ΠΕΡῚ ΠΡΟΣΩΙΔΙ῀ΩΝ
Προσῳδίαι εἰσὶ δέκα· ὀξεῖα ´, βαρεῖα `, περισπωμένη ῀ , μακρά –, βραχεῖα, δασεῖα ҅, ψιλή ҆, ἀπόστροφος ', ὑφέν ͜, ὑποδιαστολή ⸒.
Διαιροῦνται δὲ αἱ προσῳδίαι εἰς τέσσαρα· εἰς τόνους, εἰς χρόνους, εἰς πνεύματα, εἰς πάθη.
Τόνοι μὲν οὖν εἰσι τρεῖς· ὀξύς ´, βαρύς `, περισπώμενος ῀. χρόνοι δύο· μακρὸς – καὶ βραχύς. πνεύματα δύο· δασὺ ҅ καὶ ψιλόν ҆. πάθη τρία· ἀπόστροφος ', ὑφέν ͜, ὑποδιαστολή ⸒.
Ἡ ὀξεῖα τόπους ἔχει τρεῖς· ὀξύτονον, παροξύτονον, ὃ καὶ βαρύτονον λέγεται, καὶ προπαροξύτονον, ὃ καὶ βαρύτονον παρατέλευτον λέγεται. ὀξύτονον ὄνομα καλεῖται τὸ ἐπὶ τοῦ τέλους ἔχον τὴν ὀξεῖαν, οἷον καλός σοφός δυνατός. παροξύτονον ὄνομα καλεῖται τὸ πρὸ μιᾶς συλλαβῆς τοῦ τέλους ἔχον τὴν ὀξεῖαν, οἷον Ἰωάννης Πέτρος. προπαροξύτονον ὄνομα καλεῖται τὸ πρὸ δύο συλλαβῶν τοῦ τέλους ἔχον τὴν ὀξεῖαν, οἷον Γρηγόριος Θεόδωρος.
Ἡ περισπωμένη τόπους ἔχει δύο, περισπώμενον καὶ προπερισπώμενον. περισπώμενον ὄνομα καλεῖται τὸ ἐπὶ τοῦ τέλους ἔχον τὴν περισπωμένην, οἷον Θωμᾶς Λουκᾶς. προπερισπώμενον ὄνομα καλεῖται τὸ πρὸ μιᾶς συλλαβῆς τοῦ τέλους ἔχον τὴν περισπωμένην, οἷον κῆπος δῆμος.
Ἡ γὰρ βαρεῖα συλλαβικὸς τόνος ἐστί, τουτέστιν εἰς τὴν συλλαβὴν τὴν μὴ ἔχουσαν τὸν κύριον τόνον ἐπὶ τέλους ἐτίθετο. ἀλλʼ ἵνα μὴ καταχαράσσωνται τὰ βιβλία, τοῦτο νῦν οὐ γίνεται, ἀλλʼ εἰς τὸν τόπον τῆς ὀξείας ἐν τῇ συνεπείᾳ τίθεται· οἷον ἄνθρωπος καλός. ἰδοὺ ἐνταῦθα εἰς τὸ λος ἐτέθη ἡ ὀξεῖα, ὅτι ἐπὶ τέλους εὑρέθη. ἐὰν δὲ εἴπῃς καλὸς ἄνθρωπος, ἰδοὺ ὧδε εἰς τὸ λος ἐτέθη ἡ βαρεῖα, ὅτι μετὰ ταῦτα ἐτέθη τὸ ἄνθρωπος.
Περὶ γὰρ τῆς μακρᾶς καὶ τῆς βραχείας οὐκ ἔστι νῦν πολλὴ χρεία.
Ἡ δὲ δασεῖα τίθεται εἰς γράμμα φωνῆεν δασυνόμενον, οἷον ἡμέρα ὥρα καὶ εἰς τὰ ὅμοια. ὁμοίως καὶ ἡ ψιλὴ τίθεται εἰς γράμμα φωνῆεν ψιλούμενον, οἷον ἔγραφον ὄνομα καὶ εἰς τὰ ὅμοια. φωνήεντα δὲ γράμματά εἰσιν ἑπτά· α ε η ι ο υ ω.
Ἡ δὲ ἀπόστροφος τίθεται, ὅτʼ ἂν διὰ τὴν καλλιφωνίαν κουφίζηται τὸ ἓν φωνῆεν γράμμα, ὁπηνίκα δύο φωνήεντά εἰσιν ἐν μιᾷ λέξει, οἷον οὐχʼ οὕτως, «οἱ ἀσεβεῖς οὐχʼ οὕτως». ἥρμοζεν γὰρ οὐχὶ οὕτως, «οἱ ἀσεβεῖς οὐχὶ οὕτως». ἀλλὰ διὰ τὴν καλλιφωνίαν ἐκουφίσθη τὸ ι, καὶ ἀντʼ αὐτοῦ εἰσῆλθεν ἄνωθεν ἡ ἀπόστροφος. οὕτως καὶ τὰ ὅμοια.
Ἡ δὲ ὑφὲν τίθεται, ὅτʼ ἂν δύο λέξεις ἐν τῷ ἅμα ὀφείλωσι λέγεσθαι, οἷον φιλό͜θεος ἀρχι͜στράτηγος, καὶ εἰς τὰ ὅμοια.
Ἡ δὲ διαστολὴ τίθεται, ὅτʼ ἂν διαστεῖλαι καὶ διαχωρίσαι ὀφείλωμέν τινα λέξιν, οἷον ἔστιν⸒ ἄξιος. μεταξὺ τοῦ ν καὶ τοῦ α εἰσῆλθεν ἡ διαστολή, ἵνα μὴ ὁ ἀναγινώσκων ἀντὶ τοῦ εἰπεῖν ἔστιν⸒ ἄξιος εἴπῃ ἔστι⸒ Νάξιος, τουτέστιν ἀπὸ τῆς Ναξίας τῆς νήσου. οὕτως καὶ τὰ ὅμοια.
ΠΕΡῚ ΤΈΧΝΗΣ
Τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων ἐγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. τῶν δὲ τεχνῶν διαφοραί εἰσι δύο. αἱ μὲν γὰρ αὐτῶν εἰσι λογικαί, αἱ δὲ πρακτικαί. καὶ λογικαὶ μέν εἰσιν οἷον γραμματική, ῥητορική, φιλοσοφική· πρακτικαὶ δὲ οἷον τεκτονική, χαλκευτικὴ καὶ αἱ τούτοις παραπλήσιοι.
ΠΕΡῚ ΠΟΔ῀ΩΝ
Πούς ἐστι μετρικὸν σύστημα συλλαβῶν, ὁ μὲν ἁπλοῦς δύο ἢ τριῶν, ὁ δὲ σύνθετος ἀπὸ τεσσάρων μέχρις ἕξ.
Πόδες εἰσὶν ἁπλοῖ μὲν δύο καὶ δέκα, ὧν δισύλλαβοι μὲν τέσσαρες, τρισύλλαβοι δὲ ὀκτώ. τετρασύλλαβοι δὲ δεκαέξ. καὶ δισύλλαβοι μὲν οἷδε· σπονδεῖος ἐκ δύο μακρῶν 𐄑 τετράχρονος, οἷον ἥρως· πυρρίχιος ἐκ δύο βραχειῶν δίχρονος, οἷον λόγος· τροχαῖος ἐκ μακρᾶς – καὶ βραχείας τρίχρονος, οἷον Σόλων· ἴαμβος ἐκ βραχείας καὶ μακρᾶς – τρίχρονος, οἷον Σόλων. Τρισύλλαβοι δὲ ὀκτώ· δάκτυλος ἐκ μακρᾶς – καὶ δύο βραχειῶν τετράχρονος, οἷον Ἥλιος· ἀνάπαιστος ἐκ δύο βραχειῶν καὶ μακρᾶς – τετράχρονος, οἷον Πολέμων· ἀμφίμακρος ἐκ μακρᾶς – καὶ βραχείας καὶ μακρᾶς – πεντάχρονος, οἷον Ἡγεμών· ἀμφίβραχυς ἐκ βραχείας καὶ μακρᾶς – καὶ βραχείας τετράχρονος, οἷον Σερῆνος· βακχεῖος ἐκ βραχείας καὶ δύο μακρῶν 𐄑 πεντάχρονος, οἷον Νοήμων· παλιμβάκχειος ἐκ δύο μακρῶν 𐄑 καὶ βραχείας πεντάχρονος, οἷον Ἥφαιστος· χορεῖος ἐκ τριῶν βραχειῶν τρίχρονος, οἷον Δολίος· μολοσσὸς ἐκ τριῶν μακρῶν 𐄒 ἑξάχρονος, οἷον Ἡρώδης. τοῖς γὰρ τετρασυλλάβοις οὐ χρῶνται οἱ μετρικοὶ ἐν τοῖς χρόνοις τούτοις.
Τετρασύλλαβοι δὲ δεκαέξ· προκελευσματικὸς ἐκ τεσσάρων βραχειῶν τετράχρονος, οἷον φιλόσοφος. παίων πρῶτος ἐκ μακρᾶς – καὶ τριῶν βραχειῶν πεντάχρονος, οἷον Στησίχορος· παίων δεύτερος ἐκ βραχείας καὶ μακρᾶς – καὶ δύο βραχειῶν πεντάχρονος, οἷον Ὀνήσιμος· παίων τρίτος ἐκ δύο βραχειῶν καὶ μακρᾶς – καὶ βραχείας πεντάχρονος, οἷον Κλεόβουλος· παίων τέταρτος ἐκ τριῶν βραχειῶν καὶ μακρᾶς – πεντάχρονος, οἷον Ἐπιγένης· ἰωνικὸς ἀπὸ μείζονος ἐκ δύο μακρῶν 𐄑 καὶ δύο βραχειῶν ἑξάχρονος, οἷον Δημήτριος· ἰωνικὸς ἀπʼ ἐλάσσονος ἐκ δύο βραχειῶν καὶ δύο μακρῶν 𐄑 ἑξάχρονος, οἷον Διομήδης. χορίαμβος ἐκ μακρᾶς – καὶ δύο βραχειῶν καὶ μακρᾶς – ἑξάχρονος, οἷον Εὐφορίων· ἀντίσπαστος ἐκ βραχείας καὶ δύο μακρῶν 𐄑 καὶ βραχείας ἑξάχρονος, οἷον Ἀλέξανδρος· διίαμβος ἐκ βραχείας καὶ μακρᾶς – καὶ βραχείας καὶ μακρᾶς – ἑξάχρονος, οἷον Ἀνακρέων· διτρόχαιος ἐκ μακρᾶς – καὶ βραχείας καὶ μακρᾶς – καὶ βραχείας ἑξάχρονος, οἷον Ἀρχέδημος· ἐπίτριτος πρῶτος ἐκ βραχείας καὶ μακρῶν τριῶν 𐄒 ἑπτάχρονος, οἷον Ἀριστείδης· ἐπίτριτος δεύτερος ἐκ μακρᾶς – καὶ βραχείας καὶ δύο μακρῶν 𐄑 ἑπτάχρονος, οἷον Εὐρυμήδης. ἐπίτριτος τρίτος ἐκ δύο μακρῶν 𐄑 καὶ βραχείας καὶ μακρᾶς – ἑπτάχρονος, οἷον Δημοσθένης· ἐπίτριτος τέταρτος ἐκ τριῶν μακρῶν 𐄒 καὶ βραχείας ἑπτάχρονος, οἷον Καλλίξεινος· δισπόνδειος ἐκ τεσσάρων μακρῶν 𐄑 𐄑 ὀκτάχρονος, οἷον Ἡρακλείδης.
ΠΕΡῚ ΤΟ῀Υ ἩΡΩΪΚΟ῀Υ ΜΈΤΡΟΥ
Τὸ ἡρωϊκὸν μέτρον ἑξάμετρόν ἐστιν· ἓξ γὰρ χώρας ἔχει. τὰς μὲν οὖν πέντε συγκειμένας ἔχει ἔκ τε δακτύλου καὶ σπονδείου, ἐνίοτε δὲ καὶ παλιμβάκχειον καὶ ἀμφίμακρον δέχεται, καθαροὺς μέντοι καὶ ἐν τάξει δακτυλικοῦ κειμένους. καθαροὶ δέ εἰσιν ὅτʼ ἂν ἀπαρτίζωσιν εἰς μέρος λόγου καὶ τὴν ἐπιφερομένην συλλαβὴν ἀρχομένην ἔχωσιν ἀπὸ φωνήεντος, ὅς ἐστι παλιμβάκχειος, ὡς τὸ «πλάγχθη ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν» ἀπήρτισται εἰς μέρος λόγου τὸ πλάγχθη καὶ ἄρχεται ἀπὸ φωνήεντος τοῦ ε. ἀμφίμακρος, ὡς τὸ «οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν» εἰς γὰρ μέρος λόγου ἀπήρτισται ἡ μοι συλλαβὴ καὶ ἑξῆς ἄρχεται ἀπὸ τῆς διφθόγγου. ἡ δὲ ἕκτη χώρα σπονδεῖον δέχεται καὶ τροχαῖον. ἐπὶ παντὸς μέτρου ἀδιάφορός ἐστιν ἡ τελευταία συλλαβή. ἡρωϊκὸν δὲ καλεῖται τὸ μέτρον, ἐπείπερ Ὅμηρος ὁ ποιητὴς τὰς τῶν ἡρώων πράξεις διεξιὼν τούτῳ κέχρηται τῷ μέτρῳ.
Τομαί εἰσι τέσσαρες· πενθημι ερίς, ἑφθημιμερίς, κατὰ τρίτον τροχαῖον, τετραποδία βουκολική. πενθημιμερὶς δὲ λέγεται, ὅτι τῶν πέντε τὸ ἥμισυ ἔχει, τουτέστι δύο πόδας καὶ μίαν συλλαβήν, οἷον «Ἀτρείδη, ποῖον» ἑφθημιμερὶς δὲ λέγεται, ὅτʼ ἂν μετὰ τοὺς τρεῖς πόδας εὑρεθῇ συλλαβὴ ἀπαρτίζουσα εἰς μέρος λόγου· καὶ λέγεται ἑφθημιμερίς, ἐπειδὴ τῶν ἑπτὰ τὸ ἥμισυ ἔχει, οἷον «Ἀτρείδη, ποῖόν σε ἔπος». κατὰ τρίτον δὲ τροχαῖον λέγεται, ὅτʼ ἂν μετὰ τοὺς δύο πόδας εἰς μέρος λόγου τροχαῖος ἀπαρτίζῃ, οἷον «Ἀτρείδη, ποῖόν σε». τετραποδία δὲ βουκολικὴ λέγεται, ὅτʼ ἂν ὦσι τέσσαρες πόδες πλήρεις ἀπαρτίζοντες εἰς μέρος λόγου, οἷον «Ἀτρείδη, ποῖόν σε ἔπος φύγεν». Ῥῆμα ὁριστικὸν ἐνεργητικὸν ἁπλοῦν συζυγίας πρώτης τῶν βαρυτόνων ῥημάτων ἐγκλίσεως ὁριστικῆς χρόνου ἐνεστῶτος τῶν τριῶν προσώπων τε καὶ ἀριθμῶν Ἑν. τύπτω τύπτεις τύπτει Δυ. τύπτετον τύπτετον Πληθ. τύπτομεν τύπτετε τύπτουσι Παρατατικοῦ Ἑν. ἔτυπτον ἔτυπτες ἔτυπτε Δυ. ἐτύπτετον ἐτυπτέτην Πληθ. ἐτύπτομεν ἐτύπτετε ἔτυπτον Παρακειμένου Ἑν. τέτυφα τέτυφας τέτυφε Δυ. τετύφατον τετύφατον Πληθ. τετύφαμεν τετύφατε τετύφασι Μέσου παρακειμένου Ἑν. τέτυπα τέτυπας τέτυπε Δυ. τετύπατον τετύπατον Πληθ. τετύπαμεν τετύπατε τετύπασι Ὑπερσυντελίκου Ἑν. ἐτετύφειν ἐτετύφεις ἐτετύφει Δυ. ἐτετύφειτον ἐτετυφείτην Πληθ. ἐτετύφειμεν ἐτετύφειτε ἐτετύφεισαν Μέσου ὑπερσυντελίκου Ἑν. Ἐτετύπειν ἐτετύπεις ἐτετύπει Δυ. ἐτετύπειτον ἐτετυπείτην Πληθ. ἐτετύπειμεν ἐτετύπειτε ἐτετύπεισαν Ἀορίστου αʹ Ἑν. ἔτυψα ἔτυψας ἔτυψε Δυ. ἐτύψατον ἐτυψάτην Πληθ. ἐτύψαμεν ἐτύψατε ἔτυψαν Ἀορίστου βʹ Ἑν. ἔτυπον ἔτυπες ἔτυπε Δυ. ἐτύπετον ἐτυπέτην Πληθ. ἐτύπομεν ἐτύπετε ἔτυπον Μέλλοντος αʹ Ἑν. τύψω τύψεις τύψει Δυ. τύψετον τύψετον Πληθ. τύψομεν τύψετε τύψουσι Μέλλοντος βʹ Ἑν. τυπῶ τυπεῖς τυπεῖ Δυ. τυπεῖτον τυπεῖτον Πληθ. τυποῦμεν τυπεῖτε τυποῦσι Ὁριστικὰ παθητικὰ χρόνου ἐνεστῶτος Ἑν. τύπτομαι τύπτῃ τύπτεται Δυ. τυπτόμεθον τύπτεσθον τύπτεσθον Πληθ. τυπτόμεθα τύπτεσθε τύπτονται Παρατατικοῦ Ἑν. ἐτυπτόμην ἐτύπτου ἐτύπτετο Δυ. ἐτυπτόμεθον ἐτύπτεσθον ἐτυπτέσθην Πληθ. ἐτυπτόμεθα ἐτύπτεσθε ἐτύπτοντο Παρακειμένου Ἑν. τέτυμμαι τέτυψαι τέτυπται Δυ. τετύμμεθον τέτυφθον τέτυφθον Πληθ. τετύμμεθα τέτυφθε τετυμμένοι εἰσίν, καὶ ἰακῶς τετύφαται Ὑπερσυντελίκου Ἑν. ἐτετύμμην ἐτέτυψο ἐτέτυπτο Δυ. ἐτετύμμεθον ἐτέτυφθον ἐτετύφθην Πληθ. ἐτετύμμεθα ἐτέτυφθε τετυμμένοι ἦσαν, καὶ ἰακῶς ἐτετύφατο Ἀορίστου αʹ Ἑν. ἐτύφθην ἐτύφθης ἐτύφθη Δυ. ἐτύφθητον ἐτυφθήτην Πληθ. ἐτύφθημεν ἐτύφθητε ἐτύφθησαν Μέσου ἀορίστου αʹ Ἑν. Ἑν. ἐτυψάμην ἐτύψω ἐτύψατο Δυ. ἐτυψάμεθον ἐτύψασθον ἐτυψάσθην Πληθ. ἐτυψάμεθα ἐτύψασθε ἐτύψαντο Ἀορίστου βʹ Ἑν. ἐτύπην ἐτύπης ἐτύπη Δυ. ἐτύπητον ἐτυπήτην Πληθ. ἐτύπημεν ἐτύπητε ἐτύπησαν Μέσου ἀορίστου βʹ Ἑν. ἐτυπόμην ἐτύπου ἐτύπετο Δυ. ἐτυπόμεθον ἐτύπεσθον ἐτυπέσθην Πληθ. ἐτυπόμεθα ἐτύπεσθε ἐτύποντο Μέλλοντος αʹ Ἑν. τυφθήσομαι τυφθήσῃ τυφθήσεται Δυ. τυφθησόμεθον τυφθήσεσθον τυφθήσεσθον Πληθ. τυφθησόμεθα τυφθήσεσθε τυφθήσονται Μέσου μέλλοντος αʹ Ἑν. τύψομαι τύψῃ τύψεται Δυ. τυψόμεθον τύψεσθον τύψεσθον Πληθ. τυψόμεθα τύψεσθε τύψονται Μέλλοντος βʹ Ἑν. τυπήσομαι τυπήσῃ τυπήσεται Δυ. τυπησόμεθον τυπήσεσθον τυπήσεσθον Πληθ. τυπησόμεθα τυπήσεσθε τυπήσονται Μέσου μέλλοντος βʹ Ἑν. τυποῦμαι τυπῇ τυπεῖται Δυ. τυπούμεθον τυπεῖσθον τυπεῖσθον Πληθ. τυπούμεθα τυπεῖσθε τυποῦνται Μετʼ ὀλίγον μέλλοντος τοῦ καὶ ἀττικοῦ Ἑν. τετύψομαι τετύψῃ τετύψεται Δυ. τετυψόμεθον τετύψεσθον τετύψεσθον Πληθ. τετυψόμεθα τετύψεσθε τετύψονται Ἀπαρέμφατα ἐνεργητικὰ χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ τύπτειν Παρακειμένου καὶ ὑπερσυντελίκου τετυφέναι Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου τετυπέναι Ἀορίστου αʹ τύψαι Ἀορίστου βʹ τυπεῖν Μέλλοντος αʹ τύψειν Ἀορίστου βʹ καὶ μέλλοντος τυπεῖν Ἀπαρέμφατα παθητικὰ χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ τύπτεσθαι Παρακειμένου καὶ ὑπερσυντελίκου τετύφθαι Ἀορίστου αʹ τυφθῆναι Μέσου ἀορίστου αʹ τύψασθαι Ἀορίστου βʹ τυπῆναι Μέσου ἀορίστου βʹ τυπέσθαι Μέλλοντος αʹ τυφθήσεσθαι Μέσου μέλλοντος αʹ τύψεσθαι Μέλλοντος βʹ τυπήσεσθαι Μέσου μέλλοντος βʹ τυπεῖσθαι Μετʼ ὀλίγον μέλλοντος τοῦ καὶ ἀττικοῦ τετύψεσθαι Προστακτικὰ ἐνεργητικὰ χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑν. τύπτε τυπτέτω Δυ. τύπτετον τυπτέτων Πληθ. τύπτετε τυπτέτωσαν Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑν. τέτυφε τετυφέτω Δυ. τετύφετον τετυφέτων Πληθ. τετύφετε τετυφέτωσαν Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου Ἑν. τέτυπε τετυπέτω Δυ. τετύπετον τετυπέτων Πληθ. τετύπετε τετυπέτωσαν Ἀορίστου καὶ μέλλον- τος αʹ Ἑν. τύψον τυψάτω Δυ. τύψατον τυψάτων Πληθ. τύψατε τυψάτωσαν Ἀορίστου καὶ μέλλον- τος βʹ Ἑν. τύπε τυπέτω Δυ. τύπετον τυπέτων Πληθ. τύπετε τυπέτωσαν Προστακτικὰ παθητικὰ χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑν. τύπτου τυπτέσθω Δυ. τύπτεσθον τυπτέσθων Πληθ. τύπτεσθε τυπτέσθωσαν Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑν. τέτυψο τετύφθω Δυ. τέτυφθον τετύφθων Πληθ. τέτυφθε τετύφθωσαν Ἀορίστου καὶ μέλλον- τος αʹ Ἑν. τύφθητι τυφθήτω Δυ. τύφθητον τυφθήτων Πληθ. τύφθητε τυφθήτωσαν Μέσου ἀορίστου καὶ μέλλοντος αʹ Ἑν. τύψαι τυψάσθω Δυ. τύψασθον τυψάσθων Πληθ. τύψασθε τυψάσθωσαν Ἀορίστου καὶ μέλλον- τος βʹ Ἑν. τύπηθι τυπήτω Δυ. τύπητον τυπήτων Πληθ. τύπητε τυπήτωσαν Μέσου ἀορίστου καὶ μέλλοντος βʹ Ἑν. τυποῦ τυπέσθω Δυ. τύπεσθον τυπέσθων Πληθ. τύπεσθε τυπέσθωσαν Εὐκτικὰ ἐνεργητικὰ χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑν. τύπτοιμι τύπτοις τύπτοι Δυ. τύπτοιτον τυπτοίτην Πληθ. τύπτοιμεν τύπτοιτε τύπτοιεν Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑν. τετύφοιμι τετύφοις τετύφοι Δυ. τετύφοιτον τετυφοίτην Πληθ. τετύφοιμεν τετύφοιτε τετύφοιεν Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου Ἑν. τετύποιμι τετύποις τετύποι Δυ. τετύποιτον τετυποίτην Πληθ. τετύποιμεν τετύποιτε τετύποιεν Ἀορίστου αʹ Ἑν. τύψαιμι τύψαις τύψαι Δυ. τύψαιτον τυψαίτην Πληθ. τύψαιμεν τύψαιτε τύψαιεν Ἀορίστου βʹ Ἑν. τύποιμι τύποις τύποι Δυ. τύποιτον τυποίτην Πληθ. τύποιμεν τύποιτε τύποιεν Μέλλοντος αʹ Ἑν. τύψοιμι τύψοις τύψοι Δυ. τύψοιτον τυψοίτην Πληθ. τύψοιμεν τύψοιτε τύψοιεν Μέλλοντος βʹ Ἑν. τυποῖμι τυποῖς τυποῖ Δυ. τυποῖτον τυποίτην Πληθ. τυποῖμεν τυποῖτε τυποῖεν Εὐκτικὰ παθητικὰ χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑν. τυπτοίμην τύπτοιο τύπτοιτο Δυ. τυπτοίμεθον τύπτοισθον τυπτοίσθην Πληθ. τυπτοίμεθα τύπτοισθε τύπτοιντο Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑν. τετυμμένος εἴην, εἴης, εἴη Δυ. τετυμμένω εἴητον, εἰήτην Πληθ. τετυμμένοι εἴημεν, εἴητε, εἴησαν Ἀορίστου αʹ Ἑν. τυφθείην τυφθείης τυφθείη Δυ. τυφθείητον τυφθειήτην Πληθ. τυφθείημεν τυφθείητε τυφθείησαν Μέσου ἀορίστου αʹ Ἑν. τυψαίμην τύψαιο τύψαιτο Δυ. τυψαίμεθον τύψαισθον τυψαίσθην Πληθ. τυψαίμεθα τύψαισθε τύψαιντο Ἀορίστου βʹ Ἑν. τυπείην τυπείης τυπείη Δυ. τυπείητον τυπειήτην Πληθ. τυπείημεν τυπείητε τυπείησαν Μέσου ἀορίστου βʹ Ἑν. τυποίμην τύποιο τύποιτο Δυ. τυποίμεθον τύποισθον τυποίσθην Πληθ. τυποίμεθα τύποισθε τύποιντο Μέλλοντος αʹ Ἑν. τυφθησοίμην τυφθήσοιο τυφθήσοιτο Δυ. τυφθησοίμεθον τυφθήσοισθον τυφθησοίσθην Πληθ. τυφθησοίμεθα τυφθήσοισθε τυφθήσοιντο Μέσου μέλλοντος αʹ Ἑν. τυψοίμην τύψοιο τύψοιτο Δυ. τυψοίμεθον τύψοισθον τυψοίσθην Πληθ. τυψοίμεθα τύψοισθε τύψοιντο Μέλλοντος βʹ Ἑν. τυπησοίμην τυπήσοιο τυπήσοιτο Δυ. τυπησοίμεθον τυπήσοισθον τυπησοίσθην Πληθ. τυπησοίμεθα τυπήσοισθε τυπήσοιντο Μέσου μέλλοντος βʹ Ἑν. τυποίμην τυποῖο τυποῖτο Δυ. τυποίμεθον τυποῖσθον τυποίσθην Πληθ. τυποίμεθα τυποῖσθε τυποῖντο Μετʼ ὀλίγον μέλλοντος τοῦ καὶ ἀττικοῦ Ἑν. τετυψοίμην τετύψοιο τετύψοιτο Δυ. τετυψοίμεθον τετύψοισθον τετυψοίσθην Πληθ. τετυψοίμεθα τετύψοισθε τετύψοιντο Ὑποτακτικὰ ἐνεργητικὰ χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑν. ἐὰν τύπτω ἐὰν τύπτῃς ἐὰν τύπτῃ Δυ. ἐὰν τύπτητον ἐὰν τύπτητον Πληθ. ἐὰν τύπτωμεν ἐὰν τύπτητε ἐὰν τύπτωσι Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑν. ἐὰν τετύφω τετύφῃς τετύφῃ Δυ. ἐὰν τετύφητον τετύφητον Πληθ. ἐὰν τετύφωμεν τετύφητε ἐὰν τετύφωσιν Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου Ἑν. ἐὰν τετύπω τετύπῃς τετύπῃ Δυ. ἐὰν τετύπητον τετύπητον Πληθ. ἐὰν τετύπωμεν τετύπητε τετύπωσιν Ἀορίστου καὶ μέλλοντος αʹ Ἑν. ἐὰν τύψω τύψῃς τύψῃ Δυ. ἐὰν τύψητον τύψητον Πληθ. ἐὰν τύψωμεν ἐὰν τύψητε ἐὰν τύψωσιν Ἀορίστου καὶ μέλλοντος βʹ Ἑν. ἐὰν τύπω τύπῃς τύπῃ Δυ. ἐὰν τύπητον τύπητον Πληθ. ἐὰν τύπωμεν ἐὰν τύπητε ἐὰν τύπωσι Ὑποτακτικὰ παθητικὰ χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑν. ἐὰν τύπτωμαι τύπτῃ τύπτηται Δυ. ἐὰν τυπτώμεθον ἐὰν τύπτησθον ἐὰν τύπτησθον Πληθ. ἐὰν τυπτώμεθα τύπτησθε τύπτωνται Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑν. ἐὰν τετυμμένος ὦ, ᾖς, ᾖ Δυ. ἐὰν τετυμμένω ἦτον, ἦτον Πληθ. ἐὰν τετυμμένοι ὦμεν, ἦτε, ὦσι Ἀορίστου καὶ μέλλοντος αʹ Ἑν. ἐὰν τυφθῶ τυφθῇς τυφθῇ Δυ. ἐὰν τυφθῆτον τυφθῆτον Πληθ. ἐὰν τυφθῶμεν ἐὰν τυφθῆτε ἐὰν τυφθῶσι Μέσου ἀορίστου καὶ μέλλοντος αʹ Ἑν. ἐὰν τύψωμαι τύψῃ τύψηται Δυ. ἐὰν τυψώμεθον τύψησθον τύψησθον Πληθ. ἐὰν τυψώμεθα ἐὰν τύψησθε ἐὰν τύψωνται Ἀορίστου καὶ μέλλοντος βʹ Ἑν. ἐὰν τυπῶ τυπῇς τυπῇ Δυ. ἐὰν τυπῆτον τυπῆτον Πληθ. ἐὰν τυπῶμεν τυπῆτε τυπῶσι Μέσου ἀορίστου καὶ μέλλοντος βʹ Ἑν. ἐὰν τύπωμαι τύπῃ τύπηται Δυ. ἐὰν τυπώμεθον ἐὰν τύπησθον ἐὰν τύπησθον Πληθ. ἐὰν τυπώμεθα τύπησθε τύπωνται Μετʼ ὀλίγον μέλλοντος τοῦ καὶ ἀττικοῦ Ἑν. ἐὰν τετύψωμαι τετύψῃ τετύψηται Δυ. ἐὰν τετυψώμεθον τετύψησθον τετύψησθον Πληθ. ἐὰν τετυψώμεθα τετύψησθε τετύψωνται Μετοχαὶ ἐνεργητικαὶ χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑν. ὁ τύπτων, ἡ τύπτουσα, τὸ τύπτον Δυ. τὼ τύπτοντε, τὰ τυπτούσα Πληθ. οἱ τύπτοντες, αἱ τύπτουσαι, τὰ τύπτοντα Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑν. ὁ τετυφώς, ἡ τετυφυῖα, τὸ τετυφός Δυ. τὼ τετυφότε, τὰ τετυφυία Πληθ. οἱ τετυφότες, αἱ τετυφυῖαι, τὰ τετυφότα Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου Ἑν. ὁ τετυπώς, ἡ τετυπυῖα, τὸ τετυπός Δυ. τὼ τετυπότε, τὰ τετυπυία Πληθ. οἱ τετυπότες, αἱ τετυπυῖαι, τὰ τετυπότα Ἀορίστου αʹ Ἑν. ὁ τύψας, ἡ τύψασα, τὸ τύψαν Δυ. τὼ τύψαντε, τὰ τυψάσα Πληθ. οἱ τύψαντες, αἱ τύψασαι, τὰ τύψαντα Ἀορίστου βʹ Ἑν. ὁ τυπών, ἡ τυποῦσα, τὸ τυπόν Δυ. τὼ τυπόντε, τὰ τυπούσα Πληθ. οἱ τυπόντες, αἱ τυποῦσαι, τὰ τυπόντα Μέλλοντος αʹ Ἑν. ὁ τύψων, ἡ τύψουσα, τὸ τύψον Δυ. τὼ τύψοντε, τὰ τυψούσα Πληθ. οἱ τύψοντες, αἱ τύψουσαι, τὰ τύψοντα Μέλλοντος βʹ Ἑν. ὁ τυπῶν, ἡ τυποῦσα, τὸ τυποῦν Δυ. τὼ τυποῦντε, τὰ τυπούσα Πληθ. οἱ τυποῦντες, αἱ τυποῦσαι, τὰ τυποῦντα Μετοχαὶ παθητικαὶ χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑν. ὁ τυπτόμενος, ἡ τυπτομένη, τὸ τυπτόμενον Δυ. τὼ τυπτομένω, τὰ τυπτομένα Πληθ. οἱ τυπτόμενοι, αἱ τυπτόμεναι, τὰ τυπτόμενα Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑν. ὁ τετυμμένος, ἡ τετυμμένη, τὸ τετυμμένον Δυ. τὼ τετυμμένω, τὰ τετυμμένα Πληθ. οἱ τετυμμένοι, αἱ τετυμμέναι, τὰ τετυμμένα Ἀορίστου αʹ Ἑν. ὁ τυφθείς, ἡ τυφθεῖσα, τὸ τυφθέν Δυ. τὼ τυφθέντε, τὰ τυφθείσα Πληθ. οἱ τυφθέντες, αἱ τυφθεῖσαι, τὰ τυφθέντα Μέσου ἀορίστου αʹ Ἑν. ὁ τυψάμενος, ἡ τυψαμένη, τὸ τυψάμενον Δυ. τὼ τυψαμένω, τὰ τυψαμένα Πληθ. οἱ τυψάμενοι, αἱ τυψάμεναι, τὰ τυψάμενα Ἀορίστου βʹ Ἑν. ὁ τυπείς, ἡ τυπεῖσα, τὸ τυπέν Δυ. τὼ τυπέντε, τὰ τυπείσα Πληθ. οἱ τυπέντες, αἱ τυπεῖσαι, τὰ τυπέντα Μέσου ἀορίστου βʹ Ἑν. ὁ τυπόμενος, ἡ τυπομένη, τὸ τυπόμενον Δυ. τὼ τυπομένω, τὰ τυπομένα Πληθ. οἱ τυπόμενοι, αἱ τυπόμεναι, τὰ τυπόμενα Μέλλοντος αʹ Ἑν. ὁ τυφθησόμενος, ἡ τυφθησομένη, τὸ τυφθησόμενον Δυ. τὼ τυφθησομένω, τὰ τυφθησομένα Πληθ. οἱ τυφθησόμενοι, αἱ τυφθησόμεναι, τὰ τυφθησόμενα Μέσου μέλλοντος αʹ Ἑν. ὁ τυψόμενος, ἡ τυψομένη, τὸ τυψόμενον Δυ. τὼ τυψομένω, τὰ τυψομένα Πληθ. οἱ τυψόμενοι, αἱ τυψόμεναι, τὰ τυψόμενα Μέλλοντος βʹ Ἑν. ὁ τυπησόμενος, ἡ τυπησομένη, τὸ τυπησόμενον Δυ. τὼ τυπησομένω, τὰ τυπησομένα Πληθ. οἱ τυπησόμενοι, αἱ τυπησόμεναι, τὰ τυπησόμενα Μέσου μέλλοντος βʹ Ἑν. ὁ τυπούμενος, ἡ τυπουμένη, τὸ τυπούμενον Δυ. τὼ τυπουμένω, τὰ τυπουμένα Πληθ. οἱ τυπούμενοι, αἱ τυπούμεναι, τὰ τυπούμενα Μετʼ ὀλίγον μέλλοντος τοῦ καὶ ἀττικοῦ Ἑν. ὁ τετυψόμενος, ἡ τετυψομένη, τὸ τετυψόμενον Δυ. τὼ τετυψομένω, τὰ τετυψομένα Πληθ. οἱ τετυψόμενοι, αἱ τετυψόμεναι, τὰ τετυψόμενα