Fragment on AresΓραμματικὸν ἀπόσπασμα ἀρχόμενον ἀπὸ τῶν λόγων
Herodian of Alexandria Fragment on Ares PDF
The Fragment on Ares is a grammatical treatise attributed to Herodian of Alexandria, a preeminent Greek scholar of the second century CE. Despite its title, the work is not concerned with mythology but is a surviving portion of a larger, lost grammatical study. It uses the declension of the name of the god Ares as a specific case to illustrate a broader principle of Greek phonology concerning the treatment of diphthongs in noun inflection. The text examines the genitive form "Areos," questioning the origin of its diphthong and comparing it to analogous forms in the Ionic and Aeolic dialects. It posits that the Aeolic tendency to add a phonetic element, such as the letter upsilon, explains the development of the genitive "Areuos," and subsequently explores the awkward sound of the resulting diphthong "eu," noting its occurrence in verb conjugations and other parts of speech.
Herodian, who worked in Rome, was the foremost authority on Greek prosody and accentuation during the Roman Imperial period. His comprehensive scholarly output, much of which is now lost, aimed to systematize and teach the complexities of the Greek language, particularly during a revival of interest in classical Attic norms. This fragment exemplifies his methodological approach, using a detailed analysis of a single word to elucidate a wider grammatical rule. Herodian's original works survive almost exclusively through such fragments, which are preserved in later Byzantine grammatical manuscripts and commentaries. His influence on the standardization of Greek accentuation was profound, with his rules being transmitted through the medieval period and ultimately shaping the system of accent marks used in printed Greek texts.
| 237 [25] | Ζητοῦμεν καὶ τὴν τοῦ Ἄρης, Ἄρεος γενικὴν, πῶς εὕρηται διὰ διφθόγγου· λέγομεν Ἄρευος, Ἄρευι μίξαν δὲ ἀλλήλοις Ἄρευα· ἡ κλητική· Ἄρευ δι’ ὁ φόβος διακτήρ· καὶ ἀπορήκασι περὶ τῆς κλίσεως, πόθεν ἄρα ἡ δίφθογγος; τὰ γὰρ εἰς ευς παρ’ αὐτοῖς τοῖς Ἴωσι διὰ τοῦ η· καὶ τοιαύτην λύσιν ἐπινοοῦμεν τὸ ἀκόλουθον Ἄρηος. ἔθος Αἰολεῦσι τοῦ πλεονάζειν, φωνήεντος ἐπιφερομένου, ἢ τοῦ ρ· ναὸς, ναυός· ἄος, αὐός. ἐάλωκεν, εὐάλωκεν· ἄῤῥηκτον, αὔῤῥηκτον· ἐῤῥάγη, ἐῤῥαύγη· ἔδωκαν οὖν καὶ ἐπὶ τοῦ Ἄρης τὸν πλεονασμὸν τοῦ υ· εἶτα ἐγένετο Ἄρηυος ἡ γενική· καὶ εὑρίσκετο ἡ ηυ δίφθογγος· αὑτὴ δέ ἐστι κακόφωνος· καὶ ἐν κλίσει ῥημάτων θέλει ὁρᾶσθαι· ηὔλει καὶ ηὔχει καὶ ηὔδα· καὶ περὶ τὴν ἀρχὴν θέλει ἀνατρέπεσθαι ὥσπερ γὰρ τὸ γραῦς τροπὴν παθὼν τοῦ α εἰς η γέγονε γρηῦς, ἵνα μὴ γένηται ἀκατάλληλος, τροπικῶς διηρέθη καὶ γρηῦς ἐγένετο· καὶ ἐπὶ ἐπιῤῥημάτων οὐκ ἔτι δὲ καὶ ἐφ’ ἑκατέρας λέξεως καὶ ἐξ ἐκείνων καταλαμβάνωνταί ἐστιν ἠύτε· ἀλλ’ ἵνα μὴ γένηται ἡ διαίρεσις ἠΰτε, γίνεται ἡ τροπὴ, εὖτε· ὁμοίως οὖν καὶ ἐπὶ τοῦ Ἄρευος· ὁ πλεονασμὸς γὰρ ἐποίησε τὴν δίφθογγον· ἔνθαυτα οὖν τροπὴ, ἵνα ἀποστῇ ἡ κακοφωνία τῆς διφθόγγου. Ἰστέον ὅτι τοῦ Ζῆν, Ζηνὸς ἐφύλαξαν οἱ παλαιοὶ Ἴωνες τὴν κλίσιν· οἷον, ἐπεὶ δ’ ἴσχε Ζηνὸς ὑψηρέφης δόμοις ζάρ η ς· μεταγενέστεροι Αἰολεῖς ἔτρεψαν Ζανὸς καὶ Ζάν· καὶ ἔτι μεταγενέστεροι οἱ Ἴωνες διὰ τοῦ Ζὰν, τῷ Λύκανι· κλῦθι μοι Ζανός τε κουρηξαντελευθεριω. Πάλιν ἄπορον πῶς παρ’ Ἴωσι τὸ α εἰς η τέτραπται· τὸ γὰρ ἐναντίον τὸ α εἰς η τρέπουσι τὸ Ζανὸς Ζηνὸς εἰρήκασι· λέγω δὴ ὅτι οὐκ ἔτρεψαν ἀλλ’ ἐμιμήσαντο μεταγενεστέρους Αἰολεῖς. |
| 238 [30] | Πόθεν τὸ Τυδῆ καὶ βασιλῆ παρ’ Ὁμήρῳ; φαμὲν ὅτι παρὰ Δωριεῦσιν ἐστὶν ἡ κλίσις καὶ γοῦν ὑπάρχει βασιλῆϊ, βασιλῆα αἰτιατική· καὶ κατὰ συναλοιφὴν βασιλῆ· ὥσπερ Κηφέα, Κηφῆ οἱ μέντοι Βοιωτοὶ διὰ τοῦ ι κλίνουσι· οἷον βασίλιος καὶ διὰ τῆς ει διφθόγγου, βασιλεῖ, ὅταν γὰρ τοῦ βασίλιος ἦ, τοῦ βασίλεος τροπῇ· τὸ γὰρ η τὸ παρὰ τοῖς Δωριεῦσιν εἰς τὴν ει δίφθογγον τρέπουσιν. Δεῖ δὲ γινώσκειν ὅτι συναλοίφουσιν οἱ Ἀττικοὶ τῶν εἰς ως γενικῶν πτώσεων τὸ εω εἰς ω· οἷον Ἐρετρίεος, Ἐρετριῶς· Πειραίεος, Πειραιῶς καὶ τοῦτο ποιοῦσιν, ὁπόταν καθαριεύῃ. ὅταν δὲ μὴ καθαριεύῃ, τῷ ε παραλήγεται· οἷον ἁλιέα, ἁλιῆ· εὐκλέα, εὐκλεῆ· ὁμοίως, καὶ ἁλιέως, ἁλιῶς· τὸ δὲ δυϊκὸν, εἰς τὴν ει δίφθογγον συναλοίφουσιν· οἷον ἁλιέοιν, ἁλιοῖν· πολλάκις δὲ καὶ ἐπὶ γενικῆς πληθυντικῶν· Δωριεῖς, Δωρικῶς, καὶ ἔστιν ἡ μὲν εἰς τὸ η συναλοιφὴ Δωριέων, ἡ δὲ εἰς τὸ α Ἀττική· Ἰστέον ὅτι ἔχομεν τινὰ εἰς ες λήγοντα ὀνόματα· λέγω δὲ τὸ παῖς καὶ τὸ δαῖς θηλυκόν· καὶ τὸ σταῖς οὐδέτερον· ὅπερ δαῖς ὄνομα ἐν συνθέσει κοινόν τι γίνεται ἀρσενικὸν καὶ θηλυκόν· οἷον ὁμόδαις· τὸ μέντοι σταῖς εὕρηται παρὰ Εὐκοριδι καὶ Ἡροδότῳ· καὶ ταῦτα μὲν εἰς αις λήγουσι μόνον παρ’ ἡμῖν· παρὰ δὲ Αἰολεῦσι πολλὰ, οἶον μέλαισε θόαις ὀρέσταις· τὸ μέντοι παῖς, διὰ τοῦ α λέγεται μόνον πάϊς· ὅπερ ἐν συναλοιφῇ παῖς· ἔχομεν δὲ καὶ χαρακτῆρα εἰς ις, οἷον πόσις· κάσις· ὅφις· ἔχις· τοῦτο δὲ μόνον τὸ παῖς εἰς τοῖς εἰς αις περισπώμενόν ἐστιν· ἐκ τοῦ παὶς βαρυνομένου συναλοιφέν· τὸ γὰρ δαῖς ὀξύτονόν ἐστι, κλίνεται δὲ διὰ τοῦ τ, δαῖς, δαιτός· ἐπεὶ παράκειται αὐτῷ τὸ δαίτη· ἐσχημάτισται δὲ παρὰ τὸ δαίω, ὃ σημαίνει τὸ μερίζω, ὅθεν καὶ δαιτρὸς ὁ διαμερίζων· καὶ δαίμων· ἔνθεν τὸ μοίρας δαισάμενοι· ὁ μέλλων αὐτοῦ δαίσω, καὶ δαίσομαι· ἀπὸ γοῦν τὸ δαίω τὸ ῥηματικὸν ὄνομα δαίσα καὶ αἶσα, ἡ μεμερισμένη ἑκάστῳ· καὶ γὰρ μοίρα παρὰ τὸ μεμερίσθαι· γέγονε δὲ ἀπὸ τοῦ δαίω δαὶς, καὶ συναλοιφῇ δαῖς· ὀξυτονεῖται καὶ ἐπὶ ἀπὸ ὀξυτόνου. |
| 239 [30] | ἴσως ὀξυτονήθη πρὸς ἕτερον σημαινόμενον· ἔστι γὰρ δαῖς περισπώμενον ἐπὶ τῆς μάχης· ἔνθεν αἰτιατική· εἰς δάϊν ὁπλισμένων ἵππων ἀργός ἔχει Καλλίμαχος, καὶ τοῦτο δὲ ἀπὸ τοῦ δαίω τοῦ σημαίνοντος τὸ μερίζω· ὅτι μεμερίσται παρὰ τοῖς πολλοῖς ἡ εὐωχία· ἔνθεν καὶ “δαιτὸς εἰσῆς.” Τὸ γοῦν σταῖς σπάνιον, ἐκ τοῦ στέας στάς· καὶ μετὰ τοῦ ι σταῖς, τὸ ἤδη πῖος· καὶ στέας, στέατος. Τὰ γὰρ τοῦ ας οὐδέτερα διὰ τοῦ τ κλίνεται· κέρας κέρατος· πέρας πέρατος· εἶτα γενομένου στὰς καὶ σταῖς διὰ τοῦ τ παλὶν κλιθήσεται· τὰ γὰρ τῆς μετοχῆς τοῦ στάντος παρεσχηματισμένα οὐδέτερα, οὐδέποτε ἰδίᾳ κλίσει κέχρηται, ἀλλὰ τῇ τοῦ ἀρσενικοῦ. —ἔνθεν ἄν τις σοι προτείνειν οὐδέτερον παρεσχηματισμένον τὴν κλίσιν τοῦ ἀρσενικοῦ ἐπιζήτησον· καὶ τοῦτο μάλιστα εὔχρηστον ἐπὶ τῶν ἀμφιβόλων· λέγει τὶς σοὶ κλῖνον τὸ πλεῖον· μὴ προπετῶς κλίνῃς· ἀλλ’ ἐξέτασον ποῖον τὸ παρακείμενον· τὸ πλεῖος ἢ τὸ πλείων· δεῖ γὰρ πρῶτον τὸ ἀρσενικὸν κλιθῇ καὶ τὸ οὐδέτερον καὶ θηλυκόν· δῆλον ὅτι εἰ μὲν ἀπὸ τοῦ πλεῖος, πλείου, καὶ πλεῖον· εἰ δ’ ἀπὸ τοῦ πλείων πλείονος, καὶ τὸ πλεῖον τοῦ πλείονος ἔσται· οὕτως δὴ ἐπὶ πάντων μεμνῆσθαι τῶν ἀμφοτερῶν πρὸς τὸ πλανητεύειν ἕτερον, ἢ πρὸς τὸ μὴ πλανηθῆναι· ὁμοίως καὶ ἐπὶ μετοχῶν τὰ οὐδέτερα τὴν τῶν ἀρσενικῶν κλίσιν δέχονται· τὸ μέντοι πὰν ἐπὶ μόνου τοῦ θεοῦ Πανὸς λέγεται καὶ κλίνεται, ἐπὶ δὲ τοῦ οὐδετέρου παντός· ἐπεὶ καὶ πᾶς, παντός· ἐπεὶ ἐάν σοι προτείνῃ τις τὸ πᾶς κλίναι· πύθου, εἰ μὲν τὸ κοινόν· εἰ δὲ παρ’ Αἰολεῦσι; παντός· οἱ γὰρ Αἰολεῖς λέγουσι πᾶς παῖς ὁ χῶρος· “ἵνα ἴδω“μεν ὅτι πάντα. |
| 240 [10] | ” ******* *** ἀλλ’ ἢ διὰ τοῦ ε, ἢ διὰ τοῦ α· οἷον Ποσειδέων καὶ Ποσειδάων· οὐκ ἄρα περισπᾶται. πάλιν τῶν εἰς ω περισπωμένων, ὁμόχρονον ᾖ ἡ κλητικὴ τῇ εὐθείᾳ· ὁ Ξενοφῶν, ὦ Ξενοφῶν. ὁ Κτησιφῶν, ὦ Κτησιφῶν· τοῦ Ποσειδάονος δὲ οὐχ ἡ αὐτὴ ἡ κλητικὴ, ὁ Ποσειδὼν γὰρ καὶ ὦ Πόσειδον, διὰ τοῦ ο μικροῦ· ὥς τε οὐ περισπώμενον. Καὶ πάλιν τὰ εἰς ῶν περισπώμενα, οὐδέποτε τὸ ω εἰς α τρέπει παρὰ Αἰολεῦσι· τὸ δὲ Ποσειδὼν ἐγένετο Ποσειδὰν, οὐκ ἄρα περισπώμενον· ἰδοὺ οὖν κατὰ ἓξ τρόπους καὶ κανόνας δείκνυται τὸ Ποσειδὼν μὴ περισπώμενον· λέγω δὴ ἀπὸ ληγούσης· ἀπὸ κλίσεως· ἀπὸ παραληγούσης· ἀπὸ ἀποκοπῆς· ἀπὸ κλητικῇς· ἀπὸ διαιρέσεως, καὶ ἀπὸ διαλέκτου· εἰ μὴ περισπώμενον οὐκ ἐστὶ, δηλόνοτι ὀξύτονον· καὶ γὰρ εἰς δῶν πολλὰ ὀξύτονα· κωλυδών· Μυρμιδών· τὰ δ’ εἰς δων λήγοντα ὀξύτονα διὰ τοῦ ο κλίνεται· εἰ δέ τι καὶ τοῦ ω τοῦτο ὁμωνυμεῖ. πολυμειδὼν πολυμειδῶνος· ὀδὼν, ὀδῶνος· εἴπερ οὖν ὀξύτονον τὸ Ποσειδὼν, ἔδει διὰ τοῦ ο κλίνεσθαι· οὐ κλίνεται δέ· οὐκ ἄρα ὀξύτονον· ἔφημεν δὲ ἐν τῷ κανόνι, ὅτι εἰ δέ τι διὰ τοῦ ω, τοῦτο ὁμωνυμεῖ, διὰ τοῦ Εἰδὼν, Εἰδῶνος, τὸ ἐπὶ τοῦ ἥρωος, καὶ Καλύδων, Ἀμύδων· τί οὖν ἔχομεν εἰπεῖν περὶ τοῦ Ποσειδῶνος; ἐπιδειχθήτω περισπώμενον, καὶ δειχθήσεται τὰ ἐναντιούμενα· δεῖ οὖν ἡμᾶς γνῶναι πρῶτον τὴν ἐτυμολογίαν. Ἐτυμολογεῖται δὲ παρὰ τὸ δέω· ἤ τοι τὸ ἐπιδημάω· ἢ ἀπὸ τοῦ ἐνδέω· Πλάτων μὲν ὁ φιλόσοφος ἡγεῖται ἀπὸ τοῦ δεσμέω τοὺς πόδας ἀπὸ τῆς θαλάσσης, ἀφικόμενοι γὰρ ἐκεῖ οὐκ ἔτι δυνάμεθα βαδίζειν. εἰσὶ δὲ οἳ παρὰ τὴν πόσιν μὴ διδούς· ἵνα ἀπὸ τοῦ μὴ ποτίμου ἡ ἐτυμολογία· εἴδωμεν οὖν λοιπὸν τὸ τῆς φωνῆς· παρὰ τὸ δέω ποσειδέης· τοῦτο δὲ ἔχει χρήσεις πολλὰς παρὰ τοῖς ποιηταῖς· ἐκ τοῦ αὐτοῦ ποσειδέης Ποσειδέων καὶ Ποσειδέωνος. οὕτω παρ’ Ἴωσιν κατὰ συναλοιφὴν Ποσειδιέων· καὶ ἐκ τοῦ Ποσειδέων μὲν Ποσειδών· ἐκ τοῦ Ποσειδέωνος δὲ Ποσειδῶνος· ἐκ ταύτης τῆς συναλοιφῆς δείκνυται περισπώμενον· ἡ γὰρ ὀξεῖα καὶ βαρεῖα εἰς περισπωμένην συνέρχονται· διατί οὖν μακρᾷ παραλήγεται; αἰτία ἐστὶν ἡ συναλοιφή· αὑτὴ γὰρ ἐποίησε πλησιάσαι τῇ ληγούσῃ τὴν μακράν· ἡ μέντοι κλητική ἐστιν ὦ Πόσειδον διὰ τοῦ ο· καὶ εἰ ἄρα ἐπὶ τῶν εἰς σων βαρυτόνων ἡ παραλήγουσα τῆς γενικῆς λήγουσα γίνεται τῆς κλητικῆς· σώφρονος, σῶφρον· τλήμονος, τλῆμον· Πλάτωνος, Πλάτων· διατὶ Πόσειδον, οὐ Ποσειδὼν διὰ τοῦ ω μεγάλου; μή ποτε οὖν, ἐπειδὴ οἱ Δωριεῖς Ποσειδὰν εἶπον ὀξυτόνως, μετεδίωξαν τὸν τύπον τοῦ ὀξέους τόνου, καὶ διὰ τοῦτο διὰ τοῦ ο· οἱ γὰρ Δωριεῖς τρέπουσι τὸ ω εἰς α· πρῶτος, πρᾶτος· ἐπρίω, ἐπρία· ἄκρων, ἄκραν· καὶ φυλάσσουσι τὸν τόνον· πλὴν τῶν πληθυντικῶν. |
| 241 [30] | Οὐδὲν εἰς βων πλὴν τοῦ Χαρναβῶν. Οὐδὲν εἰς θων πλὴν τοῦ Δεξιθῶν καὶ γὰρ τὸ Ποσειδῶν ἀεὶ λέγει ὁ ποιητὴς, Ποσειδάων· καὶ οἱ Βοιωτοὶ διὰ τοῦ ι Ποσιδαίων· Ἴωνες Ποσειδέων· Δωριεῖς Ποσειδὰν βαρυτόνως ἢ καὶ Ποτίδας· Αἰολεῖς Ποτιδὰν ὀξυτόνως· τοσαῦτα ἔχομεν λέγειν περὶ αὐτοῦ. Οὕτως ποιοῦνται τὴν Ποσειδῶνος τὴν λήγουσαν πόσαι διάλεκτοι; καὶ ὁ ποιητής· Ἴωνες· Δωριεῖς· Αἰολεῖς· Βοιωτοί. Τὰ εἰς ης σπονδιακὰ, ἐν θέσει μακρὰ μὲν ὡς κύρια μονογενῆ ἀρσενικά· ἐν θέσει δὲ μακρὰ, καὶ μὴ τῇ κοινῇ ἐπὶ γενικῆς, εἰς ου· Φαλήκης, Φαλήκου· Αὔξης, Αὔξου, πατὴρ Ἡροδότου· Ξέρξης· Κίζης· Κέρβης ὀνόματα ποταμῶν· Παύδης καὶ ὅσα θέσει μακρᾶ· πλὴν τοῦ ὁπλὴς, ὅπλητος· Πίγρης, Πίγρητος· νάης, νάητος· Μένδης, Μένδητος· Πάρνης, Πάρνηθος· καὶ τὸ Μόργης· καὶ μάσθλης. Τὰ εἰς ης βαρύτονα ἀρσενικὰ ἰσοσυλλάβως κλίνεται· Χρύσης, Χρύσου· Βρίσης, Βρίσου· Νίσης, Νίσου· Ἀγχίσης, Ἀγχίσου ἔχεται δὲ καὶ τὸ ἐργονίσης· καὶ εἴτι ἕτερον ἀρσενικὸν εἰς ον, πλὴν τοῦ τηλαυγὴς, τηλαυγοῦς· δοκεῖ γὰρ ἡμαρτῆσθαι τὸ ὄνομα. |
| 242 [30] | Τὰ εἰς ης βαρύτονα ἀρσενικὰ ἰσοσυλλάβως κλίνεται. Τὰ εἰς ης σύνθετα παρὰ θηλυκῶν γιγνόμενα ὀνόματα ὑπεσταλμένων τῶν παρὰ τοῦ κη ἐπὶ γενικῆς εἰς ου· δικὴ, Ἑλλανοδίκης, Ἑλλανοδίκου· γυνὴ, μισογύνης, μισογύνου· αἰχμὴ, πυραίχμης, πυραίχμου· καὶ πάντα πάλιν τὰ παρὰ τῶν εἰς η θηλυκῶν παρηγμένα· εἶπεν οὖν τὸ αὐγὴ, τηλαυγής· πῶς· οὐκ ἐς *** εἴπομεν ὑπεσταλμένων τῶν παρὰ τὸ κη· τούτων γὰρ εἰς ους ἡ γενική· οἷον τανυήκης, τανυήκους· ἀμφήκης, ἀμφήκους· ἐπὶ δὲ τῶν ὀξυτόνων, εἰς ους· τύχη, εὐτυχὴς, εὐτυχοῦς πάλη, ἰσοπαλὴς, ἰσοπαλοῦς· ἄλκη· ἑτεραλκὴς, ἑτεραλκοῦς. Ἰστέον δὲ ὅτι παρὰ τὴν ἀλκὴν ὀνόματα διαφοροῦνται· πῆ μὲν εἰς ου, πῆ δὲ εἰς ους· Μενάλκης γὰρ, Μενάλκου· Σιτάλκης μὲν Σιτάλκου· πῆ δὲ Σιταλκέω, πῆ δὲ Σιταλκοῦς· ὥστε ὁπόταν μὲν εἰς ας, παρὰ ῥῆμα ἐστὶ τὸ ἀλκῶ, καὶ ἐξ αὐτοῦ ἔχει τὴν σύνθεσιν· ὅθεν τὸ ἤλαλκεν· ὁπότε δὲ εἰς ου, παρὰ τὴν ἀλκήν· καὶ πρὸς διάφορον σύνθεσιν διάφορος καὶ ἡ κλίσις· περὶ δὲ τοῦ τηλαυγοῦς εἴπομεν, ὅτι ἔχει ἀφορμὴν τὴν ἀπὸ ὀξυτόνων τῶν εἰς ης συνθέτων βαρυνθέντα· τὴν αὐτὴν κλίσιν φυλάττει· Πολυνίκους· Εὐρυσθένους· παγκράτους· παντροποῦς. ἦν οὖν τηλαυγής· καὶ τῷ λόγῳ τῶν ὀξυνομένων ἔσχε τὴν γενικήν· γενόμενον δὲ καὶ κύριον, τὴν μὲν κλίσιν ἐφύλαξε, τὸν δὲ τόνον μετέβαλεν· ἦν μὲν οὖν τηλαυγὴς, τηλαυγοῦς ὀξυτόνως· πάλιν δὲ καὶ τηλαύγης, τηλαύγου βαρυτόνως. Τὸ μέντοι Ἀΐδης δύο κλίσεις ἀνεδέξατο, ὅτε ἐπιθετικὸν, Ἀΐδης, Ἀΐδους. ἐπειδὴ πέπτωκεν εἰς χαρακτῆρα πατρωνυμικοῦ, ὅμοιον ἐγένετο τοῦ Ξουθίδης· Κρονίδης. Τὰ εἰς ων ὀξύτονα διὰ τοῦ ω κλίνεται, πλὴν τοῦ κανὼν, κανόνος· δαφνὼν, δαφνῶνος· καὶ παρθενὼν, παρθενῶνος. Τὰ εἰς ην ἀπὸ ἁπλῶν γινόμενα τὴν τοῦ ἁπλοῦ κλίσιν ἔχει· ὑψαύχην, ὑψαύχενος· ἐριαύχην, ἐριαύχενος· εὐρυλίμην, εὐρυλίμενος. |
| 243 [30] | Τὰ εἰς ην λήγοντα μονοσύλλαβα, μὴ ὄντα μονογενῆ θηλυκὰ, διὰ τοῦ νος κλίνεται· μὴν, μηνός· σπλὴν, σπληνός· σφὴν, σφηνός· ῥὴν, ῥηνός· πτὴν, πτηνός· μόνως θηλυκὰ, διὰ τὸ φρὴν, φρενός· κατά τι δὲ μόνως θηλυκά; ὅτι καὶ τὸ χήν ἐστι θηλυκόν. Τὰ εἰς ξ μονοσύλλαβα μετὰ διφθόγγου διὰ τοῦ κ κλίνεται· προὶξ, προικός· γλαὺξ, γλαυκός· δαὺξ, δαυκός· οὐχ ὑγιῶς δὲ τὸ Γραὶξ, Γραικός· ὑγιῶς ἄρα τὸ ῥαὶξ, ῥαικός· οὐχ ὑγιῶς δὲ τὸ αἲξ, αἰγὸς, ἐπειδὴ μονὰ ἀπὸ φωνήεντος ἤρξατο· παραλλάξαν δὲ κατὰ τὴν ἄρχουσαν, ἤλλαξε καὶ κατὰ τὴν κλίσιν. Τὰ εἰς ξ μονοσύλλαβα, μὴ μετὰ τοῦ γ ἔχοντα τὸ α συνεσταλμένον, διὰ τοῦ κ κλίνεται, δρὰξ, δρακός· σὰρξ, σαρκός· πτὰξ, πτακὸς, σημαίνει τὴν πτῆσιν· πρὰξ, πρακός· πὰξ, πακός· ἀναλόγως ἄρα τὸ πλὰξ, πλακός· παραλόγως δὲ τὸ γλὰξ, γλακός· ἐστὶ δὲ βοτάνη γάλακτος αὐξητική· ὡρισάμεθα δὲ μὴ μετὰ τοῦ γ, διὰ τὸ στρὰγξ συνεσταλμένον, καὶ διὰ τὸ ῥὰξ, τὸ ἐπὶ τῆς σταφυλῆς. Τὰ εἰς ξ λήγοντα μονοσύλλαβα, ἔχοντα ἕν τι τῶν φύσει μακρῶν, διὰ τοῦ κ κλίνεται· πτὼξ, πτωκὸς ὁ λαγωός· ὢλξ, ὠλκός· πρὼξ, πρωκός· βὼξ, βωκός· κὴξ, κηκός· παρὰ τοῦτο καὶ σφὴξ, σφηκός· ἡμάρτηται ἅρα τὸ βὴξ, βηχὸς, διὰ τοῦ χ. τινὲς δὲ εἶπον καὶ βηκός· ἀλλ’ οὐχ εὕρηται ἐν χρήσει· δεῖ δὲ κατὰ πάντα τὰς τῆς χρήσεως φωνὰς τηρεῖν. Τὰ εἰς ξ λήγοντα μονοσύλλαβα, ἔχοντα ἕν τι τῶν φύσει βραχέων, διὰ τοῦ κ κλίνεται· κρὲξ, κρεκός· βὸρξ, βορκός· κρὸξ, κροκός· ἔνθα ἡ αἰτιατικὴ “πολλὴν κρόκα·” πρὸξ, προκός· τί οὖν τὸ φλόξ; οὐκ ἔστι μόνον, ἀλλὰ καὶ τὸ λὲξ, λεγός· ἐπεὶ ταῦτα ῥηματικά εἰσι· τὸ μὲν ἀπὸ τοῦ φλέγω· τὸ δὲ ἀπὸ τοῦ λέγω· ἐπεὶ οὖν τὰ ῥήματα διὰ τοῦ γ εἰσὶν, ὁμοίως καὶ τὰ ὀνόματα· ἢ καὶ ἄλλως· ἐπεὶ τὸ λ ἔχουσιν, οὐδὲν δὲ τῶν ἄλλων τὸ λ εἶχεν· ὥς τε οὖν κατὰ δύο τρόπους παραλλάσσονται· ἢ ἀπὸ γενέσεως, ἢ ἀπὸ στοιχείου διὰ τοῦ λ. |
| 244 [15] | ΒΥΒΛΟΣ Ε Ἐνταῦθα ζητοῦμεν διατί τὰ εἰς ης, εἰς ους ἔχοντα τὴν γενικὴν ὀνόματα, ἔχουσι τὴν κλητικὴν εἰς ες· οἷον, Εὐρυσάκης, Εὐρυσάκους, ὦ Εὐρύσακες· πλὴν τοῦ τείχους· οὐδέτερόν ἐστιν εἰς ος, λέγομεν ὅτι Ἀττικῷ ἔθει· ἐκεῖνοι γὰρ διχῶς ἐπιφέρονται τὴν κλητικήν· ὦ Ἀπολλογένη, καὶ ὦ Ἀπολλόγενες· ἐπεὶ καὶ τὴν αἰτιατικὴν διχῶς· τὸν Τισαφέρνην, καὶ τὸν Τισαφέρνη, ἀκόλουθον ὑπάγουσι κλητικὴν, τῇ Τισαφέρνη, τὴν ὦ Τισαφέρνην· ἀναβιβάζεται καὶ ὁ τόνος, ἐπεὶ τὰ εἰς ης κύρια σύνθετα, ἔχοντα κλητικὰς εἰς ες, ἀναδρομὴν ποιοῦνται τόνου· ὁ Δημοσθένης, ὦ Δημόσθενες· τὸ μέντοι Εὐρύσακες κατὰ δυὸ τρόπους ἀνεβίβασε τὸν τόνον· τῷ λόγῳ τῶν οὐδετέρων, καὶ τῷ λόγῳ τῶν κυρίων. Ζητοῦμεν δὲ πῶς δεῖ ἀναγνῶναι λειώδης ἢ λειῶδες· εἰ τὰ εἰς ης σύνθετα ἔχοντα κλητικὴν εἰς ες ἀναβιβάζει τὸν τόνον, ὀφείλει ἀναγινώσκεσθαι λειῶδες· ἀλλὰ μὴ δῶμεν αὐτὸ σύνθετον· ἀλλὰ παράγωγον· σχηματίζουσι δὲ αὐτὸ τινὲς οὕτως· λεγωάδης, λειώδης ἐν συναλοιφῇ, ὃ τοῖς λαοῖς ἀρέσκει· ἐὰν οὖν τοῦτο δῶμεν, μέλλομεν ζητεῖν καὶ πλειᾶ· παρὰ τὸ λεῖον οὖν τὸ ἁπαλόν· ὡς καὶ ὁ ποιητὴς ὧδέ πη μετὰ χεῖρας ἀνέλκων ἀτρέπτους ἁπαλάς· λεῖος οὖν ὁ λειώδης. Πόθεν οὖν αὐτὸ δῶμεν παράγεσθαι, ἀπὸ γενικῆς ἢ ἀπὸ πληθυντικῆς; ποτερὸν οὖν ὦ ὀνώδης ἢ ὄνων ὀνώδης· ἔχομεν ἀποδεῖξαι ὅτι ἀπὸ γενικῆς· ἀλλ’ οὐ περὶ τούτου οὖν λειώδης· ὕδατος, ὑδατώδης· βοὸς, βοώδης· τούτων αἱ αἰτιατικαὶ προπερισπῶνται· βοῶδες· ὀνῶδες· ὑδατῶδες· τέτραπται δὲ λειῶδες· ἀφορμὴν δέδωκεν ὅτι παρώνυμος ἡ ἔννοια παρὰ τῷ ποιητῇ· τὸ δὲ τῆς γενικῆς διατί Εὐρυσάκης, Εὐρυσάκους; ὅτι τὰ εἰς ης παρὰ τὰ εἰς ος οὐδέτερα, εἰς ους ἡ γενική· ἐνθὰ δὲ οὐκ ἐστὶ τόνος, ἀλλὰ περιείληπται· καὶ ὀξύτονα, καὶ βαρύτονα καὶ περισπώμενα· καθόλου γάρ ἐστι· κακοήθης, κακοήθους· εὐτελὴς, εὐτελοῦς· Διογένης, Διογένους· κατὰ τὸ Εὐρυσάκης, Εὐρυσάκους· τὸ μέντοι Εὐφράτου παραλογήται, καὶ τὸ Κλεάνθους· τὰ γὰρ εἰς ης σύνθετα παρὰ τὰ εἰς ας οὐδέτερα γινόμενα, εἰ μὴ χαρακτὴρ κωλύῃ, διὰ τὸ ἐπὶ γενικῆς εἰς ους· εἴπομεν εἰ μὴ χαρακτὴρ κωλύῃ, διὰ τὸ ἀμέλης ἀμέλητος, παρὰ Πλάτωνι· καὶ τὸ ἀμέσης, ὁ ἐστὶ κατὰ στέρησιν· ὑπεσταλμένου δὲ χαρακτῆρος ἐστὶ τὸ ἀλιθέρσης· σεσημειώμενον καὶ τὸ ἀγκυλοχείλης, καὶ τὸ παρ’ Ἀττικοῖς δωδεκε. |
| 245 [25] | ..... ὀφείλει δωδεκὲψ οὐ γὰρ περὶ τὸν νοῦν νῦν ἐστι. Εἴρηται ............ μεταποιοῦσι γὰρ τὰ εἰς ης καταλήγοντα εἰς ες· πολλάκις γὰρ ἡ χρῆσις ἐπὶ κυρίων· σπανίως καὶ ἐπὶ προσηγορικῶν, ὡς ἐπὶ τοῦ δωδεκαι ε καὶ δρυπέται· δίδυμος· καὶ ἐπὶ τοὺς ............ οὐκ ἔστι παρὰ τὸ χεῖλος. ἀλλὰ ............... ὥσπερ τῷ κόμη ἀκηρεκόμης ............ οὕτως χείλη, ἀγκυλοχείλους. Βοιω............ τραπείσης τῆς ει διφθόγγου· εἰς τὸ ...... θείκα, τέθεικα. Ζητοῦμεν δὲ ......... ἡ κτεώτεσσι δοτικὴ πληθυντική· λέγομεν ὅτι ἐστὶν εὐθεῖά τε κτεάτον, κτεάτο· ὡς πρόβατον προ... |