eul_wid: qnq-ac

Monobiblos-Not All Verbs Being Conjugated in All Tenses
Μονόβιβλον περὶ τοῦ μὴ πάντα τὰ ῥήματα κλίνεσθαι

Herodian of Alexandria Monobiblos Not All Verbs Being Conjugated in All Tenses PDF

The Monobiblos on Not All Verbs Being Conjugated in All Tenses is a grammatical treatise by the second-century CE Alexandrian scholar Herodian. As indicated by its title, the work provides a systematic analysis of defective verbs in ancient Greek, specifically examining the phonological and morphological reasons why certain verbs lack forms in particular tenses, moods, or voices. Structured as a concise, single-book study, it is composed in Attic Greek prose and organized into six passages that progress from general principles to specific verbal examples. It was intended for an advanced scholarly audience during the Roman Imperial period, reflecting the broader Alexandrian tradition of creating a descriptive and systematic framework for Greek morphology. The original text is no longer extant but survives through fragments and quotations preserved in the works of later Byzantine grammarians and encyclopedias, attesting to the enduring influence of Herodian's vast grammatical scholarship.

[25] ΜΟΝΟΒΙΒΛΟΝ ΠΕΡΙ ΤΟΥ ΜΗ ΠΑΝΤΑ ΤΑ ΡΗΜΑΤΑ ΚΛΙΝΕΣΘΑΙ ΕΙΣ ΠΑΝΤΑΣ ΤΟΥΣ ΧΡΟΝΟΥΣ. Choer. 609, 35: ἰστέον ὅτι τὸ μὲν εἶπα καὶ ἤνεγκα κλίνεται καὶ εἰς μετοχὰς καὶ τὰς λοιπὰς ἐγκλίσεις, εἶπαι γὰρ καὶ ἐνέγκαι τὸ ἀπαρέμφατον ὥσπερ τύψαι καὶ γράψαι καὶ εἶπον καὶ ἔνεγκον τὸ προστακτικὸν ὡς τύψον καὶ γράψον, ὡς παρὰ Μενάνδρῳ «εἶπον δὲ τί ποιεῖν μέλλετε» ἀντὶ τοῦ εἰπέ καὶ εἴπαιμι καὶ ἐνέγκαιμι τὸ εὐκτικὸν ὥσπερ τύψαιμι καὶ γράψαιμι καὶ ἐὰν εἴπω καὶ ἐνέγκω τὸ ὑποτακτικὸν ὥσπερ καὶ ἐὰν τύψω καὶ ἐὰν γράψω καὶ εἴπας καὶ ἐνέγκας ἡ μετοχὴ ὥσπερ τύψας καὶ γράψας οἷον «εἴπας ἥλιε χαῖρε Κλεόμβροτε» παρὰ Καλλιμάχῳ ἀντὶ τοῦ εἰπών· τὸ δὲ ἔδωκα ἔθηκα ἧκα οὐ κλίνεται οὔτε εἰς μετοχὰς οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις, ὁριστικὰ γὰρ μόνον ἔχει. Choer. 784, 28: ἡνίκα ὁ παθητικὸς παρακείμενος ὁ ὁριστικὸς ἔχει πρὸ τοῦ μ σύμφωνον ἢ τὸ υ φωνῆεν, τότε τὸ εὐκτικὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος· σύμφωνον μὲν πρὸ τοῦ μ οἷον τέτυμμαι τετυμμένος εἴην, κέκαρμαι κεκαρμένος εἴην, λέλεγμαι λελεγμένος εἴην· τὸ δὲ υ πρὸ τοῦ μ , οἷον τέθυμαι τεθυμένος εἴην, λέλυμαι λελυμένος εἴην, πεπαίδευμαι πεπαιδευμένος εἴην, λέλουμαι λελουμένος εἴην.
3,2 780 [35] διὰ τοῦτο δὲ γίνεται, ἐπειδὴ τὰ εἰς μην εὐκτικὰ θέλει πρὸ τοῦ μ δίφθογγον ἔχειν τὴν μετὰ τοῦ ι , οἷον τυπτοίμην, τυψαίμην· ἐὰν οὖν, ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ τὸ υ , γένηται εὐκτικὸν κατὰ τὴν ἀναλογίαν τοῦ ι πρὸ τοῦ μ προσερχομένου, μέλλει εἶναι τὸ εὐκτικὸν τεθυίμην καὶ λελυίμην, ὅπερ ἐστὶν ἀδύνατον· οὐδέποτε γὰρ μετὰ τὴν υι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον, οἷον μυῖα καὶ τὰ λοιπά· ἀλλὰ καὶ ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ σύμφωνον, ἐὰν γένηται τὸ εὐκτικὸν κατὰ ἀναλογίαν, μέλλει τοῦ ι πρὸ τοῦ μ προσερχομένου εἶναι τὸ εὐκτικὸν τετυμίμην καὶ ἐφθαρίμην καὶ λελεγίμην καὶ ἐσπαρίμην, καὶ οὐκέτι εὑρίσκεται πρὸ τοῦ μ τὸ ι ἐν διφθόγγῳ, ὅπερ ἐστὶν ἄτοπον· ὡς γὰρ εἴρηται, τὰ εἰς μην εὐκτικὰ θέλει πρὸ τοῦ μ δίφθογγον ἔχειν τὴν μετὰ τοῦ ι οἷον τυπτοίμην τυψαίμην τυφθησοίμην. τούτου οὖν χάριν, ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ σύμφωνον ἢ τὸ υ ἐν τῷ παθητικῷ παρακειμένῳ τῷ ὁριστικῷ, τὸ εὐκτικὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος. εἰ δέ τις εἴποι καὶ γενέσθαι κατὰ ὑπερβιβασμὸν τοῦ ι , ἵνα εὑρεθῇ ἐν διφθόγγῳ τὸ ι οἷον τετυίμμην, λελείγμην, ἐσπαίρμην, λέγομεν ὅτι πρῶτον μὲν ἐν τῷ τετυίμμην εὑρεθήσεται μετὰ τὴν υι δίφθογγον σύμφωνον ἐπιφερόμενον, ὅπερ ἀδύνατον, ἄλλως τε δὲ ἐν τῷ λελείγμην καὶ ἐσπαίρμην οὐχ εὑρεθήσεται τὸ ι πρὸ τοῦ μ καὶ ἐν διφθόγγῳ, ἀλλὰ πρὸ τοῦ ἑτέρου συμφώνου, ὅπερ ἐστὶν ἀδύνατον. ὡς γὰρ εἴρηται, τὰ εἰς μην εὐκτικὰ πρὸ τοῦ μ θέλει ἔχειν τὴν μετὰ τοῦ ι δίφθογγον οἷον τυπτοίμην, τυψαίμην. εἰ δέ τις εἴποι πάλιν ἀποβάλλεσθαι τὸ πρὸ τοῦ μ σύμφωνον καὶ λοιπὸν εὑρίσκεται πρὸ τοῦ μ τὸ ι ἐν διφθόγγῳ οἷον λελείμην, ἐσπαίμην, λέγομεν ὅτι ἐὰν ἀποβληθῇ τὸ ἓν σύμφωνον, ἀσήμαντος μένει ἡ λέξις. Choer. 795, 20: ἰστέον ὅτι ἡ δʹ συζυγία τῶν εἰς μι οὐκ ἔχει ὑποτακτικὰ διὰ τοιαύτην αἰτίαν. τὰ ὑποτακτικὰ τῶν εἰς μι θέλει ὁμοφωνεῖν τοῖς πρωτοτύποις τῶν εἰς μι οἷον τιθῶ τίθημι ἐὰν τιθῶ, ἱστῶ ἵστημι ἐὰν ἱστῶ, διδῶ δίδωμι ἐὰν διδῶ. κατὰ τοῦτον οὖν τὸν κανόνα καὶ τὰ ὑποτακτικὰ τῆς δʹ συζυγίας τῶν εἰς μι ἀναγκάζεται ὁμοφωνεῖν τοῖς πρωτοτύποις τῶν εἰς μι οἷον ζευγνύω ζεύγνυμι ἐὰν ζευγνύω, ὀλλύω ὄλλυμι ἐὰν ὀλλύω, πηγνύω πήγνυμι ἐὰν πηγνύω. ἀλλὰ μὴν οὕτως οὐκ ἠδύνατο εἶναι, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶς παρῳχημένος ὁριστικός, μὴ ἔχων τὸ μ κλιτικόν, τρέπων τὴν τελευταίαν συλλαβὴν εἰς ω καὶ ἀποβάλλων τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν τὸ ὑποτακτικὸν ποιεῖ· οἷον ἔτυπτον ἐὰν τύπτω, ἔμαθον ἐὰν μάθω.
3,2 781 [40] καὶ περισπᾶται τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην οἷον ἐτύφθην τυφθείς τυφθέντος ἐὰν τυφθῶ, ἐτύπην τυπείς τυπέντος ἐὰν τυπῶ, ἐνύγην νυγείς νυγέντος ἐὰν νυγῶ, ἐδάρην δαρείς δαρέντος ἐὰν δαρῶ, ἐτίθην τιθείς τιθέντος ἐὰν τιθῶ, ἵστην ἱστάς ἱστάντος ἐὰν ἱστῶ, ἐδίδων διδούς διδόντος ἐὰν διδῶ. οὕτως οὖν καὶ ἀπὸ τοῦ παρατατικοῦ τοῦ ἐπήγνυν καὶ ἐζεύγνυν καὶ ὤλλυν τροπῇ τῆς ἐσχάτης εἰς ω καὶ ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως ἐὰν πηγῶ καὶ ἐὰν ὀλλῶ καὶ ἐὰν ζευγνῶ, καὶ ἀναγκάζεται γενέσθαι περισπωμένως, ἐπειδὴ καὶ ταῦτα ἔχει τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην οἷον πηγνύς πηγνύντος, ὀλλύς ὀλλύντος, ζευγνύς ζευγνύντος, ὀμνύς ὀμνύντος. τῶν οὖν δύο κανόνων μαχομένων καὶ τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος αὐτὰ ὁμοφωνεῖν τοῖς πρωτοτύποις τῶν εἰς μι , τοῦ δὲ ἑτέρου τὴν εἰς ω μετὰ περισπωμένου τόνου κατάληξιν οἷον ἐὰν πηγνῶ, ἐὰν ζευγνῶ, ἐὰν ὀμνῶ, ἐξ ἀνάγκης ἐπιλιμπάνει τὰ ὑποτακτικὰ τῆς δʹ συζυγίας τῶν εἰς μι . Choer. 810, 26: ἰστέον ὅτι ἡνίκα ὁ παθητικὸς παρακείμενος ὁ ὁριστικὸς οὐκ ἔχει πρὸ τοῦ μ σύμφωνον, τότε τῷ κοινῷ κανόνι ποιεῖ τὸ ὑποτακτικὸν, τουτέστι πρὸ τοῦ μ δεχόμενος τὸ ω οἷον πεποίημαι ἐὰν πεποιῶμαι, κέκτημαι ἐὰν κεκτῶμαι, μέμνημαι ἐὰν μεμνῶμαι, προπερισπωμένως, καὶ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως φυλαττομένης, ἡνίκα δὲ ὁ παθητικὸς παρακείμενος ὁ ὁριστικὸς ἔχει πρὸ τοῦ μ σύμφωνον, τότε τὸ ὑποτακτικὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος οἷον τέτυμμαι ἐὰν τετυμμένος ὦ, ἔφθαρμαι ἐὰν ἐφθαρμένος ὦ, ἔσπαρμαι ἐὰν ἐσπαρμένος ὦ, ἐπειδὴ τὰ εἰς μαι ὑποτακτικὰ θέλει ἔχειν πρὸ τοῦ μ τὸ ω οἷον ἐὰν τύπτωμαι, ἐὰν τύψωμαι, ἐὰν λάβωμαι, ἐὰν ποιῶμαι. ἐὰν οὖν ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ σύμφωνον γένηται ὑποτακτικὸν κατὰ ἀναλογίαν, μέλλει τοῦ ω πρὸ τοῦ μ προσερχομένου εἶναι ὑποτακτικὸν ἐὰν τετύπωμαι καὶ ἐὰν ἐφθάρωμαι καὶ ἐὰν ἐσπάρωμαι καὶ ἐὰν λελέγωμαι, καὶ λοιπὸν γίνεται τὸ ὑποτακτικὸν περιττοσυλλαβοῦν τοῦ ἰδίου ὁριστικοῦ, ὅπερ ἐστὶν ἄτοπον. τούτου χάριν ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ σύμφωνον, τὸ ὑποτακτικὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος. Choer. 811, 20: ἰστέον, ὅτι φησὶν ὁ Ἡρωδιανὸς ἐν τῷ μονοβίβλ ῳ, ἐν ᾧ διαλαμβάνει περὶ τοῦ μὴ πάντα τὰ ῥήματα κλίνεσθαι εἰς πάντας τοὺς χρόνου ς, ὅτι καὶ ἐὰν εὑρεθῇ ἐν τῷ παθητικῷ παρακειμένῳ τῷ ὁριστικῷ πρὸ τοῦ μ δίφθογγος ἡ διὰ τοῦ υ , τὸ ὑποτακτικὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος· πεπαίδευμαι ἐὰν πεπαιδευμένος ὦ, λέλουμαι ἐὰν λελουμένος ὦ. An.
3,2 782 (2) [30] Ox. IV 338: περὶ ἀκλίτων ῥημάτων Αἰλίου Ἡρωδιανοῦ. Τὰ εἰς βω λήγοντα ῥήματα, ἂν ἐν τῇ πρὸ τέλους συλλαβῇ ἔχῃ τὸ ε , μὴ ὑποτεταγμένου αὐτῷ τοῦ ι , οὐ κλίνεται παρὰ τοῖς παλαιοῖς εἰ μὴ ἄχρι τοῦ παρατατικοῦ οἷόν ἐστι τὸ ῥέμβομαι καὶ σέβω σέβομαι. εὑρέθη δὲ παρὰ τῷ Σοφοκλεῖ ἐσέφθην. Τὰ εἰς σκω ἄχρι τοῦ παρατατικοῦ κλίνεται, γηράσκω, τιτρώσκω, ἀρέσκω, πιφαύσκω τὸ φανερῶ, μεθύσκω, στερίσκω, πιπράσκω χωρὶς τοῦ θνήσκω θνήξω καὶ ἀλύσκω ἀλύξω. τὸ γὰρ δεδίδαχα οὐκ ὀφείλει ἀπὸ τοῦ διδάσκω κανονίζεσθαι, ἀλλ’ ἀπὸ τοῦ διδάχω, ἔνθεν ἡ διδαχή ὡς ἰάχω ἰαχή. τὸ δὲ διδασκῆσαι παρὰ Ἡσιόδῳ (Opp. 64) ὡς ἀπὸ περισπωμένου διδασκῶ ὡς ἀπὸ τοῦ ἀσκῶ ἀσκήσω. οὕτω δὲ καὶ τὸ βοσκήσω ἀπὸ τοῦ βοσκῶ περισπωμένου. τὸ γὰρ βαρυνόμενον ἄκλιτον ἐπίστασιν ἔχει. * Κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς χω λήγοντα βαρύτονα δισύλλαβα τῷ α καθαρῷ παραληγόμενα σπάνιά ἐστι, τὸ ἄχομαι καὶ τὸ μάχομαι. καὶ ταῦτα μὲν ἄχρι τοῦ παρατατικοῦ κλίνεται ὡς βαρύτονα, ἀπὸ δὲ τοῦ παρατατικοῦ ὡς περισπώμενα ποιεῖται τὴν κλίσιν. Ἡρωδιανό ς. Τὰ εἰς αθω λήγοντα ῥήματα ἄχρι τοῦ παρατατικοῦ μόνου κλίνεται οἷον κιάθω τὸ πορεύομαι, ἀμυνάθω βοηθῶ. σημείωσαι ὅτι σκιάσω καὶ ἐσκίασται καὶ ὅσα τοιαῦτα κινήματα ἀπὸ τοῦ θέματός ἐστι τοῦ σκιάζω. ὁμοίως καὶ τὸ πελάσω ἀπὸ τοῦ πελάζω. * Τὰ διὰ τοῦ εθω ἄχρι παρατατικοῦ κλίνεται οἷον ἐρέθω τὸ ἐρεθίζω, φλεγέθω, ἐμέθω τὸ ἐμῶ. * Τὰ διὰ τοῦ υθω ῥήματα ἄχρι παρατατικοῦ κλίνεται οἷον βαρύθω, μινύθω, φθινύθω. * Τὰ εἰς θω ῥήματα μετ’ ἐπιπλοκῆς συμφώνου ἄχρι παρατατικοῦ κλίνεται οἷον ἐρέχθω, ἄχθω. * Τὰ διὰ τοῦ ανω βαρύτονα ἄχρι τοῦ παρατατικοῦ κλίνεται, λαμβάνω, μανθάνω, κιχάνω, λανθάνω, ἐρυγγάνω τὸ ἐρεύγομαι.
3,2 783 [30] πρόσκειται «βαρύτονα» διὰ τὰ περισπώμενα οἷον διὰ τὸ στεφανῶ στεφανώσω. * Τὰ εἰς νω βαρύτονα τῷ ε παραληγόμενα ἄχρι παρατατικοῦ κλίνεται ὡς στένω, σθένω. τὸ γὰρ μένω ὡς ἀπὸ περισπωμένου ἔχει τὴν κλίσιν. * Τὰ διὰ τοῦ εινω ὑπὲρ δύο συλλαβὰς βαρύτονα ἄχρι παρατατικοῦ μόνου κλίνεται οἷον ἐρεείνω, φαείνω, ἀλεείνω. πρόσκειται «ὑπὲρ δύο συλλαβὰς» διὰ τὸ τείνω τενῶ. πρόσκειται «βαρύτονα» διὰ τὸ ταπεινῶ ταπεινώσω. * Τὰ εἰς μνω οἷον μίμνω, τέμνω, κάμνω ἄχρι παρατατικοῦ κλίνεται· ὁμοίως ἔχει καὶ δέμω, τέμω. ὁ γὰρ παρακείμενος αὐτῶν ὡς ἀπὸ περισπωμένου. * Τὰ διὰ τοῦ ειω παραγωγὰ ἢ ἀπὸ ἐνεστῶτος ἢ ἀπὸ μέλλοντος οἷον κιχῶ κιχείω, θῶ θείω, σῶ σείω, βρώσω βρωσείω, πολεμήσω πολεμησείω ἄχρι τοῦ παρατατικοῦ κλίνεται. * Τὰ διὰ τοῦ υω ὑπὲρ δύο συλλαβὰς ποιοῦντα παραγωγὰ εἰς μι καὶ τὰ ἀπὸ τούτων παραγόμενα εἰς μι ἄχρι παρατατικοῦ μόνου κλίνεται οἷον πηγνύω πήγνυμι, ὀμνύω ὄμνυμι, ὀλλύω ὄλλυμι, δεικνύω δείκνυμι, ῥηγνύω ῥήγνυμι, ὀρνύω ὄρνυμι. * Τὰ εἰς ω καθαρὸν τῇ υι διφθόγγῳ παραληγόμενα οἷον ὀπυίω, ἀλυίω, ἄχρι τοῦ παρατατικοῦ κλίνεται. * Ἐὰν ἔχῃ ἡ εʹ συζυγία τῶν βαρυτόνων τὴν πρώτην συλλαβὴν δεδιπλασιασμένην καὶ λήγει εἰς ἀμετάβολον οἷον καρκαίρω, μαρμαίρω, παμφαίνω, μορμύρω, ὁμοίως τὰ εἰς ω λήγοντα ἔχοντα πρὸ τοῦ ω δύο σύμφωνα κατ’ ἐπιπλοκήν, ὧν τὸ βʹ ἐστὶν ἀμετάβολον οἷον μέμβλω, ὄφλω, ἔγρω, δάκνω ἄχρι παρατατικοῦ κλίνεται. * Τὰ Ἀττικῶς βαρυνθέντα, ἀλέξω, αὔξω, ἕψω καὶ τὰ ποιητικὰ παρὰ μέλλοντος εἰς ἐνεστῶτα μεταγόμενα ὡς τὸ ὄρσω, ἐξ οὗ τὸ ὄρσεο, ἄξω «ἄξετε δὲ Πριάμοιο βίην» (Γ 105), οἴσω οἶσε, καὶ τὰ εἰς δω , εἰ ἔχει πρὸ τοῦ δ ἢ τὸ λ ἢ τὸ ν οἷον σπένδω, κυλίνδω, ἔλδω, μέλδω, ταῦτα πάντα ἄχρι τοῦ παρατατικοῦ κλίνεται. * Τὸν πίσω μέλλοντα ὁ τεχνικὸς μὴ εἰρῆσθαί φησι καὶ ταῦτα εἰρημένου αὐτοῦ καὶ παρὰ Πινδάρῳ οἷον «πίσω γε Δίρκης ὕδωρ» (Isthm.
3,2 784 VI 108) καὶ παρ’ Εὐπόλιδι «τῷ δ’ ἂν οἶνος εἴη πολύς, πίσει». ἀλλὰ μήποτέ ἐστιν εἰπεῖν μὴ εἰρῆσθαι ἐν πλάτει.