eul_wid: fpk-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Pythagorean Sacrifice by Mnesimachus the Comic Poet

The Fragments on Pythagorean Sacrifice comprises a collection of thirty-eight short passages attributed to the Athenian comic poet Mnesimachus, who was active during the fourth century BCE. These excerpts, written in Attic Greek verse, are not from a complete surviving play but are remnants likely drawn from one or more of his lost comedies, representing the genre of Middle Comedy. The content centres on a parody of the rituals and stringent ascetic practices associated with the Pythagorean philosophical sect, humorously exaggerating their vegetarianism and distinctive approach to sacrifice. The complete work is lost; these fragments survive through quotation by later ancient authors such as Athenaeus, who valued them for their references to dietary customs and social practices. Scholars view the fragments as characteristic of Middle Comedy, which frequently turned its satire toward intellectual figures and philosophical schools, moving away from the overt political commentary of earlier Old Comedy toward a broader social parody. The work was intended for the Athenian theatre-going public, reflecting contemporary popular amusement at the perceived eccentricity and austerity of philosophical lifestyles.

ΑΛΚΜΕΩΝ
ὡς Πυθαγοριστὶ θύομεν τῷ Λοξίᾳ,
ἔμψυχον οὐδὲν ἐσθίοντες παντελῶς.
ΒΟΥΣΙΡΙΣ
εἰμὶ γὰρ Βοιώτιος,
ὀλίγα μὲν ἄλλων δίκαια ταῦτα πολλὰ δʼ ἐσθίων.
ΔΥΣΚΟΛΟΣ
ἀλλʼ ἀντιβολῶ σʼ ἐπίταττέ μοι μὴ πόλλʼ ἄγαν,
μηδʼ ἄγρια λίαν μηδʼ ἐπηργυρωμένα,
μέτρια δέ γʼ ὡς θείῳ σεαυτοῦ. Β. πῶς ἔτι
μετριώτερʼ, ὦ δαιμόνιʼ; Α. ὅπως; σύντεμνε καὶ
ἐπεξαπάτα με. τοὺς μὲν ἰχθῦς μοι κάλει
ἰχθύδιʼ· ὄψον δʼ ἂν λέγῃς ἕτερον, κάλει
ὀψάριον. ἥδιον γὰρ ἀπολοῦμαι πολύ.
ΙΠΠΟΤΡΟΦΟΣ
βαῖνʼ ἐκ θαλάμων κυπαρισσορόφων
ἔξω, Μάνη· στεῖχʼ εἰς ἀγορὰν
πρὸς τοὺς Ἑρμᾶς,
οὗ προσφοιτῶσʼ οἱ φύλαρχοι,
τούς τε μαθητὰς τοὺς ὡραίους,
οὓς ἀναβαίνειν ἐπὶ τοὺς ἵππους
μελετᾷ Φείδων καὶ καταβαίνειν.
οἶσθʼ οὓς φράζω;
τούτοις τοίνυν ἄγγελλʼ ὁτιὴ
ψυχρὸν τοὔψον, τὸ ποτὸν θερμόν,
ξηρὸν φύραμʼ, ἄρτοι ξηροί·
σπλάγχνʼ ὀπτᾶται, χναῦμʼ ἥρπασται,
κρέας ἐξ ἅλμης ἐξῄρηται,
τόμος ἀλλᾶντος, τόμος ἠνύστρου,
χορδῆς ἕτερος, φύσκης ἕτερος
διαλαιμοτομεῖθʼ ὑπὸ τῶν ἔνδον.
κρατὴρ ἐξερροίβδητʼ οἴνου·
πρόποσις χωρεῖ· λέπεται κόρδαξ·
ἀκολασταίνει νοῦς μειρακίων·
πάντες δʼ ἔνδον τὰ κάτωθεν ἄνω.
μέμνησʼ ἃ λέγω, πρόσεχʼ οἷς φράζω.
χάσκεις οὗτος;
βλέψον δευρί· πῶς αὐτὰ φράσεις;
αὐτίκʼ ἐρῶ σοι πάλιν ἐξ ἀρχῆς.
ἥκειν ἤδη καὶ μὴ μέλλειν,
τῷ τε μαγείρῳ μὴ λυμαίνεσθʼ,
ὡς τῶν ὄψων ἑφθῶν ὄντων,
ὀπτῶν ὄντων, ψυχρῶν ὄντων,
καθʼ ἕκαστα λέγων· βολβός, ἐλάα,
σκόροδον, καυλός, κολοκύντη, ἔτνος,
θρῖον, φυλλάς· θύννου τεμάχη,
γλάνιδος, γαλεοῦ, ῥίνης, γόγγρου,
φοξῖνος ὅλος, κορακῖνος ὅλος,
μεμβράς, σκόμβρος,
θυννίς, κωβιός, ἠλακατῆνες,
κυνὸς οὐραῖον τῶν καρχαριῶν,
νάρκη, βάτραχος, πέρκη, σαῦρος,
τριχίας, φυκίς, βρίγκος, τρίγλη,
κόκκυξ, τρυγών, σμύραινα, φάγρος,
μύλλος, λεβίας, σπάρος, αἰολίας,
θρᾷττα, χελιδών, καρίς, τευθίς,
ψῆττα, δρακαινίς,
πουλυπόδειον, σηπία, ὀρφώς,
κάραβος, ἔσχαρος, ἀφύαι, βελόναι,
κεστρεύς, σκορπίος, ἔγχελυς, ἄρκτος.
κρέα τʼ ἄλλα — τὸ πλῆθος ἀμύθητον —
χηνός, χοίρου, βοός, ἀρνός, οἰός,
κάπρου, αἰγός, ἀλεκτρυόνος, νήττης,
κίττης, πέρδικος, ἀλωπεκίου.
καὶ μετὰ δεῖπνον θαυμαστὸν ὅσʼ ἔστʼ
ἀγαθῶν πλήθη.
πᾶς δὲ κατʼ οἴκους μάττει, πέττει,
τίλλει, κόπτει, τέμνει, δεύει,
χαίρει, παίζει, πηδᾷ, δειπνεῖ,
πίνει, σκιρτᾷ, λορδοῖ, κεντεῖ.
σεμναὶ δʼ αὐλῶν ἀγαναὶ φωναί,
μολπὰ κλαγγὰ θράττει, πνεῖται.
κούραν κασίας
ἀπὸ γᾶς ἁγίας ἁλίας Συρίας
ὀσμὴ σεμνὴ μυκτῆρα δονεῖ
λιβάνου, μάρου, σμύρνης, καλάμου,
στύρακος, βάρου,
λίνδου, κίνδου, κισθοῦ, μίνθου.
τοιάδε δόμους ὁμίχλη κατέχει
πάντων ἀγαθῶν ἀνάμεστος.
ΙΣΘΜΙΟΝΙΚΗΣ
ΦΑΡΜΑΚΟΠΩΛΗΣ
ΦΙΛΙΠΠΟΣ
ἆρʼ οἶσθα,
ὁτιὴ πρὸς ἄνδρας ἐστί σοι μαχητέον,
οἳ τὰ ξίφη δειπνοῦμεν ἠκονημένα,
ὄψον δὲ δᾷδας ἡμμένας καταπίνομεν;
ἐντεῦθεν εὐθὺς ἐπιφέρει τραγήματα
ἡμῖν ὁ παῖς μετὰ δεῖπνον ἀκίδας Κρητικάς,
ὥσπερ ἐρεβίνθους, δορατίων τε λείψανα
κατεαγότʼ, ἀσπίδας δὲ προσκεφάλαια καὶ
θώρακας ἔχομεν, πρὸς ποδῶν δὲ σφενδόνας
καὶ τόξα, καταπέλταισι δʼ ἐστεφανώμεθα.
τῶν Φαρσαλίων
ἥκει τις, ἵνα καὶ τὰς τραπέζας καταφάγῃ;
Β. οὐδεὶς πάρεστιν. Α. εὖ γε δρῶντες· ἆρά που
ὀπτὴν κατεσθίουσι πόλιν Ἀχαιικήν;
καὶ τὸ λεγόμενον
σπανιώτερον πάρεστιν ὀρνίθων γάλα,
καὶ φασιανὸς ἀποτετιλμένος καλῶς.
οὐκ ἀλλὰ καὶ τῆς νυκτός ἐστι Δωρίων
ἔνδον παρʼ ἡμῖν λοπαδοφυσητής.
ΑΔΗΛΟΥ ΔΡΑΜΑΤΟΣ
ὕπνος τὰ μικρὰ τοῦ θανάτου μυστήρια.