eul_wid: uhs-bn

Σχόλια εἰς Ἄσμα Ἀσμάτων
Scholia-Song of Songs

Origen of Alexandria Scholia Song of Songs PDF

17.253.(1t) ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΑ ΑΣΜΑΤΑ ΤΩΝ ΑΣΜΑΤΩΝ. ΚΕΦΑΛΑΙΟΝ Αʹ. Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Μὴ διὰ προφητῶν με μνηστευσάτω, φησὶν, δι’ ἑαυτοῦ δὲ ὁμιλησάτω, κατ’ αἴσθησιν πνευματικήν· δι’ ἧς ὁ Ἰωάννης φησί· Καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς· ταῦτα δέ φησιν ὡς τῶν προφητῶν εἰπόντων ἀκούσασα· Ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου· καὶ ἀλλαχοῦ· Ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφην, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί. Ὁσάκις δέ τι ζητοῦντες θεῖον δόγμα καταλαμβάνομεν, καταπεφιλῆσθαι ἀπὸ τοῦ στόματος τοῦ νυμφίου νομίσωμεν· ἐν ὅσῳ δὲ ἀποροῦμεν, ὑπολάβωμεν ἐχόμενοι λέγειν τὸ, Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Ὅτι ἀγαθοὶ οἱ μαστοί σου ὑπὲρ οἶνον, καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα. Ἤγουν αἱ ἀρεταί σου ὑπὲρ τὰς παρ’ ἡμῖν ἀρετὰς κατὰ τὸ, Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ· ἔστι γὰρ αὐτοσοφία καὶ δικαιοσύνη· ἡμεῖς δὲ κατὰ μέθεξιν σοφοί τε καὶ δίκαιοι, κατὰ προαίρεσίν τε καὶ δύναμιν, ἐν τῇ τούτων εὐωδίᾳ γινόμενοι Μῦρον ἐκκενωθὲν ὄνομά σου. Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε. Τάχα προφητεύου τοῦ ὀνόματος τοῦ Χριστοῦ τὴν τὸν κόσμον πληρώσασαν δύναμιν, κατὰ τὴν αὐτοῦ παρουσίαν· ὥστε γενέσθαι κατὰ τὸν Παῦλον οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ζωῆς εἰς ζωὴν, εἶπεν ἂν ἡ νύμφη, Διὰ τοῦτο πάντες ἠγάπησάν σε· ἀλλ’ οὐ μόνον αἱ νεάνιδες ὁσημέραι ἀνανεούμεναι, καὶ μὴ ἔχουσαι ῥυτίδα ἢ σπῖλον· ἐξεκενώθη δὲ, ὡς μηκέτι σιωπᾶσθαι κατακεκλεισμένον ἐν ἀποῤῥήτοις. Εἰσήγαγέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ. Ἤγουν ἀδύνατον τὴν ἀξιέραστον λέγει ψυχὴν ἢ Ἐκκλησίαν ἢ τὸ ἡγεμονικὸν τοῦ Χριστοῦ· εἰς ὃ Παῦλος εἰσελθὼν ἔφη· Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα ἴδωμεν τὰ ὑπὸ Θεοῦ χαρισθέντα ἡμῖν· τίνα δὲ ταῦτα; Ἃ ὀφθαλμὸς οὐκ οἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ταῦτα γὰρ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ἐν γὰρ τῷ ταμιείῳ τοῦ νυμφίου πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι· αὕτη μὲν γὰρ ὡς προλαβοῦσα τὰς νεάνιδας εἰσήχθη, καὶ παρέστη ὡς βασίλισσα ἐκ δεξιῶν τοῦ βασιλέως, ἐν ἱματισμῷ διαχρύσῳ, κατὰ τὸν Δαυΐδ· περὶ δὲ τῶν νεανίδων, ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, καὶ τὰ ἑξῆς.
17.256 Ἀγαπήσωμεν μαστούς σου ὑπὲρ οἶνον· εὐθύτης ἠγάπησέ σε. Ἤγουν εἰ καὶ νῦν δι’ ἀσθένειαν ὑπὲρ τοὺς σοὺς μαστοὺς ἀγαπῶμεν, ὦ νυμφίε, τὸν οἶνον, ὅταν βελτιωθῶμεν, ὑπὲρ τοῦτον αὐτοὺς ἀγαπᾷν. —Οἶνος μὲν οὖν εὐφραίνων νεάνιδας, τὰ νομικά· ἡ δὲ τελειότης, τοῦ νυμφίου μαστοί· εἶτα εἰς ἀπολογίαν τοῦ μὴ εἴδη ἀγαπᾷν, φησίν· Εὐθύτης ἠγάπησέ σε· ἡμεῖς δὲ οὔπω τὰς ἑαυτῶν πορείας εὐθείας ἐποιησάμεθα. Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλήμ· ὡς σκηνώματα Κηδὰρ, ὡς δέῤῥεις Σαλομών. Λέγει δὲ ἡ ἐξ ἐθνῶν Ἐκκλησία ταῦτα πρὸς τὰς ἐξ Ἱερουσαλὴμ ψυχὰς, ἤτοι τὴν Ἱερουσαλὴμ, ὁμολογοῦσαν τὸ μέλαν, διὰ τὸ μὴ ἐκ λαμπρῶν μηδὲ πεφωτισμένων πατέρων· διὸ καὶ σκοτασμῷ παραβάλλεσθαι· καλὴ δὲ διὰ τὸν λόγον ὃν παρεδέξατο· καὶ δέῤῥεσιν ἐοικέναι τοῦ Σαλομὼν ἃς εἶχεν, μεθ’ ὧν ἄλλων ἐκέκτητο ἐν τῇ δόξῃ αὐτοῦ. Μὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος. Ἢ ὅτι σκοτισθεῖσάν με τῇ ἁμαρτίᾳ, Χριστὸς παρεῖδε διὰ τὴν ἀπιστίαν· ὃν ἥλιον δικαιοσύνης ἀναγορεύουσιν αἱ Γραφαί. Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί· ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. Ἤγουν οἱ διδάσκοντες μαθηταὶ τοῦ Χριστοῦ, καθᾶραί με τῶν πρὸς τούτου βουλόμενοι πονηρῶν λογισμῶν, καὶ τῶν συνεργούντων ταῦτα δαιμόνων, ἐμαχέσαντο τούτοις ἐν ἐμοὶ, τῆς αὐτῆς μοι μητρὸς ὄντες υἱοὶ, τῆς ἐλευθερίας φημί· οἱ μὲν εἰς τὸ κατ’ ἐκλογὴν χάριτος λεῖμμα ἀναλαμβανόμενοι· ἐγὼ δὲ τὴν κατὰ τὴν ἄνω Ἱερουσαλὴμ διαθήκην λαβοῦσα, καὶ ἐξ ἐπαγγελίας ἀναγεννωμένη. Οὐ πρότερον δὲ ταύτην ἔθεντο φυλάκισσαν, εἶτα ἐμαχέσαντο· μαχεσάμενοι δὲ πρῶτον ἐπιτηδείαν ἐποίησαν τοῦ τεθῆναι ἐν ἀμπελῶσιν εἰς φυλακήν ... Μωϋσῆς δὲ οὗτος, καὶ οἱ προφῆται, ὧν ἕκαστος ἀγρὸς ἦν πλήρης, ὃν εὐλόγησε Κύριος· .
17.256.(50) . καὶ ἀμπελὼν ἐν οἷς τις γενόμενος, καὶ τὴν προτέραν ἕξιν ἑαυτοῦ μὴ τηρῶν ὡς ἐκ Σοδόμων ὑπάρχουσαν ἀμπελῶνα, τῷ παρόντι κέχρηται λόγῳ. Ἐὰν μὴ γνῷς σεαυτὴν ἡ καλὴ ἐν γυναιξὶν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων σου, καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασι τῶν ποιμένων. Τὸ πολυθρύλλητον δὲ παρ’ Ἕλλησιν ἐπίφθεγμα προείληπται παραδοθὲν τῷ σοφῷ Σολομῶντι, τὸ Γνῶθι σαυτόν· καθ’ ἣν ἀπειλεῖται νῦν ἡ ψυχὴ παρὰ τοῦ ἐράστου καὶ νυμφίου, εἰ μὴ τὸ δοθὲν αὐτῇ κατ’ εἰκόνα Θεοῦ φυλάξει κάλλος, τὴν ἔνδοθεν ἐκβολὴν, καὶ τὸ ἐν ἐσχάτοις τετάχθαι, τοὺς σκαιοὺς ἐρίφους ποιμαίνουσα.
17.257 Ποιμανεῖς δὲ αὐτοὺς ἐπὶ τοῖς τῶν ποιμένων σκηνώμασιν, ποτὲ μὲν τοῦδε, ποτὲ δὲ ἐκείνου οἷα δή τις ἀλῆτις· μέχρι παιδευθεῖσα τῇ πείρᾳ πρὸς τὴν σεαυτῆς ἐπιστρέψειας γνῶσιν· ἁρμόσει δὲ καὶ πρὸς τὴν Ἐκκλησίαν ὁ λόγος· γινώσκει δέ τις ἑαυτὸν, εἰδὼς, εἰ ἀγαθὴν ἢ φαύλην ἔχει διάθεσιν· καὶ πολὺ τῆς ὁδοῦ τῆς ἐπὶ τὴν ἀρετὴν ἀπολείπεται· ἢ τοῖς ἔμπροσθεν ἐπεκτείνεται, τῶν ὄπισθεν ἐπιλανθανόμενος· εἰ δὲ καὶ μήπω ἔλαβεν ἢ τετελείωται, ἢ προσεγγίζει τοῖς ὁρίοις τοῦ κάλλους· ἔργον δὲ καὶ τὸ ἀφιστάνειν ἑκάστῃ πράξει ὅπως γεγένηνται λογισμῷ τε παντὶ καὶ λόγῳ· γυναῖκας δὲ τὰς μὴ καθαρὰς μηδὲ ἀδιαφόρους ψυχὰς λέγει· ἀμελοῦσα δὲ τῆς ἰδίας γνώσεως, γένοιτ’ ἂν κλυδωνιζομένη καὶ περιφερομένη παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων· καὶ πανταχοῦ μᾶλλον ποιμαίνειν τὰς ἰδίας σκαιὰς ἐρίφους ἢ παρὰ τῷ καλῷ ποιμαίνει λόγῳ· αὕτη δὲ προσηνὴς ὁ λόγος, εἰ καὶ μηδέποτε λεία λοιπὸν ἤδη ἐν γυναιξίν ἐστι καλὴ, συγκαταριθμουμένη τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, καὶ τῶν ἐν αὐτῇ μικρῶν οὖσα καλλίων· αἱ γὰρ οὕτω λεγόμεναι τῆς Ἐκκλησίας γυναῖκες, τῶν ἐθνικῶν ψυχῶν ἀσυγκρίτως ἀμείνους πορευομένων ὀπίσω τῶν ἐραστῶν τῶν ἀντικειμένων δυνάμεων, γυναικῶν λεγομένων, ἀλλ’ οὐ παρθένων· πῶς γὰρ οὐκ ἀμείνων, ἡ πρὸς τὸν κτίστην τὸν σαυτῆς ἀναβλέψασα; ὅμοιον δὲ τὸ Ἔξελθε, τῷ παραδοθῆναι τῷ Σατανᾷ, εἰς ὄλεθρον τῆς σαρκὸς ἀφορισθέντα τῆς Ἐκκλησίας· μετὰ τὸ καθάπερ ἔλεγε πρὸς τὰς νεάνιδας εἰσαχθῆναι παρὰ τοῦ βασιλέως εἰς τὸ ταμιεῖον αὐτοῦ. Τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνος; Ἀλλὰ καὶ μέλη Χριστοῦ Ἐκκλησίαν νύμφης ὁ Παῦλός φησιν· ἧς οἱονεὶ πρόσωπον, οἱ τῷ κάλλει τῶν λοιπῶν διαφέροντες, αἰσχρὸν οὐδὲν ἐννοοῦντες· τὴν δὲ τῆς σωφροσύνης αὐτῇ καρποφοροῦντες αἰδῶ, οἱ πρότερον ἴσως οὐκ ὄντες καλοὶ, τοσοῦτον μετέβαλον ὡς εἰρῆσθαι τῇ νύμφῃ· Τί ὡραιώθησαν σιαγόνες σου, μὴ ἔχοντες σπῖλον ἢ ῥυτίδα; τάχα δὲ καὶ τῷ τὸν ἕνα μόνον γινώσκειν Θεόν· καὶ ἡ τρυγὼν γὰρ ἑνὶ μόνῳ συνέρχεται. Ὁμοιώματα χρυσίου ποιήσωμέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου. Τοῦτο δὲ, Οὐ πολὺς ἦν οὐδὲ κεχυμένος ὁ ἄργυρος· — ὀλίγα δὲ ἐν ἀποῤῥήτῳ παρὰ τῶν προφητῶν λεγόμενα καὶ τῶν πάλαι σοφῶν· —ἐπιδημήσαντος δὲ τὰ ἐν τοῖς ἀβάτοις τοῦ ναοῦ, τεθεώρηται τῷ βλέποντι τὸ καταπέτασμα τὸ ἀληθινὸν σχιζόμενον ἄνωθεν ἕως κάτω ἐπὶ τῷ θεωρηθῆναι τὰ ἔνδον, ἐπὰν ὁ ἀναπεσὼν κοιμηθεὶς ὡς λέων καὶ ὡς σκύμνος ἐγερθῇ.
17.257.(50) Καὶ μετὰ ταῦτα. Τότε γὰρ οἱ σύμμορφοι γενόμενοι τῆς ἀναστάσεως αὐτοῦ, παραλήψονται αὐτοὶ ἀνθομοιωμάτων χρυσόν· πληθυνθήσονται γὰρ τῷ ἀργυρίῳ καὶ τῷ χρυσίῳ. Ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος ἔδωκεν ὀσμὴν αὐτοῦ.
17.260.(1n) Τὴν γὰρ τοῦ νυμφίου φησὶν φησὶν ὀσμὴν ἡ ἐμὴ νάρδος ἐν ᾗ αὐτὸν ἤλειψα, δέδωκε· τῇ γὰρ ἑαυτῆς νάρδῳ τοὺς πόδας ἀλείψασα τοῦ Ἰησοῦ, καὶ ταῖς θριξὶν ἀπομάξασα, μεταπεποιημένην ἐκ τῆς ὀσμῆς τοῦ νυμφίου ταύτην ἀνέλαβεν· ἧς αἰσθανομένη φησὶν ἐπὶ τὴν κεφαλὴν ἐλθούσης Ἡ ἐμὴ νάρδος ἔδωκέ μοι τὴν τοῦ νυμφίου ὀσμήν· διόπερ ὡς ἀπὸ τῶν χρωτῶν Ἰησοῦ τὴν οἰκίαν ὅλην ἐπλήρωσε τῆς μαθητρίας τὸ μῦρον. Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδοῦς μου ἐμοὶ, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται Εἰποῦσα τὴν νάρδον τοῦ νυμφίου δεδωκέναι μοι τὴν ὀσμὴν, νῦν φημι τὸν ἀδελφιδοῦν μου πνέειν στακτῆς οὐ διαχεομένης, οὐδ’ ἔξω πνεούσης· ἀλλ’ ἀποδεδεμένης καὶ πυκνότερον τὴν εὐωδίαν διδούσης· ἀδελφὸν δὲ τὸν πρῶτον ἐσχηκυῖα λαὸν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἐπείπερ ἐξ αὐτοῦ τὸ κατὰ σάρκα ἦν ὁ Χριστὸς, υἱὸν κέκληκεν ἀδελφοῦ καὶ νυμφίου· τοῦ δὲ Ἀκύλα ἐκδεδωκότος πατράδελφον, λεκτέον πατέρα εἶναι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὸν πάλαι λαόν· ἐπεὶ ἐκ τοῦ παρ’ ἐκείνοις νόμου καὶ τῶν προφητῶν ἡ ἐν Θεῷ γένεσις καὶ ἡ ἐξ ἡμῶν εἰς εὐσέβειαν ὑπῆρξε προαγωγή· τούτου τοίνυν οὕτως ἀποδεδομένου τῆς νύμφης πατρὸς, ἀδελφὸς ὁ Σωτὴρ ὁμοίως ἐκείνοις ὑπὸ νόμον γενόμενος. Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή· ὀφθαλμοί σου περιστεραί. Νῦν ἔοικε πρότερον ἐνεωρακέναι τρανώτερον τῷ τοῦ νυμφίου κάλλει ἡ νύμφη· καὶ διὰ τῶν περιστερῶν αὐτῆς ὀφθαλμῶν αἰσθέσθαι τῆς ἐν τῷ κάλλει τοῦ λόγου καὶ ὑπεροχῆς· τάχα δὲ καὶ κλίνην κοινὴν ἑαυτῆς καὶ τοῦ νυμφίου τὸ σῶμα αἰνίττεται, ἐν ᾧ ἔτι οὖσα ἡ ψυχὴ ἀξιοῦται τῆς τοῦ λόγου κοινωνίας· λέγει οὖν Παῦλος, Τὰ σώματα ἡμῶν μέλη Χριστοῦ ἐστι· διὰ γὰρ τοῦ ἡμῶν τῆς νύμφης εἶναι λέγει τὸ σῶμα· διὰ δὲ τοῦ μέλη Χριστοῦ, τοῦ νυμφίου· σύσκιον δέ φησι τὸν νυμφίον διὰ τὴν πυκνότητα τῶν ἐν τῷ λόγῳ καὶ τῇ σοφίᾳ θεωρημάτων· ἐὰν δὲ ᾖ ἡ κοινὴ νύμφη ἀμφοῖν εὐθαλὴς, οὐδὲν θαυμαστὸν καὶ ἐπὶ τὸ σῶμα πᾶσαν τὴν διὰ τοῦ σώματος πρᾶξιν ἀγαθὴν δηλοῦσθαι. ΚΕΦΑΛΑΙΟΝ Βʹ. Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. Ἄνθος λέγει τὸ ὁδεῦον ἐπὶ τὸ γενέσθαι καρπός· ἐν οὖν τῷ περιγείῳ τόπῳ πεδίῳ ῥηθέντι, ἄνθος ἐστὶν ὁ νυμφίος λόγος ὡς πρὸς τὰ μέλλοντα· ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, μεταβαλεῖ τὸ ἄνθος εἰς τὸ γενέσθαι καρπός· καὶ ἐπεὶ μὴ πλέον χωροῦσι τοῦ ἄνθους, λέγει ἐπὶ γῆς· διὰ τοῦτο γέγονεν ὁ νυμφίος ὡς ἄνθος τοῦ πεδίου· ἑαυτὸν γὰρ ἐκένωσε, μορφὴν δούλου λαβὼν, πρὸς τὸ δυνηθῆναι τὴν δόξαν αὐτοῦ μετὰ ταῦτα ἡμᾶς θεάσασθαι· μήποτε δὲ τοῖς μὲν εὐγενεστέροις καὶ ὁμαλέσι πεδίοις ὀνομαζομένοις, ἄνθος ἐστὶ, τοῖς δὲ τούτων κατωτέροις καὶ κοιλωτέροις κρίνον· ταῦτα φήσας ὁ νυμφίος παραβάλλει τὴν πλησίον αὐτοῦ ἄλλαις θυγατράσι ταῖς λοιπαῖς ψυχαῖς, αἵτινές εἰσιν ἄκανθαι ταύτῃ παραβαλλόμεναι.
17.261 Τοιαῦται δὲ αἱ μὴ πλησίον τοῦ νυμφίου ψυχαί· ἡ δὲ πλησίον κρίνον ἐν μέσῳ διαλάμπον αὐτοῦ. Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδοῦς μου ἀνὰ μέσον τῶν υἱῶν· ὑπὸ τὴν σκιὰν αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ ὁ καρπὸς αὐτοῦ ἐν τῷ λάρυγγί μου. Ἔπρεπε τῇ νύμφῃ τοῦ κάλλους ὅλῃ τοῦ νυμφίου γεγενημένῃ, περὶ αὐτῆς μὲν λέγειν οὐδὲν, πρὸς οἷς δὲ ὁ νυμφίος ἔφη περὶ ἑαυτοῦ, μήλῳ παραβάλλειν αὐτόν· τοὺς παρ’ αὐτῶν δὲ υἱοὺς, ξύλοις δρυμοῦ· ὑπερβολῇ δὲ τοῦ πόθου, τὸ καὶ σκιᾶς ἐπιθυμεῖν τῆς αὐτοῦ, καὶ παραπέμψαι τῷ βάθει τὴν τούτου ποιότητα· ἔοικε δὲ ταῦτα λέγειν πρὸς τὰς νεάνιδας, ὡς πρὸς τοὺς ἑταίρους ὁ νυμφίος τὰ πρῶτα· υἱοὺς δὲ, ἢ τοὺς ἑταίρους λέγει οὓς παραθέει τοῦ νυμφίου ξύλοις ἀκάρποις παρείκασεν, ἢ τοὺς ἀλλοτρίους αὐτοῦ. Ὑπὸ σκιὰν δὲ αὐτοῦ ἐπεθύμησέ τε καὶ κεκάθικεν· λέγει δὲ καὶ Ἱερεμίας ἐν Θρήνοις· Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν· οὗ εἴπωμεν Ἐν τῇ σκιᾷ αὐτοῦ ζησώμεθα ἐν τοῖς ἔθνεσι· πῶς γὰρ οὐκ ἔμελλε ζωῆς ἡμῖν αἰτία ἡ σκιὰ αὐτοῦ γενέσθαι, γενομένοις ἐλευθέροις τῆς τοῦ νόμου σκιᾶς; Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, μηκέτι οὖσιν ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν, εἰ καὶ νῦν ἐσμεν ὑπὸ σκιὰν πολλῷ διαφέρουσαν· μετὰ τὸν παρόντα γὰρ βίον, οὐκ ἔτι δι’ ἐσόπτρου καὶ αἰνίγματι, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον τὴν ἀλήθειαν θεωρήσωμεν· λέξει δὲ καὶ ἡ νύμφη, Ἕως οὗ διαυγάσῃ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί· ἔστι γὰρ ὁ βίος ἡμῶν ὡς σκιὰ, καὶ ἐν σκιᾷ θανάτου ὁ ἐξ ἐθνῶν ἐκαθέζετο, καὶ οἱ ἀπιστοῦντες ἔτι καθέζονται. Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου. Ταῦτα πρὸς τοὺς φίλους τοῦ νυμφίου φησὶ τοὺς ἁγίους ἀγγέλους ἢ ἀποστόλους τε καὶ προφήτας· μονονουχὶ λέγουσα, Συγκεράσατέ με τῷ σώματι τοῦ Χριστοῦ. Στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ. Ὁ Σύμμαχος οὕτως ἐκδέδωκεν· Ἐπανακλίνατέ με οἰνάνθη, τουτέστιν εὐώδεσι δένδροις, τοῖς καλὸν καρπὸν ποιοῦσιν, ἀνθοῦντα· τῶν φαύλων λεγομένων δένδρων ἀκάρπων ἢ κακοκάρπων ὄντων· τινὰ δὲ τῶν ἀντιγράφων ἔχει· Στηρίσατέ με ἐν ἀμύροις· ὃ νοητέον, ἢ πιστοὺς μὲν, οὐ μὴν ὡς χρηματίζειν μέλη τῆς μὴ ἐχούσης σπῖλον ἢ ῥυτίδα, ἢ ἀλλοτρίους τῆς πίστεως χρηστούς· τὸ δὲ, στοιβάσατέ με ἐν μήλοις, σαφηνίζων ὁ Σύμμαχος, περικυλίσατέ με μῆλα, εἶπε· βούλεται γὰρ ἡ νύμφη ἐν πολλοῖς περικυλιομένοις αὐτὸν μήλοις ἀναπαύεσθαι· ἅτινα οἶμαι καρπός ἐστι τοῦ μήλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ νυμφίου, ἵνα τῆς αὐτῶν μεταλάβῃ ποιότητος· Τέτρωμαι γὰρ φίλτρῳ, φησὶ, κατὰ τὸν Σύμμαχον· ἀπὸ τοῦ ἐκλεκτοῦ βέλους, κατὰ τὸν Ἡσαΐαν.
17.264.(1n) Φωνὴ τοῦ ἀδελφιδοῦ μου, ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς. Τοῦτό τινες τοῖς προλαβοῦσιν ἀπέδωκαν, τὸ δὲ Ἑβραϊκὸν ἐξ ἰδίας τάττει περικοπῆς· καὶ δῆλόν ἐστιν ὡς ἡ νύμφη διαλεγομένη ταῖς θυγατράσιν Ἱερουσαλὴμ, αἰφνίδιον αἰσθάνεται τῆς τοῦ νυμφίου φωνῆς, διαλεγομένου τισὶν ὡς εἰκός· ἧς αἰσθανομένης ἐπὶ τῶν ὀρῶν καὶ τῶν βουνῶν τῶν παρακειμένων τῷ τόπῳ τῆς νύμφης διαλέγεσθαι, ὡς μηδὲν ἀπᾴδειν νεβρῷ· εἶτα σπουδῇ τῇ περὶ τὴν νύμφην, ἐγένετο πλησίον τοῦ οἴκου καὶ παρέφηνεν ὄπισθεν αὐτοῦ· εἶτα πηδήσας μέχρι τῶν τοῦ οἴκου φθάνει θυρίδων, ἐρωτικῶς ὥσπερ ἐθέλων εἰς αὐτὴν παρακῦψαι· ἐγγὺς δὲ τῆς οἰκίας ἔνθα ἡ νύμφη, δίκτυα πολλὰ ἐπενέδρα τῆς νύμφης καὶ τῶν περὶ αὐτὴν ἐκπεπέτασται, ἅπερ διακόψας ὁ νυμφίος ὡς ἰσχυρότερος, διέκυψε δι’ αὐτῶν· καὶ καλεῖ τὴν νύμφην πλησίον ἐλθεῖν· παραθαῤῥύνων ἔργῳ τῶν δικτύων καταφρονεῖν, ὡς ἤδη σχισθέντων, καὶ τοῦ χαλεποῦ δι’ αὐτῶν παραδραμόντος καιροῦ, ὃν χειμῶνα καλεῖ, ἀνωφελῆ φέροντα καὶ σφοδρὸν ὑετόν· προτρέπεται δὲ καὶ διὰ τῶν καλῶν τοῦ παρόντος καιροῦ, ἄνθη λέγων ὡς ἐν ἔαρι καὶ θεραπείαν ἀμπέλων· τρυγόνος τε φωνὴν, καὶ συκῆς ὀλύνθους, καὶ κυπριζούσας ἀμπέλους διαγράφει· καὶ τὸν ἔνθα συναναπαύσεται τόπον· ἔνθα γενομένην ἐβούλετο αὐτὴν ὅλῳ προσώπῳ τῷ νυμφίῳ φανῆναι, καὶ τῆς ἡδείας αὐτῇ παρέχειν ἀκοῦσαι φωνῆς. Ἀποκρίνεται ἀδελφιδοῦς μου καὶ λέγει μοι· Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου· ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν καὶ ἐπορεύθη ἑαυτῷ· τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ· καιρὸς τῆς τομῆς ἔφθακε· φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν· ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς· αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν, κ. τ. ἑ. Ἀνάστα, φησὶν, ἀπὸ τῶν αἰσθητῶν πρὸς τὰ νοητὰ, ἵνα συνῆμεν· Ὁ ὑετὸς ἀπῆλθεν· εἴπομεν ἂν ὑετὸν γεγονέναι, τὸν πρὸ τῆς Ἐπιδημίας καιρὸν, τοῦ Θεοῦ ἐντειλαμένου ταῖς νεφέλαις ὕειν τὸν νομικὸν καὶ προφητικὸν λόγον· πεπαῦσθαι δὲ τοῦτον, ἐπειδὴ ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου· ἔαρ δὲ καὶ θέρος μετὰ τὴν Ἐπιδημίαν· ὅτι μηκέτι ὑετῶν χρεία ὅτε τὰ διὰ Χριστὸν ἄνθη ὤφθη ἐν τῇ γῇ· καὶ ἀπὸ τῆς ἐπιδημίας αὐτοῦ, ἡ συκῆ οὐκ ἐκκόπτεται ἄκαρπος ἐν τῷ προτέρῳ γενομένη καιρῷ· νυνὶ γὰρ ὀλύνθους ἐξήνεγκε, καὶ κυπρίζουσιν αἱ ἄμπελοι· διό φησιν, ἓν τῶν κλημάτων Χριστοῦ, εὐωδία, ἐσμὲν τῷ Θεῷ. Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου· καὶ ἐλθὲ σὺ, περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας ἐχόμενα τοῦ προτειχίσματος· δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισον με τὴν φωνήν σου, ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία. Βούλεται τὴν ψυχὴν ὑπερβῆναι τὰ αἰσθητά· ὡς ἐπὶ πόλεως δὲ τεῖχος καὶ προτείχισμα, τὸν αἰσθητὸν κόσμον καλεῖ· δεῖ οὖν τὴν τῷ λόγῳ κοινωνοῦσαν ψυχὴν ἐν σκέπῃ τῆς πέτρας, οὐ μόνον ἔξω τοῦ τείχους τῆς πόλεως, ἀλλὰ καὶ τοῦ προτειχίσματος γενέσθαι· ὡς πλησίον γενομένην ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ Κυρίου κατοπτρίζεσθαι· πειθομένην τῷ λέγοντι, Δεῖξόν μοι τὴν ὄψιν σου· ἐπιθυμεῖ δὲ καὶ διαλεγομένης ἀκοῦσαι, τὴν φωνὴν ὡς ἡδεῖαν θαυμάζων· προτείχισμα δέ ἐστιν, ὅπερ Ἡσαΐας περίτειχον ὀνομάζει, λέγων· θήσει τεῖχος, ἢ περίτειχος· βούλεται τοίνυν τῶν σωματικῶν ἐξελθοῦσαν, οὐ μόνον ἐν τῷ τείχει γενέσθαι, ὅπερ εἶναι τὸν περὶ τοῦ κόσμου λόγον νομίζω, ἀλλὰ καὶ ἐχόμενα τοῦ προτειχίσματος· ὃς λόγος μέν ἐστι τελευταῖος τῶν σωματικῶν, ἀρχὴ δὲ τῶν ἀσωμάτων.
17.265 Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας, καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν. Ταῦτα τοῖς φίλοις ὁ νυμφίος, ἤτοι ἀγγέλοις. ἢ ἀνδράσιν ἁγίοις, ὅσοι τῆς Ἐκκλησίας διδάσκαλοι· ὑπὲρ σωτηρίας δὲ τῶν ἀμπελώνων ἡ προτροπή· ἵνα τῶν πανούργων συλλαμβανομένων δυνάμεων, αἳ διαφθείρουσαι τὴν ἀρχὴν τῆς ἐκφύσεως τοῦ καρποῦ, δυνηθῶσιν αἱ ἄμπελοι προκόψαι ἀπὸ τοῦ κυπρίζειν μέχρι τῆς τοῦ καρποῦ τελειώσεως, ὑπὸ τοῦ Θεοῦ γεωργούμεναι· διὰ δὲ τὸ αὐτεξούσιον δυνάμεναι ἐνέγκαι καρπόν τε καὶ μή· ἢ τάχα καὶ ἄνθρωποι, ἀλώπεκές τινες δι’ ἑτεροδόξου δριμύτητος ἐμποδίζοντες τοῖς ἀρξαμένοις τρέχειν καλῶς· οὓς ἔτι μικροὺς ὄντας βούλεται συλληφθῆναι πρὶν ἐπιπλέον ἀσεβείας προκόψωσι· μέγας γὰρ ἀλώπηξ γενόμενος, ἐκείνοις μὲν ἀνάλωτος, ὑπὸ μόνου δὲ τοῦ νυμφίου θηρεύεται· ἀρχόμενοι γὰρ ἐνεργεῖν τὰ χείρονα, καὶ τοῖς φίλοις εὐάλωτοι· λέγει δ’ ἂν καὶ μικροὺς τοὺς ἀμπελῶνας· οὐ δύναται γὰρ κατὰ τῶν μεγάλων ἀλώπηξ. Ἀδελφιδός μου ἐμοὶ, κἀγὼ αὐτῷ· ὁ ποιμαίνων ἐν τοῖς κρίνοις, ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί. Ἢ νύμφη πρὸς τοὺς ἑταίρους τοῦ νυμφίου φησὶν ὡς οὐδεμίαν ἔχουσα πρὸς τοὺς ἀλώπεκας μετουσίαν· ἐκοινώνησαν γὰρ ἡμῖν, φησὶν, αἵματος καὶ σαρκὸς, καὶ ἡμεῖς αὐτῷ τῆς ἀφθαρσίας. Ἢ ὅτι ὁ Θεὸς ἐν ψυχῇ γίνεται, καὶ ἡ ψυχὴ εἰς Θεὸν μετοικίζεται· οὕτω καὶ ὁ Παῦλος· Τὸ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· σῶμα γὰρ ἡ νύμφη Ἐκκλησία Χριστοῦ, τὸ μηδαμῶς τῇ πορνείᾳ, ἀεὶ δὲ τῷ Κυρίῳ· καὶ αὐτὸς δὲ ὁ Σωτήρ· Μείνατε ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν· ἐν δὲ τοῖς ἑξῆς ἀνάπαλιν γέγραπται· Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ὁ ἀδελφιδός μου ἐμοί. Ἢ τάχα διὰ τὸ τὴν ἀρχὴν τῆς εὐεργεσίας ἀπὸ τοῦ νυμφίου γενέσθαι· μὴ ἐμφανίσαντος γὰρ ἑαυτὸν αὐτῇ, οὐδ’ αὐτὴ τῷ νυμφίῳ ἀνέκειτο· τὸ γὰρ ἔνθεον αὐτοῦ κάλλος θεασαμένη, ἐπὶ σωτήριον ἀφίκετο φίλτρον, μεθὸ ἀνατεθεῖσα ἐκείνου τῷ κάλλει, λέγει, κἀγὼ αὐτῷ· εἶτα τὴν τάξιν ἀντέλαβε πρὶν μὲν ἐλθεῖν τὸ τέλειον, λέγουσα, ἐγὼ τῷ ἀδελφιδῷ μου· ὅταν δὲ τελείως ἀποκαλυφθῇ, μηδὲν καταλίπῃ κεκρυμμένον, αἰσθανομένη τοῦτο λέγει· καὶ ἀδελφιδός μου ἐμοί· εἴρηται δέ που ταῖς προφητείαις, αὐτὸς Κύριος ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας, ἀλλ’ οὐχ ὡς νῦν ἐν κρίνοις ἡμᾶς ποιμαίνει τοῖς ἐν μέσῳ ἀκανθῶν· τοιγαροῦν εἰπών· Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων, ἐπάγει· ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν, οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων· καὶ τήρει ὡς ἐπὶ τῆς νύμφης οὐκ ἔλεξεν· διὸ καὶ παραγέγονεν, εἰς τὸ ἀκάνθαις μὴ ἐμπαγῆναι τὰ ποιμαινόμενα.
17.268.(1n) Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ παρέλθωσιν αἱ σκιαί. Διὸ καὶ αὐχεῖ μυστικῶς λέγειν ἐν Ἰακὼβ τό· ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι· ἐν τῷ τοῦ παρόντος γὰρ βίου καύματι δεόμεθα τοῦ ποιμαίνοντος, διὰ τὰ μεσημβρινὰ δαιμόνια· λέγει γᾶρ πρὸς τὸν εὐπειθῆ· οὐ φοβηθήσεται ἀπὸ δαιμονίου μεσημβρινοῦ· ὁποῖον καὶ τὸ, Ὁ ἥλιος οὐ συγκαύσει σε· ἐπείπερ ὁ τὰς ἀσθενείας ἡμῶν φέρων καὶ περὶ ἡμῶν ὀδυνηθεὶς ἐγένετο ὑπὲρ ἡμῶν συγκαιόμενος τῷ καύματι· ἵνα ἐξαγοράσῃ ἡμᾶς ἀπ’ αὐτῶν· ὡς καὶ ἀπὸ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· ποιμαίνει δὲ καὶ ἐν κρίνοις, καὶ μέχρι παρέλθωσιν αἱ σκιαὶ τοῦ βίου· κατὰ τὸ, ὡς σκιαὶ ἡμέραι ἡμῶν παράγουσιν· ἴσως δὲ καὶ πρὸ τῆς ἐπιδημίας αὐτοῦ, διὰ νόμου καὶ προφητῶν, ἐν κρίνοις ἐποίμανεν ἔτι καύσωνος ὄντος· μετὰ δὲ τὴν ἐπιδημίαν, ποιμαίνει μὲν, ἀλλ’ οὐκ ἐν κρίνοις· ὡς γὰρ τῆς ἡμέρας διαπνευσάσης εἴρηται τὸ, ἀγαπητοὶ, γινώσκετε ὅτι ἐσχάτη ὥρα ἐστίν. Ἀπόστρεψον, ὁμοιώθητι σὺ, ἀδελφιδέ μου, τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη τῶν κοιλωμάτων. Τὰ πρότερα πρὸς τὰς νεανίδας εἶπεν ἡ νύμφη, τὰ δὲ νῦν πρὸς τὸν νυμφίον· ὥστε τῷ παρόντι καιρῷ ἁρμόττουσαν ἀναλαβεῖν ὁμοιότητα πρὸς μὲν τὸν δόρκωνα, διὰ τὸ διορατικόν· πρὸς δὲ νεβρὸν ἐλάφων, δι’ ἀφανισμῶν τοῦ τῶν ὄφεων γένους· ταῦτα δὲ ποιῶν ἐν τοῖς ὄρεσι τῶν κοιλωμάτων, ἀπόστρεψον λέγουσα, ἐκ τοῦ ἐν μορφῇ ὑπάρχειν Θεοῦ· καὶ ἀνάλαβε ταῦτα διὰ τὴν ἀγάπην τὴν πρὸς ἐμὲ τοῖς ἀνθρώποις ἐπιδημῶν· ὧν οἱ πλείους διὰ τὴν κακίαν ἐν κοιλώμασι διατρίβουσιν· ὄρη δὲ κοιλωμάτων, οἱ τῶν κακῶν ὑπερανέχονται δίκαιοι· ἀποστρέψας δὲ ὁ λόγος ὁμοιοῦται, ἐν μὲν τοῖς ἀνακειμένοις τῇ θεωρίᾳ, δόρκωνι· ἐν τοῖς πρακτικωτέροις δὲ καὶ καθαιρετικοῖς τῶν ἀντικειμένων δυνάμεων, ἐλάφων νεβρῷ· τὸ δὲ, ἢ νεβρῷ, παραδιαζευτικόν· ὁ δὲ Θεοδοτίων εἶπεν, ἐπὶ τὰ ὄρη θυμιαμάτων· οὐδὲν ἧττον τοὺς ἁγίους δηλῶν. ΚΕΦΑΛΑΙΟΝ Γʹ. Ἐπὶ τὴν κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου· ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ταῖς ἀγοραῖς, καὶ ἐν ταῖς πλατείαις· καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου· εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει· μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε; ὡς μικρὸν ὅτε παρῆλθον ἀπ’ αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐκράτησα αὐτὸν, καὶ οὐκ ἀφῆκα αὐτόν· ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς τὸ ταμιεῖον τῆς συλλαβούσης με. Περὶ τῶν πρὸ τοῦ γάμου μυστηρίων εἰπὼν, νῦν αὐτὸν διὰ νυκτὸς ἐπὶ τὴν κοίτην καλεῖ· ἀποῤῥητοτέρων ἐθέλων κοινωνεῖν, καὶ τῆς τελειοτέρας μετασχεῖν ἀναπαύσεως· τοῦτο γὰρ ἡ κοίτη· τὸ δὲ ἐν νυκτὶ, ἐν ἡσυχίας καιρῷ, καὶ πόῤῥω τῆς ὄψεως τῶν μὴ τὰ τοιαῦτα θεωρεῖν δυναμένων· δεῖ δὲ ἀγάπῃ τὴν ψυχὴν προτετρῶσθαι τοῦ ἐπὶ τὴν κοίτην ζητοῦντος τὰ τοῦ θείου λόγου βαθύτερα· περιμένειν δὲ τὴν τῆς ποθούσης ἀνάστασιν ὁ ποθούμενος· ὡς ἂν ἐπιτείνας τὸν ἔρωτα κατὰ καιρὸν ἑαυτὸν ἐμφανίσειε τῇ καμούσῃ πλεῖστα παρὰ τὴν ζήτησιν τὴν αὐτοῦ· εἰποῦσα γὰρ ὅτι ἐπὶ τὴν κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου, καὶ ὅτι ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον, ἐπάγει· ἀναστήσομαι δὴ καὶ κυκλώσω· οὐκοῦν ὑπτιασμὸν καὶ τὴν κατάμυσιν ἀποθέμενοι, διαναστῶμεν πειθόμενοι τῷ λέγοντι, Ἔγειραι δὴ ὁ καθεύδων· ὅλος δὲ ὁ κόσμος, ἡ πόλις ὃν ἐκπεριελθὼν δεῖ τῇ περὶ αὐτοῦ θεωρίᾳ γινόμενον ἐν ταῖς σοφαῖς διδασκαλίαις· αὗται γὰρ αἱ ἀγοραί· ὅθεν τι χρήσιμόν ἐστι λαβεῖν, ἀλλὰ καὶ ἐν ταῖς πλατείαις· σοφία γὰρ ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει· κεκελεύσμεθα δὲ καὶ ἡμεῖς ἐπὶ τὸ πλάτος τῆς καρδίας ἡμῶν γράψαι· μείζονα δὲ ζητοῦσα ἢ κατ’ ἀγορὰς καὶ πλατείας μὴ εὑρηκέναι φησί· πλὴν ὁδεύει ἐπὶ τὴν εὕρεσιν, εὑρισκομένη ὑπὸ τῶν τηρούντων τὴν πόλιν καὶ κυκλούντων αὐτήν· εἶεν ἂν τὰ λειτουργικὰ πνεύματα· οὗτοί εἰσιν οὓς ἐξαπέστειλε Κύριος περιοδεῦσαι τὴν γῆν· ὧν δὴ περὶ τοῦ ποθουμένου πυνθάνεται· οὐκ ἀναγέγραπται δὲ τούτων ἀπόκρισις· διδασκόμεθα δὲ εἰ μέλλοιμεν εὑρεῖν τὸν ποθούμενον, ὀλίγον τι παρελθεῖν, καὶ κρείττους γενέσθαι τῶν τοιούτων ἀγγέλων· περὶ ὧν ἔοικεν ἐν Ἐπιστολῇ λέγειν ὁ Πέτρος διδάσκων τὴν ὑπεροχὴν τῶν τοῖς τελείοις ἀποκειμένων· εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι· ἀγαπητὸν δὲ βραχύ τι τοὺς τοιούτους παρενεγκεῖν, ἵν’ εὑρεθῇ τὸ ποθούμενον, καὶ εὑρεθὲν κρατηθῇ, καὶ κρατηθὲν μὴ νοηθῇ· ἀνόνητος γὰρ ἡ κράτησις, εἰ μὴ τὸ νοηθὲν συνεχὴς μελέτη κρατήσειε· διό φησιν· οὐκ ἀφῆκα αὐτὸν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου· ἵνα καὶ μετὰ τὴν ἐντεῦθεν ἔξοδον, εἰσέλθοι αὐτῷ εἰς τὸν οἶκον τῆς ἄνω Ἱερουσαλὴμ, ἔνθα εἰσάγῃ τὰ κοινότερα τῶν τοῦ λόγου θεωρημάτων· τὰ δὲ ἀποῤῥητότερα εἰς τὰ ταμιεῖα τῆς συλλαβούσης τὴν νύμφην· ἡ αὐτὴ δὲ μήτηρ καὶ συλλαβοῦσα δηλοῦται, διὰ τὸ ἐν τῇ συλλήψει τὴν ἀρχὴν τῆς συστάσεως εἶναι· μήτηρ δὲ λεγομένη μετὰ τὴν μόρφωσιν, καὶ τὴν τοῦ συλληφθέντος τελείωσιν.
17.269 Τίς αὕτη ἡ ἀναβαίνουσα ἐκ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ τεθυμιαμένη; σμύρνα καὶ λίβανος ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ; Καλὴ λίαν ἡ ἀναβαίνουσα βίῳ καὶ λόγῳ ψυχὴ, φυγοῦσα τὰ παρὰ τοῖς πολλοῖς ἁμαρτήματα, ἅπερ ἐξ ἐρήμου λέγεται ἀναβαίνειν· τὸ δὲ τὸν δίκαιον εἶναι Χριστοῦ εὐωδίαν ἐν παντὶ τόπῳ τοῖς σωζομένοις, τεθυμιαμένη νοεῖται παραπλησίως στελέχεσι, καπνὸν ἡδὺν ἀναπέμπουσιν, εὐφραίνοντα τὰς τῶν μακαριζόντων ἀναπνοάς. ΚΕΦΑΛΑΙΟΝ Δʹ. Ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ· αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. Διδυμεύουσαι δὲ ἄλλως, διὰ τὸ διττὸν τῆς νοήσεως τῆς τερητῆς καὶ πνευματικῆς. Ὡς σπαρτίον τὸ κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραῖα. Ἤγουν ἔστω διάπυρος ἡ τοῦ λόγου παρασκευὴ ὡς κερδῆσαι τὸν ἀκροατὴν δυναμένη, ἢ καὶ τὸ ἔναιμον καὶ ζωτικὸν δηλοῖ τῶν διὰ τοῦ χείλους ἐξιόντων ῥημάτων, οἱωνεὶ βαπτομένων ἐν τῇ ἀληθινῆ πόσει τοῦ αἵματος τοῦ Χριστοῦ.
17.272 Ὡς λέπυρον τῆς ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. Προστίθησι τῷ τῆς σωφροσύνης ἐπαίνῳ, τὸν ἀπὸ τῆς σιωπῆς· ἐπισταμένης τῆς νύμφης καιροὺς λαλιᾶς ὡραίας καὶ ἐπαινουμένης σιγῆς· καὶ ἐπεὶ πιστὸς πνοῇ κρύπτει πράγματα καὶ ἡ νύμφη ἐν τῷ βάθει κρύπτει τὰ θεωρήματα τοὺς οἱονεὶ κόκκους τῆς ῥόας ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι σεσωματοποιημένον ἐν τῷ ἡγεμονικῷ· διὸ ἐπήγαγεν· Ἐκτὸς τῆς σιωπήσεώς σου· δηλῶν τὰ σιωπώμενα δόγματα ὡς κόκκους ῥόας ὑπὸ τὸ λέπυρον αὐτῆς. Ὡς πύργος Δαυῒδ τράχηλός σου, ὁ ᾠκοδομημένος ἐν Θαλπιώθ· χίλιοι θυρεοὶ κρέμανται ἐπ’ αὐτὸν, πᾶσαι βολίδες τῶν δυνατῶν. Ἀκύλας τὸ Θαλπιὼθ ἐπάλξεις ἐκδέδωκεν· ὁ δὲ Σύμμαχος, ὕψη· ᾧ ἀκολουθεῖ τὸν ὑπὲρ τὰς ἐπάλξεις πύργον εἶναι τὴν σοφίαν, ἧς ὁμοίως ἤρτηνται θυρεοὶ μὲν τὰ πεπιστευμένα δόγματα, ἅπερ εἶπεν ἑνικῶς ὁ Ἀπόστολος θυρεὸν πίστεως· βολίδες δὲ τῶν δυνατῶν, οἱ δυνατῶς ἀνατρέποντες λόγοι τῶν ἐναντίων τῆς ἀληθείας τὴν πιθανότητα· ἀντὶ δὲ τοῦ ἐπάλξεις, ἐντολὰς ἐκδέδωκεν ἡ πέμπτη ἔκδοσις, τὸν νοῦν μᾶλλον ἢ τὴν λέξιν ἑρμηνεύουσα· μὴ προαποκειμένων γὰρ ἐντολῶν, οἰκοδομηθῆναι τὴν ἀψευδῆ γνῶσιν ἀδύνατον. Δύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν τοῖς κρίνοις, ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. Τὸ ἡγεμονικὸν, ὡς ἐπὶ νύμφης μαστοί· ὅπερ ἐστὶν ὀξυδερκέστατον· διὸ παρείκασε δύο νεβροῖς δορκάδος νεμομένοις ἐν ὡραίοις τόποις καὶ εὐώδεσι· σημαίνων τά τε νοητὰ καὶ αἰσθητά· νεβροὺς δὲ, ἐπειδὴ νῦν ἐκ μέρους γινώσκομεν· ὅταν δὲ τὸ τέλειον ἔλθῃ, καταργοῦμεν τὴν νηπιότητα· ὅταν ὁ καύσων τοῦ παρόντος βίου παύσηται, καὶ καιρὸς τῆς ἀναψύξεως ἐπιστῇ, λυομένης καὶ τῆς σκιᾶς· σκιὰ γάρ ἐστιν ὁ παρὼν βίος· τότε γὰρ ὡς τέλειοι, ἀλλ’ οὐχ ὡς νεβροὶ νεμηθησόμεθα. Ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη· ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου, ἐν μιᾷ ἐνθέματι τραχήλου σου. Τὸ ἔνθεμα εἴρηται παρὰ τὸ ἐντίθεσθαι καὶ ἐνορμᾶσθαι τῷ τραχήλῳ τῆς νύμφης· εἰ δὲ ὡς δύο νεβροὶ δορκάδος ἔμειναν οἱ μαστοὶ τῆς νύμφης, τὸ τί ἐκαλλιώθησαν; οὐκ ἂν ἐῤῥέθη θαυμαστικῶς περὶ τοῦ, ὡς ἔφην, διανοητικοῦ, ἀλλὰ καὶ τὸ διπλοῦν τοῦ θαύματος, τὴν αὔξησιν τοῦ κάλλους ὑπέδειξεν· ὁποῖον τὸ ἐκαρδίωσας ἐκ δευτέρου ῥηθέν· ἱμάτια δὲ τῆς νύμφης, οἱ ἐνδεδυμένοι Χριστὸν Ἰησοῦν, σπλάγχνα οἰκτιρμῶν καὶ χρηστότητα καὶ ταπεινοφροσύνην· χείλη δὲ οἱ διδάσκαλοι· καὶ κηρία μέλιτος λόγοι καλοί· εἰργάσαντο δὲ κηρίον καὶ μέλι προφῆται καὶ ἀπόστολοι.
17.272.(50) Κῆπος κεκλεισμένος, ἀδελφή μου νύμφη· κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη. Δεύτερον, τὸ κῆπος κεκλεισμένος ἐῤῥέθη, τὸ μὲν ἐπὶ προκόπτοντος, τὸ δὲ ἐπὶ τελείου, ὅτε τὸ ἡγεμονικὸν αὐτοῦ καθοραθὲν, τῇ τῆς θεολογίας σφραγίδι τετύπωται· ἢ καὶ νῦν μὲν ἡ νύμφη κῆπός ἐστιν κεκλεισμένος μόνον, ἐν δὲ τῷ μέλλοντι αἰῶνι διὰ τὴν τελειότητα καὶ τὸ βέβαιον, καὶ πηγή ἐστιν ἐσφραγισμένη.
17.273 Παντὶ γὰρ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται· νῦν μὲν οὖν ἡ Γραφὴ κῆπον εἶναι ἁπλῶς· ἀλλαχοῦ δὲ ὡς περὶ ἑτέρου, καὶ τὸ λαχανείας προστίθησιν. Ἐξεγέρθητι, Βοῤῥᾶ, καὶ ἔρχου, Νότε, διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου. Ἔοικεν ἐπιτιμᾷν ἡ νύμφη τῷ Βοῤῥέᾳ, τὴν ἐξουσίαν λαβοῦσα παρὰ τοῦ ἐπιτιμήσαντος τῷ ἀνέμῳ νυμφίου· διὸ παρὰ τοῖς τρισὶν εὐαγγελισταῖς ἐπιτιμηθῆναι τῷ ἀνέμῳ εἴρηται· οἱ δὲ ἄνεμοι ἁπλῶς ὑπακούουσιν αὐτῷ· Χριστὸς οὖν ἐξωθουμένους τοῦ διαβόλου, εἰσοικίζεται ταῖς ψυχαῖς· περὶ οὗ τὸ, ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, τουτέστιν ἐκ Νότου. ΚΕΦΑΛΑΙΟΝ Εʹ. Ἄνοιξόν μοι, ἀδελφή μου, πλησίον μου, περιστερά μου, τελεία μου, ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου, καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός. Ἀναγκαίως ἡ τοῦ μοί προσθήκη τοῦ ἄνοιξον· ἔστι γὰρ καὶ ἀντικειμέναις δυνάμεσιν ἀνοῖξαι· ὡς περὶ ὀχληρᾶς δὲ τῆς δρόσου λέγειν δοκεῖ, ὡς καὶ περὶ τῶν τῆς νυκτὸς ψεκάδων· ἀνάπαυλαν γὰρ ἔοικεν ἀπὸ τούτων ἐπιζητεῖν. Ἀκόλουθα ταῦτα τοῖς πρώτοις· μετὰ γὰρ τὴν ἀνάστασιν εἰσῆλθε τῶν θυρῶν κεκλεισμένων· καὶ καλεῖ τὸν Θωμᾶν, καὶ δι’ αὐτοῦ πᾶσαν ἄπιστον ψυχὴν, ἀνοῖξαι τὴν ἰδίαν καρδίαν καὶ τὴν τῆς ἀναστάσεως χωρῆσαι πληροφορίαν· καλεῖ δὲ αὐτὸν τελείαν εἰπόντα, ὁ Κύριός μου καὶ ὁ Θεός μου· ἡ δρόσος δὲ δηλοῖ τὴν κατὰ τὸν ὄρθρον ἀνάστασιν, ὅτε κάτεισι δρόσος. Ἀδελφιδός μου παρῆλθε· ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. Ἡνίκα ἔφθασεν ἡ νύμφη τὸ κλεῖθρον, ὥστε τὴν ψυχὴν ἀναπετάσαι τῷ λόγῳ, τότε μόνην τὴν χεῖρα καί τινας ἑαυτοῦ δείξας πράξεις παρελήλυθεν, ὡς μηδέπω τὸ πλέον εἰς θέαν χωρούσης τῆς νύμφης· ἅμα δὲ καὶ οἰκονομεῖ πλέον αὐτῆς ἐπιτεῖναι τὸν ἔρωτα· ἐξέρχεται καὶ ἐκδημεῖ τοῦ σώματος ἡ ψυχὴ διὰ τὸν τοῦ νυμφίου λόγον ἔχουσα ἐν οὐρανῷ τὸ πολίτευμα. Ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον· ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. Συνεχῶς ἡ ψυχὴ τὸν νυμφίον λόγον ἐπιζητεῖ· καὶ εὑροῦσα πάλιν ἑτέροις ἀποροῦσα ζητεῖ· κἀκεῖνα θεωρήσασα ποθεῖ τὴν ἑτέρων ἀποκάλυψιν· καὶ τυχοῦσα τούτων, ἐπ’ ἄλλοις εὔχεται τὸν νυμφίον ἐπιδημεῖν.
17.273.(50) Ἀδελφιδός μου λευκὸς καὶ πυῤῥὸς, ἐκλελοχισμένος ἀπὸ μυριάδων. Ἢ λευκὸς ἐπειδὴ ὁ Θεὸς ἀληθινὸς, πυῤῥὸς δὲ διὰ τὴν σάρκωσιν. Κεφαλὴ αὐτοῦ χρυσίον κεφάζ· βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ. Οἱ βόστρυχοι διὰ τὴν πυκνότητα παραβάλλονται ταῖς τῶν φοινίκων ἐλάταις, ἅς φασιν ἀντὶ σπέρματος εἶναι ταῖς θηλείαις φοίνιξιν, ὥστε καρπὸν φέρειν ἐδώδιμον· διὰ δὲ τὴν βαθύτητα τῶν ὥσπερ ἐκφυέντων ἀντὶ τριχῶν λογισμῶν, μέλανες ἐπαινετῶς ὀνομάζονται, τῷ τοῦ νυμφίου συμβαλλόμενοι κάλλει· τὸ δὲ ὡς κόραξ, οὐχ ἁπλῶς οἶμαι διὰ τὸ χρῶμα· σύμβολον δὲ τῶν βαθυτάτων εἶναι καὶ πεπληρωμένων σκοτεινοῦ ὕδατος ἐν νεφέλαις ἀέρων· περὶ ὧν εἶπεν ὁ Ἰώβ· Τίς δὲ ἡτοίμασε κόρακι βοράν; νεοσσοὶ δὲ αὐτοῦ πρὸς Κύριον κεκράζονται· ἡτοίμασε γὰρ τοῖς βαθυτέροις τὸν νοῦν, πολλὴν τροφὴν ὁ Θεὸς, ὧν οἱ μαθηταὶ νεοσσοὶ εὐχαῖς σχολάζοντες, πρὸς Κύριον κεκράγασιν· πλανώμενοι καὶ ζητοῦντες τὰ ἐν αὐτοῖς ἐπαπορουμένοις ὑπ’ αὐτῶν σιτά.
17.276 Σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος, φύουσαι μυρεψικά. Σιαγόνας Χριστοῦ τοὺς διακονουμένους λόγῳ Θεοῦ καὶ τροφῇ πνευματικῇ νοητέον· διὰ μὲν τὴν πληρότητα τῆς εὐωδίας τῶν καλῶν ἔργων καὶ λόγων, ἐοικότας φιάλαις τοῦ ἀρώματος· διὰ δὲ τὸ ἐῤῥιζωμένον ἐν αὐταῖς ποικίλον ἐν πάσῃ συνθέσει γραφῆς λόγον ἀεὶ καρποφοροῦντας μυρεψικόν. Κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον, ἐπὶ λίθου σαπφείρου. Κοιλία ἐστὶ τοῦ λόγου, οἱ χωρητικοὶ τῶν μυστηρίων, τουτέστιν οἱ κοῖλοι πρὸς ὑποδοχήν· πυξίον δὲ, οἱ πρὸς διατήρησιν ἐπιτήδειοι· κατὰ δὲ τὸ λαμπρὸν καὶ σαφὲς ἐλεφάντινον εἶναι λέγεται· ἡ δὲ τοιαύτη κοιλία, τὸ πύξιον τὸ ἐλεφάντινον, ἐπιβέβληκε λίθῳ σαπφείρῳ, ὅς ἐστι Χριστός· ὅσοι οὖν εἰσι κοιλία τοῦ λόγου, οὗτοι ἀπὸ τοῦ φόβου Κύριον ἐν γαστρὶ λαμβάνουσι, καὶ τίκτουσι πνεῦμα σωτηρίας· διὰ τοῦτο καὶ ἡ κοιλία τῆς θυσίας ἐν τῷ Λευιτικῷ πλύνεται, ὡς μηδὲν ἔχειν κοπρῶδες. ΚΕΦΑΛΑΙΟΝ ϛʹ. Καλὴ εἶ, ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ἱερουσαλὴμ, θάμβος ὡς τεταγμέναι. Ὅσον πλησίον γίνεται τοῦ νυμφίου, κρείττοσιν ἀπεικάζεται· τῷ γὰρ καλὴ καὶ ὡραία καὶ πλησίον, προσέθηκε τὸ ὡς Ἱερουσαλήμ· καὶ καταπληκτικὴν δὲ τὴν τετελειωμένην φησὶν Ἐκκλησίαν· πῆ μὲν, ἐν ταῖς ἀντικειμέναις δυνάμεσιν, οὐ δυναμέναις ἐνατενίζειν τῷ κάλλει τοῦ προσώπου αὐτῆς· πῆ δὲ καὶ ταῖς ὑποδεεστέραις αὐτῆς, ἐοικυίαις ταῖς τεταγμέναις ἐν τῷ παντὶ καταστάσεσιν· ὁ δὲ Σύμμαχος· οὐ τεταγμέναι παρατάξεις· θάμβος γάρ εἰσιν ὡς τάγμα παρεμβολῶν τοὺς πολεμίους ἐκπλήττοντα. Ἀπόστρεψον τοὺς ὀφθαλμούς σου ἀπεναντίον μου, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με. Ἡ Ἐκκλησία τῇ ὡραιότητι καὶ τῷ κάλλει ἐνορᾷ τοῦ Χριστοῦ· δυναμένη τῇ πλείονι προκοπῇ κατανοεῖν αὐτοῦ τὴν θεότητα· καθὸ πάντα δι’ αὐτοῦ ἐγένετο· εὐφραινόμενος δὲ ἐπὶ τῇ δυνάμει τῶν ὀφθαλμῶν, τῆς εἴτε Ἐκκλησίας εἴτε νύμφης τοῦ λόγου ψυχῆς· πτεροῖς αὐτὴν λογικοῖς ἀποστραφῆναι κελεύει πρὸς τὸ μετέωρον· ὡς ἂν ἐπ’ ἄκρον ἔλθοι τῆς τελειότητος, ὡς ἂν κἀκείνη βλέπῃ τοῦτον ἐπτερωμένον, καὶ μηκέτι συγκαταβαίνοντα δι’ αὐτὴν, καὶ δύνηται λέγειν, εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν· τῇ σῇ τοίνυν συνανέβη προκοπῇ, φησὶν, χωρησάσης σου ἐνορᾷν, καὶ μηκέτι περαιτέρω τῆς οἰκονομίας ζητεῖν.
17.277 Τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνέβησαν ἀπὸ τοῦ Γαλαάδ· ὀδόντες σου, ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ· αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. Εἴρηται δεύτερον ταῦτα τῇ νύμφῃ, πρότερον οἶμαι τοιαύτῃ φανείσῃ κατὰ τὸ ἐνδεχόμενον, ἡνίκα ἔτι ἐν τῷ βίῳ τούτῳ ἐτύγχανεν· δεύτερον ὁπότε ἦλθεν ἐπὶ τὴν τελειότητα· διὸ καὶ νῦν μόνον παρῃνίξατο· Ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων· κατὰ δὲ τὸν Ἀκύλαν καὶ Σύμμαχον, ὀδόντες σου ὡς ἀγέλαι τῶν προβάτων, ἢ, τῶν ἀμνάδων· καὶ ἔπρεπεν εἰρῆσθαι ταῦτα ἐπὶ τῆς τελειότητος· ὡς εἶναι τὸ ἀπὸ τοῦ λουτροῦ οὐκ ἔτι προτέρου, ἀλλὰ τοῦ δευτέρου· διδυμεύουσαι δὲ τάχα, ὡς τρεφόμεναι τῇ τῶν νοητῶν καὶ αἰσθητῶν θεωρίᾳ· καὶ ὡς μηδεμίαν ἄγονον εἶναι τῆς περὶ οὑτινοσοῦν λόγου τροφῆς. Ἑξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· μία δέ ἐστι περιστερά μου. Αἱ νεάνιδες ἀριθμὸν οὐκ ἔχουσαι· οὐ τῷ μὴ ὑποπίπτειν ἀριθμῷ, ἀλλὰ τῷ ἀξίας αὐτὰς εἶναι ἀριθμηθῆναι· καὶ τάχα τῆς αὐτῆς διανοίας ἔχεται, τῇ ἐνταῦθα διαφορᾷ τῶν νεανίδων τῶν κοινωνουμένων ὑπὸ Χριστοῦ, καὶ τὰ παρὰ Ἀποστόλου λεγόμενα περὶ ἀναστάσεως νεκρῶν, λόγῳ τάγματα φάσκοντι· ἐπειδὴ γὰρ δι’ ἀνθρώπου θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται· ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι· ὁ γὰρ ἑκάστου βίος καὶ λόγος καὶ διάθεσις ποιήσει προκριθῆναι ἑκάστου κατ’ ἀξίαν. Μὴ θαύμαζε, εἰ ὁ νυμφίος ἦν ἔχων καλὴν νύμφην, καὶ τάχα δευτέραν καὶ τρίτην καὶ πλείονας· ἐὰν νοήσῃς αὐτοῦ καὶ τὰς νύμφας, οὐ φοβηθήσῃ λέγειν ἀπὸ τοῦ ᾌσματος· Ἑξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· μία δέ ἐστι περιστερά μου· λόγος ἐστὶν ὁ νυμφίος· λογικὸν ζῶον ἡ νύμφη· ἐὰν νοήσῃ ψυχὴ καὶ λάβῃ ὁ νυμφίος τὴν νύμφην· ἀλλ’ ἐπεί ἐστιν ὁ λόγος οὗτος, οὐ μιᾷ ψυχῇ κοινωνῶν, ἀλλὰ πλείοσι καὶ διαφόροις, τιμῇ τινι βασιλικῇ καὶ διαφαινούσῃ, λεγέτω τελεία περιστερά· ταῖς δὲ βασιλικαῖς μὲν, ὑποδεεστέραις δὲ, διὰ τοῦτο ἑξήκοντα βασίλισσαι· ἑτέραις δὲ ψυχαῖς κοινωνεῖ παιδαγωγουμέναις φόβῳ Θεοῦ· αὗταί εἰσιν αἱ παλλακίδες· εἰσί τινες καὶ ἄλλαι ψυχαὶ ὑποδεέστεραι, ἐλάττονα φόβον ἔχουσαι· αὗταί εἰσιν αἱ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· ὁ νυμφίος τοίνυν καὶ ἐνθάδε καλὰς καὶ δυναμένας αὐτῷ εἶναι καὶ κοινωνοὺς, ἐξῆλθεν ἀπὸ τοῦ παστοῦ τοῦ ἐπουρανίου, κοινωνεῖ ἀγγέλοις καὶ ἀρχαγγέλοις, αἵ τινές εἰσιν αἱ νύμφαι τοῦ λόγου, καὶ θρόνοι καὶ κυριότητες.
17.277.(50) Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεννήματι τοῦ χειμάῤῥου· ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, εἰ ἤνθησαν αἱ ῥόαι· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί· γῆ ἐστιν ὡς ἡ ψυχή μου· ἔθετό με ἅρματα Ἀμιναδάβ.
17.280.(1n) Κατά τι παράδειγμα οἱ δίκαιοι καρύαι εἰσὶ, φέροντες καρπὸν διὰ τὴν πρὸς Θεὸν θεραπείαν ἱερατικὴν, διὰ τὸ ἕρκος ἔχειν περὶ αὐτά· ὁ μέν τι πικρὸν καὶ χολῶδες, ἕτερον δέ τι σκληρὸν τῶν πειρασμῶν· ἀλλὰ καὶ χειμάῤῥους ὁ πειρασμὸς λέγοιτο· κατὰ τὸ, χειμάῤῥους διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἠβουλήθη τοίνυν ἡ νύμφη καταβᾶσα εἰς τὸν κῆπον τῆς καρύας, τουτέστιν ἐκπεσοῦσα τὰ παραδείσου πρὸς τὴν ἐπίμοχθον ταύτην ζωὴν, ἰδεῖν παράδοξόν τι γέννημα τοῦ χειμῶνος ῥέοντος μαύρου ποταμοῦ· ἢ, κατὰ Σύμμαχον, κατέβη μαθεῖν εἰ ἡ φάρυγξ τοῦ βίου ὀπώρας ἔχει· ἀλλὰ καὶ ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, διαφεύγουσα τὸν χειμῶνα· καὶ τὸ ἔαρ φθάσασα, τὸν καιρὸν τοῦ Πάσχα καὶ τῆς τῶν ἀζύμων ἑορτῆς· τότε γὰρ φιλεῖ ἀνθεῖν ἐν τῇ Ἰουδαίᾳ ἡ ἄμπελος· καὶ εἰ ἤνθησαν αἱ ῥόαι, ὧν ὁ καρπὸς πολὺς, καὶ τάξει περιειλημμένος ὑπὸ τοῦ λέπους· ᾧ ὡμοίωται τὸ μῆλον τῆς νύμφης· ἐκεῖ δὲ, φησὶ, δώσω σοι τοὺς μαστούς μου, τουτέστι τὸ ἡγεμονικόν· ἀλλ’ ἠγνόησε, φησὶν, ἡ ψυχή μου, καὶ τὴν ὑπόσχεσιν ἔψευσται, μὴ δυναμένη ἀφ’ ἑαυτῆς τι ποιεῖν· ἀλλ’ οὐκ ἀπελείφθην ἐν τούτοις· ὁ γὰρ πατὴρ τοῦ Ναασσὼν ὁ ἄρχων τοῦ λαοῦ μου Ἀμιναδὰβ, ἔθετό με ἑαυτῷ εἶναι ἅρματα· Ναασσὼν δὲ ὀφιώδης ἑρμηνεύεται· ὁ ἄρχων τοῦ λαοῦ τῆς νύμφης· Ἀμιναδὰβ δὲ οὗτος ὁ ἐν Ἀριθμοῖς πατὴρ τοῦ ἄρχοντος τῆς φυλῆς Ἰούδα Ναασσών· ὃς μεταλαμβάνεται εἰς τὸν Χριστόν· διὰ τὸ, καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως, φησὶν, ἅρματά με ἔθετο ἑαυτῷ ἡνιοχῶν μου τοὺς λογισμούς. Ἐπίστρεφε, ἐπίστρεφε ἡ Σουλαβίτις· ἐπίστρεφε, ἐπίστρεφε· καὶ ὀψόμεθα ἐν σοί. ΚΕΦΑΛΑΙΟΝ Ζʹ. Τί ὄψεσθε ἐν τῇ Σουλαβίτιδι; ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν· ἀνέβη γὰρ ἐκ τοῦ λουτροῦ, ὡς τὰ ἀγγελικὰ τάγματα. Ἀκύλας καὶ ἡ πέμπτη ἔκδοσις, τὸ Σουλαβίτις ἐξέδωκαν, εἰρηνεύουσα γάρ· ἔστι δὲ ἡ νύμφη τοῦ λόγου ψυχὴ, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, διὰ τὸν ποιήσαντα τὸ ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντα· ἐὰν δὲ ἡ Σουλαμίτις, ἢ ἐσκυλευμένη, κατὰ Σύμμαχον, λέγοι ἂν πρὸς αὐτὴν ὁ νυμφίος, Ὦ ἐσκυλευμένη καὶ ὑπὸ τῷ αἰχμαλωτίσαντί σε γεγενημένη, ἐπίστρεφε εἰς τὴν προτέραν εὐγένειαν· νῦν μὲν ὡς ἐν ἀπαρχῇ λαμβάνουσα τῆς υἱοθεσίας τὸν ἀῤῥαβῶνα, καὶ τὴν τῆς ἀναστάσεως ἐλπίδα· ἐὰν δὲ τῆς ἐπαγγελίας καὶ τῆς ἀφθαρσίας τὸ ἔνδυμα, πυκνότερον δὲ εἰς προτροπὴν, τὸ ἐπίστρεφε· τότε γάρ φησι κυρίως ἐστὶν ἰδεῖν σε· τῶν ἑταίρων δὲ τοῦ νυμφίου πρὸς τὴν νύμφην εἶναι τὸν λόγον δοκῶ· πρὸς οὓς ὁ νυμφίος, Τί ὄψεσθε; φησίν· ἀπεικάζεται δὲ νενικηκότων στρατῷ· ἡ μία γὰρ νύμφη πλῆθος ἐν ἑαυτῇ ἔχει παρεμβολῶν· τὰ γὰρ μέλη τῆς νύμφης συστήματα τυγχάνοντα πλείονα, χοροὶ μέν εἰσι, τῷ τὸ θεῖον ὑμνεῖν συμφώνως θεολογοῦντες αὐτῷ· τῷ δὲ καθελεῖν τοὺς πολεμίους παρεμβολῶν εἰρηνικῶν ἔχοντες· ἀλλ’ οὐκέτι σχῆμα πολεμικὸν, τὴν ὑπὲρ τῶν ἐν χειμάῤῥῳ καμοῦσαν καὶ σκυλεῖσαν δι’ αὐτούς· προσκαλοῦνται οἱ φίλοι τοῦ νυμφίου· ἐσκυλευμένη γὰρ ἑρμηνεύεται Σουλαμίτις· ἐπίστρεφε λέγοντες, ὀψόμεθα ἐν σοί· ἑώρων γὰρ αὐτῆς τὸν σκυλμὸν, οὐκ ἄκαρπον, ἀλλ’ εἰς χρηστὸν τελευτήσαντα πέρας, ὅπως τοὺς ἐν τῷ χειμάῤῥῳ κατακριθέντας παραδεδομένους τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, παρελθόντας τὸ τοῦ χειμάῤῥου ὕδωρ, νικηφόρους ἦγε μεθ’ ἑαυτῆς, ἐρχομένη ὡς χοροὶ παρεμβολῶν, τῶν ἐκ πολέμου ἐπανερχομένων, καὶ κατὰ διάφορα συστήματα χορευόντων, καὶ ἐπινικίους ᾀδόντων καὶ λεγόντων· Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.
17.281 Ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις, ἔργον χειρῶν τεχνίτου. Πολλαχοῦ τάττει τοὺς μηροὺς ἐπὶ τῆς γενέσεως ἡ Γραφή· δηλοῖ τοίνυν ἐνταῦθα τῆς νύμφης τὸ τεταγμένον ἐν τῷ τῆς γενέσεως χωρίῳ καὶ εὔρυθμον, ὁμοίῳ περιτραχηλίοις κατεσκευασμένοις τῇ ἀρετῇ. Ὀμφαλός σου κρατὴρ τορνευτὸς, μὴ ὑστερούμενος κρᾶμα· κοιλία σου, θημωνία σίτου πεφραγμένη ἐν κρίνοις. Ἐπὶ τὸν ὀμφαλὸν δὲ τὸν κρατῆρα ἡ σοφία συγκαλεῖ λέγουσα· Δεῦτε, πίετε οἶνον ὃν κεκέρακα ὑμῖν· καὶ δηλοῖ τὸ πνευματικὸν πνεῦμα· καὶ προσέθηκε καὶ θημωνίαν σίτου, ἵνα τὴν πνευματικὴν τροφὴν σημάνῃ· τὸ γὰρ θημωνία ἀντὶ τοῦ συναγωγὴ ἀρετῶν πλήθους εἰς ἓν τῇ ὁμονοίᾳ συντεταγμένη. Κρίνα δ’ ἂν εἴη καὶ τὰ ἄνθη τῆς χάριτος τοῦ Θεοῦ, ἃ συνελέξατο ἀπὸ μέσου τῶν τοῦ βίου ἀκανθῶν. Ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος. Πύργοι δὲ ἐκλήθησαν, οἱ τὰ ἀρεστὰ τῷ νυμφίῳ ποιοῦντες, σκοπευτήριον ἔχοντες τὴν θεωρητικὴν ψυχὴν, ἐκ μετεώρου σκοπεύουσαν ἅπαντα· ἐλεφάντινον δὲ, διὰ τὸ λαμπρὸν καὶ λεῖον· οὐδὲν γὰρ ἀπὸ κακίας τραχὺ ἐν τῷ τῆς νύμφης τραχήλῳ· οὐκέτι δὲ περὶ τῶν νεκρῶν εἶπεν, οἱ νεμόμενοι ἐν κρίνοις· ὑπεράνω γὰρ ἐγεγόνεισαν κρίνων τῶν ἐν μέσῳ ἀκανθῶν· βούλεται δὲ ἡμᾶς καὶ φιλομαθεῖς ὄντας πολλῶν ἔχειν τὴν ψυχὴν θυγατέρα σοφῶν καὶ ἐν εἰσαγωγαῖς γενέσθαι μαθημάτων πολλῶν, ἃς ἐκάλεσε πύλας· τοσοῦτον, φησὶν, γνώσεως τοῖς ἐν σοὶ διδασκάλοις περίεστι χάρις, ὡς μὴ μόνον τοὺς παρὰ σοὶ ἀπολαύειν αὐτῶν τῆς παιδεύσεως, ἀλλ’ ἤδη καὶ τῆς ἔξωθεν καὶ πόῤῥωθεν τῆς αὐτῶν ἀπολαύειν ὠφελείας. Μυκτήρ σου, ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ· κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος, καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύραν βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. Ὁ δὲ καθαρὰν ἔχων τὴν διαπνοὴν, καὶ διὰ τῆς αἰσθήσεως τοῦ θείου λόγου δυνάμενος ὀπίσω αὐτοῦ εἰς ὀσμὴν μύρων αὐτοῦ δραμεῖν, μυκτήρ ἐστιν αἰσθανόμενος εὐωδίας πνευματικῆς· σκοπεύων εἴ τι ἐπιφανὲς ἐν ἔθνεσι δόγμα δοκεῖ· Δαμασκὸς γὰρ τὰ ἔθνη παρίστησι· τοῦ δὲ ἐπιφανοῦς καὶ καλοῦ τὸ πρόσωπον σύμβολον· ὁ δὲ λίβανος ἀναφέρεται ἐπὶ τὸ θυσιαστήριον τοῦ Θεοῦ· ὁ δὲ Κάρμηλος ἐπίγνωσις περιτομῆς ἑρμηνεύεται· γινώσκει δὲ περιτομὴν ὁ μετὰ παῤῥησίας λέγειν δυνάμενος· ἡμεῖς ἐσμὲν ἡ περιτομή· ἀπὸ δὲ τῆς κεφαλῆς, τουτέστι Χριστοῦ, ἐπίγνωσις πνευματικῆς ἐγεννήθη περιτομῆς.
17.284 Τί ὡραιώθης καὶ τί ἡδύνθης, ἀγάπη, ἐν τρυφαῖς σου; τοῦτο μέγεθός σου· ὡμοιώθης τῷ φοίνικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσι· διότι ὑψηλόν σου τὸ φρόνημα· καὶ οὐδὲν τῶν γηΐνων ἐπιφερόμενον. Ὅτι ταῦτά φησιν ὁ νυμφίος ἀποθαυμάζων αὐτῆς τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν· ὡς γὰρ ἡ τῶν στοιχείων εὐκρασία σωμάτων ὑγείαν ἐμποιεῖ, οὕτως ἐκ τῶν ὁρμῶν καὶ ἐκκλίσεων, ὑγεία πως καὶ κάλλος ἐπιγίνεται τῇ ψυχῇ· ὡς δὲ αἰσχρά τίς οὖσα διὰ κακίαν ἡ νύμφη, μετέβαλεν ἐξ ἀρετῆς εἰς ὡραιότητα, οὕτως οὖσα πικρὰ, γέγονεν ἡδίστη τε αὐτῷ καὶ γλυκεῖα· φησὶ τοίνυν, ὡς ἐν ταῖς σωματικαῖς τρυφαῖς ἡ πολυτελὴς εὐωχία περιπόθητος, οὕτω τοῖς τὴν πνευματικὴν τρυφῶσι τρυφὴν, ἡ ἀγάπη· τῆς δὲ σοῦ ἀντωνυμίας κειμένης παρὰ τοῖς ἄλλοις, λέγοι ἂν, τῇ ἀγάπῃ ἐντρυφᾷς πλέον τῶν ἄλλων τοῦ πνεύματος καρπῶν· ὡς πάντα δι’ αὐτὴν στέγειν πάντα ὑπομένειν· ὥσπερ δὲ σωμάτων ἐστὶ βραχύτης, καὶ μέγεθος ἑτέρων, οὕτω καὶ ψυχῆς ἀναλόγως οἷς διαπράττεται. Ἤγουν τὰ νοήματά σου, φησὶν, τρόφιμά τε καὶ πότιμα, καὶ οὐδαμῶς ὀμφακίζοντα. Εἶτα ἀναβήσομαι ἐν τῷ φοίνικι· κρατήσω τῶν ὕψεων αὐτοῦ, καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες ἀμπέλου· καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα, καὶ λάρυγξ ὡς οἶνος ἀγαθὸς, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος ἐν χείλεσί μου ὀδοῦσιν. Ἀπεικασθεῖσα φοίνικι, φοίνικα τὸν νυμφίου καλεῖ, τὸ ὕψος καὶ μέγεθος τοῦ λόγου κατανοήσασα· ἐφ’ ἃ καὶ ἤλπισεν ἀνελθεῖν ἐπὶ τέλει τῶν ᾀσμάτων· ὅτε τελεία ἐστὶν ἡ νύμφη· ὅτε καὶ ἀντιλήψεται τῶν τοῦ νυμφίου μασθῶν, δηλούντων τὰ πυκνώματα· διὸ καὶ ἀμπέλου βότρυσιν ἀπεικάζονται· περὶ ἧς εἶπεν ὁ Σωτήρ· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή· τὰ δὲ ἐκ τῶν τοῦ λόγου κρυπτῶν ἐκπορευόμενα, ἐπὶ τοσοῦτον ἰθύνει τε καὶ εὐφραίνει, ὥστε λέγειν ὅτε δεῖ, καὶ οἷς δεῖ, καὶ ὅσου δεῖ· τὰ μὲν γὰρ χείλη τὸν λόγον· οἱ δὲ ὀδόντες τὴν ἐχεμυθίαν ἐμφαίνουσι· κατὰ τὸ, «τῷ στόματί σου ποίησον θύραν καὶ μοχλὸν, καὶ τοῖς λόγοις σου μέτρον καὶ σταθμόν·» τῶν δὲ τοιούτων οὐ μόνον ἀσφαλῆ τὰ νοήματα, ἀλλὰ καὶ τὰ χείλη αἰσθήσει δέδεται· οἶνος δὲ ὁ ἀγαθὸς, ὁ ἐξ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προσφερόμενος. Ἐγὼ τῷ ἀδελφιδῷ μου· ἐπ’ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ. Τελειωθείσης ὁ λόγος, ὅτι μηδαμοῦ παντοδαπῆ ἀνάπαυσιν εὑρήσει, ὅπου ἑαυτὸν ἐπιστρέψει, ὡς παρ’ ἐμοί. Ἐλθὲ, ἀδελφιδέ μου· ἐξέλθωμεν εἰς ἀγρόν· αὐλισθῶμεν ἐν κώμαις· ὀρθρίσωμεν εἰς ἀμπελῶνας· ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισμὸς, ἤνθησαν αἱ ῥόαι. Περὶ τῶν ὑποδεεστέρων ἡ νύμφη παρακαλεῖ· ὡς ἐκ τῶν ἐνδοτάτων καὶ μακαρίων διατριβῶν εἰς τὴν τούτων ἐπισκοπὴν ἐξελθεῖν· οὗτοι γὰρ ἀγρὸς καὶ κῶμαι καὶ ἀμπελῶνες καὶ ῥόαι ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
17.285.(1t) Εὑροῦσα ἔξω φιλήσω σε· καί γε οὐκ ἐξουδενώσουσί με· παραλήψομαί σε· εἰσάξω σε εἰς οἶκον μητρός μου· καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου. Εὑρίσκουσα γὰρ αὐτὸν τῆς ἄνω περιωπῆς ἐκβάντα, περιεπτύξατο αὐτόν. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, τί ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν θελήσῃ; Ἤδη δεύτερον ὥρκισεν· ἀλλ’ ἀμφιβάλλουσα προετίθει τὸ ἐάν· νῦν δὲ διδάξασα τὸ εἶδος τῆς ἐγέρσεως τῆς ἐξεγέρσεως καὶ τῆς ἀγάπης οἱονεὶ παρίστησιν, ὅτι ὁρκοῦσα ὑμᾶς κατὰ τῶνδε ὥρκισα, τὸ ἐγείρητε καὶ ἐξεγείρητε. Θές με ὡς σφραγίδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγίδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θάνατος ἡ ἀγάπη, σκληρὸς ὡς ᾅδης ζῆλος. Προτρέπεται αὐτὴν ὁ νυμφίος πᾶν νόημα καὶ πρᾶξιν μορφῶσαι τῷ ἑαυτοῦ χαρακτῆρι· ποιεῖν δὲ ταῦτά φησιν τὴν ὡς θάνατον κραταιὰν ἀγάπην· πάντα γὰρ στέγει, πάντα ὑπομένει· διὸ καὶ κραταιὰ κατὰ θάνατον νεκροῦντα τὴν ἁμαρτίαν· ἤγουν ἐπειδὴ πάντων ἐκράτησεν ὁ θάνατος, διὰ τὸ ἐν τῷ Ἀδὰμ πάντας ἀποθνήσκειν· καὶ ὁ ᾅδης ὁμοίως· τοιαύτη, φησὶν, ἡ ἀγάπη καὶ ὁ ζῆλος· ὃν δεῖ ζηλοῦν τῷ Θεῷ, σκληρὸς κατὰ τῶν ἁμαρτανόντων ὑπάρχων, ὡς ὁ τοῦ Ἡλίου καὶ τοῦ Φινεές· ἢ τοῦτο λέγει ὁ νυμφίος πρὸς αὐτὴν, θές με ὡς σφραγίδα πρὸς τὸ σφραγίζειν τὰς ἐνθυμήσεις σου καὶ τὰς πράξεις σου, καὶ ἕως θανάτου ἀγωνίσαι ὑπὲρ τῆς ἀληθείας· καὶ ἐν τῷ ᾅδῃ δὲ τὸν Χριστὸν ἐζήλωσαν οἱ Ἰουδαῖοι, ὑποφθείραντες τοὺς στρατιώτας. Ἀδελφὴ ἡμῶν μικρὰ, καὶ μαστοὺς οὐκ ἔχει. Ὅτι μικρὰ ἡ τοῦ ἀνθρώπου ψυχὴ, καὶ ἐπὶ γῆς ἔτι ἐπισκευαζομένη τοῦ Θεοῦ Ἐκκλησία, καὶ νοήματα (τοῦτο γὰρ οἱ μαστοὶ) μήπω ἔχουσα, ἐπιδίδωσιν εἰς μέγεθος βίου καὶ νοημάτων· ἐπ’ ἂν τρανώσῃ τὰ νοήματα καὶ προφητικὰ θεωρήματα, ἢ τὴν σύμπνοιάν τε καὶ ἐνέργειαν χωρήσῃ δυνάμεως· αἳ καὶ ταῦτά φασι μετά τε προφητῶν καὶ δικαίων πνευμάτων. Ὁ καθήμενος ἐν κήποις, ἑταῖροι προσέχοντες τῆς φωνῆς σου· ἀκούτισόν με· φύγε, ἀδελφιδέ μου, καὶ ὁμοιώθητι τῇ δορκάδι, ἢ τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων. Εἶδεν ἡ νύμφη τὸν νυμφίον ἀναπαυόμενον ἐν τοῖς κήποις, καὶ τοὺς ἑταίρους αὐτοὺς προσέχοντας αὐτοῦ τῇ φωνῇ ἧς ἤκουσεν αὐτή· καὶ βούλεται αὐτὸν ὀξέως καὶ διορατικῶς ὁρῶντα ἀπὸ τῶν τῇδε πραγμάτων ἐκκλῖναι, τάχει μὲν καὶ ὀξυδερκίᾳ, ὡμοιωμένον δορκάδι, νεβρῷ δὲ τοῖς τῶν πολεμίων ὡς ὄφεων καὶ σκορπίων καταφρονητικῶς ἔχειν, καὶ ἀνελθεῖν πρὸς τοὺς ἀνεστηκότας ὡς ὄρη, καὶ πάσης πνέοντας εὐωδίας· περὶ ὧν τὸ, οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· καὶ ταῦτα κατὰ τοὺς Ἑβδομήκοντα καὶ Θεοδοτίωνα, καὶ τὴν πέμπτην ἔκδοσιν· ὁ μέντοι Ἀκύλας, ὁ καθήμενος ἐν κήποις, ἐξέδωκεν· ὁ δὲ Σύμμαχος, ἡ κατοικοῦσα· ὡς λέγεσθαι τὰ πρῶτα πρὸς τὴν νύμφην καθημένην παρὰ τοῖς ἰδίοις καρποῖς, καὶ τοὺς ἑταίρους αὐτοῦ προσεκτικῶς αὐτῆς ἀκροᾶσθαι χαίροντας.