eul_wid: swu-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Similar and Different Words by Ammonius the Grammarian

On Similar and Different Words is a lexicographical treatise attributed to Ammonius the Grammarian. This work of synonymic lexicography systematically distinguishes between words of similar meaning or form through 476 discrete entries, serving as a guide for proper usage in the study of classical Greek literature. The entries clarify near-synonyms, homonyms, and paronyms, promoting classical Attic standards by frequently citing authors such as Plato and Demosthenes to authorize its distinctions. Its concise, alphabetical format is designed for reference and memorization, suiting the needs of students and scholars. The text survives within the corpus of Greek grammatical works transmitted through Byzantine manuscripts and is included in modern critical editions of the minor grammarians. Such synonymic lexica were central to Byzantine education and influenced later lexicography, including the Suda. The treatise's methodological approach to lexical differentiation contributed to the development of Western philology.

ΑΜΜΩΝΙΟΥ ΠΕΡΙ ΟΜΟΙΩΝ ΚΑΙ ΔΙΑΦΟΡΩΝ ΛΕΞΕΩΝ

Α

ἄβαξ καὶ ἀβάκιον διαφέρει. ἄβαξ μὲν γάρ, ἐφʼ οὗ τὰ πράγματα παρατιθέασιν· ἀβάκιον δέ, ἐφʼ οὗ ψηφίζουσιν.

ἀβέβηλα καὶ βέβηλα διαφέρουσιν, ἄμφω ἐπʼ ἀγαθῷ λαμβανόμενα. ἀβέβηλα μὲν γὰρ τὰ ἱερὰ καὶ ἄψαυστα καὶ μὴ βάσιμα· βέβηλα δὲ τὰ ὅσια μέν, οὐχ ἱερὰ δέ, οἷον βάσιμα ὄντα. καὶ τοῦτο μέν, ὡς ἐρρήθη, εἰ ἐπʼ ἀγαθῷ ἄμφω λαμβάνοιντο· ἡ γὰρ κοινὴ χρῆσις τοῦ βεβήλου τὴν ἐναντιωτάτην ἔχει καὶ τῷ ἀβεβήλῳ διαφοράν.

ἄγγελος καὶ ἐξάγγελος καὶ αὐτάγγελος διαφέρουσιν. ἄγγελος μὲν γὰρ πᾶς ὁ ἀγγέλλων τὰ ἔξωθεν. ἐξάγγελος δὲ ὁ τὰ ἔνδοθεν τοῖς ἔξω διαγγέλλων, ὃν Θουκυδίδης διάγγελον εἴρηκεν· «ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοι». αὐτάγγελος δὲ ὁ τὰ ἀφʼ ἑαυτοῦ διαγγέλλων καὶ μὴ ὑφʼ ἑτέρου.

ἄγειν καὶ φέρειν διαφέρει. ἄγεται μὲν γὰρ τὰ ἔμψυχα· φέρεται δὲ τὰ ἄψυχα. Ὅμηρος·

«οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ εὐήνορα οἶνον».

ἀγχιστεῖς καὶ συγγενεῖς καὶ οἰκεῖοι διαφέρουσιν. ἀγχιστεῖς μὲν γάρ, οἷς ἐπειδάν τις ἐκ τοῦ γένους ἀποθάνῃ συγχωρεῖ ὁ νόμος ἀντιποιεῖσθαι τῶν τούτου δικαίων· συγγενεῖς δὲ οἱ ὄντες ἐκ τοῦ αὐτοῦ γένους, οὐ καλούμενοι δὲ ὑπὸ τῶν νόμων ἐπὶ τὰ ἀγχιστικὰ δίκαια· οἰκεῖοι δὲ οἱ κατʼ ἐπιγαμίαν ἐπιμιχθέντες τῷ οἴκῳ.

ἀγροῖκος καὶ ἄγροικος διαφέρει. προπερισπωμένως μὲν ὁ ἐν ἀγρῷ κατοικῶν, προπαροξυτόνως δὲ ὁ σκαιὸς τοὺς τρόπους.

ἄγριος καὶ ἀγρεῖος διαφέρει. ἄγριος μὲν γάρ ἐστιν ὁ ὠμός, ἀγρεῖος δὲ ὁ ἀγροῖκος.

ἀγνοεῖν καὶ ἀμφιγνοεῖν διαφέρει. ἀγνοεῖν μὲν γάρ ἐστι τὸ καθόλου μηδὲν εἰδέναι, ἀμφιγνοεῖν δὲ τὸ ἔν τισιν ἐπιδιστάζειν.

ἀγωνοθέται μὲν ἐπὶ τῶν σκηνικῶν λέγονται, ἀθλοθέται δὲ ἐπὶ τῶν γυμνικῶν.

ἀγρονόμος ἐὰν μὲν παροξύνωμεν ἔσται ὁ ἐν ἀγροῖς νέμων, ἐὰν δὲ προπαροξύνωμεν ἔσται ὁ ἐν ἀγροῖς νεμόμενος. τὰ γὰρ προπαροξυνόμενα χαίρουσιν ἀναλύεσθαι εἰς πάθη.

ἀγόραιος καὶ ἀγοραῖος διαφέρει. ἀγόραιος ἐὰν προπαροξυτόνως σημαίνει τὸν πονηρὸν τὸν ἐν ἀγορᾷ τεθραμμένον, ἐὰν δὲ προπερισπωμένως τὸν ἐν ἀγορᾷ τιμώμενον.

ἀδεὴς καὶ ἀδαὴς διαφέρει. διὰ μὲν γὰρ τοῦ ε ὁ ἄφοβος, διὰ δὲ τοῦ α ὁ ἀμαθής.

ἄελλα καὶ θύελλα διαφέρει. ἄελλα μὲν ἄημα συνεστραμμένον, θύελλα δὲ ἄελλα θύουσα καὶ ὁρμῶσα.

ἆθλος καὶ ἆθλον διαφέρει. ἀρσενικῶς μὲν γὰρ τὸν ἀγῶνα δηλοῖ, οὐδετέρως δὲ τὸ ἔπαθλον·

«οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται»,ἐπὶ δὲ τῶν ἐπάθλων. «ἀέθλια πόσʼ ἀνελόντες».

Ἀθῆναι καὶ Ἀττικὴ διαφέρει. Ἀθῆναι μὲν γὰρ ἡ πόλις ἐστίν, Ἀττικὴ δὲ ἥ τε πόλις καὶ ἡ χώρα.

αἰτῶ καὶ αἰτοῦμαι διαφέρει. τὸ μὲν γὰρ αἰτῶ ἐπὶ τοῦ εἰσάπαξ τι λαβεῖν καὶ μὴ ἀποδοῦναι, τὸ δʼ αἰτοῦμαι ἐπὶ τῷ χρήσασθαι εἰς ἀπόδοσιν. Μένανδρος ἐν τῷ Ὕμνιδι διαστέλλει·

«οὐ πῦρ γὰρ αἰτῶ οὐδὲ λοπάδʼ αἰτοῦμαι».

αἰδὼς καὶ αἰσχύνη διαφέρει, ὅτι ἡ μὲν αἰδώς ἐστιν ἐντροπὴ πρὸς ἕκαστον ὧν σεβασμίως τις ἔχει, αἰσχύνη δʼ ἐφʼ οἷς ἕκαστος ἁμαρτὼν αἰσχύνεται ὡς μὴ δέον τι πράξας. καὶ αἰδεῖται μέν τις τὸν πατέρα, αἰσχύνεται δὲ ὃς μεθύσκεται. διαστέλλει δὲ καὶ Ἀριστόξενος ὁ μουσικὸς τὴν διαφορὰν ἐν τῷ πρώτῳ Νόμων παιδευτικῶν. φησὶ γὰρ διαφορὰν τήνδε νομιστέον αἰδοῦς τε καὶ αἰσχύνης, ὅτι ἡ μὲν αἰδὼς πρὸς ἡλικίαν, πρὸς ἀρετήν, πρὸς ἐμπειρίαν, πρὸς εὐδοξίαν. ὁ γὰρ ἐπιστάμενος αἰδεῖσθαι πρὸς ἑκάστην τῶν εἰρημένων ὑπεροχῶν προσέρχεται οὕτω διακείμενος οὐ διὰ τὸ ἡμαρτηκέναι τι, ἀλλὰ διὰ τὸ σέβεσθαι καὶ τιμᾶν τὰς εἰρημένας ὑπεροχάς. ἡ δʼ αἰσχύνη πρῶτον μὲν πρὸς πάντα ἄνθρωπον, ἔπειτα ἐπὶ τοῖς νομιζομένοις αἰσχροῖς.

αἶνος καὶ παροιμία διαφέρει. ὁ μὲν γὰρ αἶνός ἐστι λόγος κατὰ ἀναπόλησιν μυθικὴν ἀπὸ ἀλόγων ζῴων ἢ φυτῶν πρὸς ἀνθρώπους εἰρημένος, ὥς φησι Λούκιος Τάρραιος ἐν τῷ πρώτῳ Περὶ παροιμιῶν, οἷον ἀπὸ μὲν ἀλόγων ζῴων ὡς παρʼ Ἀρχιλόχῳ· «αἶνός τις ἀνθρώπων ὅδε, ὡς ἆρʼ ἀλώπηξ κἀετὸς ξυνωνίην ἔθεντο», καὶ τὰ ἑξῆς. καὶ πάλιν ὅταν λέγῃ· «ἐρέω τινʼ ὑμῖν αἶνον, ὦ Κηρυκίδη, ἀχνυμένη σκυτάλη», εἶτʼ ἐπιφέρει· «πίθηκος ᾔει θηρίων ἀποκριθείς μοῦνος ἀνʼ ἐσχατιήν. τῷ δʼ ἆρʼ ἀλώπηξ κερδαλῆ συνήντετο πυκνὸν ἔχουσα νόον». καὶ Ἡσίοδος

«νῦν δʼ αἶνον βασιλεῦσιν ἐρέω νοέουσι καὶ αὐτοῖς·

ὧδʼ ἵρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον».ἀπὸ δὲ φυτῶν, ὡς παρὰ Καλλιμάχῳ «ἄκουε δὴ τὸν αἶνον. ἔν κοτε Τμώλῳ δάφνην ἐλαίην εἰκὸς οἱ πάλαι Λυδοί λέγουσι θέσθαι», καὶ τὰ ἑξῆς. καὶ ἔστιν αἶνος ἐξηπλωμένη παροιμία μετὰ διηγήσεως ἀπαρτίζουσα τὸ νοούμενον πρὸς παραμυθίαν τε καὶ ὠφέλειαν ἀνθρώπων· παροιμία δέ, ἣ τὴν ἀπὸ κεφαλαίου ἐπὶ τὸ χεῖρον ἀναφορὰν ἔχει ἐνδέουσαν τοῦ αἴνου, καὶ τὴν ἔξωθεν ἐκδεχομένη μετάβασιν. οἷον· «μένε βοῦς ποτε βοτάνην» καὶ «ἄκισσος μετʼ Ἀνθεστήρια».

αἴθε καὶ ὤφελον διαφέρει. τὸ μὲν γάρ ἐστιν ἀπαρέμφατον προσώπων· τὸ δʼ ὤφελον ἐμφαίνει πρόσωπα, οἷον· ὤφελον ἐγώ, ὤφελες σύ, ὤφελεν ἐκεῖνος. διὸ τὸ αἴθε ἐστὶν ἐπίρρημα, τὸ δʼ ὤφελον ῥῆμα.

αἰκίαι καὶ ὕβρεις διαφέρουσιν. αἰκίαι μὲν γάρ εἰσιν αἱ ἄνευ προπηλακισμοῦ πληγαί· καθὰ καὶ Δημοσθένης ὁ ῥήτωρ φησίν· «ὕβρισμαι μὲν ἐγώ, προπεπηλάκισται δὲ σῶμα τοὐμόν».

αἰπόλος καὶ ποιμὴν διαφέρει. αἰπόλος μὲν γὰρ ὁ ἐπὶ τῶν αἰγῶν τεταγμένος νομεύς, ποιμὴν δὲ ὁ ἐπὶ τῶν προβάτων.

ἀκταὶ καὶ θῖνες διαφέρουσιν. ἀκταὶ μὲν γάρ εἰσιν οἱ πετρώδεις τόποι τῆς θαλάσσης, θῖνες δὲ οἱ ἀμμώδεις.

ἀκόντιον δόρατος διαφέρει. ἀκόντιον μὲν γὰρ τὸ ἀκοντιζόμενον ἔλαττον δόρατος, δόρυ δὲ τὸ μεῖζον ᾧ ἐκ χειρὸς ἐχρῶντο. παρὰ δὲ Ὁμήρῳ καὶ τὸ δόρυ προϊέναι.

ἀκαιρία ἀσχολίας διενήνοχεν. ἀκαιρία μὲν γάρ ἐστιν ἔνδεια καιροῦ ἐπιτηδείου, ἀσχολία δὲ ἡ περί τι ἄλλο ἀναστροφή.

ἀκαρὴς σὺν τῷ σ καὶ ἀκαρῆ ἄνευ τοῦ σ διαφέρει. ἀκαρῆ μὲν γὰρ ἄνευ τοῦ σ σημαίνει τὸ βραχύ, οἷον «οὐδʼ ὅσον ἀκαρῆ τῆς τύχης ἐπίσταμαι». ἀκαρὴς δὲ σημαίνει τὸ παρὰ βραχὺ ὄν,

«κατέπεσον ἀκαρὴς τῷ δέει».

ἀληθὲς καὶ ἄληθες διαφέρει. ἀληθὲς μὲν γὰρ ὀξυτόνως τὸ ἐναντίον τῷ ψεύδει, ἄληθες δὲ προπαροξυτόνως τὸ κατʼ ἐπερώτησιν λεγόμενον.

ἁλοᾶν καὶ ἀλοιᾶν διαφέρει. ἁλοᾶν μὲν γὰρ δασέως τὸ ἐπὶ τῆς ἅλω πατεῖν καὶ τρίβειν τοὺς στάχυας, ἀλοιᾶν δὲ ψιλῶς τὸ τύπτειν. Ἀριστοφάνης·

«ἡ μητέρʼ ἠλοίησεν ἡ πατρὸς ἀγαθόν», ἀφʼ οὗ καὶ μητραλοίαν φαμὲν καὶ πατραλοίαν.

ἀλλοίωσις ἑτεροιώσεως διαφέρει. ἀλλοίωσις μὲν γὰρ οὐ μόνον μεταχαρακτηρισμός, ἀλλὰ καὶ τῆς πρότερον ὑπολήψεως οἴησις ἑτέρα· ἑτεροίωσις δέ, ὅταν ἀφʼ ἑτέρου χρώματος εἰς ἕτερον μεταβάλλῃ.

ἁλίπαστον καὶ ἁλίσπαρτον διαφέρει. τὸ μὲν γὰρ ἁλὶ πεπασμένον κρέας ἢ ἰχθὺν ἔλεγον ἁλίπαστον, ἁλίσπαρτον δὲ τὴν ἁλὶ ἐσπαρμένην χώραν ὥς τινων φθονερῶν τοῦτο ποιούντων. ὅθεν καὶ ὁ βίος τοὺς ᾐκισμένους καὶ δυσθεραπεύτως ἔχοντας τὰ σώματα ἁλισπάρτους καλεῖ.

ἄλλος καὶ ἕτερος διαφέρει. ἕτερος μὲν γὰρ ἐπὶ δυοῖν, ἄλλος δὲ ἐπὶ πλειόνων.

ἄλλο καὶ ἀλλοῖον διαφέρει. τὸ μὲν γὰρ ἄλλο ἐπὶ προσώπου, τὸ δὲ ἀλλοῖον ἐπὶ φύσεως.

ἁματροχιὰ καὶ ἁρματροχιὰ διαφέρει. ἁματροχιὰ μὲν γάρ ἐστιν ἡ ταυτοσυνδρομὴ τῶν ἁρμάτων·

«τῇ δʼ εἶχε Μενέλαος ἁματροχιὰς ἀλεείνων». ἁρματροχιὰ δὲ ὁ τύπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ ἡ ἐπὶ τῆς γῆς· «οὐδέ τι πολλή γίνεται ἐπισσώτρων ἁρματροχιὴ κάτω».

ἀμυγδαλῆ καὶ ἀμυγδάλη διαφέρουσιν. ἀμυγδαλῆ μὲν γὰρ περισπωμένως τὸ δένδρον δηλοῖ· ἀμυγδάλη δὲ παροξυτόνως τὸν καρπόν, καθὰ καὶ Εὔπολις ἐν Ταξιάρχοις φησί·

«δίδου μασᾶσθαι Ναξίας ἀμυγδάλας».

ἅμα καὶ ὁμοῦ διαφέρει. ἅμα μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, ὁμοῦ δὲ τοπικόν. Σόλων μὲν γὰρ ἅμα ἐγένετο Ἀναχάρσιδι τῷ Σκύθῃ, εἴπερ κατὰ τὸν αὐτὸν χρόνον ἤκμασαν, ὁμοῦ μέντοι οὐκέτι· οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ἐγεννήθησαν, ἀλλʼ ὁ μὲν Ἀθήνησιν, ὁ δὲ ἐν Σκυθίᾳ. καὶ Ὅμηρος διαστέλλει «ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων καὶ ὀλλυμένων», κατὰ τὸν αὐτὸν χρόνον. καὶ

«αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι»,

«οἱ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἀσισον». ἐπιτροπικῶς δὲ τὸ· «τῇ ὁμοῦ ἐτρεφόμην», καὶ πάλιν

«ἄλλοθʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν», ἀντὶ τοῦ ἐν αὐτῷ τῷ τόπῳ. καὶ

«τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων

ἐν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔσχον ὠκέας ἵππους». ἔσθʼ ὅτε δʼ ὁ ποιητὴς τὸ ὁμοῦ καὶ ἐπὶ χρονικοῦ τάσσει ἐπιρρήματος, ὥς φησιν Ἀσκληπιάδης·

«εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς»,εἰ μὴ ἄρα τις εἴποι καὶ νῦν τὸ ὁμοῦ ἐν τῷ αὐτῷ τόπῳ, οἷον «ἐν Τροίᾳ ὅ τε λοιμὸς καὶ ὁ πόλεμος δαμάζει τοὺς Ἀχαιούς.»

ἀμφότεροι καὶ ἑκάτεροι διαφέρουσιν. ἀμφότεροι μὲν γὰρ ἐροῦμεν, ὅταν ἐν τῷ αὐτῷ κατὰ τὸ αὐτὸ πράττωσιν· «ἀμφότεροι τὴν δοκὸν μίαν οὖσαν φέροντες». ἑκάτεροι δέ, ἐπειδὰν χωρὶς ἑκάτερος τὸ ἑαυτοῦ πράττῃ, οἷον· «ἑκάτερος αὐτῶν δοκὸν φέρων», ἤτοι ὅταν ἑκάτερος αὐτῶν μίαν φέρῃ κατʼ ἰδίαν.

ἀμύνεσθαι καὶ ἀμύνειν διαφέρει. ἀμύνεσθαι μὲν γάρ ἐστι τὸ κολάζειν τοὺς προαδικήσαντας, ἀμύνειν δὲ τὸ βοηθεῖν.

ἁμαρτάνει ὁ πλημμελῶν, διαμαρτάνει δὲ ὁ ἀποτυγχάνων.

ἄμητος καὶ ἀμητὸς διαφέρει. ἄμητος μὲν γὰρ προπαροξυτόνως σημαίνει αὐτὰ τὰ θερίσματα, τοῦτʼ ἔστι τὸν καρπόν· ὀξυτόνως δὲ ὁ καιρὸς τοῦ θερισμοῦ, ὥσπερ καὶ ὁ τρυγητὸς τοῦ τρυγᾶν.

ἄμαθος καὶ ψάμαθος διαφέρει. ἄμαθος μὲν γὰρ ἡ ἐν πεδίῳ κόνις, ψάμαθος δὲ ἡ παραθαλασσία ἄμμος.

ἀνακεῖσθαι καὶ κατακεῖσθαι διαφέρει. ἀνάκειται μὲν γὰρ ὁ ἀνδριὰς καὶ ἡ εἰκὼν τῷδε κατὰ τιμήν, κατάκειται δὲ ὁ εὐωχούμενος.

ἀνδραγάθημα καὶ ἀνδρία διαφέρει. ἀνδραγάθημα μὲν γάρ ἐστιν, εἰ καὶ τὴν ψυχικὴν ἀρετὴν ἔχει μαρτυροῦσαν· ἀνδρία δὲ δύναμις ἐπαινουμένη.

ἀνοχὴ καὶ ἐπικηρυκεία διαφέρει. ἀνοχὴ μὲν γάρ ἐστιν ἡ ἐν πολέμῳ διά τινα χρείαν ἀναβολὴ τῆς μάχης κατὰ συνθήκην κοινὴν τοῦ μὴ ἐπιέναι ἀλλήλοις· ἐπικηρυκεία δέ, ὅταν οἱ ἕτεροι πέμπωσι τοὺς αἰτησομένους ἀνοχὰς ἢ σπονδὰς ἢ εἰρήνην.

ἀνάμνησις καὶ ὑπόμνησις διαφέρει. ἀνάμνησις μὲν γάρ ἐστιν ὅταν τις ἔλθῃ εἰς μνήμην τῶν παρελθόντων, ὑπόμνησις δὲ ὅταν ὑφʼ ἑτέρου εἰς τοῦτο προαχθῇ.

ἀντίρρησις καὶ ἀνασκευὴ διαφέρει. ἀντίρρησις μὲν γὰρ λέγεται ἡ μετὰ προσώπου καὶ εἰς λεπτὰ τομή, ἀνασκευὴ δὲ ὡς ἀπροσώπως ἐκφερομένη καὶ ὅλου ἀνατροπή.

ἀναβάλλεσθαι καὶ ὑπερτίθεσθαι διαφέρει. ἀναβάλλεσθαι μὲν γάρ ἐστι τὸ προΐεσθαι καὶ παριέναι τὸν ἐπιτήδειον καιρὸν τῶν πράξεων, ὑπερτίθεσθαι δὲ τὸ ἐπιμένειν τὸν ἴδιον καιρὸν τῶν πράξεων.

ἀνακωχὴ καὶ ἀνοκωχὴ διαφέρει. ἀνακωχὴ μὲν γάρ ἐστιν ἡ ἐπὶ τῶν νεῶν ἀναχώρησις, ἡ δὲ διὰ τοῦ ο ἀνοκωχὴ ἀνοχὴ μακρὰ πολέμου· διοκωχὴ δὲ καὶ ἀκωχὴ διάλειψίς τις καὶ ἄνεσις.

ἀνάλγητος καὶ ἀναλγὴς διαφέρει. ἀνάλγητος μὲν γάρ ἐστιν ὁ ἀνεπίστρεπτος τοῦ καθήκοντος, ἀναλγὴς δὲ ὁ μὴ ἀλγῶν.

ἄντικρυς καὶ ἀντικρὺ διαφέρει. ἀντικρὺ μὲν γὰρ τὸ ἐπʼ εὐθείας καὶ ἐξ ἐναντίας, χωρὶς τοῦ σ ὡς τὸ καταντικρύ· ἄντικρυς δὲ τὸ διαρρήδην καὶ φανερῶς, καὶ τὸ ἐπʼ εὐθείας τοπικόν.

ἀναβάτης καὶ ἐπιβάτης διαφέρει. ἀναβάτης μὲν γὰρ ἐπὶ ἵππου, ἐπιβάτης δὲ ἐπὶ νηός.

ἀναστῆναι καὶ ἐγερθῆναι διαφέρει. ἀναστῆναι μὲν ἐπὶ ἔργον, ἐγερθῆναι δὲ ἐξ ὕπνου.

ἀναγόμενοι καὶ ἀναχθέντες διαφέρει. ἀνήγοντο μὲν γὰρ οἱ πλέοντες, ἀναγόμεναί τε αἱ νῆες, οὐκ ἀναχθεῖσαι· ἀνήχθησαν δέ τινες εἰς τὸ στρατηγεῖον.

ἀνεψιοὶ καὶ ἐξανεψιοὶ διαφέρουσιν. ἀνεψιοὶ μὲν γάρ εἰσιν οἱ τῶν ἀδελφῶν παῖδες, ἐξανεψιοὶ δὲ οἱ τῶν ἀνεψιῶν παῖδες.

ἀναγκάζειν καὶ βιάζεσθαι διαφέρει. ἀναγκάζειν μὲν γάρ ἐστιν ἐπὶ ἐμψύχου· βιάζεσθαι δὲ καὶ ἐπὶ ἀψύχου, οἷον «βιάζεσθαι τὴν ναῦν».

ἄναρχον καὶ ἀναίτιον διαφέρει, ὅτι τὸ μὲν ἀναίτιον πρὸς ἕτερον λέγεται, τὸ δʼ ἄναρχον πρὸς ἑαυτό.

ἄντρον μὲν τὸ αὐτοφυὲς κοίλωμα, σπήλαιον δὲ τὸ χειροποίητον.

ἄνοια καὶ ἀφροσύνη διαφέρει. ἀνόητος μὲν γάρ ἐστιν ὁ μηδὲν νοῶν· ἄφρων δὲ ὁ νοῶν μέν, οὐ φρονίμως δὲ διοικῶν.

ἄξονες καὶ κύρβεις διαφέρουσιν. οἱ μὲν γὰρ ἄξονες ἦσαν τετράγωνοι, οἱ δὲ κύρβεις τρίγωνοι. καὶ οἱ μὲν ἄξονες εἶχον τοὺς ἰδιωτικοὺς νόμους ἐγγεγραμμένους, οἱ δὲ κύρβεις τὰς δημοσίας ἱεροποιΐας καὶ εἴ τι ἕτερον τοιοῦτον.

ἀξιόχρεως μέν ἐστιν ὁ ἐπιλῦσαί τι ἱκανός, ἀξιόπιστος δὲ ὁ πιστεύεσθαι ἄξιος.

ἀξίωμα μέν ἐστι τὸ καθʼ ὑπερβολὴν διαπρέπον, ἀξία δὲ ἡ ἐκ δοκιμασίας εὐαρέστησις.

ἀποστάσιος ἀπροστασίου διαφέρει. ἀποστασίου μὲν δίκην ἔλεγον, ὁπότε ἀπελεύθερος κρίνοιτο ὡς ἀποστὰς τοῦ δεσπότου· ἀπροστασίου δέ, ὁπότε μέτοικος ἐγκαλοῖτο ὡς μὴ ἔχων προστάτην.

ἀποκήρυκτος καὶ ἐκποίητος διαφέρει. ἀποκήρυκτος μὲν γάρ ἐστιν ὁ ἐπὶ ἀδικήματι ὑπὸ τοῦ πατρὸς ἐκβληθεὶς τῆς οἰκίας· ἐκποίητος δὲ ὁ δοθεὶς ὑπὸ τοῦ πατρὸς εἰς υἱοθεσίαν ἄλλῳ, ὃ λέγουσιν «εἰσποιητὸς γέγονεν».

ἀπολογεῖσθαι καὶ ἀπολογίζεσθαι διαφέρει. ἀπολογεῖσθαι μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ λόγῳ τὴν κατηγορίαν ἀνασκευάζειν, ἀπολογίζεσθαι δὲ τὸ ἀποδοῦναι τὸν λόγον τῶν δαπανημάτων. καὶ γὰρ τὸ ἁπλοῦν λογίζεσθαι· καὶ λογισταὶ οἱ ἀριθμηταί.

ἀποδρᾶναι καὶ ἀποφεύγειν διαφέρει. ἀποδρᾶναι μὲν γάρ ἐστι τὸ ἀναχωρήσαντά τινα ἄδηλον εἶναι ὅπου ἐστίν· ἀποφεύγειν δὲ τὸ δῆλον μὲν εἶναι ὅπου ἐστί, μὴ δύνασθαι δὲ ἐπιληφθῆναι. λέγει δὲ Ξενοφῶν τὴν διαφορὰν ἐν τῇ Ἀναβάσει· «οὔτε ἀποδεδράκασιν—οἶδα γὰρ ὅπου οἴχονται— οὔτε ἀποπεφεύγασιν».

ἀπὸ καὶ παρὰ διαφέρει. ἡ μὲν γὰρ ἀπό τίθεται ἐπὶ τῶν ἀψύχων, οἷον «ἀπʼ Ἀθηνῶν»· ἡ δὲ παρά ἐπὶ τῶν ἐμψύχων, οἷον «παρὰ Σωκράτους». οἱ δὲ ἐναλλάσσοντες ἁμαρτάνουσιν ἢ ἀλλαγῇ προθέσεως χρῶνται, ὡς καὶ Ὅμηρος· «παρὰ νηῶν ἀνιόντε» ἀντὶ τοῦ ἀπὸ τῶν νηῶν. ὡς καὶ ἀλλαχοῦ φησι κυρίως·

«οὔτέ ποτε προτρέποντο μελενάων ἀπὸ νηῶν».

ἀπελεύθερος καὶ ἐξελεύθερος διαφέρει. ἀπελεύθερος μὲν γάρ ἐστιν ὁ ἐκ δούλου ἠλευθερωμένος· ἐξελεύθερος δὲ ὁ γενόμενος διὰ χρέα προσήλυτος ἢ κατὰ ἄλλην τινὰ αἰτίαν δουλεύσας, εἶτα ἐλευθερωθείς. ἤδη μέντοι καὶ ἀδιαφόρως χρῶνται τοῖς ὀνόμασιν.

ἀποφορὰ καὶ εἰσφορὰ διαφέρει. ἀποφορὰ μὲν γάρ ἐστι τὰ ὑπὸ τῶν δούλων τοῖς δεσπόταις παρεχόμενα χρήματα, ἣν καὶ ἀναφορὰν καλοῦσιν· εἰσφορὰ δὲ τὰ ὑπὸ τῶν πολιτῶν.

ἀποκριθῆναι καὶ ἀποκρίνασθαι διαφέρει. ἀποκριθῆναι μὲν γάρ ἐστι τὸ ἀποχωρισθῆναι, ἀποκρίνασθαι δὲ τὸ ἐρωτηθέντα λόγον δοῦναι.

ἀπονίψασθαι καὶ κατὰ χειρὸς ὕδωρ αἰτῆσαι διαφέρει. ἀπονίψασθαι μὲν γάρ ἐστι μετὰ τὸ φαγεῖν, κατὰ χειρὸς δὲ ὕδωρ αἰτῆσαι πρὸ τοῦ φαγεῖν καὶ μετὰ τὸ φαγεῖν.

ἀποφορὰ καὶ ἀναφορὰ διαφέρει. ἀποφορὰ μὲν γάρ ἐστιν ὁ νῦν καλούμενος φόρος, ἀναφορὰ δὲ ὁ ἀπὸ τῶν εὐωδῶν ἢ δυσωδῶν ἀναφερόμενος ἀτμός.

ἀπέθανε καὶ τέθνηκε διαφέρει. ἀπέθανε μὲν νῦν, τέθνηκε δὲ πάλαι. ὡς «περιεπάτησε μὲν ὁ δεῖνα τήμερον, περιπεπάτηκε δὲ πάλαι».

ἀπόδοσις μὲν ἀψύχου λέγεται, ἀποκατάστασις δὲ ἐμψύχου καὶ ἀγομένου.

ἄρχειν καὶ κρατεῖν διαφέρει. ἄρχειν μὲν γάρ ἐστι τό τινων ἐπʼ ὠφελείᾳ προΐστασθαι, κρατεῖν δὲ τὸ βίᾳ τινὰς ἄγειν ὑπακουομένους ἐπὶ δουλείᾳ. καθὸ καὶ τῶν θηρίων κρατεῖν, ἀλλʼ οὐκ ἄρχειν λέγεται.

ἁρπαγὴ καὶ ἁρπάγη διαφέρει παρὰ τοῖς παλαιοῖς Ἀττικοῖς, ὥς φησι Τρύφων ἐν τῷ τρίτῳ Περὶ Ἀττικῆς προσῳδίας. ἐὰν μὲν γὰρ ὀξυτόνως προενεγκώμεθα καθάπερ ἐν τῇ συνηθείᾳ, τὴν αἰφνίδιον καὶ μετὰ βίας ἀφαίρεσιν δηλώσει· ἐὰν δὲ βαρυτόνως ἁρπάγην ὡς Ἀνάφην, ἐν ᾗ ἐκ τῶν φρεάτων τοὺς κάδους ἐξαίρουσιν. καὶ παρὰ Μενάνδρῳ ἀναγινώσκομεν·

«ποτήριον, τράπεζαν, ἁρπάγην, δεύτερον κάδον». καὶ ἐν Ἡνιόχῳ· «τὸν παῖδα δʼ οὐ δίδομεν, ἀλλʼ ἁρπάγην αὐτῷ κατασκευάζομεν».

ἆρα καὶ ἄρα διαφέρει. ὁ μὲν γὰρ κατὰ περισπασμὸν λεγόμενος σύνδεσμος ἀπορηματικός ἐστιν, ὅτε ἀποροῦντες λέγομεν· «ἆρα τέλος ἕξει τὸ πρᾶγμα;». ὁ δὲ κατὰ συστολὴν συλλογιστικός· «εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἐστίν. φῶς ἄρα ἐστίν». «εἰ τοῦτο συμφέρει ποιεῖν, ποιητέον ἡμῖν ἄρα ἐστίν».

ἄρτι καὶ ἀρτίως διαφέρει. ἄρτι μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, τὸ δʼ ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου ἔργου τελείως. ὥστε ἁμαρτάνει Σαπφὼ λέγουσα

«ἀρτίως μὲν ἁ χρυσοπέδιλος αὖ· ὡς» ἀντὶ χρονικοῦ ἐπιρρήματος. παρὰ δὲ τοῖς Ἀττικοῖς ἀρτίως σημαίνει αὐτῆς τῆς ὥρας. τὸ δʼ ἄρτι παρατατικῶς καὶ ἐπὶ τοῦ παρῳχηκότος.

ἀράχνη καὶ ἀράχνιον διαφέρει. ἀράχνη μὲν γὰρ θηλυκῶς τὸ ὕφασμα—καὶ οὐδετέρως, τὸ ἀράχνιον—, ἀρσενικῶς δὲ ὁ ἀράχνης τὸ ζῷον.

ἄρνες καὶ ἀρνειοὶ διαφέρουσιν. ἄρνες μὲν γὰρ λέγονται οἱ νεογνοί·

«ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον», ἀρνειοὶ δὲ οἱ προήκοντες τῇ ἡλικίᾳ· «ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ ὅς τʼ ὀΐων μέγα πῶϋ ...».

ἄρρωστος καὶ ἀρρωστῶν διαφέρει. ἄρρωστος μὲν γὰρ ὁ νοσῶν· ἀρρωστῶν δέ ἐστιν ὁ ἀδυνατῶν ἐπιτελεῖν τὰ κατὰ τὰς ὀρέξεις, ὡς Ἀριστοφάνης φησίν.

ἀρρωστεῖν τοῦ νοσεῖν διαφέρει. ἀρρωστεῖ μὲν γὰρ ὁ καχεκτῶν τῷ σώματι, νοσεῖ δὲ ὁ κλινήρης.

ἀρρωδεῖν καὶ ὀρρωδεῖν διαφέρει. τὸ μὲν γὰρ διὰ τοῦ ο σημαίνει τὸ εὐλαβεῖσθαι· οὕτως γὰρ ἐξηγοῦνται τὴν λέξιν· ὄρρος δὲ λέγεται ὁ περὶ τοὺς γλουτοὺς τόπος ὅν τινες ταῦρον λέγουσιν· ὅθεν καὶ τῶν ὀρνέων ὁ τόπος οὗτος ὀρροπύγιον καλεῖται, οὐχ, ὥς τινες ἀγνοοῦντες, ὀρθοπύγιον. ἐτύμως δʼ εἴρηται, ὅρος ὢν τῆς πυγῆς καὶ οἱονεὶ ὁροπύγιον. οἱ δʼ εὐλαβούμενοι περί τινος ἀνασπᾶν εἰώθασι τὸ αἰδοῖον, πολλάκις δὲ καὶ τὰ ἄλογα τῶν ζώων ὑποστέλλειν εἰώθασι τὴν οὐρὰν ὅταν εὐλαβῆται. εὐλόγως οὖν ἐκ τοῦ παρακολουθοῦντος τὸ ὀρρωδεῖν εἴρηται ἐπὶ τοῦ εὐλαβεῖσθαι. καὶ Εὐριπίδης τὸν Περσέα λέγοντα εἰσάγει· «τὰς γὰρ συμφορὰς τῶν κακῶς πεπραχότων οὐπώποθʼ ὕβρισʼ, αὐτὸς ὀρρωδῶν παθεῖν». καὶ τὸ μὲν ὀρρωδεῖν τοιοῦτον. τὸ δʼ ἀρρωδεῖν οἷον κατὰ στέρησιν, τοῦτʼ ἔστι μὴ εὐλαβεῖσθαι ἀλλὰ καταφρονεῖν καὶ τεθαρρηκέναι.

ἀσφόδελος καὶ ἀσφοδελὸς διαφέρει. προπαροξυτόνως μὲν γὰρ τὸ φυτόν· ὀξυτόνως δʼ ὁ τόπος «κατʼ ἀσφοδελὸν λειμῶνα».

ἀστεῖος καὶ ἀστικὸς διαφέρει. ἀστεῖος μὲν γὰρ ὁ πιθανὸς καὶ χαρίεις ἢ καθόλου ἐπιδέξιος ἐν πολιτικῇ ὁμιλίᾳ· ἀστικὸς δὲ ὁ ἐν ἄστει διατρίβων.

ἄστρον καὶ ἀστὴρ διαφέρει. ἄστρον μὲν γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων μεμορφωμένον ζῴδιον, οἷον ὁ Ὠρίων, ἡ Ἄρκτος. ἀστὴρ δὲ ὁ εἷς.

ἀτέχνως καὶ ἀτεχνῶς διαφέρει. τὸ μὲν γὰρ παροξύτονον σημαίνει τὸ χωρὶς τέχνης καὶ ἀμαθῶς· τὸ δὲ περισπώμενον τίθεται ἀντὶ τοῦ ἁπλῶς καὶ ἀδόλως καὶ καθάπαξ καὶ καθόλου, ἄντικρυς.

ἀτιμοῦται καὶ ἀτιμάζεται διαφέρει. ἀτιμοῦται μὲν γάρ τις ὑπὸ τῶν νόμων ὁλοσχερεῖ ἀτιμίᾳ, ἀτιμάζεται δὲ ὁ ὑβριζόμενος ἔν τινι πράγματι.

ἄττα ψιλούμενον καὶ δασυνόμενον διαφέρει. ψιλούμενον μὲν γὰρ σημαίνει τὸ «τινά», δασυνόμενον δὲ τὸ «ἅτινα».

ἀτελές καὶ ἀτέλεστον διαφέρει. ἀτελὲς μὲν γάρ ἐστι τὸ μήπω τετελεσμένον, ἀτέλεστον δὲ τὸ ἀδύνατον τελεσθῆναι. οἱ οὖν ἐναλλάσσοντες ταῦτα ἀκυρολογοῦσιν.

αὐχὴν καὶ δέρη διαφέρει. αὐχὴν μὲν γὰρ λέγεται τὸ ὄπισθεν τοῦ τραχήλου, δέρη δὲ τὸ ἔμπροσθεν καθʼ ὅ ἐστιν ἡ φάρυγξ.

αὖθις καὶ αὖθι χωρὶς τοῦ σ διαφέρει. τὸ μὲν αὖθις ἐστὶ τὸ πάλιν ἢ μετὰ ταῦτα, τὸ δʼ αὖθι τὸ αὐτόθι. κακῶς οὖν Καλλίμαχός φησι

«αὖθι τὸ δʼ ἐκδύοιμι, τό μοι βάρος» ἀντὶ τοῦ μετὰ ταῦτα.

αὖτις διὰ μὲν τοῦ τ σημαίνει τὸ πάλιν, διὰ δὲ τοῦ θ τὸ ὕστερον.

ἄχρι χωρὶς τοῦ σ χρονικὸν ἐπίρρημα, ἄχρις δὲ μετὰ τοῦ σ ἀντὶ τοῦ ἀκριβῶς. Ὅμηρος· «ἄχρις ἀπηλοίησεν», οἷον «ἀκριβῶς ἀπέκοψεν».

Β

βασιλεύς, κοίρανος καὶ ἡγεμὼν διαφέρει. βασιλεὺς μὲν γάρ ἐστιν ὁ πατρόθεν ἢ ἀπὸ γένους τὴν ἀρχὴν παραλαβών, κοίρανος δὲ ὁ πρὸς καιρὸν τὸ τοῦ βασιλέως ἔργον ἐπιτελῶν, οἷος ἦν πρὸ τῆς μήνιδος ὁ Ἀχιλλεύς.

«ὣς ὅ γε κοιρανέων δίεπε στρατόν». ἡγεμὼν δέ ἐστιν ὁ τάξεως στρατιωτικῆς ἡγούμενος, ὡς ὁ ποιητής φησιν

«αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι».

βάρβαρον καὶ βαρβαρικὸν διαφέρει. βάρβαρον μὲν γάρ ἐστιν ὄνομα τὸ οὐχ Ἑλληνικόν, βαρβαρικὸν δὲ τὸ τῶν βαρβάρων.

βάραθρος καὶ βάραθρον διαφέρει. βάραθρος μὲν γὰρ ὁ βαράθρου ἄξιος ἄνθρωπος, βάραθρον δὲ ὄρυγμά τι Ἀθήνησιν εἰς ὃ τοὺς κακούργους ἐνέβαλλον, ὥσπερ οἱ Λακεδαιμόνιοι τοὺς καταδικαζομένους ἔβαλλον εἰς τὸν κέατον.

βασιλεῖα καὶ βασίλεια διαφέρει. προπερισπωμένως μὲν γὰρ ἡ βασιλέως ἀρχή, προπαροξυτόνως δὲ ἡ βασιλέως γυνή.

βάρις μέν ἐστιν Αἰγύπτιον πλοῖον, λέγεται δὲ καὶ ἡ μεγάλη οἰκία, ὡς ὑπὸ Φιλίππου.

βάσανος ἥ τε δοκιμασία καὶ ἡ διὰ τῶν πληγῶν.

βασκαίνειν οὐ μόνον τὸ φθονεῖν ἀλλὰ καὶ τὸ συκοφαντεῖν, ὡς Δημοσθένης ἐν τῷ Περὶ στεφάνου «ἄν τι δύσκολον συμβῇ, τοῦτο βασκαίνουσιν».

βεβλῆσθαι καὶ οὐτᾶσθαι διαφέρει. βεβλῆσθαι μὲν γάρ ἐστι τὸ ἐκ βολῆς τετρῶσθαι καὶ ἐκ τῶν ἐναντίων, οὐτᾶσθαι δὲ τὸ ἐκ χειρὸς τετρῶσθαι· βεβολῶσθαι δὲ τὸ τὴν βουλὴν πεπηρῶσθαι καὶ οἷον πεπλῆχθαι ὑπὸ δυσθυμίας.

βιοῦν καὶ ζῆν διαφέρει. βιοῦν μὲν γὰρ ἐπὶ ἀνθρώπων μόνον λέγεται, ζῆν δὲ ἐπὶ ἀνθρώπων καὶ ἀλόγων ζῴων, ἤδη δέ ποτε καὶ ἐπὶ φυτῶν. ζωὴ μὲν γὰρ λέγεται εἶναι χρῆσις ψυχῆς, βίος δὲ ὀλίγη ζωή.

βίος ζωῆς διαφέρει. βίος μὲν ἐπὶ τῶν λογικῶν τάσσεται ζῴων, τουτέστιν ἀνθρώπων μόνων, ζωὴ δὲ καὶ ἐπὶ ἀνθρώπων καὶ ἐπὶ τῶν ἀλόγων ζῴων. ἐντεῦθεν Ἀριστοτέλης τὸν βίον ὡρίσατο οὕτως· «βίος ἐστὶ λογικὴ ζωή». ὁ οὖν ἐπὶ τῶν θηρίων βίον τάσσων ἀκυρολογεῖ.

βιῶναι μέν ἐστι τὸ ζῆν, βιοτεύειν δὲ τὸ πορίζειν τὰ πρὸς τὸν βίον.

βλέπειν καὶ θεᾶσθαι διαφέρει. βλέπειν μὲν γὰρ κυρίως τὸ ὁρᾶν τι ὁπωσοῦν, θεᾶσθαι δὲ τὸ ὁρᾶν τι τῶν τεχνικῶς γινομένων οἷον πάλην, παγκράτιον, γραφήν.

βλέφαρα καὶ βλεφαρίδες διαφέρει. βλέφαρα μὲν γάρ ἐστιν αὐτὰ τὰ ἐπικλειόμενα δέρματα, βλεφαρίδες δὲ αἱ τρίχες αἱ ἐπὶ τῶν βλεφάρων.

βοὸς καὶ βόειος διαφέρει. βοὸς μὲν γὰρ πούς ἐστιν ἐπὶ ζῶντος, βόειος δὲ ὁ τοῦ νεκροῦ.

βούλει καὶ βούλῃ διαφέρει. τὸ βούλει μὲν γὰρ ὁριστικόν ἐστιν οἷον «βούλει σχολάσαι μοι», τὸ βούλῃ δὲ διστακτικῶς οἷον «ἐὰν βούλῃ, πορευσόμεθα».

βοηθεῖ μὲν ὁ συνών, ἐπικουρεῖ δὲ ὁ ἔξωθεν εἰς βοήθειαν ἥκων, συμμαχεῖ δὲ ὁ αὐτόθεν, ὑπερμαχεῖ δὲ ὁ ἀδυνάτῳ χρησιμεύων, ἀμύνει δὲ ὁ τιμωρούμενος ὑπὲρ τοῦ ἀπολωλότος.

βουκολεῖν καὶ ἐξαπατᾶν διαφέρει. βουκολεῖν μέν ἐστι τὸ ἐπὶ πλεῖστον καὶ ἀεὶ παραλογίζεσθαι, ἐξαπατᾶν δὲ περὶ ἑνὸς πράγματος συναρπάζειν.

βουλεύσασθαι καὶ βουλεῦσαι διαφέρει. βουλεύσασθαι μὲν γάρ ἐστι ταὐτὸν τῷ σκέψασθαι, βουλεῦσαι δὲ τὸ ἐνθυμηθῆναί τι καὶ συντάξαι κακόν. οἷον βουλεῦσαι φόνον ἢ ἱεροσυλίαν.

βούλεσθαι μὲν ἐπὶ μόνου λεκτέον τοῦ λογικοῦ, τὸ δʼ ἐθέλειν καὶ ἐπὶ ἀλόγου ζῴου.

βρύει καὶ βλύει διαφέρει. βρύει μὲν γὰρ ἐπὶ τοῦ ἀνθεῖ, βλύει δὲ ἐπὶ τοῦ ἀναβάλλει.

βρύκειν καὶ βρύχειν διαφέρει. βρύκειν μὲν γὰρ διὰ τοῦ κ τὸ πρίειν τοῖς ὀδοῦσι, βρύχειν δὲ διὰ τοῦ χ ἐπὶ τοῦ λέοντος τὸ βρύχεσθαι.

βωμὸς καὶ ἑστία καὶ ἐσχάρα καὶ μέγαρον διαφέρει, καθὰ καὶ Ἀμμώνιος ὁ Λαμπριεὺς ἐν πρώτῳ Περὶ θυσιῶν· «βωμοὶ μὲν γὰρ οἱ τὰς προσβάσεις ἔχοντες, ἐσχάρα δʼ ἡ πρὸς βιωτικὴν γινομένη χρῆσιν ἐπὶ τῆς γῆς· τὰ δὲ πολυτελῆ ἑστίαι· τὸ δὲ μέγαρον περιοικοδομημένη ἑστία, ἔνθα τὰ μυστικὰ τῆς Δήμητρος». παρὰ δʼ Ὁμήρῳ ἡ ἐσχάρα ἡ αὐτὴ καὶ ἑστία καλεῖται, ὁ δὲ βωμὸς καὶ τὴν βάσιν σημαίνει

«χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν», ἀντὶ τοῦ ἐπὶ βάσεων· καὶ ἡ ἑστία σημαίνει καὶ τὸν οἶκον

«ἑστίη δʼ Ὀδυσσῆος ἀμύμονος», καὶ ἀνέστιος ὁ ἄοικος. παρʼ Ἡσιόδῳ καὶ ἡ σωματοειδὴς θεὸς Ἑστία ἐστίν, ἣν καὶ «Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον». ἰδίως δὲ Νεάνθης ὁ Κυζικηνὸς ἐν τρίτῳ τῶν Κατὰ πόλιν βωμοὺς θεῶν φησιν, ἐσχάρας δʼ ἡρώων. παρὰ δʼ Εὐριπίδῃ ἐσχάρα ἀντὶ τοῦ βωμοῦ κεῖται ἐν Πλεισθένει·

«μηλοσφάγετον δαιμόνων ἐπʼ ἐσχάραις». καὶ Σοφοκλῆς ἐν Χρύσῃ.

Γ

γαμήλιος καὶ ἐπιθαλάμιον διαφέρει. ἐπιθαλάμιον μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ θαλάμῳ τῆς γαμουμένης γραφὲν ποίημα· ὁ δὲ γαμήλιος οὐ περιώρισται χρόνῳ, τάττοιτο δʼ ἂν καὶ κατὰ τῆς δωρεᾶς τῆς ἐν γάμῳ διδομένης.

γεγενῆσθαι ἐροῦμεν τὸ ὡσανεὶ γεγενημένον, γεγονέναι δὲ τὸ ἄψυχον πρᾶγμα.

γενέθλια καὶ γενέσια διαφέρει. ὅτι μὲν γὰρ γενέθλια τάσσεται ἐπὶ τῶν ζώντων· καὶ ἐν ᾗ ἕκαστος ἡμέρᾳ ἐγεννήθη, αὕτη καλεῖται γενέθλιος ἡμέρα. γενέσια δὲ ἐπὶ τῶν τεθνηκότων· ἐν ᾗ ἕκαστος ἡμέρᾳ τετελεύτηκε, ταύτῃ ἐπιτελεῖται αὐτοῦ τὰ γενέσια. ὁ οὖν λέγων ἐπὶ τῶν ζώντων γενέσια ἀκυρολογεῖ.

γέρων καὶ πρεσβύτης καὶ προβεβηκὼς διαφέρει, Ἀλεξίων δηλοῖ ἐν τῇ ἐπιτομῇ τῶν Διδύμου Συμμίκτων λέγων οὕτως· «ἐκ τῶν ἀρίστωνος Περὶ ἀνθρώπου γενέσεως καὶ αὐξήσεως ἄχρι γήρως. βρέφος μὲν γάρ ἐστι τὸ γεννηθὲν εὐθέως, παιδίον δὲ τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ, παιδάριον δὲ τὸ ἤδη περιπατοῦν καὶ τῆς λέξεως ἀντεχόμενον, παιδίσκος δὲ ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ, παῖς δʼ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι. τὴν δʼ ἐχομένην ταύτης ἡλικίαν οἱ μὲν πάλληκα, οἱ δὲ βούπαιδα, οἱ δʼ ἀντίπαιδα, οἱ δὲ μελλέφηβον καλοῦσιν. ὁ δὲ μετὰ ταῦτα ἔφηβος· ἐν δὲ Κυρήνῃ τοὺς ἐφήβους τριακατίους καλοῦσιν, ἐν δὲ Κρήτῃ ἀποδρόμους διὰ τὸ μηδέπω τῶν κοινῶν δρόμων μετέχειν. ὁ δὲ μετὰ ταῦτα μειράκιον, εἶτα μεῖραξ, εἶτα νεανίσκος, εἶτα νεανίας, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκώς—ὃν καὶ ὠμογέροντα καλοῦσιν—, εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατόγηρως.»

γελοῖον καὶ εὐτράπελον διαφέρει. γελοῖον μὲν γάρ ἐστι τὸ ἐπὶ διαχύσει τῶν ἀκροατῶν χωρίς τινος ὕβρεως, εὐτράπελον δὲ τὸ μετὰ σεμνότητος χαριέντως λεγόμενον· εἴρηται δὲ παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον.

γέλοιος καὶ γελοῖος διαφέρει. γέλοιος μὲν ὁ καταγέλαστος, γελοῖος δὲ ὁ γελωτοποιός.

γῆμαι τοῦ γήμασθαι διαφέρει, ὅτι γαμεῖ μὲν ὁ ἀνήρ, γαμεῖται δὲ ἡ γυνή. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν αὐτῶν, ἐπὶ τοῦ γήμασθαι εἰπών «γημαμένη ᾧ υἱῷ· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας γῆμε», καὶ Ἀνακρέων διασύρων τινὰ ἐπὶ θηλύτητι

«καὶ θαλάμοις ἐν ᾧ κεῖνος οὐκ ἔγημεν ἀλλʼ ἐγήματο», καὶ Αἰσχύλος ἐν Ἀμυμώνῃ

«σοὶ μὲν γαμεῖσθαι μόρσιμον, γαμεῖν δὲ μή».

γῆρας μέν ἐστιν ἡ τελευταία ἡλικία, γήρασις δὲ ἡ ἐπʼ αὐτὴν πόρευσις. μήποτε οὖν ταύτῃ καὶ γηρᾶν τοῦ γηράσκειν διαφέρει.

γράμμα στοιχείου διαφέρει. στοιχεῖον μὲν γάρ ἐστιν αὐτὴ ἡ ἐκφώνησις καὶ ὁ φθόγγος, οὗ τὸ γράμμα σημεῖον ἢ τύπος ἢ σχῆμα· ὡς ἐν τῷ «τρίγωνον μέν ἐστι τὸ Δ, στρογγύλον δὲ τὸ Ο», τύπος μόνον λέγεται. τὸ δὲ στοιχεῖον τὸ ὁλόκληρον οἷον α β καὶ τὰ λοιπὰ στοιχεῖα. λέγεται μέντοι καταχρηστικῶς καὶ τὰ στοιχεῖα γράμματα· ἤδη μέντοι καὶ τὰ συγγράμματα ἐκάλουν οἱ παλαιοὶ γράμματα· Καλλίμαχός πού φησιν

«γράμματα δʼ οὐκ εἴλισσαν ἀπόκρυφα», τουτέστι τὰ συγγράμματα, καὶ πάλιν «ἀλλὰ Πλάτωνος ἐν τῷ περὶ ψυχῆς γράμμʼ ἀναλεξάμενος». καὶ ἐν τῇ συνηθείᾳ πολλά φαμεν εἰδέναι γράμματα τόνδε· οὐ γὰρ τὰ εἴκοσι τέσσαρα, ἀλλὰ τὸν πολλῶν ἔμπειρον συγγραμμάτων.

γυμνασθῆναι καὶ γυμνάσασθαι διαφέρει. γυμνασθῆναι μὲν γάρ ἐστι τὸ ὑφʼ ἑτέρου, γυμνάσασθαι δὲ τὸ ὑφʼ ἑαυτοῦ.

γυμνασία μὲν λέγεται ἡ τῶν γεγυμνασμένων ἄσκησις, ἄσκησις δὲ ἡ τῶν λεγόντων καὶ σκηνικῶν.

Δ

δαμάλης καὶ δάμαλις διαφέρει. δαμάλης μὲν γὰρ ὁ ἄρρην μόσχος, δάμαλις δὲ ἡ θήλεια. μόσχος δὲ κοινῶς ἐπʼ ἀμφότερα.

δαί· σύνδεσμος ἐρωτηματικὸς ἐκτεταμένος «τίς δαὶ ὅμιλος» καὶ «πῶς δαὶ τῶν ἄλλων Τρώων». ὁ δὲ συμπλεκτικὸς δέ συνεσταλμένος.

δεσπότης καὶ κύριος διαφέρει. δεσπότης μὲν γὰρ ὁ τῶν ἀργυρωνήτων κύριος, κύριος δὲ καὶ πατὴρ υἱοῦ καὶ αὐτός τις ἑαυτοῦ.

δέος καὶ φόβος διαφέρει. δέος μὲν γάρ ἐστι πολυχρόνιος κακοῦ ὑπόνοια, φόβος δὲ παραυτίκα πτόησις. διόπερ Ἡρόδοτος ἐν τῇ τετάρτῃ· «ἡμέας ἔχει φόβος τε καὶ δέος».

δήμιος καὶ δημόκοινος διαφέρει. δήμιος μὲν γάρ ἐστιν ὁ ἀναιρῶν τοὺς καταδίκους, δημόκοινος δὲ ὁ βασανίζων.

«Δήμητερ καὶ Δάματερ διαφέρει παρὰ τοῖς Ἀττικοῖς», φησὶ Τρύφων. «Δήμητερ γάρ», φησίν, «ἔστιν ἐπὶ τῆς θεοῦ, Δάματερ δὲ ἐπὶ θαυμασμοῦ».

δῆμος καὶ δημὸς διαφέρει. δῆμος μὲν βαρυτόνως τὸ πλῆθος τῆς πόλεως, δημὸς δὲ ὀξυτόνως τὸ λίπος.

δίσκος καὶ σόλος διαφέρει. δίσκος μὲν γάρ ἐστι λίθος τετρημένος, ὥς φησι Τρύφων ἐν πέμπτῳ Περὶ Ἑλληνισμοῦ, σόλος δὲ τὸ χαλκοῦν ὁλοσφύριον. Ὅμηρος «σόλον αὐτοχόωνον», καὶ ἐν ἄλλοις «λάβε δίσκον», εἶτʼ ἐπιφέρει «βόμβησεν δὲ λίθος»· καὶ Πίνδαρος

«λιθίνοις ποτʼ ἂν δίσκοισι».

δικαστὴς καὶ διαιτητὴς διαφέρει. δικαστὴς μὲν γάρ ἐστιν ὁ κατὰ νόμον αἱρεθεὶς κριτής, διαιτητὴς δὲ ὁ κατὰ σύμφωνον αἱρεθεὶς συμβιβάσεως χάριν. Μένανδρος ἐν Παιδίῳ

«εἴ τις δικαστὴς ἢ διαιτητὴς θεῶν».

διέφθαρται καὶ διέφθορε διαφέρει. διέφθαρται μὲν γὰρ ὑφʼ ἑτέρου, διέφθορε δʼ ἕτερον. Ἀριστοφάνης Κόραις· «διέφθορας τὸν ὅρκον ἡμῶν». Μένανδρος Ἀδελφοῖς·

«εἰ δʼ ἔστιν οὗτος τὴν κόρην διεφθορώς». Ὅμηρος «φρένας, ἠλεέ, διέφθορας», διεφθάρης τὰς σαυτοῦ φρένας.

διαβόητος καὶ ἐπιβόητος διαφέρει. διαβόητος μὲν γάρ ἐστιν ὁ ἐπʼ ἀρετῇ ἐγνωσμένος· ἐπιβόητος δὲ ὁ μοχθηρὰν ἔχων φήμην. Ἀνακρέων ἐν δευτέρῳ

«καὶ μʼ ἐπιβόητον κατὰ γείτονας ποιήσεις». τοῦτον δʼ ἔνιοι τῶν ποιητῶν ἐπίσφατον καλοῦσιν.

διαβόητος περιβοήτου διαφέρει. διαβόητος μὲν γάρ ἐστιν ὁ ἐπʼ ἀρετῇ πολυθρύλλητος, περιβόητος δὲ ὁ ἐπὶ κακίᾳ.

«καὶ περιβόητον πᾶσιν ἀνθρώποις ποιεῖ

αὑτὸν ἀκρατής· καὶ τοῦτο δὴ τὸ λεγόμενον

“ἥττων ἑαυτοῦ”· πορνιδίῳ τρισαθλίῳ

ἑαυτὸν οὕτω παραδέδωκεν.»

διπλοῦν καὶ διπλάσιον διαφέρει. διπλοῦν μὲν γάρ ἐστι κατὰ μέγεθος, διπλάσιον δὲ κατὰ ἀριθμόν, ὡς τριπλάσιον καὶ τετραπλάσιον· οἷον «διπλάσια χρήματα ἔχει». ἐπὶ δὲ τῶν διπλουμένων τὸ διπλοῦν, ὥσπερ ἐπὶ τῶν πτυσσομένων ἱματίων «διπλοῦν τὸ ἱμάτιον», οὐκέτι «διπλάσιον».

διχότομος καὶ διχοτόμος διαφέρει. προπαροξυτόνως μὲν γὰρ ὁ εἰς δύο διῃρημένος, παροξυτόνως δὲ ὁ εἰς δύο διαιρῶν. καὶ ἔστι τὸ μὲν παθητικόν, τὸ δὲ ἐνεργητικόν.

διήγησις καὶ διήγημα διαφέρει. διήγησις μὲν γάρ, καὶ ποίησις, ἐστὶν ἡ ἐν μήκει τὸ τέλειον ἔχουσα· διήγημα δέ, καὶ ποίημα, τὸ βραχύτερον.

διδάξω καὶ διδάξομαι διαφέρει. «διδάξω» μὲν γὰρ διʼ ἑαυτοῦ, «διδάξομαι» δὲ διʼ ἑτέρου· ὡς «οἰκοδομήσω» μὲν διʼ ἑαυτοῦ, οἰκοδομήσασθαι δὲ διʼ ἑτέρου.

διφθέρα καὶ μηλωτὴ διαφέρει. διφθέρα μὲν γὰρ αἰγῶν, μηλωτὴ δὲ προβάτων.

διορθοῦν καὶ ἐπανορθοῦν διαφέρει. διορθοῦν μὲν γὰρ καὶ ἐπὶ δοράτων καὶ ἐπὶ ὀβελίσκων καὶ ἐπὶ λόγων, ἐπανορθοῦν δὲ ἐπὶ μόνων λόγων.

διαπολιτεύεσθαι καὶ ἀντιπολιτεύεσθαι διαφέρει. διαπολιτεύεσθαι μὲν γὰρ λέγουσι τοὺς ἐκ τῆς αὐτῆς πόλεως, ἀντιπολιτεύεσθαι δὲ τοὺς ἐξ ἑτέρας διʼ ἑτέρας ἀντιστατοῦντας ἀλλήλοις. Θεόπομπος δὲ καὶ τοὺς ἐν μιᾷ πόλει φιλοτιμουμένους πρὸς ἀλλήλους ἀντιπολιτεύεσθαι ἔφη.

διδάσκαλος καὶ ἐπιστάτης διαφέρει. διδάσκαλος μὲν γάρ ἐστι λόγων, ἐπιστάτης δὲ ἔργων.

διαλέγεται μὲν ὁ διδοὺς λόγον καὶ λαμβάνων· λαλεῖ δὲ ὁ μὴ σπουδαιολογούμενος· λέγει δὲ καὶ ὁ κατὰ διέξοδον ἐπεξιὼν πρᾶγμα· φάσκει δὲ ὁ βραχυλόγος.

δίκη· ἥ τε κρίσις καὶ ἡ τιμωρία καὶ τὸ δίκαιον.

δοάσσατο τοῦ δοιάσσατο διαφέρει. τὸ μὲν γὰρ δοάσσατο σημαίνει τὸ ἔδοξεν, τὸ δὲ δοιάσσατο τὸ ἐδίστασε.

δοῦλοι καὶ οἰκέται διαφέρουσι. δοῦλοι μὲν γάρ εἰσι καὶ οἱ τῶν ἡδονῶν καὶ πάντες οἱ τεταγμένοι ὑπὸ βασιλέα, οἰκέται δὲ δεσποτῶν.

δόξα καὶ κλέος διαφέρει. δόξα μέν ἐστιν ὁ παρὰ τῶν πολλῶν ἔπαινος, κλέος δὲ ὁ παρὰ τῶν σπουδαίων.

δύναμις καὶ ἰσχὺς διαφέρει, ὥς φησι Πλάτων ἐν Πρωταγόρᾳ. οὐ γὰρ ταὐτόν ἐστι δύναμίν τε καὶ ἰσχύν. ἡ μὲν γὰρ δύναμις καὶ ἀπὸ ἐπιστήμης γίνεται καὶ μανίας καὶ θυμοῦ, ἡ δὲ ἰσχὺς ἀπὸ φύσεως καὶ εὐτροφίας τῶν σωμάτων.

δυσπειθὴς καὶ ἀπειθὴς διαφέρει. δυσπειθὴς μὲν γάρ ἐστιν ὃς δυσχερῶς παραδέχεται τὸν πιστὸν λόγον, ἀπειθὴς δὲ ὃς ἀποκρούεται καὶ οὐχ οἷός τέ ἐστι πείθεσθαι.

δῶμα καὶ δωμάτιον διαφέρει. δώματα μὲν γὰρ κοινῶς φαμεν τὰ οἰκοδομήματα, δωμάτιον δὲ τὸν θάλαμον.

δωροδοκία ἥ τε δόσις τῶν δώρων καὶ ἡ λῆψις.

Ε

ἐγχρῖσαι καὶ ἐναλεῖψαι διαφέρει. ἐγχρῖσαι μὲν γὰρ ἐπὶ σκορπίου ἢ σφηκῶν ἤ τινος τοιούτου λέγουσιν, ἐναλεῖψαι δὲ ἐπὶ ὀφθαλμῶν.

ἐγγυᾷ καὶ ἐγγυᾶται διαφέρει. ἐγγυᾷ μὲν γὰρ ὁ διδούς, ἐγγυᾶται δὲ ὁ λαμβάνων.

ἐδίδαξε καὶ ἐδιδάξατο διαφέρει. ἐδίδαξε μὲν γὰρ ὁ καθηγητής, ἐδιδάξατο δʼ ὁ πατὴρ συστήσας. Ἀριστοφάνης φησὶν ἐν Νεφέλαις

«ἐδιδαξάμην μέντοι σε νὴ Δίʼ, ὦ μέλεε».

εἰκὼν καὶ προτομὴ διαφέρει. εἰκὼν μὲν γάρ ἐστιν ἐπʼ ἀνθρώπου, προτομὴ δὲ λέοντος καὶ ἵππου καὶ τῶν ἄλλων.

ἐκκλησία καὶ κατάκλησις διαφέρει. ἐκκλησίαν μὲν γὰρ ἔλεγον οἱ Ἀθηναῖοι τὴν σύνοδον τῶν κατὰ τὴν πόλιν, κατάκλησιν δὲ ὁπότε καὶ τοὺς ἐκ τῶν ἀγρῶν συνεκάλουν πρὸς ἐπίσκεψιν μείζονα τῶν πραγμάτων.

ἐκεῖ καὶ ἐκεῖσε διαφέρει. τὸ μὲν γὰρ ἐκεῖ δηλοῖ τὸ ἐν τόπῳ, τὸ δὲ ἐκεῖσε εἰς τόπον. οὕτως ἐροῦμεν «ἐκεῖ κατέλαβον αὐτόν» καὶ «ἐκεῖσε πορεύσομαι».

ἐκπολεμῶσαι καὶ ἐκπολεμῆσαι διαφέρει. ἐκπολεμῶσαι μὲν γάρ ἐστι τὸ εἰς πόλεμον ἐμβαλεῖν, ἐκπολεμῆσαι δὲ τὸ πολέμων ἐξελεῖν.

ἔκγονος καὶ ἀπόγονος διαφέρει. ἔκγονος μὲν γάρ ἐστιν ὁ υἱός. φησὶ γὰρ Ὅμηρος «εἰ ἐτεόν γε κείνου ἔκγονός ἐσσι· θάμβος μʼ ἔχει εἰσορόωντα», καὶ διʼ ὅλης τῆς ποιήσεως τετήρηκεν. ἀπόγονος δʼ ὁ ἤτοι υἱωνὸς ἢ ἔτι ἄπωθεν. καταχρῶνται δʼ ἔσθʼ ὅτε οἱ ἱστορικοὶ τῷ ἀπογόνῳ ἀντὶ τοῦ υἱοῦ.

ἑκάτερος καὶ ἕκαστος διαφέρει. ἑκάτερος μὲν γὰρ ἐπὶ δυοῖν τάσσεται, οἷον «ἀναγκαῖοι δύο ἐγένοντο, ὅ τε Ἀρκὰς καὶ ὁ Σάμιος· τούτων ἑκάτερος ὑπὸ συὸς ἀνῃρέθη». τὸ δʼ ἕκαστος ἐπὶ πολλῶν, οἷον «ἑπτὰ ἦσαν οἱ ἐπὶ Θήβας στρατεύσαντες· τούτων ἕκαστος μίαν πύλην κατεῖχεν».

ἐκμαρτυρία μαρτυρίας ἔν τινι διαφέρει, δηλοῖ μέναρχος ἐν τῷ Κατὰ Κλεομέδοντος λέγων «ἀναγνώσεται δὲ τῶν μὲν ἐπιδημούντων τὰς μαρτυρίας, τῶν δὲ ἀποδημούντων ἐκμαρτυρίας».

ἕλκος ὠτειλῆς διαφέρει. ἕλκος μὲν γάρ ἐστι χρόνιον πάθος μόνον ἐκ σιδήρου γινόμενον· ἔστι δʼ ὅτε καὶ ἐκ ταὐτομάτου· εἴρηται δὲ παρὰ τὸ διελκύσθαι τὴν σάρκα. ὠτειλὴ δέ ἐστιν ἡ ἐκ τοῦ σύνεγγυς ὑπὸ σιδήρου πληγή.

ἐλέατρος καὶ ἐδέατρος διαφέρει. ἐλέατρος μὲν γάρ ἐστιν ὁ μάγειρος παρὰ τοῖς ἐλεοῖς· τράπεζαι δʼ εἰσὶ μαγειρικαί. Ὅμηρος «καὶ εἰν ἐλεοῖσιν ἔχευαν». ἐδέατρος δὲ ὁ προγεύστης, παρὰ τὰ ἐδέσματα.

ἐμβάδες καὶ ἐμβάται διαφέρει. ἐμβάδες μὲν γὰρ τὰ κωμικὰ ὑποδήματα, ἐμβάται δὲ τὰ τραγικά.

ἐμεῖο καὶ ἐμοῖο διαφέρει. ἐμεῖο μὲν γάρ ἐστιν ἀσύναρθρον, ὡς Ὅμηρος «ἐμεῖο δὲ σύνθεο μῦθον». τὸ δʼ ἐμοῖο σύναρθρον· «τοῦ ἐμοῖο παιδός». καὶ

«μνῆσαι πατρὸς σοῖο, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ», ἀντὶ τοῦ «τοῦ σοῦ πατρός».

ἐμπειρία πείρας διαφέρει. πεῖρα μὲν γὰρ ἐφʼ ἑνὸς ἢ δευτέρου γνῶσίς ἐστι δοκιμαζομένη, ἐμπειρία δὲ ἡ ἐπὶ πολλῶν κατάληψις βεβαία. πάλιν δὲ τέχνη ἐμπειρίας διαφέρει· ὅτι ἡ μὲν ἐμπειρία ἐν τοῖς κανόσιν, ἡ γραμματικὴ δὲ τέχνη ἀδιάπτωτος ὡς καὶ ἡ ἐπιστήμη.

ἔνδον καὶ ἔσω διαφέρει. ἔνδον μὲν γὰρ τὸ ἐν τόπῳ σημαίνει, ἔσω δὲ τὸ εἰς τόπον. ἔνδον μὲν γάρ ἐστιν ὁ παῖς, ἔσω δὲ εἰσέρχομαι. ἁμαρτάνει οὖν ὁ λέγων «ἔνδον εἰσέρχομαι» ἢ «ἔσω ἐστὶν ὁ παῖς». Σοφοκλῆς τὴν διαφορὰν συγχεῖ· φησὶ γὰρ ἐν Τραχινίαις «γυναῖκες αἵ τʼ ἔσω στέγης αἵ τʼ ἐκτός», δέον εἰπεῖν «γυναῖκες αἵ τʼ ἔνδον». καὶ Εὐριπίδης ἐν Ἡρακλείδῃ

«καὶ τὸν γέροντα τήν τʼ ἔσω γραῖαν δόμων» ἀντὶ τοῦ ἔνδον. Εὔβουλος ὁ τῆς μέσης κωμῳδίας ποιητὴς ἐν Καλαθηφόροις

«ὅπως σπεύσεσθʼ ὅτι τις γέρων ἔσω», δέον εἰπεῖν ἔνδον.

ἐνταυθοῖ καὶ ἐνταῦθα καὶ ἐνθάδε διαφέρει. ἐνταυθοῖ μὲν γὰρ τὴν ἐν τόπῳ σημασίαν δηλοῖ, ἐνταῦθα δὲ καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον· ὁμοίως καὶ τὸ ἐνθάδε. ἢ ὡς τὸ ἐνταῦθα καὶ τὸ ἐνθάδε καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον· καὶ ἀντὶ χρονικοῦ ἐπιρρήματος τοῦ τότε. ἐπὶ μὲν οὖν τοῦ ἐνταυθοῖ

«ἐνταυθοῖ νῦν ἧσο κύνας ἀπερύκων», ἐπὶ δὲ τοῦ ἐνταῦθα Σοφοκλῆς ἐν Ἠλέκτρᾳ «ἐνταῦθα πέμψειν, ἔνθα μήποθʼ ἡλίου φέγγος κατόψει»· ἔχει γὰρ καὶ τὴν εἰς τόπον σημασίαν καὶ τὴν ἐν τόπῳ. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἐνθάδε φησὶν ἡ Καλυψώ

«ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις». Ἕκτωρ φησί «σὲ δέ τʼ ἐνθάδε γῦπες ἔδονται». ταῦτα γὰρ τὴν ἐν τόπῳ σημασίαν δηλοῖ. τὰ δʼ εἰς τόπον οὕτως

«τοῦ δʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς». ἀπὸ δὲ τοῦ ἔνθα ἐν τόπῳ

«ἔνθα μὲν Αἴας κεῖται ἀρήϊος, ἔνθα δʼ Ἀχιλλεύς», εἰς τόπον

«ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν», ἀντὶ χρονικοῦ δʼ ἐπιρρήματος τοῦ τότε

«ἔνθʼ αὖ Τυδείδῃ Διομήδει Παλλὰς Ἀθήνη».

ἐνθύμημα καὶ ἐνθύμιον διαφέρει. ἐνθύμημα μὲν γάρ ἐστι ποιοῦ λόγου σχῆμα, τὸ δʼ ἐνθύμιον ἐτίθετο ἐπὶ τοῦ προστροπαίου παρʼ Ἀττικοῖς· ὁ γοῦν Ἀντιφῶν ἐν τοῖς Φονικοῖς φησι «τεθνεὼς οὗτος ὑμῖν ἐνθύμιος γενήσεται».

ἔνδοξος καὶ ἐπίδοξος διαφέρει. ἔνδοξος μὲν γάρ ἐστιν ὁ ἐπίσημος, ἐπίδοξος δὲ ὁ προσδοκώμενος καὶ ἐλπιζόμενος.

ἕνεκα καὶ χάριν διαφέρει. ὁ μὲν γὰρ ἕνεκα ψιλὴν τὴν αἰτίαν δηλοῖ, οἷον «ἕνεκα Ἀλεξάνδρου καὶ ἕνεκα Ἑλένης ἐστράτευσε Μενέλαος»· ὁ δὲ χάριν μετὰ τῆς αἰτίας δηλοῖ καὶ τὴν χάριν, οἷον «χάριν Μενελάου Ἀχιλλεὺς ἐστράτευσε», τουτέστι Μενελάῳ χαριζόμενος.

ἐννοεῖν καὶ ἐννοεῖσθαι διαφέρει. ἐννοεῖ μὲν γὰρ ἄφνω, μὴ ἐπιστής· ἐννοεῖται δὲ ὁ ἀπὸ μακρὰν διαλογιζόμενος.

ἐξόσου καὶ ἐξ οὕτινος διαφέρει. ἐξόσου μὲν γὰρ χρόνου, ἐξότου δὲ τοῦ ἐξ οὕτινος.

ἐξανέψιοι καὶ ἀνεψιοὶ διαφέρει. καὶ ὅτι βαρυτόνως Ἀττικοὶ προφέρονται τοὔνομα φησὶ Τρύφων ἐν δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας· «ἐξανέψιοι ὡς ἀμέριμνοι, ἀναστελλομένης τῆς ὀξείας ἐκ τοῦ ἀνεψιοὶ ὀνόματος ὀξυνομένου. «εἰσὶ δὲ οἱ μὲν ἀνεψιοὶ τῶν ἀδελφῶν παῖδες, καθὰ καὶ ἡμεῖς ἐκδεχόμεθα· ἐξανεψιοὶ δὲ οἱ τῶν ἀνεψιῶν παῖδες.

ἐοικότα εἰκότων διαφέρει. τὰ μὲν γὰρ πίστεως ἐχόμενα εἰκότα, τὰ δʼ ἐμφερῆ ἐοικότα.

ἐπικήδιον καὶ θρῆνος διαφέρουσιν. ἐπικήδιον μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ κήδει, θρῆνος δὲ τὸ ἐν οἱῳδήποτε χρόνῳ· οὕτω φησὶ Τρύφων. Ἀριστοκλῆς δὲ ὁ Ῥόδιος ἐν τῷ Περὶ ποιητικῆς τοὔμπαλιν· φησὶ γὰρ «θρῆνος δʼ ἐστὶν ᾠδὴ τῆς συμφορᾶς οἰκεῖον ὄνομα ἔχουσα· ὀδυρμὸν γὰρ ἔχει σὺν ἐγκωμίῳ τοῦ τελευτήσαντος. τινὲς μὲν οὖν κοινῶς πάντα εἶπον θρήνους, οἱ δὲ διαφέρειν θρῆνόν τε καὶ ἐπικήδιον τὸ τὸν θρῆνον ᾄδεσθαι παρʼ αὐτῇ τῇ συμφορᾷ πρὸ τῆς ταφῆς καὶ μετὰ τὴν ταφὴν καὶ κατὰ τὸν ἐνιαύσιον χρόνον τῆς κηδείας, ᾀδόμενος ὑπὸ τῶν θεραπαινίδων καὶ τῶν σὺν αὐταῖς, τὸ δʼ ἐπικήδιον ἔπαινόν τινα τοῦ τελευτήσαντος μετά τινος μετρίου σχετλιασμοῦ».

ἐπιστραφὴς καὶ εὐστραφὴς διαφέρει. ἐπιστραφὴς ὁ προστακτικὸς καὶ ἐπιμελής, εὐστραφὴς δὲ ὁ ἐπιδέξιος ἐν ταῖς μεταβολαῖς.

ἐπίκουροι καὶ σύμμαχοι διαφέρουσιν. ἐπίκουροι μὲν γάρ εἰσιν οἱ τοῖς πολεμουμένοις βοηθοῦντες καὶ συλλαμβανόμενοι, σύμμαχοι δὲ οἱ τῶν πολεμούντων. Ὅμηρος διʼ ὅλης ἐφύλαξε τῆς ποιήσεως τὴν διαφοράν· οὐκ ἔστιν οὖν παρʼ αὐτῷ ἐπικούρους Ἑλλήνων λεγομένους εὑρεῖν, ἀλλὰ Τρώων.

ἐπιστεῖλαι καὶ ἐπισκῆψαι διαφέρει. ἐπιστεῖλαι μὲν διὰ γραμμάτων, ἐπισκῆψαι δὲ διὰ λόγων.

ἐπαγγέλλει καὶ ἐπαγγέλλεται διαφέρει. ἐπαγγέλλει μὲν τὸ προστάσσει, ἐπαγγέλλεται δὲ τὸ ὑπισχνεῖται. ὑπισχνεῖται δὲ ὁ τῷ αἰτήσαντι δώσειν ὁμολογήσας, ἐπαγγέλλεται δὲ ὁ ἀφʼ ἑαυτοῦ δώσειν ὁμολογήσας.

ἐπιτίμιον καὶ ἐπίτιμον διαφέρει. ἐπιτίμιον μὲν γὰρ ἡ ζημία, ἐπίτιμον δὲ τὸ τῆς τιμῆς μετέχον. ὥστε οὐ δεῖ λέγειν «ἐξέτισε τὸ ἐπίτιμον», ἀλλʼ «ἐξέτισε τὸ ἐπιτίμιον».

ἐπικηρύξαι καὶ ἐπικηρυκεύσασθαι διαφέρει. ἐπικηρύξαι μὲν γὰρ ἔλεγον τὸ ὑποσχέσθαι χρήματα δώσειν τῷ συλλαβόντι καὶ ἐναγάγοντι ἢ καὶ ἀποκτείναντί τινα τῶν καταδικασθέντων· οἱ Ἀθηναῖοι ἐπεκήρυξαν, εἰ μέν τις ζῶντα ἀνάγοιτο Διαγόραν τὸν Μήλιον, δώσειν τάλαντον, εἰ δʼ ἀνέλοι, τὸ ἥμισυ. ἐπικηρυκεύσασθαι δὲ ἔλεγον τὸ περὶ συμβιβάσεως καὶ σπονδῶν τὰς πόλεις κήρυκας πρὸς ἀλλήλας διαπέμπεσθαι.

ἐπίτιμος καὶ ἐπιτίμιος διαφέρει. ἐπίτιμος μὲν γὰρ ὁ ἔντιμος, ἐπιτίμιος δὲ ὁ ἐπιζήμιος καὶ ἐπίπληκτος· ἀφʼ οὗ τὴν ἐπίπληξιν ἐπιτίμησίν φαμεν καὶ «ἐπιτίμησον αὐτῷ» ἀντὶ τοῦ ἐπίπληξον.

ἐπιχαίρειν καὶ συγχαίρειν διαφέρει. ἐπιχαίρειν μὲν γάρ ἐστι τὸ συνεπιγελᾶν τοῖς ἀλλοτρίοις κακοῖς, συγχαίρειν δὲ τὸ συνήδεσθαί τινος ἀγαθοῖς.

ἐπιδοτικὸς μέν ἐστιν ὁ δεομένοις ἐπιδιδούς, μεταδοτικὸς δὲ ὁ φίλοις.

ἐρωτᾶν τοῦ πυνθάνεσθαι διαφέρει. πυνθάνεσθαι μὲν γάρ ἐστι τὸ κατʼ ἀκοὴν διεξοδικῶς ἀκούειν τὰ ὑπό τινος λεγόμενα, αὐτὸν οὐδʼ ἐρωτῶντα· ἐρωτᾶν δὲ τὸ ἐθέλειν τινὰ κεφαλαιώδη λαβεῖν ἀπόφασιν περὶ τοῦ ὑποκειμένου πράγματος. ὁ γοῦν Τηλέμαχός φησι πρὸς τὸν Νέστορα

«εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω», καὶ Ἀχιλλεύς φησιν «ἀλλʼ ἴθι νῦν, Πάτροκλε Διὶ φίλε, Νέστορʼ ἔρειο, ὅντινα τοῦτον ἄγει». ὅτι δὲ τὸ πυνθάνεσθαι ἐπὶ ψιλοῦ τοῦ ἀκούειν τάσσεται, φανερὸν ἐκ τοῦ λέγειν Τηλέμαχον

«νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων

πυνθάνομαι καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός»·καὶ Ὀδυσσεύς φησι

«πυνθανόμην Ἰθάκης δὲ καὶ ἐν Τροίῃ εὑρείῃ». κατὰ δὲ τοὺς φιλοσόφους ἐρώτησίς ἐστι φράσις συμβολικὴν ἀπόκρισιν ζητοῦσα οἷον νέον ἀμφίβολον, σαφές, ἄδηλον· αὗται γὰρ αἱ πέντε ἀποφάσεις συμβολικαὶ καλοῦνται. ἔστι μέντοι γε ὅτε οὐχ οὕτως ἀλλʼ ἑτέρως ἀποκρινόμεθα πρὸς τὰς ἐρωτήσεις, οἷον· «ἡμέρα ἐστίν;» —«ἔστιν», καὶ οὕτως· «ἡμέρα ἐστίν;»—«ἡμέρα», καὶ οὕτως· «ἡμέρα ἐστίν». πεῦσις δέ ἐστι λέξις πρὸς ἣν οὐκ ἔστι συμβολικῶς ἀποκρίνασθαι, οἷον· «ποῦ οἰκεῖ Ἀρίστων;», φησὶ γὰρ «ἐν τῷδε τῷ τόπῳ»· καὶ «πῆ ἔβη Ἀνδρομάχη;», ἡ δʼ ἀποκρίνεται ὅτι «ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουε τείρεσθαι Τρῶας». οὐ γὰρ ἐνεχώρει ἐνταῦθα συμβολικῶς εἰπεῖν «ναὶ» ἢ «οὔ». κατά τι οὖν περὶ τῆς διαφορᾶς ταύτης φέρονται καὶ οἱ φιλόσοφοι συμφώνως τοῖς προειρημένοις. Ποτάμων περὶ τῆς διαφορᾶς φησιν οὕτως·

«ἐρώτησις πεύσεως καὶ ἀνακρίσεως διαφέρει. ἐρώτησις μὲν γάρ ἐστι σύντομος ἀπόκρισις, πεῦσις δὲ μακρᾶς πράξεως ἀπαγγελία, ἀνάκρισις δʼ ὑποδεεστέρων ἐξήγησις».

ἔρως καὶ πόθος διαφέρει. ἔρως μὲν γὰρ τῶν παρόντων, πόθος δὲ τῶν ἀπόντων.

ἐρᾶν καὶ ποθεῖν διαφέρει. ἐρᾶν μὲν γάρ ἐστι τῶν ἐν ὄψει, ποθεῖν δὲ τοὺς ἀπόντας. διαστέλλει δὲ καὶ Ὅμηρος·

«ὡς σέο νῦν ἔραμαι, καί με γλυκὺς ἵμερος αἱρεῖ»,πρὸς τὴν Ἥραν φησὶν ὁ Ζεὺς παροῦσαν. ἐπὶ δὲ τοῦ ἀπόντος «ἀλλά με σοῦ πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ, σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα». φυλάσσει γὰρ ἄκρως ὁ ποιητὴς τὰς τοιαύτας διαφοράς.

ἐρωτᾶν μέν ἐστι τὸ θέλειν κεφαλαιώδη λαβεῖν ἀπόφασιν ἢ ναὶ ἢ οὔ, πυνθάνεσθαι δὲ τὸ κατὰ διέξοδον ἀξιοῦν πρᾶγμα, οἷον «πῶς ἐπολεμήσατε;».

ἔρως μέν ἐστιν ἐπιβολὴ φιλοποιΐας, πόθος δʼ ἀπόντος, ἵμερος δʼ ἔρως σπανίζων τῆς πρὸς τὸν ἐρώμενον χρείας.

ἔσται τοῦ γενήσεται διαφέρει. ἔσται μὲν γὰρ τὰ καὶ νῦν ὄντα, γενήσεται δὲ τὰ γενέσεως τευξόμενα, οἷον «νέος πρεσβύτης ἔσται, τῷ δʼ ἀτέκνῳ παῖδες γενήσονται». ἄλλως· ἔσται μὲν γὰρ τὸ ὑποκείμενον, οἷον «ὁ παῖς ἔσται ἀνήρ», γενήσεται δὲ τὸ ἀόριστον.

ἑστιάτωρ καὶ δαιτυμὼν διαφέρει. ἑστιάτωρ μὲν γὰρ ὁ ὑποδοχεύς, δαιτυμόνες δὲ οἱ ἑστιώμενοι.

ἑσπέρα καὶ ὀψὲ διαφέρει. ἑσπέρα μὲν γάρ ἐστι δυομένου τοῦ ἡλίου, ὀψὲ δὲ βραδέως καὶ μεθʼ ὁντινοῦν χρόνον. διὰ τοῦτο καὶ προστιθέασιν «ὀψὲ τῆς ἡμέρας».

ἑταῖρος καὶ φίλος διαφέρει. ὁ μὲν γὰρ φίλος καὶ ἑταῖρος, ὁ δʼ ἑταῖρος οὐ πάντως φίλος. διὸ καὶ ἐπὶ τοῦ ἀνέμου φησὶν Ὅμηρος «πλησίστιον ἐσθλὸν ἑταῖρον». καὶ ἄλλως· φίλοι μὲν κοινῶς λέγονται πάντες οἱ τὰ τῆς φιλίας δίκαια πρὸς ἑαυτοὺς ἔχοντες, ἑταῖροι δὲ ἰδίως οἱ καὶ τῇ ἡλικίᾳ παραπλησίως ἔχοντες καὶ ἐν συνηθείᾳ καὶ ἐν συνεργίᾳ πολὺν χρόνον γεγονότες.

ἑτερόφθαλμος καὶ μονόφθαλμος διαφέρει. ἑτερόφθαλμος μὲν γὰρ ὁ κατὰ περίπτωσιν πηρωθεὶς τὸν ἕτερον τῶν ὀφθαλμῶν, μονόφθαλμος δὲ ὁ μόνον ὀφθαλμὸν ἔχων ὡς ὁ Κύκλωψ.

ἕτερος καὶ ἄλλος διαφέρει. ἕτερος μὲν ἐπὶ δυεῖν τάσσεται, ὡς Ὅμηρος

«φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα», τὸ δὲ ἄλλος ἐπὶ πολλῶν, ὡς αὐτὸς Ὅμηρος «Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον».

εὐφυὴς καὶ εὐμαθὴς διαφέρει. εὐφυὴς μὲν γὰρ λέγεται παρὰ τοῖς Ἀττικοῖς ὁ σκωπτικός, εὐμαθὴς δὲ ὁ εἰς τὸ μαθεῖν ταχύς.

εὑρεῖν καὶ εὑρέσθαι διαφέρει. εὑρεῖν μὲν γὰρ τὸ καὶ ἐν τῇ συνηθείᾳ, εὑρέσθαι δὲ οἱονεὶ τὸ ἐκπορίσασθαι. Μένανδρος Δυσκόλῳ

«εὕρηκα κἀγὼ τούτου τέχνην». Δίφυλος ἐν Πύρρᾳ

«δῶρον δʼ ἐμαυτῇ παρὰ θεῶν εὑρημένον».

εὔμορφος καὶ εὐειδὴς διαφέρει. εὔμορφος μὲν γὰρ ὁ τὴν μορφὴν εὖ ἔχων οἷον εὐπρόσωπος· καὶ γὰρ τὸ τὴν ὄψιν πως σχηματίζειν μορφάζειν λέγομεν. εὐειδὴς δὲ ὁ τὸ εἶδος καλῶς ἔχων, οἷον πᾶν τὸ σῶμα.

εὐθὺς καὶ εὐθὺ καὶ εὐθέως διαφέρουσιν. εὐθὺς μὲν γὰρ ὁ κανών· εὐθὺ δὲ τὸ γυμνάσιον, ἀντὶ τοῦ κατʼ εὐθείαν τοῦ γυμνασίου, ἢ εὐθὺ τὸ κανόνιον· τὸ δʼ εὐθέως ἀντὶ τοῦ χρονικοῦ ἐπιρρήματος. ὁ οὖν ἐναλλάσσων ἁμαρτάνει, καθὰ Μένανδρος ἐν Δυσκόλῳ «τί φής; ἰδὼν ἐνθένδε πᾶς δʼ ἐλευθερῶν ἀπῆλθες εὐθὺς ὡς ταχύ». τινὲς μέντοι τῶν ἀρχαίων φασὶ καὶ τὸ εὐθὺς ἀντὶ χρονικοῦ κεῖσθαι. φασὶ γοῦν κατὰ λέξιν· «τινὲς δὲ τὸ μὲν εὖ λέγειν ἐπί τινος εὐθέως οἷον, ἐὰν μὲν ᾖ θηλυκὸν τοὔνομα, “ἡ εὐθεῖα ὁδός, ἡ εὐθεῖα βακτηρία”, ἐὰν δὲ ἄρρεν, “εὐθὺς ὁ κανών”, ἐὰν δʼ οὐδέτερον, “εὐθὺ τὸ ξύλον”. οἱ δʼ ἀρχαῖοι ἐνίοτε τὸ εὐθὺ ἐτίθεσαν τὸ ἐφʼ ὁδοῦ τῆς τεινούσης ἐπί τινος τόπου·

“εὐθὺ τῆς στοᾶς”, “εὐθὺ τῶν ἀρωμάτων”. τὸ δὲ κατὰ τοὺς χρόνους οὐ λέγεται, ἀλλʼ εὐθύς, οἷον

“γήμαντος δʼ αὐτοῦ εὐθὺς ἔσομʼ ἐλεύθερος” καὶ

“ὡς τοῦτʼ εἶδεν, εὐθὺς ἦν ἄνω κάτω”.»

εὐφραίνεσθαι καὶ ἥδεσθαι διαφέρει. Πλάτων Πρωταγόρᾳ· «εὐφραίνεσθαι μὲν γάρ ἐστι μανθάνοντά τι καὶ φρονήσεως μεταλαμβάνοντα αὐτῇ τῇ διανοίᾳ, ἥδεσθαι δὲ ἐσθίοντά τι ἢ ἄλλο τι ἡδὺ πάσχοντα αὐτῷ τῷ σώματι».

εὐθὺς καὶ εὐθὺ διαφέρει. τὸ μὲν γὰρ εὐθὺς χρονικόν ἐστιν ἐπίρρημα, τὸ δʼ εὐθὺ τὸ ἐξ ἐναντίας δηλοῖ.

εὐεργεσία καὶ χάρις διαφέρει. εὐεργεσία μὲν γάρ ἐστιν ἡ μεγάλη χάρις, χάρις δὲ ἡ ἐλάττων, οἷον χιτῶνα ἢ κύνα χαρίζεται, εὐεργετεῖ δὲ οὔ.

εὐθὺ καὶ ὀρθὸν διαφέρει. τὸ μὲν γὰρ εὐθὺ ἀντίκειται τῷ στρεβλῷ, τὸ δὲ ὀρθὸν τῷ πλαγίῳ.

εὖ τοῦ καλῶς διαφέρει. εὖ μὲν τὸ ὀρθῶς σημαίνει, καλῶς δὲ τὸ χρήσιμον. συνῃρημένον οὖν τὸ εὖ καὶ καλῶς ἐμφαίνει ὀρθῶς καὶ χρησίμως.

ἐχθρὸς πολεμίου καὶ δυσμενοῦς διαφέρει. ἐχθρὸς μὲν γάρ ἐστιν ὁ πρότερον φίλος, πολέμιος δὲ ὁ μεθʼ ὅπλων χωρῶν πέλας, δυσμενὴς δὲ ὁ χρόνιον πρὸς τόν ποτε φίλον τὴν ἔχθραν διατηρῶν καὶ δυσδιαλλάκτως ἔχων.

Ζ

ζῆλος καὶ ζηλοτυπία διαφέρει. ζηλοτυπία μὲν γάρ ἐστιν αὐτὸ τὸ πάθος ἤγουν τὸ ἐν μίσει ὑπάρχειν· ζῆλος δὲ μίμησις καλοῦ, οἷον ζηλοῖ τὸν καθηγητὴν ὁ παῖς. «ζηλοῖ δέ τε γείτονα γείτων», Ἡσίοδος ἐπὶ καλοῦ. ζηλοτυπεῖ δὲ ἡ δεῖνα τόνδε.

ζηλῶσαι τοῦ ἐρίσαι διαφέρει. ζηλοῦν μὲν γάρ ἐστι τὸ σὺν ἐπιθυμίᾳ μιμεῖσθαι, ἐρίζειν δὲ τὸ μετὰ μάχης φιλονεικεῖν.

ζῆλος φθόνου διαφέρει. ζῆλος μὲν γάρ ἐστιν ἡ διʼ ἐπιθυμίαν γινομένη μίμησις δοκοῦντός τινος καλοῦ, φθόνος δὲ βασκανία τις τῶν ἄλλοις μὲν προσόντων ἀγαθῶν, ἡμῖν δʼ οὔ.

ζῆλος μέν ἐστι λύπη ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς, οἷα καὶ ἑαυτῷ τις ἐπιθυμεῖ περιποιῆσαι.

ζήλου τρία εἴδη. ὁ μὲν γάρ ἐστι μακαρισμός, καθʼ ὅν φησί τις ζηλωτὸν τὸν δεῖνα ἐπὶ τῷδε· δεύτερος, καθʼ ὃν ζηλωτής τινος εἶναι λέγεται ὥσπερ Θησεὺς Ἡρακλέους· τρίτος δὲ ὁ φθόνῳ ὅμοιος.

ζυγὸς ἀρσενικῶς μὲν ἐπὶ τῶν βοῶν, οὐδετέρως δὲ ἐπὶ τοῦ σταθμοῦ.

ζώνη καὶ ζώνιον διαφέρει. ζώνη μὲν γάρ ἐστιν ἡ τοῦ ἀνδρός, ζώνιον δὲ τὸ τῆς γυναικός.

Η

ἠγέρθη καὶ ἀνέστη διαφέρει. ἠγέρθη μέν, λεκτέον, ἀπὸ ὕπνου, ἀνέστη δὲ ἀπὸ κλίνης.

ἦθος μέν ἐστιν ἀρχὴ ἐπιτηδεύματος, τρόπος δʼ ἐπίστασις πράξεων κατὰ κρίσιν καὶ ἀναστροφήν.

ἤλπισαν καὶ ἐπήλπισαν διαφέρει. ἤλπισαν μὲν γὰρ αὐτοί τινες, ἐλπίδας ἔχοντες περί τινος· ἐπήλπισαν δέ, ἕτεροι ἑτέρους εἰς ἐλπίδα ἤγαγον.

ἡμέρα ἠοῦς διαφέρει. ἡμέρα μὲν γάρ ἐστι τὸ κατάστημα μόνον ἀσώματον, ἣν Ἡσίοδος Νυκτὸς γενεαλογεῖ

«Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο».ἠὼς δὲ τὸ συναμφότερον, ἣν πάλιν Ἡσίοδος Θείας ὑποτίθεται «Θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει γείνατο», ἐπὶ δὲ τῆς σωματοειδοῦς

«ἀλλʼ ἤτοι κα … χρυσόθρονος ἥρπασεν Ἠώς».

ᾖς καὶ ἦσθα καὶ ἦ διαφέρει. τὸ μὲν γὰρ ἦσθα παρῳχημένον δηλοῖ χρόνον, τὸ δὲ ᾖς τὸ μέλλοντα. Ὅμηρος

«Δηΐφοβʼ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα»· ἐπὶ δὲ τοῦ ᾖς Μένανδρος ἐν Ψευδηρακλεῖ

«ὑπὲρ μὲν οἴνου μηδὲ γρύ, τιτθή, λέγε,

ἂν τἆλλα δʼ ᾖς ἄμεμπτος ἕκτην ἐπὶ δέκα

Βοηδρομιῶνος ἐνδελεχῶς ἕξεις ἀεί». καὶ καθόλου πάντοτε οὕτω λέγεται ἐπὶ τοῦ μέλλοντος καὶ κατὰ τὴν ἡμετέραν συνήθειαν, οἷον «ἐὰν νοῇς· ἐὰν λαλῇς· ὅπως λαλῇς· ἐὰν ᾖς ἀγαθός». ὁ γοῦν λέγων πρός τινα «ἦς ποτε πλούσιος» ἀγνοήσει τὴν διαφορὰν δέον φάναι «ἦσθα». τὸ δὲ ἦ ἀντὶ τοῦ ἔφη τάσσει Ὅμηρος «ἦ καὶ κυανέῃσιν». διαφέρει δὲ τὰ ῥήματα τῇδε, ὅτι τὸ μὲν ἐπὶ τρίτου προσώπου μόνον τάσσεται, τὸ δὲ ἔφη ἐπὶ τῶν τριῶν, ὡς ἔφην μὲν ἐγώ, ἔφησθα δὲ σύ, ἔφη δʼ ἐκεῖνος.

ἡσυχία ὁτὲ μὲν σιωπὴν σημαίνει, ὁτὲ δὲ τὴν ἐπιείκειαν, ὁπότε φαμὲν «ἐν πολλῇ διήγομεν ἡσυχίᾳ».

Θ

Θαλαμὰς ὡς ἀγαθὰς καὶ θαλάμας ὡς μεγάλας διαφέρει, φησὶ Τρύφων, παρὰ τοῖς Ἀττικοῖς, ἐν δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας. ἐὰν μὲν γὰρ ὀξυτονήσωμεν, δηλώσει τὸ τῶν Διοσκούρων ἱερόν· ἐὰν δὲ βαρυτονήσωμεν, τὰς καταδύσεις μηνύει.

θαυμάζω γενικῇ μὲν συνταττόμενον σημαίνει τὸ καταγινώσκω καὶ κατηγορῶ, οἷον «θαυμάζω τῶν ταύτην ἐχόντων τὴν γνώμην»· αἰτιατικῇ δὲ τὸ ἐπαινῶ, οἷον «θαυμάζω τοὺς οὕτω φρονοῦντας».

θαυμάζειν ἐστὶ τὸ ἀπορεῖν τι ὂν αἰτία παραλόγου τινός, τερατοῦσθαι δὲ τὸ θαυμάζειν τι τέρας· ἔστι γὰρ τέρας τὸ παρὰ φύσιν σημαῖνόν τι.

θεημαχία καὶ θεομαχία διαφέρει. θεημαχία μὲν γάρ ἐστιν ἡ πρὸς θεὸν μάχη, θεομαχία δὲ αὐτῶν τῶν θεῶν πρὸς ἀλλήλους μάχη.

θεωρὸς καὶ θεατὴς διαφέρει. θεωρὸς μὲν γάρ ἐστιν ὁ εἰς θεοὺς πεμπόμενος, θεατὴς δὲ ὁ ἀγώνων καὶ θεάτρων. Εὐριπίδης ἐν Ἴωνι

«πότερον θεατὴς ἢ χάριν μαντευμάτων», τουτέστι θεωρός· καὶ Αἰσχύλος

«βοᾷς τοιοῦδε πράγματος θεωρὸς ὤν». ἁμαρτάνουσιν οὖν οἱ λέγοντες «θεωρῆσαί με δεῖ τὸν ἀγῶνα», δέον εἰπεῖν «θεάσασθαι». διαστέλλει δὲ τοῦτο ἐπιμελῶς Λυσιμαχίδης ἐν τῷ πρὸς Κεκίλιον Περὶ τῶν παρὰ τοῖς Ἀττικοῖς ῥητόρων, καὶ πολλῶν παραθέσεις ποιεῖται. καὶ ἔστι τὸ θεάσασθαι, ὥσπερ πρόκειται, παρὰ τὴν θέαν· τὸ δὲ θεωρεῖν, φησίν, οὐκ ἄλλο τι ἢ τὸ τῶν θεῶν ὠρεῖν, τοῦτο δὲ τὸ φροντίζειν. διὸ καὶ τοὺς τῶν θεαμάτων ἕνεκεν πεμπομένους, σὺν θυσίαις δὲ καὶ εὐσεβείᾳ, πάντας ὠνόμαζον θεωρούς· καὶ τὸ τοῖς Ἀθηναίοις διδόμενον θεωρικὸν οὐχὶ διὰ τὰς θέας, ὡς Κεκίλιος ὑπέλαβεν, ἀλλὰ διὰ τὸ ἐν ταῖς ἑορταῖς εἰς τοὺς θεοὺς εὐσεβεῖν καὶ ἐπιθεῖν καὶ εὐφραίνεσθαι.

θεράποντες καὶ οἰκέται διαφέρουσιν. θεράποντες μὲν γὰρ οἱ ὑποτεταγμένοι φίλοι, ὑφʼ ὧν θεραπεύονται οἱ προσήκοντες· οἰκέται δὲ δεσποτῶν.

θέσθαι καὶ ὑποθέσθαι διαφέρει. θέσθαι μὲν γάρ ἐστι τὸ λαβεῖν ὑποθήκην, ὑποθέσθαι δὲ τὸ δοῦναι ὑποθήκην.

θέλειν καὶ βούλεσθαι ἐὰν λέγῃ τις, δηλώσει ὅτι ἑκουσίως τε καὶ εὐλόγως ὀρέγεταί τινος.

θερίζειν τό τε διατρίψειν τὴν τοῦ θέρους ὥραν, ὡς τὸ χειμάζειν, καὶ τὸ τοὺς Δημητριακοὺς καρποὺς συλλέξαι.

Θηβαῖοι καὶ Θηβαγενεῖς διαφέρουσιν, καθὼς Δίδυμος ἐν Ὑπομνήματι τῷ πρώτῳ τῶν παιάνων Πινδάρου φησίν· «καὶ τὸν τρίποδα ἀπὸ τούτου Θηβαγενεῖς πέμπουσι τὸν χρύσεον εἰς Ἰσμήνιον πρῶτον». τίς δʼ ἐστὶ διαφορὰ Θηβαγενῶν πρὸς Θηβαίους, Ἔφορος ἐν τῇ δευτέρᾳ φησίν· «οὗτοι μὲν οὖν συνετάχθησαν εἰς τὴν Βοιωτίαν. τοὺς δὲ τοῖς Ἀθηναίοις ὁμόρους προσοικοῦντας ἰδίᾳ Θηβαῖοι προσηγάγοντο πολλοῖς ἔτεσιν ὕστερον, οἳ σύμμικτοι μὲν ἦσαν πολλαχόθεν, ἐνέμοντο δὲ τὴν ὑπὸ τῶν Κιθαιρῶν χώραν καὶ τὴν ἀπομάντιον τῆς Εὐβοίας· ἐκαλοῦντο δὲ Θηβαγενεῖς, ὅτι προσεγένοντο τοῖς ἄλλοις Βοιωτοῖς διὰ Θηβαίων.»

θής, λάτρις, ἀμφίπολος καὶ ἄτμενος διαφέρουσιν. θὴς μὲν γὰρ ὁ ἐπὶ μισθῷ δουλεύων· «θῆτές τε δμῶές τε». λάτρις δὲ ὁ κατὰ πολεμικὴν περίστασιν ἁλοὺς καὶ ἐπὶ δουλείαν προσαχθείς. ἀμφίπολος δὲ κοινὸν ἄρρενος καὶ θηλείας ὄνομα δούλου. ἄτμενος δὲ οὐ μόνον ὁ δοῦλος, ἀλλὰ καὶ ὁ ὑποτεταγμένος ἐλεύθερος.

θράσος καὶ θάρσος διαφέρει. θράσος μὲν γάρ ἐστιν ἄλογος ὁρμή, θάρσος δὲ ἔλλογος ὁρμή.

θύρα καὶ θυραία διαφέρει. θύρα μὲν γάρ ἐστιν ἡ ἐξ ἀρχῆς γενομένη· Μένανδρος ἐν Παρακαταθήκῃ «θύραν ἔξελε». θυραία δὲ τὸ μέλλον πρὸς ἐκκοπὴν θύρας μέγεθος.

θύεσθαι καὶ σφάττεσθαι διαφέρει. θύεσθαι μὲν γάρ ἐστιν ἐπὶ τιμῇ θεοῦ· καὶ τὸ μαντεύεσθαι διὰ σπλάγχνων θύεσθαί φαμεν. σφάττεσθαι δὲ τὸ διʼ ἥντινα οὖν αἰτίαν φονεύεσθαι. καὶ τὸ μὲν ἐπʼ ἀλόγου, τὸ δὲ καὶ ἐπʼ ἀνθρώπου τάσσεται.

θύουσι καὶ θύονται διαφέρει. θύουσι μὲν γὰρ οἱ σφάττοντες τὰ ἱερεῖα, θύονται δὲ οἱ διὰ τῶν σπλάγχνων μαντευόμενοι.

θύρα καὶ θύραι διαφέρουσιν. θύρα μὲν γάρ ἐστι τὸ ἐπίθεμα τὸ ἐκ τῶν σανίδων, θύραι δὲ τὸ ἄνοιγμα αὐτὸ καὶ τὰ χαλάσματα τῆς θύρας.

θυμὸς μέν ἐστι πρόσκαιρος ὀργή, ὀργὴ δὲ ἡ πολυχρόνιος μνησικακία.

Ι

ἱερεῦσαι καὶ καθιερεῦσαι λέγουσιν ἐπὶ τῶν θυομένων ἱερείων, ἱερῶσαι δὲ καὶ καθιερῶσαι ἐπὶ τῶν ἀνατιθεμένων.

ἱερεῖον καὶ χρηστήριον διαφέρει. ἱερεῖον μὲν γάρ ἐστι κοινῶς τὸ σφαζόμενον πρὸς θυσίαν ἅπασαν, χρηστήριον δὲ τὸ ἱερὸν ᾧ χρῶνται χρηστηριαζόμενοι. Ἡρόδοτος καθάπερ ἔτι καὶ νῦν, ὅταν χρηστήρια θύωσιν ἐν τῷ ἱερῷ.

ἱερὰ τούς τε περιβόλους τῶν ναῶν καὶ τὰ σφάγια καὶ τὰ ὀστᾶ τῶν ἀνθρώπων, ὡς Ὑπερίδης ἐν τῷ Κατὰ Ἀρχιστρατίδου, καὶ τὰ ξόανα, ὡς Θεόπομπος ἐν εἰκοστῇ ἕκτῃ.

ἱκέσθαι καὶ ἀφικέσθαι διαφέρει, ὥς φησιν Ἡρακλείδης. ἱκέσθαι μὲν γάρ ἐστι τὸ ἐλθεῖν, ἀφικέσθαι δὲ τὸ ἐπανελθεῖν. Ὅμηρος τὴν διαφοράν φησιν «οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν» καὶ

«ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην».

Ἰουδαῖοι καὶ Ἰδουμαῖοι διαφέρουσιν, ὥς φησι Πτολεμαῖος ἐν πρώτῳ Περὶ Ἡρώδου τοῦ βασιλέως. Ἰουδαῖοι μὲν γάρ εἰσιν οἱ ἐξ ἀρχῆς φυσικοί· Ἰδουμαῖοι δὲ τὸ μὲν ἀρχῆθεν οὐκ Ἰδουμαῖοι ἀλλὰ Φοίνικες καὶ Σύροι, κρατηθέντες δὲ ὑπʼ αὐτῶν καὶ ἀναγκασθέντες περιτέμνεσθαι καὶ συντελεῖν εἰς τὸ ἔθνος καὶ τὰ αὐτὰ νόμιμα ἡγεῖσθαι ἐκλήθησαν Ἰδουμαῖοι.

ἶπες καὶ θρίπες καὶ κίες καὶ ἴκες διαφέρουσιν. ἶπες μὲν γὰρ λέγονται θηρίδια τὰ διαβρωτικὰ τῶν κεράτων· Ὅμηρος «μὴ κέρας ἶπες ἔδοιεν». θρίπες δὲ τὰ ἐσθίοντα τὰ ξύλα· καὶ θριπήδεστα τὰ ὑπὸ τῶν θριπῶν διαβεβρωμένα ξύλα οἷς καὶ ἀντὶ σφραγίδων ἐχρῶντο, ὅτι ἦν δυσπαράπιστα. κίες δὲ τὰ ἐν τοῖς πυροῖς καὶ ἐν ταῖς κριθαῖς θηρίδια. ἴκες δὲ τὰ διεσθίοντα τοὺς ὀφθαλμοὺς τῶν ἀμπέλων· Ἀλκμάν

«καὶ ποικίλον ἴκα, τὸν ὀφθαλμῶν

ἀμπέλων ὀλετῆρα».

ἱππεὺς καὶ ἱππότης διαφέρει. ἱππεὺς μέν ἐστιν ὁ τῷ ἵππῳ χρώμενος, ἱππότης δὲ ὁ ἔφιππος.

ἴσοι καὶ κοινοὶ διαφέρει. Πλάτων ἐν Πρωταγόρᾳ· «χρὴ γὰρ τοὺς ἐν τοῖσδε λόγοις παραγινομένους κοινοὺς μὲν εἶναι ἀμφοῖν τοῖν διαλεγομένοιν ἀκροατάς, ἴσους δὲ μή. ἔστι γὰρ οὐ ταὐτόν· κοινῇ μὲν γὰρ ἀκοῦσαι ἀμφοτέρων χρή, μὴ ἴσον δὲ νεῖμαι ἑκατέρῳ, ἀλλὰ τῷ μὲν σοφωτέρῳ πλέον, τῷ δὲ ἀμαθεστέρῳ ἔλαττον».

ἰσοτελὴς καὶ μέτοικος διαφέρει. ἰσοτελὴς μὲν γὰρ ὁ τετιμημένος μέτοικος ἐν τῷ ἴσῳ τάγματι τοῖς πολίταις καὶ τὸ μὲν μετοίκιον μὴ τελῶν, πάντα δὲ ἔχων τὰ αὐτὰ τοῖς πολίταις πλὴν τοῦ ἄρχειν. μέτοικος δὲ ὁ μετοικήσας εἰς ἑτέραν πόλιν ἐκ τῆς ἑαυτοῦ καὶ τοῦ μὲν ξένου πλέον τι ἔχων, τοῦ δὲ πολίτου ἔλαττον. ἐτέλει δὲ ὁ μέτοικος κατʼ ἐνιαυτὸν δραχμὰς δέκα, καὶ ἐν τῇ τῶν Ἀθηναίων πομπῇ σκάφην ἔφερε κηρία ἔχουσαν. ὅθεν καὶ σκαφηφόρους ἔλεγον τοὺς μετοίκους. πολλάκις δὲ καὶ συνεστράτευον τοῖς Ἀθηναίοις.

ἰσθμὸς καὶ πορθμὸς διαφέρει. ἰσθμὸς μὲν γάρ ἐστι γῆς στενῆς δίοδος, ἑκατέρωθεν θαλάσσῃ περιεχομένης, πορθμὸς δὲ στενὸς θαλάσσης πόρος, ἐκατέρωθεν ὑπὸ γῆς περιεχόμενος.

ἴσθι καὶ γίνου διαφέρει. ἴσθι μὲν γὰρ ἐπὶ τοῦ γίνωσκε τάσσεται· «αὐτὴ δʼ οἴη ἴσθι» ἀντὶ τοῦ γίνωσκε. καὶ τὸ πλῆθος ἴσθε ἀντὶ τοῦ γινώσκετε. καὶ Μένανδρος ἐν Ἥρωϊ

«εὖ ἴσθι, κἀγὼ τοῦτο συγχωρήσομαι». τάσσουσι δὲ ὅμως καὶ ἐπὶ τοῦ γίνου τὸ ἴσθι· Σοφοκλῆς ἐν Παλαμήδῃ

«εὔφημος ἴσθι μοῦνον ἐξορμωμένη», ἀντὶ τοῦ γίνου.

ἱστοριογράφος συγγραφέως διαφέρει. ἱστοριογράφος μὲν γάρ ἐστιν ὁ τὰ πρὸ αὐτοῦ γεγονότα συγγραφόμενος ὡς Ἡρόδοτος, συγγραφεὺς δὲ ὁ τὰ ἐφʼ ἑαυτοῦ ὡς ὁ Θουκυδίδης.

ἱστοδόκη καὶ ἱστοπέδη διαφέρουσιν. ἱστοδόκη μὲν γάρ ἐστιν ἐφʼ ἧς ὁ ἱστὸς κατακλίνεται. Ὅμηρος

«ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν». ἱστοπέδη δὲ ὁ ἐν μέσῳ τῆς νεῶς κοῖλος τόπος, ὅν τινες ληνίδα καλοῦσιν, εἰς ὃν ὁ ἱστὸς ἐντίθεται· «ἀλλά με δεσμῷ δῆσαν τʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μείνω, ὀρθὸν ἐν ἱστοπέδῃ».

Ἰταλοὶ καὶ Ἰταλιῶται διαφέρει. Ἰταλοὶ μὲν γὰρ οἱ ἀρχῆθεν τὴν χώραν ᾠκηκότες, Ἰταλιῶται δʼ ὁπόσοι τῶν Ἑλλήνων ἐπῴκησαν μετὰ ταῦτα. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν Σικελῶν καὶ Σικελιωτῶν.

Κ

κατοίκισις καὶ κατοίκησις διαφέρει, ὥς φησιν Ἀπολλωνίδης ὁ Νικαεὺς ἐν τῷ τρίτῳ Περὶ κατεψευσμένων ἱστοριῶν. κατοίκισις μὲν γάρ ἐστιν ἡ ὑφʼ ἑτέρων γινομένη ἵδρυσις· κατοίκησις δὲ ὅταν αὐτοί τινες οἰκήσωσι τόπον ἢ πόλιν τινὰ καταλαβόντες. οἷον Ἀθηναῖοι κατῴκησαν μὲν παρὰ τὴν ἀκρόπολιν, κατῴκισαν δʼ Ἴωνας. καὶ ἔστι παρὰ μὲν τὸ κατοικεῖν ἡ κατοίκησις, παρὰ δὲ τὸ κατοικίζειν ἡ κατοίκισις.

καταβολὴ καὶ εἰσβολὴ διαφέρει. καταβολὴ μὲν γάρ ἐστιν ἡ ἔκτισις καὶ κατάθεσις τοῦ εἰσφερομένου ἀργύρου, εἰσβολὴ δὲ περίοδος τοῦ πυρετοῦ.

κάταμμα καὶ κάταγμα διαφέρει. κάταγμα μὲν ἐκτεταμένως τὸ κατεαγὸς καὶ συντετριμμένον, κάταγμα δὲ βραχέως τὸ τοῦ ἐρίου ἕλκυσμα.

καταχύματα καὶ καταχύσματα διαφέρει. καταχύματα μὲν γὰρ χωρὶς τοῦ σ τὰ καταχεόμενα ὕδατα ἐπὶ λουτρῶνος καὶ τῶν ὁμοίων. καταχύσματα δὲ σὺν τῷ σ αἱ ἰσχάδες καὶ τὰ ἄλλα τραγήματα τῶν νεωνήτων δούλων ἃ κατέχευον. Ἀριστοφάνης·

«εἶτʼ οὐχὶ δέξῃ δὴ τὰ καταχύσματα;», καὶ Δημοσθένης «ἀλλʼ αὐτὸς μὲν οὐκ ὤκνησε τὴν δέσποιναν γῆμαι ἣ τὰ καταχύσματα αὐτοῦ κατέχεε τότε, ἡνίκα ἐωνήθη».

κάδος καὶ καδίσκος διαφέρει. κάδος μὲν γὰρ λέγεται ᾧ ἐκ τοῦ φρέατος ἀνιμῶσι τὸ ὕδωρ, καδίσκος δὲ ἀγγεῖόν τι εἰς ὃ τὰς ψήφους ἐμβάλλουσιν οἱ δικασταί.

καθάρσια καὶ καθάρματα διαφέρει. καθάρσια μὲν γὰρ λέγεται τὰ ἱερὰ καὶ τὰ ἄλλα οἷς καθαίρονται, καθάρματα δὲ τὰ μετὰ τὸ καθαρθῆναι ἀπορριπτούμενα.

κανθαρίζειν καὶ τονθορίζειν διαφέρει. κανθαρίζειν μὲν γὰρ λέγουσιν οἱ Ἀττικοὶ τὸ τρέμειν, τονθορίζειν δὲ τὸ ψιθυρίζειν καὶ γογγύζειν.

καιρὸς καὶ χρόνος διαφέρει. καιρὸς μὲν γάρ ἐστι μέρος χρόνου, οἷον μεμετρημένων ἡμερῶν σύστημα, χρόνος δὲ καιρῶν πολλῶν περιοχὴ καὶ σύλληψις. ἄλλο ὁ μὲν καιρὸς δηλοῖ ποιότητα χρόνου, οἷον ὅτε πόλεμος ἦν, χρόνος δὲ ποσότητα, οἷον πρὸ δέκα χρόνων ἢ μετὰ δέκα ἔτη.

κάλλαια καὶ κάλλη διαφέρει. κάλλαια μὲν γάρ εἰσιν οἱ τῶν ἀλεκτρυόνων πώγωνες, κάλλη δὲ τὰ ἄνθη τῶν βαμμάτων.

κάθησο τοῦ κάθισον διαφέρει. κάθησο μὲν γὰρ ἐροῦμεν αὐτῷ τινι περὶ ἑαυτοῦ κελεύοντες, κάθισον δὲ περὶ ἑτέρου· «κάθισον αὐτόν».

κακὸς πονηροῦ διαφέρει ὥσπερ ὁ ἄκακος τοῦ ἀγαθοῦ. κακὸς μὲν γὰρ ὁ πανοῦργος, πονηρὸς δὲ ὁ δραστικὸς κακοῦ.

κακοήθεια μέν ἐστι κακία κεκριμένη, κακοτροπία δὲ ποικίλη καὶ παντοδαπὴς πανουργία.

κέλης καὶ ἐπακτροκέλης διαφέρει. κέλης μὲν γάρ ἐστι πλοιάριόν τι μικρόν, ἐπακτροκέλης δὲ κακοῦργον καὶ λῃστρικὸν σκάφος μεταξὺ ἐπακτρίδος καὶ κέλητος. Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου· «ἀλλʼ αἱ προπετεῖς τοῦ σώματος ἡδοναὶ καὶ τὸ μηδὲν ἱκανὸν εἶναι· ταῦτα πληροῖ τὰ λῃστήρια, ταῦτα εἰς τὸν ἐπακτροκέλητα ἐμβιβάζει». ἐπακτῆρες δὲ οἱ κυνηγέται καλοῦνται.

κέλυφος, κελύφανον καὶ ἔλυτρον διαφέρει. κέλυφος μὲν γὰρ λέγεται ἐπὶ τῶν ὀστρακοδέρμων οἷον τῶν κογχυλίων, κελύφανον δὲ ἐπὶ τραγημάτων καὶ ὀσπρίων, ἔλυτρον δὲ τὸ ὑγρὸν χώρημα.

κέδρος θηλυκῶς μὲν τὸ δένδρον, οὐδετέρως δὲ ὁ καρπός·

«ἀλλὰ θύε τοὺς κέδρους».

κηρύξαι, ἀποκηρύξαι καὶ ἐπικηρύξαι διαφέρει. κηρύξαι μὲν γὰρ καὶ ἀποκηρύξαι λέγουσιν ἐπὶ τοῦ ὑπὸ κήρυκα ἀποδίδοσθαί τι. Μένανδρος «ἀπεκήρυξεν αὐτὴν ἀγαγών», οἷον ὑπὸ κήρυκι ἐπώλησεν. ἐπικηρύξαι δὲ τὸ ὑποσχέσθαι χρήματα δώσειν τῷ συλλαβόντι καὶ ἀνάγοντι καὶ ἀποκτείναντί τινα τῶν καταδικασθέντων.

κιβωτὸς καὶ κίστη διαφέρει. κιβωτὸς μὲν γάρ ἐστιν ἡ ξυλίνη, διὸ καὶ ἀντίπηξ καλεῖται, κίστη δὲ ἡ πλεκτή.

κίνησις περιφορᾶς διαφέρει. κίνησις μὲν γάρ ἐστι κυρίως ἡ ἐκ τόπου εἰς τόπον μετάβασις, περιφορὰ δὲ ἡ περὶ τὸν αὐτὸν τόπον στροφή.

κίθαριν καὶ κιθάραν διαφέρειν φησὶν Ἀριστόξενος ἐν τῷ Περὶ ὀργάνου. κίθαριν μὲν γὰρ εἶναι τὴν λύραν καὶ τοὺς χρωμένους αὐτῇ κιθαριστάς, οὓς ἡμεῖς λυρῳδούς φαμεν, κιθάραν δὲ ᾗ χρῆται ὁ κιθαρῳδός. Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου διαστέλλει καί φησιν οὕτω· «περὶ αὐτῷ εἶχε κιθαριστὰς καὶ κιθαρῳδούς». κιθαριστὴς μέν ἐστιν ὁ μόνον ψάλλων, κιθαρῳδὸς δὲ ὁ καὶ ᾄδων.

κλῆσις καὶ πρόσκλησις διαφέρει. κλῆσις μὲν γάρ ἐστιν ἡ εἰς ὁτιοῦν τῶν δικαστηρίων γινομένη, πρόσκλησις δὲ ἡ εἰς Ἄρειον πάγον.

κλῆμα κλίματος διαφέρει. κλῆμα μὲν γάρ ἐστιν εἶδος ἀμπέλου, κλῖμα δὲ μέρος τι τοῦ κόσμου.

κλύσαι μὲν λέγεται ποτήριον ἢ ἀγγεῖον, νίψαι δὲ πρόσωπον ἢ πόδα, πλῦναι δʼ ἐσθῆτα.

κόρδαξ καὶ κάρδαξ διαφέρει. κόρδαξ μὲν γάρ ἐστιν εἶδος ὀρχήσεως, κάρδαξ δέ τις ἐκαλεῖτο στρατιώτης, βάρβαρος δὲ ἡ λέξις. καλεῖται δὲ ἡ μὲν τραγικὴ ὄρχησις ἐμμέλεια, σίκινις δὲ ἡ σατυρική, κόρδαξ δὲ ἡ κωμική.

κομιδῇ καὶ κομιδὴ διαφέρει. κομιδῇ γὰρ περισπωμένως ἐπίρρημα καὶ σημαίνει τὸ παντελῶς, κομιδὴ δὲ ὀξυτόνως ὄνομά ἐστι καὶ σημαίνει τὴν ἐπιμέλειαν, οἷον «οὐ σφῶιν κομιδή». λέγεται δὲ καὶ ἡ ἀπόληψίς τινος κομιδὴ παρὰ τὸ κομίσασθαι καὶ ἀπολαβεῖν.

κόπτει καὶ ψοφεῖ διαφέρει. κόπτει μὲν γὰρ τὴν θύραν ὁ ἔξωθεν, ψοφεῖ δὲ ὁ ἔνδοθεν ἐξιών.

κομᾶν καὶ κουριᾶν διαφέρει. κομᾶν μὲν γάρ ἐστι τὸ ἐπί τινι σεμνύνεσθαι τῶν καλῶς πεπραγμένων καὶ τρέφειν κόμην, κουριᾶν δὲ τὸ κουρᾶς ἐπιδεῖσθαι καὶ κόμην καθεικέναι.

κόρυδος καὶ Κορύδαλος διαφέρει. κόρυδος μὲν γὰρ τὸ ὄρνεον, λέγεται δὲ Γῆς ἱερόν· Κορύδαλος δὲ δῆμος Ἀθήνησιν ἐν ᾧ Σωτείρας Κούρης ἱερόν.

κόνις καὶ κονὶς διαφέρει. τὸ γὰρ λεπτότατον τῆς γῆς ὀξύνεται, τὸ δὲ ἐπὶ τῆς κεφαλῆς γινόμενον φθειρῶδες βαρύνεται.

κόσμος οἰκουμένης διαφέρει. τὸ μὲν περιέχει οἰκουμένην καὶ ἄστρα, τὸ δὲ γῆν μόνον τὴν φανεράν.

κτήματα καὶ ἐπικτήματα διαφέρει. κτήματα μὲν γάρ ἐστι τὰ ἐν τῇ οἰκείᾳ, ἐπικτήματα δὲ τὰ ἐν ἀλλοτρίᾳ.

κτῆσις μέν ἐστι πᾶσα ἡ οὐσία, κτῆμα δʼ ἕν τι.

κραιπάλη καὶ μέθη διαφέρει. κραιπάλη μὲν γάρ ἐστιν ἡ χθεσινὴ μέθη, μέθη δὲ ἡ τῆς αὐτῆς ἡμέρας γινομένη οἴνωσις.

κύπτειν καὶ κυπτάζειν διαφέρει. κύπτειν μὲν γὰρ τὸ ἐπικάμπτεσθαι τῷ σώματι, κυπτάζειν δέ ἐστι τὸ στραγγεύεσθαι. Ἀριστοφάνης ἐν Νεφέλαις

«χώρει, τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;».

κυβεύειν καὶ πεσσεύειν διαφέρει. κυβεύειν μὲν γάρ ἐστι τὸ διὰ ψήφων ἢ ἀστραγάλων παίζειν, πεσσεύειν δὲ τὸ διὰ ψήφων.

κρίνειν τοῦ διακρίνειν διαφέρει. κρίνειν μὲν γὰρ τὸ κυρίως δοκιμάζειν, διακρίνειν δὲ τὸ πρᾶγμα πράγματος διϊστᾶν καὶ χωρίζειν.

κύειν καὶ τίκτειν διαφέρει. κύειν μὲν γὰρ τὸ ἔγκυον εἶναι, τίκτειν δὲ τὸ ἀπαλλάττεσθαι τοῦ κύειν. Εὐριπίδης ἐν Ἀντιόπῃ «κύουσα τίκτω», εἶπεν, «ἡνίκʼ ἠγόμην πάλιν».

κύριος καὶ δεσπότης διαφέρει. κύριος μὲν γὰρ τῆς γυναικὸς ὁ ἀνὴρ καὶ τῶν υἱῶν ὁ πατήρ, δεσπότης δὲ ἀργυρωνήτων τινῶν ἄλλων.

κωφὸς καὶ ἐνεὸς ὁ αὐτὸς παρὰ τοῖς παλαιοῖς ἐλέγετο, ὁ μὴ φθεγγόμενος. Ὅμηρος «κύματι κωφῷ», τῷ μὴ ἀποτελοῦντι ἦχον. καὶ ἡ Πυθία

«καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω» παραλλήλως ἔταξε. νῦν δὲ κωφὸς ὁ τὴν ἀκοὴν βεβλαμμένος.

κωμῳδὸς καὶ τραγῳδὸς λέγεται ὁ χορευτὴς καὶ ὑποκριτής, κωμῳδοποιὸς δὲ καὶ τραγῳδοποιὸς οἱ ποιηταί. ἐνίοτε δὲ συγχέουσι τὴν διαφοράν.

Λ

λαχεῖν καὶ κληρώσασθαι διαφέρει. λαγχάνει μὲν εἷς, οὗ ἂν ὁ κλῆρος ἔλθῃ· Ὅμηρος

«κλήρῳ νῦν πεπάλαχθε διαμπερὲς ὥς κε λάχῃσι». κληροῦνται δὲ πάντες οἱ καθιέντες εἰς τὸν κλῆρον. καὶ λαχεῖν μέν ἐστι τὸ ἐκ τῶν κληρουμένων τοῦ προκειμένου τυχεῖν, κληρώσασθαι δὲ τὸ κλήρῳ χρήσασθαι.

λαλεῖν καὶ λέγειν καὶ διαλέγεσθαι διαφέρει. λαλεῖν μὲν γάρ ἐστι τὸ ἀτάκτως ἐκφέρειν τὰ ὑποπίπτοντα ῥήματα, λέγειν δὲ τὸ τεταγμένως προφέρεσθαι τὸν λόγον, διαλέγεσθαι δὲ τὸ ἀμείβεσθαι καὶ λόγον ἀντὶ λόγου ἀποδοῦναι πρὸς τὸν διαλεγόμενον· Πλάτων ἐν Σοφιστῇ. οἱ δʼ ἄλλοι φιλόσοφοι διαιροῦσιν οὕτως· λαλεῖν μὲν τοὺς ἀτάκτως ἐκφέροντας ὁνπεροῦν λόγον, διαλέγεσθαι δὲ καὶ λέγειν τοὺς μετʼ ἐπιμελείας λέγοντας· διαφορὰν δὲ τῶν δύο τούτων λέγουσι, καὶ τὸ μὲν διεξιέναι λόγον συναίροντες λέγειν φασί, διαλέγεσθαι δὲ τὸ ἀμειβόμενον τοὺς λόγους κατʼ ἐρώτησιν καὶ ἀπόκρισιν ποιεῖσθαι.

λαβεῖν καὶ δέξασθαι διαφέρει. λαβεῖν μὲν γάρ ἐστι τὸ κείμενόν τι ἀνελέσθαι, δέξασθαι δὲ τὸ ἐκ χειρὸς διδόμενον.

λέπας καὶ λεπὰς διαφέρει. λέπας μὲν γάρ ἐστι βαρυτόνως ὄρους ἀπόσπασμα, λεπὰς δὲ ὀξυτόνως ἐν ταῖς πέτραις γινόμενόν τι μικρὸν ὄστρεον.

λέμβος καὶ λέμφος διαφέρει. λέμβος μὲν γάρ ἐστι πλοιαρίου τινὸς εἶδος, λέμφοι δὲ παρὰ Ἀττικοῖς οἱ κορυζώδεις ἐλέγοντο καὶ μυξώδεις. Μένανδρος Ὑποβολιμαίοις

«γέρων ἀμέμικτʼ ἄθλιος λέμφος».

λέχος καὶ εὐνὴ διαφέρει. λέχος μὲν γάρ ἐστιν ἡ κλίνη, εὐνὴ δὲ ἡ ἐπὶ ταύτης στρωμνή. φησὶ γοῦν Πηνελόπη

«ἔνθα οἱ ἐκθεῖσαι πυκνὸν λέχος ἐμβάλετʼ εὐνήν,

δέμνια καὶ χλαίνας».

λείαν καὶ λίαν διαφέρει. λεία μὲν γὰρ διὰ διφθόγγου σημαίνει τὴν ἀπελασίαν τῶν τετραπόδων·

«ληΐδα δʼ ἐκ πεδίου συνελάσαμεν». διὰ δὲ τοῦ ι γραφόμενον ἐπίρρημα δηλοῖ ἐπιτάσεως, ἐάν τε ἐκτείνηται ἐάν τε συστέλληται· ὡς παρὰ Ἀνακρέοντι

«λίην δὲ δὴ λιάζεις».

λῆμα καὶ λῆμμα διαφέρει. λῆμα μὲν γάρ ἐστι διʼ ἑνὸς μ τὸ παράστημα τῆς ψυχῆς, λῆμμα δὲ διὰ δύο μμ τὸ λαμβανόμενον.

λῃτουργεῖν διὰ τοῦ η καὶ λιτουργεῖν διὰ τοῦ ι διαφέρει, φησὶ Δίδυμος ἐν Ὑπομνήματι δευτέρας Ἰλιάδος. τὸ μὲν γὰρ λῃτουργεῖν τὸ τῷ δήμῳ ὑπηρετεῖν, λῇτον γάρ φασι τὸ δημόσιον· «λήϊτον ἀμφεπένοντο». τὸ δὲ λιτουργεῖν κακὰ λέγειν.

λίβανος καὶ λιβανωτὸς διαφέρει. λίβανος μὲν γὰρ κοινῶς καὶ τὸ δένδρον καὶ τὸ θυμιώμενον, λιβανωτὸς δὲ μόνον τὸ θυμιώμενον.

λογογράφος καὶ λογοποιὸς διαφέρει. λογογράφος μὲν γάρ ἐστιν ὁ τοὺς δικανικοὺς λόγους γράφων, λογοποιὸς δὲ ὁ λόγους τινὰς καὶ μύθους συντιθείς.

λόγος ποιήσεως διαφέρει. λόγος μὲν γάρ ἐστιν ἡ δίχα μέτρου σύνταξις, ποίησις δὲ ἡ σύνθεσις ἡ μέτρῳ κοσμουμένη.

λυχνοῦχον καὶ λαμπτῆρά φασι τὸν νῦν φανόν, φανὸν δὲ τὴν λαμπάδα, καὶ οἱ μὲν κωμικοὶ διὰ τοῦ φ, οἱ δὲ τραγικοὶ διὰ τοῦ π, πανός. λυχνεῖον δὲ ἐκάλουν τὴν λυχνείαν.

λυχνίον λυχνούχου διαφέρει. λυχνίον μὲν γάρ ἐστιν ἡ λυχνία ὡς Ἀντιφάνης φησὶν ἐν Ἀφροδίτης γοναῖς, λυχνοῦχος δὲ ὁ φανός. Μένανδρος ἐν Νομοθέταις

«ἑτέρου λυχνοῦχος, ἑτέρου λήκυθος».

Μ

μάχαιρα καὶ μαχαιρὶς διαφέρει. μάχαιραν μὲν γὰρ ὁμοίως ἡμῖν λέγουσιν Ἀττικοί, μαχαιρίδας δὲ τὰς τῶν κουρέων.

μακρολόγος καὶ πολυλόγος διαφέρει. μακρολόγος μὲν γάρ ἐστιν ὁ περὶ ὀλίγων πολλὰ λέγων, πολυλόγος δὲ ὁ περὶ πολλῶν καὶ πολλὰ λέγων.

μασθὸς μαζοῦ διαφέρει. μασθὸς μὲν γάρ ἐστιν ὁ γυναικεῖος, κυρίως δέ, οἷον μεστὸς εἶναι γάλακτος. μαζὸς δὲ ὁ ἀνδρεῖος, ὡς καὶ ὁ ποιητής φησι

«νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον».

μάρτυς ἐλέγχου διαφέρει. μάρτυς μὲν γὰρ ἐπʼ ἀγαθοῦ λαμβάνεται, ἔλεγχος δὲ ἐπὶ φαύλου.

μάχη καὶ πόλεμος διαφέρει. μάχη μὲν γάρ ἐστιν ἡ ἐν πολέμοις ἐνέργεια, πόλεμος δὲ ὁ χρόνος καὶ ἡ πρὸς τὴν μάχην παρασκευή.

μαρτυρία καὶ ἐκμαρτυρία διαφέρει. μαρτυρία μὲν γάρ ἐστιν ἡ τῶν ἐπιδημούντων, ἐκμαρτυρία δὲ ἡ τῶν ἀποδημούντων, ὡς διασαφεῖ Δείναρχος ἐν τῷ Κατὰ Κλεομέδοντος αἰκίας λέγων· «πολλὰ κἀγαθά, ὦ ἄνδρες δικασταί, γένοιτο ὑμῖν καὶ τῷ νομοθετήσαντι ἐξεῖναι τῶν ἀποδημούντων ἐκμαρτυρίας παρέχεσθαι».

μάγον τόν τε φαρμακόν, ὡς Αἰσχίνης ἐν τῷ Κατὰ Κτησιφῶντος, καὶ τὸν περὶ τοὺς θεοὺς ἱερουργόν, ὡς Ἡρόδοτος.

μανία μέν ἐστιν ἔκστασις λογισμοῦ, λύσσα δʼ ἐπιτεταμένη μανία, οἶστρος δὲ μανιώδης ἐπιθυμία.

μαντικὴ μέν ἐστιν ἡ τέχνη, μαντεία δὲ ὁ χρησμός.

μέτοικος καὶ ἰσοτελὴς διαφέρει. μέτοικος μὲν γάρ ἐστιν ὁ ὑπόφορος, ἰσοτελὴς δὲ ὁ μὴ τελῶν τι ἢ ἄρχων.

μεταβάλλεσθαι καὶ μεταμορφοῦσθαι καὶ ἀλλοιοῦσθαι καὶ ἑτεροιοῦσθαι διαφέρει. μεταβάλλεσθαι μὲν γάρ ἐστι πάθος κοινόν· καὶ γὰρ καιρῶν γίνονται μεταβολαὶ καὶ πράξεων καὶ ἀφροδισίων. ὁ γοῦν Εὐριπίδης ἐν Ὀρέστῃ παριστῶν τὴν δύναμιν τῆς λέξεώς φησι «μεταβολὴ πάντων γλυκύ». μεταμορφοῦσθαι δὲ μεταχαρακτηρισμὸς καὶ μετατύπωσις σώματος εἰς ἕτερον χαρακτῆρα. ἀλλοίωσις δὲ οὐ μόνον μετασχηματισμὸς χαρακτήρων, ὡς τὸ

«ἀλλοῖός μοι, ξεῖνʼ, ἐφάνης νέον ἠὲ πάροιθεν»,ἀλλὰ καὶ τῆς προτέρας ὑπολήψεως ποίησις ἑτέρα. ἑτεροίωσις δʼ ὅταν ἀφʼ ἑτέρου σώματος εἰς ἕτερον μεταβάλῃ οἷον Νιόβη εἰς λίθον.

μεῖραξ καὶ μειράκιον καὶ μειρακίσκος διαφέρει. μειράκιον γὰρ καὶ μειρακίσκος ὁ ἄρσην, μεῖραξ δὲ ἡ θήλεια.

μετρεῖσθαι καὶ ἵστασθαι διαφέρει. μετρεῖσθαι μὲν γὰρ ἔλεγον οἱ παλαιοὶ μέτρῳ λαμβάνειν πυρὸν ἤ τι τοιοῦτον ἐν δάνει, ἵνα ἀποδῷ. Ἡσίοδος

«εὖ μὲν μετρεῖσθαι», «εὖ δʼ ἀποδοῦναι», οὐχὶ ἀργύριον ἢ χρυσόν, οὐδέπω γὰρ ἦν νομίσματα. ἵστασθαι δὲ ὡς Ὅμηρος «δείδω μὴ τὸ χθιζὸν ὑποστήσονται Ἀχαιοὶ χρεῖος», οἷον τὸ γενόμενον αὐτοῖς ἐλάττωμα ἐν τῷ μάχεσθαι ἀντὶ τοῦ χρεολυτήσωσι καὶ ἀντιστήσονται ὡσπερεὶ ὀφειλόμενον δάνος. χρήσασθαι δʼ ἔλεγον ἱμάτιον ἢ σκεῦος.

μεταβολὴ καὶ ἀλλοίωσις διαφέρει. μεταβολὴ μὲν γὰρ ἡ ἀπὸ τοῦ κακοῦ πρὸς τὸ κρεῖττον μεταβολή, ἀλλοίωσις δὲ ἡ ἀπὸ τοῦ καλοῦ πρὸς τὸ χεῖρον ἀλλοίωσις.

μέμψασθαι, ἐγκαλεῖν καὶ ψέγειν διαφέρει. μέμψις μέν ἐστιν ἀμελοῦντος κατηγορία … ψόγος δὲ ἐπονειδίστου.

μινυρίζειν καὶ μινύρεσθαι διαφέρει. μινυρίζειν μὲν γάρ ἐστι ἠρέμα προσᾴδειν, μινύρεσθαι δὲ τὸ θρηνεῖν· τὸ δʼ αὐτὸ καὶ κινύρεσθαί φασιν.

μισητὴ καὶ μισήτη διαφέρει παρὰ τοῖς Ἀττικοῖς, ὥς φησι Τρύφων ἐν δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας. ἐὰν μὲν γὰρ ὀξυτονήσωμεν σημαίνει τὴν ἀξίαν μίσους, καθὰ καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ προφερόμεθα, ἐὰν δὲ βαρυτονήσωμεν τὴν καταφερῆ πρὸς συνουσίαν. τὴν δὲ διαφορὰν τῶν σημαινομένων καὶ παρὰ Δωριεῦσί φασι φυλάττεσθαι καὶ παρʼ Ἴωσιν.

μισθὸς μισθώματος διαφέρει. μισθὸς μέν ἐστιν ὁ δίκαιος μισθός, μίσθωμα δὲ τὸ ἐπονείδιστον.

μνήμη καὶ μνεία διαφέρει. εἴ τι μὲν γὰρ μνήμη, τοῦτο οὐ πάντως καὶ μνεία· εἴ τι δὲ μνεία, τοῦτο εὐθέως καὶ μνήμη. ἔστι δὲ μνήμη γενικὴ τύπωσις ψυχῆς, μνεία δὲ λόγος κατὰ ἀνανέωσιν λεγόμενος· ὁ μὲν γὰρ μιμνησκόμενος οὐ πάντως καὶ μέμνηται, ὁ δὲ μεμνημένος πάντως καὶ μιμνήσκεται. καὶ ἄλλως μνήμη ἐστὶν ἡ τῷ μνημονικῷ ἀεὶ συνοῦσα, μνεία δὲ προγεγονότος τινὸς ὑπόμνησις, ὥστε ὁ τούτοις ἐναλλὰξ χρώμενος ἁμαρτήσεται.

μνημεῖα καὶ μνήματα διαφέρει. μνημεῖα μὲν γὰρ ἔλεγον τὰ μνημόσυνα, μνήματα δὲ τοὺς τάφους.

μοχθηρός, μοχθῆρος καὶ πόνηρος διαφέρουσι. μοχθηρὸς μὲν γὰρ ὀξυτόνως ὁ τὰ ἤθη πονηρός· λέγουσι δὲ ἁπλῶς τὰ φαῦλα καὶ μοχθηρὰ πονηρά, ὡς Θουκυδίδης· «πονηρὰ τὰ πράγματα τῶν Ἀθηναίων», ἀντὶ τοῦ φαῦλα. μοχθῆρος δὲ ὁ ἐπίπονος, ὡς καὶ πόνηρος.

μύριοι ἐπὶ ἀριθμοῦ, μυρίοι δὲ οἱ πολλοί.

μῦθος καὶ ἱστορία διαφέρει. ἱστορία μὲν γὰρ γεγονότα πράγματα περιέχει, ὁ δὲ μῦθος διαπεπλασμένα καὶ ψευδῆ. ὁ γοῦν λέγων «εὖ πεποίηται ἡ περὶ τὸν Κύκλωπα ἱστορία» ἢ ἄλλο τι τοιοῦτον οὐκ ἄγαν ὀρθοεπεῖ· μᾶλλον γὰρ ἁρμόζει λέγειν «εὖ πεποίηται ὁ περὶ τὸν Κύκλωπα μῦθος».

Ν

ναὸς καὶ σηκὸς διαφέρει. ὁ μὲν γὰρ ναός ἐστι θεῶν, ὁ δὲ σηκὸς ἡρώων.

ναύκληροι καὶ ναύκραροι διαφέρουσιν. ναύκληροι μὲν γάρ εἰσιν οἱ ναῦς κεκτημένοι, ναύκραροι δὲ οἱ εἰσπρασσόμενοι τὰ δημόσια κτήματα. καὶ ναυκράρια οἱ τόποι ἐν οἷς ἀνέκειτο τὰ κτήματα. ἐλέγοντο δὲ ὁμοίως ναύκληροι καὶ οἱ μισθωτοὶ τῶν συνοικιῶν.

ναυαγία καὶ ναυάγιον διαφέρει. ναυαγία μέν ἐστιν αὐτὴ ἡ τῆς νεὼς διαφθορά, ναυάγιον δὲ τὸ ἐξ αὐτῆς ἐκβρασθέν.

νεαρὸν νεαλοῦς καὶ προσφάτου διαφέρει. νεαρὸν μὲν γάρ ἐστι τὸ νεωστὶ κομισθὲν ὕδωρ· ἔγκειται γὰρ τῇ λέξει τὸ ἀρύειν. πρόσφατον δὲ τὸ κρέας· ἔγκειται γὰρ ἀπὸ τοῦ φάσαι, ὅ ἐστι φονεῦσαι· ὅθεν καὶ τὸ φάσγανον. νεαλὲς δὲ τὸ νεωστὶ ἑαλωκός, οἷον ἰχθύς· δύναται δὲ καὶ τὸ νεωστὶ ἁλὶ πεπασμένον.

Νηρεΐδες Νηρέως θυγατέρων διαφέρει. Δίδυμος ὁμοίως ἐν ὑπομνήματι Βακχυλίδου Ἐπινίκων· φησὶ γὰρ κατὰ λέξιν· «εἰσὶ τοίνυν οἵ φασι διαφέρειν τὰς Νηρεΐδας τῶν Νηρέως θυγατέρων, καὶ τὰς μὲν ἐκ Δωρίδος γνησίας αὐτοῦ θυγατέρας νομίζεσθαι, τὰς δὲ ἐξ ἄλλων ἤδη κοινότερον Νηρεΐδας καλεῖσθαι· καὶ τὰς μὲν γνησίας καὶ τὸν ἀριθμόν, πλείους δὲ τὰς ἄλλας. ταῦτα φησὶ Μνασέων ἐν τοῖς Περὶ τῆς Εὐρώπης τὸν τρόπον τοιοῦτον.» εἶτα ἐκτίθεται διὰ μακρῶν τὴν λέξιν καὶ ἐπιφέρει πιθανῶς, τὰς μὲν ἐκ μιᾶς τῆς Δωρίδος γνησιωτέρας τῶν ἄλλων οὔσας Νηρέως θυγατέρας λέγεσθαι, τὰς δὲ συμμίκτους αὐτῷ μόνον Νηρεΐδας.

νῆες πλοίων διαφέρουσιν. Δίδυμος ἐν ἑνδεκάτῳ ῥητορικῶν ὑπομνημάτων φησὶν οὕτως· ὅτι διαφέρουσιν αἱ νῆες τῶν πλοίων. τὰ μὲν γάρ ἐστι στρογγύλα, αἱ δὲ κωπήρεις καὶ στρατιώτιδες. Ἀριστοτέλης δὲ ἱστορεῖ ἐν Δικαιώμασι τῶν πόλεων οὕτως· «Ἀλέξανδρος ὁ Μολοττὸς ὑπὸ ταὐτὸν χρόνον, Ταραντίνων αὐτὸν μεταπεμψαμένων ἐπὶ τὸν πρὸς τοὺς βαρβάρους πόλεμον, ἐξέπλευσε ναυσὶ μὲν πεντεκαίδεκα, πλοίοις δὲ συχνοῖς ἱππαγωγοῖς καὶ στρατιωτικοῖς».

νοῦς μέν ἐστιν ἀπόκρυφος λογισμός, φρένες δὲ αἱ ἀγαθαὶ διάνοιαι.

νῦν καὶ νυνὶ διαφέρει φησὶ κατά τινας Ἡρακλείδης ἐν πρώτῳ Περὶ καθολικῆς προσῳδίας. τὸ μὲν γὰρ νῦν χρονικὸν ἐπίρρημα τάσσεται ἐπὶ τῶν τριῶν χρόνων, ἐνεστῶτος, παρῳχημένου καὶ μέλλοντος, οἷον ὅτι ἀγὼν νῦν ἐστι, νῦν ἔσται· τὸ δὲ νυνὶ ἐπὶ μόνου ἐνεστῶτος.

νωθέστερος μέν ἐστιν ὁ βλακώδης, νωχελέστερος δὲ ὁ ἀσθενέστερος.

Ξ

ξόανον, βρέτας, ἄγαλμα διαφέρει. ξόανον μὲν γάρ ἐστι τὸ ἐξεσμένον λίθινον ἢ ἐλεφάντινον, βρέτας δὲ τὸ βροτῷ ὅμοιον ἤτοι χαλκοῦν ἢ ἐκ τῆς ἐμφεροῦς ὕλης πεποιημένον, ἄγαλμα δὲ τὸ πώρινον ἢ ἔκ τινος ἑτέρου λίθου κατεσκευασμένον.

ξενίζειν οὐ μόνον τὸ καταδέχεσθαι ξένον, ἀλλὰ καὶ τὸ ξένως διαλέγεσθαι, ὡς Δημοσθένης ἐν τῷ Πρὸς Βοιωτόν.

ξυστὸν τό τε ἀκόντιον ὡς παρʼ ἡσιόδω ἐν τῷ πρώτῳ, καὶ τὸ οἰκοδόμημα ὡς παρὰ Ξενοφῶντι ἐν Οἰκονομικῷ.

Ο

ὀβελὸς ὀβολοῦ διαφέρει. ὀβελὸς μὲν γάρ ἐστιν εἰς ἃ διαπείρονται τὰ κρέα μέλλοντα ὀπτᾶσθαι, ὀβολὸς δὲ μέρος δραχμῆς.

ὅδε καὶ ὁδὶ διαφέρει. ὅδε μὲν γὰρ ἀναφορικῶς καὶ δεικτικῶς, ὁδὶ δὲ δεικτικῶς μόνον κατʼ ἐπέκτασιν.

οἰκῆας καὶ οἰκείους διαφέρειν φασίν. οἰκεῖοι μὲν γὰρ καὶ οἱ κατʼ ἐπιγαμίαν προσήκοντες, οἰκῆες δʼ ἅπαντες οἱ ἐν τῇ οἰκίᾳ τυγχάνοντες τῇ αὐτῇ, εἴτε οἰκέται εἴτε ἐλεύθεροι. φησὶ γοῦν Ἕκτωρ· «ὄφρʼ ἴδωμεν οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν»· καὶ

«ἐξ ὕπνου γόωσα φίλους οἰκῆας ἐγείρει», καὶ ἐν Ὀδυσσείᾳ

«κήδετο οἰκήων οὓς κτήσατο δῖος Ὀδυσσεύς».

οἰκίζεται καὶ συνοικίζεται διαφέρει. οἰκίζεται μὲν γὰρ πόλις ὑπὸ τῆς πρώτης τῶν συνοικητόρων ἀθροίσεως καὶ καθιδρύσεως, συνοικίζεται δὲ ἡ ἐκ πολλῶν πόλεων εἰς μίαν πόλιν συναγομένη ὑπὲρ τοῦ πλείονα δύναμιν σχεῖν. διοικίζεται δὲ ἡ ἐκ μιᾶς πόλεως μεγέθει ἰσχυούσης εἰς πολλὰς καταδιαιρουμένη ὑπὸ τῶν ἐχθρῶν, ἵνα ἀσθενὴς γένηται, ὡς Λακεδαιμόνιοι τὴν ἐν Ἀρκαδίᾳ Μεγάλην πόλιν διῴκησαν.

οἰκότριψ καὶ οἰκέτης διαφέρει. οἰκότριψ μὲν γὰρ ὁ ἐν τῇ οἰκίᾳ διατρεφόμενος ὃν ἡμεῖς θρεπτὸν καλοῦμεν, οἰκέτης δὲ καὶ δοῦλος ὁ ὠνητός. παρὰ δὲ Σόλωνι ἐν τοῖς ἄζωσιν οἰκεὺς κέκληται ὁ οἰκότριψ.

οἶμος οἴμης διαφέρει. οἶμος μὲν γάρ ἐστιν ἀρσενικῶς ἡ ὁδός, οἴμη δὲ ἡ ᾠδή.

οἶκτος καὶ οἰκτισμὸς διαφέρει. οἶκτος μὲν γάρ ἐστιν οἰκτιζομένου ἔλεος, οἰκτισμὸς δὲ ὁ λόγος ὁ τοῦ οἰκτείροντος.

οἴνη καὶ οἰνάνθη διαφέρει. οἴνη μὲν ἡ ἄμπελος, οἰνάνθη δὲ ἡ πρώτη τῶν βοτρύων ἐξάνθησις· οἴναρα δὲ τὰ φύλλα.

οἴκαδε τοῦ εἰς οἶκον διαφέρει. οἴκαδε μὲν γὰρ τὸ εἰς τὴν ἰδίαν οἰκίαν βαδίζειν, εἰς οἶκον δὲ καὶ ἐφʼ ἕτερον.

οἶκος, οἰκία, συνοικία, οἴκημα, οἰκίσκος καὶ δῶμα διαφέρουσιν. οἶκος μὲν γὰρ λέγεται ἡ πᾶσα οὐσία, οἰκία δὲ ἡ ὑπὸ ἑνὸς ἢ δευτέρου κατοικουμένη, συνοικία δὲ ἡ πολλοῖς καὶ μισθουμένη, οἴκημα δὲ τὸ τέγος ἢ τὸ δεσμωτήριον, οἰκίσκος δὲ τὸ μικρὸν δωμάτιον, δῶμα δὲ ὁ λεγόμενος κοιτών.

ὄλβιος καὶ εὐτυχὴς διαφέρει. ὄλβιος μὲν γάρ ἐστιν ὁ τελείαν τὴν εὐδαιμονίαν ἔχων, εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύπως.

ὀλίγον καὶ μικρὸν διαφέρει. τὸ μὲν γὰρ ὀλίγον ἐπʼ ἀριθμοῦ, τὸ δὲ μικρὸν ἐπὶ μεγέθους τάσσεται. Ἀριστόνικος ἐν ὑπομνήματι ἐκάλεσʼ ἐπὶ στοιχείου «ὀλίγην νησῖδα Καλυψοῦς». φασὶ δὲ οὕτως ὀλίγην μικρὰν ὑπαλλακτικῶς. τὸ μὲν γοῦν ὀλίγον ἐπʼ ἀριθμοῦ, τὸ δὲ μικρὸν ἐπὶ μεγέθους τάσσεται· καὶ Ὅμηρος ἀδιαφόρως

«δίφρον ἀεικέλιον παραθεὶς ὀλίγην τε τράπεζαν», τὴν μικράν.

ὄλμος ὅρμου διαφέρει. ὄλμος μέν ἐστι μυρεψικὸν σκεῦος εἰς ὃ κόπτονται τὰ εἴδη τὰ μυρεψικά, ὅρμος δέ ἐστι λιμήν.

ὄρθρος καὶ πρωῒ διαφέρει. ὄρθος μὲν γὰρ ἡ πρὸ ἀνατολῆς ἡλίου ὥρα καθʼ ἣν ἀναστάντες ἐξ ὕπνου ὀρθοὶ γινόμεθα, πρωῒ δὲ ἡ πρὸ τοῦ καθήκοντος καιροῦ. Ὅμηρος·

«πρωῒ δʼ ὑπʼ ἠοῖοι σὺν τεύχεσι». καὶ Ἡσίοδος τελευτῆσαί φησί τινα «πρωῒ μάλʼ ἠΐθεον», τουτέστι πρόωρον. καὶ πρώϊμον τὸ πρόωρον.

ὁρᾶν τοῦ ὑπερορᾶν διαφέρει. ὁρᾶν μὲν γάρ ἐστι τὸ θεωρεῖν, ὑπερορᾶν δὲ τὸ καταφρονεῖν.

ὀρνιθευτὴς καὶ ὀρνιθοσκόπος διαφέρει. ὀρνιθευτὴς μὲν γάρ ἐστιν ὁ θηρεύων ὄρνιθας, ὀρνιθοσκόπος δὲ ὁ οἰωνοσκόπος.

ὀροφὴ καὶ τέγος διαφέρει. ὀροφὴ μέν ἐστιν ἡ στέγη, τέγος δὲ τὸ δῶμα.

ὅσιον καὶ ἱερὸν διαφέρει. ὅσια μὲν γὰρ τὰ ἰδιωτικὰ ὧν ἐφίεται καὶ ἔξεστι προσάψασθαι, ἱερὰ δὲ τὰ τῶν θεῶν ὧν οὐκ ἔξεστι προσάψασθαι. Δημοσθένης ἐν τῷ Κατὰ Τιμοκράτους λέγει· «ὥστε τίθησι τοῦτον τὸν νόμον διʼ οὗ τῶν μὲν ἱερῶν χρημάτων τοὺς θεούς, τῶν ὁσίων δὲ τὴν πόλιν ἀποστερεῖ».

ὅτι καὶ διότι διαφέρει. τὸ μὲν γὰρ ὅτι ὁτὲ μὲν αἰτίαν δηλοῖ, ὁτὲ δὲ βεβαίωσιν· τὸ δὲ διότι αἰτίαν δηλοῖ. αὐτίκα γοῦν ὅτι μὲν ἐκλείπει ἡ σελήνη πάντες ἴσμεν, διότι δὲ οὐκέτι, ἀλλὰ μόνον οἱ ἔμπειροι.

οὔκουν παροξυτόνως μὲν τὸ ἀποφατικὸν ἴσον τῷ οὐχιοῦν, οἷον «οὔκουν ἀπιστεῖν». περισπωμένως δὲ συλλογιστικός ἐστι σύνδεσμος καὶ σημαίνει ἀπόφανσιν.

οὐδὲν διὰ τοῦ δ καὶ οὐθὲν διὰ τοῦ θ διαφέρει. οὐδὲν μὲν γὰρ τὸ ἐν τῷ καθόλου, ὥς φαμεν· «οὐδὲν ἐν κόσμῳ κενόν»· πᾶσα γὰρ ἡ τοῦ κενοῦ φύσις βαστάζεται. οὐθὲν δέ, ἀναλυθὲν εἰς τὸ ἴδιον ἀντίστοιχον, σημαίνει τὴν τοῦ ἑνὸς ἄρσιν καὶ ἐπιφορὰν ἑτέρας ἀρχῆς· «οὔθʼ ἓν οὔτε δύο». τὸ δέ διὰ τοῦ δ ἀπαρτίζει· διὸ καὶ ὁ ποιητής φησιν·

«οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο».ὁ οὖν ἐναλλάσσων ἁμαρτάνει· διὸ καὶ Ζηνόδοτον εὐθύνουσι γράφοντα «οὐθὲν ἀκιδνότερον».

οὕνεκα καὶ εἵνεκα διαφέρει. οὕνεκα μὲν σημαίνει τὸ ὅτι, εἵνεκα δὲ χάριν. Ὅμηρος διαστέλλει·

«οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα»,ἀντὶ τοῦ ὅτι, καὶ «εἵνεκα ῥιγεδανῆς Ἑλένης». ἥμαρτεν οὖν ὁ Καλλίμαχος εἰπών «εἵνεκεν οὐχ ἓν ἄεισμα», ὅπερ ἄτοπον· ἔδει γὰρ εἰπεῖν οὕνεκα, ἵνα γένηται «ὅτι οὐχ ἓν ἄεισμα».

οὗτος καὶ οὑτοσὶ διαφέρει. τὸ μὲν γὰρ οὑτοσὶ δεικτικὸν μόνον, τὸ δὲ οὗτος δεικτικὸν καὶ ἀναφορικόν. δεικτικὸν μέν· «οὗτός τοι, Διόμηδες», ἀναφορικὸν δέ·

«οὗτος μὲν πανάριστος, ὃς αὑτῷ πάντα νοήσει».ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦτον καὶ τουτονί.

οὐλὴ καὶ ὠτειλὴ διαφέρει. οὐλὴ μέν ἐστιν ἡ ὑγιασμένη σὰρξ ἐκ παλαιοῦ τραύματος, ὠτειλὴ δὲ τὸ πρόσφατον τραῦμα, παρὰ τὸ οὐτᾶσθαι. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν, ἐπὶ μὲν τῆς οὐλῆς εἰπών

«τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι», ἐπὶ δὲ τῆς ὠτειλῆς

«αὐτίκα δʼ ἔρρεεν αἷμα κατʼ οὐταμένης ὠτειλῆς».

οὖρος καὶ οὐρὸς διαφέρει. οὖρος μὲν ὁ ἄνεμος, οὐρὸς δὲ ὁ τόπος ἤγουν τὸ νεώριον·

«οὐρούς τʼ ἐξεκάθηρον».

ὄφλειν καὶ ὀφείλειν διαφέρει. Ἀπολλωνίδης ὁ Νικαεὺς ἐν ὑπομνήματι τοῦ Περὶ τῆς παραπρεσβείας Δημοσθένους «ὄφλει μέν τις», φησίν, «ἐπὶ καταδίκῃ, ὀφείλει δέ τις ὡς ἡμεῖς ἐκδεχόμεθα».

ὅλον τοῦ παντὸς διαφέρει. πᾶς τὴν τῶν προσώπων διαφοράν· τὸ μὲν γὰρ συνέστηκεν. ὁ οὖν λέγων «ὅλος ἄνθρωπος» ἕνα λέγει. τὸ δὲ «πᾶς» πλείονας λέγει.

ὄφλημα καὶ χρέος διαφέρει. ὄφλημα μὲν γὰρ καὶ ὀφείλημα τὸ ἐκ καταδίκης τῷ δημοσίῳ ὀφειλόμενον, χρέος δὲ τὸ ἰδιωτικὸν δάνειον.

ὄχθαι καὶ ὄχθοι διαφέρει. ὄχθαι μὲν γάρ εἰσι ποταμῶν χείλη, ὄχθοι δὲ γῆς ἐπάρματα.

ὀψὲ καὶ ἑσπέρα διαφέρει. ἑσπέρα μὲν γὰρ ἡ μετὰ τὴν δύσιν τοῦ ἡλίου ὥρα, ὅτε ἑσπέρας ἔλθη ὥρα δύνοντος τοῦ ἡλίου. ὀψὲ δὲ ἡ μετὰ πολὺ τῆς δύσεως καὶ καθόλου μετὰ πολὺν χρόνον· ὡς Ὅμηρος· «ὀψὲ δὲ δὴ μετέειπε», καὶ·

«ὀψαρότης προαρότῃ ἰσοφαρίζει». ὀψαρότης γὰρ ὁ μετὰ πολὺ τοῦ καθήκοντος χρόνου ἀροτριῶν.

Π

παρέχειν καὶ παρέχεσθαι διαφέρει. παρέχειν μὲν γὰρ λέγεται τὰ διὰ χειρὸς διδόμενα, οἷον ἐσθήματα ἢ ἐκπόματα· τὸ δὲ παρέχεσθαι λέγεται ἐπὶ τῶν τῆς ψυχῆς διαθέσεων, οἷον ἐπιθυμίαν, εὔνοιαν. Θουκυδίδης· «καὶ πᾶν τὸ πρόθυμον παρεχόμενοι». Δημοσθένης ἐν Φιλιππικοῖς· «τὴν αὐτὴν παρειχόμεθα προθυμίαν».

παρειαὶ καὶ παρεῖαι διαφέρουσιν. παρειαὶ μὲν γὰρ ὀξυτόνως αἱ τοῦ ἀνθρώπου, παρεῖαι δὲ προπερισπωμένως ὄψεις τινὲς μετέωρα τὰ παρεῖα ἔχοντες·

«ὡς παρείας ὢν ὄφις».

πάσασθαι βραχέος μὲν ὄντος τοῦ α τὸ γεύσασθαι δηλοῖ, ἐν ἐκτάσει δὲ τούτου τὸ κτήσασθαι.

παραβολὴ καὶ παράδειγμα διαφέρει. παραβολὴ μὲν γάρ ἐστιν ἡ οἵα τε γενέσθαι ἐπὶ πράγματος, οἷον

«ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδών». παράδειγμα δὲ γεγονότος πράγματος ἀντιπαράθεσις· «οἶνος καὶ Κένταυρον ἀπώλεσεν»

πάλτον καὶ πέλτη διαφέρει. πάλτον μὲν γάρ ἐστι τὸ δόρυ, πέλτη δὲ ἡ ἀσπὶς ἴτυν οὐκ ἔχουσα.

παρακέκρουσται καὶ παρακέκρουται διαφέρει. τὸ μὲν γὰρ σὺν τῷ σ ἐνεργητικόν ἐστι καὶ σημαίνει τὸ «ἐξηπάτηκε», τὸ δὲ χωρὶς τοῦ σ παθητικὸν καὶ σημαίνει τὸ «ἐξηπάτηται».

παῖς καὶ ἀντίπαις διαφέρει. παῖς μὲν γάρ ἐστιν ὁ ἐν τῇ παιδικῇ ἡλικίᾳ, ἀντίπαις δὲ ὁ ἐκβεβηκὼς τοῦ παιδὸς τὴν ἡλικίαν καὶ ἤδη πρόσηβος. βούπαις δὲ ὁ μέγας παῖς.

παιδίσκη καὶ θεράπαινα διαφέρει. παιδίσκη μὲν γάρ ἐστι πᾶσα ἡ τὴν παιδικὴν ἔχουσα ἡλικίαν, ὡς καὶ παιδίσκος· θεράπαινα δὲ ἡ δούλη.

παίδευσις καὶ παιδεία διαφέρει, ὥς φησι Πλάτων ἐν Ὅροις. παιδεία μὲν γάρ ἐστι δύναμις θεραπευτικὴ ψυχῆς· παίδευσις δὲ παιδείας καὶ ἀρετῆς παράδοσις, καὶ ἐκ παιδὸς ἀγωγὴ ἐπʼ ἀρετὴν ὁδηγοῦσα.

παιδίσκη καὶ παῖς διαφέρει. παιδίσκη μὲν γὰρ ἡ ἐλευθέρα παρʼ Ἀττικοῖς, παῖς δὲ ἡ δούλη. Μένανδρος ἐν Δακτυλίῳ ἐπὶ τοῦ δάου· «τίς οὑτοσὶ κακοδαίμων ἔφυ, ὃς οὐκ ἂν ἐκδοίη θυγατέρας μένος καὶ ταῦτα πεντήκοντα παιδίσκας ἔχων;».

παρθενία καὶ σωφροσύνη διαφέρει καὶ παρθένος σώφρονος, καθὸ ἡ μὲν παρθένος σώφρων ἐστὶ πάντως, ἡ δὲ σώφρων οὐ πάντως παρθένος.

πάσχειν καὶ συμπάσχειν διαφέρει ὡς πάσχων συμπάσχοντος. ὁ μὲν γὰρ πάσχων ἀλγεῖ, ὁ δὲ συμπάσχων λυπεῖται μὲν ἐπὶ τῷ τοῦ πάσχοντος πάθει· οὐ μέντοι συμπάσχων ἀλγεῖ καθάπερ ὁ πάσχων. οἷον· πυρέττει τις τῶν φίλων σφόδρα, καὶ συμπάσχομεν τούτῳ πυρέττοντι, οὐ μὴ καὶ πυρέττομεν.

πάτρια πατρῴων καὶ πατρικῶν διαφέρει. πατρῷα μὲν γὰρ τὰ ἐκ πατέρων εἰς υἱοὺς χωροῦντα· πατρικοὶ δʼ ἢ φίλοι ἢ ξένοι· πάτρια δὲ τὰ τῆς πόλεως ἔθη.

παιδίσκη καὶ παιδισκάριον διαφέρει. παιδίσκην μὲν γὰρ λέγομεν τὴν ἐλευθέραν, παιδισκάριον δὲ τὸ δοῦλον.

παῖδα οὐ μόνον τὸν υἱὸν ἀλλὰ καὶ τὸν δοῦλον, ὡς Δημοσθένης ἐν τῷ Πρὸς Πανταίνετον.

πελαστὴς καὶ Πενέστης διαφέρει. πελαστὴς μὲν γὰρ ὁ πρόσφυξ, Πενέστης δὲ παρὰ Θεσσαλοῖς ὁ κατὰ πόλεμον δουλωθεὶς ὡς παρὰ Λάκωσιν οἱ Εἵλωτες.

πένης καὶ πτωχὸς διαφέρει. πένης μὲν γὰρ ὁ ἀπὸ τοῦ ἐργάζεσθαι καὶ πονεῖν ποριζόμενος τὸν βίον· πτωχὸς δὲ ὁ ἐπαίτης ὁ τοῦ ἔχειν ἐκπεπτωκώς, ἢ ἀπὸ τοῦ πτώσσειν, ὡς Ὅμηρος·

«πτωχὸν ἀνιηρὸν δαιτῶν ἀπολυμαντῆρα»,καὶ ἐτυμολογῶν φησιν «ἀλλὰ πτώσσων βούλεται αἰτίζων κατὰ δῆμον βόσκειν ἣν γαστέρʼ ἄναλτον».

περιμάξαι καὶ ἐκμάξαι τὸ τοὺς οἰομένους πεφαρμάχθαι διʼ ἐπῳδῶν καὶ καθαρμῶν προσποιεῖσθαι ἀπολύειν.

πειραστὴς καὶ πειρατὴς διαφέρει. πειραστὴς μὲν γὰρ ὁ πειράζων, πειρατὴς δὲ ὁ θαλάσσιος λῃστής. καὶ νεῖλος τὰς διαλυθείσας σανίδας καταλιπόντες τοῖς πειραταῖς.

πεῖρα καὶ πήρα διαφέρει. πεῖρα μὲν γάρ ἐστιν ἡ ἐπιστήμη τε καὶ ἐμπειρία. πήρα δὲ τὸ ἰατρικὸν ἐγχειρίδιον, καὶ δέρμα τι ἀρτοφόρον ὃ ἐπὶ τῶν ὤμων φέρουσιν οἱ ποιμένες.

πηδάλιον καὶ πλήθριον διαφέρει. πηδάλιον μὲν γὰρ νεώς, πλήθριον δὲ σχεδίας.

πῆ καὶ ποῖ καὶ ποῦ διαφέρει. τὸ μὲν γὰρ πῆ καὶ ποῖ εἰς τόπον, οἷον· «πῆ ἔβη Ἀνδρομάχη;». τὸ δὲ ποῦ ἐν τόπῳ, οἷον·

«ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα;». ὥσθʼ ἁμαρτάνουσιν οἱ λέγοντες «ποῦ ἀπέρχῃ;» δέον «πῆ ἀπέρχῃ;».

πλεῖν τοῦ ἀποπλεῖν καὶ παραπλεῖν καὶ περιπλεῖν διαφέρει. πλεῖν μὲν γάρ ἐστι τὸ κατʼ εὐθὺ πλέειν· ἀποπλεῖν δὲ τὸ ἐκ τόπου τινὸς ἀπαίρειν· παραπλεῖν δὲ τὸ τόπον τινὰ πλοίου διέρχεσθαι· περιπλεῖν δὲ τὸ ἐπὶ σκάφους ἀναστρέφεσθαι περὶ τὸν αὐτὸν τόπον.

πλούσιος εὐπόρου, ἀφνειοῦ, ὀλβίου καὶ εὐτυχοῦς διαφέρει. πλούσιος μὲν γὰρ ὁ πολυούσιος ὁ πολλὴν ἔχων οὐσίαν· εὔπορος δὲ ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀνενδεής· ἀφνειὸς δὲ ὁ ἀπʼ ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων— ἔνος γὰρ ὁ ἐνιαυτός· ὄλβιος δʼ ὁ τελείαν τὴν εὐδαιμονίαν ἔχων, οἷον ὁλόβιος· εὐτυχὴς δʼ ὁ ζῶν ἡδέως καὶ ἀλύπως.

πλῆμαι καὶ πλῆμναι διαφέρει. πλῆμαι μὲν γὰρ αἱ πλημμυρίδες τῶν ποταμῶν, πλῆμναι δὲ αἱ τῶν τροχῶν σύριγγες.

πλῆθος καὶ ὄχλος διαφέρει. πλῆθος μὲν γάρ ἐστι σύστημά τινων, ὄχλος δὲ κυρίως ἡ ὄχλησις.

πλοῦτος καὶ εὐπορία διαφέρει. οἱ μὲν γὰρ πλούσιοι οὐ πάντως εὐποροῦνται, ἀλλʼ ἔκ τινος περιστάσεως καὶ ἀποροῦνταί ποτε χρημάτων ἢ ἄλλου τινός. οἱ δὲ εὔποροι, κἂν μὴ πλουτῶσιν, ὧν δέονται ἔχουσιν. τινὲς δὲ εὐπορίαν μὲν τὸν μέτριον πλοῦτον ἡγοῦνται, πλοῦτον δὲ τὴν μεγάλην εὐπορίαν.

πολεμικὸς καὶ αἰχμητὴς διαφέρει. πολεμικὸς μὲν γάρ ἐστιν ὁ ἐμπείρως πολεμῶν, αἰχμητὴς δὲ ὁ ἐμπείρως τοῖς κατὰ πόλεμον ὅπλοις χρώμενος.

πόμα καὶ πῶμα διχῶς λέγουσι τὸ ἁπλοῦν· ἐν δὲ συνθέτοις μόνον διὰ τοῦ ω μεγάλου, οἷον γαλακτοπωτεῖν καὶ ὑδροπωτεῖν.

πομπὴ καὶ πομπεία διαφέρουσιν. πομπὴ μὲν γὰρ ἣν τοῖς θεοῖς πέμπουσιν, πομπεία δὲ ἡ λοιδορία. Δημοσθένης· «τῆς δὲ πομπείας ταύτης ὕστερον».

παρρησία καὶ παρουσία διαφέρει. παρρησία μὲν γὰρ ἡ διὰ λόγων πρός τινα οἰκείωσις, παρουσία δὲ ἡ ἐπέλευσις.

πολίτης καὶ πατριώτης διαφέρει. πολίτης μὲν γάρ ἐστιν ὁ ἐκ τῆς αὐτῆς πόλεως, ἐλεύθερος ἐλευθέρῳ, πατριώτης δὲ ὁ ἐκ τῆς αὐτῆς χώρας, δοῦλος δούλῳ. ἡ γὰρ πατρὶς καὶ ἐπὶ τῆς χώρας τάττεται, ὡς τὸ

«τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι... φίλην ἐς πατρίδα γαῖαν». οὐ γὰρ πάντες ἐκ μιᾶς ἦσαν πατρίδος, ἀλλʼ ἐκ μιᾶς χώρας.

πόλις καὶ ἄστυ διαφέρει. πόλις μὲν γὰρ καὶ ὁ τόπος καὶ οἱ κατοικοῦντες, ἤγουν τὸ συναμφότερον. ἄστυ δὲ μόνον ὁ τόπος.

«φράζεο νῦν ὅπως καὶ πόλιν καὶ ἄστυ σαώσῃς».

ποιεῖν τοῦ περιποιεῖν διαφέρει. ποιεῖν μὲν γάρ ἐστι τὸ κατασκευάζειν τι, περιποιεῖν δὲ τὸ περικτᾶσθαι ἢ κοσμεῖν.

πόνηρον βαρυτονούμενον, ὡς σόλοικον, καὶ πονηρὸν ὀξυτονούμενον, ὡς κυδοιμόν, φασὶ διαφέρειν παρὰ τοῖς Ἀττικοῖς· ὁμοίως μόχθηρον καὶ μοχθηρόν. πονηρὸς μὲν γάρ, φασίν, ὀξυτόνως ὁ κακοήθης, πόνηρος δὲ ὁ ἐπίπονος. — «ἀτόπως», φησὶ Τρύφων· «καὶ γὰρ τὰ φαῦλα μόχθηρα λέγομεν. κατὰ δʼ ὀξύτητα», φησί, «καὶ ἐπʼ ἐμψύχων καὶ ἀψύχων· μοχθερᾶς γέ τοι τέχνης τὸ δημιούργημά φαμεν εἶναι. εἰ δὴ τὰ τοῦ τύπου κεκοινώνηκεν, ἄμφω ὀφείλει καὶ τῶν αὐτῶν τόνων μετέχειν, ὅτι ὀξυτονεῖν ἀπαιτεῖ ὁ λόγος βίᾳ ἀνάγκης. πᾶν γὰρ παρώνυμον εἰς ρος λῆγον παρασχηματιζόμενον τοῖς γένεσιν ὀξυτονεῖται, οἷον κάματος καματηρός, ὄλισθος ὀλισθηρός, μέλι μελιτηρός, τόλμα τολμηρός, νόσος νοσηρός. εἰ δὴ πόνος καὶ μόχθος τὰ πρωτότυπα, πονηρὸς καὶ μοχθηρὸς ῥητέον ὀξυτόνως. εἰ δὲ οἱ Ἀττικοὶ βαρυτονοῦσιν, οὐ θαυμαστόν ἐστι· χαίρουσι γὰρ τῇ βαρύτητι. ἄδελφε γοῦν λέγουσι τὴν πρώτην ὀξυτονοῦντες ὡς ἄπελθε», φησὶν ὁ Τρύφων παρατιθέμενος Φιλήμονα τὸν ἀγξωνέα, «ὡς Θεττάλην ὡς Μυρτάλην· καὶ χάριεν, τὴν πρώτην συλλαβὴν ὀξυτονοῦντες. ὥστε οὐκ εἰς διαστολήν», φησίν, «τοῦ σημαινομένου εὗρον τὴν βαρύτητα, ἀλλʼ ὡς ἔθος ἐκπληροῦντες οὕτω προηνέγκαντο.»

ποῦ καὶ ποῖ παρὰ τοῖς Δωριεῦσι τὴν εἰς τόπον σημασίαν δηλοῖ, πῆ δὲ τὴν ἐπὶ τόπῳ, πῶ δὲ τὴν ἐκ τόπου.

πονεῖν καὶ ἀλγεῖν διαφέρει. πονεῖν μὲν γάρ ἐστι τὸ ἐνεργεῖν, ἀλγεῖν δὲ τὸ ὀδυνᾶσθαι.

πότος βαρυτόνως καὶ ποτὸς ὀξυτόνως διαφέρει. πότος μὲν γάρ ἐστι βαρυτόνως τὸ συμπόσιον, ὡς Μένανδρος· «πότοι συνεχεῖς κύβοι». ὀξυτόνως δὲ ποτὸς αὐτὸ τὸ ἔκπομα, ὡς Δημοσθένης ἐν τῷ Κατὰ Ἀνδροτίωνος· «βρωτοῦ καὶ ποτοῦ μεταλαβεῖν».

πολύτιμος καὶ πολυτίμητος διαφέρει. πολύτιμος μὲν γάρ ἐστιν ὁ πολλῆς τιμῆς ἠγορασμένος ἄνθρωπος· πολυτίμητος δὲ ὁ πολλῆς τιμῆς ἄξιος, ὡς τοὺς θεοὺς πολυτιμήτους λέγομεν.

πρεσβεύεσθαι καὶ πρεσβεύειν διαφέρει. πρεσβεύεσθαι μὲν γὰρ τὸ πέμπειν πρέσβεις, πρεσβεύειν δὲ τὸ πέμπειν πρεσβευτὴν οἱ Ἀττικοὶ λέγουσιν.

πρόξενος καὶ ἰδιόξενος καὶ δορύξενος διαφέρει. πρόξενος πόλεως καὶ ἔθνους, ὡς παρὰ Θουκυδίδῃ. ξένος δʼ ὁ εἷς ἑνός· ὁ δʼ αὐτὸς καὶ ἰδιόξενος. οὐκ ὀρθῶς οὖν Εὐριπίδης ἐν Τηλέφῳ πρόξενον εἴρηκε τὸν ἰδιόξενον·

«κακός τίς ἐστι προξένῳ σοι χρώμενος». δορύξενος δὲ ὁ κατὰ πόλεμον γενόμενος φίλος· ἁλοὺς γὰρ καὶ ξενίων τυχὼν ἀφείθη πρὸς τοῦ πολεμίου λύτρα λαβόντος, μνᾶ δʼ ἦν ἡ τεταγμένη. κομίσας δὲ καὶ φυλάξας τὴν πίστιν ἐγένετο φίλος καὶ δορύξενος ἐκαλεῖτο.

προτέρα καὶ προτεραία διαφέρει. προτέρα μὲν γὰρ ἐπὶ τάξεως, προτεραία δὲ ἐπὶ μόνης ἡμέρας.

πρῶτος καὶ πρότερος διαφέρει. πρῶτος μὲν γὰρ ἐπὶ πολλῶν, πρότερος δὲ ἐπὶ δύο. καὶ τῷ μὲν πρώτῳ ἀκόλουθός ἐστιν ὁ ὕστατος, τῷ δὲ προτέρῳ ὁ ὕστερος. καὶ πρότερος μὲν ἐπὶ τάξεως, πρώτως δὲ ἐπὶ ποιότητος, ὡς ὅταν ἐπὶ ἀγάλματος λέγωμεν πρώτως ἔχειν τῇ τέχνῃ, οἷον ἐξόχως· Πλάτων γοῦν διαιρούμενος τὰς πολιτείας τὴν μὲν πρώτως ἔχειν φησί, τὴν δὲ δευτέρως· δηλονότι ἡ μὲν πρωτεύει, ἡ δὲ ἕπεται. εἰ δέ τις εἴποι «πρώτως ἦλθον εἰς Ἀθήνας», ἁμαρτάνει· «πρῶτον» γὰρ χρή.

πρυτανεῖα τὰ καταβαλλόμενα ὑπὸ τῶν διωκόντων τὴν δίκην· ἦν δὲ τὰ ἐπιδέκατα τοῦ τιμήματος τῆς δίκης. πρυτανεία δὲ θηλυκῶς ὁ χρόνος· διῄρητο γὰρ παρὰ τοῖς Ἀθηναίοις ὁ ἐνιαυτὸς εἰς δέκα πρυτανείας, ὅσαι καὶ φυλαὶ ἦσαν, καὶ ἐπρυτάνευον ἐν ἑκάστῃ φυλῇ κατʼ ἐνιαυτὸν ἅπαξ· ὅθεν καὶ τοὺς μισθοὺς καὶ τὰ ἐνοίκια κατὰ τὰς πρυτανείας, οὐ κατὰ μῆνα, ἐτέλουν.

πρὸ μοίρας καὶ πρὸ ὥρας διαφέρει. πρὸ μοίρας μὲν ὁ βιαίως ἀποθανών, πρὸ ὥρας δὲ ὁ ἐν νεότητι.

πρεσβεύονται καὶ πρεσβεύουσι διαφέρει. πρεσβεύονται μὲν γὰρ οἱ τοὺς πρέσβεις χειροτονοῦντες καὶ πέμποντες, πρεσβεύουσι δὲ οἱ χειροτονούμενοι καὶ πεμπόμενοι ἐπὶ τὴν πρεσβείαν.

πρέσβεις οἱ πρεσβευταί. πρέσβις δὲ οὐδέποτε λέγεται· τὸ γὰρ ἑνικὸν πρεσβευτὴς ἀνέγνωσται.

πρότερος καὶ πρῶτος διαφέρει. πρότερος μὲν ἐπὶ δυοῖν τάσσεται, ὡς Ὅμηρος ἐπὶ Τληπολέμου καὶ Σαρπηδόνος·

«τὸν καὶ Τληπόλεμος πρότερος». τὸ δὲ πρῶτος ἐπὶ πολλῶν·

«ὦρτο πολὺ πρῶτος ἄναξ ἀνδρῶν Ἀγαμέμνων».

πρωτότοκος καὶ πρωτοτόκος διαφέρει. πρωτότοκος μὲν γὰρ προπαροξυτόνως ὁ πρῶτον τεχθείς, πρωτοτόκος δὲ παροξυτόνως ἡ πρῶτον τεκοῦσα.

προσπταίειν μὲν λέγεται τοῖς κάτω μέρεσι, ποδὶ ἢ κνήμῃ· προσκρούειν δὲ τοῖς ἀνωτέρω καὶ κεφαλῇ.

πείθεσθαι μὲν τὸ ἑκουσίως συγκατατίθεσθαι, πειθαρχεῖν δὲ τὸ κελεύοντι πεισθῆναι.

Πυθὼν θηλυκῶς καὶ ὀξυτόνως ὁ τόπος· βαρυτόνως δὲ καὶ ἀρσενικῶς ὁ δράκων.

πῦς καὶ πεῖ καὶ ποῖ καὶ πῶ διαφέρει παρὰ τοῖς Δωριεῦσι. τὸ μὲν γὰρ πῦς καὶ ποῖ τὴν εἰς τόπον σημασίαν δηλοῖ· τὸ δὲ πεῖ τὴν ἐν τόπῳ· τὸ δὲ πῶ τὴν ἐκ τόπου, ὁμοίως δὲ καὶ τοῦτο. ὥσθʼ οἱ Δωρίζοντες καὶ λέγοντες «πεῖ πορεύῃ» ἁμαρτάνουσι· δέον γὰρ «πῦς πορεύῃ»· τὸ γὰρ πεῖ τὴν ἐν τόπῳ σχέσιν δηλοῖ. Σώφρων φησί· «πεῖ γὰρ ἁ ἄσφαλτος;». «ποῖος εἰλισκοπεῖται», ἀντὶ τοῦ ποῦ. ὅταν δʼ εἰς τόπον θέλῃ εἰπεῖν, φησί «πῦς ἐς μυχὸν καταδύῃ;» τουτέστιν ἀντὶ τοῦ «εἰς τίνα μυχόν».

Ρ

ῥάφανον καὶ ῥαφανὶς διαφέρει. ῥάφανον μὲν γὰρ Ἀττικοὶ λέγουσι τὴν παρʼ ἡμῖν κράμβην, ῥαφανίδα δὲ τὴν παρʼ ἡμῖν ῥάπανον.

ῥέφανον καὶ ῥάφανον διαφέρειν ..... παρʼ Ἴωσι καὶ Ἀττικοῖς. ῥέφανον εἶναι ἣν καὶ ἡμεῖς φαμεν, ῥάφανον δὲ τὴν κράμβην.

ῥεῖθρον ῥεύματος διαφέρει. ῥεῖθρον μὲν γάρ ἐστιν ὁ τόπος διʼ οὗ φέρεται τὸ ῥεῦμα, ῥεῦμα δὲ αὐτὸ τὸ ὕδωρ.

ῥᾴδιον μὲν τὸ εὐοδοῦν, τὸ ῥᾷστα τῇ ὁδῷ ἐπιμελούμενον· εὐχερὲς δὲ τὸ ταῖν χεροῖν ταχέως ἐπιτελεσθέν· εὐπετὲς δὲ τὸ συμπεσὸν εἰς εὐμάρειαν.

ῥὶς καὶ ῥύγχος διαφέρει. ῥὶς μὲν γὰρ λέγεται ἐπὶ ἀνθρώπου, ῥύγχος δὲ ἐπὶ ἀλόγου ζῴου.

ῥὶς καὶ μυκτὴρ διαφέρει. ῥὶς μὲν γὰρ λέγεται ἡ ἀπὸ τοῦ μεσοφρύου καταγωγὴ μέχρι τοῦ χείλους, μυκτῆρες δὲ αἱ τῶν ῥινῶν κατατρήσεις διʼ ὧν ἔξεισι τὸ ὑγρὸν ἀπομυσσομένων.

ῥοιὰ μὲν μετὰ τοῦ ι τὸ δένδρον, ῥόα δὲ ὁ καρπός.

ῥόδον καὶ ῥοδωνιὰ καὶ ῥοδῆ διαφέρει. ῥόδον μὲν γὰρ τὸ ἄνθος, ῥοδωνιὰ δὲ ὁ τόπος, ῥοδῆ δὲ τὸ φυτόν. Ἀρχίλοχος·

«ἔχουσα θαλλὸν μυρσίνης ἐτέρπετο

ῥοδῆς τε καλὸν ἄνθος.»

ῥύεσθαι καὶ ἐρύεσθαι διαφέρει. Ἀριστόξενος ἐν τῷ πρώτῳ Τραγῳδοποιῶν περὶ νεωτέρων οὕτω φησὶ κατὰ λέξιν· «ῥύεσθαι καὶ ἐρύεσθαι διαφορὰν ἔχει πρὸς ἄλληλα. τὸ μὲν γὰρ ῥύεσθαί ἐστιν ἐκ θανάτου ἕλκειν, τὸ δʼ ἐρύεσθαι φυλάσσειν».

ῥύγχος καὶ ὄψις διαφέρει. ῥύγχος μὲν γὰρ ἐπὶ τῶν τετραπόδων ἢ πτηνῶν, ὄψις δὲ καὶ πρόσωπον ἐπὶ τῶν ἀνθρώπων.

Σ

σταθῆναι καὶ στῆναι διαφέρει. σταθῆναι μὲν γάρ ἐστι τὸ ὑφʼ ἑτέρου, στῆναι δὲ τὸ κατʼ ἰδίαν ὁρμὴν καὶ προαίρεσιν, οἷον ἐστάθη ὁ ἀνδριὰς ὑφʼ ἑτέρου· ἐστάθη ὁ νόσος, ἔστη δʼ ὁ ἄνθρωπος διʼ αὑτοῦ.

στάχυς βραχέως τὸ ἑνικόν, ἐκτεταμένως τὸ πληθυντικόν.

σταφυλὴν ὀξυτονητέον ὡς ἁλυκὴν καὶ σταφύλην βαρυτόνως ὡς Μελίτην διαφέρειν φησὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἐν δευτέρᾳ Περὶ τῶν ἐν Ὀδυσσείᾳ προσῳδιῶν. τὸ μὲν γὰρ βαρυτονούμενον, φησίν, ὄνομα ἐπὶ τῆς καθιεμένης μολίβδου παρὰ τοῖς ἀρχιτέκτοσι τίθεται, τὸ δʼ ὀξυτονούμενον ἐπὶ τῆς ὀπώρας. ὁ αὐτὸς πάλιν ἐν δευτέρᾳ Τῶν ἐν Ἰλιάδι προσῳδιῶν κατὰ λέξιν φησὶν οὕτως·

«“σταφύλῃ ἐπὶ νῶτον ἔχουσα», σταφύλη βαρυτονητέον ὡς Νιόβη· οὐ γάρ ἐστιν ὅμοιον τῷ συκῆ. τοῦτο γὰρ διαιρεῖται—συκέη—, ἐκεῖνο δʼ οὐ διαιρεῖται.” Ἡρακλείδης δʼ ὁ ἡμέτερός φησιν, «ἡμαρτῆσθαι δοκεῖ παρὰ τοῖς Ἕλλησιν ὀξυτονούμενον τοὔνομα. οὐδὲν γὰρ τῶν εἰς η ληγόντων θηλυκῶν ὀνομάτων μετέχον γένους τοῦ οὐδετέρου, παρατελευτῶντος τοῦ υ, ὀξυτονεῖται· ἀλλὰ πάντα τὰ ὑπὲρ δύο συλλαβὰς βαρυτονεῖται κατὰ τὸ υ, μὴ ὀξυτονούμενα ἀλλὰ βαρυτονούμενον τὸ στοιχεῖον ἔχοντα, οἷον κορδύλη, Δαμύλη, Φαισύλη—δοκεῖ δʼ αὕτη μία τῶν τιθηνησαμένων τὸν Διόνυσον ἃς ὁ Λυκοῦργος

«σεῦε κατʼ ἠγάθεον Νυσήϊον» —ἐδύλη· ὅθεν καὶ τὸ σταφύλη βαρυτονητέον. οἱ ὀξυτονοῦντές φασιν ὅτι ἀπὸ βαρυτόνων ἀρσενικῶν εἰς ος ληγόντων τὰ εἰς η λήγοντα θηλυκὰ ὀξυτονεῖται, ἢ, ἐὰν τὰ ἀρσενικὰ ὀξυτονῆται, τὰ θηλυκὰ βαρυτονηθήσεται. οἷον πόθος ποθή, νόμος νομή, ὦνος ὠνή, τῖμος τιμή, φόνος φονή· «ἐν ἀργαλέῃσι φονῇσι». καὶ τοὔμπαλιν Δαναός Δανάη. «ἐπεὶ οὖν», φησί, «καὶ ἐπὶ τούτου τὸ ἀρσενικόν ἐστι Στάφυλος—οὕτως γὰρ ἐλέγετο ὁ υἱὸς Διονύσου—τὸ θηλυκὸν σταφυλὴ ὀξυτονηθήσεται. πρὸς οὓς ῥητέον· ἰδοῦ κόγχος κόγχη, καὶ οὐκ ὀξυτονεῖται, φίλος φίλη, μόνος μόνη, μύλος μύλη· καὶ ἐπὶ τῶν ὀξυτόνων· καλός καλή, σοφός σοφή, μυρία ἄλλα, καὶ τὰ θηλυκὰ οὐ βαρύνεται, ἀλλʼ ὁμοτονεῖ τοῖς μὲν βαρυτόνοις τὰ βαρύτονα, τοῖς δʼ ὀξυτόνοις τὰ ὀξύτονα· ὅθεν οὐ παράδοξον καὶ ἀπὸ τοῦ Στάφυλος βαρυτόνου ὀνόματος καὶ τὸ θηλυκὸν βαρυτονεῖν σταφύλην ὡς ἐδύλην.» Τινὲς δὲ βοηθοῦντες τῇ συνηθείᾳ καὶ ὀξυτονεῖν βουλόμενοί φασιν, ὅτι ὅσα τοῦ αὐτοῦ ἀπαραλλάκτως ἔχεται σημαινομένου ὁμοτονεῖ, ὅσα δὲ διαλλάσσει τῷ σημαινομένῳ οὐκέτι. ὁ μὲν οὖν φίλος καὶ φίλη, καὶ ξένος καὶ ξένη καὶ τὰ προκείμενα ἀπαράλλακτά ἐστιν, διὸ ὁμοτονεῖ· τὰ δὲ διαφέροντα οὐκέτι, καθάπερ γὰρ χόλος χολή, καὶ τρόπος τροπή, νόμος νομή, γόνος γονή, δόμος δομή, στρόφος στροφή, πόθος ποθή—περὶ τούτου οὖν ἐν ἄλλοις ἐντελῶς εἴρηται ὅτι διαφέρει. εἰ οὖν ἐστι Στάφυλος ἀρσενικόν, διαφέρει δὲ τῷ σημαινομένῳ, ἡ σταφυλή—ὀπώρα δέ—ὄντως ὀξυτονεῖται. Πιθανὸς μὲν ὁ λόγος· τὸ μέντοι προκείμενον τοῦ Ἡρακλείδους παρατήρημα ἰσχυρὸν καθὰ παραγγέλλεται ὀξυτονεῖν οὐ μόνον διὰ τὰ παρακολουθοῦντα ἰδιώματα τῷ ὀνόματι ἀλλʼ ὅτι καὶ ὑπὲρ δύο ἐστὶ συλλαβάς· τὰ γὰρ προκείμενα δισύλλαβα. ὥστε οὐδὲ τὴν ὀπώραν ὀξυτονεῖν ἡ ἀναλογία ἐπιτρέπει. ἀλλὰ καὶ ἡ Πτολεμαίου ἀθετεῖται παρατήρησις καθʼ ἣν διαφέρειν φησὶ τοῖς τόνοις τοὔνομα καὶ τῷ σημαινομένῳ.

σημεῖον καὶ τεκμήριον διαφέρει. Ἀντιφῶν ἐν τῇ Τέχνῃ· «τὰ παροιχόμενα σημείοις πιστεύεσθαι, τὰ δὲ μέλλοντα τεκμηρίοις».

σισύρα καὶ σίσυρμα διαφέρει. σισύρα μὲν γὰρ τὸ ἐκ τῶν τετριχωμένων δερμάτων ἀναποίητον στέγαστρον, σίσυρμα δὲ τὸ ἐκ τῶν κροκυδίων ῥαπτόμενον ἀμπέχονον.

σηκὸς δύο σημαίνει· θεῶν τε ναὸν καὶ προβάτων περιφράγματα.

Σικελοὶ καὶ Σικελιῶται διαφέρουσιν. Σικελὸς μὲν γάρ ἐστιν ὁ ἐξ αὐτῆς τῆς Σικελίας ὤν, Σικελιώτης δὲ ὁ Σικελὸς μὲν μὴ ὤν, τὴν δὲ χώραν αὐτὴν οἰκῶν.

σιωπὴ σιγῆς διαφέρει. σιωπὴ μὲν γάρ ἐστι κατάσχεσις λόγου, σιγὴ δὲ στέξις λόγου.

σκήπτεσθαι καὶ σκέπτεσθαι διαφέρει. σκήπτεσθαι μὲν γάρ ἐστι τὸ προφασίζεσθαι, σκέπτεσθαι δὲ τὸ βουλεύεσθαι.

σκῶμμα γελοίου, εὐτραπέλου καὶ γεφυρισμοῦ διαφέρει. σκῶμμα μὲν γάρ ἐστι τὸ ἐπὶ διασυρμῷ τοῦ πέλας λεγόμενον οἱονεὶ σκέμμα· γελοῖον δὲ τὸ ἐπὶ διαχύσει τῶν ἀκροατῶν, χωρίς τινος ὕβρεως· εὐτράπελον τὸ μετὰ σεμνότητος χαριέντως λεγόμενον—εἴρηται δὲ παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον—· γεφυρισμὸς δὲ ἀπὸ τοῦ τοῖς Ἀθήνησιν ἐπὶ τῶν γεφυρῶν ἐπιγράφειν ἤτοι ἔμμετρα ἢ καὶ δίχα μέτρων διασυρμούς τινων περιέχοντα.

σοφὸς καὶ συνετὸς διαφέρει, καθὸ ὁ σοφὸς καὶ συνετὸς πάντως, ὁ δὲ συνετὸς οὐ πάντως σοφός.

σοῖο καὶ σεῖο παρὰ τοῖς ποιηταῖς κατὰ τοὺς ἀκριβῶς ἀναγινώσκοντας διαφέρει. σοῖο μὲν γάρ ἐστι σύναρθρος ἀντωνυμία οἷον· «μνήσεο πατρὸς σοῖο», σημαίνει γὰρ «μνῆσαι τοῦ σοῦ πατρός». ἡ δὲ σεῖο ἀσύναρθρος οἷον·

«σεῖο δέ κεν ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα»,ἀντὶ τοῦ «σοῦ ζῶντος καὶ τρὶς τοσαῦτα δοῖεν ἄποινα», οὐκέτι «τοῦ σοῦ ζῶντος». καὶ φυλάττεται ταῦτα ἄκρως παρʼ Ὁμήρῳ.

σπονδαὶ καὶ συνθῆκαι διαφέρουσιν. σπονδαὶ μὲν γὰρ ἃς ἐκ πολέμου συντίθενται πρὸς ἀλλήλους, ἃς ἀναγράφονται ἐφʼ οἷς διακρίνονται, οἷον συντιθέμενοι μὴ πολεμήσειν μηδʼ ἀδικήσειν ἀλλήλους. συντίθενται δὲ εἰρήνην καὶ φιλίαν πρὸς ἀλλήλους, καὶ τὸ παρὰ ταύτας πραχθὲν ἀρχὴ γίνεται πολέμου.

σπουδάζειν καὶ σπεύδειν διαφέρει. σπουδάζειν μὲν γάρ ἐστι τὸ ἐναντίον τοῦ παίζειν, σπεύδειν δὲ τὸ βοηθεῖν τινι καὶ συναίρεσθαι.

στρατόπεδον καὶ στρατὸς διαφέρει. στρατόπεδον μὲν γὰρ ὁ τόπος ἐν ᾧ ἡ στρατεία, στρατὸς δὲ τὸ στρατιωτικὸν πλῆθος.

στρατεία ἐκτεταμένως τὸ πρᾶγμα, στρατιὰ δὲ συνεσταλμένως τὸ τῶν στρατιωτῶν πλῆθος. ἐναλλάσσει δὲ πολλάκις ἐν τῇ χρήσει.

στρατὸς καὶ στράτευμα καὶ στρατόπεδον διαφέρει. στρατὸς μὲν καὶ στράτευμα κυρίως τὸ πλῆθος λέγεται, στρατόπεδον δὲ ὁ τόπος ἐν ᾧ εἰσιν.

συμμαχεῖν καὶ ἐπιμαχεῖν διαφέρει. συμμαχεῖν μὲν γὰρ λέγουσι τὸ σὺν ἑαυτοῖς, φησὶ Δίδυμος, εἴτʼ αὐτοῖς ἐπίοιεν πολέμιοι εἴτε αὐτοὶ ἑτέροις ἐπιστρατεύοιεν. ἐπιμαχεῖν δὲ ὅταν τοὺς ἐπιόντας ἀμύνωνται μόνον. διέσταλκε Θουκυδίδης ἐν τῇ πρώτῃ λέγων Κερκυραίοις Ἀθηναίους συμμαχίαν μὲν οὐ ποιήσασθαι, ἐπιμαχίαν δέ.

σύνεργος καὶ συνεργὸς διαφέρει. συνεργὸς μὲν γὰρ ὀξυτόνως ὁ περί τι ἔργον ἀνεπιτήδειον συμπονῶν, σύνεργος δὲ προπαροξυτόνως ὁ τὸ αὐτὸ μετιὼν οἷον σύντεχνος.

σύγγραμμα καὶ σύνταγμα διαφέρει. σύγγραμμα μὲν γάρ ἐστιν ὁ δίχα μέτρου λόγος, ὁ προσαγορευόμενος πεζός· σύνταγμα δὲ πολεμικόν τι σύστημα, ἀφʼ οὗ καὶ συνταγματάρχης ὁ τοῦ συστήματος αὐτοῦ ἄρχων.

σύνθεσις συντάξεως διαφέρει. σύνθεσις μὲν γάρ ἐστιν ὁ λόγος ὁ ἔμμετρος, σύνταξις δὲ ὁ λόγος ὁ πεζός.

συμβουλὴ παραινέσεως διαφέρει. συμβουλὴ μὲν γάρ ἐστιν εἰσήγησις ἀντιλογίαν ἐπιδεχομένη διὰ τὸ ἄδηλον τοῦ ἐκβησομένου· καὶ γὰρ ἐάν τις συμβουλεύσῃ πόλεμον, ἀμφίβολον εἰ συμφέρει· διὸ καὶ ἔχει τὸ ἐνιστάμενον. παραίνεσις δέ ἐστι συμβουλὴ ἀντίρρησιν οὐκ ἐπιδεχομένη διὰ τὸ ἐξ αὐτῆς λεγόμενον πάντως ὁμολογεῖσθαι ἀγαθόν, ὡς εἴ τις παραινέσει σωφρονεῖν· ὅπερ ἐστὶν ὡμολογημένον ἀγαθόν.

σφάξαι καὶ θῦσαι διαφέρει. θῦσαι μὲν γάρ ἐστι τὸ θυμιάσαι, σφάξαι δὲ τὸ ἱερουργῆσαί τι ζῷον. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν οὕτως, ἐπὶ μὲν τοῦ θῦσαι εἰπών· «θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτροκλον ὃν ἑταῖρον· ὁ δʼ ἐν πυρὶ βάλλε θυηλάς», ἐπὶ δὲ τοῦ σφάξαι·

«αὖ ἔρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν».

στύραξ θηλυκῶς μὲν θυμίαμα, ἀρσενικῶς δὲ τὸ ξύλον τοῦ ἀκοντίου.

σχισταὶ τὰ ὑποδήματα. Εὔπολις Φίλοις· «οὐ δεινὰ ταῦτα δὲ Ἀργείας φέρειν σχιστὰς ἐνεργεῖν». σχιστὸς δὲ ἀρσενικῶς χιτὼν γυναικεῖος. Ἀπολλόδωρος Συνεφήβοις·

«σχιστὸν χιτωνίσκον τινὰ ἐνδέδυκας».

σχολῇ τὸ ἠρέμα, καθό φαμεν «σχολῇ βαδίζων», καὶ τὸ οὐκ ἐν καιρῷ, παρʼ ὃ λέγεται «οὐκ ἦγον σχολήν». καὶ διατριβὴ καὶ οἱ μαθηταί, διό φαμεν «λαμπρὰ σχολή».

Τ

τάλαν διὰ τοῦ ν τὸ ἐπίρρημα, διὰ δὲ τοῦ σ ὁ ταλαίπωρος.

τάπητες καὶ ἀμφιτάπητες διαφέρουσι. τάπητες μὲν γάρ εἰσιν οἱ ἐκ τοῦ ἑτέρου μέρους μαλλὸν ἔχοντες, ἀμφιτάπητες δὲ οἱ ἐξ ἀμφοτέρων.

ταυρόκτονος ὁ ὑπὸ ταύρου ἀναιρεθείς, ταυροκτόνος δὲ παροξυτόνως ὁ ταῦρον ἀποκτείνας.

τέχνη ἐπιτηδεύματος διαφέρει. τέχνη μὲν γάρ ἐστιν ἡ ἄνευ λόγου μὴ δυναμένη εἶναι, οἷον γραμματική, ῥητορική· ἐπιτήδευμα δὲ τὸ λόγου χηρεῦον, οἷον χαλκευτική, τεκτονική.

τεχνίτης καὶ βάναυσος διαφέρει. τεχνίτης μὲν γάρ ἐστιν ὁ λογικῆς τινος τέχνης ἔμπειρος καθεστώς, βάναυσος δὲ ὁ διὰ ἀλόγου τινὸς ἐπιτηδεύματος.

τέτραχμον καὶ τετράδραχμον διαφέρει. τέτραχμον μὲν γάρ ἐστι τὸ νόμισμα, τετράδραχμον δὲ τὸ τεσσάρων δραχμῶν.

τέρας σημείου διαφέρει. τὸ μὲν γὰρ τέρας παρὰ φύσιν γίνεται, τὸ δὲ σημεῖον παρὰ συνήθειαν.

τεχνάσματα καὶ τεχνήματα διαφέρουσι. τεχνάσματα μὲν γὰρ τὰ κακουργήματα, τεχνήματα δὲ αἱ τέχναι.

τείχη καὶ τειχία διαφέρει. τείχη μὲν γάρ ἐστι τὰ τῶν πόλεων, τειχία δὲ τὰ τῶν οἰκιῶν.

τήθη καὶ τηθὶς διαφέρει. τήθη μὲν γάρ ἐστιν ἡ τοῦ παιδὸς τροφός—ταύτας δʼ ἔνιοι μαίας καὶ μάμμας καλοῦσι—, τιθὶς δʼ ἐστὶν ἡ τοῦ πατρὸς ἢ τῆς μητρὸς ἀδελφή, ἣν ἔνιοι θείαν καλοῦσιν.

τιτθὴ καὶ τροφὸς καὶ τιθηνὸς διαφέρει. τιτθὴ μὲν γάρ ἐστιν ἡ μαστὸν παρέχουσα, τροφὸς δὲ καὶ τιθηνὸς ἡ τὴν ἄλλην ἐπιμέλειαν ποιουμένη τοῦ παιδὸς καὶ μετὰ τὸν ἀπογαλακτισμόν.

τιμωρεῖσθαι τοῦ τιμωρεῖν διαφέρει. τιμωρεῖσθαι μὲν γάρ ἐστι τὸ κολάζειν, τιμωρεῖν δὲ τὸ βοηθεῖν τοῖς ἀδικουμένοις.

τίθησι καὶ τίθενται διαφέρει. τίθησι μὲν γὰρ τὸν νόμον ὁ νομοθέτης, τίθενται δὲ τὸν νόμον οἱ δικάζοντες καὶ αἱρούμενοι.

τοὔνεκα καὶ οὕνεκα διαφέρει. τὸ μὲν γὰρ τοὔνεκά ἐστι τούτου ἕνεκα, τὸ δὲ οὕνεκα ἀντὶ τοῦ ὅτι. ἁμαρτάνει οὖν ὁ Καλλίμαχος ἐν Ἑκάλῃ κατὰ δύο τρόπους, λέγων «τοὔνεκεν Αἰγέος ἔσκεν», ὅτι τε—δέον εἰπεῖν οὕνεκα—τοὔνεκεν εἶπεν, καὶ ὅτι ἀντὶ τοῦ κα κεν εἶπεν ἀνελίστως.

τιμωρεῖν καὶ τιμωρεῖσθαι διαφέρει. τιμωρεῖν μὲν γάρ ἐστι τὸ βοηθεῖν τινι καὶ συναίρεσθαι, τιμωρεῖσθαι δὲ τὸ κολάζειν. καὶ συντάσσουσι τὸ μὲν ἐνεργητικὸν δοτικῇ οἷον «τιμωρῶ τῷ φίλῳ», ἤγουν βοηθῶ· τὸ δὲ παθητικὸν αἰτιατικῇ οἷον «τιμωροῦμαι τὸν ἐχθρόν», ἀντὶ τοῦ κολάζω.

τιθέναι νόμον καὶ τίθεσθαι διαφέρει. τίθησι μὲν γὰρ νόμον ὁ εἰσφέρων, τίθεται δὲ ὁ κυρῶν.

τόμος καὶ τομὸς διαφέρει. τόμος μὲν γάρ ἐστιν ὁ τεμνόμενος χάρτης ἢ ἄλλο τι, τομὸς δὲ ὁ τέμνων σίδηρος.

τρίετες βαρυτόνως καὶ τριετὲς ὀξυτόνως διαφέρει, φησὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης. ἐὰν μὲν γὰρ βαρυτονήσωμεν, ἔσται ἐπὶ χρόνου· διὸ καὶ ὁ ποιητής φησιν·

«ὡς τρίετες μὲν ἔληθε δόλῳ». ἐὰν δὲ ὀξυτονήσωμεν «τριετὲς» ὡς «εὐφυές», ἔσται ἐπὶ ἡλικίας οἷον «τριετὲς τὸ παιδίον»· ὅθεν καὶ «ἑξετέʼ ἀδμήτην». καὶ χρῆν ἀναγινώσκειν ὡς ἀξιοῖ ὁ Ἀσκαλωνίτης.

τροχοὶ ὀξυτόνως καὶ τρόχοι βαρυτόνως διαφέρουσι παρὰ τοῖς Ἀττικοῖς, φησὶ Τρύφων ἐν δευτέρᾳ Περὶ Ἀττικῆς προσῳδίας. τοὺς μὲν γὰρ περιφερεῖς τροχοὺς ὁμοίως ἡμῖν προφέρονται ὀξυτονοῦντες· τρόχους δὲ βαρυτόνως λέγουσι τοὺς δρόμους. ἀναγινώσκομεν γάρ, ὥς φησιν, ἐν μὲν Ἀλόπῃ Εὐριπίδου· «ὁρῶ μὲν ἀνδρῶν τόνδε γυμνάδα στόλον στίχοντα θεωρὸν ἐκ τρόχων πεπαυμένον», ἐν δὲ Μηδείᾳ

«ἀλλʼ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι». ἀναλογικώτερον δὲ τὸ βαρύνειν. τὰ γὰρ εἰς χος δισύλλαβα —παρατελεύτου ὄντος τοῦ ο—βαρυτονεῖται· οἷον λέχος ὄχος βρόχος κόγχος κόλχος μόσχος, οὕτω τρόχος. καὶ ἔτι τὰ παρὰ ῥήματα εἰς ω βαρύτονα καὶ αὐτὰ βαρυτονεῖται ἰσοσυλλαβοῦντα· οἷον πλέκω πλόκος, σπείρω σπόρος, λέγω λόγος, φέρω φόρος, οὕτω καὶ τρέχω τρόχος.

τραγῳδοὶ καὶ κωμῳδοὶ καὶ τραγῳδοποιοὶ καὶ κωμῳδοποιοὶ διαφέρουσι. τραγῳδοὶ μὲν γὰρ καὶ κωμῳδοί εἰσιν οἱ ὑποκριταὶ τῆς κωμῳδίας καὶ τραγῳδίας, τραγῳδοποιοὶ δὲ καὶ κωμῳδοποιοὶ οἱ ποιηταὶ τῶν δραμάτων.

τύραννον οἱ ἀρχαῖοι καὶ ἐπὶ βασιλέως ἔτασσον. Ἡρόδοτος ἐπὶ Κροίσου «τυράννου δʼ ἐθνέων», καὶ προβὰς «τελευτήσαντος δʼ Ἀλυάττεω διεδέξατο τὴν βασιλείην». καὶ Ἀριστοφάνης ἐν Λημνίαις· «ἐνταῦθʼ ἐτυράννευεν Ὑψιπύλης πατὴρ Θόας, βραδύτερος τῶν ἐν ἀνθρώποις δραμεῖν». ἔσθʼ ὅτε καὶ τὸν τύραννον βασιλέα ἔλεγον, ὡς Εὔπολις ἐν Δήμοις ἐπὶ τοῦ Πεισιστράτου.

τήθη μέν ἐστιν ἡ μάμμη, ἐπιτήθη δὲ ἡ προμάμμη, τιθὶς δὲ ἡ θεία, τιτθὴ δὲ ἡ τροφός.

Υ

ὕμνος ἐγκωμίου διαφέρει. ὁ μὲν γὰρ ὕμνος ἐστὶ θεῶν, τὸ δὲ ἐγκώμιον ἀνθρώπων.

ὕπαρ ὀνείρατος διαφέρει. ὕπαρ μὲν γάρ ἐστιν ἡ ἐναργὴς ὄψις, ὄνειρον δὲ ἡ ἐν τῷ καθεύδειν φαντασία.

ὑπαντῆσαι καὶ ἀπαντῆσαι διαφέρει. ὑπαντῆσαι μὲν γὰρ ἐπὶ ὁδοῦ λέγουσιν· ἀπαντῆσαι δὲ τὸ περιτυχεῖν δίκῃ, οἷον «ἀπήντησε κατὰ τὴν δίκην», ἀντὶ τοῦ περιέτυχεν.

ὑπόσχεσις καὶ ἐπαγγελία διαφέρει. ὑπισχνεῖται μὲν γὰρ ὁ τὸ ἀξιωθὲν διδόναι μέλλων· ἐπαγγέλλεται δὲ ὁ δίχα παρακλήσεως παρέχειν βουλόμενος.

ὑποψία ὑφοράσεως διαφέρει. ὑποψία μὲν γάρ ἐστι κακοῦ τις ὑπόνοια, ὑφόρασις δὲ δόξα ἐπὶ τὸ χεῖρον.

ὑπάρξαι τό τε γενέσθαι καὶ τὸ κατάρξασθαι.

ὑπάγειν καὶ πορεύεσθαι διαφέρει, ὅτι τὸ πορεύεσθαι μέν ἐστι τὸ βαδίζειν, ὑπάγειν δὲ τὸ ὑπὸ ζυγὸν ἄγειν βοῦς ἢ ἵππους ἤ τι τοιοῦτον. ὡς καὶ Ὅμηρος «ὕπαγε ζυγὸν ὠκέας ἵππους». οἱ δὲ βοηθοῦντες τῇ λέξει φασίν, ὅτι ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν ὥσπερ ὑφηγητὴν ἀντὶ τοῦ προηγητὴν καὶ ὑπογραμμὸν ἀντὶ τοῦ προγραμμόν· ὥς φησι καὶ Ἀριστοφάνης· «ἐγὼ δὲ ὑπαίρω τὸν ὅρκον» ἀντὶ τοῦ προαίρω. οὕτως οὖν καὶ ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν, τοῦτʼ ἔστιν εἰς τοὔμπροσθεν πορεύεσθαι. κέχρηται τῇ λέξει Εὔπολις ἐν Βάπταις·

«σὺ δʼ ὕπαγε εἰς τοὔμπροσθεν».

Φ

φακοὺς καὶ φακῆν διαφέρειν φασίν· φακοὶ οἱ ἔτι ὠμοί, οὐχ ἑνικῶς, φακῆ δὲ ἡ ἑψημένη. τετήρηται παρὰ τοῖς παλαιοῖς ἡ διαφορά.

φαυλία καὶ φυλία διαφέρει. φαυλία μὲν γὰρ εἶδος ἐλαίας, φυλία δὲ ἡ σχῖνος.

φάκελος σφακέλου διαφέρει. φάκελος μὲν γάρ ἐστι φορτίον ξύλων· Θουκυδίδης· «φακέλους ὕλης ἀργείας». σφάκελος δὲ ὁ μετὰ φλεγμονῆς σπασμός.

φάσκαλος φασκωλίου διαφέρει. φάσκαλος μὲν γάρ ἐστιν ἱματιοφορίς· φασκώλιον δέ ἐστι δερμάτιον.

φαρμακεία γοητείας διαφέρει. φαρμακεία μὲν γάρ ἐστι κυρίως ἡ βλάβη ἡ διὰ δηλητηρίου τινὸς γινομένη φαρμάκου, γοητεία δὲ ἡ ὑπὸ ἐπικλήσεώς τε καὶ ἐπαοιδῆς.

φαρμακεὺς ὁ φάρμακος· φαρμακὸς δὲ ὀξυτόνως ὁ ἐπὶ καθάρσει τῆς πόλεως ῥιπτόμενος.

φάσμα μέν ἐστι τὸ ὅμοιον ἀληθείᾳ, φάντασμα δὲ τὸ ἑτερόμορφον, εἴδωλον δὲ τὸ ὅμοιον τῇ σκιᾷ, τέρας δὲ τὸ ἐναργὲς σῶμα ἑτερόμορφον, βρέτας δὲ τὸ ξόανον.

φάγαινα μὲν λέγεται ἡ μετὰ τὰς νόσους πολυφαγία, φαγέδαινα δὲ φῦμα ἀνήκεστον.

φεύγει καὶ ἀποφεύγει διαφέρει. φεύγει μὲν γὰρ δίκην ὁ κατηγορούμενος—καὶ γὰρ ὁ κατηγορῶν διώκει—, ἀποφεύγει δὲ ὁ νικήσας καὶ ἀπολυθεὶς τῆς κατηγορίας.

Φθῖοι καὶ Φθιῶται διαφέρουσι. Φθῖοι μὲν γὰρ οἱ ὑπὸ τῷ Πρωτεσιλάῳ· φησὶ γοῦν Ὅμηρος· «πρὸ Φθίων τε Μέδων τε», οὗτοι δʼ οὐκ ἀπὸ πόλεως οὐδʼ ἀπὸ χώρας, ἀλλʼ ἀπὸ ἀνδρὸς Φθίου. Φθιῶται δὲ οἱ ὑπὸ τῷ Ἀχιλλεῖ, ἀπὸ πόλεως Θεσσαλικῆς Φθίας καὶ χώρας ὁμωνύμου·

«Φθίην δʼ ἐξικόμην ἐριβώλακα». ἠγνόησεν οὖν Καλλίμαχος ἐπὶ πόλεως εἰπών·

«οὐδʼ ἔτι τὴν Φθίων εἶχεν ἀνακτορίην».

φιλεῖν καὶ κυνεῖν διαφέρει, ὅτι τὸ μὲν κυνεῖν τὸ τοῖς χείλεσιν ἀσπάζεσθαι, φιλεῖν δὲ τὸ ἀγαπᾶν καὶ ξενίζειν.

φίλος καὶ ἑταῖρος διαφέρει. φίλοι μὲν γὰρ κοινῶς ἅπαντες οἱ τὰ τῆς φιλίας δίκαια πρὸς ἑαυτοὺς ἔχοντες· ἑταῖροι δὲ ἰδίως οἱ καὶ τῇ ἡλικίᾳ παραπλησίως ἔχοντες, οἱ καὶ ἐν τῇ συνηθείᾳ καὶ ἐν τῇ συνεργείᾳ πολὺν χρόνον γεγονότες.

φόρος καὶ φορὸς διαφέρει. φόρος μὲν γὰρ λέγεται ὁ φέρων. οὕτως καὶ φόνος ἡ ἀναίρεσις, φονὸς δὲ ὁ τόπος τῆς ἀναιρέσεως. καὶ φορὸς ὁ φερόμενος.

φράσον καὶ φράσαι διαφέρει. φράσον μὲν γάρ ἐστι τὸ εἰπέ, φράσαι δὲ ἀντὶ τοῦ διανοήθητι· «σὺ δὲ φράσαι, εἴ με σαώσεις».

φριμάττεσθαι καὶ φρυάττεσθαι διαφέρει. φριμάττεσθαι μὲν γὰρ τὸν τράγον φαμέν—καὶ φριμαγμὸς ἡ τοῦ τράγου φωνὴ ὥσπερ πταρνυμένου—, φρυάττεσθαι δὲ τὸν ἵππον τὸν φυσῶντα καὶ γαυρούμενον.

φρονεῖν καὶ καταφρονεῖν διαφέρει. φρονεῖν μὲν γάρ ἐστι τὸ λογίζεσθαί τι καὶ ἐνθυμεῖσθαι, καταφρονεῖν δὲ τὸ εὐτελίζειν καὶ ὑπερορᾶν.

φερνὴ μὲν ἡ προίξ, φέρνιον δὲ τὸ ἁλιευτικὸν σπυρίδιον.

φύλλον καὶ φῦλον διαφέρει. φύλλον μὲν γὰρ τὸ πέταλον δένδρου, φῦλον δὲ τὸ γένος.

φωνεῖν καὶ ὠρύεσθαι διαφέρει. φωνεῖν μὲν γὰρ ἐπὶ ἀνθρώπων τάσσεται, ὠρύεσθαι δὲ ἐπὶ λύκων. παρατηρητέον δὲ ἐπὶ τῶν λοιπῶν τὸ οἰκεῖον ἑκάστῳ, ὅτι βληχᾶσθαι μὲν γὰρ λέγεται ἐπὶ τῶν προβάτων, μηκᾶσθαι δὲ ἐπὶ τῶν αἰγῶν διὰ τοῦ η, μυκᾶσθαι δὲ ἐπὶ βοῶν διὰ τοῦ υ, βρωμᾶσθαι ἐπὶ ὄνων, βρυχᾶσθαι δʼ ἐπὶ λεόντων, χρεμετίζειν δʼ ἐπὶ ἵππων, ἀραρίζειν δὲ ἐπὶ κυνῶν παρʼ Ἀθηναίοις ἀπὸ τῆς αρ φωνῆς, παρʼ ἡμῖν δʼ ὑλακτεῖν λέγεται.

φωλεὸς καὶ κοίτη διαφέρει. φωλεὸς μὲν γὰρ ἐπὶ τῶν ἑρπετῶν τάσσεται, κοίτη δʼ ἐπὶ τῶν ἀνθρώπων. ὥστε ἐπὶ μὲν ἀνθρώπων ῥητέον τὸ κοιτάζειν, ἐπὶ δὲ τῶν ἑρπετῶν τὸ φωλεύειν· ἐπὶ δὲ τῶν ὀρνέων νοσσεύειν. ὁ γοῦν λέγων «νοσσιὰν τέκνων» ἀκυρολογεῖ· τέκνα μὲν γὰρ ἀνθρώπων, νεοσσοὶ δʼ ὀρνίθων, νεβροὶ δʼ ἐλάφων, σκύμνοι δὲ λεόντων, σκύλακες δὲ κυνῶν.

Χ

χάραξ θηλυκῶς μὲν ἐπὶ τῶν τῇ ἀμπέλῳ παραδεσμουμένων· ἀρσενικῶς δὲ ἐπὶ τῶν ἐν τοῖς πολέμοις περιπηγνυμένων, ἀφʼ ὧν λέγουσι «χαρακώσαντες» ἀντὶ τοῦ περιφράξαντες καὶ «χαρακώματα» τὰ περιφράγματα.

χαρὰ καὶ εὐφροσύνη καὶ τέρψις καὶ εὐθυμία καὶ ἡδονὴ καὶ ἀπόλαυσις διαφέρει. χαρὰ μὲν γάρ ἐστι πρόσφατος ψυχῆς ἔπαρσις καὶ διάχυσις, εὐφροσύνη δὲ πάθος χρόνιον μετὰ σωφροσύνης γινόμενον, τέρψις δὲ οἱονεὶ τρέψις καὶ ψυχαγωγία ἀπὸ τοῦ ἀηδοῦς ἐπὶ τὸ κρεῖσσον, εὐθυμία δὲ βραχεῖα ψυχῆς χαρά, ἡδονὴ δὲ ἐκ ψυχῆς ἀρεστία, ἀπόλαυσις δὲ ἕξις κοινῶς ἐπὶ πάσης μεταλήψεως τασσομένη ἀγαθῆς τε καὶ φαύλης.

χειμάζειν οὐ μόνον τὸ παραχειμάζειν ἀλλὰ καὶ τὸ ἐνοχλεῖν, ὡς Μένανδρος ἐν Ἡνιόχῳ.

χλαῖναν καὶ χλανίδα διαφέρειν φησὶ Τρύφων ἐν τῷ πέμπτῳ Περὶ Ἑλληνισμοῦ καὶ παρατίθεται Ξενοφῶντα. χλαίνας μὲν γάρ φησι λέγεσθαι ἐπὶ τῶν ἐγκοιμήτρων καὶ παχέων, διὸ καὶ Ὅμηρον φάναι· «ἐνθάδε τʼ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν, δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα». χλανίδας δὲ τὰς φορουμένας καὶ μαλακωτέρας. —ἀντιπίπτει τῷ παρατηρήματι

«χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖσιν ἐπισχών.» μήποτε οὖν ἄμεινον λέγειν τὰς μὲν χλαίνας ἐπὶ τῶν ἐγκοιμήτρων καὶ τῶν φορουμένων, χλανίδας δὲ ἐπὶ μόνων τῶν φορουμένων—οὐκέτι δʼ ἐπὶ τῶν ἐγκοιμήτρων.

χλαμὺς καὶ χλαῖνα διαφέρουσι, καθὼς διὰ πολλῶν ἀπέδειξε Δίδυμος ἐν Ὑπομνήματι δευτέρῳ Ἰλιάδος. ἡ μὲν γὰρ χλαῖνα ἡρωϊκὸν φόρημα· χλαμὺς δὲ Μακεδονικόν, μετὰ ἑξακόσια ἔτη τῶν ἡρωϊκῶν ὀνομασθεῖσα· Σαπφώ αὕτη γὰρ μέμνηται τῆς χλαμύδος. διαφέρειν φησὶ καὶ τῷ σχήματι· ἡ μὲν γὰρ χλαῖνα τετράγωνον, φησίν, ἱμάτιον, ἡ δὲ χλαμὺς εἰς τέλειον περὶ τὰ κάτω συνῆκται. καὶ τοὺς χρησαμένους πολὺ ἀπʼ ἀλλήλων διεστάναι. προσάγεται Ἀριστοτέλην, Φύλαρχον, Πολέμωνα, ὅτι παραπολὺ διαφέρουσι.

χιτώνιον καὶ χιτωνίσκος διαφέρει. χιτωνίσκος μὲν γὰρ ὁ τοῦ ἀνδρὸς καὶ χιτών· χιτώνιον δὲ τὸ τῆς γυναικὸς ἔνδυμα, ἔστι δὲ τοῦτο λεπτόν.

Χόας συνεσταλμένως τὴν ἑορτήν, καὶ παροξυτόνως· Ἀριστοφάνης Ἀχαρνεῦσιν·

«ἀκούετε λεώς, κατὰ τὰ πάτρια τοὺς χόας». χοᾶς δὲ περισπωμένως ἐπὶ τῶν μέτρων τοῦ οἴνου, καὶ ἐν ἐκτάσει.

χορήγιον καὶ χορὸς διαφέρει. χορήγιον μὲν τὸ διδασκαλεῖον—καὶ χορηγὸς ὁ διδάσκαλος—, χορὸς δὲ τὸ σύστημα τῶν παίδων καὶ τῶν ᾀδόντων.

χολάδες καὶ χόλικες διαφέρει. χολάδες μὲν γὰρ τὰ ἔντερα·

«χύντο χαμαὶ χολάδες». χόλικες δʼ αἱ τῶν βοῶν κοιλίαι· Ἀριστοφάνης Βαβυλωνίοις·

«ἢ βοιδαρίων τις ἀπέκτεινε ζεῦγος, χολίκων ἐπιθυμῶν».

χρήστας καὶ τοὺς δανειστὰς λεκτέον καὶ τοὺς χρεωφειλέτας.

χρηστήριον ὁ τόπος καὶ ὁ χρησμὸς καὶ τὸ ἱερόν.

χύτραι καὶ χυτρεῖα διαφέρει. χύτραι μὲν γὰρ καὶ αὐτὰ τὰ σκεύη καὶ τὰ χυτροπωλεῖα, χυτρεῖα δὲ τὰ τῶν χυτρῶν ὄστρακα.

Ψ

ψάλιον καὶ ψέλιον διαφέρει. ψάλιον μὲν τὸ τοῦ ἵππου, ψέλιον δὲ τὸ ἄκροις βραχίοσι περιτιθέμενον κόσμιον. οἱ Δωριεῖς ψίλιον καλοῦσι τὸ ἄκρον, ὅθεν καὶ ἡμεῖς τὴν ἐπʼ ἄκρων χειλέων λεγομένην προσῳδίαν «ψιλὴν» ἐκαλέσαμεν, ὥς φησι Τρύφων.

ψάμαθος καὶ ἄμαθος διαφέρει. ψάμαθον μὲν γὰρ εἶναι τὴν παραθαλασσίαν ἄμμον· «ἐπὶ ψαμάθοις ἁλίῃσιν»· ἄμαθον δὲ τὴν κόνιν· «τύχε γὰρ ἀμάθοιο βαθείης».

Ω

ὥρα δασέως τοῦ ἔτους καὶ τῆς ἡμέρας, ψιλῶς δὲ ἡ φροντίς.

ὠνήσασθαι καὶ ἀγοράσαι διαφέρει. ὠνήσασθαι μὲν γάρ ἐστι τὸ πρίασθαί τι τῶν πωλουμένων, ἀγοράσαι δὲ τὸ καὶ ἐν ἀγορᾷ διατρῖψαι.

ὠτειλὴ καὶ οὐλὴ διαφέρει. ὠτειλὴ μὲν γάρ ἐστι τὸ πρόσφατον τραῦμα, παρὰ τὸ οὐτᾶσθαι· οὐλὴ δὲ ἡ ὑγιασμένη σὰρξ ἐκ τραύματος παλαιοῦ, ὡς Ὅμηρος·

«οὐλὴν τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι».