ ἀφαίρεσιν τοῦ χ ῥύπος, ὁ τῷ χρωτὶ ὑπὼν σπίλος. ὑπὸ κονίας δὲ τὰς ὀφρῦς, παρ’ ὑπόνοιαν. δέον γὰρ εἰπεῖν ὑπὸ λύπης τὴν καρδίαν, ὑπὸ κονίας δὲ εἶπε· διότι οἱ κόνιν ὀσμώμενοι δάκνονται τὰς ὀφρῦς.
ρ 304 Ῥυσά: ἡ μάρανσις, ἡ γήρασις. λέγεται καὶ Ῥυσή.
ρ 305 Ῥυσαί: ῥυτίδας ἔχουσαι.
ρ 306 Ῥῦσαι: λυτρῶσαι.
ρ 307 Ῥυσήματα: τὰ ἐπὶ τῶν ὄψεων τῶν γεγηρακότων σπιλώματα.
ρ 308 Ῥύσια: ἐνέχυρα. καὶ Ῥυσιάζω. φασὶ δὲ τὸν νεανίσκον ἀνελεῖν καὶ τὴν πόλιν ῥυσιάζειν. ἀντὶ τοῦ ἐνέχυρα λαμβάνειν. Ἰώσηπος· πρῶτον μὲν γὰρ ῥύσιον τῶν πολεμίων ἄγων καὶ πολὺ συγκροτήσας ἱππικὸν ἐπαφίησιν αὐτοὺς περὶ Διόσπολιν. ὅπως ἔχοι τὸ ξόανον ῥύσιον ἐν Ἰθάκῃ ὁ Ὀδυσσεύς. καὶ ἡ τραγῳδία· φόνου δὲ ῥύσιον τίσω τάλας.
ρ 309 Ῥύσιον: λυτήριον. Ῥυπητήριον, καθαρτήριον.
ρ 310 Ῥύσις ὕδατος: ῥεῦσις. ἐδεδίεσαν τὴν τοῦ ὕδατος σπάνιν, διὰ τὸ μηδαμῆ φαίνεσθαι ὕδατος ῥύσιν ἁπλῶς.
ρ 311 Ῥυσθήσομαι: λυτρωθήσομαι.
ρ 312 Ῥυσμός: κατὰ Ἀβδηριτικὴν διάλεκτον σημαίνει τὸ σχῆμα. καὶ ἑτέραις δὲ λέξεσιν οὐχ Ἑλληνικαῖς οἱ περὶ τὸν Ἀβδηρίτην Δημόκριτον χρῶνται· φασὶ γὰρ τροπὴν καὶ διαθηγήν. καὶ σημαίνει τούτοις ἡ μὲν τροπὴ τὴν θέσιν, ἡ δὲ διαθηγὴ τὴν τάξιν.
ρ 313 Ῥυστάζειν: ἕλκειν.
ρ 314 Ῥυτά: συνεσταλμένως. εἶδός ἐστι ποτηρίου. Δημοσθένης κατὰ Μειδίου. ἐκτεταμένως, παρ’ ἥβην λεγόμενα.
ρ 315 Ῥύτειρα: ἡ σῴζουσα.
ρ 316 Ῥυτῆρα: ἑλκτικόν· παρὰ τὸ ἐρύειν. καὶ φύλακα. καὶ πλείους ἵππους παραλαβὼν ἀπὸ ῥυτῆρος ἑλκομένους ἐπορεύετο. λέγεται καὶ Ῥύτωρ. Πανὶ ὡραίων ῥύτορι βουκολίων. καὶ αὖθις· τὶ εἶδος, ὠδίνων ῥύσια δεξαμένη.
ρ 317 Ῥυτῆρες: χαλινοί, ἡνίαι, ἱμάντες. ἐν Ἐπιγράμμασι· χρυσὸς ὅλους ῥυτῆρας, ὅλας κληΐδας ἐλέγχει.
ρ 318 Ῥυτίς: ἀσθένεια. γῆρας. ἐν Ἐπιγράμμασι· καὶ ῥυτιδόφλοιον σῦκον ἐπομφάλιον.
ρ 319 Ῥύτορα: φύλακα. ἐν Ἐπιγράμμασι· πορφύρεον χαίτας ῥύτορα κεκρύφαλον. καὶ αὖθις· Ἀρχαιάνασσαν ἔχω τὴν ἑταίρην, ἇς καὶ ἐπιρ‐ ρυτίδων ὁ γλυκὺς ἕζετ’ ἔρως.
ρ 320 Ῥυτός: ἑλκυστικός. καὶ Ῥυτῆρσι.
ρ 321 Ῥύτιον: ὄνομα πόλεως.
ρ 322 Ῥυφῶ· αἰτιατικῇ.
ρ 323 Ῥυχάχετον: θόρυβον, συρφετόν. Ἀριστοφάνης· τὸν τῶν Ἀθη‐ ναίων γε μὴν ῥυχάχετον, τίς ἂν πείσειε μὴ πλαδδιεῖν;
ρ 324 Ῥύψαι: σμῆξαι.

Also published as PDF.