ἀλαλητός ἀπὸ τοῦ λαλητός προσθέσει τοῦ α.
ἁραιός: παρὰ τὸ ῥαίω τὸ φθείρω γίνεται ῥαιός καὶ πλεονασμῷ τοῦ α ἁραιός μετελθούσης τῆς δασείας τοῦ ρ εἰς τὸ α ὡς καὶ ἐπὶ τοῦ ῥέζω ἕρδω. οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου.
ἀφλοισμός: ἔνιοι αὐτὸ παρὰ τὸ ἀφρισμός μεταβολῆς γενομένης τοῦ ρ εἰς λ καὶ πλεονάσαντος τοῦ ο. οἱ δὲ παρὰ τὸ φλέω καὶ φλύω φλοισμός καὶ ἀφλοισμός ἐν πλεονασμῷ τοῦ α. διὸ οὐ δεόντως ὁ Τυραννίων προπαροξύνει.
Γεώργιος ὁ Χοιροβοσκός, Ἐτυμολογικὸν τὸ Μέγα ἀσφάλαξ: ἀπὸ τοῦ σπῶ γέγονε σπάλαξ καὶ κατὰ πλεονασμὸν τοῦ α ἀσπάλαξ καὶ κατὰ μετάθεσιν τοῦ π εἰς φ ἀσφάλαξ. τὸ γὰρ ζῷον τοῦτο ἀποσπᾷ τὴν γῆν καὶ ποιεῖ βάθος καὶ οὕτως εἰσέρχεται.
ἐῳνοχόει: ἔθος ἐστὶ τῷ ποιητῇ ἀποβάλλειν τὸ κατʼ ἀρχὴν ε ἐπὶ τῶν παρῳχημένων, ἔσθʼ ὅτε δὲ καὶ πλεονάζειν. πρόδηλοι δὲ αἱ χρήσεις «στῆσε δʼ ἐν Ἀμνισῷ»· «σκῆπτρον μέν τοι δῶκε»· τὸ γὰρ ἐντελὲς «τῷ δʼ ἕτερον μὲν ἔδωκεν». οὕτως οὖν καὶ ἐκ τοῦ ἐναντίου· τὸ μὲν γὰρ ἀκόλουθόν ἐστι κίνημα ἀπὸ τοῦ οἴγω ᾦγεν κατὰ παρατατικόν· «τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν», ἀλλὰ τὸ κατὰ πλεονασμὸν τοῦ ε «χηλοῦ δʼ ἄπο πῶμʼ ἀνέῳγεν». καὶ ἀπὸ τοῦ ἁνδάνω ἥνδανεν «ἀλλʼ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε»· τὸ δὲ κατὰ πλεονασμὸν «οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε». καὶ πάλιν «ἕσσατο δʼ ἔκτοσθεν»· εἶτα ἐν ἑτέροις «ἑέσσατο δέρμα». ἀπὸ δὲ τοῦ ὤθω βαρυτόνου τὸ «ὦσα παρέξ» καὶ ὦσε τὸ τρίτον. ὃ ἐν πλεονασμῷ φησι «κὰδ δʼ ἄρʼ ἐπὶ στόμʼ ἔωσεν». οὕτως οὖν ἐπὶ τούτου. ἐν ἑτέροις γάρ φησιν «ᾠνοχόει δʼ υἱὸς Μενελάου», ὅπερ κατὰ πλεονασμὸν τοῦ ε ἀκολούθως πάλιν ἀπεφήνατο «νέκταρ ἐῳνοχόει».
οὐδέποτε, ὥς φησιν ὁ Ἡρωδιανός, εὐθεῖα διαλέλυται, τὸ γὰρ εἷς ἕεις κατὰ πλεονασμὸν ἔχει τὸ ε, οὐ μὴν διελύθη.
οἶος ὁ μόνος. τὸ ο πλεονάζει ἐν τῇ ἀρχῇ.
τὸ ὀστέον παροξύνεται ὡς δισύλλαβον· ἀπὸ γὰρ τοῦ ἵστημι στέον καὶ ὀστέον.
ἴς ὄνομα ἡ δύναμις καὶ ἴν ὡς δικατάληκτον ἴα καὶ πλεονασμῷ τοῦ β βία. οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου.
Ὤριον ὁ Θηβαῖος γρυπός: ῥυβόν ἐστι παρὰ τοῖς Αἰολεῦσι τὸ ἐπικαμπὲς ἤτοι ῥαιβόν καὶ τροπῇ τοῦ β εἰς π ῥυπός καὶ πλεονασμῷ τοῦ γ γρυπός. οὕτως Ἡρωδιανὸς ἐν τοῖς ἐλέγχοις.
Ἐτυμολογικὸν τὸ Μέγα γέντο: «γέντο δʼ ἱμάσθλην»· ἕλω τὸ λαμβάνω. ὁ δεύτερος ἀόριστος ἕλον ἑλόμην ἕλου ἕλετο καὶ κατὰ συγκοπὴν ἕλτο καὶ τροπῇ τοῦ λ εἰς ν Δωρικῶς ὡς ἦλθεν ἦνθεν γίνεται ἕντο καὶ πλεονασμῷ τοῦ γ γέντο.
μόρφνος ἢ μορόφονός ἐστιν ἢ παρὰ τὴν ὄρφνην ἐσχημάτισται πλεονάσαντος τοῦ μ κατʼ ἀρχήν, ἵνα σημαίνηται ὁ μέλας, ἢ παρὰ τὸ μάρπτω μάρφνος καὶ μόρφνος ὁ συλλαμβάνων, ἐξ οὗ σημαίνεται ὁ ταχύς.
Ἐτυμολογικὸν τὸ Μέγα ταί γε ἄρθρον εὐθείας τῶν πληθυντικῶν Δωρικῶς. λέγουσι γάρ, ὅτι τὰ σύμφωνα, ἅπερ ἔχει ἡ εὐθεῖα τῶν δυϊκῶν, θέλει ἔχειν καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν, Λάχητε Λάχητες, ὁμοίως καὶ ἐπὶ ἄρθρων τὼ ξύλω, τὰ ξύλα. οὕτω καὶ τὰ Μούσα ταὶ Μοῦσαι καὶ τὰ ταί. τὸ δὲ «τοί κεν» ἐστὶ προτακτικὸν ἀντὶ ὑποτακτικοῦ. καὶ λέγουσι πῶς ἐστιν; ἡ εὐθεῖα ὁ καὶ τὸ πληθυντικὸν οἵ ὤφειλεν. ἀλλʼ ἐπειδὴ οἱ Δωριεῖς τὴν ἀναλογίαν φυλάττουσι τῆς εὐθείας τῶν δυϊκῶν, πλεονάζουσι τὸ τ καὶ ποιοῦσιν αὐτὸ τοί ὁμοίως τῷ «τώ μοι μία ἐγείνατο μήτηρ».
φημὶ ἀπὸ τοῦ ἠμί
Ἐτυμολογικὸν τὸ Μέγα «κέκλυτέ μευ» τὸ κλυ βραχύ· τὰ γὰρ προστακτικὰ τοῦ ἐνεστῶτος βραχείᾳ θέλει παραλήγεσθαι. ἔστι τῶν εἰς μι προστακτικῶν χρόνου ἐνεστῶτος. ἀπὸ τοῦ κλύω κλῦμι κλῦθι, τὸ δεύτερον τῶν πληθυντικῶν κλύτε καὶ κατʼ ἀναδιπλασιασμὸν κέκλυτε. ἀλλʼ ἴσως τις ἐρεῖ, ὅτι ταῦτα συστέλλει, τὸ δὲ κλῦθι μακρὸν ἔχει τὸ υ. ἰστέον ὅτι πολλὰ παρατίθησιν ἡμῖν ὁ Ἀπολλώνιος μακροπαράληκτα ὡς τὸ δίδωθι «δίδωθι δέ μοι κλέος ἐσθλόν» ἀπὸ τοῦ δίδοθι. οὐδὲν οὖν ἄτοπον, εἰ καὶ τὸ κλῦθι μακρὸν ἔχει τὸ υ.
Γεώργιος ὁ Χοιροβοσκός Τὰ εἰς μι ἀναδιπλασιαζόμενα κατὰ τὸν ἐνεστῶτα τούτῳ τῷ τρόπῳ ἀναδιπλασιάζονται· εἰ μὲν τὸ πρωτότυπον ἀπὸ φωνήεντος ἄρχεται, διὰ τοῦ ι γίνεται μόνου ὁ ἀναδιπλασιασμός ὧ ἱῶ ἵημι τὸ πέμπω· εἰ δὲ τὸ πρωτότυπον ἀπὸ συμφώνου ἄρχεται ἑνός, τότε διʼ αὐτοῦ τοῦ συμφώνου καὶ τοῦ ι γίνεται ὁ ἀναδιπλασιασμός οἷον δῶ διδῶ δίδωμι, βῶ βιβῶ βίβημι, θῶ τιθῶ τίθημι, τοῦ δασέος θ διὰ τὴν κακοφωνίαν τραπέντος εἰς τὸ ἀντίστοιχον τὸ ψιλόν, φημὶ δὴ εἰς τὸ τ· εἰ δὲ τὸ πρωτότυπον διὰ συμφώνων ἄρχεται, εἰ μὲν μή ἐστιν ἄφωνον πρὸ ἀμεταβόλου, διὰ τοῦ ι μόνου γίνεται ὁ ἀναδιπλασιασμὸς οἷον στῶ ἱστῶ ἵστημι, εἰ δέ ἐστιν ἄφωνον πρὸ ἀμεταβόλου, τότε διʼ αὐτοῦ τοῦ συμφώνου, φημὶ δὴ τοῦ ἀφώνου γίνεται ὁ ἀναδιπλασιασμὸς τοῦ ι οἷον πρῶ πιπρῶ πίπρημι καὶ πίμπρημι κατὰ πλεονασμὸν τοῦ μ, πλῶ πιπλῶ πίπλημι καὶ κατὰ πλεονασμὸν τοῦ μ πίμπλημι, χρῶ κιχρῶ κίχρημι, τοῦ δασέος χ διὰ τὴν κακοφωνίαν τραπέντος εἰς τὸ ἀντίστοιχον τὸ ψιλόν, φημὶ δὴ εἰς τὸ κ. Τούτων οὕτως ἐχόντων, ἀποροῦσί τινες λέγοντες, διὰ ποίαν αἰτίαν, ὥσπερ ἀπὸ τοῦ θῶ γίνεται κατὰ ἀναδιπλασιασμὸν τιθῶ τίθημι καὶ ἀπὸ τοῦ δῶ διδῶ δίδωμι, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ φῶ γίνεται μετὰ ἀναδιπλασιασμοῦ πιφῶ καὶ πίφημι, ἀλλὰ φημί γίνεται ἄνευ διπλασιασμοῦ; ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται τὸ φημὶ ἀναδιπλασιασθῆναι, ἐπειδὴ ἐγκλιτικόν ἐστιν, οἷον «αἰδεῖσθαί φημι»· κανὼν δέ ἐστιν ὁ λέγων, ὅτι τὰ ἐγκλιτικὰ οὐ θέλουσιν ὑπερβαίνειν τὴν δισυλλαβίαν οἷον εἰμί τις, πῶς ἐστε, ἡμῖν ἐστι· εἰ οὖν ἀνεδιπλασιάσθη τὸ φημί, ἤμελλε τρισυλλαβεῖν ἐγκλιτικὸν ὄν, ὅπερ ἀδύνατον.
Τὰ εἰς ρος ὑπερδισύλλαβα δεδιπλασιασμένα κατʼ ἀρχὴν καὶ τὴν πρώτην συλλαβὴν εἰς ρ καταλήγοντα προπαροξύνεται, βάρβαρος, τάρταρος, Κέρβερος, πέρπερος, βόρβορος.
Τὰ διὰ τοῦ οινη ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ ν τὴν οι δίφθογγον οὐκ εἰσὶν γνήσια· τὸ μὲν γὰρ ἀγκοίνη βαρυνόμενον παρὰ τὴν ἀγκῶνος γενικὴν πεποιημένον τροπὴν ἔσχε τοῦ ω εἰς τὴν οι δίφθογγον· τὸ δὲ μενοινή ὀξυνόμενον καὶ αὐτὸ τροπὴν ἔσχε τοῦ ω εἰς τὴν οι δίφθογγον. ὤφειλε γὰρ εἶναι μενωνή. τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ ἀπὸ ῥημάτων γινόμενα, ἔχοντα ἐν τῇ τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆς τὸ αὐτὸ σύμφωνον ἢ ἀντίστοιχον, τῷ ω μεγάλῳ παραλήγεται· ὁ δὲ λόγος ἐπὶ τρισυλλάβων οἷον ἀγωγή ἔδει εἶναι ἀγή καὶ γέγονεν ἀγωγή, ὁμοίως ἔδω ἐδή ἐδωδή, ὄζω ὀδή ὀδωδή, ὄπτω ὀπή ὀπωπή, ἔχω ὀχή ὀκωχή, ἄκω ἀκή ἀκωκή. οὕτω μένω τὸ προθυμοῦμαι μενή μενωνή, εἰ καὶ μὴ τὸ αὐτὸ σύμφωνον ἢ καὶ ἀντίστοιχον ἔχει ἐν τῇ τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆς συλλαβῇ, καὶ ἴσως ὡς κατὰ τοῦτο γέγονε τροπῇ τοῦ ω εἰς τὴν οι δίφθογγον μενοινή. παρατηρήσεις γὰρ τοῦτο, ὅτι τὰ οὕτω διπλασιασθέντα ἀπὸ φωνήεντος ἤρχετο οἷον ἀγωγή ἀκωκή ἐδωδή. τὸ δὲ μενοινή μόνον ἀπὸ συμφώνου καὶ ἐπεὶ παρήλλαξεν κατὰ τὴν ἄρχουσαν πρὸς τὰ προκείμενα, παρήλλαξεν καὶ περὶ τὴν παραλήγουσαν. οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου.
Ὤριον ὁ Θηβαῖος γρῖπος παρὰ τὸ ἀγρεῖν, ὅ ἐστι παρακολουθεῖν τῇ ἄγρᾳ. οὕτως Ἡρωδιανὸς ἐν τῇ ὀρθογραφίᾳ.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ μαυρός ἀπὸ τοῦ ἀμαυρός γέγονε.
Ἰωάννης ὁ Ἀλεξανδρεύς πάντων οὐκ ἐκ τοῦ ἁπάντων, ὥς τινες φασίν, ἀφαιρέσει τοῦ α γέγονεν, ἐπεὶ ἔδει καὶ τὸ παντός καὶ τὸ παντί βαρύνεσθαι ἐκ τοῦ ἅπαντος ἅπαντι ἀφῃρημένα.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν κατʼ ἀσφοδελὸν λειμῶνα: ἄδηλον πότερον σφοδελόν ἢ ἀσφοδελόν. λέγεται καὶ χωρὶς τοῦ α. τινὲς δὲ γράφουσι σποδελόν διὰ τὴν σποδὸν τῶν καιομένων νεκρῶν. ἄμεινον δὲ ἀσφοδελὸν τὸν τόπον τὸν ἔχοντα ἀσφόδελον, ἥτις ἐστὶ βοτάνη ὁμοία σκίλλῃ.
Αἴλιος Ἡρωδιανός τὸ ἄρα ἀπέβαλε τὸ α καὶ ἐγένετο ῥά καὶ ἐνεκλίθη.
ἡ ἐμέ αἰτιατική, ὅτε φυλάσσει τὸ ε, ὀρθοτονεῖται, εἰ δὲ ἀποβάλοι, ἐγκλιτική ἐστιν.
ἴσκοντες: ὁ Ἀσκαλωνίτης κατὰ ἀφαίρεσίν φησιν εἶναι τοῦ ε τὸ ἴσκοντες. Ἀρίσταρχος δὲ ἐκτεταμένως ἀναγινώσκει παρὰ εἴσκω ἐκδεξάμενος· ἄμεινον δὲ ἡ τοῦ Πτολεμαίου ἀνάγνωσις· πρὸ γὰρ τῆς διὰ τοῦ σκω παραγωγῆς σπάνιόν ἐστι δίφθογγον εὑρεθῆναι, ὅτι, μὴ τὴν αυ· ταύτῃ οὖν μοι δοκεῖ ἀπὸ τοῦ εἴδω εἶναι ὁ μέλλων εἴσω· καὶ ἅμα τῇ ἐπενθέσει τοῦ κ ἐΐσκω γεγενῆσθαι κατὰ τὴν διαίρεσιν, ἵνα μὴ δίφθογγος γένηται, καὶ ἀποβολῇ τοῦ ε ἴσκω. οὕτως οὖν καὶ τὸ ἴσκοντες ὀφείλομεν κατὰ ἀποβολὴν τοῦ ε ἀναγινώσκειν. οὐ γὰρ μέτρον κωλύει.
ἕστασαν: δασυντέον τὸ ἕστασαν. ὑπερσυντέλικος γάρ ἐστι συγκεκομμένος, ὁ δὲ παρακείμενος δασὺ ἔχει τὸ ε καὶ ὁ ὑπερσυντέλικος· οἱ δὲ ἀόριστοι ψιλόν, ἐπεὶ καὶ κατὰ ἀποβολὴν τοῦ ε λέγονται· «στὰν δὲ μεταστοιχεί». καὶ ὁ πρότερος «στῆσαν ἀείραντες»· οὐκέτι δὲ ὁ ἕστασαν στάσαν.
Ἐξάδιος: παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ε τὸ ὄνομα ἤρξατο, παρὰ δὲ τοῖς νεωτέροις καὶ χωρὶς τοῦ ε εὑρέθη, ὡς καὶ Ὀϊλεύς μὲν παρὰ τῷ ποιητῇ καὶ παρʼ Ἡσιόδῳ.
ἀάπτους: ἐμοὶ δοκεῖ παρὰ τὸ ἰάπτω γεγενῆσθαι, ὃ σημαίνει τὸ διαφθείρω καὶ βλάπτω ἔνθεν τὸ «πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν» καὶ μέσον αὐτοῦ κατʼ ἔλλειψιν τοῦ α «μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν». ἔνθεν καὶ τὸ ἴψ· ἔστι δὲ θηρίον διατρῶγον τὰ ξύλα. ἀπὸ δὴ τούτου τοῦ ἰάπτω τὸ ἀϊάπτους ἦν καὶ κατʼ ἔλλειψιν τοῦ ι ἀάπτους ἤτοι τὰς μὴ δυναμένας διαφθαρῆναι καὶ βλαβῆναι, ἢ κατʼ ἐπίτασιν τὰς ἄγαν δυναμένας βλάψαι καὶ διαφθεῖραι.
κρατὶ δʼ ἐπὶ κτιδέην κυνέην: ἀπὸ τοῦ κ ἡ ἀρχή, ἐπεὶ ἐν ἑτέροις «τοῦ δʼ ἀπὸ μὲν κτιδέην». τοῦτο δὲ κατὰ ἀφαίρεσιν τοῦ ι λέγεται παρὰ τῷ ποιητῇ· ἴκτις γάρ ἐστιν, ὡς Νίκανδρος «ἴκτιδος ἥ τʼ ὄρνισιν». τὸ γὰρ μονοσύλλαβον οὐ δύναται κατʼ ἔκτασιν οὔτε κατὰ συστολὴν λέγεσθαι. οὔτε γὰρ ἐκτείνεται ὡς κρηπῖδος ψηφῖδος· ταῦτα γὰρ ὑπὲρ μίαν συλλαβήν· οὔτε συστέλλεται· ἀρκεῖ γὰρ τὸ τίς.
Οἴτυλον ὡς δάκτυλον· ἄρχεται γὰρ τὸ ὄνομα ἀπὸ τῆς οι διφθόγγου. κακῶς δὲ Τυραννίων οἰόμενος ἄρθρον εἶναι τὸ οι καὶ παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱστορίαν, εἴγε οὕτως φησὶ καὶ Φερεκύδης· «τοῦ δὲ γίνεται Ἀμφάναξ, τοῦ δʼ Οἴτυλος» ἀφʼ οὗ ἡ πόλις ἡ ἐν Σπάρτῃ καλεῖται.
Ἐτυμολογικὸν τὸ Μέγα Ἀργαφίης οἷον «νιψάμεναι κρήνης ἔδραμον Ἀργαφίης». τινὲς δὲ διὰ τοῦ ε ἀπὸ Γεργάφου τοῦ Ποσειδῶνος· τὸ δὲ ἐντελὲς ἐν τῷ Ἑρμῇ «κρήνης Γαργαφίης». ὁ δὲ Παρμενίσκος ἄνευ τοῦ γ. ἡ ἔλλειψις ἀπὸ ἱστορίας.
Ἐπιμερισμοὶ Ὁμηρικοί εἴβεις «τέρεν δάκρυον εἴβεις». λείβω τὸ στάζω καὶ κατὰ πάθος γίνεται εἴβω, ὥσπερ ἀπὸ τοῦ γαῖα κατὰ ἀφαίρεσιν τοῦ γ αἶα· πρῶτον ἄρα τὸ λείβω τοῦ εἴβω. ἰστέον δὲ ὅτι οὐδέποτε εἴβειν τέθειται ἐπὶ τοῦ σπένδειν. τὰ δὲ ἄλλα ὁμοίως «δάκρυα λεῖβον» «καταλείβεται ὕδωρ» καὶ τὸ «κατειβόμενον Στυγὸς ὕδωρ». ὥσπερ δὲ παρὰ τὸ γαῖα μὲν ἐγένετο σύνθετον γαιήοχος καὶ παραγωγὸν γαιάτης οὐδὲ δὲ παρὰ τὸ αἶα, οὕτως καὶ ἐπὶ τούτων οὐδὲν μὲν κίνημα παρὰ τὸ εἴβω, παρὰ δὲ τὸ λείβω, λιβάς, λοιβή, λέβης, λίβανος καὶ λιβανωτός· καὶ ὃν τρόπον τὸ αἶα οὐδέποτε κατʼ ἀρχὴν ἔχεις στίχου παρὰ τῷ ποιητῇ, τὸ δὲ γαῖα, οὕτως οὐδέποτε τὸ εἴβω ἔχεις ἐν ἀρχῇ στίχου, ἀλλὰ τὸ λείβω.
ἄχρι ἀπὸ τοῦ μέχρι ἀποβολῇ τοῦ μ καὶ μεταθέσει τοῦ ε εἰς α. οὕτως Ἡρωδιανὸς ἐν τῇ ὀρθογραφίᾳ.
τὸ ε πρὸ τοῦ θ οὐ δασύνεται, εἰ μὴ ἀντωνυμικὸν εἴη ἐξ ἀποβολῆς τοῦ σ σέθεν ἕθεν.
τὸ ἔρρω οὐ παρὰ τὸ φθείρω, ὡς οἴονταί τινες.
λυτο: εἰ μὲν μέσος δεύτερος ἀόριστός ἐστιν ἀπὸ τῶν εἰς μι, ὥσπερ ἤδη ἐπίσταται λέγων «νῦν δὲ λύμην τρὶς τόσσα πορών» καὶ «τῆς δʼ ἄρα κλαιούσης λύτο γούνατα», ἔκτασις ἐγένετο διὰ τὸ μέτρον· εἰ δὲ παρατατικόν τινες ἐκδέχονται, δύναται κρᾶσις τοῦ ἐλύετο γεγενῆσθαι ὥσπερ ἀπὸ τοῦ ἰχθύες ἰχθῦς, μύες μῦς, ῥύεσθαι ῥῦσθαι «πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε». ἢ ἀπὸ τοῦ λέλυτο λύτο ὡς βέβλητο βλῆτο.
Ἰωάννης ὁ Ἀλεξανδρεύς αἱ τοῦ παρακειμένου παθητικοῦ μετοχαί, εἰ πάθωσί τι, προπαροξύνονται ὡς ἀπὸ τοῦ βεβλημένος βλήμενος, ἐληλασμένος ἐληλάμενος, καὶ ὁ ἄσμενος δὲ καὶ ὄρμενος καὶ ἄρχμενος καὶ δέγμενος καὶ ἄλμενος καὶ ἐμπλήμενος καὶ οὐτάμενος εἴτε παρακειμένου εἶεν παθητικοῦ εἴτε ἄλλου χρόνου, εἰκότως προπαροξύνονται.
Ἰωάννης ὁ Ἀλεξανδρεύς τὸ ὠμαδίς ὀξύνεται καὶ ἴσως ἐκ τοῦ κατωμαδίς ἀφῃρέθη.
Γεώργιος ὁ Χοιροβοσκός Ἰστέον ὅτι τὸ ἔτυπτε γίνεται καὶ μετὰ τοῦ ν ἔτυπτεν· τὸ γὰρ ε ἐφελκυστικόν ἐστι τοῦ ν ἐν τοῖς τρίτοις προσώποις τοῖς ἑνικοῖς τῶν ῥημάτων οἷον ἔλεγε ἔλεγεν, ἔμαθε ἔμαθεν· ὥσπερ καὶ τὸ ι ἔχομεν, ὅτι γίνεται ἐφελκυστικὸν τοῦ ν, ὅταν ἔχῃ προηγούμενον τὸ σ ἢ δυνάμει ἢ ἐνεργείᾳ· ἐνεργείᾳ μὲν οἷον τύπτουσι τύπτουσιν, Αἴασι Αἴασιν, δυνάμει δὲ οἷον Φοίνιξι Φοίνιξιν, Πέλοψι Πέλοψιν· δυνάμει γὰρ ἐνταῦθά ἐστι τὸ σ· τὸ γὰρ ξ ἐκ τοῦ κ καὶ σ δοκεῖ συγκεῖσθαι καὶ τὸ ψ ἐκ τοῦ π καὶ σ· καὶ πάλιν ἔστι ἔστιν· τὸ γὰρ τ ἐνταῦθα δυνάμει σ ἐστίν, ἀπὸ γὰρ τοῦ ἔσσι γέγονε κατὰ τροπὴν τοῦ σ εἰς τ· πολλάκις δὲ καὶ τοῦ φ προηγουμένου γίνεται τὸ ι ἐφελκυστικὸν τοῦ ν οἷον ναῦφι ναῦφιν «ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο».
Γεώργιος ὁ Χοιροβοσκός Γέγονε τὸ ἐτετύφειν τοῦτον τὸν τρόπον· ἔστιν ἐτετύφει τρίτον πρόσωπον· τοῦτο κατὰ τὴν διάλυσιν τῆς ει διφθόγγου εἰς δύο εε λέγουσιν οἱ Ἴωνες ἐτετύφεε, ἐπειδὴ τὸ ε ἐφελκυστικόν ἐστι τοῦ ν οἷον ἔτυπτε ἔτυπτεν, ἔλεγε ἔλεγεν, ἐτετύφεε ἐτετύφεεν καὶ κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον ἐτετύφειν ἐκεῖνος· τοιοῦτόν ἐστι καὶ τὸ «ἥ οἱ Λακεδαίμονι ναιεταούσῃ—ἤσκειν εἴρια καλά» ἀντὶ τοῦ ἤσκει· καὶ τὸ «οὐδʼ ἄρα δὴν—εἱστήκειν, αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα» ἀντὶ γὰρ τοῦ εἱστήκει.
Γεώργιος ὁ Χοιροβοσκός τὸ ἦν ἐκεῖνος δευτέρου ἀορίστου ἐστὶν ἀπὸ τῶν εἰς ω. ἀπὸ γὰρ τοῦ ἔω τοῦ σημαίνοντος τὸ ὑπάρχω γέγονεν ὁ δεύτερος ἀόριστος ἦον ἦες ἦε καὶ κατὰ προσθήκην τοῦ ν ἦεν — τὸ γὰρ ε ἐφελκυστικόν ἐστι τοῦ ν οἷον ἔτυπτε ἔτυπτεν, ἔλεγε ἔλεγεν — καὶ κατὰ κρᾶσιν τοῦ η καὶ ε εἰς η γέγονεν ἦν· ὅτι γὰρ δεύτερος ἀόριστός ἐστι, δηλοῖ ἡ μετοχὴ ἐών οὖσα ὀξύτονος· αἱ γὰρ εἰς ων ὀξύτονοι μετοχαὶ δευτέρου ἀορίστου εἰσὶν οἷον τυπών δραμών λαθών δακών πιών.
Θεόγνωστος τὰ εἰς ιν ἐπιρρήματα ἐκ πλεονασμοῦ ἔχοντα τὸ ν διὰ τοῦ ι γράφονται οἷον αὖθι αὖθιν· οὕτω γάρ φησιν παρὰ Ῥηγίνοις· πάλι πάλιν, πέρυσι πέρυσιν, ὃ καὶ πέρυτις λέγεται Δωρικῶς· αἶιν, ὅπερ ἀπὸ τοῦ αἰεί γέγονεν· νυνίν, οὑτωσίν.
Αἴλιος Ἡρωδιανός τέλσον ἐγένετο παρὰ τὸ τέλος ἐν ὑπερθέσει τοῦ ς καὶ προσόδῳ τοῦ ν.
Ἐπιμερισμοὶ Ὁμηρικοί, Ἐτυμολογικὸν τὸ Μέγα ἐγών Δωριέων διάλεκτός ἐστι· προσλαμβάνει τὸ ν· ἢ καὶ ὁ ποιητὴς ἐκκλίνων τὴν χασμῳδίαν τῶν φωνηέντων εἶπε τὸ ἐγών μετὰ τοῦ ν ὡς τὸ «καὶ ἐγὼν ἐπίκουρος ἐών».
Γεώργιος ὁ Χοιροβοσκός τὸ οἶσθα «οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι» εὕρηται καὶ μετὰ τοῦ ς οἶσθας ὡς παρὰ Κρατίνῳ ἐν Μαλθακοῖς.
Ἰωάννης ὁ Ἀλεξανδρεύς ὁ ἤ ὀξυνόμενος, εἰ καὶ πλεονάζει τὸ ε, ἐπὶ τέλους ἔχει τὴν ὀξεῖαν; ὁ ἦ περισπώμενος, ἐὰν προσλάβῃ τὸ ε, φυλάττει τὴν περισπωμένην.
Ἰωάννης ὁ Ἀλεξανδρεύς τὸ εἴθε καὶ αἴθε βαρύνεται μέν, οὐ προπερισπᾶται δὲ ὡς τὸ τῆλε καὶ ὧδε, ἀλλὰ παροξύνεται, ὅτι περιττή ἐστιν ἡ θε συλλαβή.
Ἐπιμερισμοὶ Ὁμηρικοί ἐμέθεν, σέθεν, ἕθεν ὁ Ἡρωδιανὸς ἐκ τοῦ ἐμέ, σέ, ἕ καὶ κατʼ ἐπέκτασιν τῆς θεν.
Αἴλιος Ἡρωδιανός οἶσθα: ὅσα εἰς θα λήγει δεύτερα πρόσωπα ἐπεκτεταμένα, ταῦτα ἀποβολῇ τῆς θα συλλαβῆς καταλείπει ῥητὸν τὸ ῥῆμα οἷον λέγῃσθα λέγῃς, βάλῃσθα βάλῃς, ἦσθα ἦς· μόνον δὲ τὸ οἶσθα τοιοῦτον οὐκ ἀνεδέξατο. αἴτιον δὲ τὸ πάθος.
Αἴλιος Ἡρωδιανός δῷσι: Ζωΐλος ὁ Ἀμφιπολίτης καὶ Χρύσιππος ὁ Στωϊκὸς σολοικίζειν οἴονται τὸν ποιητήν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρησάμενον ῥήματι· τὸ γὰρ δῶσί φασι πληθυντικόν. ἀγνοοῦσι δέ· ἔστι γὰρ τὸ δῷ ἑνικὸν ἐπεκτεταμένον ὡς τὸ λέγῃ λέγῃσι, φέρῃ φέρῃσι· τοιοῦτόν ἐστι καὶ τὸ ἐν Ὀδυσσείᾳ τὸ «φῇσιν ἐλεύσεσθαι» καὶ τὸ «εἰσόκε μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἕεδνα».
Ἰωάννης ὁ Ἀλεξανδρεύς βαρύνεται ἡ σφίν ἐν τῇ σφίσιν καὶ δισυλλαβήσασα ἐπεκτείνεται.
Ἰωάννης ὁ Ἀλεξανδρεύς πᾶσα φύσει μακρὰ πρὸ βραχείας ληκτικῆς ἐφʼ ἑαυτῆς ἔχουσα τὸν τόνον περισπᾶται—χωρὶς τῶν διὰ τοῦ χι ἢ θε ἐπεκτεταμένων. ταῦτα γὰρ φυλάττει τὸν τόνον ἅτε δὴ περιττῆς οὔσης τῆς συλλαβῆς. παροξύνεται γοῦν τὸ ναίχι καὶ εἴθε καὶ αἴθε. ἔνθεν σημειούμεθα τὸ οὐχί ὀξυνόμενον. τὸ δὲ ᾗχι προπερισπᾶται «ᾗχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος».
Αἴλιος Ἡρωδιανός ἦδος: ψιλωτέον ὡς τροχαϊκὸν τῶν εἰς ος ληγόντων. κατὰ μετασχηματισμόν ἐστι τὸ ἦδος τοῦ ἡδονή· δασυνόμενον γὰρ μετασχηματίζεται εἰς τὸ ἦδος ψιλούμενον ὡς τὸ ἡμέρα μετασχηματίζεται εἰς τὸ ἦμαρ ψιλούμενον καὶ τὸ ἅμα εἰς τὸ ἄμυδις.
Ἰωάννης ὁ Ἀλεξανδρεύς τὸ ἐκεῖ ἀποκέκοπται.
Αἴλιος Ἡρωδιανός τὸ ἁμαρτῇ δασέως. περισπᾷ δὲ καὶ ὁ Ἀσκαλωνίτης καὶ οἱ πλείους. ὀξύνει δὲ ὁ Ἀρίσταρχος βουλόμενος αὐτὸ τοῦ ἁμαρτήδην ἀποκεκόφθαι· διὸ καὶ κατʼ αὐτὸν χωρὶς τοῦ ι γεγράψεται. ἐπικρατεῖ μέντοι τὸ περισπώμενον, γενόμενον παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ.
Αἴλιος Ἡρωδιανός ὑπαί: παραιτητέον τὸν Τυραννίωνα βαρύνοντα τὴν ὑπαί καὶ ἡγούμενον ἀπὸ τοῦ ὕπαιθα εἶναι πάθος τὸ τῆς ἀποκοπῆς.
Ἰωάννης ὁ Ἀλεξανδρεύς φησί, ὅπερ πάλιν ἀποκοπὲν ὀξύνεται. τὸ γὰρ φή ἀντὶ τοῦ φησί.
Αἴλιος Ἡρωδιανός ἔα: συστέλλεται τὸ α καὶ βαρύνεται. τὸ μὲν οὖν ἐντελὲς τοῦ ἐνεστῶτός ἐστιν ἐῶ ἐᾷς ἐᾷ σὺν τῷ ι γραφόμενον ὡς τιμῶ τιμᾷς τιμᾷ. τοῦ δὲ παρατατικοῦ εἴων εἴας εἴα οὐ προσγραφομένου τοῦ ι «οὐ μʼ εἴας μακάρεσσι». καὶ τὸ τρίτον ἐν Ἰωνικῇ παραγωγῇ «τὸν δʼ οὔτι πατὴρ εἴασκε μάχεσθαι», καὶ «τόνδʼ εἴασκεν», καὶ προστακτικὸν «ἀλλʼ ἔα ὥς οἱ πρῶτα». εἰ τοίνυν ἐστὶ τοιοῦτο «τρεῖν μʼ οὐκ ἔα», μόνον συνεστάλη τὸ ἄλφα, καὶ ὁ παρατατικός ἐστι ἰσοδυναμῶν ἐνεστῶτι. εἰ δὲ ὁ ἐνεστὼς ἀεί ἐστι περισπώμενος καὶ σὺν τῷ ι γραφόμενος, δῆλον ὅτι πολλὰ πάθη· συστολὴ γὰρ τοῦ α καὶ ἐκβολὴ τοῦ ι καὶ μεταβολὴ τοῦ τόνου, εἰ μὴ ἄλλως ἐκδεξαίμεθα, ὅτι ἔθος αὐτῷ ταῦτα τὰ τῆς δευτέρας συζυγίας κατὰ τὸ δεύτερον καὶ τὸ τρίτον πρόσωπον πολλάκις διαλύειν εἰς δύο αα, ὧν τὸ μὲν πρότερον συνεσταλμένον ἐστί, τὸ δὲ δεύτερον ἐκτεταμένον καὶ σὺν τῷ ι γραφόμενον, ὁρᾷς «οὐχ ὁράᾳς οἷος κἀγώ», καὶ ἐπὶ τοῦ τρίτου «ἰσχανάᾳ δοκέειν», καὶ «ἐκπεράᾳ μέγα λαῖτμα», «οὐκ ἐάᾳ Κρονίδης. τοῦτο τοίνυν τὸ ἐάᾳ δύναται κατὰ ἀποκοπὴν εἰρῆσθαι “τρεῖν μʼ οὐκ ἔα”. ἔνθεν καὶ συνέσταλται τὸ α καὶ βεβάρυνται. οὐκ ἄηθες δὲ καὶ ἐνεστῶτας ἀποκόπτεσθαι καὶ ἄλλους χρόνους, ὡς ἔχει τὸ “οὖτα κατὰ λαπάρην”. εἰ δέ τις ἐπιζητήσειεν ὁμοιότητα ἀπὸ τῶν εἰς ω περισπωμένων ἢ βαρυτόνων ἐνεστῶτος ἐπὶ τρίτου ἀποκοπήν, καὶ μὴ εὑρὼν μηδὲ τοῦτο παραδέξαιτο, ἑαυτὸν λήσει. περὶ γὰρ πάθους διαλαμβάνομεν.
Αἴλιος Ἡρωδιανός κατέκτα: Πτολεμαῖός φησιν ὁ Ἀσκαλωνίτης Ἀρίσταρχον ἀνεγνωκέναι ὁμοίως τῷ “ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ” κατὰ συστολήν. Τυραννίων δὲ κατʼ ἔκτασιν. οἶμαι δὲ ἀκόλουθον εἶναι ἐκείνῃ τῇ γραφῇ τῇ κομιζομένῃ ὑπʼ Ἀριστάρχου “ὥς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν”. ἡ μέντοι κοινὴ ἀνάγνωσις ἡ κατὰ συστολὴν ἀφορμὴν ἔσχε τὴν τῆς ἀποκοπῆς, ὁμοίως τῷ “οὖτα κατὰ λαπάρην”.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν δαμνᾷ, ἐπεί κεν πρῶτα λίπῃ: δαμνᾷ ὡς κιρνᾷ. οἱ δὲ “δάμναται ὥς κεν πρῶτα λίπῃ” ὡς Κράτης· ὁ δὲ Ἀσκαλωνίτης βαρύνει δάμνα, ἵνʼ ᾖ τοῦ δάμναται ἀποκοπή. ἔξεστι δὲ ἀναγινώσκειν περισπωμένως ἀπὸ τοῦ δαμνῶμαι ὡς πειρῶμαι “πειρᾷ ἐμεῖο γεραιέ” μὴ ἐκφωνουμένου τοῦ ι ὡς τὸ δύνᾳ παρʼ Ἀττικοῖς.
Αἴλιος Ἡρωδιανός ἐκδύμεν: παροξυτονητέον· τὸ γὰρ πλῆρές ἐστιν ἐκδύμεναι ὁμοίως τῷ “θοῶς ζευγνύμεν ἄνωγεν” καὶ δῆλον, ὅτι λείπει γένοιτο.
Αἴλιος Ἡρωδιανός σόωσι: Τυραννίων προπερισπᾷ ὡς νοῶσιν, ὡς ἀπὸ τοῦ σοῶ περισπωμένου, ἐπεί, φησί, καὶ τὸ εὐκτικὸν κατὰ ἀποκοπὴν εἶπεν “ἥ κέν σφιν νῆάς τε σοῷ καὶ λαὸν Ἀχαιῶν”.
Αἴλιος Ἡρωδιανός τὸ παρὰ Ἑρμησιάνακτι ἐν Λεοντίου αʹ “μόνη δέ οἱ ἐφλέγετο γλήν” οὐκ ἐντελές, ἀποκεκομμένον δὲ ἐκ τοῦ γλήνη.
Αἴλιος Ἡρωδιανός τὸ “ἐξ ὀρέων ἐπὶ κάρ” κατὰ πάθος. ἀπὸ γὰρ τοῦ κάρη κατʼ ἀποκοπὴν τοῦ η γέγονεν.
Αἴλιος Ἡρωδιανός, Γεώργιος ὁ Χοιροβοσκός, Θεόγνωστος τὸ κάρη ἀπὸ τοῦ κάρηνον ἀποκέκοπται.
Αἴλιος Ἡρωδιανός τὸ κάρα τὸ ἐκτεινόμενον ἐξ ἀποκοπῆς τοῦ κάρανον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ δῶ ἀπὸ τοῦ δῶμα καὶ τὸ φᾶρ τὸ ἱμάτιον ἀπὸ τοῦ φᾶρος καὶ κρῖ.
Θεόγνωστος τὸ αὔξη οἱ μὲν βαρυτονοῦσι λέγοντες ἀποκεκόφθαι, Ἡρωδιανὸς δὲ συνηγορεῖ τοῖς ὀξυτονοῦσι.
Αἴλιος Ἡρωδιανός οὐδὲν περισπώμενον ἀποκέκοπται κατὰ γενικὴν πτῶσιν, ἐξεκόπη παρʼ Ἀριστίᾳ ἐν Ἀνταίῳ, ἔνθα φησίν “Αἰγαίου Ποσειδῶ παῖς, πατὴρ δʼ ἐμός”.
Ἰωάννης ὁ Ἀλεξανδρεύς τὸ διχόμηνι μεταπέπλασται ἐκ τοῦ διχομήνῳ. δύναται δὲ καὶ ἀπὸ τοῦ διχόμηνις “πρὸς γάρ οἱ διχόμηνις ἀπʼ αἰθέρος αἰγάζουσα” Ἀπολλώνιος καὶ δοτικῆς διχομήνιδι ἀποκεκόφθαι “οὐδέ τις ἀδρανέων φέρεται διχόμηνι σελήνῃ” καὶ ἀναδρομὴν ποιήσασθαι τοῦ τόνου.
Αἴλιος Ἡρωδιανός ἡ δαΐ εἴτε ἀποκέκοπται εἴτε συγκέκοπται, ὀξυτονηθήσεται.
Αἴλιος Ἡρωδιανός ἱδρῶ θʼ, ὃν ἵδρωσα: αἰτιατική ἐστι κατʼ ἔκθλιψιν· δύναται μέντοι καὶ ἱδρῶ τε εἶναι τὸ πλῆρες, ἐπειδὴ σύνηθες αὐτῷ οὕτως τὴν αἰτιατικὴν προφέρεσθαι.
Αἴλιος Ἡρωδιανός Μηκιστῆ: ὁμοίως τῷ “ἔνθʼ αὖτʼ ἀγγελίην ἔπι Τυδῆ στεῖλαν Ἀχαιοί”. καὶ ἤτοι ἀπεκόπη ἡ Μηκιστῆα αἰτιατική, ἢ Δωρικῶς κέκλιται, ὅπερ μοι δοκεῖ καὶ ἄμεινον.
Ἰωάννης ὁ Ἀλεξανδρεύς αἱ εἰς ω αἰτιατικαὶ ἀπὸ ἐντελῶν εἰς α πᾶσαι πεπόνθασι· ἡ μὲν γὰρ Ἀπόλλω καὶ Ποσειδῶ καὶ κυκεῶ καὶ αἱ παραπλήσιαι ἀποκοπεῖσαι οὐκ ἤμειψαν τῶν ὁλοκλήρων τὸν τόνον.
Ἰωάννης ὁ Ἀλεξανδρεύς οὐδεμία εἰς α λήγουσα αἰτιατικὴ ὀξύνεται· ἔνθεν ἡ νιφάδα ἀποκοπεῖσα ἀνεβιβάσθη “ἀλευόμενοι νίφα λευκήν”.
Γεώργιος ὁ Χοιροβοσκός ἀποροῦσί τινες λέγοντες, διὰ ποίαν αἰτίαν τὴν Θόαν καὶ τὴν Αἴαν αἰτιατικὴν μὴ λέγομεν ἀπὸ τῶν Θόαντα καὶ Αἴαντα αἰτιατικῶν γεγενῆσθαι κατὰ ἀποκοπὴν τῆς τα συλλαβῆς καὶ μὴ ἀπὸ ἰσοσυλλάβου κλίσεως; καὶ ἔστιν εἰπεῖν, ὅτι οὐδέποτε γενικὴ διὰ τοῦ ντ κλινομένη πάσχει ἀποκοπὴν κατὰ τὴν αἰτιατικὴν οἷον Ξενοφῶν Ξενοφῶντος Ξενοφῶντα, Κτησιφῶν Κτησιφῶντος Κτησιφῶντα. ἀμέλει τὸ Ποσειδῶν Ποσειδῶνος μὴ κλινόμενον διὰ τοῦ ντ πάσχει ἀποκοπὴν κατὰ τὴν αἰτιατικὴν οἷον τὸν Ποσειδῶνα τὸν Ποσειδῶ “νὴ τὸν Ποσειδῶ τοῦτον ἵππιον”· ὥστε οὖν ἀπὸ ἰσοσυλλάβου κλίσεως ταῦτα.
Γεώργιος ὁ Χοιροβοσκός πᾶσα αἰτιατικὴ ἑνικῶν μονοσύλλαβος ἀρσενικὴ ἢ θηλυκὴ αὐτὴ καθʼ ἑαυτὴν οὖσα εἰς ν λήγει· τὸ δὲ νὴ Δί οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐχ εὑρίσκεται αὐτὴ καθʼ ἑαυτήν, ἀλλʼ ἐν συντάξει.
Αἴλιος Ἡρωδιανός τὸ ἠλέ ὡς καλέ ἐπιθετικῶς. εἴτε δὲ ἀπεκόπη εἴτε συνεκόπη ἐκ τοῦ ἠλεέ, ἔρρωται τὰ τοῦ τόνου.
Αἴλιος Ἡρωδιανός ἆ δείλʼ: τὸ πλῆρές ἐστιν ἆ δειλέ· οὐ γάρ, ὡς οἱ ἐξηγησάμενοι, τοῦ δείλαιε ἀποκοπή· ἐν ἑτέροις γὰρ αὐτὸς λέγει “ἆ δειλώ, τί νυ δάκρυ κατείβετον”.
Αἴλιος Ἡρωδιανός τὰ δίχρονα τὰ ἐκ συναλοιφῆς ἐκτείνεσθαι θέλει κρέαα κρέα, κέραα κέρα· εἰ μέντοι ἀποκοπήν τινα δέξεται τῆς τα συλλαβῆς τοῦ κέρατα κέρα καὶ κρέατα κρέα, συνεσταλμένον ἐστὶ τὸ δίχρονον.
Γεώργιος ὁ Χοιροβοσκός τὰ γόνυα καὶ δόρυα γίνεται καθʼ ὑπερβιβασμὸν τοῦ υ γοῦνα καὶ δοῦρα. δύναται δὲ καὶ ἀπὸ τοῦ γούνατα καὶ δούρατα γενέσθαι κατὰ ἀποκοπὴν τῆς τα συλλαβῆς γοῦνα καὶ δοῦρα.
Ἐτυμολογικὸν τὸ Μέγα ὡς παρὰ τὸ φύσις γίνεται φυσικός, μάντις μαντικός, οὕτως ὄφις ὀφικός καὶ ὀφιακός κατὰ πλεονασμὸν τοῦ α. συνηκολούθησε γὰρ τῷ θηριακός.
Αἴλιος Ἡρωδιανός ἄστρασιν: ὃν τρόπον ἡ ἐγκάτοις ἔγκασιν ἐγένετο ἥ τε προβάτοις πρόβασιν ἥ τε πετάλοις πέταλσιν, οὕτως ἄστροις ἄστρασιν, ἐπεισελθόντος τοῦ α, ἵνα συστῇ ἡ λέξις.
Ἰωάννης ὁ Ἀλεξανδρεύς αἱ πλεονάσασαι τὸ α κατὰ τὴν παραλήγουσαν παροξύνονται πατράσι, θυγατράσι μητράσι.
Γεώργιος ὁ Χοιροβοσκός αἱ πλεονάσασαι δοτικαὶ πληθυντικαὶ τῷ α παροξύνονται οἷον πατρί πατράσιν, θυγατρί θυγατράσιν, ἀνδρί ἀνδράσιν, υἷι υἱάσιν. ἔστι γὰρ ὗϊς ὕϊος ὕϊι καὶ κατὰ συναίρεσιν τοῦ υ καὶ ι εἰς τὴν υι δίφθογγον υἷι· καὶ ἐπειδὴ τοῦ σ προσερχομένου ἀσυνταξία ἤμελλε γενέσθαι — οὐδέποτε γὰρ μετὰ τὴν υι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον οἷον μυῖα ἅρπυια, υἱός — τούτου χάριν ἐπλεόνασε τὸ α καὶ γέγονεν υἱάσιν.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν θεείου: εἴγε ἀπὸ τοῦ θείου διαίρεσις, διὰ τί τὸ θεείου διὰ διφθόγγου; φαμὲν οὖν ὅτι πλεονασμός ἐστι τοῦ ε ὡς εἷς ἕεις.
Ἐπιμερισμοὶ Ὁμηρικοί τεόν: τὸ κοινὸν σόν, Δωρικὸν τεόν· πέπονθε γὰρ πλεονασμὸν τοῦ ε καὶ τροπὴν τοῦ σ εἰς τ, ἀλλʼ ἐπὶ τῶν πρωτοτύπων τροπὴ μόνη γίνεται σύ τύ· ἐπὶ δὲ τῶν κτητικῶν οὔτε ἡ τροπὴ χωρὶς πλεονασμοῦ οὔτε ὁ πλεονασμὸς ἄνευ τῆς τροπῆς παρὰ Δωριεῦσι σόν τεόν, σῇ τεῇ “ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμή”.
Αἴλιος Ἡρωδιανός ἀἕκοντας: στέρησίς ἐστι τοῦ ἑκόντα τὸ ἀέκοντα· διὸ δασυντέον τὸ ε· πταίει οὖν Νικίας ψιλῶν τὸ ε. οἴεται γὰρ τῷ ἄκοντα ἐπεντίθεσθαι τὸ ε. ὅπερ οὐκ ἔστι· τὸ γὰρ ἄκοντα συναλοιφή ἐστι τοῦ ἀέκοντος.
Αἴλιος Ἡρωδιανός μητίετα: ἀπὸ τοῦ μητῖτα κατὰ πλεονασμὸν τοῦ ε καὶ συστολῇ τοῦ ι ἀπὸ εὐθείας τῆς μητίτης κλητικὴ γέγονε μητίετα· καὶ ὁ τόνος ἐπὶ τοῦ αὐτοῦ τόπου ἔμεινε μετὰ τὸν πλεονασμόν.
Αἴλιος Ἡρωδιανός δαφοινεόν: ὀξύνεται· ἐπὶ γὰρ τῶν εἰς ος ὀνομάτων ὁ πλεονασμὸς τοῦ ε φυλάσσει τὴν ἐπὶ τέλους ὀξεῖαν κενός κενεός, ἀδελφός ἀδελφεός.
Αἴλιος Ἡρωδιανός τὰ εἰς ος λήγοντα ὀνόματα, παρὰ ῥῆμα γινόμενα, καθαρεύοντα καὶ τῷ ε παραληγόμενα ὀξύνεσθαι θέλει, φωλεύω φωλεός, ὀχεύω ὀχεός καὶ ἐν πλεονασμῷ τοῦ σ ὀσχεός, καὶ παρὰ τὸ σωρεύω δὲ ὁ σωρεός· τὸ δὲ σωρός κατὰ συγκοπὴν ἀπετελεῖτο. καὶ παρὰ τὸ λοχεύω δὲ ὁ λοχεός ἔσται κατʼ ὀξεῖαν τάσιν “ὁ δʼ ἐκ λοχεοῖο πάϊς”. ἀλλʼ οὖν γε βαρυτόνως οἱ πλείους ἀνέγνωσαν, πλεονασμὸν ἐκδεξάμενοι τοῦ ε, ὥστε παρὰ τὴν λόχου γενικὴν “ἐκ λόχου ἀμπήδησε” λόχοιο γενέσθαι καὶ λοχέοιο.
Αἴλιος Ἡρωδιανός προπαροξυτονητέον τὸ μεμνέῳτο· γράφεται δὲ καὶ σὺν τῷ ι τὸ ω. οὕτω δὲ καὶ ὁ Ἀσκαλωνίτης, ἐκ τοῦ μεμνέοιτο ἡγούμενος αὐτὸ εἶναι. παρὰ μέντοι Ξενοφῶντι ἄνευ τοῦ ε ἐστὶν ὁ σχηματισμὸς καὶ προπερισπᾶται, ἐν Κύρου παιδείας πρώτῳ “ἀλλʼ ὅτε τὰ ἄριστα πράττοι, τότε μάλιστα τὸν θεὸν μεμνῷτο”. τὸ δὲ ἀνάλογον διὰ τοῦ η προσκειμένου τοῦ ι παρʼ Ἀριστοφάνει ἐν Πλούτῳ δευτέρῳ “ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου” καὶ πάλιν προπερισπαστέον.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἐπίσχοιες: οὕτως τὴν γραφὴν παρατίθεται ὁ Ἡρωδιανὸς ἐν τῷ ιζʹ τῆς καθόλου καὶ λέγει ἀπὸ τοῦ ἐπίσχοις πλεονασμὸν εἶναι τοῦ ε ἢ συστολὴν τοῦ ἐπισχοίης.
Ἐτυμολογικὸν τὸ Μέγα ὁ Ἡρωδιανός φησιν ἐν τῇ καθόλου πλεονάζειν τὴν ει δίφθογγον καὶ γίνεται ἀρνός ἀρνειός ὡς ἀμνός ἀμνειός.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὰ εἰς ειος ὑπερδισύλλαβα μὴ πλεοναζούσης τῆς ει διφθόγγου προπαροξύνεται Αἰάντειος Ὁμήρειος γαλήνειος Ἱππάρχειος· τὸ δὲ ἀδελφειός ἀπὸ τοῦ ἀδελφός πλεονάζει τὸ ει.
Αἴλιος Ἡρωδιανός βοτρυδόν: τὰ εἰς δον λήγοντα ἐπιρρήματα ὀξυνόμενα οὐ θέλει ἀπὸ τῶν εἰς υς ληγόντων ὀνομάτων παράγεσθαι καὶ πρὸ τέλους ἔχειν τὸ υ. μονῆρες ἄρα τὸ βοτρυδόν. —ὁ μέντοι Εὐφορίων παρὰ τὸ εἰς υς παραγωγὸν ποιήσας ἐπίρρημα οὐκ ἔδωκε πρὸ τέλους τὸ υ, ἀλλὰ τὸ η, πάντα δέ οἱ νεκυηδὸν ἐλευκαίνοντο πρόσωπα.
Αἴλιος Ἡρωδιανός, Ἐτυμολογικὸν τὸ Μέγα περὶ Ἀττικῶν προσῳδιῶν φωριαμός: εἴτε παρὰ τὸ τοὺς φῶρας ἀπείργειν ἢ ἀπὸ τοῦ τὰ φάρη φυλάσσειν ἡ προκειμένη λέξις παρῆκται, ἔσται κατʼ ὀξεῖαν τάσιν φωραμός καὶ πλεονασμῷ τοῦ ι φωριαμός.
Θεόγνωστος αἰζήϊος πλεονάσαν τὸ ι, οὐ τὸ η, ἀνεβίβασε τὸν τόνον, ὥς φησιν Ἡρωδιανὸς ἐν τῇ καθόλου.
Αἴλιος Ἡρωδιανός ἐσθίω: τὰ εἰς ω λήγοντα ῥήματα ὁριστικὰ ἐνεστῶτος χρόνου, εἰ λάβοι ἐπέκτασιν τοῦ ι, περισπᾶσθαι θέλει χαίρω χαριῶ, ἐρεύθω ἐρευθιῶ, φλέγω φλεγιῶ, κνήθω κνηθιῶ, κνίφω κνιφιῶ· ἀλλὰ μόνον τὸ ἐσθίω βαρύνεται· τὸ γὰρ δείδιε οὐχ, ὥς τινες οἴονται, ἀπαιτεῖ θέμα τὸ δειδίω. εἰ δὲ καὶ ἀπαιτήσῃ, ἐκ παρακειμένου ἂν εἴη γινόμενον.
Στέφανος ὁ Βυζάντιος Κοτιάειον: —τινές φασι Κοσιάειον ὀφείλει· δοκεῖ δὲ ἀπὸ τοῦ Κόσα Κοσάειον ὡς τοῦ Μίδα Μιδάειον καὶ προσθέσει τοῦ ι Κοσιάειον καὶ τροπῇ Κοτιάειον.
Στέφανος ὁ Βυζάντιος Ἀκουιτανοί: ἔοικε τὸ ι κατὰ πλεονασμὸν ἔχειν.
Στέφανος ὁ Βυζάντιος Ταῦρος: τὸ ἐθνικὸν Ταυριανός πλεονασμῷ τοῦ ι ὡς Ζυγιανός.
Ἰωάννης ὁ Ἀλεξανδρεύς τὸ δοάν ὀξυνόμενον πλεονασμὸν ἔχει τοῦ ο δήν δάν δοάν.
Αἴλιος Ἡρωδιανός τὸ ἥτε ξείνων θέμις ἐστί δασύνεται, τὸ δὲ ἠΰτε ψιλοῦται.
Ἐπιμερισμοὶ Ὁμηρικοί τὰ εἰς ω λήγοντα ῥήματα εἴτε βαρυτονεῖται εἴτε περισπᾶται, διὰ τοῦ υ βραχυνομένου ἐπεκτείνεται παρὰ τοῖς Ἴωσιν οἷον κινῶ κινύω, φορῶ φορύω, ἐξ οὗ κατὰ παρένθεσιν Δωρικὴν τοῦ ν φορύνω.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἄωρτο. —τοῦ ἄρω ὁ παρακείμενος ἦρκα, ὁ παθητικὸς ἦρμαι, ὑπερσυντέλικος ἤρμην, τὸ τρίτον ἦρτο, συστολῇ ἄρτο, ἐπενθέσει τοῦ ω ἄωρτο ὥσπερ εἶθα εἴωθα. οὕτως Ἡρωδιανὸς ἐν τῷ βʹ τμήματι τῷ περὶ παθῶν Διδύμου.
Ὤριον ὁ Θηβαῖος ἐτήτυμον: ἐτεόν ἔτυμον καὶ πλεονασμῷ τῆς τη συλλαβῆς ἐτήτυμον.
Εὐστάθιος ὁ Θεσσαλονίκης φασὶν Ἀπίων καὶ Ἡρόδωρος, ὅτι ἔοικεν ὁ Ῥοδίος ποταμὸς παρὰ τὸν ῥόον ὠνομάσθαι πλεονάσαντος τοῦ δι ὡς καὶ ἐν τῷ πῖδαξ. πίαξ γὰρ παρὰ τὸ πιεῖν. καὶ ἐν τῷ πόρδαλις καὶ πάρδαλις· παρὰ τὸ προάλλεσθαι γὰρ καὶ παράλλεσθαι.
Ἀρκάδιος ὁ Ἀντιοχεύς σεσημείωται τὸ δάκνω βαρύτονον, ὅπερ ἀπὸ τοῦ δαγκάνω καὶ κατὰ συγκοπήν.
Αἴλιος Ἡρωδιανός τὰ εἰς μος μετʼ ἐπιπλοκῆς τοῦ χ ὀξύνεσθαι θέλει, αὐχμός, ἰωχμός. ταύτῃ καὶ πλοχμός, εἴτε συγκέκοπται εἴτε καὶ ἐντελές ἐστιν, ὀξυτονηθήσεται.
Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Μέγα ἕδνα τὰ πρὸ τοῦ γάμου ὑπὸ τοῦ νυμφίου διδόμενα δῶρα τῇ νύμφῃ. παρὰ τὸ ἥδω τὸ εὐφραίνω ἥδανον καὶ συγκοπῇ καὶ συστολῇ ἕδνον. ἥδονται γὰρ τούτοις οἱ γαμούμενοι.
Γεώργιος ὁ Χοιροβοσκός κάρηαρ καρήατος καὶ κατὰ συγκοπὴν κάρητος ὡς παρὰ τῷ ποιητῇ κὰδ δὲ κάρητος οὔλας ἧκε κόμας.
Αἴλιος Ἡρωδιανός τὰ εἰς μεν λήγοντα πληθυντικὰ ἀεὶ θέλει καθαρὸν ἔχειν τὸ μ, δίδομεν, τίθεμεν, λέγομεν, νοοῦμεν. εἰ μέντοι σύμφωνον εὑρεθείη, συγκοπὴ πρὸ αὐτοῦ ὁρᾶται γινομένη ἴσαμεν ἴσμεν, ἴδομεν ἴδμεν, ἐοίκαμεν ἔοιγμεν, δέδοιγμεν, ἐπέπιθμεν.
Ἐτυμολογικὸν τὸ Μέγα “ἤλσατο βοῦς” Ἴβυκος παρὰ τὸ ἠλάσατο.
Θεόγνωστος πλαίσιον: γέγονε παρὰ τὸ πέλας καὶ συγκοπῇ πλάσιος καὶ πλεονασμῷ τοῦ ι πλαίσιος. οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου.
Ἐπιμερισμοὶ Ὁμηρικοί τὰ εἰς ος δισύλλαβα τοῖς αὐτοῖς συμφώνοις κεχορηγημένα, παραληγόμενα τῷ ο βαρύνεται οἷον κόττος, ὄσσος, ὄρρος, Κόλλος, σπόγγος· τὸ νοσσός ἐκ τοῦ νεοσσός.
Ἐτυμολογικὸν τὸ Μέγα ἔθρισε: παρὰ τὸ θερίζω κατὰ συγκοπὴν θρίζω καὶ ἀποθρίζω καὶ ἀπέθρισεν.
Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Μέγα ἐτάζω: ὥσπερ παρὰ τὸ μάταιον γίνεται ματαιάζω, οὕτω καὶ παρὰ τὸ ἐτεόν τὸ ἀληθές γίνεται ἐτεάζω τὸ τὴν ἀλήθειαν ἐρευνῶ καὶ ἀποβολῇ τοῦ ε ἐτάζω καὶ ἐξετάζω.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ ἀμνός ὀξύνεται· ἀπὸ γὰρ τοῦ α καὶ ἐπιθετικώτερον. ἄμενος γὰρ παρὰ τὸ μὴ ἔχειν μένος.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Ἀσίω ἐν λειμῶνι ἐν γενικῇ ἐκληπτέον καὶ χωρὶς τοῦ ι ὡς τὸ “ἐϋμμελίω Πριάμοιο”. οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου.
Εὐστάθιος ὁ Θεσσαλονίκης τοῦ ὄσσος ὤφειλε τὸ δυϊκὸν γεγενῆσθαι τὼ ὄσσεε, παθὸν δὲ ἀποκοπὴν ἢ συγκοπήν, ἄδηλον γάρ φησι τὸ πάθος, ἐποίησε τὸ ὄσσε.
Γεώργιος ὁ Χοιροβοσκός τὸ σπέεσσι συγκοπὲν καὶ γενόμενον σπέσσι διὰ μὲν τὴν δισυλλαβίαν ὤφειλεν ὀξύνεσθαι, διὰ δὲ τὸν διπλασιασμὸν τοῦ σ, ὅστις ἀεὶ ἐν βαρυνομέναις δοτικαῖς θεωρεῖται, κατὰ τοῦτο ἐβαρύνθη. Ἡρωδιανὸς ἐν τῇ Α ῥαψῳδίᾳ τῆς Ὀδυσσειακῆς προσῳδίας.
Ἰωάννης ὁ Ἀλεξανδρεύς ὠκέα ὦκα, σαφέα σάφα καὶ τούτων ἀνεβιβάσθη ὁ τόνος καὶ μετὰ τὴν ὑπεξαίρεσιν τοῦ ε.
Αἴλιος Ἡρωδιανός ἔκλεʼ: τὴν κλε συλλαβὴν ὀξυτονεῖ ὁ Ἀσκαλωνίτης, ἡγούμενος τὸ πλῆρες εἶναι ἐκλέου. οὐκ ἔστι δέ, ἀλλʼ ἐκλέεο τετρασυλλάβως. καὶ δῆλον ὅτι εἴτε συγκέκοπται ἡ ὀξεῖα εἴτε ἡ βαρεῖα ἡ μετὰ τὴν ὀξεῖαν, ὀφείλει πάλιν τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα φυλάττεσθαι· οὐδὲ γὰρ χαρακτὴρ κωλύει. τὸ μέντοι “σὺ δʼ αἴδεο καί μʼ ἐλέησον” καὶ τὰ τοιαῦτα, πρώτης ὄντα συζυγίας τῶν περισπωμένων, ἄλλης ἀναλογίας ἔχεται, ὡς ἐν ἑτέροις εἴρηται.
Αἴλιος Ἡρωδιανός ἐγρήγορθαι: τὸ ἐγρήγορθαι ἀνέγνωμεν προπαροξύνοντες· οὐκ ἐχρῆν δέ. εἴτε γὰρ συγκοπή ἐστι τοῦ ἐγρηγορέναι, εἴτε παθητικός, ὀφείλει παροξύνεσθαι, καθότι τὰ εἰς θαι λήγοντα ἀπαρέμφατα, ἔχοντα πρὸ τοῦ θ ἀμετάβολον, παροξύνεται, κεκάρθαι, τετίλθαι, ἐσπάρθαι· μίαν μέντοι ἀφορμὴν ὁρῶ τοῦ δύνασθαι προπαροξύνεσθαι τὸ ἐγρήγορθαι τὸ τὰ εἰς θαι λήγοντα, τῇ ορ συλλαβῇ παραληγόμενα, μὴ παρʼ ἄλλῃ τινὶ διαλέκτῳ ὁρᾶσθαι ἢ τῇ Αἰολίδι, τέτορθαι, μέμορθαι, ἔφθορθαι· ὅθεν ἐπεὶ ἡ παράληξις Αἰολικωτέρα ἐγένετο, καὶ ὁ τόνος ὁμοίως τοῖς προκειμένοις.
Ἐπιμερισμοὶ Ὁμηρικοί ἔσεται καὶ κατὰ συγκοπὴν ἔσται.
Θεόγνωστος τὸ Ἀλκμάν, εἰ παρὰ τὴν ἀκμήν ἐγένετο, πεπλεόνακε τὸ λ, εἰ δὲ παρὰ τὴν ἀλκήν, πεπλεόνακε τὸ μ, εἰ δὲ παρὰ τὸ ἄλκιμος, ἐν συγκοπῇ γέγονε. οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου.
Αἴλιος Ἡρωδιανός τὸ μηρίον ἐντελέστερον τοῦ μήρου· ἐκ γὰρ συγκοπῆς αὐτοῦ γέγονε.
Αἴλιος Ἡρωδιανός κατένωπα: Ἀρίσταρχος ὡς δῶμα ἀπʼ εὐθείας τῆς ὤψ, ἥτις αἰτιατικὴν ἔχει τὴν ὦπα. ὁ δὲ Ἀλεξίων καὶ οἱ πλείους ὡς κατέναντα, οἷς καὶ βέλτιον πείθεσθαι, ἵνα ᾖ ἀπὸ τοῦ κατενώπια κατὰ συγκοπὴν κατένωπα ὡς μηρία μῆρα, σιτία σῖτα.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ ἐπεσβόλος παροξύνεται ἀπὸ τοῦ ἔπεσι βάλλειν.
Ἐτυμολογικὸν τὸ Γουδιανόν, Ἐτυμολογικὸν τὸ Μέγα τὸ κνύζα, ὡς λέγει Ἡρῳδιανὸς ἐν τῇ καθόλου, εἰ μὲν ἐπὶ τοῦ φυτοῦ, συγκοπή ἐστιν οἷον “χαμαιζήλοιο κονύζης”, εἰ δὲ ἐπὶ τοῦ παρεφθαρμένου καὶ ἐρρυπωμένου, οὐ συγκοπή ἐστιν, ἀλλʼ ἀπὸ τοῦ κνύω, ἀφʼ οὗ κνύος ἡ φθορά.
Ἀρκάδιος ὁ Ἀντιοχεύς γνυπῶ τὸ γονυπετῶ.
Αἴλιος Ἡρωδιανός τὸ λάγνος ἔννοιαν ἔχει συνθέσεως. ἐκ τοῦ γόνος ἤτοι γονή οὐ μόνον ὁ λάγνος ἀλλὰ καὶ ὁ κατὰ τοὺς παλαιοὺς λάγνης ὡς οἱονεὶ λαγόνης ἤγουν πολύγονος. καὶ μέν τινες παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ γυνή τὰ τοιαῦτα παρήγαγον.
Στέφανος ὁ Βυζάντιος Γέα πλησίον Πετρῶν ἐν Ἀραβίᾳ. τὸ ἐθνικὸν Γέϊος· ἐν Πέτραις δʼ ἐπιχωριάζειν κύριον ὄνομα τὸ Γέσιος. κατὰ ἀναλογίαν δʼ ἔδει Γεάτης ὡς Τεγεάτης. ἔοικε δὲ Γεήσιος προϋπάρχειν ὡς τὸ Ἰθακήσιος καὶ κατὰ συγκοπὴν Γέσιος.
Ὤριον ὁ Θηβαῖος ἐχθρός: παρὰ τὸ ἔχθος ἐχθηρός καὶ συγκοπῇ ἐχθρός ἢ ὡς κῦδος κυδρός. Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ.
Γεώργιος ὁ Χοιροβοσκός τὸ τρέφοιν ὡς παρʼ Εὐριπίδῃ “ἄφρων ἂν εἴην εἰ τρέφοιν τὰ τῶν πέλας” τρεφοίην ὡς περιπατοίην καὶ ἀπὸ τοῦ τρεφοίην κατὰ συγκοπὴν τοῦ η γέγονε τρέφοιν.
Αἴλιος Ἡρωδιανός διακρινθεῖτε: οὕτως προπερισπᾶται διακρινθεῖτε. ἔστι γὰρ εὐκτικόν, κατὰ πάθος γεγονὸς ἐκ τοῦ διακρινθείητε ὁμοίως τῷ “καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε” ὧν πάλιν πρῶτα διακρινθείημεν καὶ διακρινθεῖμεν, ὥσπερ καὶ τὸ “ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί”.
Αἴλιος Ἡρωδιανός χείρων: οὐδὲν εἰς ων λῆγον συγκριτικὸν πρὸ τοῦ ω τὸ ρ ἔχει, ἀλλὰ μόνον τὸ χείρων· αἴτιον δὲ τὸ πάθος.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν, Γεώργιος ὁ Χοιροβοσκός, Ἐτυμολογικὸν τὸ Μέγα μελαγχροιής: ὀξυτόνως· τοῦτο δὲ κατὰ συγκοπὴν Ἀττικοὶ μελαγχρής.
Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Μέγα “οἶμα λέοντος ἔχει” Ἰλιάδος Π ἀπὸ τοῦ οἰμῶ οἰμήσω “οἴμησε δὲ ἀλεὶς ὥστʼ αἰετός” οἴμημα καὶ κατὰ συγκοπὴν οἶμα.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὰ εἰς τος ὀξύνεται, εἰ μὴ ἐκ πλειόνων συλλαβῶν εἰς δισυλλαβίαν μεταστῇ ὡς δύστος ὁ δύστηνος, καὶ πόστος ἐκ τοῦ πόσατος γέγονεν.
Αἴλιος Ἡρωδιανός χαρίεις: οὐδὲν εἰς εις λῆγον ὄνομα ὑπὲρ μίαν συλλαβὴν ἀρσενικὸν τῷ ι παραλήγεται. —τὸ τοίνυν χαρίεις σημειῶδες τῷ ι χρησάμενον πρὸ τέλους. ὁ μέντοι Ἀνακρέων καὶ χαριτόεις εἶπεν, ἀποδοὺς τὸ ἐντελὲς τῇ λέξει.
Αἴλιος Ἡρωδιανός ἐκεῖθεν: οὐδὲν εἰς θεν λῆγον ἐπίρρημα τοπικὸν τῇ ει διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ ἐκεῖθεν. αἴτιον δὲ τὸ πάθος· ὁ γοῦν Ἀλκαῖος κεινόθεν ἐστὶν ὅπου ἀπεφήνατο αὐτό. αἲ γάρ κʼ ἄλλοθεν ἔλθῃ, τί δὲ φὴ κήνοθεν ἔμμεναι.
Αἴλιος Ἡρωδιανός ἔτας: ὁ Ἀσκαλωνίτης τὸ ἔτης ψιλωτέον φησίν, εἰ καὶ ἐπὶ τῶν ἑταίρων τάσσεται, ἐπεὶ συγκοπὴ ἐγένετο ὡς ἀπὸ τοῦ ἥλατο ἆλτο.
Αἴλιος Ἡρωδιανός ἄντιτα: παραφυλακτέον, ὅτι συλλαβὴ λείπει ἡ τι τοῦ ἐντελοῦς ὄντος ἀντίτιτα.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ λίχνος βαρύτονον ὡς σύνθετον παρὰ τὸ λίαν χαίνειν.
Αἴλιος Ἡρωδιανός ὄπατρον: ψιλωτέον οὐχ ὡς οἴονται διὰ τὴν συγκοπήν· πολλὰ γάρ φασι διὰ τὴν συγκοπὴν ψιλοῦσθαι· ἀπεδείξαμεν δὲ ἡμεῖς ἐν ἑτέροις, ὡς καὶ δασύνεται· ἑστήκαμεν γοῦν καὶ ἕσταμεν, Ἡράκλεες Ἥρακλες· τί οὖν ἐκώλυεν, εἰ καὶ ἀπὸ τοῦ ὁμόπατρος ἦν, τὸ κατὰ συγκοπὴν πάλιν δασύνεσθαι; ἄμεινον οὖν λέγειν ὅτι φιλεῖ τὸ ο πρὸ τοῦ π κείμενον μὴ κατὰ ἀναφορικὴν ἔννοιαν ψιλοῦσθαι.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ ὄμαργος σύνθετον ἀπὸ τοῦ ὁμοῦ καὶ ἀργός· ἔστι δὲ ὄνομα κυνός.
Αἴλιος Ἡρωδιανός ἠλίβατος· ἀπὸ τοῦ ἀλιτεῖν ἐσχημάτισται· καὶ ὤφειλεν ὅμοιον εἶναι τῷ ἠλιτόμηνος· συγκοπὴν δὲ ἔπαθεν.
Γεώργιος ὁ Χοιροβοσκός Ἰστέον ὅτι τινὲς θέλουσιν ὀξύνειν τὴν Ἀττικὴν γενικὴν τῶν ἑνικῶν οἷον τοῦ κρεώς τοῦ γηρώς τοῦ κερώς ὀξυτόνως λέγοντες, ὅτι ἀπὸ τοῦ κρέατος καὶ γήρατος καὶ κέρατος ἐγένοντο κατὰ συγκοπὴν τοῦ α καὶ τ κρεός καὶ γηρός καὶ κερός διὰ τοῦ ο ὀξυτόνως τῷ λόγῳ τῶν εἰς ος δισυλλάβων γενικῶν οἷον ὥσπερ πατρός μητρός φωτός μηνός χηνός παιδός σπληνός συός φρενός γραός καὶ λοιπὸν οἱ Ἀθηναῖοι ἐκτείνοντες τὸ ο εἰς ω ἐφύλαξαν τὴν ὀξεῖαν τάσιν οἷον κρεώς γηρώς κερώς. τῷ δὲ Ἡρωδιανῷ οὐ δοκεῖ τοῦτο, ἀλλὰ ταῦτα βαρυτόνως δοξάζει λέγεσθαι οἷον τοῦ κρέως τοῦ γήρως τοῦ κέρως τῷ λόγῳ τῆς συναιρέσεως τῆς γενομένης ἀπὸ ὀξείας καὶ δύο βαρειῶν εἰς ὀξεῖαν βαρεῖαν οἷον κρέαος κρέως, γήραος γήρως ὥσπερ Δημοσθένεος Δημοσθένους, Διομήδεος Διομήδους. κέχρηται δὲ λόγῳ τοιούτῳ· εἰ δὲ λέγεται συγκοπὴν γεγενῆσθαι ἐν τῇ γενικῇ τῇ κρέως, ὤφειλε συγκοπὴ γενέσθαι καὶ ἐν τῇ δοτικῇ καθόλου γὰρ πᾶσα γενικὴ συγκοπτομένη ἔχει καὶ τὴν δοτικὴν συγκοπτομένην οἷον πατέρος πατρός, πατέρι πατρί, μητέρος μητρός, μητέρι μητρί, Δημήτερος Δήμητρος, Δημήτερι Δήμητρι, ἀνέρος ἀνδρός, ἀνέρι ἀνδρί, θυγατέρος θυγατρός, θυγατέρι θυγατρί. εἰ οὖν τῷ κρέατι ἡ δοτικὴ ἀρχὴν οὐ δέχεται συγκοπὴν τοῦ α καὶ τοῦ τ, ἐπεὶ κρεΐ ἤμελλεν εἶναι, νυνὶ δὲ κρέαϊ ἐστίν, οὐκ ἄρα δὲ οὐδὲ ἡ κρέατος γενικὴ δύναται συγκοπὴν ἀναδέξασθαι τοῦ α καὶ τοῦ τ καὶ γενέσθαι τοῦ κρεός ὀξυτόνως κἀκεῖθεν τοῦ κρεώς ὁμοίως ὀξυτόνως κατʼ ἐπέκτασιν τοῦ ο εἰς ω, ἀλλʼ, ὡς εἴρηται, αὗται αἱ γενικαὶ κατὰ κρᾶσιν γεγόνασι καὶ βαρύνονται.
Αἴλιος Ἡρωδιανός χέρηϊ: ὡς Ἄρηϊ: γέγονε δὲ οὕτως. ἔστι τι χερείονος γενικὴ καὶ αἰτιατικὴ “χερείονά περ καταπέφνων”· ὃν οὖν τρόπον τὴν χερείονα αἰτιατικὴν συγκόψας ἔφη “ἀλλὰ τὸν υἱὸν ἐγείνατο εἷο χέρεια”, πληθυντικῶς δὲ τὰ χερείονα χέρεια “χέρεια δὲ χείρονι δόσκεν”, τοῦτον τὸν τρόπον καὶ χερείονι χέρειϊ καὶ ἐπεὶ κακόφωνόν ἐστι, τροπὴ ἐγένετο τῆς ει διφθόγγου εἰς τὴν η.
Αἴλιος Ἡρωδιανός εὑρέθη τὸ πλέες καὶ τὰ ἀπʼ αὐτοῦ κινήματα. τοῦ “πλέονές κεν μνηστῆρες” συγκοπή ἐστιν ἡ πλέες φωνή.
Αἴλιος Ἡρωδιανός κατὰ τεύχεʼ ἔδυν: συσταλτέον τὸ ἔδυν. πληθυντικὸν γάρ ἐστι συγκοπὲν ἀπὸ τοῦ ἔδυσαν· τὸ δὲ ἑνικὸν ἐκτατέον ἔδυν “δῦ δέ μιν Ἄρης”. ὅμοιόν ἐστιν αὐτῷ καὶ τὸ “ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδόν”. εἰ δέ τις λέγοι, ὅτι τὰ ἑνικὰ καὶ τὰ πληθυντικὰ ὁμοφωνοῦντα καὶ ὁμόχρονά ἐστιν οἷον ἔλεγον ἐγὼ καὶ ἔλεγον ἐκεῖνοι, ἴστω ὅτι ἐκ συγκοπῆς ἐστι τοῦτο τοῦ ἔδυσαν. ἐν δὲ τοῖς τοιούτοις τρίτοις ἡ συγκοπὴ ἀναδέχεται λῆξιν τὴν αὐτὴν τῇ παραληγούσῃ τῆς γενικῆς τῆς κατὰ τὴν μετοχήν, ἔστησαν ἔσταν, στάντος γάρ, ἔβησαν ἔβαν, βάντος γάρ. ἐκοσμήθησαν ἐκόσμηθεν, κοσμηθέντος γάρ· “φάνεν δέ οἱ εὐρέες ὦμοι” φανέντος γάρ· ἔφυμεν ἔφυτε ἔφυσαν, ἔφυν, ἐπεὶ φύντος· ἔδυμεν ἔδυτε ἔδυν, ἐπεὶ δύντος.
Αἴλιος Ἡρωδιανός ἕστασαν: δασυντέον τὸ ἕστασαν, ὑπερσυντέλικος γάρ ἐστι συγκεκομμένος.
Αἴλιος Ἡρωδιανός οἶσθα: ὅσα εἰς θα λήγει δεύτερα πρόσωπα ἐπεκτεταμένα, ταῦτα ἀποβολῇ τῆς θα συλλαβῆς καταλείπει ῥητὸν τὸ ῥῆμα οἷον λέγῃσθα λέγῃς, βάλῃσθα βάλῃς, ἦσθα ἦς. μόνον δὲ οἶσθα τοιοῦτον οὐκ ἀνεδέξατο. αἴτιον δὲ τὸ πάθος.
Αἴλιος Ἡρωδιανός τὸ ἀεί παρʼ Ἀττικοῖς αἰέν παρὰ Δωριεῦσιν, αἶιν παρʼ Αἰολεῦσι.
Θεόγνωστος χαίτη· γέγονε ἀπὸ τοῦ κρατῶ κράτη, ἐκβολῇ τοῦ ρ καὶ τροπῇ τοῦ κ εἰς χ καὶ πλεονασμῷ τοῦ ι χαίτη. οὕτως Ἡρωδιανὸς ἐν τῇ ὀρθογραφίᾳ.
Αἴλιος Ἡρωδιανός τὸ κυκειῶ περισπαστέον· τοῦ γὰρ κυκεῶνά ἐστιν ἀποκοπὴ καὶ ἐπλεόνασε τὸ ι.
Αἴλιος Ἡρωδιανός κρειῶν: περισπαστέον· ἡ γὰρ κρεῶν γενικὴ ἐπλεόνασε τὸ ι, ἥτις περισπᾶται διὰ τὸ ἔχειν ἐντελεστέραν τὴν κρεάων.
Αἴλιος Ἡρωδιανός εὐκλεῖας: προπερισπαστέον· ἐκ γὰρ τοῦ εὐκλέας ἐγένετο κατʼ ἐπένθεσιν τοῦ ι.
Γεώργιος ὁ Χοιροβοσκός τὰ Ἀττικὰ παρακείμενα ἐν τῷ ὑπερσυντελίκῳ χρονικῶς μεγεθύνονται οἷον ἀλήλιφα ἠληλίφειν, ὀμώμοκα ὠμωμόκειν, ἀγήοχα ἠγηόχειν, ἐνήνοχα ἠνηνόχειν, ὄπωπα ὠπώπειν, ὄλωλα ὠλώλειν, ὄρωρα ὠρώρειν, ὄδωδα ὠδώδειν πλὴν τοῦ ἐλήλυθα, ἐληλύθειν γὰρ ὁ ὑπερσυντέλικος διὰ τοῦ ε, ὅθεν ἀναλογώτερόν φασι τὸ παρὰ Καλλιμάχῳ “ὅθεν εἰληλούθειν” ὡς τρέψαν κατὰ τὸν ὑπερσυντέλικον τὴν ἀρχὴν τοῦ παρακειμένου.
Γεώργιος ὁ Χοιροβοσκός ἕστηκα ὁ μέσος παρακείμενος καὶ ὤφειλεν εἶναι ὁ μέσος ὑπερσυντέλικος ἑστήκειν, ἵνα συνάρξηται τῷ μέσῳ παρακειμένῳ, ἀλλʼ ἐγένετο εἱστήκειν διὰ τῆς ει διφθόγγου διὰ τὴν τοιαύτην αἰτίαν· ἔστιν ὁ ἐνεστὼς τοῦ ἕστηκα ἑστήκω, ἐξ οὗ τὸ ἑστήξω ἑστήξειν “ἑστήξειν δὲ τὸ τεῖχος ἐπʼ ἀρχαίοισι θεμέθλοις” παρὰ Καλλιμάχῳ ἐν Ὕμνοις. τούτου, φημὶ δὴ τοῦ ἑστήκω ἐνεστῶτος, δεύτερον καὶ τρίτον πρόσωπον ἑστήκεις ἑστήκει διὰ τοῦ ε ἤμελλε συμπεσεῖν τῷ δευτέρῳ καὶ τῷ τρίτῳ προσώπου τοῦ ἑστήκειν ὑπερσυντελίκου· ἵνα μὴ οὖν συνεμπέσῃ ὁ ὑπερσυντέλικος κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ τοῦ ἐνεστῶτος, τούτου χάριν προσλαμβάνει τὸ ι καὶ γίνεται εἱστήκειν εἱστήκεις εἱστήκει διὰ τῆς ει διφθόγγου.
Αἴλιος Ἡρωδιανός πείρων: Πάμφιλος περισπᾷ, λέγων τὴν πρόσθεσιν τοῦ ι μὴ ἐξαλλάσσειν τὸν τόνον· εἰ δὲ περῶ οἶδεν ὁ ποιητὴς τὸ ῥῆμα καὶ περόωσι καὶ “περάᾳ μέγα λαῖτμα” δῆλον ὅτι καὶ πειρῶν. ὁ μέντοι Ἀρίσταρχος βαρύνων ἀναγινώσκει ὡς κείρων. φησὶ γοῦν οὕτω γενόμενος ἐπὶ τοῦ “παννυχίη μέν ῥʼ ἥγε καὶ ἠῶ πεῖρε κέλευθον”· τὸ πεῖρε διδάσκει ἡμᾶς καὶ τὴν πείρων μετοχὴν βαρύνειν· ὡς γὰρ ἔκειρε κείρων οὕτως ἔπειρε πείρων· εἰ γὰρ περιεσπᾶτο, ἦν ἂν ὁ παρατατικὸς ἐπείρα». ἔστιν οὖν διττὸν τὸ ῥῆμα καὶ τὸ μὲν σὺν τῷ ι οὐ περισπασθήσεται.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ Εἵλως ἀπὸ τοῦ Ἕλως.
Ἀρκάδιος ὁ Ἀντιοχεύς εἵως ἀντὶ τοῦ ἕως.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ φατειός κατὰ πλεονασμὸν ἔσχε τὴν δίφθογγον.
Αἴλιος Ἡρωδιανός τὸ τοῖο προπερισπαστέον· τὸ γὰρ τοῦ Θεσσαλικῶς παραυξηθὲν ἐγένετο τοῖο ὡς καλοῦ καλοῖο.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὰ διὰ τοῦ οα σπάνια καὶ κατὰ πάθος γενόμενα παρʼ Ἀττικοῖς προπαροξύνεται οἴα ὄα, χροία χρόα. τὰ δὲ ἐν ἐπενθέσει ὀξύνεται στοιά στοά, ῥοιά ῥοά.
Ἀρκάδιος ὁ Ἀντιοχεύς βαρύνεται τὸ ἔνη, ὀξύνεται τὸ Θενή πόλις καὶ τὸ εὐνή μετὰ τοῦ υ.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ μονιός ὀξύνεται ὡς τρισύλλαβον· εἰ δὲ τὸ υ πλεονάσῃ, προπαροξύνεται· μούνιος γάρ.
Ἀρκάδιος ὁ Ἀντιοχεύς βόλω καὶ βούλω, ὅθεν βούλομαι, βαρύνεται.
Ἐπιμερισμοὶ Ὁμηρικοί ὄρουσε: ἔστι ῥῆμα ὄρω· καὶ ὥσπερ ἀπὸ τοῦ πλήθω πληθύω, οὕτω καὶ ἀπὸ τοῦ ὄρω ὀρύω καὶ πλεονασμῷ τοῦ ο Βοιωτικῶς γίνεται ὀρούω. οἱ γὰρ Βοιωτοὶ τότε πλεονάζουσι τὸ ο τῷ υ στοιχείῳ, ἡνίκα τὸ υ οὐχ ὑποτάσσεται φωνήεντι οἷον κύνες κούνες καὶ τὸ κῦμα κοῦμα. οὕτως καὶ τὸ ἤλευθα ἐλήλυθα εἰλήλυθα καὶ πλεονασμῷ τοῦ ο εἰλήλουθα καὶ τὸ πληθυντικὸν εἰληλούθαμεν καὶ ἐν συγκοπῇ εἰλήλουθμεν· ἡνίκα δὲ ὑποτάσσεται τὸ υ φωνήεντι, οὐ πλεονάζουσι τὸ ο οἷον εὐνή αὐλή.
Αἴλιος Ἡρωδιανός ἵστωρ: ἀπὸ τοῦ εἴδω εἴσω ἵστωρ ἐλλείψαντος τοῦ ε, ἐπεὶ τῷ ι τὸ στ ἐπεφέρετο, ὡς ἐν τῷ ἱστῶ ἱστίον ἵστημι. ὅθεν καὶ δασύνεται.
Αἴλιος Ἡρωδιανός ἔνεσαν· ὡς ἔλεξαν· οὕτως καὶ Ἀρίσταρχος· ἀληθὲς γάρ ἐστιν ὡς πᾶς παρῳχημένος δισύλλαβος παθὼν κατὰ τὴν ἀρχὴν καὶ βραχεῖαν ἀναδεξάμενος ἀναδίδωσι τὸν τόνον, κατεῖχε κάτεχε· οὕτως οὖν ἀνέγνωμεν «ἥμενον εἰσεῖδε» προπερισπωμένως, τὸ δὲ ἕτερον «τὰ φρονέων μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην» προπαροξυτόνως.
Αἴλιος Ἡρωδιανός Ἀσαῖον: παρὰ τὸ αἶσα γέγονεν, καὶ ἐξέστη πρότερον τὸ ι.
Αἴλιος Ἡρωδιανός μελάνει: ὡς οἰδάνει ὁ Ἀσκαλωνίτης· ἐκ γὰρ τοῦ μελαίνει, φησίν, ἐνδείᾳ τοῦ ι ἐγένετο.
Ἰωάννης ὁ Ἀλεξανδρεύς αἱ εἰς ες λήγουσαι εὐθεῖαι πληθυντικαὶ οὐδέποτε ὀξύνονται Πάριδες μῆνες Αἴαντες χωρὶς εἰ μὴ ἐκ πάθους εἶεν διὰ τὸ βιοπλανές «οἵ τε βιοπλανὲς ἀγρὸν ἐπʼ ἀγροῦ φοιτῶσιν» καὶ τὸ ἐπιτηδές «ἐς δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν».
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὰ διὰ τοῦ αλεος παραγωγὰ ὑπὲρ τρεῖς συλλαβάς ἐστι καὶ παροξύνεται χωρὶς εἰ μὴ ἔνδειαν ἔχῃ τοῦ ι ἀπὸ κτητικοῦ ὀνόματος οἷον νηφαλέος, αὐαλέος, σμερδαλέος, θαρσαλέος· πρόσκειται εἰ μὴ ἔχῃ ἔνδειαν τοῦ ι ἀπὸ κτητικοῦ ὀνόματος διὰ τὸ δαιδάλειος δαιδάλεος, κονισάλειος κονισάλεος· ὅσα δὲ ἀπὸ τῶν κτητικῶν ἐγένετο κατʼ ἔνδειαν τοῦ ι, καὶ προπαροξύνονται, Ἀγαμεμνόνεος, Ἑκτόρεος, Νεστόρεος, τέλεος, χάλκεος, χρύσεος. πᾶν ῥῆμα βαρύνεται ἢ περισπᾶται, γράφω, τύπτω, ποιῶ, βοῶ. ὀξύνεται δὲ οὐδέποτε κατὰ τὴν κοινὴν συνήθειαν, εἰ μὴ παρὰ Δωριεῦσι τὰ συνῃρημένα ἀπαρέμφατα εἰς ειν ἀφαιρέσει τοῦ ι ποιέν ἀντὶ τοῦ ποιεῖν, δασμοφορέν ἀντὶ τοῦ δασμοφορεῖν.
Θεόγνωστος τὰ εἰς υιος λήγοντα δύο ἐστίν, υἱός καὶ γυιός. ταῦτα δὲ οἱ Ἀττικοὶ ἄνευ τοῦ ι γράφουσιν.
Γεώργιος ὁ Χοιροβοσκός ἡ ει δίφθογγος καὶ ἡ ευ δίφθογγος ἀποβάλλουσιν ἐπὶ τοῦ Ἀττικοῦ παρακειμένου τὸ προτακτικὸν φωνῆεν τοῦτʼ ἔστι τὸ ε καὶ φυλάττει ἡ μὲν ει δίφθογγος τὸ ι, ἡ δὲ ευ τὸ υ οἷον ἀλείφω ἤλειφα καὶ ἀλήλιφα, ἐλεύθω ἤλευθα ἐλήλυθα, ἡ δὲ ου δίφθογγος τὸ ὑποτακτικὸν ἀποβάλλει, τοῦτʼ ἔστι τὸ υ καὶ φυλάττει τὸ ο οἷον ἀκούω ἤκουα καὶ ἀκήκοα, ἐπειδὴ οἱ Ἀττικοὶ μᾶλλον τὸ ο χαίρουσιν ἤπερ τὸ ε καὶ δῆλον εἴγε ἐν τῷ κέκλεφα καὶ λέλεχα καὶ πέπεμφα τὸ ε εἰς ο τρέπουσι κέκλοφα καὶ λέλοχα καὶ πέπομφα λέγοντες καὶ πάλιν ἐπὶ τοῦ ἀγήοχα τὸ ο ἐπλεόνασε καὶ οὐχὶ τὸ ε καὶ πάλιν ἔστιν ἐδῶ ἤδεκα ἐδήδεκα ἐδήδοκα καὶ ἐνέγκω ἤνεχα καὶ ἐνήνεχα καὶ ἐνήνοχα.
Αἴλιος Ἡρωδιανός τὸ οὐρανός Ἀλκαῖος ἀποφαίνεται λέγων καὶ ἄνευ τοῦ υ ὀρανός. —καὶ Σαπφώ· ψαύην δʼ οὐ δοκίμωμʼ ὀράνω δυσαπάχεα.
Εὐστάθιος ὁ Θεσσαλονίκης, Ἐτυμολογικὸν τὸ Γουδιανόν ἀρέσκεται ὁ Ἡρωδιανὸς ἐν τῇ καθόλου ὥσπερ ἑρπύω ἑρπύζω καὶ μύω μύζω, τρύω τρύζω, οὕτως εἶναι καὶ κνύω κνύζω, ἐξ οὗ καὶ τὸ κνυζῶ ὁμοίως τῷ δίζω διζῶ.
Ἐπιμερισμοὶ Ὁμηρικοί φθισίμβροτος: παρὰ τὸν μέλλοντα φθίσω· οἱ δὲ μέλλοντες διὰ τοῦ ι τὴν σύνθεσιν λαμβάνουσιν, ὅθεν τὸ φθισίμβροτος, τερψίμβροτος, Πεισίστρατος, ὅθεν καὶ ἑλκεσίπεπλος καὶ ἀλφεσίβοιαι· οὐκ ἐχυρὸν δὲ τοῦτο λέγειν ἐπὶ πάντων· τὸ γὰρ Περσεφόνη ἔχει τὸ ε, ἀλλὰ δύναται πλεονασμὸς εἶναι τοῦ σ· καὶ τὸ ὀρσοθύρη ἔχει τὸ ο, ἀλλὰ δύναται παρὰ τὸν ἐνεστῶτα τὸν ὄρσω καὶ τὸ περσέπολις δύναται Δώριον εἶναι παρὰ ἐνεστῶτα περθέπολις. καθόλου δὲ τὰ παρὰ τὸ βροτός προσλαμβάνει τὸ μ ἐν τῇ συνθέσει, τερψίμβροτος, Στησίμβροτος· ἀφείλετο γὰρ ἐν τῷ βροτός τὸ μ. παρὰ γὰρ τὸ μείρω μορτός, ὑπερθέσει μροτός, ἐπενθέσει τοῦ β μβροτός. διὰ δὲ τὸ μὴ δύνασθαι συστῆναι μβ διὰ τὴν ἀσυνταξίαν, ἐξέστη τὸ μ. ὅτε οὖν συντίθεται, ἀπεδόθη. δύναται γὰρ προηγεῖσθαι τὸ μ τοῦ β ἐν διαστάσει, οὐκέτι δὲ κατὰ σύλληψιν· ἓν παραιτούμεθα τὸ «ἀσπίδος ἀμφιβρότης» διὰ τὴν κακοφωνίαν.
Ἐτυμολογικὸν τὸ Μέγα Ἀρναῖος ὄνομα κύριον—παρὰ τὴν ἀράν ἀραῖος καὶ πλεονασμῷ τοῦ ν ὁ εὐκταῖος τῇ μητρὶ γινόμενος. οὕτως Ἡρωδιανὸς ἐν τῇ ἀνωμάλῳ προσῳδίᾳ.
Γεώργιος ὁ Χοιροβοσκός Ἡρωδιανός φησιν, ὅτι ἐν τῷ τέμνω τέτομα καὶ κάμνω κέκαμα τὸ ν τὸ πλεονάσαν κατὰ τὸν ἐνεστῶτα ἀπεβλήθη κατὰ τὸν μέσον παρακείμενον.
Αἴλιος Ἡρωδιανός κεκλήγοντες: ὡς ἀρήγοντες· οὐ γὰρ τὸ κεκληγότες ἐπλεόνασε τῷ ν οὐδὲ παρὰ τὸ «ὀξέα κεκληγώς» ἐκλίθη, ἀλλὰ παρὰ τὸ κέκληγα γέγονεν ὁ Συρακούσιος ἐνεστὼς κεκλήγω. —ἀκόλουθος δὲ τῷ κεκλήγω μετοχὴ ἡ κεκλήγων βαρυνομένη.
Αἴλιος Ἡρωδιανός ὄρπηξ: παρὰ τὸ ὄρω ἐν πλεονασμῷ φησι τοῦ π γεγενῆσθαι τὸ ὄνομα.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ ὄφλω βαρύνεται ἐκ τοῦ ὀφείλω ὥσπερ καὶ τὸ κέλω κέκλω καὶ μέλω μέλπω.
Αἴλιος Ἡρωδιανός Δάρης: γέγονε τὸ Δάρης ἤτοι παρὰ τὸ δείρω καὶ ἐκδείρω — ἐοικὸς γὰρ ἱερεῖ — καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρης ὡς Φέρης· ἐτράπη οὖν τὸ ε εἰς α· ἢ παρὰ τὸ δαίω τὸ καίω ἐν πλεονασμῷ τοῦ ρ.
Αἴλιος Ἡρωδιανός ὀχεύω ὀχεός καὶ ἐν πλεονασμῷ τοῦ σ ὀσχεός.
Αἴλιος Ἡρωδιανός βιβάσθων: Τυραννίων περισπᾷ, οὐχ ὑγιῶς· ὁ γὰρ χαρακτὴρ βαρεῖαν τάσιν ἀπαιτεῖ, εἴτε ἀπὸ τοῦ βιβῶ βιβάθω γενομένου τοῦ ῥήματος, περιπλεονάσαντος τοῦ σ, ὥς φησι Φιλόξενος, εἴτε ἀπὸ ὀνόματος τοῦ βιβαστός ὡς ἀϊστός ἀΐσθων.
Ἀρκάδιος ὁ Ἀντιοχεύς ἧσο τὸ καθίζου καὶ ἧτο τὸ τρίτον καὶ πλεονασμῷ τοῦ σ ἧστο προπερισπῶνται.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ πόρτις ἀπὸ τοῦ πόρις.
Αἴλιος Ἡρωδιανός ἐρύουσι: προπαροξύνεται· ἐνήλλακται γὰρ ὁ ἐνεστὼς χρόνος ἀντὶ μέλλοντος. οὕτως καὶ Ἀρίσταρχος. ὁ δὲ Ἀλεξίων περισπᾷ, οὐκ εὖ, ἐπεί, φησίν, ἐν τῷ ἑξῆς στίχῳ ὁ μέλλων παρελήφθη περισπώμενος· «αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦσί με δῖοι Ἀχαιοί». ἔλαθε δὲ τὸν ἄνδρα ἡ τοιαύτη ὕφεσις τοῦ σ Ἀττικὴ οὖσα καὶ περισπῶσα τοὺς μέλλοντας διά τι αἴτιον, εἰ παραλήγοιτο τῷ ι συνεσταλμένῳ, ὅπερ καὶ ἐπὶ τοῦ «τόνδε δʼ ἐγὼ κομιῶ». τὸ μέντοι ἐρύω οὐ δύναται ἔχεσθαι ταύτης τῆς φύσεως, ἀλλʼ ἔστιν ἐνεστὼς ἀντὶ μέλλοντος.
Αἴλιος Ἡρωδιανός οὐτάμενοι· παρὰ τὸ οὐτῶ περισπώμενον ἐκπίπτει παραγωγὸν εἰς μι λῆγον τὸ οὔτημι, ἀφʼ οὗ ἀπαρέμφατον τὸ οὐτάναι καὶ οὐτάμεναι. ἀπὸ δὴ τοῦ οὔτημι γίνεται παθητικὴ μετοχὴ οὐτάμενος καὶ οὐτάμενοι ὡς κιχράμενοι. ἀλλʼ οὔ φαμεν ταύτην εἶναι ἐν τῇ νῦν συντάξει, ἀλλʼ ἕτερόν τι αὐτῷ σύνηθες ῥῆμα εἶναι τὸ οὐτάζω, ὅθεν καὶ οὔτασεν ὁ ἀόριστος· οὐ γὰρ δὴ συστολὴ τοῦ οὔτησεν, ὡς πρόδηλον κἄκ τοῦ ἀπαρεμφάτου «οὐτάσαι οὐδὲ βαλεῖν» καὶ ἐκ τοῦ «οὔτασται δʼ Ὀδυσσεύς». τούτῳ δὴ τῷ οὔτασται παρέθηκε μετοχὴν τὴν οὐτασμένος «οὔτʼ αὐτοσχεδίην οὐτασμένος», ἥτις κατʼ ἔλλειψιν τοῦ σ γίνεται οὐτάμενος. προπαρωξύνθη δὲ ὑπὸ τοῦ Ἀριστάρχου διὰ τὸν χαρακτῆρα, ἐπεὶ αἱ τοιαῦται μετοχαὶ προπαρωξύνοντο, ἱστάμενος, κιχράμενος· ὁ γὰρ ἀνὴρ τῷ χαρακτῆρι μᾶλλον τοὺς τόνους προσνέμει. ἄλλως τε καὶ ἡ γινομένη τοῦ σ ὕφεσις καὶ ἀναδρομὴν ἐργάζεται τόνου.
Αἴλιος Ἡρωδιανός, Θεόγνωστος ἐπὶ τῶν βακχευτικῶν ἐπιρρημάτων ἔσθʼ ὅτε τὸ δασὺ πνεῦμα ἀλόγως ἐν τῇ ληγούσῃ συλλαβῇ ὁρᾶται ὡς ἔχει τὸ εὐοἵ εὔἁν εὐαἵ· τὸ γὰρ λέγειν, ὅτι εὖ σοι ἦν καὶ κατʼ ἔλλειψιν τοῦ σ γέγονεν εὖ οἵ καὶ κατὰ συναφὴν εὐοἵ ἀμφίβολον, εἰ μὴ ἄρα παρὰ τὸ εὐοἵ ὁ Εὔϊος παρῆκται.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ ἄγγρις ἡ ὀδύνη δεδιπλασίασται.
Αἴλιος Ἡρωδιανός ἄδδην: Νικίας διὰ δύο δ γράφει διὰ τὸ μέτρον ὁμοίως τῷ «κύον ἀδδεές» καὶ ψιλοῖ. Ἀρίσταρχος δὲ διʼ ἑνὸς δ καὶ βραχέως καὶ δασέως.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ κάσσος ἀπὸ τοῦ κάσος γίνεται κατὰ πλεονασμὸν τοῦ σ. ἔθος Ὁμήρῳ τὰ τῆς δευτέρας συζυγίας κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον πολλάκις διαλύειν εἰς δύο αα, ὧν τὸ μὲν πρότερον συνεσταλμένον ἐστί, τὸ δὲ δεύτερον ἐκτεταμένον καὶ σὺν τῷ ι γραφόμενον, ὁρᾷς «οὐχ ὁράᾳς οἷος κἀγώ» καὶ ἐπὶ τοῦ τρίτου «ἰσχανάᾳ δοκέειν» καὶ «ἐκπεράᾳ μέγα λαῖτμα» «οὐκ ἐάᾳ Κρονίδης».
Αἴλιος Ἡρωδιανός εὐχετάασθαι: Ἀρίσταρχος τὸ δεύτερον α συστέλλει, καὶ ὁ Ἀσκαλωνίτης, ἄλλοι δὲ ἐκτείνουσιν, οὐχ ὑγιῶς. ὅσα γὰρ εἰς θαι λήγει ἀπαρέμφατα μὴ κατʼ Αἰολίδα διάλεκτον, τρίτην ἀπὸ τέλους ἔχοντα τὴν ὀξεῖαν, φιλεῖ πρὸ τέλους βραχύνεσθαι, λέγεσθαι, τίθεσθαι, ἵστασθαι, κίχρασθαι, πίμπρασθαι. ὅσα δὲ πρὸ τέλους ἔχει φύσει μακρὰν προπερισπᾶσθαι θέλει, νικᾶσθαι, φιλεῖσθαι· τὰ γὰρ τοιαῦτα, δίζησθαι, φίλησθαι, ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. ὅθεν οἱ ἀξιοῦντες ἐκτείνειν τὸ δεύτερον α ἐν τῷ εὐχετάασθαι, πάντως καὶ προπερισπῶσιν· εἰ δὲ δεδώκασι τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν, δώσουσι καὶ τὴν παραλήγουσαν βραχυνομένην. οὕτως οὖν πάντα τὰ τοιαῦτα ἀναγνωστέον· «ἀλλʼ ἤτοι σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα»· «ἐν μεγάροισι δʼ ἕκητι σέθεν κακὰ μηχανάασθαι», «ἄλλα τε μέν σε καὶ αἰτιάασθαι ἄνωγα», «καὶ ἑδριάασθαι ἄνωγον», «μήτε μνάασθαι ἄκοιτιν».
Αἴλιος Ἡρωδιανός ἰδέειν: οὐκ ἔστιν ἐντελὲς τὸ ἰδέειν, ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυσιν, ὥσπερ ἀπὸ τοῦ εὐφρανεῖν εὐφρανέειν. οἱ γὰρ δεύτεροι ἀόριστοι καὶ μέλλοντες οὐκ ἔχουσι τὴν περισπωμένην ἀπὸ ἐντελείας ὥσπερ οἱ περισπώμενοι ἐνεστῶτες.
Γεώργιος ὁ Χοιροβοσκός ἄξιόν ἐστι ζητῆσαι, διὰ τί τὸ ἐλθέ καὶ εἰπέ καὶ εὑρέ ὀξύνονται· ἰστέον ὅτι ἀπολογεῖται περὶ αὐτῶν ὁ Ἡρωδιανὸς κατὰ δύο τρόπους· φησὶ γὰρ ὅτι τὰ ἀπαρέμφατα τοῦ βʹ ἀορίστου εἴωθεν ὁ ποιητὴς κατὰ διάλυσιν προφέρειν οἷον φαγεῖν φαγέειν, πεσεῖν πεσέειν, ἰδεῖν ἰδέειν, ταῦτα δὲ οὐ προφέρεται κατὰ διάλυσιν. τὸ γὰρ ἐλθεῖν οὐκ εἶπεν ἐλθέειν οὐδὲ τὸ εἰπεῖν εἰπέειν οὐδὲ τὸ εὑρεῖν εὑρέειν. ἐπειδὴ οὖν, φησί, ταῦτα ἡμαρτήθησαν κατὰ τοῦτο, φημὶ τὸ μὴ διαλύεσθαι, τούτου χάριν καὶ ἐν ταῖς προστακτικοῖς κατὰ τὸν τόνον ἡμαρτήθησαν καὶ ὠξυτονήθησαν.
Αἴλιος Ἡρωδιανός ἄπρηκτόν γε νέεσθαι: τουτέστι πορεύεσθαι. οὕτως Ἀρίσταρχος. Δημήτριος δὲ γενεέσθαι ἀντὶ τοῦ γενήσεσθαι, βιαίως πάνυ· οὐδὲ γὰρ τὸ πυθέσθαι πυθεέσθαι γίνεται οὐδὲ τὸ λαβέσθαι λαβεέσθαι, ἵνα καὶ τὸ γενέσθαι γενεέσθαι γένηται.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἀλόω διαίρεσίς ἐστι τοῦ ἀλῶ.
Αἴλιος Ἡρωδιανός πρώονες ὡς σώφρονες. τὸ γὰρ πρῶνες πληθυντικὸν διῃρέθη καὶ εἰς ὀξεῖαν καὶ βαρεῖαν ἡ περισπωμένη μετηνέχθη.
Ἰωάννης ὁ Ἀλεξανδρεύς τὸ Μήδεϊα παρὰ Σαπφοῖ τὴν ει δίφθογγον διεῖλεν.
Αἴλιος Ἡρωδιανός Νεῖλος: Νέϊλος κατὰ διάλεκτον.
Αἴλιος Ἡρωδιανός ἔγχεϊ: εἴρηται περὶ τῶν τοιούτων δοτικῶν πότε κατὰ διάστασιν, ὡς νῦν, καὶ πότε κατὰ συναλοιφήν, καὶ ὅτι τὸ μέτρον πολλάκις αἴτιον· καὶ τὰ ἀντικείμενα, καίτοιγε μέτρου μὴ ἐμποδίζοντος, ὡς τὸ «πλήθει πρόσθε βαλόντε». ὑπεραέϊ: ὡς εὐσεβέϊ κατὰ διάστασιν.
Στέφανος ὁ Βυζάντιος Ῥόβεια: τὸ ἐθνικὸν Ῥοβειάτης καὶ Ῥοβείτης καὶ κατὰ διάλυσιν Ῥοβεΐτης.
Αἴλιος Ἡρωδιανός δέελον: ταὐτόν ἐστι τῷ δῆλον.
Αἴλιος Ἡρωδιανός τὰ εἰς ων περισπώμενα, εἰ λέγοιτο ἐν πλείοσι συλλαβαῖς, διὰ τοῦ ο λέγεται, Δημοφόων, Καλλίμαχος «νυμφίε Δημοφόων, ἄδικε ξένε», Καλλικόων, Εὐφορίων «κακώτερε Καλλικόωντος», Ἱπποθόων, «Εὔμολπος Δόλιχός τε καὶ Ἱπποθόων μεγάθυμος». τὸ μέντοι Ποσειδῶν ἢ Ποσειδέων ἢ Ποσειδάων.
Αἴλιος Ἡρωδιανός δῃῶν: περισπαστέον, ἐπεὶ καὶ ἐν ἑτέροις λέγει κατὰ διαίρεσιν σὺν τῷ ο «ἔγχεϊ δηϊόων».
Αἴλιος Ἡρωδιανός οὐδὲν εἰς υρ λῆγον οὐδέτερον μονοσύλλαβον, ἀλλὰ μόνον τὸ πῦρ· ὅπερ Σιμωνίδης καὶ ἕνεκα μέτρου δισυλλάβως ἀπεφήνατο «τοῦτο γὰρ μάλιστα φῆρες ἔστυγον πύϊρ».
Αἴλιος Ἡρωδιανός Πειραΐδαο: ἐν τέσσαρσι συλλαβαῖς προφέρεται τὴν εὐθεῖαν τοῦ πατρωνυμικοῦ καὶ οἱ ἄλλοι. Τυραννίων δὲ τρισυλλάβως, λέγων ὡς ὅτι οὐδὲν πατρωνυμικὸν παρὰ τῷ ποιητῇ ἔχει πρὸ τέλους διεσταλμένον τὸ ι ἀπὸ ἑτέρου φωνήεντος οἷον Πανθοίδης, Βοηθοίδης, Πηλείδης· οὐδʼ ἄρα τοῦτο. ὑπὲρ δὲ τοῦ τετρασυλλάβως ἀναγινώσκειν ἔχομεν ἐκεῖνο λέγειν, ὡς ὅτι ἐντελές ἐστι τὸ κατὰ διάλυσιν τοῦ ι, καὶ ὅτι οὐκ ἔχομεν τοιοῦτό τι πατρωνυμικόν, ὃ κατὰ σύλληψιν ἐξηνέχθη τοῦ α καὶ τοῦ ι πρὸ τέλους· παρὰ τὸ Πείραιος οὖν Πειραΐδης ἐγένετο.
Αἴλιος Ἡρωδιανός ὀΐων: Ἀρίσταρχος δισυλλάβως ὡς αἰγῶν καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης· Ἀριστόνικος δὲ τρισυλλάβως «ὅς τʼ ὀΐων μέγα πῶϋ»· ὁ μέντοι Πτολεμαῖος οὐχ ὑγιὲς αἴτιον ἐπιφέρει τῆς δισυλλάβου ἀναγνώσεως· φησὶ γὰρ ὅτι ἡ εὐθεῖα μονοσύλλαβός ἐστιν οἶς ὡς αἴξ. διαμαρτάνει δέ· οὐδέποτε γὰρ ὁ ποιητὴς μονοσυλλάβως εἶπε τὴν εὐθεῖαν, δισυλλάβως δὲ «τοῖσι δʼ ὄϊς λάσιος» καὶ «μῆλʼ ὄϊές τε καὶ αἶγες» καὶ «Τειρεσίῃ δʼ ἀπάνευθεν ὄϊν»· ἕνεκα δὲ μέτρου «οἰὸς ἀωτῷ» καὶ «οἰῶν τε βληχήν». ὥστε εἰ καὶ ἐνθάδε μέτρον οὐ κωλύει, οὐδὲν ἦν ἐμποδὼν παραδέξασθαι τὴν τοῦ Ἀριστονίκου ἀνάγνωσιν. καὶ γὰρ ἄλλως τὸ ὄϊς ἀναλογώτερον ἔσται δισύλλαβον ὂν τοῦ μονοσυλλάβου· πολλὰ γὰρ τὰ εἰς ις λήγοντα ἐπʼ εὐθείας, οὐδὲν δὲ εἰς οις, ὅτι μὴ μόνον τὸ οἶς καὶ παρὰ Ἀττικοῖς τὸ φθοῖς.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ οἴω οἴομαι κατὰ διάστασιν τοῦ ι ὀΐω γίνεται.
Αἴλιος Ἡρωδιανός τὸ οἶδα οἱ περὶ Ἀλκαῖον ὄϊδα λέγουσι τρισυλλάβως.
Στέφανος ὁ Βυζάντιος Ἡρωδιανὸς ὑπομνηματίζων τὸ περὶ γενῶν Ἀπολλωνίου «ἔστιν ὅτε μετὰ τὴν διαίρεσιν ἔκτασις γίνεται ὀΐομαι, ὄϊγον, ὄϊδα παρʼ Αἰολεῦσιν ἀντὶ τοῦ οἶδα».
Θεόγνωστος τὸ κοῖλος εὕρηται καὶ ἐν διαλύσει κόϊλος.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ πλοῖον προπερισπᾶται ὡς πάσχον διαίρεσιν Αἰολικῶς· πλόϊον γὰρ λέγεται.
Αἴλιος Ἡρωδιανός δῷσι πόλιν Τροΐην: ἔστι τὸ τῆς χρήσεως τῆς Ὁμηρικῆς ἰδίωμα παραφυλάξαι οὕτως, ὡς ὅτι εἴ που λέγει τὸ Τροία δισυλλάβως, οὐδέποτε ἐπιφέρει τὸ πόλις, οἷον «εἰσόκε περ Τροίην διαπέρσομεν» καὶ «ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷες» καὶ «Τροίῃ ἐν εὐρείῃ» καὶ ἀλλαχοῦ. ἐπὶ μέντοι τούτων τῶν δύο ὁμοιοπτώτως ἐπήνεγκε τὸ πόλιν τῷ Τροΐην «δῷσι πόλιν Τροΐην» καὶ τὸ «ἤτοι ἀμφὶ πόλιν Τροΐην».
Αἴλιος Ἡρωδιανός ἀἕκοντας: —τὸ ἄκοντα συναλοιφή ἐστι τοῦ ἀέκοντος.
Αἴλιος Ἡρωδιανός τὸ ἀργός ἐκτεινόμενον ἐκ τοῦ ἀεργός ἐστι συναληλιμμένον.
Ἐπιμερισμοὶ Ὁμηρικοί, Ἐτυμολογικὸν τὸ Μέγα αὔτως ἐστὶν ἐπίρρημα μεσότητος καὶ ψιλοῦται πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινομένου τοῦ οὕτως· ὁμοίως δέ, εἰ τὸ μάτην σημαίνει, ψιλοῦται, τὸ γὰρ στερητικὸν α ψιλοῦται. —ἔστιν οὖν ἐτός καὶ σημαίνει τὸ ἀληθές. τὸ γὰρ ἀληθὲς ὑπάρχει, τὸ δὲ ψεῦδος οὐκ ὑπάρχει. καὶ μετὰ τοῦ στερητικοῦ α ἄετος καὶ ἀνεβίβασε τὸν τόνον, τὰ γὰρ εἰς τος δισύλλαβα ἀναβιβάζουσι τὸν τόνον ἐν τῇ συνθέσει καὶ κλίνεται ἀέτου, ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ ἄετοι ἀέτων καὶ ἐξ αὐτοῦ ἐπίρρημα μεσότητος ἀέτως καὶ κράσει τοῦ αε εἰς τὴν αυ δίφθογγον αὔτως ὡς ἀέρα αὔρα καὶ γρᾶες γραῦς καὶ νᾶες ναῦς.
Ἰωάννης ὁ Ἀλεξανδρεύς παῖδες παίδων: βαρύνεται ἴσως ἐπειδὴ ὡς ἀπὸ ἐντελεστέρου τοῦ πάϊς γέγονεν ὡς μὴ εἶναι φύσει δισύλλαβον.
δᾷδες δᾴδων: δαΐδες δαΐδων γὰρ τρισυλλάβως τὸ ἐντελές.
Ἰωάννης ὁ Ἀλεξανδρεύς τῶν ἀρσενικῶν ἐν μὲν τοῖς εἰς ξ λήγουσι τὸ Θρᾷξ περισπᾶται, ἐπεὶ καὶ ἐντελέστερον αὐτοῦ τὸ Θράϊξ δισύλλαβον.
Ἰωάννης ὁ Ἀλεξανδρεύς τὸ σῶς ἀπὸ τοῦ σάος συνῄρηται καὶ περισπᾶται.
Αἴλιος Ἡρωδιανός ὦχρος: οὕτως ὦχρος ὡς ὦμος εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ. τάχα δὲ καὶ ἄχροός ἐστιν, ὃ ἐν ὑπερθέσει γίνεται ἄοχρος καὶ κατὰ συναλοιφὴν ποιεῖ τὸ ὦχρος βαρυνόμενον.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν αἱ Ἀριστάρχου βῶν, ἡ Ἀριστοφάνους βοῦν, ἡ Ἡρωδιανοῦ βῶ, ὡς Βορέαο «Βορέω ὑπʼ ἰωγῇ».
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ ἐριώλη ἡ μεγάλη πνοὴ ἀπὸ τοῦ ἐρί καὶ τοῦ ἄω τὸ πνέω βαρύνεται.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ ἱλᾶς περισπᾶται ἀπὸ τοῦ ἱλάεις.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ ἀλλᾶς ἔχει τὸ ἀλλάεις ἐντελέστερον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ ὑμνάοιδος, ἐπάοιδος, λυράοιδος προπαροξύνεται· τὰ δὲ ἐξ αὐτῶν ὀξύνεται, ὑμνῳδός, ἐπῳδός, λυρῳδός.
Αἴλιος Ἡρωδιανός σῶκος: εἰσὶν οἳ ἀξιοῦσι καὶ καθότι σύνθετόν ἐστι βαρύνεσθαι αὐτό. ἐκ γὰρ τοῦ σάοικος γεγενῆσθαι τὴν κρᾶσιν· οὕτω δὲ δώσουσι καὶ προσκείμενον τῷ ω τὸ ι, τῆς παραδόσεως οὐχ οὕτως ἐχούσης.
Ἰωάννης ὁ Ἀλεξανδρεύς τὰ εἰς η θηλυκὰ μονοσύλλαβα ἐκ συναιρέσεως περισπᾶται, γέα γῆ, νέα νῆ, πλέα πλῆ.
Ἰωάννης ὁ Ἀλεξανδρεύς τὰ θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν περισπασθέντα ἐκ συναιρέσεως ἔσχε τὴν περισπωμένην ὡς τὸ ἀργυρέα ἀργυρᾶ, Ἀθηνᾶ τε καὶ μνᾶ, καὶ χαλκέα τε καὶ χαλκῆ, φωκέα φωκῆ. τοιοῦτόν ἐστι καὶ σησαμῆ καὶ ἀμυγδαλῆ ἐπὶ τοῦ δένδρου, γαλῆ, κωλῆ, συκῆ, παρδαλῆ, μυγαλῆ, κυνῆ καὶ εἴ τι ὅμοιον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ κρῆς ἀπὸ τοῦ κρέας καὶ οὐδέτερον ὂν περισπᾶται.
Ἰωάννης ὁ Ἀλεξανδρεύς τὸ κῆρος καὶ ἦρος ἐκ τοῦ κέαρος καὶ ἔαρος συναλήλιπται, ὁμοίως καὶ αἱ δοτικαὶ κῆρι καὶ ἦρι.
Ἰωάννης ὁ Ἀλεξανδρεύς τὸ φρεάτων συναιρεθὲν ἐν τῇ παραληγούσῃ ὀφείλει βαρύνεσθαι· εἴπομεν γὰρ ὡς ἡ βαρεῖα καὶ ὀξεῖα εἰς ὀξεῖαν συναιροῦνται· νῦν δὲ παραλόγως περισπᾶται συνεξελθὸν τῷ Κρητῶν θητῶν καὶ τοῖς ὁμοίοις.
Γεώργιος ὁ Χοιροβοσκός ὁ μὲν Ἡρωδιανός φησιν, ὅτι κυρίως διαίρεσίς ἐστιν αὕτη ἡ ἐν τῷ τιθεῖσι τιθέασι καὶ διδοῦσι διδόασι καὶ ζευγνῦσι ζευγνύασι καὶ πιστοῦται τοῦτο ἐκ τῶν πληθυντικῶν αἰτιατικῶν· ἰδοὺ γάρ, φησίν, ἐν τῷ Δημοσθένεας Δημοσθένεις τὸ εα εἰς τὴν ει δίφθογγον συναιρεῖται καὶ πάλιν ἐν τῷ ἰχθύας ἰχθῦς τὸ υ καὶ τὸ α εἰς τὸ υ συναιρεῖται καὶ πάλιν ἐν τῷ βόας βοῦς τὸ καὶ α εἰς τὴν ου δίφθογγον συναιρεῖται.
Αἴλιος Ἡρωδιανός ὁ Ἀσκαλωνίτης λέγει τὸ δῆμος τὸ ἐπὶ τοῦ πλήθους παρὰ τὸ δέμας γεγενῆσθαι οἱονεὶ σῶμά τι τυγχάνον ἢ παρὰ τὸν δασμόν. δύναιτο δʼ ἄν τις καὶ ἄλλως ἐτυμολογεῖν, εἰ παρὰ τὸ δέω γένοιτο δέεμος καὶ ἐν συναλοιφῇ δῆμος, τὸ συνδεδεμένον πλῆθος. τὸ γὰρ ἐναντίον λύη ἀπὸ τῆς διαλύσεως.
Αἴλιος Ἡρωδιανός τὸ δείλη βαρυνόμενον ἔχει ἔννοιαν συνθέσεως· ἐτυμολογεῖται γὰρ παρὰ τὸ ἐνδεῖν τῇ ἕλη δεέλη.
Αἴλιος Ἡρωδιανός τὸ δῆσεν δισύλλαβον ἐκδεκτέον ποιητικόν.
Αἴλιος Ἡρωδιανός τὸ θεύς ἐκ συναλοιφῆς ἐστι ποιητικόν.
Ἰωάννης ὁ Ἀλεξανδρεύς ἡ ἐμεῦ συνῃρημένη παρʼ Ἴωσι περισπᾶται «ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον».
Ἀρκάδιος ὁ Ἀντιοχεύς εὗ ἀντὶ τοῦ ἑαυτοῦ κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον Δωρικῶς.
Ἐτυμολογικὸν τὸ Μέγα εὖτε: ὁ μὲν Ἀπολλώνιος λέγει, ὅτι ἐκ τοῦ ὅτε γίνεται πλεονασμῷ τοῦ υ οὗτε καὶ μεταθέσει τοῦ ο εἰς ε εὖτε· ὁ δὲ Ἡρωδιανός, ὅτι ἐκ τοῦ ὅτε πλεονασμῷ τοῦ ε καὶ κράσει Δωρικῇ τοῦ εο εἰς τὴν ευ γίνεται εὖτε.
Αἴλιος Ἡρωδιανός οὐδὲν τῶν εἰς ων ὀξυτόνων διὰ τοῦ εων καὶ αων λέγεται, τὸ δὲ Ποσειδῶν εἴρηται καὶ Ποσειδέων καὶ Ποσειδάων.
Θεόγνωστος, Γεώργιος ὁ Χοιροβοσκός ἀπὸ τοῦ δέος παρωνύμως γέγονε δεεινός ὡς κλέος κλεεινός καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς ει δεινός.
Ἰωάννης ὁ Ἀλεξανδρεύς αἱ γενικαὶ τῶν δυϊκῶν εἰς οιν λήγουσαι ἀπὸ τῶν ὑπὲρ δύο συλλαβὰς εὐθειῶν πρὸ μιᾶς ἔχουσι τὸν τόνον Αἴαντε Αἰάντοιν, Πάριδε Παρίδοιν. εἰ δὲ συναλοιφὴ παρακολουθήσῃ, καὶ αὗται περισπῶνται, σκελέοιν σκελοῖν, Δημοσθενέοιν Δημοσθενοῖν.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὰ εἰς σα ὑπερδισύλλαβα παρεσχηματισμένα προπαροξύνεται, εἰ μὴ κατὰ συναλοιφὴν εἴη ἢ ἀπὸ ὀξυτόνων εἰς ης, δαφνήεσσα, φωνήεσσα. τὸ δὲ τεχνῆσσα ἀπὸ τοῦ τεχνήεσσα. καὶ τὰ ἀπὸ ὀξυτόνων εἰς ης· χερνής χερνῆσσα, Κρής Κρητός Κρῆσσα, θής θῆσσα.
Αἴλιος Ἡρωδιανός τὸ Θρήϊκος συστέλλει τὸ ι, ἔχον διαλλαγήν· λέγεται γὰρ κατὰ συναλοιφὴν Θρῃκός.
Αἴλιος Ἡρωδιανός τὸ λῃστής ἀπὸ τοῦ ληιστής τρισυλλάβου ἐστί· διὸ ἔχει προσκείμενον τὸ ι.
Ἰωάννης ὁ Ἀλεξανδρεύς τιμῆς τιμῆντος, φθογγῆς φθογγῆντος συνῄρηται ἐκ τοῦ τιμήεις, φθογγήεις.
Αἴλιος Ἡρωδιανός ὑψιπέτης: Ἀρίσταρχος ἐβάρυνεν εὑρὼν τὸ «ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν» οὕτως κεκλιμένον. ὡσεὶ καὶ ἀπὸ τοῦ παντοπώλης παντοπῶλα. πρόδηλον δὲ κἀκ τῶν διαλέκτων· ὑψιπέτας γὰρ εὑρέθη κατὰ τροπὴν τοῦ η εἰς τὸ α, ὅπερ ζητεῖ καὶ ἡ κλίσις καὶ ἡ βαρεῖα τάσις· τινὲς μέντοι ἐτόλμησαν ὡς τὸ «τιμῆς ἔσεται», οὕτως ὑψιπετήεις ὑψιπετῆς. ἀλλʼ ἐπὶ μὲν τοῦ τιμῆς εὕρομεν αἰτιατικὴν «καὶ χρυσὸν τιμῆντα», ἥτις ἐδίδασκε τὸ τῆς εὐθείας πάθος· ἐπὶ δὲ τοῦ προκειμένου οὐδὲν εὕρομεν τοιοῦτο, ἔνθεν ἐπείσθημεν τῷ Ἀριστάρχῳ.
Ἰωάννης ὁ Ἀλεξανδρεύς ὁ μῶν παρʼ Ἀθηναίοις διαπορητικὸς ὢν περισπᾶται· ἀπὸ γὰρ τοῦ μὴ καὶ οὖν σύγκειται δωρικώτερον τραπείσης τῆς ου διφθόγγου εἰς τὸ ω.
Αἴλιος Ἡρωδιανός ἦνιν ὡς μῆνιν. —τάχα οὖν καὶ ἦνιν ἐκτείνει ὁ Τυραννίων διὰ τὸ μέτρον, οὐχὶ διὰ τὸ πληθυντικὸν «ἤνις ἠκέστας» καὶ γὰρ πόλῑς λέγουσι καὶ πόλῐν καὶ μάντῑς καὶ μάντῐν.
Γεώργιος ὁ Χοιροβοσκός τρεῖς τὸ περισπώμενον διὰ τῆς ει διφθόγγου· καὶ ὤφειλε διὰ τοῦ ι γράφεσθαι, ἐπειδὴ τριῶν ἐστιν ἡ γενικὴ τῶν πληθυντικῶν καὶ τρισίν ἡ δοτική. τὰ δὲ ἔχοντα κατὰ τὴν γενικὴν καὶ δοτικὴν τῶν πληθυντικῶν ἐν τῇ παραληγούσῃ τὸ ι καὶ ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἔχουσι τὸ ι κατὰ τὴν παραλήγουσαν οἷον πόλις πολίων πόλιες· ὄφις ὀφίων ὄφιες εἰ οὖν τριῶν καὶ τρισίν, δῆλον ὅτι καὶ τρίες διὰ τοῦ ι· καὶ λοιπὸν κατὰ κρᾶσιν τοῦ ι καὶ τοῦ ε εἰς ι δηλονότι μακρὸν τρῖς διὰ τοῦ ι ὥσπερ πόλιες πόλις, μάντιες μάντις. ἀλλὰ λέγει ὁ τεχνικός, ὅτι, ἵνα μὴ συνεμπέσῃ τῷ τρίς ἐπιρρήματι, τούτου χάριν οὐκ ἐγράφετο διὰ τοῦ ι, ἀλλὰ διὰ τῆς ει διφθόγγου.
Στέφανος ὁ Βυζάντιος Καπετώλιον: Ἡρωδιανὸς Καπετωλίειον καὶ ἐν συναιρέσει Καπετώλειον.
Αἴλιος Ἡρωδιανός ἐχρῆν μὲν τὸ Πυθώ περισπᾶσθαι, ἐπειδή περ Πυθόα ἐστί, καὶ τοῦτο ἀπῄτει ἡ συναλοιφή· ἀλλὰ πάλιν τὸ πτωτικὸν ω ἀπέστραπται τὸν περισπώμενον τόνον· κατὰ τοῦτο ὠξύνετο. ταύτῃ γοῦν καὶ τοῦ χρυσοῦς περισπωμένου τὸ δυϊκὸν ὀξύνομεν· —δεύτερος δὲ λόγος ἀληθής ἐστιν, ὅτι εὐθεῖα καὶ αἰτιατικὴ ὁμόφωνος οὖσα κατὰ φωνὴν ἐν τῷ αὐτῷ ἀριθμῷ πάντως καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται οἱ ταχεῖς—τοὺς ταχεῖς. εἰ δὲ ἡ εὐθεῖα ὀξύνεται πάντως καὶ ἡ αἰτιατική. διὰ τοῦτο οὖν ἡ μὲν αἰδῶ αἰτιατικὴ καὶ ἠῶ μὴ κρατούμεναι ὑπὸ τῆς συνεμπτώσεως κατὰ τὴν εὐθεῖαν περισπῶνται, κατεχόμεναι τῷ λόγῳ τῆς συναλοιφῆς, οὐχ ὑπὸ τοῦ πτωτικοῦ χαρακτῆρος· ἡ δὲ Λητώ καὶ Πυθώ καθάπερ κατεχόμεναι ὑπὸ τῆς συνεμπτώσεως τῆς φωνῆς κατέχονται καὶ τῷ τόνῳ.
Ἰωάννης ὁ Ἀλεξανδρεύς τὸ Τηλεβῶς ἐκ τοῦ Τηλεβόας συνῄρηται.
Αἴλιος Ἡρωδιανός τὸ λουτρόν καὶ τρισυλλάβως λέγεται λοετρόν «εἰς ὅ κε θερμὰ λοετρά», ἐπεὶ καὶ τὸ ῥῆμα δισσὸν λοέω καὶ λούω «ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον».
Αἴλιος Ἡρωδιανός χείμαρροι: Πτολεμαῖος ὁ Ἀσκαλωνίτης παροξύνει, ἐπεὶ τὸ ἑνικόν ἐστι χειμάρρους, Νικίας δὲ ὡς εὔζωνοι, καὶ μήποτε πιθανώτερον, ἵνα ἐκ τοῦ χειμάρροος ᾖ γεγονός, εἴγε μᾶλλον ἐντελέστερον οἶδε τὸ ἑνικὸν ἐν τῇ συνθέσει ἤπερ τὸ συναληλιμμένον «ὅσσους Ἑλλήσποντος ἀγάρροος», «στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ», «ἐς ποταμὸν εἰλεῦντο βαθύρροον», «ἀψορρόου Ὠκεανοῖο». σπανίως δὲ τὸ ἕτερον «χειμάρρους κατʼ ὄρεσφιν ὄπαζεν», «ποταμῷ πλήθοντι ἐοικὼς χειμάρρῳ». τὸ μέντοι γε ἁπλοῦν ἀεὶ ἐντελῶς ἀποφαίνεται ῥόος· «ὤθει δʼ ἐν σακέϊ πίπτων ῥόος».
Αἴλιος Ἡρωδιανός ἐΰξου: Πτολεμαῖος περισπᾷ, λέγων ἐκ τοῦ ἐϋξόου συνηλεῖφθαι· οὐκ ἀναγκαῖον δέ· εἰ γὰρ ἤδη τέτριπται εὔξου ὡς ἡσύχου, δῆλον ὅτι τὸ ἐΰξοος πολὺ πρότερον ἐΰξους ἐγένετο ὡς εὔνους· καὶ οὕτως τὸ εὔξου ὡς εὔνου.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ φροῦδος ἀπὸ τοῦ πρόοδος σύνθετον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς μόνοικος τὸ κατὰ συναλοιφήν.
Αἴλιος Ἡρωδιανός ἐχρῆν μὲν διὰ τὸ κλιτύας οὐρῆας περισπᾶσθαι τὸ κλιτῦς, ἀνεγνώσθη δὲ κατʼ ὀξεῖαν τάσιν ἐν ἐγκλίσει, ὁμοίως τῷ «κνημῖδας ῥαπτὰς δέδετο, γραπτὺς ἀλεείνων». σχόλιον· ἐν μέντοι τῇ Ὀδυσσειακῇ προσῳδίᾳ φανερῶς τὸ γραπτῦς περισπᾷ καί φησιν ὅτι εἴη εἰρηκὼς ὡς καὶ τὸ κλιτῦς δεῖ περισπᾶσθαι. ἀμφίβολος οὖν ἐφʼ ἑκατέρων ὁ τόνος· εἰ γὰρ τοῖς ἐνταῦθα εἰρημένοις πεισθείημεν, ἐκεῖνο ἀνθέλκει, εἰ δὲ ἐκείνοις, τοῦτο πάλιν ἀντίκειται.
Αἴλιος Ἡρωδιανός τῇ δεκάτῃ τέ κε θάπτοιμεν δαινῦτό τε λαός: προπερισπαστέον, ὡς καὶ Φιλοξένῳ δοκεῖ, ἵνʼ ᾖ ἐκ τοῦ δαινύατο συναλοιφή, ὡς πυθοίατο. ὡς οὖν τοὺς νέκυας νέκυς ἔφη, καὶ τὸ δαινύατο δαινῦτο, οὕτως ἔχει καὶ τὸ «λελῦτο δὲ γυῖα ἑκάστου»· οὐδὲν δὲ θαυμαστὸν εἰ πληθυντικόν ἐστι τὸ δαινῦτο καὶ τὸ λαός ἑνικόν. τῷ γὰρ σημαινομένῳ ἡ σύνταξις ἐγένετο ὁμοίως τῷ «ἀγρόμενοι πᾶς δῆμος»· Φιλοξένῳ δὲ ἀρέσκει ἐν τοῖς εἰς μι λήγουσι καὶ ἑνικὸν αὐτὸ εὐκτικὸν εἶναι ἀκολούθως κεκλιμένον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς πᾶν δίχρονον ἐκ κράσεως ὂν ἐκτείνεται, οἱ νέκυς, οἱ βότρυς, ῥῦσθαι.
Αἴλιος Ἡρωδιανός εἴλυται: προπερισπῶσιν, ἵνα ἐκ τοῦ εἰλύαται συναλοιφὴ ὑπάρχῃ ἢ ἐκ τοῦ εἰλύεται· δύναται γὰρ καὶ ἑνικῶς συντάσσεσθαι καὶ πληθυντικῶς. οὐκ ἀήθης δὲ ἡ τοιαύτη συναλοιφή, εἴγε καὶ τὸ ἐρύεσθαι ῥῦσθαι ἔφη «πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε». καὶ τὸ «ἄρχετε νῦν νέκυας φορέειν», ἐν τοῖς ἑξῆς ἔφη «ἐκ δὲ νέκυς οἴκων φόρεον». τινὲς δὲ προπαροξύνουσιν ὡς ἀπὸ τοῦ εἴλυμι.
Αἴλιος Ἡρωδιανός τὸ ἔρυτο ψιλοῦται καὶ προπαροξύνεται· οὕτως Ἀρίσταρχος καὶ ἐπείσθη αὐτῷ ἡ παράδοσις. δύναται δὲ καὶ προπερισπᾶσθαι. ἔστι γάρ τι ῥῆμα ἐρύω. τούτου ὁ παρατατικὸς παθητικὸς γίνεται εἰρυόμην, τὸ τρίτον εἰρύετο, ὃ ἐν συναλοιφῇ ἔρυτο.
Αἴλιος Ἡρωδιανός εἴρυτο: Ἀρίσταρχος τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν ποιεῖ, ὑγιῶς πάνυ· ὁ δὲ Τυραννίων προπερισπᾷ, ἐκ τοῦ εἰρύετο φάσκων αὐτὸ συνηλεῖφθαι. δύναται δὲ τὸ εἴρυτο κλιθὲν ἀπὸ τῶν εἰς μι ὁμοίως τῷ ἐζεύγνυτο, ἤνυτο «θοῶς δέ οἱ ἤνυτο ἔργον» ἐκτετάσθαι. οὕτως ἀξιοῦμεν καὶ ἐπὶ τοῦ εἴλυτο καὶ εἴρυτο.
Αἴλιος Ἡρωδιανός λυτο: εἰ μὲν μέσος δεύτερος ἀόριστός ἐστιν ἀπὸ τῶν εἰς μι, ὥσπερ ἤδη ἐπίσταται λέγων «νῦν δὲ λύμην τρὶς τόσσα πορών» καὶ «τῆς δʼ ἄρα κλαιούσης λύτο γούνατα», ἔκτασις ἐγένετο διὰ τὸ μέτρον. εἰ δὲ παρατατικόν τινες ἐκδέχονται, δύναται κρᾶσις τοῦ ἐλύετο γεγενῆσθαι ὥσπερ ἐκ τοῦ ἰχθύες ἰχθῦς, μύες μῦς, ῥύεσθαι ῥῦσθαι «πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε». ἢ ἀπὸ τοῦ λέλυτο λύτο ὡς βέβλητο βλῆτο.
Γεώργιος ὁ Χοιροβοσκός ἰστέον ὅτι φησὶν ὁ Ἡρωδιανὸς ἐν τῇ Καθόλου, ἐν τῇ περὶ τῆς εὐθείας τῶν πληθυντικῶν διδασκαλίᾳ, ὡς οἱ ἥρωες εὐθεῖα τῶν πληθυντικῶν εὕρηται κατὰ κρᾶσιν παρὰ Ἀριστοφάνει ἐν Ἥρωσιν «οἱ γὰρ ἥρως ἐγγύς εἰσιν».
Ἰωάννης ὁ Ἀλεξανδρεύς τὸ πρῴ μονοσύλλαβον παρʼ Ἀττικοῖς ὀξύνεται, ἐπεὶ ἐκ τοῦ πρωΐ δισυλλάβου ὀξυνομένου κατὰ συναίρεσιν γέγονε.
Ἰωάννης ὁ Ἀλεξανδρεύς αἱ δυϊκαὶ γενικαὶ πρώτου καὶ δευτέρου νῶϊν, σφῶϊν προπερισπῶνται. ταύτας δὲ κατὰ συναίρεσιν Ἀττικοὶ προφέρονται μονοσυλλάβως τοῦ ι γραφομένου μὴ συνεκφωνουμένου, ὧν καὶ ἡ περισπωμένη μένει μετὰ τὴν συναίρεσιν οἷον νῷν σφῷν.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ φῴδων ἀπὸ τοῦ φωΐδων.
Αἴλιος Ἡρωδιανός τὸ ζώς ἐξ ὀξυνομένου τοῦ ζωός γενόμενον δεῖ ὀξύνειν.
Εὐστάθιος ὁ Θεσσαλονίκης τὸ «ᾥτε χερνῆτις γυνή» γίνεται κατὰ Ἡρωδιανὸν οὕτως· ὡσείτε καὶ ὡσείπερ καὶ ἀποβολῇ τοῦ σ καὶ κράσει τοῦ ω καὶ ε εἰς τὴν ῳ δίφθογγον διὰ τὴν τοῦ ι συναίρεσιν ᾥτε καὶ ᾥπερ.
Αἴλιος Ἡρωδιανός Πηλείδη θέλʼ: Ἀρίσταρχος ἀποφαίνεται ὡς κατὰ τὴν Ὁμηρικὴν συνήθειαν τὸ ῥῆμα κατὰ τὸν ἐνεστῶτα ἀπὸ τοῦ ε ἄρχεται. ἀλλὰ μὴν καὶ ἡ κίνησις ἡ τοῦ παρατατικοῦ· «ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει»· «ἤθελε Μηριόνης». καὶ ἐνθάδε οὖν ἄμεινον τῇ συνηθεστέρᾳ ἀναγνώσει προσέχοντας ἐπὶ τὴν δη συλλαβὴν ὀξεῖαν παραλαμβάνειν, ἵνα κρᾶσις ᾖ τοῦ ἔθελε τρισυλλάβου γενομένου, ὡς καὶ σύνηθές ἐστι τῷ ποιητῇ. τὸ μέντοι ῥῆμα τῶν παραλόγων κατὰ τόνον ἐστὶ τρισύλλαβον ὄν, ὡς δείκνυται ἐν τοῖς περὶ ῥημάτων.
Αἴλιος Ἡρωδιανός ὅτε δὴ φάμεν: οὐκ ἀναγκαῖον ὀξύνειν τὸν δή, ἵνα κρᾶσις γένηται ὁμοίως τῷ «μήτε σὺ Πηλείδήθελε». ἐπὶ μὲν γὰρ τοῦ ἐθέλω πᾶσα ἀνάγκη τὸ ε μένειν κατὰ τὸν ποιητὴν ὡς εἴρηται· ἐπὶ δὲ τούτου τοῦ παρῳχημένου δύναται ποιητικῶς ἀποβεβλῆσθαι τὸ ε, ὥστε ἐπὶ τὴν φα συλλαβὴν θετέον τὴν προσῳδίαν, καί ἐστιν ὅμοιον τῷ ἐν Ὀδυσσείᾳ «Τηλεμάχῳ ὁδὸς ἧδε· φάμεν δέ οἱ οὐ τελέεσθαι».
Αἴλιος Ἡρωδιανός ἵνα μημοι ἀπέχθηαι φιλέοντι: ὁ Ἀσκαλωνίτης ἀναγινώσκει ἵνα μημοι τὰ δύο βαρυτόνως, οἷον ἵνα μὴ ἐμοὶ κατʼ ὀρθὴν τάσιν· συγκριτικὴ γάρ ἐστι, φησίν, ὡς πρὸς τὸν Ἀγαμέμνονα. καὶ ὑγιῶς φησιν. ἡ μέντοι παράδοσις ἐγκλιτικῶς ἀνέγνω, ἐπὶ τὴν μή τὴν ὀξεῖαν τιθεῖσα, ὁμοίως τῷ «μή μοι οἶνον ἄειρε», τῷ μὴ εἶναι ἐν τῇ ἀντωνυμίᾳ τὸ ε, ἀλλʼ ἀποβεβλῆσθαι. καὶ ὁμοία ἐστὶν ἡ πλάνη τῷ «ἤ μʼ ἀνάειρε ἢ ἐγώ σε», καὶ τῷ «τάχα δή με διαρραίσουσι καὶ αὐτόν», εἴγε ἐχρῆν καὶ ταῦτα ὀρθοτονεῖσθαι. ἀλλὰ τῷ μὴ ὁρᾶσθαι κατʼ ἀρχὴν τὸ ε οὕτως ἀνέγνωσαν· τοῦτο γὰρ ἐπακολουθεῖ τοῖς πρωτοτύποις. ἐχρῆν δὲ αὐτοὺς ἐπιγνῶναι ὅτι κρᾶσις δύναται ἐπακολουθεῖν, καὶ οὕτως ῥῶσαι τὴν ὑγιῆ ἀνάγνωσιν.
Αἴλιος Ἡρωδιανός δέ κʼ αὐτός: τοῦτο διχῶς ἀναγινώσκεται. ὅσοι γὰρ ἡγοῦνται ἐγκεῖσθαι τὸν κέ ἐγκλιτικόν, ῥωννύουσι τοῦ δέ τὴν ὀξεῖαν, ὡς καὶ ὁ Ἀσκαλωνίτης. οὕτω γὰρ καὶ τὸ ἐν τῇ Ὀδυσσείᾳ ἀναγινώσκει «ἤτοι μὲν τόδε κʼ αὐτὸς ὀΐεαι». ὅσοι δὲ τὸν καί κατὰ κρᾶσιν καὶ ἔκθλιψιν, καὶ αὐτός—καὐτός, ἐγκλίνουσι τὸν δέ.
Αἴλιος Ἡρωδιανός τὸ ταῦτα περισπαστέον κατὰ τὴν πρὸ τέλους συλλαβήν, ἵνα ᾖ ἡ φράσις δεικτική. τινὲς μὲν ὤξυναν, ἵνα τοῦ τὰ αὐτὰ ὑπάρχῃ συναλοιφή· ὅπερ οὐ πιθανόν.
Αἴλιος Ἡρωδιανός ἄλλος: —τινὲς βούλονται δασύνειν τὸ α καὶ ἐκτείνειν, ἵνʼ ᾖ ὁ ἄλλος μὲν μογέων, τουτέστιν ὁ Μαχάων. ἡμεῖς δὲ ἐκεῖνο παραφυλάξαι ἔχομεν, ὡς ὅτι παρὰ τῷ ποιητῇ οὐ δύναται ἡ τοιαύτη κρᾶσις εἶναι· εἰ γὰρ καὶ κρᾶσιν ἠβούλοντο παραλαμβάνειν, ἐχρῆν εἰς τὸ ω, ὁμοίως τῷ «οἴχετʼ ἀνὴρ ὤριστος».
Αἴλιος Ἡρωδιανός μίστυλλον τʼ ἄρα τἆλλα: τὸ τἆλλα κατὰ συναλοιφήν ἐστιν ὡς τἆργα. ὁ δὲ Ἡρωδιανὸς τὸν τέ πληρωματικὸν ἀποδέχεται· καὶ λείπει τὸ ἄρθρον Ὁμηρικῷ ἔθει.
Αἴλιος Ἡρωδιανός ἔτʼ ἄλλα: οἱ μὲν τὸ πλῆρες ἐκδέχονται τὰ ἄλλα, ἐν συναλοιφῇ δὲ γενέσθαι τἆλλα ὡς τὰ ἆθλα τἆθλα. προείρηται δὲ περὶ τῆς τοιαύτης παρʼ αὐτῷ συναλοιφῆς καὶ συντάξεως τῶν ἄρθρων· ἄμεινον οὖν ἐκδέχεσθαι ἔτι καὶ ἄλλα.
Αἴλιος Ἡρωδιανός μῆρʼ ἐκάη: Πτολεμαῖος τὸ ε τελευταῖον λαμβάνει τοῦ μῆρε, ἵνα ἰακώτερον ἐκδέξηται τὸ κάη. καὶ Ἀρίσταρχος δὲ οὕτως· δύναται δὲ καὶ ἐκάη εἶναι τὸ πλῆρες, ἐκθλίψεως γενομένης τοῦ α, ὥσπερ καὶ ἐπὶ τοῦ ἐντελεστέρου αὐτοῦ ὁρῶμεν «ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα»· τὸ δὲ τοιοῦτο πολὺ παρὰ τῷ ποιητῇ, λέγω δὲ τὸ καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάσσειν τὸ ῥῆμα καὶ συνάρχεσθαι τῷ ἐνεστῶτι.
Αἴλιος Ἡρωδιανός εἴ τις λέγοι, ὅτι τὸ ζαήν καθαρεύει, οὗ καὶ αἰτιατικὴ παρὰ τῷ ποιητῇ κατʼ ἔκθλιψιν τοῦ α «ὦρσε δʼ ἐπὶ ζαῆνʼ ἄνεμον», πρῶτον μὲν εἴσεται, ὡς οὐχ ὑγιῶς τοῦτο παραλήψεται, οὗ πίστιν ὀφείλει ἐξ ἄλλων πτώσεων παραθέσθαι. προείπομεν δέ, ὅτι κατὰ χρῆσιν τῶν Ἑλλήνων, οὐχὶ καθʼ ὑπόστασιν λέγομεν ἅπαντα. ἀλλʼ οὐδὲ ὁμολογούμενον τὸ ζαῆνα.
Αἴλιος Ἡρωδιανός ἱδρῶθʼ: αἰτιατική ἐστι κατʼ ἔκθλιψιν εἰλημμένη, ἔνθεν προπερισπῶμεν. ὀξύνεται γὰρ ἡ εὐθεῖα ὁμοίως τῷ εὐρώς. —δύναται μέντοι καὶ ἱδρῶ τε εἶναι τὸ πλῆρες, ἐπεὶ σύνηθες αὐτῷ οὕτως τὴν αἰτιατικὴν προφέρεσθαι «ἱδρῶ ἀπεψύχοντο».
Αἴλιος Ἡρωδιανός Τρώων ἀνθʼ ἑκατόν: ἐπὶ τὴν ἀνθʼ συλλαβὴν ἡ ὀξεῖα, ἵνα τὸ πλῆρες ᾖ ἄντα. οὕτως δὲ ἀξιοῖ Δημήτριος ὁ γονύπεσος· καὶ ἐμοὶ δὲ οὕτως ἀρέσκει τὸ τῆς διανοίας· ἄντικρυς γὰρ Τρώων ἑκατὸν καὶ διηκοσίων εἷς ἕκαστος στήσεσθαί φησιν. οὐ γὰρ κωλύεται ἡ τοῦ ἄντα σύνταξις, εἴγε ἐπὶ γενικὴν φέρεται.
Αἴλιος Ἡρωδιανός ὅταν: τὸ τέλειον ὅτε ἄν ἐστι, καὶ κατὰ συναλοιφὴν ὅτʼ ἄν. ἐν δὲ τῇ συντάξει κεκοίμισται ἡ ὀξεῖα τοῦ ἄν, ὡς τὸ «οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων», «οὐκ ἂν δὴ μείνειαν». ἀεὶ οὖν οὕτως ὀφείλομεν ἀναγινώσκειν ἐπὶ τὴν ἄρχουσαν ὀξεῖαν ποιοῦντες: «ὡς δʼ ὅταν ὠδίνουσαν».
Αἴλιος Ἡρωδιανός ἦ τίς σφωε πόρεν: τὸ ῥῆμα ἀπὸ τοῦ π ἄρχεται καὶ ἡ σφωέ τρίτου προσώπου ἐγκλιτική ἐστι, σημαίνουσα τὸ αὐτούς «τίς τʼ ἄρ σφωε θεῶν»· «ἀλλά σφωε δόλος καὶ δεσμός»· ὥστε οὐκ οἶδεν ὁ ποιητὴς οὐδὲ μονοσύλλαβον τὴν σφώ, εἰ μή ποτε ὀρθοτονεῖται καὶ δευτέρου προσώπου ἐστὶ καὶ σημαίνει ὑμεῖς ἢ ὑμᾶς· «σφὼ δὲ μάλʼ ἠθέλετον»· ἔνθεν οὖν οἱ ἀκριβέστερον αὐτὰ παραφυλάξαντες ἔκθλιψιν δεδώκασι τοῦ ε ἐν τῷ «εἰ μή σφω Αἴαντε διέκρινον», ἵνα τὸ διηνεκὲς φυλαχθῇ.
Αἴλιος Ἡρωδιανός πρίν γʼ ἔτι: Διονύσιος ὁ Σιδώνιος τόν γέ ἐκ πλήρους ποιεῖ. οὕτως καὶ Ἀλεξίων καὶ οἱ περὶ Ἡρακλέωνα· οὐ γὰρ πιθανὸν ἐγκεῖσθαι τὸ ἔτι· οὐ γὰρ δή γε καὶ πρότερον συνέβη ταῦτα τῇ Ἀνδρομάχῃ. ἔστιν οὖν τὸ τί καθʼ ὕπαρξίν τινα λεγόμενον ἢ καὶ παρελκόμενον ὁμοίως τῷ «ἤ νύ τοι οὔτι μέλει Τρώων πόνος», καὶ «μήτι φόβον δʼ ἀγόρευε», καὶ «μή τί μευ ἠΰτε παιδός». οὐχ ὑγιῶς οὖν ὁ Πτολεμαῖος οἴεται συναλοιφὴν εἶναι.
Αἴλιος Ἡρωδιανός ἐϋκλήις ἀραρυῖα: Ἀρίσταρχος ἐϋκλήις ὡς ἐϋκνήμις, σύνθετον ποιῶν τὴν λέξιν, οὕτως καὶ ὁ Ἀσκαλωνίτης. εἰσὶ δὲ οἳ διεῖλον «ἐῢ κληῖσʼ ἀραρυῖα», οἷς συγκατατίθεται καὶ ὁ Τρύφων, οὐκ εὖ· ἄμεινον γὰρ ἐπιθετικῶς ἀκούειν καὶ μὴ πάθος ἐκδέχεσθαι πληθυντικῆς δοτικῆς, λέγω δὲ τὸ τῆς ἐκθλίψεως. ὃ δέ φημι, τοιοῦτόν ἐστιν, ὡς ὅτι ἐκθλίβεται μὲν τὸ ι τῆς δοτικῆς παρὰ τῷ ποιητῇ καὶ ἑνικῆς ὑπαρχούσης καὶ πληθυντικῆς «κέρκιδʼ ὕφαινε», «χέρσʼ ἐρέται», καὶ «νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν», οὔ γε μὴν τὸ ἀπὸ τῶν εἰς ις ἐκτεταμένων θηλυκῶν.
Αἴλιος Ἡρωδιανός διχθάδιʼ: τὸ πλῆρές ἐστι διχθάδια, ὥσπερ καὶ Ἀρίσταρχος βούλεται. διὸ τὴν χθα συλλαβὴν ὀξυτονητέον. παραιτητέον δὲ τοὺς βουλομένους εἶναι «διχθαδίῃ μεθʼ ὅμιλον» καὶ τὴν δι συλλαβὴν ὀξύνοντας.
Αἴλιος Ἡρωδιανός ὃς ἐνθάδε γʼ ἐτραφʼ ἄριστος: παροξυτονητέον· τὸ γὰρ τέλειόν ἐστιν ἐτράφη. καὶ μέμνηται αὐτοῦ Ἡρωδιανὸς ἐν τῇ ἀρχῇ τῆς Ξ, ὅπου διαλαμβάνει περὶ τοῦ «διχθάδιʼ ἢ μεθʼ ὅμιλον». καὶ λέγει, ὅτι συναλοιφὴν πέπονθε διὰ τοῦ η· δεῖ οὖν διὰ τοῦ γ γράφειν, ὃς ἐνθάδε, εἶτα ἐτράφη ἄριστος, οὐχ ὡς οἱ πολλοὶ τέτραφʼ ἄριστος, ἀπὸ τοῦ τ ποιοῦντες τὴν ἀρχὴν τοῦ ῥήματος καὶ προπαροξύνοντες.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ: τὸ ἔξαλος ὡς ἔκβιος οἷον ἠπειρωτικὸς καὶ οὐ θαλάσσιος. ἔνιοι δὲ κατὰ παράθεσιν ἐξ ἁλός οἷον ἀπὸ θαλάσσης ὡς τὸ «ἐπισσεύῃ μέγα δαίμων ἐξ ἁλός». ἀλλʼ εἴγε καὶ ἐν παραθέσει, ἡ ἐξ δύναται τὸ ἔξω δηλοῦν ὡς τὸ «ἔκ τʼ ἀνδροκτασίης». ὁ μέντοι Ἀσκαλωνίτης τὸ πλῆρες ἔξω ἡγεῖται, ἵνʼ ᾖ ἔκθλιψις τοῦ ω ὡς ἐν τῷ «βαθέης ἐξάλλεται αὐλῆς». οὐκ ἀναγκαῖον δὲ τῆς ἐξ ἤδη τὸ ἔξω σημαινούσης.
Αἴλιος Ἡρωδιανός ἔξω τοῦ ι τὸ ἐμωκυμόρῳ: συνεκτέθλιπται γὰρ τῷ ω τὸ ι.
Αἴλιος Ἡρωδιανός τυμβοχοῆσʼ: τὸ πλῆρες τυμβοχοῆσαί ἐστιν. οὕτως καὶ Ἀρίσταρχος καὶ ὁ Ἀσκαλωνίτης καὶ οἱ πλείους. Κράτης μέντοι γενικὴν πτῶσιν ἐξεδέξατο. καὶ δῆλον ὅτι ἐβάρυνεν ὁμοίως τῷ οἰνοχόης. ἄμεινον δὲ ἐν τῷ ῥήματι τὸ πρᾶγμα παραλαμβάνειν ἢ ἐν τῷ ὀνόματι.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Αἰνέας: ὥσπερ Ἑρμέας, οὕτως Αἰνέας, καθὼς Ἡρωδιανῷ δοκεῖ.
Γεώργιος ὁ Χοιροβοσκός οὐδέποτε ἡ υι δίφθογγος ἐν τέλει λέξεως εὑρίσκεται οἷον μυῖα, ἅρπυια, υἱός. ἐν γὰρ τῷ «σύμβαλον ἀμφὶ νέκυϊ κατατεθνειῶτι μάχεσθαι» οὐκ ἔστιν ἐν διφθόγγῳ τὸ υ καὶ τὸ ι, ἀλλʼ ἐν τῷ μέτρῳ κατὰ συνίζησιν μετροῦνται, τουτέστιν αἱ δύο συλλαβαὶ εἰς μίαν συλλαβὴν ἤγουν τὸ υ καὶ τὸ ι ὥσπερ ἐν τῷ «χρυσέῳ ἀνὰ σκήπτρῳ» τὸ ε καὶ ἡ ῳ δίφθογγος εἰς μίαν συλλαβὴν μετροῦνται οἷον χρυσῷ.
Γεώργιος ὁ Χοιροβοσκός τὸ παρὰ τῷ Καλλιμάχῳ «δημεχθέα Χείλωνα κακόκνημόν τε Κόμητα» μετρεῖται κατὰ συνίζησιν τουτέστι τοῦ ε καὶ α εἰς μίαν συλλαβήν.
Αἴλιος Ἡρωδιανός κνέφαλλον σύνηθες Ἀττικοῖς τὴν τύλην καλεῖν ὁμωνύμως τῷ περιεχομένῳ τὴν περιέχουσαν. Ἀριστοφάνης Ἀμφιάρεῳ καὶ νὴ Δίʼ ἐκ τοῦ δωματίου γε νῷν φέρε κνέφαλλον ἅμα καὶ προσκεφάλαιον τῶν λινῶν. ὠνομάσθη δὲ ἀπὸ τοῦ κνάφου, ἥτις σημαίνει ἀκανθώδη ὕλην, ᾗ περιπεταννύντες τὰς ἐσθῆτας ἐξέθλιβον τὸ πλεονάζον τοῦ περὶ τὰς ἐσθῆτας χνοῦ, ᾧ καὶ πρὸς τὰς τύλας ἐχρῶντο, ὥσπερ καὶ νῦν. μέμνηται δὲ αὐτοῦ τοῦ ἐμβαλλομένου Πλάτων ὁ κωμικὸς ἐν Πεισάνδρῳ ὥσπερ κνεφάλλων ἢ πτίλων σεσαγμένος. ὥστε καὶ ἀντίθεσις ἐγένετο τοῦ α εἰς ε· ἐπεὶ παρὰ τὸ κνάφος ἐγένετο.
Ἐτυμολογικὸν τὸ Μέγα ἀκηχέδαται «παρὰ νηυσὶν ἀκηχέδαται» λυποῦνται. παρὰ τὸ ἄχω ἀχάζω ὡς ἀνιῶ ἀνιάζω. ὁ παρακείμενος ἤχακα, ὁ μέσος ἤχαδα, ὁ παθητικὸς ἤχασμαι ἤχασται, Ἰωνικῶς ἠχάδαται καὶ μετὰ ἀναδιπλασιασμοῦ Ἀττικοῦ καὶ τροπῇ τοῦ α εἰς ε ἀκηχέδαται.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὰ εἰς ρη Ἰωνικώτερα κατὰ τροπὴν τοῦ α εἰς η. βαρύνεται κόρη Ἄσκρη Ὀλύκρη, Ἀντισάρη, δέρη.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ κάρη οὐδέτερον ἀπὸ τοῦ κάρα γέγονεν.
Αἴλιος Ἡρωδιανός ἕστητε: Πτολεμαῖος ψιλοῖ, ἐπεὶ γίνεται στῆτε, τὸ δὲ ἀποπῖπτον ε ψιλοῦται. καὶ ἀληθεύει. ἐνθάδε μέντοι γε οὐκ ἔστιν, ἀλλʼ ἐκ τοῦ ἕστατε ἔκτασις ἐγένετο τοῦ α εἰς η. στάτε δὲ οὐ γίνεται. ἔνθεν δύναται δασύνεσθαι· τὸ γὰρ αὐτό ἐστι τῷ ἑστήκαμεν τὸ ἕστατε.
Αἴλιος Ἡρωδιανός ὁ Ἀσκαλωνίτης ἀξιοῖ παροξύνειν τὸ ἑερσαι ὁμοίως τῷ Εὐτέρπαι. καὶ γὰρ τὸ ἑνικὸν ἑέρση ἐστί «μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἑέρση», τὰ δὲ εἰς η λήγοντα θηλυκὰ μονογενῆ ὁμότονα ἔχει τὰ πληθυντικά, Ἑλένη Ἑλέναι· οὕτως εἰ ἑέρση, καὶ ἑέρσαι· ἠλιθίως πάνυ. οὐ γὰρ ἐνόησεν ὅτι τὸ ἑνικὸν διὰ τὴν μετάληψιν τοῦ α εἰς η πρὸ τέλους ἔσχε τὸν τόνον, ὁμοίως τῷ ἄελλα ἀέλλη, οὕτως ἕερσα καὶ ἑέρση. εἰ δὲ τὸ πληθυντικὸν οὐκέτι ἀντιθέσεως ἔχεται, ἀπολήψεται τοῦ ἕερσα προπαροξυνομένου τὸν τόνον.
Αἴλιος Ἡρωδιανός τὰ εἰς θαι λήγοντα ἀπαρέμφατα τῇ ορ συλλαβῇ παραληγόμενα οὐ παρʼ ἄλλῃ τινὶ διαλέκτῳ ὁρῶνται ἢ τῇ Αἰολίδι, τέτορθαι, μέμορθαι, ἔφθορθαι.
Αἴλιος Ἡρωδιανός δήω: οὐδὲν εἰς ω λῆγον ῥῆμα βαρύτονον καθαρὸν δισύλλαβον τῷ η παραλήγει, ἀλλὰ μόνον τὸ δήω. —ἡ δὲ τοιαύτη παράληξις ἢ περισπωμένη ἐστίν, ὥσπερ τὸ θηῶ, νηῶ, ἢ εἴπερ βαρυνόμενα εἴη, πάντως κατὰ διάλεκτον, ὡς τὸ παίω πήω λεγόμενον παρὰ Βοιωτοῖς, τὸ παλαίω παλήω, καὶ παρʼ Αἰολεῦσιν ἐπὶ τῶν ὑπὲρ δύο συλλαβὰς ἀδικήω, ποθήω τό τε κλήω ἐκ τοῦ κλείω γενόμενον.
Θεόγνωστος τὸ παληός, ἀρχῆος, Ἀχηός Βοιώτιά ἐστιν κατὰ τροπὴν τῆς αι διφθόγγου εἰς η.
Ἐτυμολογικὸν τὸ Μέγα ἄρσην: παρὰ ἄρδω τὸ ποτίζω ἄρσην ὁ ἄρδων τὴν θήλειαν—ἢ παρὰ τὸ ἔρδω τὸ πράττω. ὁ μέλλων ἔρσω καὶ ἄρσην ἐξ αὐτοῦ, ὁ πρακτικός. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ γάμου καὶ συμβιώσεως.
Ὤριον ὁ Θηβαῖος ἧπαρ ὁ Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ παρὰ τὸ ἐπαίρεσθαί φησιν ἔπαρ τι ὂν καὶ ἧπαρ τροπῇ τοῦ ε εἰς η ἢ παρὰ τὸ ἥδω ἧδαρ καὶ ἧπαρ. ἐν τούτῳ γὰρ τὸ τῆς ἡδονῆς καὶ τὸ τῆς ἐπιθυμίας.
Γεώργιος ὁ Χοιροβοσκός τὸ βούλομαι ἠβουλόμην, δύναμαι ἠδυνάμην Ἀττικά· κατʼ ἔκτασιν γὰρ Ἀττικὴν τοῦ ε εἰς τὸ η γέγονε· τὸ δὲ ἤθελον οὐ γέγονε κατʼ ἔκτασιν, ἀλλὰ βʹ ἐνεστῶτές εἰσιν, ὁ θέλω καὶ ὁ ἐθέλω. γίνεται τὸ ἔθελον διὰ τοῦ ε ὥσπερ τύπτω ἔτυπτον, ἀπὸ δὲ τοῦ ἐθέλω διὰ τοῦ η ὥσπερ ἐλέγχω ἤλεγχον.
Ἐτυμολογικὸν τὸ Μέγα ἐνίπτω· παρὰ τὸ ἐνέπω τὸ λέγω κατʼ ἐπένθεσιν τοῦ τ καὶ τροπῇ τοῦ ε εἰς ι· τὸ γὰρ ε, ἡνίκα πλεονάσῃ σύμφωνον, τρέπεται εἰς ι, ἐνέπω ἐνίπτω· «μή με, γύναι, χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε». —»εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπεν» ἀντὶ τοῦ εἶπεν ἢ ἔλεγεν Ἰλιάδος Β ἀπὸ τοῦ ἐνέπω καὶ πλεονασμῷ καὶ τροπῇ, ἐξ οὗ καὶ ῥῆμα περισπώμενον ἐνισπῶ ἐνισπήσω, ὁ δεύτερος ἀόριστος ἤνισπον καὶ κατὰ συστολὴν ἔνισπον.
Αἴλιος Ἡρωδιανός ὀψέ. οὐδὲν εἰς ψε λῆγον ἐπίρρημα, ἀλλὰ μόνον τὸ ὀψέ, ὅπερ ἐν συνθέσει φιλεῖ τρέπειν τὸ ε εἰς τὸ ι ὥσπερ ἐπὶ τοῦ ὀψιμαθής, ὀψίτυχος, ὀψιτέλεστον, ὀψίγονος. —ἤδη μέντοι Αἰολεῖς καὶ ἐν ἁπλῇ προφορᾷ διὰ τοῦ ι ἀποφαίνονται «ὄψι γὰρ ἄρξατο» ἴσως ἀναλογώτερον, ὡς δείκνυται ἐν τῷ περὶ ἐπιρρημάτων.
Γεώργιος ὁ Χοιροβοσκός λέγει ὁ Ἡρωδιανὸς ὅτι δύναται ἔολπα εἶναι ὡς ἀπὸ τρισυλλάβου τοῦ ἐέλπω, τούτου γὰρ ὁ μέσος παρακείμενος ἤελπα καὶ κατὰ τροπὴν τοῦ ε εἰς ο καὶ συστολῇ τοῦ η εἰς ε ἔολπα.
Γεώργιος ὁ Χοιροβοσκός παραλήγουσαν τὴν αὐτὴν ἔχει τῷ μέλλοντι ὁ παρακείμενος χωρὶς τῶν δισυλλάβων τῆς πέμπτης συζυγίας τῶν βαρυτόνων τῶν παραληγομένων τὸ ε· ἐπὶ τούτων γὰρ τρέπεται τὸ ε εἰς α κατὰ τὸν ἐνεργητικὸν παρακείμενον οἷον κερῶ κέκαρκα, δερῶ δέδαρκα, σπερῶ ἔσπαρκα, κτενῶ ἔκταγκα, στέλλω ἔσταλκα· πρόσκειται. «δισύλλαβα» διὰ τὸ ἐγερῶ ἤγερκα. ἔτι δεῖ προσθεῖναι καὶ χωρὶς τῶν δισυλλάβων τῆς πρώτης καὶ δευτέρας συζυγίας βαρυτόνων τῶν παραληγομένων τῷ ε· ταῦτα γὰρ τρέπουσι τὸ ε εἰς ο κατὰ τὸν ἐνεργητικὸν παρακείμενον παρὰ τοῖς Ἀθηναίοις οἷον λέγω λέξω λέλεχα κοινῶς καὶ λέλοχα Ἀττικῶς, πλέκω πλέξω πέπλεχα κοινῶς καὶ πέπλοχα Ἀττικῶς, στέφω στέψω ἔστεφα κοινῶς καὶ ἔστοφα Ἀττικῶς, πέμπω πέμψω πέπεμφα κοινῶς καὶ πέπομφα Ἀττικῶς, στρέφω στρέψω ἔστρεφα κοινῶς καὶ ἔστροφα Ἀττικῶς, βρέχω βρέξω βέβρεχα κοινῶς καὶ βέβροχα Ἀττικῶς. πρόσκειται δισύλλαβα διὰ τὸ ἐλέγχω ἐλέγξω ἤλεγχα.
Θεόγνωστος τὸ τραπεζείτης ἐπὶ τοῦ κυνός, ἐπεὶ ἀπὸ τοῦ τραπεζεύς παρῆκται, διὰ τῆς ει γράφεται· τοῦτο δὲ παρʼ Ἰβύκῳ εὕρηται κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς η, ὥς φησιν Ἡρωδιανὸς ἐν τῇ καθόλου.
Ὤριον ὁ Θηβαῖος φειδωλός οἷον φευγωλός τίς ἐστιν, ὁ φεύγων τὸ δοῦναι. Ἡρωδιανὸς ἐν τῇ ὀρθογραφίᾳ.
Εὐστάθιος ὁ Θεσσαλονίκης σημείωσαι, ὅτι τινὰ τῶν παλαιῶν ἀντιγράφων Τροιζῆνα προπαροξυτόνως ἔγραψαν, οἷς καὶ Ἡρωδιανὸς συνηγορεῖ ἐν τοῖς περὶ ταχυτῆτος καὶ δηϊοτῆτος εἰπών, ὅτι ἡ Δωρὶς καὶ Αἰολὶς διάλεκτος οὐδέποτε κατὰ γενικὴν περιττοσύλλαβον τὸ η μετατιθέασιν εἰς α, εἰ μὴ βαρύνοιτο, Ἕλλην Ἕλλαν, Τροίζην Τροίζαν. ποιμήν δὲ καὶ λιμήν οὐκ ἂν ἐροῦσι διὰ τοῦ α, ἐπεὶ ὀξυτονεῖται. ἐπὶ μέντοι μονοσυλλάβων μετατιθέασι τὸ σφήξ καὶ μήν σφάξ λέγοντες καὶ μάν. σεσημείωται, φησίν, τὸ ἐσθάς ὀξυνόμενον καὶ διὰ τοῦ α λεγόμενον παρὰ Πινδάρῳ ἐν Πυθιονίκαις.
Αἴλιος Ἡρωδιανός τὸ α πρὸ τοῦ β θέλει συστέλλεσθαι, εἰ μὴ κατὰ διάλεκτον εἴη γενομένη τροπὴ ἐκ τοῦ η εἰς α ὡς ἔχει τὸ ἡβήσομεν ἁβάσομεν.
Αἴλιος Ἡρωδιανός τὸ α ἐπιφερομένου τοῦ μ συστέλλεσθαι θέλει κατʼ ἀρχήν, εἰ μὴ διαλέκτῳ εἴη κατὰ τροπὴν γενόμενον ὡς ἐπὶ τοῦ ἡμέρα ἁμέρα.
Αἴλιος Ἡρωδιανός τὸ α, εἰ ἔχοι ἐν ἐπιφορᾷ διπλασιαζόμενον τὸ λλ ἐν μιᾷ λέξει, συστέλλεσθαι φιλεῖ χωρὶς εἰ μὴ τροπή τις εἴη τοῦ η εἰς α παρὰ διαλέκτῳ ἁλλόμην ἐκ τοῦ ἡλλόμην.
Ἀρκάδιος ὁ Ἀντιοχεύς Ἑρμᾶς καὶ Ἀρτεμᾶς Δωρικόν.
Αἴλιος Ἡρωδιανός τὸ νομιζόμενον Ἴωσιν ἀνιηρός πρότερόν ἐστι καὶ λοιπὸν τὸ ἀνιαρός ὡς ἐδέξατο τροπὴν τὴν ἐκ τοῦ η ἔμεινεν ἐκτεινόμενον.
Ὤριον ὁ Θηβαῖος λαγών εἴρηται παρὰ τὸ λήγειν. Ἡρωδιανὸς ἐν τῇ ὀρθογραφίᾳ.
Αἴλιος Ἡρωδιανός δασυντέον τὸ ἑδανῷ. τὸ γὰρ ἡδύ βούλεται σημᾶναι. γίνεται τέ τινα ἀπὸ ῥημάτων διὰ τοῦ ανος παραγόμενα ὀξύτονα, ἅπερ τὴν τρίτην ἀπὸ τέλους ἔχει βραχεῖαν, ἢ αὐτόθεν ἀπὸ τῶν ῥημάτων μετειληφότα, ὡς ἀπὸ τοῦ ἄγω ἀγανός, στέγω στεγανός, ἢ ἐκ τῆς μακρᾶς τῆς κατὰ τὰ ῥήματα εἰς βραχεῖαν μεθιστάμενα, ὡς παρὰ τὸ ἵκω ἱκανός καὶ παρὰ τὸ πείθω πιθανός, τρώγω τραγανός, εἴδω ἰδανός· «σὰς ἰδανὰς χάριτας» ὁ Καλλίμαχος. οὕτως οὖν καὶ παρὰ τὸ ἥδω τὸ ἑδανός γένοιτʼ ἂν τοῦ η εἰς ε τραπέντος· διὸ δασυντέον τὴν λέξιν. μὴ ἄρα ἐπιζητείτωσαν πόθεν τὸ ε ἐγένετο. ὁ γὰρ χαρακτήρ, ὡς ἔφαμεν, τὴν βραχεῖαν ἀσπάζεται.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὰ εἰς μος ὑπερδισύλλαβα παραληγόμενα τὸ ε προπαροξύνεται Τήλεμος Ἔχεμος ἄνεμος. τὸ δὲ θελεμός ἀπὸ τοῦ θελημός ὀξύνεται.
Αἴλιος Ἡρωδιανός ἠμέν: κεῖται ἀντὶ τοῦ ἠμήν, ὅπερ ἐστὶν ὁρκικὸν ἐπίρρημα, ὅπερ ὁ ποιητὴς ἀεὶ διὰ τοῦ ε προφέρεται «ἠμὲν τοὺς ἵππους τε καὶ ἅρματα» «ἠμὲν ἐμοὶ δώσειν».
Αἴλιος Ἡρωδιανός ἠχέεις, βρομέεις κατὰ ποιητικὴν συστολὴν τὸ ε παραλήγεται.
Αἴλιος Ἡρωδιανός ἄλεται: συστολὴ ἐγένετο ἢ μεταβολὴ ἐγκλίσεως.
Γεώργιος ὁ Χοιροβοσκός πονῶ πονήσω καὶ πονέσω πρὸς διάφορον σημαινόμενον. ὁ γὰρ πονῶν ἢ σωματικῶς πονεῖ ἢ ψυχικῶς· καὶ εἰ μὲν σωματικῶς, πονέσω διὰ τοῦ ε, εἰ δὲ ψυχικῶς, πονήσω διὰ τοῦ η. διὰ τοῦτο σημειούμεθα παρὰ Ἀριστοφάνει «ἐγὼ δέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλη», ἐπεὶ σωματικῶς λεχθὲν διὰ τοῦ η προηνέχθη.
Ἐτυμολογικὸν τὸ Μέγα ἁλμυρόν: ὥσπερ παρὰ τὸ τόλμη τολμηρός καὶ ἄτη ἀτηρός, οὕτω καὶ παρὰ τὸ ἅλμη ἁλμηρός καὶ τροπῇ τοῦ η εἰς υ ἁλμυρός ὡς τηρός τυρός. ἢ κυρίως τίθεται ἡ λέξις ἐπὶ τῶν εἰς ἅλα μυρομένων ποταμῶν, ὅ ἐστιν ἐκχεομένων. ὥστε οὐ τροπὴ κατὰ Ἀπολλώνιον. Μεθόδιος.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ καυστειρός ἀπὸ τοῦ η ἐτράπη εἰς ει.
Ἀρκάδιος ὁ Ἀντιοχεύς οἱ Βοιωτοὶ τὸ η τῶν εἰς ης εἰς ει τραπέντες ὀξύνουσιν αὐτά, εὐγενείς ἀντὶ εὐγενής, ἀγενείς ἀντὶ ἀγενής.
Θεόγνωστος οἱ Βοιωτοὶ πολλὴν ἴσασι τὴν εις κατάληξιν, καθὸ παρʼ αὐτοῖς εἴωθε τὸ η εἰς τὴν ει δίφθογγον τρέπεσθαι· τὸ γὰρ πένης πένεις γράφουσι διὰ τῆς ει διφθόγγου καὶ τὸ πατήρ καὶ μήτηρ παρʼ αὐτοῖς διὰ τῆς ει διφθόγγου.
Ἐτυμολογικὸν τὸ Μέγα ἀπὸ τοῦ μνῶ μνήσω καὶ θνῶ θνήσω γίνεται θνήσκω καὶ μνήσκω· καὶ οὐκ ἔχει τὸ ι. οἱ δὲ λέγουσι σὺν τῷ ι, ὅτι οἱ Αἰολεῖς θναίσκω καὶ μναίσκω λέγουσι διὰ τῆς αι διφθόγγου. ἀλλʼ ἰδοὺ τὸ Ἡσίοδος καὶ ἡμίονος Αἰσίοδος καὶ αἰμίονος λέγουσιν, ἀλλʼ ὅμως οὐκ ἔχει τὸ ι. ἡ μέντοι παράδοσις ἔχει τὸ ι ἴσως ἐκ τοῦ λέγειν τοὺς Αἰολεῖς θναίσκω καὶ μναίσκω.
Αἴλιος Ἡρωδιανός δεῦρο: οὐδὲν εἰς ο λήγει ἐπίρρημα ὑπὲρ μίαν συλλαβήν, ἀλλὰ μόνον τὸ δεῦρο. ὅπερ εὕρηται παρὰ τῷ ποιητῇ ἅπαξ κατʼ ἐπέκτασιν εἰς ω ἐν τῷ «ἦ δεύρω μὲν ἕποντο». παραιτοῦμαι γὰρ τὴν διάφορον ἀνάγνωσιν. παρὰ δὲ τοῖς Αἰολεῦσι καὶ δεῦρυ διὰ τοῦ υ.
Γεώργιος ὁ Χοιροβοσκός τὸ ταὧς οὐκ ἠδύνατο ἀπὸ τοῦ ταός τοῦ διὰ τοῦ ο εἶναι, ἐπειδή, ὥς φησιν Ἡρωδιανὸς ἐν τῇ καθόλου, τὸ ταός τὸ διὰ τοῦ ος οὐκ ἔστι σύνηθες τοῖς Ἕλλησιν.
Ἰωάννης ὁ Ἀλεξανδρεύς τοῦ Μενέλαος προπαροξυνομένου τὸ Μενέλεως καὶ αἱ λοιπαὶ πτώσεις καὶ οἷ ἀριθμοὶ προπαροξύνονται, κἂν κατὰ γενικὴν μόνην γένηται ἡ ἐπέκτασις, ὡς ἐπὶ τοῦ πόλεως καὶ μάντεως.
Αἴλιος Ἡρωδιανός καθόλου τὰ διὰ τοῦ ηδων καὶ εδων εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ διὰ τοῦ ο τὴν κλίσιν ἔχει· τὸ γὰρ παρὰ τῷ Κυρηναίῳ τὰ δὲ νῦν πολλὴν τυφεδῶνα λεσχαίνεις ἕνεκα μέτρου τὸ ω ἐφύλαξεν.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν κητώεσσαν: ὥσπερ τὸ ἡβώωσα ἐκτείνει διὰ τὸ εἶναι πρὸ αὐτῆς μακρὸν τὸ η καὶ τηλεθόωσα σμικρύνει διὰ τὸ εἶναι τὴν πρὸ αὐτῆς συλλαβὴν βραχεῖαν ἤτοι τὸ λε, οὕτω κητώεις καὶ ὠτώεις καὶ κηώεις καὶ ὅσα τοιαῦτα ἐκτείνει, συστέλλει δὲ τὸ ἐρόεις, κερόεις ἐρόεσσα κερόεσσα καὶ ὅσα τοιαῦτα.
Γεώργιος ὁ Χοιροβοσκός ὥσπερ ἀπὸ τοῦ τυφθείς τυφθέντος γέγονε τυφθείην, οὕτως καὶ ἀπὸ τοῦ θείς θέντος γέγονε θείην καὶ ἀπὸ τοῦ στάς στάντος γέγονε σταίην καὶ ἀπὸ τοῦ δούς δόντος γίνεται δοίην καὶ κατʼ ἔκτασιν τοῦ ο δῴην προσγραφομένου τοῦ ι «δῴη κῦδος ἀρέσθαι».
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ κατὰ διάλεκτον τροπῇ γινόμενον βῶς ἀπὸ τοῦ βοῦς βοός περισπᾶται.
Αἴλιος Ἡρωδιανός Ἀλκαῖος εἰς ω ἀποφαίνεται τὸ ὄνομα ὠρανός λέγων κατὰ τροπὴν τῆς ου διφθόγγου εἰς τὸ ω.
Ἀρκάδιος ὁ Ἀντιοχεύς ὅτε κατὰ διάλεκτον ἡ γενικὴ τροπὴν ὑπομένει τοῦ ων εἰς αν, περισπᾶται κυανεᾶν ἀμφοτερᾶν.
Αἴλιος Ἡρωδιανός οὐδὲν περισπώμενον ὑπὲρ δύο συλλαβὰς τρέπει τὸ ω εἰς α παρʼ Αἰολεῦσιν ἢ Δωριεῦσι· τὸ δέ γε Ποσειδῶν ἐτράπη· Ποσειδάν γὰρ λέγεται.
Αἴλιος Ἡρωδιανός σόωσι: Τυραννίων προπερισπᾷ ὡς νοῶσιν—Ἀπίων δὲ διὰ τοῦ α γράφει· —ἡ δὲ πλείων χρῆσις, ὧν ἐστι καὶ ὁ Ἀσκαλωνίτης, ὡς σώζωσι. καὶ δῆλον ὅτι τοῦ σώωσι συστολὴν αὐτοὺς δεῖ παραδέξασθαι. πρόδηλον κἀκ τῆς μετοχῆς «τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους».
Αἴλιος Ἡρωδιανός εἴδομεν: προπαροξύνεται τὸ εἴδομεν ἀπὸ βαρυτόνου τοῦ εἴδω. οὐ θαῦμα δέ, εἰ τὸ αὐτὸ καὶ ὡς βαρύτονον καὶ ὡς περισπώμενον κλίνει. ἢ ὅτι ἀνθʼ ὑποτακτικοῦ ἐστι καὶ ἡ συστολὴ ἀνέδωκε τὸν τόνον· οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὰ εἰς υν λήγοντα βαρύνεται ἐξαιρέτως παρὰ τοῖς Αἰολεῦσι, Φόρκυν, Πόλτυν, Γόρτυν, τέκτυν ὁ τέκτων.
Γεώργιος ὁ Χοιροβοσκός λέγει ὁ Ἡρωδιανός, ὅτι ἐστὶ τὴν Σαπφών καὶ τὴν Λητών ἡ αἰτιατικὴ καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ ω εἰς οι δίφθογγον γίνεται τὴν Σαπφοῖν καὶ τὴν Λητοῖν.
Ἰωάννης ὁ Ἀλεξανδρεύς τὸ ἁρμοῖ συμπερισπᾶται τῷ ἁρμῷ· τὰ δὲ ἀπὸ βαρυτόνων βαρύνεται ἔξω ἔξοι.
Ὤριον ὁ Θηβαῖος Δημήτηρ· τροπῇ τοῦ γ εἰς δ οἷον γημήτηρ τὶς οὖσα· ἢ παρὰ τὸ δῃόω γῆν καὶ τέμνειν ἐν τῇ ἀρόσει.
Ὤριον ὁ Θηβαῖος τάριχος: παρὰ τὸ ἐν τῇ ταριχείᾳ ἰσχναίνεσθαι ἢ παρὰ τὸ γάρρον ἴσχειν ἢ καὶ γάρρον ἐξιχωρίζεσθαι. οὕτως Ἡρωδιανὸς ἐν τῷ συμποσίῳ. καὶ ἔστι τροπῇ τοῦ γ εἰς τ.
Ὤριον ὁ Θηβαῖος φάτνη παρὰ τὸ φάγνη καὶ τροπῇ τοῦ γ εἰς τ φάτνη· οὕτως Ἡρωδιανὸς ἐν τῷ συμποσίῳ.
Γεώργιος ὁ Χοιροβοσκός κατὰ τὸν Ἡρωδιανὸν ἔδει ἀπὸ τοῦ δείδω εἶναι δέδοιδα τὸν μέσον παρακείμενον· ἀλλὰ διὰ τὸ μὴ χρῆναι τρία παράλληλα δ παραλαμβάνεσθαι — τὸ γὰρ τοιοῦτο ψελλισμῷ, φησίν, ὑποπίπτει — ἀντεισῆλθε τοῦ τρίτου δ τὸ κ τοῦ ἐνεργητικοῦ παρακειμένου τοῦ δείδω δείσω δέδεικα, ὃς ἐσιγήθη διὰ τὸ τοῦ μέσου παρακειμένου πολύχρηστον.
Γεώργιος ὁ Χοιροβοσκός οἱ Βοιωτοὶ τὸ ἤνεγκα ἤνειγξα λέγουσι, διὰ τῆς ει διφθόγγου τὴν παραλήγουσαν ποιοῦντες· περὶ δὲ τοῦ τὴν λήγουσαν διὰ τοῦ ξ εἶναι λέγομεν ὅτι ἢ πρὸς ἀναλογίαν τοῦ μέλλοντος τοῦτο πεποιήκασιν, ἐνέγξω γάρ ἐστιν ὁ μέλλων διὰ τοῦ ξ ἢ ἀπὸ τοῦ ἤνεγκα γίνεται κατὰ τροπὴν Βοιωτικὴν τοῦ κ εἰς ξ· ἔθος γὰρ ἔχουσιν οἱ Βοιωτοὶ τρέπειν τὸ κ εἰς ξ ὡς Ἀριστοφάνης δηλοῖ ἐν Νεφέλαις λέγων «εἴξασι γοῦν ἐρίοισι πεπταμένοισιν»· τοῦτο γὰρ τὸ εἴξασι κατὰ Βοιωτοὺς γέγονε τροπῇ τοῦ κ εἰς ξ, εἴκασι γάρ ἐστιν ἀντὶ τοῦ ἐοίκασιν ἀπὸ τοῦ εἴκω θέματος τοῦ σημαίνοντος τὸ ὁμοιῶ.
Ἀρκάδιος ὁ Ἀντιοχεύς τὸ ἄρρην Ἀττικῶς ἀπὸ τοῦ ἄρσην γέγονεν.
Αἴλιος Ἡρωδιανός εἴρηται ὁ δαίμων παρʼ Ἀλκαίῳ διὰ τοῦ α μένοντος τοῦ σ Ποσείδαν, παρὰ δὲ Δωριεῦσι τρεπομένου τοῦ σ εἰς τ Ποτειδάν κατʼ ὀξεῖαν τάσιν, εἴρηται δὲ καὶ Ποτιδᾶς ὡς Κερκιδᾶς.
Αἴλιος Ἡρωδιανός ὀλίζων ἐσχημάτισται συγκριτικῶς κατὰ πάθος. παρὰ γὰρ τὸ ὀλιγώτερος κατὰ δεύτερον τύπον τὸ ὀλιγίων μὴ εἰρημένον συγκριτικῶς, ὑπερθετικῶς δὲ ἐν τῷ ὀλίγιστος ἐξέπιπτε· τρίτος τύπος ὁ διὰ δύο σσ ὀλίσσων. τὰ δὲ δύο σσ μετέπεσεν εἰς ζ καὶ ἀπετελέσθη τὸ ὄλιζον. οὕτως οὖν ἐσχηματίσαμεν καὶ τὸ μεῖζον, λέγω δὲ κατὰ τὴν αὐτὴν τροπὴν τῶν στοιχείων.
Γεώργιος ὁ Χοιροβοσκός ἀπὸ τοῦ ἐννέα γέγονεν ἐννεάκοντα καὶ καθʼ ὑπερβιβασμὸν ἐνενάκοντα, καὶ ἐπειδὴ ὁ πεντήκοντα καὶ οἱ λοιποὶ τὸ η παραλήγονται οἷον ἑξήκοντα καὶ ἑβδομήκοντα καὶ ὀγδοήκοντα, τούτου χάριν ἐκείνων τρεψάντων τὸ α εἰς η, ἔτρεψε καὶ τοῦτο καὶ γέγονεν ἐνενήκοντα.
Ὤριον ὁ Θηβαῖος ὀθνεῖον: ὑπέρθεσις στοιχείου. ὡς ἄριστος ἀριστεῖον, νόθος νοθεῖον, μεταθέσει τοῦ ν ὀθνεῖον.
Ἐπιμερισμοὶ Ὁμηρικοί ὁ ἄρ σύνδεσμος οὐκ ἔστιν ἐκ τοῦ ῥά· ὁ γὰρ ῥά ἐγκλιτικός ἐστι καὶ ὑποτακτικός, ὁ δὲ ἄρ οὐκ ἔστιν ἐγκλιτικός.
ἔμμορε Ζηνόβιος καὶ Ἡρωδιανὸς οὕτω κανονίζουσι· μείρω μερῶ, ὁ μὲν παρακείμενος μέμορα καὶ ἐν ὑπερθέσει τοῦ μ ἔμμορα.
Αἴλιος Ἡρωδιανός ἀνήρ: οὐδὲν εἰς ηρ λῆγον ὀξυνόμενον ἔχει τὸ ν πρὸ τοῦ η, ἀλλὰ μόνον τὸ ἀνήρ. τὸ δʼ αἴτιον πρόδηλον.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἐμμαπέως: ταχέως, ἅμα τῷ λόγῳ. οὕτω δὲ Φιλόξενος σχηματίζει τὴν λέξιν ἐν δευτέρῳ περὶ μονοσυλλάβων ῥημάτων· παρὰ τὸ ἔπος παράγουσι σύνθετον τὸ ἀμεπής ὡς ψεῦδος ἀψευδής· εἶτα ἐξ αὐτοῦ παράγουσι μεσότητος ἐπίρρημα ἀμεπῶς ὡς ἀψευδῶς καὶ ἐν Ἰωνικῇ διαλύσει ἀμεπέως ὡς ἀψευδέως. καὶ ἐπεὶ τρεῖς βραχεῖαι ἀλλεπάλληλοι οὐ συνίστανται, τῷ διπλασιασμῷ τοῦ μ καὶ ἀντιπαραχωρήσει τοῦ α καὶ ε γίνεται ἐμμαπέως.
Ἀρκάδιος ὁ Ἀντιοχεύς βαύνασος καὶ βάναυσος.