---
title: "Lexicon, Letter Ρ"
title_greek: "Σοῦδα, Στοιχεῖον Ρ"
author: Suda
eul_wid: wus-aq
eul_aid: wus
canonical: "https://eulogikon.org/works/suda-rho-wus-aq"
period: Byzantine
domain: Grammar
format: Collection
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Lexicon, Letter Ρ

*Σοῦδα, Στοιχεῖον Ρ*

**Author:** Suda

**eul_wid:** `wus-aq` · [HTML page](https://eulogikon.org/works/suda-rho-wus-aq)

## Text

### ρ 1

Ῥά: ἀντὶ τοῦ δή. οὕτως Πλάτων.

### ρ 2

Ῥαβδίζω· αἰτιατικῇ. λύσις ὀνείρου· κλασθεῖσα ῥάβδος οὐ καλὸν φέρει πέρας.

### ρ 3

Ῥαβδοῦχοι: ἦσαν ἐπὶ τῆς θυμέλης ῥαβδοφόροι τινές, πρὸς εὐτα‐ ξίαν τῶν θεατῶν. ἢ ῥαβδοῦχοι, οἱ κριταὶ τοῦ ἀγῶνος, οὓς αἰσυμνήτας λέγουσιν. Ἀριστοφάνης· χρῆν μέντοι τύπτειν τε ῥαβδούχους, εἴ τις κωμῳδοποιητὴς αὐτὸν ἐπῄνει πρὸς τὸ θέατρον παραβάς. Πολύβιος· παρῆν ῥαβδοῦχος παρὰ τοῦ στρατηγοῦ, καλῶν τὸν βασιλέα.

### ρ 4

Ῥάβεννα: ὄνομα πόλεως.

### ρ 5

Ῥαββί: ὄνομα κύριον Ἑβραϊκόν. καὶ Ῥαβουνὶ ὁμοίως.

### ρ 6

Ῥαβώσας: ἐπικάμψας.

### ρ 7

Ῥαγδαῖος: ταχύς, ἢ σφοδρός.

### ρ 8

Ῥαγδαίους: κατὰ μεταφορὰν ἀπὸ τῶν ὄμβρων, τοὺς κεκινημένους, καὶ σφοδρούς, καὶ βιαίους. Ἀντιφάνης Ἀγροίκοις· ῥαγδαῖος, ἄμαχος, πρᾶγμα μεῖζον ἢ δοκεῖς. Δίφιλος Πολυπράγμονι· τί ποτ’ ἐστιν; ὡς ῥαγδαῖος ἐξελήλυθεν. ἔστι καὶ ἐν Πρυτάνεσι Τηλεκλείδου τὸ ὄνομα καὶ ἐν Δαιταλεῦσιν Ἀριστοφάνους.

### ρ 9

Ῥαγέντος: κοπέντος. ῥαγέντος δὲ τοῦ κάλου, ἔμεινε τὸ λείψανον ἐκεῖσε τὸ τῆς Δίρκης.

### ρ 10

Ῥαγολόγος: ὁ ἐχῖνος. ἐν Ἐπιγράμμασι· ῥαγολόγον, γλυκε‐ ρῶν σίντορα θειλοπέδων.

### ρ 11

Ῥαγῶσαι: τεμεῖν. καί, ῥαγήσεται πρώϊμον τὸ φῶς σου.

### ρ 12

Ῥαδαμάνθυος κρίσις: ἐπὶ τῶν ἐπὶ δικαιοσύνῃ μαρτυρουμένων.

### ρ 13

Ῥαδαμάνθυος ὅρκος: ὁ κατὰ χηνὸς ἢ κυνὸς ἢ πλατάνου ἢ κριοῦ ἤ τινος ἄλλου τοιούτου. οἷς ἦν μέγιστος ὅρκος ἅπαντι λόγῳ κύων, ἔπειτα χήν, θεοὺς δ’ ἐσίγων. Κρατῖνος Χείρωσι. τοιοῦτοι δὲ καὶ οἱ Σωκράτους ὅρκοι. σημεῖον τοῦτο περὶ ὅρκου, ὃ καὶ νῦν ἐπιχωριάζει· πολλοὶ γὰρ πρὸς λάχανα ὀμνύουσιν, εὐορκίαν ἐπιδεικνύ‐ μενοι.

### ρ 14

Ῥάδαμνος: βλαστὸς τρυφερός· ἢ κλάδος. Ῥάδαμνός ἐστιν ὁ τοῖς φύλλοις κομῶν ἀκρεμὼν τοῦ δένδρου, καὶ σκιὰν ἐκτελῶν. παρὰ τὸ ῥᾳδίως δαμάζεσθαι ὑπὸ καύσωνος ἤ τινος ἄλλου αἰτίου, ὡς ἁπαλὸς καὶ προέχων.

### ρ 15

Ῥᾳδιέστερον· Πολύβιος· ἀλλὰ πολὺ ῥᾳδιεστέραν καὶ συντομω‐ τέραν συνέβη γενέσθαι τὴν Ἀσδρούβου παρουσίαν ἐς Ἰταλίαν.

### ρ 16

Ῥαδινή: ἀσθενής, λεπτή. κεφαλὴ ἀνθρώπου καρτερὰ μὲν ἡ ἡλιουμένη, ῥαδινὴ δὲ ἡ ἐσκιατραφημένη. καὶ ἐν Ἐπιγράμμασι· ὦ ποδός, ὦ κνήμης, ὦ τοῦ ῥαδινοῖο τραχήλου. καὶ αὖθις· ἡ ῥαδινὴ Μελίτη ταναοῦ ἐπὶ γήραος οὐδῷ τὴν ἀπὸ τῆς ἥβης οὐκ ἀπέθηκε χάριν. καὶ αὖθις· οὐκέτι δὴ τανύφυλλον ὑπὸ πλάκα κλωνὸς ἑλιχθεὶς φθέγξομ’ ἀπὸ ῥαδινῶν φθόγγων ἱεὶς στομάτων.

### ρ 17

Ῥαδηνός: ἀπὸ τόπου τινός.

### ρ 18

Ῥᾴδιον: εὐχερές. καὶ Ῥᾳδίως, εὐχερῶς, ταχέως. οὐ γὰρ ῥᾳδίως τῇ γυναικὶ προσεῖχον.

### ρ 19

Ῥᾳδιουργεῖν: ἀπατᾶν.

### ρ 20

Ῥᾳδιουργός: πλαστογράφος· καὶ ὁ κακοῦργος ἁπλῶς. καὶ ῥᾳδιουργία, ἡ περὶ πᾶν ὀλιγωρία, καὶ εὐκαιρία, καὶ θρασύτης. Ξενο‐ φῶν δὲ καὶ ἐπὶ εὐκολίας ἐχρήσατο τῇ λέξει. Πολύβιος δέ φησι περὶ οἰκογενοῦς προδότου· τί δήποτ’ ἐστὶν ὅτι τοῖς αὐτοῖς καὶ διὰ τῶν αὐτῶν ἀπατώμενοι πάντες οὐ δυνάμεθα λῆξαι ἀνοίας; τοῦτο γὰρ τὸ γένος τῆς ῥᾳδιουργίας πολλάκις ὑπὸ πολλῶν ἤδη γέγονε. καὶ τὸ μὲν παρὰ τοῖς ἄλλοις διαχωρεῖν, ἴσως οὐ θαυμάσιον, τὸ δέ, παρ’ οἷς ἡ πηγὴ τῆς τοιαύτης ὑπάρχει κακοπραγμοσύνης, θαυμαστόν. καὶ αὖθις· οὐδὲν διαφέρει τὸ κατ’ ἰδίαν ἀδίκημα τῶν κοινῶν ἢ πλήθει καὶ μεγέθει τῶν συμβαινόντων. καὶ γὰρ κατ’ ἰδίαν τὸ τῶν ῥᾳδιουρ‐ γῶν καὶ κλεπτῶν φῦλον τούτῳ μάλιστα τῷ τρόπῳ σφάλλεται, τῷ μῆ ποιεῖν ἀλλήλοις τὰ δίκαια, καὶ συλλήβδην τὰς εἰς αὑτοὺς ἀθεσίας.

### ρ 21

Ῥαζεῖν καὶ Ῥυζεῖν: τὸ ὑλακτεῖν. Ἕρμιππος Εὐρώπῃ· ῥυζῶν ἅπαντας ἀπέδομαι τοὺς δακτύλους. ἀπὸ τούτου δ’ ἐπὶ τοὺς πικραι‐ νομένους καὶ σκαιολογοῦντας μετηνέχθη. Κρατῖνος Δηλιάσιν· ἵνα σιωπῇ τῆς τέχνης ῥαζῶσι τὸν λοιπὸν χρόνον. καὶ ἑξῆς· ἔρραζε πρὸς τὴν γῆν· ὁ δὲ σκαρίζει καὶ πέπαρδε.

### ρ 22

Ῥαθάμιγγες: ῥανίδες· ἢ ὁ ἀπὸ τῶν ἵππων κονιορτός· οἱ δὲ σταγόνας.

### ρ 23

Ῥᾳθυμεῖν: οὐχ ὡς ἡμεῖς φαμεν τὸ τοῖς ἀφροδισίοις σχολάζειν, ἀλλὰ ἁπλῶς τὸ ἀργεῖν καὶ τρυφᾶν· παρὰ τὸ τὰ ῥᾷστα τῷ θυμῷ διδόναι. Πολύβιος· πάντων εὐδαιμονιζόντων τὸν Πόπλιον καὶ παρα‐ καλούντων ἀναπαύεσθαι καὶ ῥᾳθυμεῖν, ἐπεὶ πέρας ἐπιτέθεικε τῷ πολέ‐ μῳ, μακαρίζειν αὐτοὺς ἔφη, ὅτι τοιαύτας ἔχουσι τὰς διαλήψεις.

### ρ 24

Ῥᾳθυμία: ἀμέλεια.

### ρ 25

Ῥαηθώ: ὄνομα τόπου, ἢ ὄρους. ἐν Σινᾷ καὶ Ῥαηθοῖ.

### ρ 26

Ῥαϊκός: ὁ ὁρμώμενος.

### ρ 27

Ῥαΐσας: ὑγιάνας. ῥᾷον ἔχων ἐκ τῆς νόσου. Ῥαΐζω γὰρ τὸ καταπαύω.

### ρ 28

Ῥακιοσυρραπτάδη: τὰ ῥάκη συλλέγων. ῥάκια γὰρ τὰ διερ‐ ρωγότα ἱμάτια.

### ρ 29

Ῥάκος: τὸ τριβώνιον. καὶ τὸ προσωπεῖον· ὅτι ῥάκεσι κατεκολ‐ λᾶτο. Ἀριστοφάνης· σὺ γὰρ τὸ ῥάκος ἐξεῦρες. καὶ ἡ δοτικὴ τῷ ῥάκει. καὶ τὸ πληθυντικὸν τὰ ῥάκη.

### ρ 30

Ῥακώκης: ὄνομα κύριον.

### ρ 31

Ῥάμνος: ἀκανθῶδες φυτὸν μέγιστον. πᾶσαν δὲ ἁμαρτίαν ἄκαν‐ θαν καλεῖ ἡ Γραφή.

### ρ 32

Ῥάμνος: ἐπὶ τῶν σοφῶν καὶ ἐλλογίμων. Ῥάμνος γὰρ δῆμος Ἀττικῆς, ἐν ᾗ καὶ Ἀντιφῶν ἤκμασε κατὰ ῥητορικήν· ὃν πολλοὶ μιμή‐ σασθαι. θέλοντες παροιμίαν ἔλιπον τῷ βίῳ, ὥστε τοὺς καλοὺς Ῥάμνους καλεῖν.

### ρ 33

Ῥαμνουσία Νέμεσις: αὕτη πρῶτον ἀφίδρυτο ἐν Ἀφροδίτης σχήματι· διὸ καὶ κλάδον εἶχε μηλέας. ἱδρύσατο δὲ αὐτὴν Ἐρεχθεύς, μητέρα ἑαυτοῦ οὖσαν, ὀνομαζομένην δὲ Νέμεσιν καὶ βασιλεύσασαν ἐν τῷ τόπῳ. τὸ δὲ ἄγαλμα Φειδίας ἐποίησεν· οὗ τὴν ἐπιγραφὴν ἐχαρί‐ σατο Ἀγορακρίτῳ τῷ Παρίῳ ἐρωμένῳ. ὃς καὶ Ὀλυμπίασι τῷ δακτύλῳ τοῦ Διὸς ἐπέγραψεν, Αὐτάρχης. καλὸς δ’ ἦν οὗτος Ἀργεῖος, ἐρώμενος αὐτοῦ. λέγεται δὲ καὶ παροιμία, Ῥαμνούσιος, ἐπὶ τῶν σοφῶν καὶ ἐλλογίμων.

### ρ 34

Ῥάμφος: ῥύγχος ὀρνίθων. πρόσωπον. Ῥάμφος ἐπὶ ὀρνέου, ῥύγχος ἐπὶ χοίρου.

### ρ 35

Ῥανίσι· ῥανίς, ῥανίδος.

### ρ 36

Ῥαντίζω· αἰτιατικῇ.

### ρ 37

Ῥαντόν: ποικίλον.

### ρ 38

Ῥάξ, ῥαγός: ἐπὶ σταφυλῆς. Ῥὼξ δέ, ῥωγός, ἐπὶ φαλαγγίου. καὶ Ῥαγολόγος, ὁ ἐχῖνος.

### ρ 39

Ῥάξαι: ἀντὶ τοῦ καταβαλεῖν. οὕτως Ἀπολλόδωρος.

### ρ 40

Ῥᾷον: εὐχερές, εὔκολον. καὶ παροιμία· Ῥᾷον ἢ τὸ Ὄρειον ὑπερέβησαν οἱ Βοιωτοί. ἐπὶ τῶν τοὺς ὅρους καὶ τὸ μέτρον ὑπερβαινόντων· Ὄρειον γάρ ἐστιν ὄρος, τὸ πρὸς ὃ οἱ ὅροι τῶν Βοιωτῶν ὡρίζοντο.

### ρ 41

Ῥᾴονος.

### ρ 42

Ῥᾳόνως: εὐκόλως. καὶ Ῥᾴως, ὁμοίως.

### ρ 43

Ῥᾷόν τις τοὺς ὀδόντας ἠρίθμησεν ἢ τοὺς δακτύλους: ἐπὶ γερόντων.

### ρ 44

Ῥᾴων: εὐθυμότερος, καὶ ἀπήμων.

### ρ 45

Ῥαπίσαι: πατάξαι τὴν γνάθον ἁπλῇ τῇ χειρί. ὃ λέγουσι καὶ ἐπὶ κόρρης.

### ρ 46

Ῥαπίς: ῥάβδος.

### ρ 47

Ῥάπτω· αἰτιατικῇ.

### ρ 48

Ῥάριον: τὸ βρέφος.

### ρ 49

Ῥάρον: ἰσχυρόν.

### ρ 50

Ῥαριάς: ἡ Δημήτηρ· Ῥάρος γὰρ ἔσχεν υἱὸν Κελεόν, Κελεὸς δὲ Τριπτόλεμον. ὁ δὲ Ῥάρος πλανωμένην τὴν Δήμητραν καὶ ζητοῦσαν τὴν Κόρην ὑπεδέξατο εἰς τὸν οἶκον. ὑπὲρ τῆς τοιαύτης οὖν χάριτος ἡ Δημήτηρ τὸν ἀπόγονον Ῥάρου Τριπτόλεμον ἐδίδαξε τὴν τοῦ σίτου γεωργίαν, παρέσχε δὲ αὐτῷ καὶ ἅρμα πτηνῶν δρακόντων, εἰς ὃ ἐπ‐ οχούμενος ὁ Τριπτόλεμος περιῄει πᾶσαν τὴν γῆν, διδάσκων τὴν τοῦ σίτου γεωργίαν.

### ρ 51

Ῥάρος: ἡ γαστήρ. καὶ Ῥάριον, τὸ βρέφος.

### ρ 52

Ῥᾷστα: ῥᾳδίως, εὐχερῶς. Πολυνείκην ἐᾶν ἄταφον, ὅτι ῥᾷστος ὢν ἐπὶ τὴν πατρίδα ἐστράτευσε.

### ρ 53

Ῥᾳστώνευσις. ὁ δὲ τὴν κατασκευὴν τοῦ νεὼ πρεσβυτέραν τῆς ἑαυτοῦ ῥᾳστωνεύσεως ποιησάμενος στέφανον ἐψηφίσατο ἡ βουλὴ δάφνης αὐτῷ.

### ρ 54

Ῥᾳστώνη: ἀνάπαυσις, τέρψις, τρυφή, εὐκολία, ῥᾳθυμία, ἡδυπά‐ θεια, χαυνότης, ἀργία. εἴρηται καὶ ῥᾳστωνεύειν ἐν τῷ ληʹ Δίωνος Ῥωμαϊκῶν. ῥᾳστώνῃ συζῶντας καὶ ἀνειμένον βίον ἀσπαζομένους.

### ρ 55

Ῥαφανίς· ῥαφανῖδα φασὶν Ἀττικοί, ἣν ἡμεῖς ῥέφανόν φαμεν· πάλιν δὲ ῥάφανον, ἣν ἡμεῖς κράμβην. εἴρηται δὲ ῥαφανὶς παρὰ τὸ ῥᾳδίως φαίνεσθαι· λόγος γάρ, ὡς σπειρόμεναι θᾶττον ἀνίασι. καὶ Ῥαφανι‐ δωθῆναι καὶ τέφρᾳ τιλθῆναι, παρὰ Ἀριστοφάνει. ἐπὶ τῶν ἀσελγῶν. οὕτω γὰρ τοὺς ἁλόντας μοιχοὺς ᾐκίζοντο· ῥαφανῖδας λαμ‐ βάνοντες καθίεσαν εἰς τοὺς πρωκτοὺς τούτων καὶ παρατίλλοντες αὐτοὺς θερμὴν τέφραν ἐπέπαττον, βασάνους ἱκανὰς ἐργαζόμενοι. καὶ αὖθις· οὐδ’ ἂν ἑλέσθαι δειπνοῦντ’ ἐξῆν κεφάλαιον τῆς ῥαφανῖδος, οὐδ’ ἄνηθον τῶν πρεσβυτέρων οὐδὲ σέλινον ἁρπάζειν, οὐδ’ ὀψοφα‐ γεῖν, οὐδὲ κιχλίζειν, οὐδ’ ἴσχειν τὼ πόδ’ ἐναλλάξ. κεφάλαιον δὲ ῥαφανῖδος τὴν κεφαλήν φησι τὸ πρὸς τὰ φύλλα καυλῶδες. οὐκ ἔτεμνον δὲ κατὰ μῆκος ὡς νῦν, ἀλλὰ κατὰ κύκλον τὴν ῥαφανῖδα. κιχλίζειν δὲ τὸ κίχλας ἐσθίειν, οἱ δὲ τὸ ἀτάκτως γελᾶν.

### ρ 56

Ῥάφεια: ὄνομα πόλεως.

### ρ 57

Ῥαφίς: εἶδος ἰχθύος.

### ρ 58

Ῥαχθέντος: ῥαγέντος.

### ρ 59

Ῥαχίαν: οἱ Ἀττικοὶ τὴν ἀκτήν, καὶ τὸν τόπον αὐτόν, ᾧ προσ‐ αράττει τὸ κῦμα. καὶ Θουκυδίδης οὕτως. οἱ δὲ Ἴωνες τὴν ἄμπωτιν καὶ τὴν ἀναχώρησιν τῆς θαλάττης.

### ρ 60

Ῥαχίας λαλίστερος: ἐπὶ τῶν ἀδολέσχων. παρ’ ὅσον τῇ ῥαχίᾳ συνεχῶς ἐπιβάλλονται τὰ κύματα καὶ ψόφον ἀποτελεῖ.

### ρ 61

Ῥαχίζειν: τὸ διαιρεῖν τὰ νῶτα καὶ μέρη τῆς ῥάχεως, ἤτοι δια‐ κόπτειν· ὥς φησιν Εὐριπίδης.

### ρ 62

Ῥαχίζειν: τὸ ἀλαζονεύεσθαι. καὶ ῥαχιστής, ὁ ἀλαζών. Θεό‐ πομπος Παμφίλῃ· τούτων ἁπάντων ὁ ῥαχιστὴς Δημοφῶν.

### ρ 63

Ῥαχίζων: σφάζων, διακόπτων. Σοφοκλῆς· κύκλῳ ῥαχίζων. ἀντὶ τοῦ κατὰ τόπον τῆς ἐπαύλεως σφάζων. διὰ τὸ τὴν πρώτην καὶ μεγάλην διακοπὴν κατὰ τὴν ῥάχιν γίνεσθαι. ἐκ μεταφορᾶς δὲ καὶ τοὺς μεγάλα κατορθοῦντας ῥαχιστάς φαμεν.

### ρ 64

Ῥαχίης: φραγμοῦ· ἢ δέσμαι τῶν φραγμάτων. Ἡρόδοτος.

### ρ 65

Ῥάχιν: ὀσφῦν, ἢ τὸ νωτιαῖον μέρος, ὁ κανθὸς τοῦ νώτου. εὐθεῖα ῥάχις, ῥάχεως, ῥάχει.

### ρ 66

Ῥάψαι: συνθεῖναι.

### ρ 67

Ῥαψῴδημα: ψεῦσμα.

### ρ 68

Ῥαψῳδεῖν: ᾄδειν. Ἀριστοφάνης· ῥαψῳδεῖν ἔσται τοῖς παιδα‐ ρίοις τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ· κεἴ τις δειλὸς γεγένηται, ἵνα μὴ δειπνῶς’ αἰσχυνόμενοι.

### ρ 69

Ῥαψῳδία: φλυαρία, λόγων συναφή, ἀδολεσχία.

### ρ 70

Ῥαψῳδός· ἡ Σφὶγξ ἡ ῥάπτουσα τὰς ᾠδάς. τὸ δὲ ὄνομα τοῦ ῥαψῳδοῦ καθ’ Ὅμηρον, ἢ μεθ’ Ὅμηρον ἦν ἄν. Σοφοκλῆς· πῶς οὐχ, ὅθ’ ἡ ῥαψῳδὸς ἐνθάδ’ ἦν κύων, ἠύδας τι τοῖσδ’ ἀστοῖσιν ἐκλυ‐ τήριον; περὶ τῆς Σφιγγός φησι.

### ρ 71

Ῥαψῳδοί: οἱ τὰ Ὁμήρου ἔπη ἐν τοῖς θεάτροις ἀπαγγέλλοντες· οἳ ἐκλήθησαν οὕτως, ἐπεὶ ῥάβδους ἔχοντες ἀπήγγελλον. ῥαψῳδῆσαι δέ ἐστι τὸ φλυαρῆσαι· ἢ τὸ ἁπλῶς λαβεῖν καὶ ἀπαγγεῖλαι, χωρὶς ἔργου τινός.

### ρ 72

Ῥαιβός: διεστραμμένος. καὶ Ῥαιβόκρανος κορύνη. ἐν Ἐπιγράμμασι· καὶ τὰν ῥαιβόκρανον ἐϋστόρθυγγα κορύναν. καὶ Ῥαι‐ βοσκελής, ὁ πάγουρος. διαφέρει βλαισὸς καὶ ῥαιβός· ὁ μὲν ἀπὸ τῶν γονάτων διεστραμμένος τοὺς πόδας, ὁ δὲ αὐτὰς τὰς κνήμας.

### ρ 73

Ῥαιδεστός: πόλις.

### ρ 74

Ῥαίδιον: τὸ φορεῖον, ἢ τὸ ἅρμα.

### ρ 75

Ῥαικάνη: ἡ μάστιξ.

### ρ 76

Ῥαῖκος: ὁ Ῥωμαῖος. Ῥέκος δὲ διὰ τοῦ ε ψιλοῦ σημαίνει τὴν ζώνην.

### ρ 77

Ῥαίκτωρος: εἶδος ἀξιώματος.

### ρ 78

Ῥαίνω, ῥανῶ· αἰτιατικῇ.

### ρ 79

Ῥαίω: φθείρω.

### ρ 80

Ῥαίωνος: ὄνομα κύριον.

### ρ 81

Ῥαιστήρ: ἡ σφύρα. παρὰ τὸ ῥῶ, τὸ φθείρω. ἡ φθείρουσα τὰ ἐντιθέμενα. ἐν Ἐπιγράμμασιν· ἐκ πυρὸς ὁ ῥαιστὴρ καὶ ὁ καρκίνος ἥ τε πυράγρη ἄγκεινθ’ Ἡφαίστῳ. καὶ αὖθις· οὐδ’ εἴ με χρύσειον ἀπὸ ῥαιστῆρος Ὅμηρον στήσητε φλογέαις ἐν Διὸς ἀστεροπαῖς.

### ρ 82

Ῥαιφερενδάριος: ἀξίωμα. Ῥωμαϊκόν. ἤγουν ὁ ἀναφορεύς.

### ρ 83

Ῥέα: ὄνομα θεᾶς.

### ρ 84

Ῥεβέκα. ὄνομα κύριον. ἡ μήτηρ τοῦ Ἰακώβ.

### ρ 85

Ῥεγεωνάρχαι· ζήτει ἐν τῷ Αὐγουστεῖον.

### ρ 86

Ῥεγεῶνος.

### ρ 87

Ῥέγκουσι: τοῦτο ποιοῦσιν οἱ βαθέως καθεύδοντες· οἱ δὲ μηδὲν φροντίζοντες κοιμῶνται.

### ρ 88

Ῥεδίων: ἁρμάτων.

### ρ 89

Ῥέεθρον: ῥεῖθρον.

### ρ 90

Ῥέζεσκον: ἔπραττον.

### ρ 91

Ῥέζει: θυσιάζει, ποιεῖ, ἱερατεύει, παρασκευάζει.

### ρ 92

Ῥέθος: πρόσωπον, ἐρύθημα, μέλος, σπλάγχνον. ἐνθάδε τῆς τρυφερᾶς μαλακὸν ῥέθος, ἐνθάδε κεῖται τρυγόνιον. Ὅμηρος· ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη ἄϊδόσδε βεβήκει. καὶ Ῥεθομαλίδαι, οἱ τρυφεροὶ τὴν σάρκα. λέγεται γὰρ καὶ ὅλον τὸ σῶμα ῥέθος. καὶ κλίνεται ῥέθους, πληθυντικὸν τὰ ῥέθη.

### ρ 93

Ῥέκαυγον: παρὰ Ῥωμαίοις ἀποχῆς εἶδος.

### ρ 94

Ῥέκος: ζῶμα, ζώνη.

### ρ 95

Ῥέκτῃ ἀνδρί: τῷ πράκτῃ.

### ρ 96

Ῥελατορία: ἀναφορά.

### ρ 97

Ῥεμβώδους: ἠμελημένης. τῆς δὲ πολιορκίας ῥεμβώδους γενο‐ μένης, ὁ μὲν Σκόπας ἠδόξει καὶ διεβέβλητο νεανικῶς. καὶ αὖθις· εὑρὼν δὲ αὐτοὺς διαρεμβομένους κατὰ τὸ τέμενος ἀόπλους, τούτους ἀπέκτεινε.

### ρ 98

Ῥέμει: πειρᾷ, ὀδυνᾷ, σήπει.

### ρ 99

Ῥέμος: ὄνομα κύριον.

### ρ 100

Ῥέμφις: ὄνομα κύριον.

### ρ 101

Ῥέξαι: ποιῆσαι, πρᾶξαι· Ἀθηναῖοι δὲ θῦσαι· παρὰ Ἐπιχάρμῳ τὸ βλάψαι.

### ρ 102

Ῥέπει: κλίνει.

### ρ 103

Ῥερυθμῶσθαι: ἐσχηματίσθαι, συγκεκρίσθαι.

### ρ 104

Ῥερυπωμένα (ποιητικῶς) κεῖται.

### ρ 105

Ῥεῦμον: βρέφος νεογνόν.

### ρ 106

Ῥευξωρία: παρὰ Ῥωμαίοις ἡ μετὰ γυναικὸς καὶ ἀνδρὸς ἀλ‐ ληλοκληρονομία.

### ρ 107

Ῥεχθὲν δέ τε νήπιος ἔγνω: εἴρηται παρ’ Ὁμήρῳ, ὅτι ὁ μωρὸς μετὰ τὸ γενέσθαι τὸ πρᾶγμα ἐπιγινώσκει.

### ρ 108

Ῥεῖ: ῥέει.

### ρ 109

Ῥεῖα: ῥᾳδίως, εὐκόλως, εὐμαρῶς, ἰσχυρῶς. Ὅμηρος· ῥεῖ’ ἔγνων ἀπιόντος. καὶ Ῥεῖον, εὐχερές, εὔκολον.

### ρ 110

Ῥεῖα ζώοντες: ἀπόνως, καὶ ἀμόχθως.

### ρ 111

Ῥειαμενῇ: ἐν καθύδρῳ τόπῳ.

### ρ 112

Ῥεῖθρον: τὸ κῦμα.

### ρ 113

Ῥειώνην: τὴν Ἥραν.

### ρ 114

Ῥείτης: ὁ ῥέων.

### ρ 115

Ῥειτός: ὄνομα τόπου καὶ ἔθνους.

### ρ 116

Ῥήβας: ὄνομα ποταμοῦ.

### ρ 117

Ῥηγεῖς: οἱ βαφεῖς. καὶ Ῥῆγος, τὸ βαπτὸν ἱμάτιον.

### ρ 118

Ῥηγίλαος: ὄνομα κύριον.

### ρ 119

Ῥηγῖνος, γραμματικός. ἔγραψε τὸν λεγόμενον Πολυμνήμονα.

### ρ 120

Ῥηγῖνος: ὁ ἀπὸ τοῦ Ῥηγίου.

### ρ 121

Ῥηγίνους: τοὺς δειλούς· Ξέναρχος γάρ, ὁ Σώφρονος τοῦ μηνογράφου υἱός, ἐκωμῴδει τοὺς Ῥηγίνους ὡς δειλούς, ὑπὸ Διονυσίου τοῦ τυράννου πεισθείς. καὶ παροιμία· Ῥηγίνου δειλότερος, ἐπὶ τῶν καθ’ ὑπερβολὴν δειλῶν. καὶ Δειλότερος τοῦ παρα‐ κύπτοντος.

### ρ 122

Ῥήγιον: τόπος.

### ρ 123

Ῥηγμῖνι: αἰγιαλῷ.

### ρ 124

Ῥήγνυται: διαιρεῖται, καὶ διακόπτεται. καὶ Ῥήγνυσιν, ἀντὶ τοῦ προΐησιν, ἐκπέμπει. Αἰλιανός· καὶ ῥήγνυσι φωνὴν ἱκέτιν ἐξ αὐτῆς ἐκβιασθεὶς τῆς ὀδύνης. καὶ Ῥηγνύμενον, διαρρησσόμενον. καὶ Ῥήγνυσκε, διέρρησσε.

### ρ 125

Ῥῆγος: τὸ βεβαμμένον ἱμάτιον.

### ρ 126

Ῥήγουλος: ὄνομα κύριον. ὅτι οἱ Καρχηδόνιοι τοῖς πολλοῖς ἀτυχήμασι δουλωθέντες τὸ φρόνημα, Ῥήγουλον τὸν στρατηγὸν Ῥω‐ μαίων, ὃν μικρῷ πρόσθεν ὑπὸ χεῖρα πεσόντα σφίσι πικρῶς τε καὶ βαρβαρικῶς ἐκόλαζον, τότε τῶν δεσμῶν ἀνέντες τά τε ἄλλα θερα‐ πεύσαντες, πρὸς τοὺς οἰκείους ἐξέπεμπον, εὕρασθαί τινα μετρίαν τοῦ πολέμου κατάθεσιν καὶ τῶν αἰχμαλώτων ἀντίδοσιν τῇ συντάξει τοῦ ἀνδρὸς οἰόμενοι. ὁ δὲ πρὸς τὴν Ῥώμην ἅμα πρεσβείαις Καρχηδονίων ἀφικόμενος ἔς τε τὸ συνέδριον παρελθὼν τὰς μὲν συνήθεις τοῖς ὑπατι‐ κοῖς τιμὰς διωθήσατο· οὐ μετεῖναι τῆς πολιτείας αὑτῷ λέγων, ἀφ’ οὗπερ ἡ τύχη δεσπότας αὐτῷ Καρχηδονίους ἐπέστησε. παρῄνει γε μὴν τοῖς ἐν τέλει τῆς βουλῆς ἀπείπασθαι παντελῶς τὰς διαλλαγὰς καὶ μὴ ἀνεῖναι τοὺς ἐναντίους ἐς τὸ ἀνέλπιστον ἤδη ἀφιγμένους. οὐ γὰρ εἶναί πως ἄξιον, ἀνδρὸς ἑνὸς μόνου καὶ ἤδη γηραιοῦ ὀλίγων τε ἄλλων τῶν ὑπολελειμμένων ἐς τὴν Καρχηδονίων, πολλὰς χιλιάδας ἀλλαξαμένους αὐξῆσαι τὴν τῶν ἐναντίων δύναμιν. ἐφ’ οἷς ἀγασθέντες αὐτὸν οἱ Ῥωμαῖοι τὴν μὲν πρεσβείαν ἄπρακτον τῶν Καρχηδονίων ἀποπέμπουσιν· αὐτὸν δὲ πρὸς βίαν ἀφαιρεῖσθαι τῶν ἀγόντων ἐπεχείρουν. ὁ δὲ οὐ μενετέον αὑτῷ φήσας ἐν πόλει, ἐν ᾗ τῆς ἴσης οὐ μεθέξει κατὰ τοὺς πατρίους θεσμοὺς πολιτείας, πολέμου νόμῳ δουλεύειν ἑτέροις ἠναγκασμένος, εἵπετο τοῖς Καρχηδονίοις ἑκούσιος, τά τε δάκρυα τῶν οἰκείων καὶ τοὺς ὀλοφυρμοὺς ἀκλινῶς διωθησάμενος. ἐπανελθὼν δὴ οὖν πρὸς τὴν Καρχηδόνα παντὶ κολάσεων εἴδει καταναλίσκεται· πρὸς γὰρ δὴ τοῖς πολλοῖς αἰκισμοῖς, οἴκου, φασί, περιτεθέντος αὐτῷ στενοῦ καὶ ἰσομέτρου τῷ σώματι, αἰχμαῖς σιδηραῖς κατὰ τὸ ἐντὸς πεπυκνωμένου, διαφθαρῆναι αὐτόν, ἀπαγορεύοντα μὲν πρὸς τὴν ἀκλινῆ στάσιν, περιπίπτοντα δὲ ταῖς αἰχμαῖς, ἔν τε ταῖς ἐπὶ τῶν τοίχων ἀναπαύσεσι, καὶ ὅλως ἐν ταῖς ἐξαλλαγαῖς τοῦ σχήματος. καὶ ὁ μὲν οὕτως ἐπεπράγει.

### ρ 127

Ῥηΐδιον: εὔκολον. καὶ Ῥηϊδίως.

### ρ 128

Ῥηϊνός: ὁ ῥυπαρός.

### ρ 129

Ῥηΐστη: ἀρεστή.

### ρ 130

Ῥήλαιμος: ὄνομα τόπου.

### ρ 131

Ῥῆμα: ῥῆμα λέγεται ἡ ἁπλῶς ῥηματικὴ φωνή, οἷον τύπτω, γράφω, ἁπλῶς μόνον λεγόμενον· τὸ δὲ ἐκ τῆς ἁπλῶς ῥηματικῆς φωνῆς σημαινόμενον κατηγορία καλεῖται.

### ρ 132

Ῥήματα ἀντ’ ἀλφίτων: ἐπὶ τῶν μὴ ὧν τις δεῖται διδόντων, ἀλλὰ φωνὰς μόνας προϊεμένων.

### ρ 133

Ῥῆμος καὶ Ῥῶμος, ἀδελφοὶ Ῥωμαῖοι ἐκ πορνείας γενόμενοι καὶ ῥιφέντες καὶ παρὰ γυναικὸς ἀνατραφέντες. καὶ ζήτει ἐν τῷ Βρουμάλια.

### ρ 134

Ῥήναια: νῆσος πλησίον Δήλου. καὶ Ῥηνία.

### ρ 135

Ῥῆνες: πρόβατα. ἡ εὐθεῖα ὁ ῥήν.

### ρ 136

Ῥήξ, ῥηγός. ὁ τῶν Φράγκων ἀρχηγός.

### ρ 137

Ῥήξας: κόψας. ὁ δὲ ῥήξας τὰ κλήματα ἐβοήθει. καὶ Ῥῆξαι ὁμοίως.

### ρ 138

Ῥηξήνορες: ἀνδρεῖοι. τύμβος Ἀχιλλῆος ῥηξήνορος, ὅν ποτ’ Ἀχαιοὶ δώμησαν, Τρώων δεῖμα καὶ ἐσσομένων.

### ρ 139

Ῥηξίφλοια: ῥήξαντα τὸν φλοῦν. οἷον κάρυα.

### ρ 140

Ῥῆξον φωνήν: διάτορον εἰπέ. Ἀριστοφάνης· ἀλλ’ ὦ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώσας, ῥῆξον φωνήν τινα, ᾗ χαίρεις, καὶ τὴν σαυτοῦ φύσιν εἰπέ.

### ρ 141

Ῥησείδιον: λεξείδιον.

### ρ 142

Ῥήσεις: λόγοι.

### ρ 143

Ῥησίαρχος: ὃς ἐρέει τὰ θέσφατα. παρ’ Ἐπιχάρμῳ. τοῖς παρὰ τὴν ῥῆσιν εἴρηκεν· ἤ, ὡς Ἀσκληπιάδης ἐν ϛʹ Τραγῳδουμένων, ἄριστον αὐτὸν γεγονέναι ἀλήθειαν εἰπεῖν. ἐγένετο δὲ καὶ ἕτερος.

### ρ 144

Ῥησικοπεῖν: δημηγορεῖν.

### ρ 145

Ῥῆσις μακρά: διεξοδικὸς λόγος μακρός.

### ρ 146

Ῥῆσος: ὄνομα κύριον. στρατηγὸς τῶν Βυζαντίων, τὰς οἰκή‐ σεις ἔχων πρὸ τῆς πόλεως ἐν τόπῳ ἐπιλεγομένῳ Ῥησίῳ, ἔνθα νῦν ὁ οἶκος τοῦ μεγάλου μάρτυρος Θεοδώρου γνωρίζεται, ἦλθεν εἰς συμ‐ μαχίαν τῶν Τρώων καὶ καταλύσας ἐν τῷ πεδίῳ τῷ πρὸ τῆς πόλεως κειμένῳ ἀτυχῶς ἀπήλλαξε· διὰ νυκτὸς γὰρ Διομήδης καὶ Ὀδυσσεὺς τοῦτον κατασφάζουσι.

### ρ 147

Ῥήσσω· αἰτιατικῇ.

### ρ 148

Ῥητίνη.

### ρ 149

Ῥητόν: ὡρισμένον. φανερόν. Θουκυδίδης· ξυνέβησαν τοῖς Ἀθηναίοις ῥητοῦ μὲν ἕκαστον ἀργυρίου ἀπολυθῆναι, ὅπλα παραδόντας. καὶ αὖθις· ἐν οὐδενὶ χρόνῳ πώποτε ῥητόν τι χρυσίον ἐκομίσαντο ἐκ Ῥωμαίων οἱ καθ’ ἡμᾶς Σαρακηνοί.

### ρ 150

Ῥητορεύω· Ῥητορεία.

### ρ 151

Ῥητορικὴ γραφή: ἣν ἠγωνίζοντο οἱ ῥήτορες. οὐ γὰρ πάσας ἠγωνίζοντο τὰς δίκας τῶν παλαιῶν οἱ ῥήτορες, ἀλλ’ ἐνίας. ἄλλοι δὲ ῥητορικὴν γραφὴν εἶναι λέγουσι τὴν κατὰ ῥήτορας γινομένην, γρά‐ ψαντός τι ἢ εἰπόντος ἢ πράξαντος παράνομον· ὥσπερ λέγεται πρυ‐ τανικὴ γραφὴ ἡ κατὰ πρυτάνεως, καὶ ἐπιστατικὴ ἡ κατὰ ἐπιστάτου. Ῥητορικὴ δὲ ἐστὶν ἐπιστήμη δικαίων. ἴδιον δὲ ῥητορικῆς τόλμης τὸ μὴ ἀρνεῖσθαι μέν, πιθανὴν δὲ τῶν πραγμάτων ἐπεισφέρειν αἰτίαν. Δα‐ μάσκιός φησι περὶ Ἰσιδώρου· οὐδὲ τῇ ῥητορικῇ προσέσχε τὸν νοῦν, ὅ τι καὶ λόγου ἄξιον, τὸ σοβαρὸν αὐτῆς καὶ ἀλαζονικὸν εὐλαβηθεὶς καὶ μισήσας. Ῥητορικὴ γραφὴ ἔοικε καλεῖσθαι ἡ κατὰ ῥήτορος γράψαντος εἰπόντος ἢ πράξαντος παράνομον· ἴσως δὲ καὶ κατὰ τοῦτο ῥητορικαὶ γραφαί τινες καλοῦνται, ὅτι κατὰ διαφόρους νόμους αἱ τῶν ῥητόρων γραφαὶ εἰσάγονται. ὅτι διαφέρει ἡ διαλεκτικὴ τῆς ῥητορικῆς· καὶ ζήτει ἐν τῷ διεξοδικούς.

### ρ 152

Ῥήτωρ: τοπαλαιὸν ἐκαλεῖτο ὁ δήμῳ συμβουλεύων καὶ ὁ ἐν δήμῳ ἀγορεύων, εἴτε ἱκανὸς εἴη λέγειν εἴτε καὶ ἀδύνατος, εἴτε καὶ ἀπὸ τοῦ βελτίστου καὶ δικαιοτάτου συμβουλεύων εἴτ’ ἐπ’ οἰκείοις λήμμασι. καὶ ὁ Δημοσθένης τοῦτον καλεῖ ῥήτορα, ἐπειδὰν λέγῃ· ῥήτωρ, ἡγεμὼν καὶ στρατηγὸς ὑπὸ τούτῳ. καὶ ἑτέρωθι· ἐγὼ δ’, εἰ μὲν ὁ συμ‐ βουλεύων ὑμῖν ὅ τι ἂν συμφέρειν ἡγῆται, ῥήτωρ ἐστίν, οὔτ’ ἀρνοῦμαι οὔτε φύγοιμι ἂν τοὔνομα τοῦτο· εἰ δέ, οἵους ἐγὼ καὶ ὑμεῖς δὲ ὁρᾶτε, ἀπαιδεύτους καὶ ἀφ’ ὑμῶν πεπλουτηκότας, οὐκ ἂν εἴην οὗτος ἐγώ. καὶ πολλοῖς ψηφίσμασι παραγέγραπται ῥητορικὴ ἐκ βουλῆς, εἰ εἰσφέρει τις γνώμην, ἀλλὰ μὴ αὐτὸς ἰδίαν τύχην ἡγούμενος.

### ρ 153

Ῥήτωρ: συνήγορος, δικολόγος. καὶ ὁ τὴν ἰδίαν ἀποφαίνων γνώμην κριτὴς παρὰ Σοφοκλεῖ.

### ρ 154

Ῥῆτραι: συνθῆκαι, λόγοι, ὁμολογίαι. Ταραντῖνοι δὲ νόμους καὶ οἷον ψηφίσματα. παρὰ Λακεδαιμονίοις ῥήτρα Λυκούργου νόμος, ὡς ἐκ χρησμοῦ τιθέμενος. οἱ δὲ ῥήτρας ὁμολογίας, οἱ δὲ συγγράμματα. καὶ ῥητροφύλακας, τοὺς συγγραμματοφύλακας. οἱ δὲ στρατιῶται, δι’ οὓς προῄρητο ἡ ῥήτρα, ὅστις αὐτῶν τὰ νῶτα στρέψας ἐπὶ τὸ στρατόπεδον ἴοι, ὡς πολέμιος βαλλόμενος ὑπὸ τῶν φίλων ἀλγεινῶς ἀποθάνοι. ὁ δὲ χρησμὸς λέγει, ῥήτραν σαφοῦς τε καὶ ἐναργοῦς χρησμοῦ.

### ρ 155

Ῥηχιάδαι ἢ Ῥηχάδαι: οἱ τοὺς καταδίκους εἰς τὰς ῥαχίας βάλλοντες.

### ρ 156

Ῥῆχος: φραγμός. Ἡρόδοτος.

### ρ 157

Ῥία: ἀκρωτήρια ὄρους, ὄρθια, καὶ τὰ εἰς θάλασσαν ἐγκείμενα. παρὰ τὸ ῥαΐζειν, ὅ ἐστιν εἰς ὀξὺ λήγειν. καὶ Θουκυδίδης· οἱ μὲν μὴ ἐκπλεῖν ἔξω τῶν ῥίων ἐς τὴν εὐρυχωρίαν φοβούμενοι.

### ρ 158

Ῥιανός, ὁ καὶ Κρής, ὢν Βηναῖος (Βήνη δὲ πόλις Κρήτης)· τινὲς δὲ Κεραΐτην, ἄλλοι δὲ Ἰθώμης τῆς Μεσσήνης αὐτὸν ἱστόρησαν. οὗτος δὲ ἦν τῆς παλαίστρας πρότερον φύλαξ καὶ δοῦλος, ὕστερον δὲ παι‐ δευθεὶς ἐγένετο γραμματικός, σύγχρονος Ἐρατοσθένους. ἔγραψεν ἐμμέτρως ποιήματα, Ἡρακλειάδα ἐν βιβλίοις δʹ.

### ρ 159

Ῥιγεδανός: ὁ φρικώδης.

### ρ 160

Ῥιγηλή: ἡ ταχέως ῥιγῶσα. οὐ γὰρ ἔγωγε ὧδε ῥιγηλή.

### ρ 161

Ῥιγίον: νόσος. καὶ Ῥῖγος, ἡ νόσος, καὶ ὁ φόβος. καὶ Ῥιγῴης, εὐκτικόν. καὶ Ῥῖγος, ἡ ψύξις. καὶ ζήτει ἐν τῷ Ἀντίοχος αὐτόμολος Κίλιξ.

### ρ 162

Ῥιγοῖ: ψύχει, συνέχεται ἀπὸ κρύους. γʹ συζυγίας τῶν περι‐ σπωμένων. πάντως δέ μοι ῥιγῶν δοκεῖς. ἀντὶ τοῦ ῥιγοῦν, Δωρι‐ κῶς. Ἀριστοφάνης Ὄρνισι.

### ρ 163

Ῥίζα καὶ Ῥίζωμα.

### ρ 164

Ῥίζωνος.

### ρ 165

Ῥικνά: ἐρρυτιδωμένα, ἀσθενῆ, σεσυρμένα. πάσης δὲ ἐδωδῆς ἠπορημένοι ῥικνοὶ καὶ κατεσκελετευμένοι ἔκειντο.

### ρ 166

Ῥικνοῦσθαι: τὸ διέλκεσθαι, καὶ παντοδαπῶς διαστρέφεσθαι κατ’ εἶδος. λέγεται δὲ καὶ ῥικνοῦσθαι τὸ καμπύλον γίνεσθαι ἀσχημόνως καὶ κατὰ συνουσίαν καὶ ὄρχησιν κάμπτοντα τὴν ὀσφύν. Σοφοκλῆς Ἰχνευταῖς.

### ρ 167

Ῥίμφα: ῥᾳδίως, εὐχερῶς. ἦ γάρ ς’ ὑπνώοντα σίνις λαθρηδὸν ἐπελθὼν ἔκτεινε, λαιμῷ ῥίμφα καθεὶς ὄνυχα.

### ρ 168

Ῥίν, ῥινός. καὶ Ῥῖνες, οἱ μυκτῆρες· καὶ ἐξ αὐτοῦ Ῥινηλα‐ τούμενος, ἐλαυνόμενος. ἀπὸ μεταφορᾶς τῶν ἰχνευτῶν κυνῶν.

### ρ 169

Ῥίνη: τὸ χρυσοχοϊκὸν ἐργαλεῖον. ἐν Ἐπιγράμμασι· ῥίνην τε κνησίχρυσον, ὠκυδήκτορα. καὶ αὖθις· αἵ τε χαρακταὶ ῥῖναι. Ῥίνη δὲ ὄνομα ἰχθύος. καὶ Ῥίνημα.

### ρ 170

Ῥινηλατῶ.

### ρ 171

Ῥίνθων, Ταραντῖνος, κωμικός, ἀρχηγὸς τῆς καλουμένης ἱλαρο‐ τραγῳδίας, ὅ ἐστι φλυακογραφία. υἱὸς δὲ ἦν κεραμέως καὶ γέγονεν ἐπὶ τοῦ πρώτου Πτολεμαίου. δράματα δὲ αὐτοῦ κωμικὰ τραγικὰ ληʹ.

### ρ 172

Ῥινοκοπῶ· αἰτιατικῇ.

### ρ 173

Ῥινολαβίς: ἡ ῥινηλασία, ἡ ὄσφρησις. παρὰ Συνεσίῳ τιμωρία, ὄργανον, ᾧ τὴν ῥῖνα διέστρεφον.

### ρ 174

Ῥινόν: βύρσαν, δέρμα. ῥινοῦ χερμαστῆρος ἐΰστροφα κῶλα τιταίνων, Ἀλκιμένης, πτανῶν εἶργον ἄπωθε νέφος. καὶ Ῥινο‐ τόμος, ὁ τὰ δέρματα τέμνων· Ῥινὸς γὰρ τὸ δέρμα.

### ρ 175

Ῥινῶ, ῥινήσω. καὶ Ῥινώμενος, μυκτηριζόμενος.

### ρ 176

Ῥίνων: ὄνομα κύριον.

### ρ 177

Ῥίον: τὸ ἀκρωτήριον.

### ρ 178

Ῥιπάς καὶ Ῥιπή: ἀνέμου συστροφή. περὶ Ἀγαμέμνονός φησιν Ἠλέκτρα· ἀλλ’ οὐ μὲν δὴ λήξω θρήνων στυγερῶν τε γόων, ἔς τ’ ἂν λεύσσω παμφεγγεῖς ἀστέρων ῥιπάς· λεύσσω δὲ τόδ’ ἦμαρ, μὴ οὐ τεκνολέτειρ’ ὥς τις ἀηδὼν ἐπὶ κωκυτοῖς τῶνδε πατρῴων πρὸ θύρων ἠχὼ πᾶσι προφωνεῖν. ὁ δὲ νοῦς· ἀλλ’ οὐ λήξω θρήνων οὔτε ἡμέρας οὔτε νυκτός, ὀδυρομένη, ἕως ἂν νύκτα καὶ φῶς βλέπω, ὥστε μὴ ἀηδόνος τρόπῳ ἠχώ τινα προπέμπειν τῶν θρήνων πρὸ τῶν πατρῴων θυρῶν.

### ρ 179

Ῥίπαια ὄρη.

### ρ 180

Ῥιπῆς: ὁρμῆς, φορᾶς, βουλῆς. Ῥιπὶς δὲ πλέγμα παρ’ Ἡροδότῳ. ἐν Ἐπιγράμμασι· ῥιπίδα τὴν μαλακοῖσιν ἀεὶ πρηεῖαν ἀήταις.

### ρ 181

Ῥιπίζεται: ὀπτᾶται· τὸ γὰρ πῦρ οἱ ἄνθρωποι ταῖς ῥιπίσιν ἐρρίπιζον. Ἀριστοφάνης· τὰ τεμάχη ῥιπίζεται. καὶ Ἑκριπισθέν‐ τες, ἀντὶ τοῦ ἐξαφθέντες. οἱ δὲ συνενθουσιῶντες αὐτοῖς, τῇ παρα‐ φόρῳ τῇδε φιλοτιμίᾳ ἐκριπισθέντες, ἀπολώλασιν. οὕτω φησὶν Αἰλι‐ ανός. καὶ ἐν Ἐπιγράμμασι· πυριτρόφους τε ῥιπίδας, πυρηνέμους.

### ρ 182

Ῥιπίς, ῥιπίδος. καὶ Ῥιπίδιον.

### ρ 183

Ῥιπίζω· αἰτιατικῇ.

### ρ 184

Ῥιπός: φρυγάνου, ψιάθου. κέρδους δ’ ἕκητι κἂν ἐπὶ ῥιπὸς πλέοι. λέγοιτο δ’ ἂν ἐπὶ φιλοκερδεῖ. λέγεται δὲ καὶ ἄλλως· θεοῦ πλέων, ἢ μάλιστα· θεῷ πλέων, κἂν ἐπὶ ῥιπὸς πλέοι. καὶ ῥίπεσι, τοῖς τῆς ἰτέας κλάδοις.

### ρ 185

Ῥίπτω· αἰτιατικῇ.

### ρ 186

Ῥίς· ὅτι οὐκ ἔστιν ἡ ῥὶς τὸ αἰσθητήριον τῶν ὀσφραντῶν, ἀλλ’ ἡ μαστοειδὴς τοῦ ἐγκεφάλου ἀπόθεσις παρὰ Θεοφράστῳ. καὶ ζήτει ἐν τῷ δίοσμος. καὶ τὸ πληθυντικὸν ῥῖνας.

### ρ 187

Ῥισμός: ὄνομα κύριον.

### ρ 188

Ῥιψαδαγείρων.

### ρ 189

Ῥίψασπις: δειλός. καὶ Φέρασπις, ὁ πολεμικός.

### ρ 190

Ῥιψοκινδύνου: ἑκουσίως πρὸς κίνδυνον ἐρχομένου. ὁ δὲ ἔρρωτο βοηθεῖν τοῖς κινδυνεύουσι καὶ χρῄζουσι συμμαχίας ῥιψοκινδύνου τινός· ἑαυτοῦ γὰρ ἴδιον ἐνόμιζε τὸν τοιοῦτον καιρόν.

### ρ 191

Ῥοάς: ῥεύματα. καὶ Ῥοά, εἶδος δένδρου.

### ρ 192

Ῥοβοάμ: ὄνομα κύριον.

### ρ 193

Ῥόγα: ἡ τῶν βασιλέων εὐσέβεια καὶ φιλοτιμία.

### ρ 194

Ῥοδακινέα: τὸ δένδρον.

### ρ 195

Ῥοδανός: ποταμός.

### ρ 196

Ῥόδια: μύρα. καὶ Ῥόδος, ἡ νῆσος.

### ρ 197

Ῥόδιος: ὁ ἀπὸ τῆς Ῥόδου. καὶ Ῥόδιον, φυτόν· Ῥόδειος δὲ στέφανος.

### ρ 198

Ῥοδίων, Ῥοδίωνος: ὄνομα κύριον.

### ρ 199

Ῥοδίων χρησμός: Ῥόδιοι τῇ Λινδίᾳ Ἀθηνᾷ θύοντες καθε‐ κάστην ἡμέραν ἐνδιετέλουν τῷ ναῷ εὐωχούμενοι· οὐκ ἦν δὲ αὐτοῖς ἔθος ἀμίδα εἰσφέρειν. συγκαταινέσαντος δέ, πάλιν ἀνεπυνθάνοντο, χαλκῆν ἢ ὀστρακίνην; ὁ δὲ ὀργισθεὶς ἀπεφήνατο μηδετέραν. διὸ τὴν παροιμίαν τάσσεσθαι ἐπὶ τῶν περιεργότερον πυνθανομένων.

### ρ 200

Ῥοδογούνη: γυνὴ μὲν Ὑστάσπου, Ξέρξου δὲ καὶ Δαρείου μήτηρ.

### ρ 201

Ῥοδοδάκτυλος: ῥοδόχρους.

### ρ 202

Ῥοδοειδής: ὁ χαροποιός.

### ρ 203

Ῥόδον ἀνεμώνῃ συγκρίνεις: ἐπὶ τῶν ἀνόμοια συμβαλλόν‐ των. καὶ ἑτέρα παροιμία· Ῥόδα μ’ εἴρηκας, ἀντὶ τοῦ ἐμοὶ τὰ παρὰ σοῦ εἰρημένα ῥόδα ἐστίν. Ἀριστοφάνης. καὶ ἑτέρα παροιμία· Ῥόδον παρελθὼν μηκέτι ζήτει πάλιν, ἐπὶ τῶν κυδαινόντων τινάς.

### ρ 204

Ῥοδόπη: ὄνομα κύριον. καὶ ὄρος Θρᾴκης, ὅθεν ἔχει τὰ ῥεύματα Ἕβρος ὁ ποταμὸς Θρᾴκης.

### ρ 205

Ῥόδος: ἡ νῆσος· ἥτις καὶ Λίνδος καλεῖται. καὶ Κολοσσαεῖς οἱ οἰκήτορες, διὰ τὸν Κολοσσόν.

### ρ 206

Ῥοδοχάρης: ὄνομα κύριον. καὶ κλίνεται Ῥοδοχάρους.

### ρ 207

Ῥοδωνία: ἡ τῶν ῥόδων φυτεία, ὥσπερ ἰωνία ἡ τῶν ἴων.

### ρ 208

Ῥοδωνιά: ἔστι μὲν ὁ τῶν ῥόδων λειμών· ἄλλοι δὲ καὶ τὴν ῥοδοδάφνην οὕτω φασὶ καλεῖσθαι. ἕτεροι δὲ εἶδος ἀμπέλου φερούσης σταφυλὴν παραπλησίαν τῷ ῥόδῳ κατὰ τὸ χρῶμα.

### ρ 209

Ῥόδωνος: ὄνομα κύριον.

### ρ 210

Ῥοδῶπις: ὄνομα κύριον. καὶ Ῥοδώπειος τάφος. Ῥο‐ δώπη δὲ ὄνομα κύριον. καὶ Θρᾳκικὸν ὄρος. καὶ παροιμία· ἅπανθ’ ὅμοια, καὶ Ῥοδῶπις ἡ καλή. σημαίνει, ὅτι ταῖς τύχαις ὁμοίως ὑποπεπτώκασιν οἱ θνητοί.

### ρ 211

Ῥοδώπιδος ἀνάθημα: ὀβελίσκοι ἐν Δελφοῖς πολλοί. Ἀπελ‐ λᾶς δὲ ὁ Ποντικὸς οἴεται καὶ ἐν Αἰγύπτῳ πυραμίδα, Ἡροδότου ἐλέγ‐ χοντος τὴν δόξαν. ἦν δὲ Θρᾷσσα τὸ γένος, ἐδούλευσε δὲ σὺν Αἰσώπῳ Ἄδμονι Μιτυληναίῳ, ἐλυτρώσατο δὲ αὐτὴν Χάραξος, ὁ Σαπφοῦς ἀδελφός. ἡ δὲ Σαπφὼ Δωρίχαν αὐτὴν καλεῖ.

### ρ 212

Ῥόζειν. ῥέγχειν, ὑλακτεῖν. κυρίως μὲν ἐπὶ τῶν κυνῶν, μετα‐ φορικῶς δὲ καὶ ἐπὶ ἀνθρώπων.

### ρ 213

Ῥοή: φθορά, ῥεῦσις.

### ρ 214

Ῥοΐσκοι: κόμποι χρυσοΰφαντοι, ὅμοιοι ῥοιαῖς, εἰς κόσμον δὲ ὄντες τῆς τοῦ ἱερέως στολῆς.

### ρ 215

Ῥοθεῖ: ὁρμεῖ.

### ρ 216

Ῥοθιάζουσιν: ἀθρόως καὶ μετὰ κτύπου φωνῆς ὁρμῶσι καὶ ἐσθίουσιν. Ἀριστοφάνης· οἷον ῥοθιάζουσιν, ὦ πολυτίμηθ’ Ἡράκλεις, ὡς τραγασαῖα τὰ χοίρια. ἀπὸ τοῦ τρώγειν. ἢ ἀπὸ πόλεως. Ῥο‐ θιάζειν δὲ τὸ ἐρέσσειν εὐτόνως. Ἀριστοφάνης Βαβυλωνίοις, κατάγου ῥοθιάζων, φησί. καὶ πάλιν· ναῦς ὅταν ἐκ πιτύλων ῥοθιάζῃ σώφρονι κόσμῳ.

### ρ 217

Ῥόθιον: τὸ μετὰ ψόφου κῦμα· ἢ ῥεῦμα. παρὰ τὸ ταχέως ῥεῖν. σημαίνει καὶ τὴν εἰρεσίαν. καὶ ῥοθιάζειν, τὸ ἐρέσσειν εὐτό‐ νως. οἱ δὲ ἐς τὴν θάλασσαν ἐμπίπτοντες τοῦ ῥοθίου ἐνεφοροῦντο. καὶ αὖθις· αἴρεσθ’ αὐτῷ πολὺ τὸ ῥόθιον. Ὑπερίδης τῷ ῥοθίῳ ἐπ’ εἰρεσίας κέχρηται συντονωτάτης. φησὶν οὖν· τὸ μὲν οὖν τῶν ἐλαυνόν‐ των πλῆθος, καὶ τὸν τοῦ ῥοθίου ψόφον, καὶ τὸ μέγεθος τοῦ σκάφους ἐκπεπληγμένοι δεινῶς ἦσαν. κτύπος τε ῥοθίου καὶ χρεμετισμὸς ἵππων ἀλλήλοις ἀντεπατάγει· φησὶν Ἀρριανός· καὶ αὖθις ὁ αὐτός· στοῖχον ἕνα ὁπλιτῶν προβεβλημένων τὰς ἀσπίδας, πολλῷ τῷ ῥοθίῳ καὶ ἅμα ξυγκελευομένῳ παντοίῳ ἐν χρῷ τοῦ ἀεὶ ἐμπεποιημένου ζεύγματος παραπλέουσαι. καὶ αὖθις· τῆς εἰρεσίας τὸ ῥόθιον.

### ρ 218

Ῥόθιον: σὺν ὁρμῇ τινι καὶ ῥύμῃ. Ἰώσηπος· ῥόθιον ἐκ πλαγίου παρελαύνων ἵππον ἁρπάζει τινὰ φεύγοντα τῶν πολεμίων. καὶ αὖθις· ἐνσείει αὐτοῖς τὴν ἵππον ἀθρόαν, οἱ δὲ διεσοβήθησαν ὑπ’ αὐτῆς, οὐκ ἐνεγκόντες τὸ ῥόθιον. τουτέστι τὸ ὁρμητικὸν καὶ ὀξύρροπον μετὰ ἤχου. Ῥόθιον καλεῖται παρὰ τὸν ῥόθον τὸν ἐκ τῶν κωπῶν ἀκουόμενον, ὅταν σφοδρῶς ἐλαύνωσιν.

### ρ 219

Ῥοθοπυγίζων: λάθρα τύπτων κατὰ τῆς πυγῆς πλατείᾳ τῇ χειρὶ ἢ πλατεῖ τῷ ποδί, τῇ πυγῇ ῥόθον ποιῶν.

### ρ 220

Ῥόθῳ: ὁρμῇ.

### ρ 221

Ῥομβεῖν: σφενδονᾶν. καὶ Ῥόμβος, ἡ κίνησις. πλήξας ῥομβωτῷ δούρατος οὐριάχῳ.

### ρ 222

Ῥόμβον: κίνησιν, ἢ κύλινδρον. ἐν Ἐπιγράμμασι· θύννον εὐκλώστοιο λίνου βυσσώμασι ῥόμβον φράξαντες, γλαυκαῖς ἐν παρόδοις πελάγευς. καὶ Ῥομβώδης παράταξις λέγεται, καὶ τῆς νηὸς τὸ πολεμικὸν σιδήριον.

### ρ 223

Ῥόμβος. στρεπτὸν Βασσαρικοῦ ῥόμβον θιάσοιο μύωπα. κύ‐ λινδρον.

### ρ 224

Ῥομβοστωμυλήθρα· Εὐβουλίδης φησίν· οὑριστικὸς κερατίνας ἐρωτῶν καὶ ψευδαλαζόσιν λόγοις τοὺς ῥήτορας κυλίων ἀπῆλθ’, ἔχων Δημοσθένους τὴν ῥομβοστωμυλήθραν.

### ρ 225

Ῥομελίας: ὄνομα κύριον.

### ρ 226

Ῥομφαία: τὸ μακρὸν ἀκόντιον, ἢ μάχαιρα.

### ρ 227

Ῥοώδης: ῥεύματα ἔχων.

### ρ 228

Ῥόπαλα: τὰ ξύλα· παρὰ τὸ ῥαπίζειν, ἢ τῇ ῥοπῇ ἀλοιᾶν. τίς νοῦς; κόθορνος καὶ ῥόπαλον. τουτέστιν εἰς ταυτὸ ξυνῆλθον. ἐπὶ τῶν ἀσυμφώνων πραγμάτων. τοῦτο δέ φησιν Ἡρακλῆς πρὸς τὸν Διόνυσον· ὁ γὰρ κόθορνος γυναιξὶν ἁρμόζει.

### ρ 229

Ῥοπαλίζει: κινεῖ καὶ στρέφει ὡς ῥόπαλον. καὶ Ῥοπαλισ‐ μός, ἡ τάσις τοῦ αἰδοίου, ὁ τέτανος.

### ρ 230

Ῥοπή· ψυχῆς μὲν ἴδιον ὁρμή, σώματος δὲ ῥοπή. εἴη ἂν ὁρμὴ ῥοπῆς βελτίων, ἐπεὶ καὶ ψυχὴ σώματος. τὸ γὰρ βέλτιον καὶ χεῖρον συγκρινόμενα κατὰ τὰ ἴδια αὐτῶν ἔχει τὴν διαφορὰν καὶ κατὰ τοῦτο τὸ βέλτιον ὑπερέχει τοῦ χείρονος. οἷον, εἰ ζῷα ὁ θεὸς καὶ ὁ ἄνθρω‐ πος καὶ ὁ ἵππος, κατὰ μὲν τὸ γένος τὸ κοινὸν οὐδὲν ἀλλήλων διαφέρει. ἐπεὶ δὲ βελτίων μὲν ὁ θεὸς τοῦ ἀνθρώπου, ὁ δὲ ἄνθρωπος τοῦ ἵππου, λείπεται, τὴν διαφορὰν αὐτοῦ εἶναι κατὰ τὰ ἴδια. εἰ οὖν θεοῦ μὲν ἴδιον ἀθανασία, ἀνθρώπου δὲ τὸ ἐπιστήμης δεκτικόν, ἵππου δὲ τὸ χρεμετιστικόν, ἡ ἀθανασία βελτίων τοῦ ἐπιστήμης δεκτικοῦ, τὸ δὲ ἐπιστήμης δεκτικὸν τοῦ χρεμετιστικοῦ. οὕτως καὶ ἡ ῥοπὴ καὶ ἡ ὁρμή. δοκεῖ δὲ τὸ βέλτιον καὶ τὸ χεῖρον ἐν τοῖς ὁμογενέσιν εἶναι, ἐπειδὴ καὶ ἡ σύγκρισις ἐν τοῖς κοινωνίαν ἔχουσι πρὸς ἄλληλα. καὶ ὑπὸ μίαν ῥοπὴν ἥ τε διάνοια τοῦ στρατηγοῦ καὶ τὰ διατεταγμένα προηγόρευον ταῖς τάξεσι.

### ρ 231

Ῥοπή: κλίσις. ὁ δὲ νομίσας ἐπὶ ῥοπῆς κεῖσθαι τὴν τῆς πατρίδος ἡγεμονίαν ἐπετελέσατο πρᾶξιν μνήμης ἀξίαν.

### ρ 232

Ῥοπικὸν ὤνιον: ἐπὶ τῶν εὐτελῶν μέν, πολλοῖς δὲ πιπρασκο‐ μένων· ῥόπος γὰρ ὁ εὐτελὴς καὶ παντοδαπὸς φόρτος.

### ρ 233

Ῥόπτρον: ῥόπαλον, ἢ παγίς, ἢ τιμωρία. ἐν Ἐπιγράμμασι· θῆκα δέ σοι τάδε ῥόπτρα, ἀναρρίψασα δὲ κισσὸν χεῖρα περισφίγξω χρυσοδέτῳ σπατάλῃ.

### ρ 234

Ῥόπτρον· Λυσίας κατὰ Ἀνδοκίδου ἀσεβείας· ἔδησε τὸν ἵππον ἐκ τοῦ ῥόπτρου τοῦ ἱεροῦ. νῦν τὸν τῆς θύρας κρίκον λέγει.

### ρ 235

Ῥόχθαι. καὶ Ῥόχθεον, ἐστέναζον.

### ρ 236

Ῥόχθει: ἦχον ἀπετέλει.

### ρ 237

Ῥουβαΐουβος: παρὰ Ῥωμαίοις ὁ τοῦ βοηθοῦ βοηθός.

### ρ 238

Ῥουβείμ: ὄνομα κύριον.

### ρ 239

Ῥουτίλιος Ῥοῦφος· ἐπὶ Σκιπίωνος ἦν, ὃς αὐτῷ συνεστράτευε, συγγράψας τὰ τότε φθάσαντα γενέσθαι· ὃς τηνικαῦτα χιλίαρχος ἐγε‐ γόνει, ὥς φησιν Ἀππιανὸς ἐν τῇ Ῥωμαϊκῇ ἱστορίᾳ.

### ρ 240

Ῥουφῖνος· οὗτος ἐπὶ Θεοδοσίου ἦν, βαθυγνώμων ἄνθρωπος καὶ κρυψίνους. ἦσαν δὲ οὗτός τε καὶ Στελίχων ἐπίτροποι τῶν Θεο‐ δοσίου παίδων. ἄμφω τὰ πάντα συνήρπαζον, ἐν τῷ πλούτῳ τὸ κράτος τιθέμενοι, καὶ οὐδεὶς εἶχεν ἴδιον οὐδέν, εἰ μὴ τούτοις ἔδοξε. δίκαι τε ἅπασαι πρὸς τούτοις ἐδικάζοντο, καὶ πολὺς ἦν ὄχλος τῶν περιθεόν‐ των, εἴ που τινὶ χωρίον ὑπάρχοι παντομιγές τε καὶ εὔκαρπον· καὶ ὁ δεσπότης εὐθὺς συνήρπαστο, κατηγορίας πεπλασμένης εὐλόγου διά τινων ὑφειμένων ἐνηδρευμένης. καὶ ὁ ἀδικούμενος ἠδικεῖτο, τοῦ ἀδικοῦντος κρίνοντος. ἐς τοῦτο δὲ ὁ Ῥουφῖνος ἐχώρησεν ἀμετροκά‐ κου πλεονεξίας, ὥστε καὶ ἀνδράποδα δημόσια ἀπημπόλει, καὶ ὅσα δημόσια δικαστήρια Ῥουφίνῳ πάντες ἐδίκαζον. καὶ ὁ τῶν κολάκων περὶ αὐτὸν ὄχλος ἦν πολύς. οἱ δὲ κόλακες χθὲς μὲν καὶ πρώην δεδρακότες τοῦ καπηλείου καὶ τοῦ τὰ βάθρα καλλύνειν καὶ τοὔδαφος κορεῖν, ἄρτι δὲ χλαμύδας τάς τε εὐπαρύφους ἐνδεδυκότες καὶ περόναις χρυσαῖς διαπεπερονημένοι καὶ σφραγῖσι χρυσοδέτοις διεσφιγμένοι. τὰ δὲ πολλὰ κατὰ Ῥουφίνου εὕροις ἐν τῇ τοῦ Σαρδιανοῦ Εὐναπίου Χρονογραφίᾳ. ὅτι ἐπὶ Ἀρκαδίου καὶ Ὁνωρίου, τούτων ἄχρι ὀνο‐ μάτων ἐχόντων τὸ κράτος, ἡ πᾶσα ἀρχὴ καὶ δύναμις ἦν, κατὰ μὲν τὴν ἑῴαν παρὰ Ῥουφίνῳ, κατὰ δὲ τὴν ἑσπέραν ἐπὶ Στελίχωνος γνώμῃ. δίκαι τε πᾶσαι παρ’ αὐτοῖς κατ’ ἐξουσίαν ἐκρίνοντο, καὶ ἀπήει κεκρατηκὼς ὁ χρημάτων τὴν ψῆφον ὠνούμενος πολλῶν, οἰκειότητι τὴν τοῦ δικάζοντος ἐπισπώμενος εὔνοιαν. κτήματα δέ, ὅσα τοὺς κυρίους ἐν τοῖς ἁπάντων ἐποίει στόμασιν εὐδαίμονας ὀνομάζεσθαι, μετῄει πρὸς τούτους, τῶν μὲν δωρεαῖς θεραπευόντων καὶ τούτῳ τὸ συκοφαντεῖσθαι διαφευγόντων, ἑτέρων δὲ τὰ οἰκεῖα προϊεμένων ὑπὲρ τοῦ τυχεῖν ἀρχῆς ἢ ἄλλον τινα πρίασθαι τῶν πόλεων ὄλεθρον. παντὸς δὲ εἴδους πονηρίας ταῖς πόλεσιν ἐπιπολάζοντος, ὁ μὲν ἁπαν‐ ταχόθεν πλοῦτος ἐς τὴν Ῥουφίνου καὶ Στελίχωνος οἰκίαν ἐσέρρει, ἡ δὲ πενία κατὰ πάντα τόπον ἐπενέμετο τὰς τῶν πάλαι πλουτούντων οἰκίας. ᾐσθάνοντο δὲ τῶν γινομένων οἱ βασιλεῖς οὐδενός, ἀλλ’ ἔγρα‐ φον μόνον, ὅσα Ῥουφῖνος ἐπέταττε καὶ Στελίχων. ἐπεὶ δὲ ἄσπετος ἦν αὐτοῖς πλοῦτος συνειλεγμένος, ἤδη καὶ τὴν βασιλείαν ἑαυτῷ μνᾶσθαι ὁ Ῥουφῖνος ὠνειροπόλει.

### ρ 241

Ῥοῦφος, Ἐφέσιος, ἰατρός, γεγονὼς ἐπὶ Τραιανοῦ σὺν Κρίτωνι. φέρεται αὐτοῦ βιβλία πλεῖστα, ἐξ ὧν καὶ ταῦτα· Περὶ διαίτης εʹ, Περὶ διαίτης πλεόντων αʹ, Περὶ τραυματικῶν φαρμάκων αʹ, Περὶ τραυ‐ ματισμοῦ ἄρθρων αʹ, Περὶ σύκων αʹ, Περὶ τῆς ἀρχαίας ἰατρικῆς βιβλίον αʹ, Περὶ γάλακτος βιβλίον αʹ, Περὶ οἴνου βιβλίον αʹ, Περὶ μέλιτος.

### ρ 242

Ῥωγαλέον: διερρωγός, διεσχισμένον. καὶ Ῥωγάς, ἡ διερ‐ ρωγυῖα. ἐν τῇ δ’ ἔκειτο ῥωγὰς αἰπόλων πήρα, ἄρτων ἑώλων πᾶσα καὶ κρεῶν πλήρης. κανών· τὰ διὰ τοῦ αλεος ἀπὸ τριῶν παράγονται μερῶν· ἀπὸ ὀνόματος δεῖμα, δειμαλέος· ἀπὸ ῥήματος οἰδῶ, οἰδαλέος· ἀπὸ ἐπιρρήματος ῥιμφά, ῥιμφαλέος· καὶ παροξύνονται. σεσημείωται τὸ δαιδάλεος ὁ ποικίλος· καὶ κονισάλεος.

### ρ 243

Ῥωγμός: ῥῆξις γῆς.

### ρ 244

Ῥώθωνος.

### ρ 245

Ῥωμαλέος: ὁ ἰσχυρός. καὶ Ῥωμαλέως, ἰσχυρῶς. ἐπιρρη‐ ματικῶς.

### ρ 246

Ῥωμαίων ἀρχή· αὕτη τῆς Ἀσσυρίων καὶ Περσῶν καὶ Μακε‐ δόνων τῶν πρὶν μακρῷ ὑπερῆρεν, ὁρισαμένη πέρατα ἑαυτῆς πρὸς μὲν ἕω Ἰνδοὺς καὶ ἐρυθρὰν θάλατταν καὶ Νεῖλον καὶ καταρράκτας καὶ λίμνην Μαιῶτιν. ὅσα δὲ πρὸς δυσμάς, ὠκεανόν τε αὐτόν, ὃν δὴ μῦθον εἶναι τοῖς ἔργοις ἐδηλώθη, μηδὲ ἄλλως πρὸς ψυγαγωγίαν τοὔνομα αὐτοῦ παρὰ τοῖς ποιηταῖς ᾄδεσθαι· εἴγε καὶ ἡ Βρεττανῶν χώρα, ἣν περιρρέων νῆσον ἐργάζεται, νῦν εὑρεθεῖσα ἐν πέρασι τῆς Ῥωμαίων ἀρχῆς ἀριθμεῖται. λεγέτω μὲν οὖν, ὅτῳ δοκεῖ, ὡς ἀναμφίλογοι τῶνδε πρὸς τὰ παλαιὰ αἱ ὑπερβολαί, πλήθει τε χειρὸς τῶν ἐπελθόντων εἰκάζοντι καὶ τόλμαις ἑκατέρων καὶ στρατηγήσεσι καὶ μηχανήσεων ἐπινοίαις καὶ τῶν ἀντιπολεμησάντων ἀρετῇ. Δέξιππος. ὅτι τὴν Ῥωμαίων ἀρχὴν αἴτιον αὐξηθῆναι τὸ φιλόμαχον ἐθνῶν καὶ τὸ εὐσύν‐ τακτον τῆς δυνάμεως· πάντες γὰρ οἱ πρὸς ἑσπέραν θυμικώτεροι εἰσὶ τῶν ἐπὶ θάτερα κατοικούντων. περιττεύει δὲ Ῥωμαίοις τὸ τεταγμένον ἐν τῷ ἔργῳ τεχνικόν· ᾧ καὶ Γαλατῶν ἐκράτουν, καὶ ἐν τοῖς πρὸς τοὺς ὁμόρους πολέμοις τριβέντες καὶ περιόντες τῶν βαρβάρων τῇ συντάξει, τῶν Ἑλλήνων φύσει καὶ ἀνδρείᾳ.

### ρ 247

Ῥωμαίων πόλις· ὅτι ἡ Ῥωμαίων πόλις ἀπείρατος ὑπερορίων ἐκστρατειῶν τυγχάνουσα, ἐξέτασιν τοῦ πλήθους ποιησαμένη κατέμαθε τὸν ἀριθμὸν τῶν πολιτῶν οὐ πολὺ τριάκοντα μυριάδων ἀπολειπό‐ μενον, καὶ ταῦτα συνεχέσι τριβομένη πολέμοις, οὐδεπώποτε δὲ μακρᾶς καὶ βεβαίας εἰρήνης ἀπολελαυκυῖα.

### ρ 248

Ῥώμη: ἰσχύς. καὶ Ῥώμη, ἡ πόλις. ἥτις ἀπὸ τοῦ πρώτου συνοικισμοῦ διαγεγονότων ζʹ καὶ οʹ καὶ υʹ ἐτῶν, ἀπείρατοι ἦσαν ὑπερορίων πολέμων, τὸν δὲ πρὸς Καρχηδονίους ὅσον οὔπω παρέσεσθαι πόλεμον προσδεχόμενος ἐξέτασιν ἐποιεῖτο τοῦ πλήθους καὶ εὗρεν ἀριθμὸν τῶν πολιτῶν οὐ πολὺ ἀπολειπόμενον λʹ μυριάδων. ὅτι τὴν Ῥώμην ἐπιτομὴν τῆς οἰκουμένης εἶπεν Ἀθήναιος. καὶ ζήτει ἐν τῷ χιλίαρχος.

### ρ 249

Ῥώμης: ὄνομα κύριον.

### ρ 250

Ῥῶμος καὶ Ῥωμύλος: ὀνόματα κύρια.

### ρ 251

Ῥωμύλος, Τερτύλος, αἱμύλος, Αἰσχύλος, προπαροξυτόνως. καὶ ζήτει περὶ τούτων ἐν τῷ Βρουμάλια.

### ρ 252

Ῥωννύω: δύναμιν παρέχω.

### ρ 253

Ῥώξ: κόκκος. καὶ εἶδος πέτρας.

### ρ 254

Ῥώξ, ῥωγός: εἶδος φαλαγγίου.

### ρ 255

Ῥωξάνη: ὄνομα κύριον. καὶ ζήτει περὶ αὐτῆς ἐν τῷ Ἀλέξανδρος ὁ Μακεδών.

### ρ 256

Ῥώπαξ, ῥώπακος: τὰ ῥωπάκια παρ’ ἡμῖν.

### ρ 257

Ῥῶπες: δασεῖα ὕλη. ἢ κατάκομος καὶ σύμφυτος τόπος. καὶ Ῥωπεύειν, ξυλεύεσθαι. τοῦτό τοι ῥωπεύειν ὀλιγόξυλον.

### ρ 258

Ῥωπήϊα: τοὺς συνδένδρους τόπους.

### ρ 259

Ῥωπικά· ἁ μάτηρ ζωὸν τὸν Μίκυθον, οἷα πενιχρά, Βάκχῳ δωρεῖται, ῥωπικὰ γραψαμένα.

### ρ 260

Ῥωπικός· τὸν δὲ πρακτικὸν τρόπον ὑπέφαινε τέλειον. ἦν δὲ ψευδεπίγραφος καὶ ῥωπικός. ἀντὶ τοῦ κεχρωσμένος. καὶ Ῥωπι‐ κὸν ὤνιον, τὸ εὐτελὲς μέν, πολλοῦ δὲ πιπρασκόμενον. Ῥῶπος γὰρ ὁ εὐτελὴς καὶ παντοδαπὸς φόρτος.

### ρ 261

Ῥῶπος: μίγμα χρώματος, ὅσα βαφεῦσι, ζωγράφοις, μυρεψοῖς χρησιμεύει. ὅθεν ῥωποπώλης. τινὲς δὲ καὶ τὸν παντοδαπὸν φόρτον ῥῶπον εἰρήκασι.

### ρ 262

Ῥωσάκης: ὄνομα κύριον.

### ρ 263

Ῥώσαντες: δυναμώσαντες. οἱ δὲ βάρβαροι ῥώσαντες ἑαυτοὺς ἐπὶ τὸ στεγανώτερον, ὡς οὐκέτι Ῥωμαϊκοῖς καὶ διαπεπλασμένοις ὑπο‐ πεσούμενοι στρατηγήμασι.

### ρ 264

Ῥωσαφῶν: φρούριόν τι.

### ρ 265

Ῥῶσθαι: σπουδάζειν.

### ρ 266

Ῥωσθείς: δυναμωθείς.

### ρ 267

Ῥῶσις: ὑγεία.

### ρ 268

Ῥωστήριον: παρορμητήριον.

### ρ 269

Ῥωτακίζειν: τῷ ρ στοιχείῳ συνεχῶς χρῆσθαι.

### ρ 270

Ῥωχμός: ῥῆγμα γῆς. Προκόπιος· Ἀβίγας δὲ ὁ ποταμὸς ἐκ τοῦ Αὐρασίου κατιὼν ἐν τῷ πεδίῳ, ἐν ᾧ ἀπορρῶγες συχναὶ τυγχά‐ νουσιν οὖσαι, ἐς ἃς δὴ ὁ Ἀβίγας σχιζόμενος ὑπὸ γῆν φέρεται καὶ αὖθις ὑπὲρ γῆν φαίνεται. τοῦτο ἐπὶ πλεῖστον τοῦ πεδίου ξυμβαῖνον, ἐν ἐξουσίᾳ τοῖς ταύτῃ ᾠκημένοις τίθεται εἶναι, ἐπιβύσασι χώματι τοὺς ῥωχμοὺς ἢ αὖθις αὐτοὺς ἀποκαλύψασι, τοῖς ὕδασι τοῦ ποταμοῦ τοῦδε ὅ τι βούλοιντο χρῆσθαι.

### ρ 271

Ῥώψ: τὸ φυτόν· καὶ Ῥῶψα, βοτάνη ἁπαλή.

### ρ 272

Ῥοιά: τὸ ῥοΐδιον. λέγεται καὶ Ῥοά.

### ρ 273

Ῥοίακες. δίδωμι δὲ τῷ Καλλινίκου παιδίῳ ῥοιάκων ζεῦγος, ψιλοτάπιδα, ἀμφίταπον, περίστρωμα, προσκεφάλαια δύο τῶν καλλίστων.

### ρ 274

Ῥοιβδεῖν: ἀναρροφεῖν. λέγεται καὶ ῥοῖβδος παρὰ Ἀριστο‐ φάνει ἐν Νεφέλαις.

### ρ 275

Ῥοιζηδόν: σφοδρῶς, μετ’ ἤχου, ἀπειλητικῶς.

### ρ 276

Ῥοῖζος: ῥύμη, ἦχος. Ἰώσηπος· οὕτω δὲ ῥοίζῳ καὶ βίᾳ τοῖς Ῥωμαίοις ἐνέπεσον ὡς διαρρῆξαι τὰς τάξεις. καὶ Ῥοίζημα, ὁ ἦχος. καὶ Ῥοίζησεν, ἐφώνησεν, ἤχησεν.

### ρ 277

Ῥοιτειεύς: ἀπὸ τόπου. καὶ Ῥοίτειον, ἀκρωτήριον.

### ρ 278

Ῥοίτης: ὄνομα κύριον.

### ρ 279

Ῥυάδες ἄμπελοι: αἱ λεγόμεναι ψινάδες. ἤγουν αἱ ἐκρέουσαι, αἱ ἐξ‐ ασθενοῦσαι.

### ρ 280

Ῥύβδην: ὡς ἐπὶ ῥεύματος· σφοδρῶς, φοβερῶς. δαψιλῶς.

### ρ 281

Ῥύγχος· Ἀριστοφάνης· ἐλελεῦ, χώρει, καθὲς τὸ ῥύγχος· οὐ μένειν ἐχρῆν.

### ρ 282

Ῥύγχος: τὸ πρόσωπον. καὶ Κρατῖνος καὶ ἕτεροι. ἐπιρυγχίς· ζήτει ἐν τῷ γαμψώνυχος.

### ρ 283

Ῥύδην: σφοδρῶς, καὶ ἀθρόως. οὕτω Κρατῖνος. λέγεται καὶ Ῥυδόν. ῥυδὸν ἀφνύνονται. ἀντὶ τοῦ ῥύδην καὶ ῥευστικῶς πλου‐ τοῦσιν. ἢ κεχυμένως. ἀντὶ τοῦ πάνυ.

### ρ 284

Ῥύζος.

### ρ 285

Ῥυήτω: φθαρήτω.

### ρ 286

Ῥυηφενής: ὁ πλούσιος.

### ρ 287

Ῥυθμίζει· αἰτιατικῇ. διατυποῖ, κανονίζει, εὐθύνει. Δαμάσκιος· ἀλλ’ ὅσα ἔγραψε, τὸ μὲν ὑψηλόνουν τε καὶ τελεσιουργὸν εἶχον, τοῖς δὲ ἔπεσιν οὐ πάνυ ἦν συνηρμοσμένα· ἀλλὰ τούτων ὅσον ἄμετρον ἀπέβαινε, καὶ ἄλλως οὐ κατὰ τὸν πρεπώδη ῥυθμόν, ἐμοὶ ἐπανορ‐ θοῦσθαι ἐπέτρεπε.

### ρ 288

Ῥυθμός: τάξις ἔμμελος ἀκολούθου ἁρμονίας, μέλος εὔφωνον, σύγκρισις. πατὴρ μέτρου ῥυθμός· καὶ ὅτι ἀρχαία ἡ τῶν μέτρων καὶ ῥυθμῶν διδασκαλία. ὁ δὲ τὰς αὐλητρίδας κελεύει ῥυθμόν τινα βαρβαρικὸν ἐπαυλῆσαί οἱ. ὅτι διαφέρει ῥυθμὸς μέτρου, τῷ τὸν μὲν γενικώτερον εἶναι, τὸ δὲ μέτρον ὑπάρχειν εἶδος τοῦ ῥυθμοῦ· θεωρεῖται γὰρ ὁ ῥυθμὸς καὶ ἐπὶ τῶν κροτούντων ταῖς χερσὶ καὶ τοῖς ποσίν. ὅταν γὰρ ἡ ταχεῖα καὶ βραδεῖα τῶν ποδῶν ἄρσις καὶ θέσις λόγον ἔχωσι πρὸς ἄλληλα, ῥυθμὸς γίνεται, καὶ ἐντεῦθεν ἀπὸ μετα‐ φορᾶς τούτων ἡ τοιάδε τῶν συλλαβῶν συμπλοκή, ἣν παραλαμβάνομεν πρὸς τὴν τῶν μέτρων γένεσιν, πόδες ἐκλήθησαν. καὶ ἐπὶ αὐλῶν καὶ τῶν ἄλλων τῶν τοιούτων ὁ ῥυθμὸς λέγεται, συμμετρία ὢν τοῦ χρόνου ἐν ᾧ ἡ κίνησις γίνεται. καὶ γὰρ τῶν τρημάτων τῶν αὐλῶν τὰ μὲν ἐπὶ πλείονα χρόνον τοῖς δακτύλοις ἐπιπωμάζουσι, τὰ δὲ ἐπ’ ἐλάττονα, καὶ οὕτω τῶν ἀπηχήσεων τὴν μὲν μακροτέραν ποιοῦσι, τὴν δὲ βραχυτέραν. καὶ ἔτι τῶν τρημάτων τὰ μὲν μείζονά εἰσι, τὰ δὲ ἐλάττονα, καὶ τὰ μὲν ἐγγυτέρω τῆς ἐπιγλωττίδος, τὰ δὲ πορρωτέρω. καὶ τὰ μὲν στενότερα ὀξύτερά ἐστι τῶν εὐρυτέρων· διὸ καὶ αἱ τῶν παίδων φωναὶ καὶ αἱ τῶν γυναικῶν ὀξύτεραι· τὰ δὲ εὐρύτερα βραδύ‐ τερα, ὁμοίως καὶ τὰ ἐγγυτέρω τῶν πορρωτέρω ὀξύτερα· ὧν τῇ συμ‐ μετρίᾳ ἡ ἁρμονία καὶ τὸ μέλος γίνεται, ῥυθμὸς δὲ τῇ τοῦ ταχέος καὶ βραδέος. ὁ μὲν οὖν ἐπὶ τῶν ἄλλων ῥυθμὸς κατὰ τὸ βραχὺ καὶ βραδὺ χαρακτηρίζεται, ὁ δὲ ἐπὶ τοῦ προφορικοῦ λόγου κατὰ τὸ μακρὸν καὶ βραχύ, ὅσπερ καὶ μέτρον μόνος λέγεται. οὐκ ἐπὶ τῶν ποιητικῶν δὲ λόγων ταῦτα μόνον θεωρεῖται, ἀλλὰ καὶ ἐπὶ τῶν ῥητορικῶν.

### ρ 289

Ῥυκάνα: τεκτονικὸν ἐργαλεῖον. καὶ πέλεκυν, ῥυκάναν τ’ εὐαγέα, καὶ περιαγὲς τρύπανον. θηλυκῶς ἡ ῥυκάνα.

### ρ 290

Ῥύκου κριθοπομπία: Ἐρατοσθένης ἐν τῷ ἐνάτῳ φησὶ βασιλέα τοῦτον αἰχμάλωτον γενόμενον, εἶτα ὑποστρέψαντα εἰς ἑαυτόν, τῇ πόλει Ἀθηναίων κριθὴν ἐκπέμψαι.

### ρ 291

Ῥῦμα: φυλακή. χαλεπὸν πύργου ῥῦμα πέλονται. ἀντὶ τοῦ εὐτελὴς πόλεως φυλακή. ἐς τόξου ῥῦμα περιέπλεον τοῖς Ῥωμαίοις οἱ βάρβαροι, πολλὰ ἅμα βέλη ἀφιέντες. Εὐνάπιος· πέτρα δέ τις ἀπεσπασμένη ἐς τόξου ῥῦμα. τουτέστιν ἕλκυσμα. καὶ αὖθις· κρα‐ ταιῶς ἐκ τούτων ἀνῆπτον τὰ ῥύματα, λαμβάνοντες ἐκ τῶν κατ’ ἄλληλα πλοίων, καὶ κατείχετο τὸ ζεῦγμα τοῖς ῥύμασι. καὶ αὖθις· ῥύματα δὲ καὶ πλείω ταῖς σχεδίαις ἐνῆψαν, οἷς ἔμελλον οἱ λέμβοι ῥυμουλκοῦντες οὐκ ἐάσειν φέρεσθαι κατὰ τοῦ ποταμοῦ, βίᾳ δὲ πρὸς τὸν ῥοῦν κατέχοντες παρακομιεῖσθαι τὸ ὅλον ἔργον κατὰ τοῦ ποταμοῦ. καὶ αὖθις Πολύβιος· ἐπὶ τούτοις ἐπέστησαν τὰς ἱππηγούς, ῥύματα δόντες ἐξ αὐτῶν ταῖς τοῦ τρίτου στόλου ναυσίν. ἐρυμούλκουν τὰς ἱππηγοὺς ναῦς.

### ρ 292

Ῥύμματα: τρίμματα, σμήγματα. καθάρματα.

### ρ 293

Ῥυμβεῖν: ῥομβεῖν. τοῦτο δὲ ἀπὸ τῆς κινήσεως τοῦ ῥόμβου. Αἰλιανός· καὶ ἐρυμβόνα τὰ τιμιώτατα εἰς ἀσωτίαν ἀφειδεστάτην. ἀπὸ τοῦ ῥυμβονῶ ῥήματος.

### ρ 294

Ῥύμη: ὁρμὴ βιαία. Ἀριστοφάνης· κεραμικῆς ῥύμης ἄπο. καὶ αὖθις Εὐνάπιος· τοσαύτη τις ἦν ἡ πρὸς τὸ ἀσελγέστερον ῥύμη τε καὶ φορά, ὥστε οἱ ἄρχοντες τῶν πολεμίων ἦσαν πολεμιώτεροι.

### ρ 295

Ῥυμὸς τοῦ ἅρματος: τὸ ἐκτεταμένον ξύλον παρὰ τοὺς ἵππους ἕως τοῦ ζυγοῦ. καὶ στάθμιόν τι παρὰ Ῥοδίοις· καὶ τῆς Ἄρκτου οἱ κατὰ τὴν οὐρὰν γʹ ἀστέρες ὑπὸ Ἡρακλείτου.

### ρ 296

Ῥυμοτομεῖται: εἰς ὀρθὸν διακόπτεται.

### ρ 297

Ῥυμοτομίαις: εὐθύτησι.

### ρ 298

Ῥυμουλκῶ: ῥῆμα. τὸ τὰς ναῦς ...

### ρ 299

Ῥύομαι· αἰτιατικῇ.

### ρ 300

Ῥυππαπαί: ἐπίφθεγμα ναυτικόν, παρακελευστικὸν κωπηλασίας. Ἀριστοφάνης· οὐκ ἠπίσταντ’ εἰ μὴ μάζαν καλέσαι καὶ ῥυππαπαί. ὅτι ὁ ῥυπαρὸς διὰ τὴν ἄσκησιν σύνεγγύς πως ἐστι τῷ γλοιῷ. καὶ ζήτει ἐν τῷ γλοιός.

### ρ 301

Ῥυπαίνω: ἀντὶ τοῦ ὑβρίζω. Φερεκράτης.

### ρ 302

Ῥυπόωντας. καὶ Ῥύπος.

### ρ 303

Ῥύπτει· αἰτιατικῇ. ἀποκλύζει, σμήχει. καὶ Ῥύπτομαι, ἀντὶ τοῦ σμήχομαι. Ἀριστοφάνης· ἀλλ’ οὐδεπώποτ’, ἐξότου ’γὼ ῥύπτο‐ μαι, οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς, ὡς νῦν. ῥύπτομαι, ἀντὶ τοῦ σμήχομαι· τουτέστι ζῶ, μεταφορικῶς· τῷ γὰρ ζῶντι ἕπεται τὸ ῥύπτεσθαι, ὅ ἐστι σμήχεσθαι· ῥύματα γὰρ τὰ σμήγματα. ἢ οὕτως· ῥύπτεσθαι, τὸ σμᾶσθαι, παρεμπτώσει τοῦ τ, τὸ τὸν ῥύπον ἀφαιρεῖσθαι. ὁ δὲ ῥύπος κατ’ ἀφαίρεσιν τοῦ χ ῥύπος, ὁ τῷ χρωτὶ ὑπὼν σπίλος. ὑπὸ κονίας δὲ τὰς ὀφρῦς, παρ’ ὑπόνοιαν. δέον γὰρ εἰπεῖν ὑπὸ λύπης τὴν καρδίαν, ὑπὸ κονίας δὲ εἶπε· διότι οἱ κόνιν ὀσμώμενοι δάκνονται τὰς ὀφρῦς.

### ρ 304

Ῥυσά: ἡ μάρανσις, ἡ γήρασις. λέγεται καὶ Ῥυσή.

### ρ 305

Ῥυσαί: ῥυτίδας ἔχουσαι.

### ρ 306

Ῥῦσαι: λυτρῶσαι.

### ρ 307

Ῥυσήματα: τὰ ἐπὶ τῶν ὄψεων τῶν γεγηρακότων σπιλώματα.

### ρ 308

Ῥύσια: ἐνέχυρα. καὶ Ῥυσιάζω. φασὶ δὲ τὸν νεανίσκον ἀνελεῖν καὶ τὴν πόλιν ῥυσιάζειν. ἀντὶ τοῦ ἐνέχυρα λαμβάνειν. Ἰώσηπος· πρῶτον μὲν γὰρ ῥύσιον τῶν πολεμίων ἄγων καὶ πολὺ συγκροτήσας ἱππικὸν ἐπαφίησιν αὐτοὺς περὶ Διόσπολιν. ὅπως ἔχοι τὸ ξόανον ῥύσιον ἐν Ἰθάκῃ ὁ Ὀδυσσεύς. καὶ ἡ τραγῳδία· φόνου δὲ ῥύσιον τίσω τάλας.

### ρ 309

Ῥύσιον: λυτήριον. Ῥυπητήριον, καθαρτήριον.

### ρ 310

Ῥύσις ὕδατος: ῥεῦσις. ἐδεδίεσαν τὴν τοῦ ὕδατος σπάνιν, διὰ τὸ μηδαμῆ φαίνεσθαι ὕδατος ῥύσιν ἁπλῶς.

### ρ 311

Ῥυσθήσομαι: λυτρωθήσομαι.

### ρ 312

Ῥυσμός: κατὰ Ἀβδηριτικὴν διάλεκτον σημαίνει τὸ σχῆμα. καὶ ἑτέραις δὲ λέξεσιν οὐχ Ἑλληνικαῖς οἱ περὶ τὸν Ἀβδηρίτην Δημόκριτον χρῶνται· φασὶ γὰρ τροπὴν καὶ διαθηγήν. καὶ σημαίνει τούτοις ἡ μὲν τροπὴ τὴν θέσιν, ἡ δὲ διαθηγὴ τὴν τάξιν.

### ρ 313

Ῥυστάζειν: ἕλκειν.

### ρ 314

Ῥυτά: συνεσταλμένως. εἶδός ἐστι ποτηρίου. Δημοσθένης κατὰ Μειδίου. ἐκτεταμένως, παρ’ ἥβην λεγόμενα.

### ρ 315

Ῥύτειρα: ἡ σῴζουσα.

### ρ 316

Ῥυτῆρα: ἑλκτικόν· παρὰ τὸ ἐρύειν. καὶ φύλακα. καὶ πλείους ἵππους παραλαβὼν ἀπὸ ῥυτῆρος ἑλκομένους ἐπορεύετο. λέγεται καὶ Ῥύτωρ. Πανὶ ὡραίων ῥύτορι βουκολίων. καὶ αὖθις· τὶ εἶδος, ὠδίνων ῥύσια δεξαμένη.

### ρ 317

Ῥυτῆρες: χαλινοί, ἡνίαι, ἱμάντες. ἐν Ἐπιγράμμασι· χρυσὸς ὅλους ῥυτῆρας, ὅλας κληΐδας ἐλέγχει.

### ρ 318

Ῥυτίς: ἀσθένεια. γῆρας. ἐν Ἐπιγράμμασι· καὶ ῥυτιδόφλοιον σῦκον ἐπομφάλιον.

### ρ 319

Ῥύτορα: φύλακα. ἐν Ἐπιγράμμασι· πορφύρεον χαίτας ῥύτορα κεκρύφαλον. καὶ αὖθις· Ἀρχαιάνασσαν ἔχω τὴν ἑταίρην, ἇς καὶ ἐπιρ‐ ρυτίδων ὁ γλυκὺς ἕζετ’ ἔρως.

### ρ 320

Ῥυτός: ἑλκυστικός. καὶ Ῥυτῆρσι.

### ρ 321

Ῥύτιον: ὄνομα πόλεως.

### ρ 322

Ῥυφῶ· αἰτιατικῇ.

### ρ 323

Ῥυχάχετον: θόρυβον, συρφετόν. Ἀριστοφάνης· τὸν τῶν Ἀθη‐ ναίων γε μὴν ῥυχάχετον, τίς ἂν πείσειε μὴ πλαδδιεῖν;

### ρ 324

Ῥύψαι: σμῆξαι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: wus-aq`.
