eul_wid: qnq-aa

Philetaerus
Φιλέταιρος

Herodian of Alexandria Philetaerus PDF

The Philetaerus is a grammatical treatise from the 2nd century CE by the Alexandrian scholar Herodian, dedicated to an otherwise unknown individual of that name. It is a systematic work on Greek prosody, methodically classifying words by their morphological endings in order to establish definitive rules for their accentuation. The treatise does not survive in its complete form but is preserved through numerous fragments and quotations found in later grammatical commentaries, lexica, and scholia, most notably within the Byzantine encyclopedia known as the Suda. Herodian’s profound influence on the study of Greek grammar ensured that his precepts were extensively excerpted and compiled by subsequent generations of scholars, which constitutes the primary means of the text’s transmission.

As the foremost authority on Greek accents throughout antiquity and the Byzantine era, Herodian established the standard pedagogical framework for the subject. The Philetaerus, alongside his other grammatical works, served as a foundational textbook for centuries, with its rules being cited as definitive by later commentators such as Eustathius of Thessalonica in the 12th century. The work exemplifies the broader intellectual currents of the Second Sophistic period, reflecting a concerted scholarly effort to systematize, preserve, and teach the Attic standard of the Greek language.

t ΑΙΛΙΟΥ ΗΡΩΔΙΑΝΟΥ ΦΙΛΕΤΑΙΡΟΣ Εἱλόμη ν , εἵλο υ , εἵλετ ο · οὕτως ἡ κλίσις.
1 Καὶ ἐν τῷ συνθέτῳ προειλόμη ν , προείλο υ , προείλετ ο . Εἰ δέ τι ἀπὸ τοῦ πρώτου τὸ α ἕξει, φυλάξει αὐτὸ καὶ ἐπὶ τοῦ τρίτου· ἠλειψάμη ν , ἠλείψ ω , ἠλείψατ ο . Ἡ μεθύση ἐπὶ γυναικὸς λέγεται.
2 [5] Καὶ Ἀριστοφάνης ( Vesp. 1402)· θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων. Οἰνόφλυξ δὲ ὁ ἀνὴρ καὶ φιλοπότη ς · τὸ γὰρ πότης ἐπὶ λύχνου μᾶλλον. Καὶ ὁ Ἀριστοφάνης ἐν Νεφέλαις (v. 57)· .... τί γάρ μοι τὸν πότην ἧπτες λύχνον; Θάτερον ἐπὶ οὐδετέρου κατὰ τὴν εὐθεῖαν καὶ αἰτιατικήν· ἐπὶ τῆς γενικῆς καὶ δοτικῆς καὶ ἐπὶ ἀρσενικοῦ καὶ οὐδετέρου ὁμοίως.
3 [5] Συνεμπεπτώκει γὰρ τὸ ἄρθρον ἐπὶ τῶν δύο γενῶν· θατέρου, θατέρῳ. Ἅτερος δὲ τὸ ἀρσενικόν· ἦν γὰρ ὁ ἕτερος· οἱ δὲ λέγοντες θάτερος ἁμαρτάνουσιν. Κελεύω ποιεῖν τόνδ ε , κατὰ τὴν αἰτιατικὴν πτῶσιν.
5 Κείρασθαι ἐπὶ ἀνδρός· καρῆναι δὲ ἐπὶ προβάτου καὶ τῶν ἀλόγων· ἐκειράμην οὖν ἐρεῖς, οὐχὶ ἐκάρην. Χαίρω ἐρεῖς, οὐχὶ χαίρομα ι · εἰ δὲ μή, ἁμάρτημα ἁμαρτήσεις ὃ καλεῖται δατισμὸς ἀπὸ Δάτιδος τοῦ Πέρσου, ὅστις πρῶτος εἶπεν ὅτι χαίρομαι, πλανηθεὶς τῷ ἔθει τῶν Ἀττικῶν.
7 [5] Τῷ ἵνα μᾶλλον τὸ ὑποτακτικὸν καὶ τὸ εὐκτικόν· ἵνα γένηται καὶ ἵνα γένοιτο. Τῷ ὅτι καὶ τῷ εἰ τό τε ὁριστικὸν καὶ τὸ εὐκτικόν· ὅτι εἶπον καὶ ὅτι εἴποιμι, εἰ δέξαιτο καὶ εἰ ἐδέξατο. Τῷ δὲ ἐὰν μόνον ὑποτακτικόν· ἐὰν εἴπω, ἐὰν πράξω. Τὸ λεληθότως οὐ γέγραπται· κρύφα οὖν χρὴ λέγειν.
9 [5] Ἐν τῷ τέως οὐκ ἐρεῖς, ἀλλ’ ἄνευ τοῦ ἄρθρου καὶ τῆς προθέσεως. Τὸ δὲ τέως σημαίνει τὸ μέχρι καὶ πρὸ τοῦ καὶ ἕως καὶ ἐν τοσούτῳ. Εἰ δέ ποτε εἴποις ἐν τῷ τέως ἐπὶ τοῦ παρεληλυθότος, προσθήσεις τὸ χρόνῳ καὶ οὕτω φεύξῃ τὸ ἁμάρτημα· ἔστι γὰρ ἐν τῷ πρὸ τοῦ χρόνῳ. Οἱ Ἑπτὰ ἐπὶ Θήβας ἄκλιτον κατὰ τὸ τέλος μεμένηκε· καθόλου γὰρ τὰ ἐν τῇ παραθέσει προσλαβόντα τὸ κεκλίσθαι ἄτρεπτα μένει κατὰ πάσας τὰς πτώσεις.
10 [10] Ὅθεν καὶ τὸ μήτηρ Θεῶν κατὰ μὲν ἀρχὴν —εὐθεῖα γὰρ ἡ μήτηρ—κεκλίσεται· τὸ δὲ θεῶν— προσέλαβε γὰρ τὸ κλιθῆναι, μένει ἄκλιτον. Τοιοῦτόν ἐστι καὶ τὸ Σκηνὰς καταλαμβάνουσαι παρὰ τῷ Ἀριστοφάνει· τὸ μὲν γὰρ σκηνὰς κατὰ 〈τὸ〉 αἰτιατικὸν ῥηθὲν κατὰ τὰς λοιπὰς πτώσεις οὐ κλιθήσεται, τὸ δὲ καταλαμβάνουσαι—εὐθείας γὰρ πτώσεως—ἀναδέξεται τὴν κλίσιν. Τὸ ἔα ρ , τοῦ ἦρο ς , οὐχὶ τοῦ ἔαρο ς · καὶ τὸ ἔα ρ , οὐχὶ τὸ ἦ ρ .
12 Κοινῶσαι λέγουσι μᾶλλον, οὐχὶ κοινώσασθα ι . Ἔδοξα ἰδεῖ ν · οὕτως ἐρεῖς ἐπὶ ὀνείρατος.
13 [5] Εὐριπίδης ( Orest. 408)· ἔδοξ’ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας. Σοφοκλῆς (fr. 1018 N.)· ἐδοξάτην μοι τὰ δύ’ ἠπείρω μολεῖν. Ἀριστοφάνης ( Vesp. 31)· ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ νυκτί ... Τὸ νῶτον καὶ τὰ νῶτα οὐδετέρως ἐπὶ ἀνθρώπων· ἐπὶ δὲ τῶν ἀλόγων τὸν νῶτο ν , ἀρσενικῶς· καὶ Ξενοφῶν ἐν τῷ Περὶ ἱππικῆς (III, 3)· τὸν νῶτον τοῦ ἵππου.
15 Ἀμφιμάσχαλοι χιτῶνες οἱ ἑκατέρωθεν ἔχοντες χειρῖδας· ἦσαν δὲ τῶν ἐλευθέρων. Ἑτερομάσχαλοι δὲ τῶν οἰκετῶν. Ἔξεδρος ὁ μισοπόνηρος.
16 Καὶ μὴ ἔστω τις ὢν εἰς ἡμᾶς ἔξεδρον χώραν ἔχων· Σοφοκλῆς ἐν Σατύροις (revera ἐν β ᾳ Τυροῖ; fr. 593 N.). Λαρυγγίζει ν , τὸ λαμπροφωνεύεσθαι.
18 Θᾶττον ἐρεῖς, οὐχὶ τάχιο ν · καὶ βραδύτερο ν , οὐχὶ βράδιο ν · καὶ αἴσχιο ν , οὐχὶ αἰσχρότερο ν · καὶ κάκιον ὁμοίως. Ἐμβάδε ς , ὑποδήματα τῶν κωμῳδῶν· καὶ θηλυκῶς αἱ ἐμβάδες.
19 Οἱ ἐμβάται δὲ τραγῳδῶν. Γρ ῦ · οὕτως ἔλεγον τὸν ὑπὸ τῷ ὄνυχι τοῦ δακτύλου ῥύπον· ἀπὸ δὲ τούτου καὶ πᾶν τὸ βραχύτατον.
21 Φάσκωλο ς , τὸ ῥαπτὸν εἰς ὃ ἐμβάλλονται τὰ ἱμάτια· καὶ θύλακος ὁμοίως. Κυμινοπρίστη ς , ὁ ὑπερβαλλόντως μικρολόγος.
23 Δρυπετή ς , καρπὸς ὁ ὡραῖος. Τὰ λαγῷ α · οὕτως ἔλεγον οὐ προστιθέντες τὸ κρέα.
25 Ὁ γάρος ἀρσενικῶς· τὸν ἰχθύων γάρον (Aeschyl. Proteus, fr. 211 N)· καὶ γάρον τὸν ἰχθύειον, Σοφοκλῆς ( Triptol., fr. 549 N.). Πόρρω καὶ πρόσω ἀμφοτέρως.
27 Τὸ ἡνίκα καὶ τὸ πηνίκα ἐπὶ τοῦ καιροῦ τῆς ἡμέρας μᾶλλον· τὸ δὲ πότε ἐπὶ χρόνου· ἔστι δὲ καὶ τὸ πηνίκα ἐπὶ χρόνου παρὰ τῷ Δημοσθένει ( De coron. 229, 24). Θεάσασθαι τραγῳδοὺς καὶ κωμῳδούς, οὐχὶ ἀκούειν τῶν τραγῳδῶν καὶ τῶν κωμῳδῶν· ὡς Δημοσθένης· «εἰ γὰρ ἐν Διονύσου τραγῳδοὺς ἐθεᾶσθε» ( De pace, 58, 25).
29 Τὸν ἥρ ω , τὸν Μίν ω , τὸν Ἀπόλλ ω , τὸν Ποσειδῶ ἄνευ τοῦ ν οἱ Ἀττικοί. Τὸν λαγὼν καὶ τὸν νεώ ν , τὸν λαγὼ καὶ τὸν νε ώ , ἄνευ τοῦ ν ἢ σὺν τῷ ν. » Ἐννεάμυκλος ὄνος», παρὰ Ἀντιμάχῳ (revera Καλλιμάχῳ; fr.
30 650 Pf.) ἐπὶ ὄνου· μύκλαι δὲ λέγονται αἱ ἐν τοῖς σκέλεσι τῶν ὄνων περιγραφαί. Τέλειοι παρὰ τοῖς Ἀττικοῖς οἱ ἔντεκνοι· ὅθεν παρὰ τῷ ποιητῇ οὕτως ἀκούουσι τὸν ἡμιτελῆ δόμον παρόσον ἄτεκνος ἦν ὁ Πρωτεσίλεως· καὶ δόμον ἡμιτελῆ (Β 701).
32 Ἄρχει Ἀθηναίοι ς . Καὶ ὁ Κρατῖνος (fr. 294 K.)· ἄρχων 〈γάρ〉 εἰμι νῦν Ἀθηναίοις ἐγώ. Ὅτι καὶ κατὰ τοὺς νόμους ἡ ἀρχή. Ἀχάριστος καὶ ἀχαριστία συνηθῶς εἰπεῖν.
33 Εὐχάριστος δὲ ὁ ἐπίχαρις, οὐχ ὁ ἀποδιδοὺς τὴν χάριν· οὐδὲ γὰρ εὐχαριστεῖν λέγουσιν, ἀλλὰ χάριν εἰδέναι. Κατακεῖσθαι ἐπὶ τῶν ἑστιωμένων, ἀνακεῖσθαι δὲ ἐπὶ εἰκόνων καὶ ἀνδριάντων.
34 [5] Εἰπόντος γοῦν τινος «ἀνάπιπτε», ὁ Κωμικὸς (Diphilus, fr. 125 K.; cf. Philippides, fr. 30 K.) παίζων, «ἀνδριάντας ἑστιᾷς», ἔφη. Εὐσκώμμων καὶ φιλοσκώμμω ν , ὁ ἀστεῖος ἐν τούτοις.
36 Τοὺς θυλάκους καὶ σάκτας ἔλεγον ἀπὸ τοῦ σάττεσθαι· κυνούχους δὲ ὁ Ξενοφῶν ἐν τῷ Κυνηγετικῷ (II, 9). Τούτων ὁ ἕτερο ς · προσθήσεις τὸ ἄρθρον ὅταν περὶ δύο ποιούμενος ᾖς τὸν λόγον· ἐπὶ δὲ τοῦ τρίτου καὶ ἐν ἴσῳ τοῦ ἄλλου ἂν εἴπῃς ἕτερος ἄνευ τοῦ ἄρθρου, φεύξῃ τὴν αἰτίαν.
38 Ἀπονυχίζεσθαι λέγουσι τὸ ἀφαιρεῖσθαι τοὺς ὄνυχας τῶν δακτύλων· ἐξονυχίζειν δὲ τὸ λεπτολογεῖσθαι, ὅπερ καὶ τερθρείαν λέγουσιν. Ὑπογενειάζειν τὸ ἅπτεσθαι τοῦ γενείου δεόμενον· ὡς ὁ Τίμαρχος δεόμενος τοῦ Πιτταλάκου παρὰ τῷ Αἰσχίνῃ ( In Tim.
39 , 61). Ὑπογενειάσκειν δὲ τὸ ἄρτι ἐξανθεῖν τὸ γένειον. Καμαρωτὸν ὄχημα, ὅπερ νῦν σκεπαστὸν λέγουσιν· καλοῦσι δὲ αὐτὸ καὶ ἀπήνη ν .
41 Βόλιτα οἱ Ἀττικοί· βόλβιτα οἱ Δωριεῖς. Εἱληθερεῖν τὸ ἐν ἡλίῳ θέρεσθαι· καὶ εἱληθερὲς ὕδωρ ὁμοίως.
43 Τὸ προσκυνεῖν αἰτιατικῇ πτώσει συντάττουσιν, οἷον προσκυνῶ τοὺς θεούς· οὐδέποτε δὲ τῇ δοτικῇ, ὥσπερ οἴονταί τινες. Οἱ Διόσκουροι σὺν τῷ υ ὅταν πληθυντικῶς λέγονται· τὼ Διοσκόρω δὲ ἐν τῷ δυικῷ ἀριθμῷ ἄνευ τοῦ υ.
45 Ὁμίχλ η , οὐχὶ ὁμίχλ α · ἀλλ’ ὁμοίως ἡ ὁμίχλη τῷ ἡ τρίγλη διὰ τοῦ η. Παρδαλῆ τὸ τῆς παρδάλεως δέρμα, ὡς λεοντῆ καὶ ἰξαλ ῆ , τὸ τῆς αἰγός, καὶ μοσχ ῆ · ἀρνέα δὲ καὶ λυκέ α .
47 Διπλοΐδιον τὸ διπλοῦν ἱμάτιον. Ποικίλλειν τὸ ὑφαίνειν ποικίλα καὶ ποικιλτὴς ὁ τὰ τοιαῦτα κατασκευάζων παρὰ τῷ Αἰσχίνῃ ( In Tim.
48 , 97). Αἰνῶς ἐστιν εἰπεῖν καὶ ἐπὶ τοῦ σφόδρα.
49 Καὶ ὁ Ποιητὴς ἐπὶ τῆς Ἑλένης (Γ 158). αἰνῶς ἀθανάτοισι θεῇς εἰς ὦπα ἔοικεν. Ἐθὰς ἡ κατοικίδιος περιστερά· ἡ γὰρ ἀγρία πελειά ς .
51 [5] Ὑπόχαλκον νόμισμα τὸ μὴ δόκιμον καὶ κίβδηλον. Ἐρεῖς δὲ καὶ τὸν πονηρὸν οὕτως· κίβδηλος ἄνθρωπος καὶ ὑπόχαλκος. Λέγεται δὲ κίβδηλον κρύβδηλόν τι ὄν, παρὰ τὸ ἀποκεκρυμμένον ἔχειν ἐν ἑαυτῷ τὸ δῆλον. Κατεαγὼς τῆς κεφαλῆ ς , οὔτε μὴν πᾶσαν τὴν κεφαλήν, ἀλλὰ μέρος τι αὐτῆς.
52 Εὔπολις (fr. 323 K.). οὐ γὰρ κατάξει τῆς κεφαλῆς τὰ ῥήματα. Ἀφυπνίσαι μᾶλλον, οὐχὶ ἐξυπνίσα ι .
54 Γραμματεῖον ἐρεῖς καὶ δέλτο ν , οὐχὶ πίνακ α · θετταλὸν γὰρ τοὔνομα. Κατάρξασθαι μὲν τοῦ ἱερείου, ἀπάρξασθαι δὲ τῶν σπλάγχνων.
56 Ἐριοκόμος ὁ ἐριουργός· κομεῖν γὰρ τὸ ἐπιμελείας ἀξιοῦν. Οὕτως ὁ ὀρεωκόμο ς , ὁ ἱπποκόμος καὶ αὐτὴ ἡ κομιδ ή . Τεθνεὼς καὶ τεθνεῶσα διῃρημένως.
58 Λῃστικὸν τὸ σύστημα τῶν λῃστῶν· Κρατῖνος ἐν Τροφωνίῳ. Λῃστρικὸν δὲ τὸ κτῆμα, οἷον τὸ ξίφος καὶ πλοῖον καὶ εἴ τι ἄλλο. Τὸ δεῖν οὐ μόνον δοτικῇ, ἀλλὰ καὶ αἰτιατικῇ συντάσσουσι πτώσει· εὐρυχωρίας σε δεῖ (Com.
59 adespot. 46 D.). Ἡ παλαιστὴ θηλυκῶς· ὁ γὰρ παλαιστής ἐστιν ὁ παλαίων.
61 Ὀλίγον αὐτοῦ μοι μέλει, ἀντὶ τοῦ οὐ δ ’ ὅλω ς . Καὶ ὁ Ποιητής (Ε 800)· Ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς. Ἐπίτηδες καὶ ἐξεπίτηδε ς , ἀμφοτέρως.
63 Κηδεστὴς ὅ τε διδοὺς τὴν θυγατέρα καὶ ὁ λαμβάνων τὴν γυναῖκα ὁμοίως λέγονται. Χαλκεῖο ν · ἐκεῖνοί γε θερμαντήριον τοῦτο καὶ λεβήτιον ἔλεγον· ἐξ οὗ καὶ τὸ θερμό ν .
65 Τὸ ἐπισχεῖν ἐπὶ τοῦ καταπαῦσαι· τὸ δὲ προσχεῖν ἐπὶ τοῦ προσεχῆ γενέσθαι καὶ φροντίσαι. Δεξιοὺς ἔλεγον τοὺς φιλομαθεῖς, σκαιοὺς δὲ τοὺς ἀμαθεῖς, ἀπὸ τῶν χειρῶν μεταφέροντες.
67 Ὠνήμην διὰ τοῦ η ἀντὶ τοῦ ὠφελήθη ν · τὸ δὲ ὠνάμην ἐπὶ τοῦ ἐμεμψάμη ν . Καὶ ὁ Ποιητής (Ρ 25) «ὅτε μ’ ὤνατο», ἀντὶ τοῦ ἐμέμψατο. Ἀπανθρακίσα ι · τὸ ἐπὶ τῶν ἀνθράκων· ὅπερ οἱ Δωριεῖς ζαπυρίσαι λέγουσιν.
69 Ἄχρι καὶ μέχρι ἄνευ τοῦ ς· τὸ δὲ σὺν τῷ ς ἰωνικόν. Οὐκ ἂν φθάνοις φράζων παραφυλακτέον ὅτι τῷ φθάνω τὸ πολὺ συντάττουσιν οἱ Ἀττικοὶ τὴν μετοχήν· φθάνω εἰρηκώς, φθάνω πεποιηκώς.
70 [5] Εἰ δὲ ῥῆμα ἐπιφέρεις, ἀνάγκη τὸ φθάνω τραπῆναι εἰς μετοχήν· οἷον φθάσας ἔπραξα καὶ φθάσας εἶπον. Τῆς ὑστεραίας οὐ λέγουσιν ἐπὶ τῆς γενικῆς πτώσεως, ἀλλ’ ἐπὶ τῆς δοτικῆς, τῇ ὑστεραί ᾳ , καὶ ἐπὶ τῆς αἰτιατικῆς, τὴν ὑστεραία ν .
71 [5] Ἐρεῖς δὲ ἐ φ ’ ἡμέρας καὶ ἐν τῷ παρεληλυθότι χρόνῳ, ἐπὶ δὲ τοῦ μέλλοντος οὐκέτι· τὸ δὲ τῇ ὑστεραίᾳ καὶ ἐπὶ τὴν ἐκκλησίαν τὴν ὑστεραίαν. Πρίασθαι ἐρεῖς, οὐχὶ ὠνήσασθα ι · ὅπου δὲ μὴ δυνατὸν κλῖναι τὸ πρίασθαι ῥῆμα, τότε τῷ ὠνεῖσθαι χρήσῃ.
72 [5] Οἷον ἐπριάμη ν , ἐπρί ω , ἐπρίατ ο , καὶ πρίω τὸ προστακτικόν—Εὔπολις ( Caprae, fr. 1, 2 K.) πρίω μοι σελάχιον φησίν—, ἐπὶ δὲ τοῦ παρακειμένου, ἐώνημα ι · οὐ γὰρ ἐνεχώρει ὁ παρακείμενος τὴν τοῦ πρίασθαι χρῆσιν. Ἄξιον λέγουσιν οἱ Ἀττικοὶ καὶ ἡμεῖς συνηθῶς, οἷον ἄξιος λόγου, ἄξιος ἐπαίνου· ἤδη καὶ ἐπὶ τοῦ λυσιτελοῦς, οἷον τὸ ἄξιον ἐπριάμην ἀντὶ τοῦ εὔωνον.
74 Λυσιτελὲς μὲν λέγουσιν, λυσιτελῶς δὲ οὐκέτι, ἀλλὰ λυσιτελούντω ς . Ἀνακογχυλίσασθα ι , οὐχὶ ἀναγαργαρίσασθα ι · Εὔπολις ἐν Φίλοις (fr.
75 275 K.). Τὸ ἐπὶ μέρους λέγειν ἴδιον τῶν Ἀττικῶν· ἔφαγον τῶν ἄρτων, ἔπιον τοῦ οἴνου.
77 Πανδοκεύ ς , εὐρύβατο ς . Τὸ λεγόμενον ἐπὶ τῶν πονηρῶν· τοιοῦτοι γὰρ οἱ εὐρύβατοι. Πύελος διὰ τοῦ ε καὶ θηλυκῶς· ἔλεγον δὲ οὕτως καὶ τὰς ἐν τοῖς βαλανείοις ἐν αἷς λουόμεθα.
79 Τὸ ὠμόλινον ἐν τοῖς Ἀρχιλόχοις Κρατίνου (fr. 9 K.)· οὕτως χρὴ λέγειν. Ἄμυστιν ἔλεγον φιάλην ἣν δεῖ ἄπνευστον πιεῖν πρὶν καταμύσαι· οἱ δὲ ἀπὸ τοῦ μὴ μεμυκέναι τὰ χείλη τὸ ἔκπωμα πλατὺ ὄν.
81 Φιάλη διὰ τοῦ α καὶ θηλυκῶς· εἴρηται ἀπὸ τοῦ πιεῖν ἅλις ἐξ αὐτῆς. Οἶμαι καὶ οἴομαι διαφέρει· τὸ μὲν γὰρ οἶμαι τιθέασιν ἐπειδὰν περί τινος διισχυριζομένου λέγωσιν, ὥσπερ καὶ ὁ Δημοσθένης ( Ol.
82 [5] I, 12, 9) «ἀλλ’ οἶμαι, παρόμοιόν ἐστιν ὅπερ καὶ περὶ τῆς τῶν χρημάτων κτήσεως»· οὐ γὰρ λέγει ὅτι νομίζω, ἀλλ’ ὅτι ὄντως ἐστί. Καὶ συντάττεται ῥήματι ὁριστικῷ. Τὸ δὲ οἴομαι ἴσον δύναται τῷ νομίζω καὶ συντάττεται ῥήματι ἀπαρεμφάτῳ· οἴομαι εἶναι καὶ οἴομαι εἰρηκέναι, καὶ ὅσα τοιαῦτα. Σημεῖον λέγοντες σημειοῦσθαι οὐ λέγουσιν, ἀλλ’ ἀποσημαίνεσθα ι .
83 [5] Ἀριστοφάνης Πελαργοῖς (fr. 432 K.)· ἀπεσημηνάμην τὰς τῶν κακούργων οἰκίας. Ὁμοίως καὶ βέβαιον λέγοντες βεβαιοῦσθαι οὐ λέγουσιν, ἀλλὰ διισχυρίζεσθα ι . Ἐπὶ μέντοι τῶν κτημάτων καὶ τῶν συνθηκῶν βεβαιῶσαι λέγουσιν. Πάλιν προκόπτειν λέγοντες τὴν προκοπὴν οὐ λέγουσιν, ἀλλὰ προκοπτομένων τῶν πραγμάτων.
84 [5] Δημοσθένης. Καὶ ἀμύνεσθαι λέγοντες, οὐκέτι καὶ τὴν ἄμυνα ν , εἰ μὴ Θεόπομπος ἅπαξ (fr. 3 D.)· καὶ ἔχειν ἄμυναν. Ὥσπερ καὶ ὁ Σοφοκλῆς. Βλαύτας καὶ σανδάλια ἀμφοτέρως λέγουσιν· τὰς βλαύτας καὶ τὰ σανδάλι α .
86 Ἀμβλυώττειν τὸ μὴ σφόδρα ὁρᾶν. Πρῶτον καὶ δεύτερον ἐρεῖς, οὐχὶ πρώτως καὶ δευτέρω ς · ὅσα γὰρ τάξεώς ἐστι δηλωτικὰ ὀνόματα οὐ ποιεῖ ἐπιρρήματα.
88 [5] Τὸ ἀρέσκει ῥῆμα οὐ μόνον τῇ αἰτιατικῇ πτώσει συντάττουσιν, οἷον ἀρέσκει με τόδε καὶ οὐκ ἀρέσκει με, ἀλλὰ καὶ τῇ δοτικῆ. Καὶ ὁ Δημοσθένης ( In Phil. I, 40, 4)· «εἰ μὲν ἤρεσκέ τί μοι τῶν ὑπὸ τούτων ῥηθέντων». Ὧι καὶ μᾶλλον χρηστέον. Λαγὼς διὰ τοῦ ω μεγάλου ὁ χερσαῖος παρὰ τοῖς Ἀττικοῖς· λαγὸς δὲ ὁ ἀστικός (revera θαλάσσιος).
89 Φασὶ δὲ τοῦτον καὶ ἰὸν ἔχειν, ὅθεν καὶ τοὺς πονηροὺς ὁ Κρατῖνος (16 D.) «λαγοὺς» καλεῖ. Κάθησο ἐρεῖς, οὐχὶ κάθο υ .
91 Διαφέρει ναυαγία καὶ ναυάγιο ν · ναυαγία μὲν τὸ πρᾶγμα, ναυάγιον δὲ πᾶν τὸ ἐκβρασθέν. Σίκυος σπερματίας παρὰ τοῖς ἀρχαίοις (Crat.
92 , Ulix., fr. 136 K.)· ὃν νῦν πέπονα λέγουσιν. Εὐήτριος χιτὼν ὁ λεπτὸς καὶ εὐυφής.
94 Δρῦν κοινότερον πᾶν ἐκάλουν δένδρον· οὕτω καὶ ἀκρόδρυα πᾶσαν τὴν ὀπώραν. Καὶ δρυφάκτους οὐ μόνον τοὺς ἐκ δρυΐνων, ἀλλ’ ἐξ ὁτουδήποτε ξύλου· καὶ δρυπετεῖς ἐλάας ὁμοίως. Ἀείφρουρα ἔλεγον τὰ ἀειθαλῆ τῶν δένδρων.
96 Τὸ ἀγοράσαι οὐ μόνον ἐπὶ τοῦ ἐν ἀγορᾷ διατρῖψαι, ἀλλὰ συνήθως ἡμῖν· οὐκοῦν ἀγοράσαι χρὴ νὼ πρὶν ἀπιέναι (Com. adespot., 43 D.). Ἐχρῆν καὶ χρὴ διαφέρει τῷ χρόνῳ· τὸ μὲν γὰρ ἐχρῆν ἐπὶ τοῦ παρεληλυθότος καὶ ἴσον δύναται τῷ ἔδε ι · ἐχρῆν γενέσθαι· τὸ δὲ 〈ἐπὶ〉 τοῦ μέλλοντος καὶ ἴσον τῷ δε ῖ .
97 [5] Καὶ ὁ Δημοσθένης ( Ol. I, 16, 4)· «χρὴ τοίνυν, ὦ ἄνδρες, τὴν ἁμαρτίαν (revera ἀκαιρίαν) τὴν ἐκείνου ....». Κίλιξ ὁ ἀνήρ, Κίλισσα δὲ ἡ γυνή· ὁμοίως Λίβυ ς , Λίβυσσ α · Θρᾷ ξ , Θρᾷσσ α · Μάγνη ς , Μάγνησσ α · Πελίου τε Μάγνησσαν κόραν (cf.
98 [5] Callim., fr. 708 Pf.). Μαγνῆτις δὲ 〈ἡ〉 λίθος. Τὸ ἐπιτροπεύειν γενικῇ καὶ αἰτιατικῇ συντάσσεται· ἐπιτροπεύειν τοῦδε καὶ ἐπιτροπεύειν τόνδε.
100 Τὸ κληρονομεῖν μόνῃ γενικῇ· ἐκληρονόμησα τοῦδε, οὐχὶ τόνδε. Ὁ φιλόλογος καὶ ἡ φιλολογία παρὰ Πλάτωνι ( Phaedr.
101 , 236e; Theaet., 146a)· τὸ δὲ φιλολογεῖν οὐκέτι παρὰ τοῖς ἀρχαίοις, ἀλλὰ φιλοσοφεῖ ν . Ἐ π ’ ὄρνισι καθέζεσθαι ἔλεγον τὸ οἰονοσκοπεῖσθαι.
103 [5] Ἀπέδραν ἐγώ, οὐχὶ ἀπέδρω ν , τὸ πρῶτον πρόσωπον. Καὶ ἀπέδραμεν ἡμεῖς τὸ πληθυντικόν. Καὶ Ἀριστοφάνης· δεῦρο δ’ ἂν οὐκ ἀπέδραμεν, ἐν τοῖς Ταγηνισταῖς (fr. 505 K.). Καὶ ἀπέδραν ἐκεῖνοι ἀκολούθως τὸ πληθυντικὸν τὸ τρίτον, ἀντὶ τοῦ ἀπέδρασα ν . Ἰδιόστολον πλοῖον, ὅπερ οἱ νῦν αὐτόστολον λέγουσιν.
105 Ἔτους ὥραν ἰδίως τὸ θέρος οἱ Ἀττικοί. Πατρικὸς φίλος, οὐχὶ πατρῷο ς .
106 Καὶ ὁ Κρατῖνος (fr. 17 D.)· πατρικὸς ὢν ξένος πυνθάνομαι τάδε σου. Μειράκιον καὶ μεῖραξ διαφέρει· Μειράκιον μὲν ὁ ἄρρην.
107 [5] Ἔστι δὲ ἡλικίας ὄνομα, ὥς που διαστέλλει καὶ ὁ Μένανδρος λέγων (fr. 18 D.; fr. 724 Kö.)· παῖς γέγονεν, ἔφηβος, μειράκιον, ἀνήρ, γέρων. Μεῖραξ δὲ ἡ θήλεια. Ἢν δέ ποτε λεχθῇ ἐπὶ τοῦ ἄρρενος ἐν τῇ κωμῳδίᾳ τὸ τῆς μείρακος ὄνομα, δῆλον ὡς κωμῳδεῖται εἰς κιναιδίαν ὁ ἄρρην. Μαχαιρίδες καὶ μάχαιρα ι · μαχαιρίδες μὲν γὰρ αἱ τῶν κουρέων, μάχαιραι δὲ αἱ τῶν μαγείρων.
109 Ἀναμφιλέκτως καὶ ἀναμφιβόλω ς · ἀναν τιρρήτως δ’ οὐκ ἐροῦμεν. Ἐπιλαθέσθαι μᾶλλον, οὐχὶ ἐκλαθέσθα ι .
111 Κενέβρει α · τὰ θνησείδια οὕτως ἔλεγον. Καὶ ὁ Κωμικός (Aristoph. fr. 693 K.)· οὐκ ἔσθω κενέβρειον· ὅταν θύσῃς τι, κάλει με. Κόπτειν τὴν θύραν ἐπὶ τῶν ἔξωθεν, ψοφεῖν δ’ ἐπὶ τῶν ἔνδοθεν παιόντων.
113 Ἡματώμενον λέγουσιν, οὐχ ἡμασμένο ν . Φασιανοὶ μὲν ἵπποι λέγονται.
114 [5] Καὶ Ἀριστοφάνης ( Nub. 109). εἰ δοίης γέ μοι τοὺς φασιανοὺς οὓς τρέφει Λεωγόρας. Φασιανικοὶ δὲ ὄρνιθες· ὡς ὁ αὐτὸς ἐν Ὄρνισιν (v. 68). Τροχοπέδη [καὶ ἀργυροπέδη]· ὃ ἔχουσιν εἰς τοὺς τροχοὺς πρὸς τὰ κατάντη τῶν ὁδῶν.
116 Κλεῖν ὁ Δημοσθένης, οὐχὶ τὴν κλεῖδ α · «τὴν κλεῖν κατεαγώς» ( De corona, 247, 11). Πύλαι τείχους κυρίως· προπύλαια δέ, ὡς θύραι, οἰκίας.
118 [5] Κοτταβίζειν τὸ τῷ κοττάβῳ χρῆσθαι, οὐχὶ τὸ ἐμεῖν ὥσπερ οἱ νῦν λέγουσιν. Ὁ δὲ κότταβος ἦν τοιοῦτό τι· κανόνιον ἦν ἐν τῷ μέσῳ κείμενον τοῦ συμποσίου ἔχον ἐπὶ πλέον ἕτερον σμικρόν, ὃ ἔδει καταδῦσαι τὸν πέμψαντα τὸ περιττὸν τοῦ πώματος. Ἦν δὲ τοῦτο σημεῖον τοῦ ἐρᾶσθαι ὑπὸ γυναικὸς ἢ παίδων. Καὶ ἆθλα οἱ νικῶντες ἐλάμβανον πλακουντικούς, πυραμοῦντας ἢ σησαμοῦντας, ἅπερ κοττάβια ἐλέγετο. Ὁ ἦχος δὲ ἐκάλειτο λάτα ξ . Ἆθλα λέγουσιν, οὐχὶ ἔπαθλ α · τάδε γὰρ σπανίως.
120 Κανοῦς ἀρσενικῶς· ἔστι δὲ ἡ φωνὴ Μακεδόνων. Ἀριστοφάνης κέχρηται ( Acharn. 244; etc.). Βασίλισσαν ὁ Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας (1370, 16)· ἔστι δὲ ἡ φωνή Μακεδόνων.
122 Ἐπενεγκεῖν γραφή ν , οὐχὶ ἀπενέγκα ι . Διδάξαι καὶ διδάξασθαι διαφέρει· διδάξαι μὲν γάρ ἐστι τὸ δι’ ἑαυτοῦ, διδάξασθαι δὲ ἐπὶ ἑτέρου αὐτὸν τὰ ἐπιτήδεια παρέχοντα.
124 Ὁμοίως πήξασθαι καὶ πῆξα ι · πήγνυσι μὲν γὰρ τὴν ναῦν ὁ τέκτων, πήγνυται δὲ ὁ ναύκληρος. Στλεγγὶς ἡ ξύστρα καὶ ἀποστλεγγίσασθαι τὸ ἄνευ ἀλείμματος λούσασθαι.
125 Ἔστι δὲ καὶ τὸ τῆς ξύστρας ὄνομα παρὰ Ἀρχίππῳ τῷ κωμικῷ (fr. 50 K.). Προσῆκε καὶ προσήκει διαφέρει· τὸ μὲν γὰρ προσῆκε ἐπὶ τοῦ παρεληλυθότος τάττουσιν ἐν ἴσῳ τῷ ἔδε ι · τὸ δὲ προσήκει ἐπὶ τοῦ ἐνεστῶτος ἐν ἴσῳ τῷ δε ῖ .
126 Ὁμοῖον τούτῳ τὸ ἐχρῆν καὶ χρ ή . Ὀργάσαι καὶ μάξαι διαφέρει· ὀργάσαι μὲν γὰρ ἐπὶ πηλοῦ ἐρεῖς, ἐπὶ μάζης δὲ τὸ μάξαι.
128 Προτένθην λέγουσιν ὃν οἱ νῦν προγεύστη ν · τένθης γὰρ ὁ λίχνος παρ’ Ἀττικοῖς. Ὦπες οἱ ὀφθαλμοί· ἀλλὰ τοὺς μὲν ὦπας οὐ λέγουσι, τὰ ὑπώπια δέ.
129 Ὁμοίως καὶ τὸ λῶπος οὐ λέγοντες, τὸν λωποδύτη ν · καὶ τὸν πατραλοίαν ἀπὸ τοῦ ἀλοιᾶ ν , ὅπερ οὐδ’ αὐτό ἐστιν ἐν χρήσει. Κατορθῶσαι ἐπὶ πολέμου καὶ τῶν τοιούτων· τὸ δὲ κατόρθωμα οὐ πάντη εὕρομεν.
130 [5] Ἐπανορθῶσαι δὲ ἐπὶ λόγων καὶ τῶν ἡμαρτημένων· ἅπαξ δὲ τὸ κατορθῶσαι ἐπὶ λόγων κεῖται. Τὸ δὲ διορθῶσαι ἐπὶ τῶν διαστροφῶν, ἂν αὐτὸ ἀπευθύνῃ. Μαχοῦμα ι , ὀμοῦμα ι · οὕτω κλινεῖς τὸν μέλλοντα· καὶ πλευσοῦμα ι .
132 [5] Διὰ τὸ προστακτικὸν καὶ ὁ λόγος. Τὰ τρίτα πρόσωπα τοῦ παρατατικοῦ ὁριστικοῦ ἀφαιρέσει τοῦ κατ’ ἀρχὴν χρόνου τὸ δεύτερον ποιεῖ προστακτικόν· οἷον ἔδρω ν , ἔδρα ς , ἔδρα καὶ τὸ προστακτικὸν δρ ᾶ · ἐβόω ν , ἐβόα ς , ἐβό α , βό α · ἔπιο ν , ἔπιε ς , ἔπι ε , πίε (οἱ τοίνυν λέγοντες πῖθι ἁμαρτάνουσιν). Ὁμοίως ἔπλεο ν , ἔπλεε ς , ἔπλεεν ἢ ἔπλε ι , πλεῖ ἢ πλο ῦ . Ἀπὸ τότε καὶ ἔκτοτε οὐ λέγουσιν, ἀλλ’ ἐξ ἐκείνο υ · καθόλου δὲ τοῖς χρονικοῖς ἐπιρρήμασιν οὐ συντάττουσι τὰς προθέσεις.
134 Πλὴν εἰ τόδε οὕτω συντάξεις ἢ εἰ μὴ τόδ ε . Οὐκέτι δὲ ἀμφότερα παραλήψῃ, οἷον πλὴν εἰ μὴ τόδ ε . Καθίζεσθαι ἀντὶ τοῦ καθίζει ν , καὶ ἐκαθίζετο ἀντὶ τοῦ ἐκάθιζε ν .
135 [5] Οὕτω καὶ παρὰ τῷ Θουκυδίδῃ (III, 75, 5)· «Καθιζόμενοι γὰρ εἰς τὸ Ἡραῖον» ἀντὶ τοῦ καθίζοντες· ἐμφαίνονται γὰρ ὅτι ἐλθόντες ἐκάθισαν· τὸ δὲ «καθιζόμενοι» ἀναγινώσκετε. Καθεσθήσεται οὐ λέγουσιν, καθεδεῖται δέ· οὐδὲ ἐκαθέσθ η , ἀλλ’ ἐκάθισ ε .
136 Καὶ καθέζου τὸ προστακτικὸν ἢ κάθισο ν , οὐχὶ καθέσθητ ι . Ἄγαμαί σε καὶ ἄγαμαί σο υ .
137 [5] Τὸ μὲν ἦθος ἔχει καὶ εἰρωνείαν τὸ ἄγαμαί σου. Καὶ Εὔπολις (21 D.)· ἄγαμαι κεραμέως αἴθωνος ἐστεφανωμένου. Τὸ δὲ ἔπαινον, ὡς ἀποδεχομένου τοῦ λέγοντος. Ὁμοίως λέγουσι τούτῳ καὶ τὸ θαυμάζω σ ε . Ἀτρέμ α · ἀτράμα (?) βάρβαρον.
139 Χόνδρον οἱ Ἀττικοί· τὸ δὲ ἄλιξ ἰταλιωτικὸν ὄνομα. Φερέγγυος καὶ ἀξιόχρεω ς , ἀμφοτέρως.
141 Ἀναξυρίδες ἐπὶ τῶν στρατιωτῶν· ἀνασυρίδες τινὲς οὖσαι παρὰ τὸ ἀνασύρεσθα ι . Διαφέρει λῆμα καὶ λῆμμ α · τὸ μὲν γὰρ δι’ ἑνὸς μ τὴν παράστασιν τῆς ψυχῆς σημαίνει· τὸ δὲ διὰ τῶν δύο τὸ λαμβανόμενον.
143 Προσγελᾶν αὐτὸν καὶ προσπαίζειν αὐτόν· οὕτω συντάττουσιν· καὶ βασκαίνειν αὐτόν, οὐχὶ αὐτῷ· καὶ σημαίνει τὸ βασκαίνειν τὸ διαβάλλειν καὶ ἐξαπατᾶν, οὐ τὸ φθονεῖν. Ἐπίδοξος οὔκ ἐστιν ὁ αὐτὸς τῷ ἐνδόξ ῳ , ἀλλ’ ὁ προσδόκιμος.
145 Νῖψαι εἰς βιβλίον καὶ εἰς τὴν στήλην ἐρεῖς· γέγραπται δὲ καὶ ἐν τῷ βιβλίῳ καὶ ἐν τῇ στήλῃ. Τὸ χρέως καὶ τὸ χρέο ς , ἀμφοτέρως.
146 Ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν; Ἀριστοφάνης ἐν Νεφέλαις (v. 30). Ὄφλημα καὶ ὀφείλημα διαφέρει· ὄφλημα μὲν τὸ ἐκ καταδίκης λέγεται, ὀφείλημα δὲ ὃ ἐδανείσατό τις.
148 Προμνήστρι α , ἡ προμνωμένη τὴν γυναῖκα. Ἀνυπόδητο ς , οὐχὶ ἀνυπόδετο ς .
150 Ἐπιλήσμω ν , ὁ ἐπιλανθανόμενος· λήθαργος δὲ κύων ὁ κρύφα δάκνων (Soph., fr. 800 N.; Men. fr. 1029 K.). Τῇ ἐπιούσῃ ἐρεῖς μὴ προστιθεὶς ἡμέρᾳ· τῆς δὲ ἐπιούσης ἡμέρα ς .
152 Σιτευτοὺς ὄρνιθας, οὓς οἱ νῦν σιτιστού ς . Πάρεδροι λέγονται οἱ νῦν συγκάθεδρο ι .
154 Μέσον ἡμέρας καὶ μεσημβρί α , οὐχὶ μέση ἡμέρα· καὶ μεσονύκτιο ν , οὐχὶ μεσανύκτιο ν . Διήγησιν λέγουσιν, οὐχὶ διήγημ α .
156 Εὐθηνεῖσθαι λέγοντες, εὐθηνίαν οὐ λέγουσιν, ἀλλ’ εὐετηρία ν . Τὸ ἀντέχειν αἰτιατικῇ συντάττουσι μᾶλλον· ἀντέσχεν αὐτόν, οὐχὶ αὐτῷ.
158 Κρεμάθρας οἱ νῦν κρεμάστρα ς . Ἔναγχο ς , τὸ πρὸ ὀλίγου.
160 Εἴληχ α , οὐχὶ λέλογχ α · καὶ εἰληχώ ς , οὐχὶ λελογχώ ς . Μνηστεύειν αὑτῷ τινα τὸν γάμον· μνηστεύεσθαι δὲ ἑτέρῳ.
162 Ὑποτίθησιν ὁ δανειζόμενος τὰ ἐνέχυρα· ὑποτίθεται δὲ ὁ λαμβάνων. Εὔγλωττο ς , ὁ λάλος.
164 Αἴσχιστο ν , οὐχὶ αἰσχρότατο ν . Σοφώτατος τῆς ἡλικία ς , ἀντὶ τοῦ τῶν ἡλικιωτῶν.
166 Τὸ εὐστομεῖν ἐπὶ τοῦ εὐφημεῖν. Καὶ Ἡρόδοτος (II, 171)· «εὔστομα κείσθω». Ὀλίγης ἐστὶ διδασκαλία ς , ἀντὶ τοῦ ὀλίγων δεῖται πρὸς τὴν μάθησιν.
168 Ἀφηλικέστερος λέγεται ὁ προβεβηκὼς τὴν ἡλικίαν. Μῆλα μηδικ ά , ἃ οἱ νῦν κίτρι α .
170 Ἐπομβρίαν λέγουσιν ὅταν πολλοὶ καὶ συνεχεῖς ὑετοὶ γένωνται. Τὸ ὄροφος καὶ ἡ ὀροφὴ ἀμφοτέρως.
172 [5] Τὸν λάρυγγα ἀρσενικῶς, τὴν δὲ φάρυγγα θηλυκῶς. Τρεῖς καὶ δέκα κοινόν ἐστι τῶν δύο γενῶν, τοῦ τε ἀρσενικοῦ, τοῦ τε θηλυκοῦ· οἱ γὰρ τρεῖς καὶ δέκα ἄνδρες καὶ αἱ τρεῖς καὶ δέκα γυναῖκες· Τρία καὶ δέκα δὲ τὰ παιδία καὶ τρία καὶ δέκα τάλαντα καὶ τὰ ὅμοια.
174 [5] Τοῖς δύο μᾶλλον, οὐχὶ τοῖς δυσί ν . Ὅσα γὰρ μὴ συνεμφαίνει γένος, οὐδὲ πτῶσιν ἐπιδέχεται· οἷον τὰ δύο, τῶν δύο, τοῖς δύο. Τὰ δὲ γένος ἔχοντα καὶ τὴν πτῶσιν ἔχει, ὥσπερ οἱ τρεῖ ς , τῶν τριῶ ν , τοῖς τρισὶν ἔχει τὴν κλίσιν· παράκειται γὰρ οὐδέτερον αὐτοῖς τὰ τρί α · ὁμοίως καὶ τοῖς τέτρασι ν . Ἀπὸ δὲ τῶν κλινομένων ἄχρι τῶν ἀκλίτων οἱ ἀριθμοί. Ἐνεύναιον ἱμάτιον καὶ ἐπιβόλαιον τὸ ἐν τῇ εὐνῇ.
176 [5] Πολίτης καὶ δημότης καὶ φυλέτης ἄνευ τῆς σὺν προθέσεως. Συνέφηβος δὲ καὶ συνθιασώτης καὶ συμπότης ἔχει τὴν σὺν πρόθεσιν· ὅτι καὶ πρόσκαιρος αὐτῶν ἡ κοινωνία· ἐπὶ δὲ τῶν προτέρων οὐχ ὁμοίως. Ἀρτοπόπο ς , οὐχὶ ἀρτοκόπο ς · ἔγκειται γὰρ τὸ πέπτειν, οὐχὶ ὁ κόπος.
178 Ἐξίστασθαι λέγουσιν. Τὸ δὲ περιΐστασθαι οὐχ ὅμοιον τῷ ἐκστῆνα ι · τὸ γὰρ περιστῆναί ἐστι πέριξ στῆναι. Ἀδολέσχη ς , οὐχὶ ἀδόλεσχο ς .
180 Γέλως πλατύ ς , οὐχὶ πολύ ς . Δίκη ἡ ἰδία· γραφὴ δὲ ἡ δημοσία.
182 Τὰς ῥᾶγας θηλυκῶς οἱ Ἀττικοί, οὐχὶ τοὺς ῥῶγας. Ὁμοίως τὴν βῶλο ν , καὶ τὴν πύελο ν , καὶ τὴν ὕελο ν , καὶ τὴν φιάλη ν , καὶ τὴν λίθον (μάλιστα ἐπὶ τῆς σφραγῖδο ς). Τὸ δυσωπεῖσθαι ἐπὶ τοῦ ὑφορᾶσθαι, οὐκ ἐπὶ τοῦ αἰσχύνεσθαι.
184 Ἐμφανίσαι τὸ ἐμφανὲς ποιῆσαι, οὐχ ὥσπερ οἱ νῦν τὸ ὀφθῆνα ι · τὸ δηλῶσαί τι κατὰ μήνυσιν. Κοιτὴν τὴν κίστην, οὐχὶ τὴν εὐνήν.
186 Κηδεῦσα ι , οὐχὶ τὸ θάψα ι · ἀλλὰ τὸ κατὰ γάμον οἰκεῖον γενέσθαι. Κλιμακτῆρε ς , ἃ διέπειρον τῆς κλίμακος· οὐχ ὥσπερ οἱ νῦν ἐπὶ τῆς εἰμαρμένης.
188 Τεχνήσασθαι τὸ μετὰ τέχνης τι κατασκεύασαι· καὶ τέχνημ α · τεχνάσασθαι δὲ τὸ πονηρεύσασθαι καὶ κακουργῆσαι· καὶ τέχνασμ α . Ἀσύμβολος παιδείας, ὁ ἀπαίδευτος· ἐκ δὲ τῶν ἐναντίων οὐκ ἀσύμβολο ς , ὁ πεπαιδευμένος.
190 Εἰς τάχος γράφειν τὸν ταχυγράφο ν · καὶ εἰς κάλλος γράφειν τὸν καλλιγράφον διαιροῦσιν. Λευκὴν ἡμέραν (Soph.
191 , Atham., fr. 5 N.) διαγαγεῖν τὴν ἡδεῖαν καὶ ἱλαράν. Τὸν ἕτερον τοῖν ποδοῖν οὐ λέγουσιν, ἀλλὰ τὸν ἕτερον πόδ α .
193 Αὐτοχειρίᾳ πράττειν, ἐπὶ παντὸς τοῦ αὐτουργοῦντος· ὁμοίως αὐτοποδίᾳ παρὰ Στράττιδι τῷ κωμικῷ (5 D.) ἐπὶ τοῦ βάδην ἁνύοντος τὴν ὁδόν. Ἀργυροθήκ η , τὸ νῦν ἀργεντάριον καλούμενον· παρὰ Διοκλεῖ (fr.
194 1 D.)· ἔστι δὲ οὗτος τῆς ἀρχαίας κωμῳδίας ποιητής. Βασανιστὴς μὲν ὁ ἐπὶ τῆς βασάνου· δημόκοινος δὲ ὁ στρεβλῶν καὶ βασανίζων· δήμιος δὲ ὁ ἀπάγων ἐπὶ τῷ θανάτῳ.
196 Ἀκάθαρτον ὁ Δημοσθένης ἐν τῇ πρὸς τὸν Πανταίνετον γραφῇ (980, 20), εἰς τὴν παχύτητα τοῦ σώματος ὡς τὸ εἰκὸς διαβάλλων. Ἱμαντελιγμό ς , ἡ διὰ τοῦ ἱμάντος παιδεία.
198 Τρίμματα ἔλεγον οἱ ἀρχαῖοι ἃ οἱ νῦν θλίμματ α · οὕτω καὶ Ξενοφῶν ἐν τῷ Ἱππαρχικῷ, περὶ ἵππου διαλεγόμενος. Ἀπαράσκευος καὶ ἀπαρασκεύαστο ς , ἀμφοτέρως.
200 Ἔγγεια δανείσματα οἱ Ἀττικοί· ἔγγεα δὲ οἱ Ἴωνες. Καὶ ἐπὶ τῶν κτημάτων ὁμοίως οἱ Ἴωνες ἔγγε α . Καθιστᾶν οὐ λέγουσιν, ἀλλὰ καθιστάνα ι · καὶ γέγονεν ἀπὸ τοῦ καθίστημ ι .
202 Ἡ προθεσμία παρὰ Λυσίᾳ ( Areop., 17, etc.). Σπανίᾳ οὐ λέγουσιν· ἀλλὰ σπάνιο ν .
204 Τὸ ἐντρεχὲς παρὰ Περσεῖ ἐν τῷ Μεταλλικῷ. Ἱερομηνίαν λέγουσιν ὁπόταν ὅλος ὁ μὴν ἱερὸς ᾖ.
206 Λεκάνη διὰ τοῦ ε· βούλει κομίσω σοι τὴν λεκάνην ἐγώ; (Com. adespot. 44 D.). Ζῶστρα καὶ διαμηρίδια ἐπὶ τῶν τὰ ἰσχυρὰ παιζόντων.
208 Γρυμέαν οἱ Ἀττικοὶ τὴν γρύτην τῶν σκευῶν. Ξυρεῖν περισπωμένως· καὶ ξυρήσω ὁ μέλλων, ὡς ἀπὸ τοῦ νοῶ, νοήσ ω .
210 Κυνάρα ἡ ἄκανθα παρὰ Σοφοκλεῖ ( Colch., fr. 323 N.)· 〈ὃ〉 οἱ νῦν κινάραν λέγουσιν. Πρατὴρ ὀξυτόνως ἀποδιδόμενος παρὰ Δημοσθένει ἐν τῇ πρὸς Πανταίνετον γραφῇ (997, 22).
212 Βαρύνει μᾶλλον· οὐχὶ βαρε ῖ . Ἐπίκαινα καὶ δευτερουργὰ καὶ ἔπεργα οἱ Ἀττικοὶ τὰ ἐπίγναφ α .
214 Πεζὴν ἑταίρα ν , τὴν ἄνευ ὀργάνου. Κηρίνη ν , θρυαλλίδα· Ἄρχιππος ὁ κωμικός (3 D.
215 )· ὃ οἱ νῦν κηρίολο ν . Ἰπνίο ν , ὃ οἱ νῦν μιλιάριο ν .
217 Κοχλιώρυχο ν , τὸ νῦν κοχλιάριο ν . Κωπάρια ἔλεγον οἱ ἀρχαῖοι τὰ νῦν μύστρ α .
219 Ἐγκαρπεῦσα ι , τὸ ἐμφυτεῦσαι τοῖς ἀκάρποις ὥστ’ εὐκαρπεῖν. Καθυφεῖναι λέγουσι· καθυφεῖσθαι δὲ οὐκέτι.
221 Δασυχειρόμακτρο ν , τὸ κατὰ τῆς τραπέζης. Καθειμένη ὁδό ς , ἡ πεδιὰς καὶ ὑπτία.
223 Ψυχάσαι καὶ ἀναψῦξα ι . Καὶ Ψυχασταὶ δρᾶμα Στράττιδος· οἷον ἀναψύχοντες. Ἐπαλλὰξ τὼ χεῖρε ἔχειν· ἐπὶ τοῦ τοὺς δακτύλους διαπλέξαντος· ὁμοίως τῷ παρ’ Ἀριστοφάνει ( Nub.
224 983)· μηδ’ ἴσχειν τὼ πόδ’ ἐπαλλάξ. Δυοῖν παρὰ Δημοσθένει ἀεί.
225 Οἱ δὲ ἄλλοι δυεῖν λέγουσιν. Ἀλαβαστροθήκην ἔλεγον οἱ ἀρχαῖοι καὶ ὁ Δημοσθένης ( De falsa leg.
226 , 415, 5)· ὃ οἱ νῦν κελλάριον. Εὑρέ ὀξυτόνως· τὸ δὲ λέγε βαρυτόνως, ὅτι ἐπὶ μὲν τοῦ εὑρέ μακρὰ ἡ πρώτη, ἕπεται δὲ βραχεῖα.
227 [5] Τὰ δὲ τοιαῦτα ὀξύνεται· εἰπέ, εὑρ έ · ἀλλὰ καὶ τὸ ἐλθέ διὰ τὴν θέσει μακράν· τὸ δὲ λέγε καὶ γράφε βραχείας ἔχει τὰς δύο· λέγ ε , γράφ ε . Τὸ δὲ λαβέ παρὰ τοῖς Ἀττικοῖς παραλόγως ὀξύνεται. Λάγνος ἐπὶ τῶν ἀνδρῶν· οὕτως Ἀριστοφάνης· παρά τισι λάγνη ς · μάχλος δὲ ἐπὶ τῶν γυναικῶν· καὶ μαχλά ς , ὡς Μένανδρος.
228 [5] Καί ἐστι λάγνος σύνθετον ἐκ τοῦ λα ἐπιτατικοῦ μορίου καὶ τοῦ γόνος· ἔστι γὰρ πολύγονος. Ὅτι πυξίδας οὐκ ἔλεγον, ἀλλ’ ἱμάντα ς · ἱμάντας ἥξω δεῦρο πυκτικοὺς ἔχων· παρὰ τῷ Εὐπόλιδι (fr.
229 22 D.). Τῶν δὲ διὰ τοῦ –ίζω ῥημάτων τῶν ὑπὲρ δύο συλλαβὰς τοὺς μέλλοντας κατὰ περιγραφὴν τοῦ ζ λέγουσιν οἱ Ἀττικοί· οἷον κομίζω κομι ῶ , κιθαρίζω κιθαρι ῶ , λακωνίζω λακωνι ῶ .
230 [5] Πρόκειται «ὑπὲρ δύο συλλαβὰς» διὰ τὸ πρίζ ω , κτίζ ω · «διὰ τοῦ –ιζω» δέ, διὰ τὸ κατάζ ω , πελάζω καὶ τῶν ὁμοίων· ταῦτα γὰρ ὁμοίως ἡμῖν προσφέρονται. Ἀπὸ μέντοι τοῦ δανείζ ω , οὐκέτι δανείω λέγουσιν, οὐδὲ δανειοῦμα ι , ἀλλὰ δανείσω καὶ δανείσομα ι . Τρώγειν καὶ ἐσθίειν διαφέρει· τὸ μὲν τρώγειν ἐπὶ τῶν ἀλόγων ζῴων· ἔστι δὲ καὶ ἐπὶ τῶν ἀνθρώπων τὸ τρώγειν.
231 [5] Εὔπολις (fr. 23 D.)· κἀν ποίᾳ πόλει τοσοῦτος 〈ὢν〉 τὸ μέγεθος ἰχθὺς τρώγεται; Μᾶλλον δὲ ἐπὶ τῶν τραγημάτων χρῶνται τῷ τρώγ ω . Ἐπίχαρις καὶ ἐπιχάριτο ς , ἐάν τε ἀρσενικὸν ἐάν τε θηλυκὸν ᾖ.
232 [5] Τὰ γὰρ σύνθετα τὴν τῶν ἁπλῶν φυλάσσει κλίσιν· καλὸς καλο ῦ , φιλόκαλος φιλοκάλο υ . Οὕτως οὖν χάρις χάριτο ς , ἐπίχαρις ἐπιχάριτο ς . Τὸ ἐξεῖναι ὑφ’ ἓν λέγουσιν, οὐ διαιροῦντες ἐξὸν εἶναι.
234 Εὔχρως καὶ λευκόχρω ς · μελαγχρὴς διὰ τοῦ η. Οὐδέποτε καὶ οὐδεπώποτ ε · παράκειται μὲν ταῦτα ἀλλήλοις, διαφέρει δέ.
235 [10] Τὸ μὲν γὰρ οὐδεπώποτε ἐπὶ τοῦ παρεληλυθότος χρόνου, τὸ δὲ οὐδέποτε ἐπὶ τοῦ μέλλοντος· οἷον οὐδεπώποτε ἐποίησα, οὐδέποτε ποιήσω. Καὶ ὁ Αἰσχίνης ( In Tim., I, 1)· «οὐδένα πώποτε πολιτῶν οὔτε γραφὴν γραψάμενος, οὐτ’ ἐν εὐθύναις λυπήσας». Πολλάκις δὲ οὐδέποτε καὶ ἐπὶ τοῦ παρεληλυθότος χρόνου λαμβάνεται· ἔστι δ’ ὅτε καὶ τοῦτο συγχέουσιν. Ἀριστογείτων ἐν τῷ κατὰ Τιμοκράτους· «ὡς οὐδεπώποτε δώσει δίκην». Πείθεσθαι καὶ πιστεύειν διαφέρει· πιστεύειν μὲν γὰρ ὑποσχέσεσι, πείθεσθαι δὲ συμβουλεύοντι.
237 Ἐπιδοῦναι καὶ μεταδοῦναι διαφέρει· ἐπιδοῦναι μὲν γὰρ πόλει ἢ ἔθνει, μεταδοῦναι δὲ φίλῳ ἢ πολίτῃ. Δωρεῖσθαι τὸ ἐκ χειρὸς δοῦναι· χαρίζεσθαι δὲ ἐπὶ τῶν ἔργων.
239 [5] Τοῦ ἐσθίω ὁ παρατατικὸς ἤσθιο ν , ὁ παρακείμενος ἐδήδοκα καὶ ὁ ὑπερσυντελικὸς ἐδηδόκει ν · Ὁ δὲ ἀόριστος ἔφαγο ν · ὧν ἔφαγόν τ’ ἔπιόν τε (ο 373). Καὶ ὁ μέλλων ἔδομαι· Οὖτιν ἐγὼ πύματον ἔδομαι (ι 369). Αἱρετὸς καὶ αἱρετέος διαφέρει· αἱρετὸς μὲν γὰρ ὁ δι’ αὑτὸν, αἱρετέος δὲ ὁ δι’ ἀπορίαν ἄλλου.
241 Ἀχρεῖος παρὰ τοῖς Ἀττικοῖς βαρυτόνως. Τὰ ἐν τόπῳ ἐπιρρήματα ἰσοδυναμεῖ τῇ ἐν προθέσει μετὰ δοτικῆς πτώσεως· τὸ γὰρ Θήβῃσιν ἐν Θήβαις ἐστὶ καὶ τὸ Ἀθήνῃσιν ἐν Ἀθήναις.
242 [10] Τὰ δὲ εἰς τόπον τῇ εἰς προθέσει μετὰ αἰτιατικῆς πτώσεως· οἷον Θήβαζε ἄπειμι· ἔστι γὰρ εἰς Θήβας· Ἀθήναζε, εἰς Ἀθήνας. Τὰ δὲ ἐκ τόπου ἰσοδυναμεῖ τῇ ἐξ προθέσει μετὰ γενικῆς πτώσεως· οἷον Θήβηθεν, ἐκ Θηβῶν, Ἀθήνηθεν παραγίνομαι, ἀντὶ τοῦ ἐξ Ἀθηνῶν. Ὅθεν οἱ λέγοντες ἐξ οἴκοθεν παραγίνομαι ἁμαρτάνουσι· δὶς γὰρ τὴν ἐξ πρόθεσιν παραλαμβάνουσιν. Σημειωτέον οὖν τὸ ὁμηρικὸν ἐξ οὐρανόθεν (Η 19) καὶ τὸ παρὰ τῷ Ἡσιόδῳ· ἐγὼ δ’ ἐξ ἀγρόθεν ἥκω. Ἀτεχνῶ ς · οὕτω λέγουσιν οἱ Ἀττικοὶ περισπωμένως· σημαίνει τὸ ἁπλῶς.
243 Τὸ δὲ ἀτέχνως βαρυτόνως λεγόμενον τὸ ἄνευ τέχνης σημαίνει. Ἕωλον τὸ ὑπολειφθὲν εἰς τὴν ἑξῆς ἕω οὕτω καλοῦσιν.
245 Ἄναντες καὶ κάταντες βαρυτόνως μᾶλλον. Κωμῳδοποιοὺς καὶ τραγῳδοποιοὺς τοὺς ποιητάς· τραγῳδοὺς δὲ καὶ κωμῳδοὺς τοὺς ὑποκριτὰς καὶ χορευτάς.
247 Ἐπιστεῖλαι καὶ ἐπισκῆψαι διαφέρει· ἐπιστεῖλαι μὲν γὰρ τὸ διὰ γραμμάτων· ἐπισκῆψαι δὲ διὰ λόγων. Τὸ ἐντειλέσθαι σπάνιον. Ὄχημα ἐπὶ ζεύγους ἡμιόνων, ἅρμα δὲ ἐπὶ ἁμιλλητηρίου καὶ πολεμιστηρίου.
249 Πολιτεύειν καὶ πολιτεύεσθαι λέγουσιν· πολιτευτὴν δὲ οὐκέτι, ἀλλ’ ἢ δημηγόρο ν . Τὸ συνειδέναι καὶ τὸ συνειδό ς · συνείδησιν δὲ οὐκέτι.
250 Καὶ Αἰσχίνης· «ὅτι δὲ οὕτως ἔχει .........». Καὶ ὁ Εὐριπίδης ( Orest. 396). ἡ σύνεσις, ὅτι σύνοιδα δείν’ εἰργασμένος. Πυθο ῦ , λαβο ῦ · οὕτως οἱ Ἀττικοὶ περισπῶσι.
252 Γενέσθα ι , λαβέσθαι παροξυτόνως μᾶλλον προσενεκτέον. Δύσερω ς , φιλόγελω ς , χρυσόκερως προπαροξυτονοῦντες οἱ Ἀττικοὶ λέγουσιν.
254 Ἐπιτάδε καὶ ἐπέκεινα, βαρυτόνως οἱ Ἀττικοί. Τὸ ὤφελον συντάττεται πτώσει ὀνομαστικῇ καὶ ἐγκλίσει ἀπαρεμφάτῳ καὶ χρόνῳ παρεληλυθότι· οἱ δὲ ἀοριστικοῖς συντάττοντες ἁμαρτάνουσιν.
256 Τὸ πολυωρεῖν γενικῇ συντάττουσι καὶ τὸ ὀλιγωρεῖν ὁμοίως λέγουσιν· ὀλιγορῶν τοῦδε. Καὶ τὸ λαβέσθαι μᾶλλον γενικῇ συντάττουσιν.
258 Ἔχειν τὸν ἀγρὸν καὶ λαβεῖν τὸν ἵππον. Πείθεσθαι δοτικῇ συντάττεται· πείθεσθαι τῷ πατρί.
259 Καὶ Ὅμηρος (α 123). πείθεσθαι τῷ γέροντι. Πείθω σε τόδε καὶ πρὸς τόδε.
260 Πείθομαί 〈σοι〉. Παρὰ δὲ τὰς προθέσεις σημειώσαιτ’ ἄν τις ὑπὸ μάλην τὸ κατὰ συντάξιν.
261 Καίτοι μασχάλην κατ’ αὐτὸ λέγουσιν. Ἀποπέμπει ἀνὴρ τὴν γυναῖκα· ἀπολείπει δὲ ἡ γυνὴ τὸν ἄνδρα.
263 Τόνδε ἀποστερῆσαι τόδ ε , οὐ τοῦδ ε . Χάριν ἔχειν καὶ χάριν εἰδένα ι , ὁμοίως ἀμφοτέροις χρῶνται.
265 Πρὸς περίπατον ἐξιέναι καὶ εἰς περίπατο ν . Λόγιος ὁ ἱστορίας ἔμπειρος, οὐχ ὁ δεινὸς λέγειν.
266 Καὶ Ἡρόδοτος «Περσέων μὲν νῦν οἱ λόγιοι» φησί (I, I), περὶ τῶν τὰ ἐπιχώρια ἐξηγουμένων ποιούμενος τὸν λόγον. Βάναυσος ὁ χειροτέχνης, οὐχ ὁ θρυπτικός· καὶ βαναυσικαὶ τέχναι λέγονται αἱ τῶν τοιούτων.
268 Μετριάζειν ἐπὶ τοῦ μετρίως φέρειν, οὐδέποτε ἐπὶ τοῦ ἀσθενεῖν. Ὅραμ α , οὐ τὸ ἐνύπνιον, ἀλλὰ τὸ θέαμα.
270 Εὐφραίνειν τὸ μετ’ ὠφελείας ψυχαγωγεῖν· τέρπειν δὲ τὸ μετ’ ἀπάτης. Ποῖ τὸ εἰς τόπον.
271 Καὶ ὁ Πλάτων ποῖ (revera πῶς) καὶ πόθεν ( Phaedr., 269d); Καὶ πῇ οἱ Ἴωνες. Ποῦ δὲ τὸ ἐν τόπῳ. Ἁμαρτάνουσιν οἱ λέγοντες ποῦ πορεύῃ ἀντὶ τοῦ πο ῖ , ἢ ποῦ ἦς καὶ ποῦ ἐγένου.
273 Οὐχ ἑκὼν εἶνα ι , οὐκέτι δὲ ἑκὼν εἶνα ι , ἀλλ’ ἁπλῶς ἑκών, ἄνευ τοῦ εἶνα ι . Ἀναλγὴς καὶ ἀνάλγητος διαφέρει· ἀναλγὴς μὲν γὰρ ὁ μὴ ἔχων νόσημά τι, ἀνάλγητος δὲ ὁ τοῦ προσήκοντος μὴ ἐπιστρεφόμενος.
275 Πεινῆν καὶ διψῆ ν , δώρια ὄντα, ἡμῖν ἄπειρα, παρὰ τοῖς Ἀττικοῖς. Οὐκ ἂν ἄλλως εἴποις κατὰ πάντα τὰ πρόσωπα καὶ τοὺς ἀριθμοὺς ἢ διὰ τοῦ η. Πίομα ι , οὐχὶ πιοῦμα ι · καὶ τὸ δεύτερον πί ῃ , καὶ τὸ τρίτον πίετα ι .
276 Καὶ Ἀριστοφάνης ( Eq., 1289)· πίεται ποτηρίου. Ἀποστεῖλαι τὸν χιτῶνα, ὅπερ οἱ νῦν ἀπορράψα ι .
278 Τὸ προπηλακίζειν ἐπὶ τοῦ ὑβρίζειν, οὐχ ὥσπερ οἱ νῦν ἐπὶ τοῦ τρέπειν καὶ προάγειν εἴς τι. Ἑτερόφθαλμος ὁ ἀφῃρημένος τὸν ἕτερον τῶν ὀφθαλμῶν, ὡς ὁ Φίλιππος.
279 Μονόφθαλμος ὁ ἐκ γενετῆς ἕνα ἔχων ὀφθαλμόν, ὡς οἱ Κύκλωπες. Ἀσφαλὲς καὶ ἀσφαλέστερο ν · ἀσφαλίζεσθαι δὲ οὐκέτι.
281 Ζώνη ἐπὶ ἀνδρῶν καὶ γυναικῶν· ζώνιον δὲ ἐπὶ γυναικῶν μόνον. Παιδίσκη ἐπὶ τῆς ἐλευθέρας· λέγουσι δὲ οὕτω τὴν νέαν.
283 Παιδισκάριον δὲ ἐπὶ τῆς δούλης· δουλάριον οὐδέποτε ἐπὶ τοῦ ἄρρενος, ἀλλ’ ἐπὶ τοῦ θήλεος. Τὸ πέπερι κατὰ μίαν πτῶσιν κλίνεται· λέγουσι δὲ πεπέριδας.
285 Ἐβλασφήμησεν εἰς αὐτόν, καὶ περὶ αὐτοῦ, καὶ κα τ ’ αὐτοῦ· οὐχὶ ἐβλασφήμησεν αὐτό ν . Οὕτω δὲ ὁ Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου (228, 15; 253, 1). Κατέχειν ξίφος τῇ χειρί, οὐ κρατεῖ ν · τὸ κρατεῖν ἐπὶ τοῦ περιγενομένου τινός, οἷον τὸ κρατεῖν τῶν πολεμίων καὶ κρατεῖν τοὺς πολέμους.
287 Πρόεισι καὶ ἔξεισιν ἐπὶ τοῦ μέλλοντος μόνον, ἀντὶ τοῦ προήξει καὶ ἐξήξε ι · ἐπὶ δὲ τοῦ ἐνεστῶτος προέρχεται καὶ ἐξέρχεται. Προϊέναι καὶ ἐξιέναι σὺν τῷ ε.
288 Ἥξει καὶ ἀφίξετα ι , οὐχὶ ἐλεύσετα ι · ἰωνικὸν γὰρ τοῦτο. Πλευσοῦμα ι , οὐχὶ πλεύσομα ι · ὅμοιον τῷ μαχοῦμαι καὶ ὁμοῦμα ι .
290 Ὑποβαίνειν ἐπὶ τῶν ἵππων λέγουσιν ὅταν ἐγκλίνωσιν αὐτοὺς ὑπὲρ τοῦ ῥᾷον εἶναι ἀναβῆναι τὸν ἱππέα. Ἠτριαία τὸ ὑπογάστριον· λέγουσι δὲ καὶ τὸ ὑπογάστριο ν .
291 Ἀριστοφάνης ( Vesp. 195)· ὑπογάστριον γέροντος ἡλιαστικοῦ. Ἧπαρ καρποῦ ἔλεγον οἱ ἀρχαῖοι ὅπερ οἱ νῦν συκωτό ν .
293 Φιλόπολις οὐχὶ φιλόπατρι ς · καὶ φιλοπόλιδο ς · οὕτως οἱ Ἀττικοί. Γενέθλι α , οὐχὶ γενέσι α · ἐπὶ γὰρ τῶν τελευτηκότων τὰ γενέσια ἔλεγον.
295 Προκοπὴν οὐ λέγουσιν, ἀλλ’ ἐπίδοσιν καὶ αὔξησι ν . Ὄπισθεν σὺν τῷ ς· τὸ γὰρ ὄπιθεν ἰωνικόν.
297 Λαλίστατο ι , ὀψοφαγίστατο ι , κλεπτίστατο ι · τὸ ὑπερθετικόν. Λῃστά ς , οὐ πειρατά ς · καὶ λῃστεύει ν , οὐ πειρατεύει ν .
298 Καὶ Θουκυδίδης (I, 5, 2)· «καὶ οἱ παλαιοὶ τῶν ποιητῶν τὰς πύστεις τῶν καταπλεόντων πανταχοῦ ὁμοίως ἐρωτῶντες εἰ λῃσταί 〈εἰσιν〉». Κεραννύει ν , οὐχὶ κιρνᾶν.
300 Ἐρρύ η , οὐχὶ ἔρρευσε ν · «ὁ γὰρ Ἀσωπὸς ποταμὸς ἐρρύη πολύς», Θουκυδίδης (II, 5, 2). Καὶ ῥυῆνα ι , οὐχὶ ῥεῦσα ι . Προτέλεια οἱ Ἀττικοί· προγάμια δὲ οἱ Δωρίδες.
302 Ἡ ἔγχελυς διὰ τοῦ υ, ὅταν ἑνικῶς λέγεται· καὶ ἐγχέλεις δὲ διὰ τῆς ει διφθόγγου πληθυντικῶς. Ἐπίτεξ ἡ γυνή, οὐχὶ ἐπίτοκο ς .
304 Ὀσμ ή , οὐχὶ ὀδμ ή , καὶ εὔοσμο ν , καὶ κάκοσμο ν · ἡ δὲ ὀδμὴ παρὰ τοῖς Ἴωσιν. Ἀργὸς κοινόν ἐστιν ὄνομα ἐπὶ τε ἀρσενικοῦ καὶ θηλυκοῦ· οἷον ἀργὸς ἀνὴρ καὶ ἀργὸς ἡ ἑταίρα.
305 [5] Καὶ ὁ Κωμικός (Incert. poetarum fr. 590 K.; 34 D.)· ἀργοὶ κάθηνταί μοι γυναῖκες τέτταρες. Καὶ ἔστι τὸ πλῆρες ἀεργό ς . Τὰ εἰς –ος λήγοντα ὑπὲρ δύο συλλαβὰς σύνθετα κοινά ἔστι ἀρσενικοῦ καὶ θηλυκοῦ· οἷον ὁ ἔνδοξος καὶ ἡ ἔνδοξο ς , ὁ φιλόλογος καὶ ἡ φιλόλογο ς · ὁμοίως φιλότιμος, φιλότιμος. Ἔγημεν ὁ ἀνήρ, ἐγήματο δὲ ἡ γυνή.
307 Τορεῦσα ι , οὐχὶ τορῆσα ι . Τὸ φρούριον τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν.
309 Σκηνῆσαι διὰ τοῦ η, οὐχὶ σκηνῶσα ι . Γῆμον ἐρεῖς πρὸς τοὺς ἄνδρας· γῆμαι δὲ πρὸς τὴν γυναῖκα.
311 Ἐπορθρεῦσα ι , ἐφεσπερεῦσαι ἀμφοτέρως παρὰ Πλάτωνι. Ἡδύσματ α , οὐχὶ ἀρτύματ α .
313 Μαθητή ς , μαθητεύειν δὲ οὐκέτι· καίτοι ἀπὸ τοῦ φοιτητὴς φοιτᾶν λέγουσιν. Ἄρκτος σὺν τῷ τ· καὶ ἀπαρκτίας ἄνεμος.
315 Τίθεται τὸ ὁριστικόν, καὶ ἐὰν τιθῆται τὸ ὑποτακτικόν. Ἱστάναι καὶ συνιστάνα ι , οὐχὶ συνιστᾶ ν .
317 Ὁ πῆχυ ς , τοῦ πήχεως καὶ τῶν πήχεω ν , οὐχὶ τῶν πηχῶ ν · ἰσοσύλλαβος ἡ γενικὴ πληθυντικὴ τῇ γενικῇ 〈ἑνικῇ〉. Ἀπήντησ ε , οὐχὶ ἀπηντᾶτ ο · ἰωνικὸν γάρ.
318 Ἀπαντῆσαι ἐπὶ τοῦ τυχεῖν καθ’ ὁδόν τινι, ὑπαντῆσαι δὲ λόγῳ. Ἐγγυτέρω καὶ κατωτέρ ω · ἐνδοτέρω δὲ οὐκέτι, ἀλλ’ ἔνδον μᾶλλον.