eul_wid: qnq-bs
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Numbers by Herodian of Alexandria

On Numbers is a grammatical treatise by the 2nd-century CE scholar Herodian of Alexandria. The work, now lost, addressed the system of numerals in the Greek language, a subject consistent with Herodian's broader and highly influential focus on technical grammar, which included orthography and inflection. Based on the author's known expertise, the treatise likely examined the declension, formation, and rules for the accentuation of Greek numerals. The text survives only in fragments, preserved through quotations in later Byzantine grammatical works and lexicographies, such as the Suda. Herodian was a preeminent grammarian whose authoritative works shaped the grammatical tradition for centuries. While the direct influence of On Numbers is untraceable due to its fragmentary state, its existence underscores the systematic, scholarly effort to analyse and codify the rules of the Greek language during the Imperial Roman period.

ΗΡΩΔΙΑΝΟΥ
ΠΕΡΙ ΤΩΝ ΑΡΙΘΜΩΝ.
Ἔτι τῶν σημείων ἄν τις φαίη καὶ ταῦτα, ὅσα ἀριθμοῦ
σημεῖά ἐστι. καὶ γὰρ ταῦτα ἔν τε ταῖς γραφαῖς τῶν
βιβλίων ἐπὶ τοῖς πέρασιν ὁρῶμεν γραφόμενα· ἀλλὰ καὶ
παρὰ Σόλωνι τῷ τοὺς νόμους Ἀθηναίων γράψαντι τὰ ἐπʼ
ἀργυρίῳ προστιμήματα τούτοις ὁρῶ τοῖς γράμμασι σε-
σημασμένα. καὶ στήλας δὲ τὰς παλαιὰς καὶ ψηφίσματα
καὶ νόμους πολλοὺς οὕτως ἐστιν εὑρέσθαι τὰ τῶν ἀριθμῶν
σημεῖα ἔχοντας. φέρε οὖν καὶ ταῦτα γράψωμεν, ἵνα μη-
δὲν ὑμῖν παρῶφθαι δόξῃ. τὸν μὲν οὖν ἕνα ἀριθμὸν, ἓν
ἰῶτα σημαίνει· τὸν γὰρ δύο, δύο ιι. καὶ οὕτω μέχρι τῶν
τεσσάρων. τὸν γὰρ πέντε, τὸ π γράμμα σημαίνει. ὁμοίως
τὸν ἓξ τὸ αὐτὸ π καὶ μετὰ τοῦ ἑνὸς ι, ὥσπερ τοῖς πέντε
ἑνὸς προστιθεμένου. καὶ μέχρι τῶν ἐννέα. ὁ γὰρ δέκα,
τῷ δ σημαίνεται, τὰ εἴκοσι, τὰ δύο δδ. καὶ μέχρι τῶν
τεσσαράκοντα ὁμοίως. τὰ γὰρ πεντήκοντα, τὸ π γράμμα
σημαίνει, δ ἔχον ἐν αὑτῷ μέσον, ΠΔ. τὰ δὲ ἑξήκοντα,
ταὐτὸ τοῦτο τὸ σημεῖον ἀκολούθως αὐτοῖς παρατιθέμενον.
καὶ οὕτω μέχρι τῶν ἐννενήκοντα. τὰ γὰρ ἑκατὸν, τῷ η
σημαίνεται. τὰ διακόσια, τὰ δύο ηη, καὶ οὕτω μέχρι τῶν
τετρακοσίων. τὰ γὰρ πεντακόσια, τὸ π γράμμα σημαίνει,
ἔχον ἐν ἑαυτῷ μέσον τὸ η, ΠΗ. τὰ δὲ ἑξακόσια, ὁμοίως
τοῦ αὐτοῦ τούτου σημείου παρατιθεμένου τῷ η. καὶ μέχρι
τῶν ἐννακοσίων ὁμοίως. τὰ γὰρ χίλια, τὸ χ γράμμα ση-
μαίνει· καὶ τὰ δισχίλια, τὰ δύο χχ. καὶ μέχρι τῶν τετρα-
κισχιλίων. ὁμοίως πάλιν τὰ πεντακισχίλια τὸ π ἔχον
μέσον τὸ χ, σημαίνει, ΠΧ. τὰ δὲ ἑξακισχίλια παραπλη-
σίως τοῖς προειρημένοις τὸ αὐτὸ τοῦτο σημαίνει, παρα-
τιθεμένου αὐτῷ τοῦ χ. καὶ μέχρι τῶν ἐννακισχιλίων
ὁμοίως. τὰ δὲ μύρια, τὸ μ γράμμα σημαίνει. αἱ δὲ παρα-
θέσεις τούτων, ἡνίκα μὲν αὔξειν τοὺς ἀριθμοὺς δέῃ, ἐπὶ
τὸ δεξιὸν μέρος γίνονται· ἡνίκα δὲ μειοῦν, ἐπὶ τὸ ἕτερον.
ἡ γὰρ παράθεσις ἐκεῖθεν, σημαίνει ὅτι χρὴ τοῦτον τὸν
ἐλάττω ἀριθμὸν ἀπʼ ἐκείνου τοῦ πλείονος ἀφαιρεῖν. ὑπέ-
γραψα δὲ αὐτὰ τὰ σχήματα τῶν ἀριθμῶν κατὰ τὸ ἑξῆς,
ἀπὸ τῆς μονάδος ἀρξάμενος, παραθεὶς αὐτῶν ἕκαστα τὰ
τοῦ κοινοῦ ἀριθμοῦ σημεῖα· ἵνʼ οὕτω μᾶλλον γνώριμα ᾖ
τὰ προειρημένα τούτων. χρὴ δʼ, ὡς προείρηται, ποιεῖσθαι·
τὰ γὰρ παρακείμενα γράμματα τὸ ἕκαστον ἀριθμοῦ πλῆθος
σημαίνει. ἔγραψα δὲ μονάδας, δεκάδας, ἑκατοντάδας, χι-
λιάδας. τὰς γὰρ ἐφʼ ἑκάστῳ τούτων παρʼ αὐτῶν παραυξή-
σεις δῆλον ὅτι καὶ τῶν παραδεδομένων ἐστί. παραθετέον
δʼ ἀεὶ τὸν μείζω τῷ ἐλάττονι, κατὰ τὸ ἀκόλουθον παρατι-
θέντας τοσαῦτα τῶν ἀριθμῶν.