eul_wid: bta-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Argive Historical Fragments by Dinias of Argos

The Argive Historical Fragments is a lost prose work of local history attributed to Dinias of Argos. It survives only in scattered quotations preserved by later authors, primarily in the scholia to classical poets and the geographer Pausanias. The work documented the mythological and historical traditions of the Argolid region. The extant fragments cover a range of topics central to Argive identity, including foundation myths involving early kings like Danaus, accounts of heroic deeds such as those of Heracles, details of local religious festivals and rituals, and genealogies tracing lineages to divine or heroic ancestors. As a source for specifically Argive tradition, Dinias’s horography served later antiquarians and remains a prime source for Greek local historiography, regional mythography, and the construction of civic identity in the ancient world.

ΑΡΓΟΛΙΚΑ. ΠΡΩΤΗ ΣΥΝΤΑΞΙΣ.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ὅτι δὲ τοὺς Παφλαγόνας ὑπέταξεν Ἡρακλῆς τοῖς περὶ Λύκον, ἱστορεῖ Δεινίας ἐν πρώτῳ Ἀργολικῶν καὶ Ἀσκληπιάδης ὁ Μυρλεανὸς ἐν δεκάτῳ Βιθυνιακῶν.

Εὑροῦσʼ ἐκείνην ἡμέραν, ἐν ᾗ τότεΠατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν, Ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ Θεοῖσιν ἔμμηνʼ ἱερὰ τοῖς σωτηρίοις: Οἱ Ἀργολικοὶ συγγραφεῖς ιγʹ εἶναί φασι μηνὸς Γαμηλιῶνος, ὡς Δεινίας ἐν ζʹ Ἀργολικῶν.

Σχόλια εἰς Εὐριπίδην : Ἄκραν τόπος οὕτω καλούμενος· λέγει δὲ τὸν Πρῶνα ... ὅπου φασὶ πρῶτον τὸν Δαναὸν μετὰ θάνατον υἱῶν Αἰγύπτου δοῦναι δίκας, Αὐτὸς γὰρ ὁ Αἴγυπτος ἧκεν εἰς Ἄργος τιμωρήσων τῷ φόνῳ. Δαναὸς δὲ μαθὼν ἐξῆγεν εἰς ὅπλα τοὺς Ἀργείους, ἀλλὰ Λυγκεὺς πείθει λόγοις λῦσαι τὴν ἔχθραν. Καὶ καθιστῶσι δικαστὰς αὐτοῖς Αἰγυπτίων καὶ Ἀργείων τοὺς ἀρίστους. Ὁ δὲ τόπος ἔνθα ἡ δίκη συνήχθη, περὶ τὴν μεγίστην ἄκραν, ἔνθα καὶ Ἴναχος ἁλίσας τὸν λαὸν, συνεβούλευσεν οἰκίζειν τὸ πεδίον. Ὁ δὲ τόπος ἐξ ἐκείνου Ἁλιαία καλεῖται ἡ νῦν Ἡλιαία λεγομένη. Ἄλλως. Ἡ πολλὴ δόξα κατέχει μὴ ἐλθεῖν τὸν Αἴγυπτον εἰς Ἄργος, καθάπερ ἄλλοι τέ φασι καὶ Ἑκαταῖος γράφων οὕτως· «Ὁ δὲ Αἴγυπτος αὐτὸς μὲν οὐκ ἦλθεν εἰς Ἄργος.» Φρύνιχος δὲ ὁ τραγικός φησι σὺν Αἰγυπτίοις τὸν Αἴγυπτον ἥκειν εἰς Ἄργος. Λέγεται δέ τις ἐν Ἄργει Πρών, ὅπου δικάζουσιν Ἀργεῖοι. Ἱστορεῖ δὲ περὶ τοῦ χωρίου Δεινίας γράφων οὕτως· «Ταχέως δὲ κυριεύσαντες τὸν Μέλαγχρον καὶ τὴν Κλεομήτραν βάλλοντες λίθοις ἀπέκτειναν. Καὶ τὸν τάφον αὐτοῦ δεικνύουσιν ἔτι καὶ νῦν ὑπεράνω τοῦ καλουμένου Πρῶνος, χῶμα παντελῶς, οὗ συμβαίνει τοὺς Ἀργείους δικάζειν.»

Ἀγαθαρχίδης ὁ Κνίδιος, Φώτιος : Οἱ δὲ περὶ Κλεινίαν ἱστορικοί φασιν, ἀπὸ τῆς ποιητικῆς ἐξουσίας καὶ αὐτοὶ ἄδειαν λαβόντες, ἐξ Ἄργους εἰς Αἰθιοπίαν — ἐκαλεῖτο δὲ τότε Κηφηνία — παραγεγονότα ἐπὶ λύσει τῆς Κηφέως θυγατρὸς τὸν Περσέα, ἐκεῖθεν δὲ εἰς Πέρσας μεταστάντα, Πέρσαις μὲν ἀπό τινος τῶν ἐγγόνων τῆς κλήσεως μεταδοῦναι, Ἐρύθραν δὲ γεννῆσαι υἱὸν, καὶ ἐξ ἐκείνου τῇ θαλάσσῃ τὴν κλῆσιν παρασχεῖν. Τοιοῦτος μὲν καὶ ὁ Ἀργολικὸς περὶ τῆς Ἐρυθρᾶς θαλάσσης σχεδιασμός.

Πινδαρικὴ ὑπόμνησις : Δεινίας δὲ ὁ Ἀργεῖος Θηρίμαχον, Κρεοντιάδην, Δηϊκόωντα, Δηΐονα.

Πινδαρικὴ ὑπόμνησις : Τὸν Ἀλκμήνης νόθον ἀδελφὸν Λικύμνιον ῥοπάλῳ ἐλαίας τύπτων ἀπέκτεινε ἐν τῇ Τίρυνθι παραγενόμενον ἐκ τῆς οἰκίας τῆς ἑαυτοῦ μητρὸς Μιδέας ὁ Τληπόλεμος ὁ παλαιὸς οἰκιστὴς τῆς χώρας ... Αἰτία δὲ τῆς ἀναιρέσεως ἐγένετο περί τινων τιμῶν. Οἱ δὲ περὶ Δεινίαν καὶ Δερκύλλον φασὶν ἀκούσιον τὸν φόνον γενέσθαι.

Σχόλια εἰς Θεόκριτον : Ἱστορεῖ γὰρ Δεινίας, ὅτι οἱ Μεγαρεῖς φρονηματισθέντες ποτὲ, ὅτι κράτιστοι τῶν Ἑλλήνων εἰσὶν, ἐπύθοντο τοῦ θεοῦ, τίνες κρείττονες τυγχάνοιεν. Ὁ δὲ ἔφη·

Γαίης μὲν πάσης τὸ Πελασγικὸν Ἄργος ἄμεινον,

ἵπποι Θρηίκιαι, Λακεδαιμόνιαι δὲ γυναῖκες,

ἄνδρες δʼ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης.

Ἀλλʼ ἔτι καὶ τῶνδʼ εἰσὶν ἀμείνονες, οἵτε μεσηγὺ

Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου,

Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο.

Ὑμεῖς δʼ, ὧ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι,

οὔτε δυωδέκατοι, οὔτʼ ἐν λόγῳ, οὔτʼ ἐν ἀριθμῷ.

Αἴλιος Ἡρωδιανός Περὶ μον. λεξ.: Μοῖρα. Οὐδὲν εἰς ρα λῆγον συνεσταλμένον θηλυκὸν δισύλλαβον τῇ οι διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ μοῖρα ἀπηνέγκατο τήνδε παράληξιν. Τὸ γὰρ χοίρα ἐκτείνεται κατὰ τὸ ἐπώνυμον, ὥσπερ καὶ παρὰ Δεινίᾳ·

«Λέγεται δὲ τοὺς Λακεδαιμονίους, καθʼ ὃν ἐν Τεγέᾳ χρόνον ἦσαν αἰχμάλωτοι, δεδεμένους ἐργάζεσθαι διὰ τοῦ πεδίου τὸν Λαχᾶν ποταμὸν, Περιμήδας ἐν Τεγέᾳ δυναστευούσης, ἣν οἱ πλεῖστοι καλοῦσι Χοίραν.»

Πλούταρχος : Γενομένης δὲ τῆς διώξεως ἄχρι Μυκηνῶν, ὁ μὲν τύραννος ὑπὸ Κρητός τινος, ὡς Δεινίας ἱστορεῖ, τοὔνομα Τραγίσκου, καταληφθεὶς ἀποσφάττεται, τῶν δὲ ἄλλων ἔπεσον ὑπὲρ χιλίους πεντακοσίους.