eul_wid: tme-ac

Etymological Work
Ἐτυμολογικὸν Ἔργον

Orion of Thebes Etymological Work PDF

The Etymological Work is a grammatical treatise composed in Koine Greek by the fifth-century scholar Orion of Thebes. Operating within the late Roman Empire, Orion produced this reference text to elucidate the origins and historical derivations of Greek vocabulary, thereby connecting the contemporary linguistic usage of his era to its classical foundations. The original work was organized into eight sections, though its complete form has not survived. What remains of the text exists solely in fragments and quotations preserved within later Byzantine scholarly collections, such as the sixth-century geographical lexicon of Stephen of Byzantium, which cites Orion for the etymology of a place name. Modern scholarship interprets this treatise as a product of a sustained educational tradition, wherein grammarians compiled systematic manuals for students and teachers to codify and safeguard the Greek language. It was likely intended for an audience of advanced students and practicing rhetoricians. The work's enduring influence is evidenced by its citation in subsequent centuries, contributing notably to the compilation of major Byzantine dictionaries, including the twelfth-century Etymologicum Magnum.

185 [35] Αἷμα · παρὰ τὸ ἅμμα καὶ σύνδεσμόν τι εἶναι ὅλου τοῦ σώματος. καὶ ὁ Ἐμπεδοκλῆς· Αἷμα γὰρ ἀνθρώποισι περικάρδιον νόημα· τοῦ ἀνθρώπου λέγει αὐτό. (potest hinc emendari etymologicon m. p. 31, ig. koes) Αἷμα · τὸ θερμότατον τὸ ἐν σώμασι· διὸ καὶ ἀπὸ τοῦ ἄναμμα εἶναι κέκληται αἷμα· ἢ παρὰ τὸ ἔσω. καθ’ ὃ δὲ ὡς ἅμμα καὶ δεσμὸς πάντων δυνατεύων, Ἐμπεδοκλῆς ὁ φιλόσοφος φησίν· Αἷμα γὰρ ἀνθρώποις περικάρ Δ νόημα. Αἶρα · ἡ σφαῖρα. Καλλίμαχος· αἰράων ἔργα διδασκόμ θ ʹ· παρὰ τὸ ῥαίω τὸ φθείρω κατὰ Δωριέας. φθαιρῶ, φθαίρα· κατὰ ἀποβολὴν τοῦ φθ , καὶ προς θ τοῦ ... καὶ αἰρῶ (sic) τὸ νικῶ, ἐξ οὗ καὶ οὐχ αἱρήσεις, τὸ οὐ νικήσεις. (conf. etymolog. m. p. 35, 36. pro σφαῖρα repone σφυρά. st.) Ἀκόλαστος · κυρίως ὁ ἀπαίδευτος, ὁ δίχα διαγωγῆς καὶ κολάσεως τετυχικώς (sic) τις ἐπιπαιδείαν. οὕτω Φίλων ἐν τῷ περὶ Ἑλληνισμοῦ .... τινὲς δὲ καὶ οὕτω φασὶ τὸν κατωφερῆ πρὸς συνουσίαν· διὰ τὸ μὴ κολάζειν τὴν ἐπιθυμίαν ἀκόλαστος ἀκούει τίς. Ἄρδην · παρὰ τὸ ἀρδῶ ἄρδην· ὡς φύρω φύρδην, μίγω μίγδην. οὕτω Φιλόξενος .... (in his pro ἀρδῶ lege αἴρω. st.) Ἀρετή · αἱρετή τίς ἐστιν, ἣν αἱροῦνται πάντες. οὕτω Δίδυμος ἐν Ὑπομνήματι, ὁ δὲ Ἡρακλείδης ἐν τῷ περὶ Ἐτυμολογίας φησὶ· κατὰ μετάθεσιν, ἀρετή τις οὖσα, ἡ ἐπέραστος κτῆσις. ὡς δὲ ἐν Ὑπομνήσει εὗρον Θέωνος, ἀρεστὴ, καὶ ἀποβολῇ τοῦ ς , ἀρετή, ἡ πᾶσιν ἀρέσκουσα. Αὖος · ὁ ξηρός· κατὰ στέρησιν τοῦ ὕω, ἀΰω ἀτάς· κατὰ στέρησιν αὖος, ὁ μὴ ὑγρός. οὕτως Ἀπολλώνιος. Ἀχαιά · ἡ Δημήτηρ παρὰ Ἀττικοῖς. εἴρηται παρὰ τὸ ἄχος τῆς λύπης. οὕτω Δίδυμος καὶ ὅτι μετὰ κυμβάλων ἠχοῦσα τὴν Κόρην ἐζήτει· ἢ, ὡς Φιλήτας, τὰς ἐρίθους ἀχαιὰς ἐκάλουν. ἔνιοι δὲ ἐκτείναντες τὸ α ἀπὸ τοῦ συμβάντ ο Γεφυραίοις. καὶ πάλιν Ἀχαιὰ ἡ Δημήτηρ.
186 [35] μέμνηται τοῦ ὀνόματος Ἀριστοφάνης. ἀπὸ τοῦ ἄχους τοῦ ἐπιπεργεζῶν. οἱ δὲ φασὶν ἀπὸ ἱστορίας τοιαύτης· τοῖς Ταναγραίοις μεταστᾶσιν ἐκ Τανάγρας ἡ Δημήτηρ ὄναρ φανεῖσα, ἐκέλευσεν αὐτοὺς ἀκολουθῆσαι τῷ γινομένῳ ἤχῳ· καὶ οὗπερ ἂν παύσηται, ἐκεῖ πόλιν κτίσαι. καὶ διώδευον ἀκούοντες ψόφου, καὶ κυμβάλων καὶ τυμπάνων· καὶ παυσαμένου, περὶ Ἀττικοὺς ἔκτισαν πόλιν, καὶ ἱδρύσαντο ἱερὸν Ἀχαιᾶς Δημήτερος. Ἀχλύς · σκότος, παρὰ τὸ τὰς ὄψεις ἡμῶν λυπεῖν καὶ ὀχλεῖν· ἄχος γὰρ ἡ λύπη. οὕτως Ἡρακλείδης ὁ Ποντικὸς ἐν περὶ Ἐτυμολογιῶν. Δῖος · τὸ ἐπίθετον κτητικῷ τύπῳ· ἀπὸ τοῦ Διὸς γενικῆς δίϊος ἐστὶ, καὶ συναλοιφῇ δῖος. διὸ καὶ μακρὸν τὸ ι . οὕτως Ἡρωδιανός. Ἐρωιδιός · ....... ὁ δὲ Ἡρωδιανὸς λέγει, ὅτι ὥσπερ ἀπὸ τοῦ ἁρμόζω γίνεται ἁρμόδιος, οὕτω καὶ ἀπὸ τοῦ ῥοίζω γίνεται ῥοίδιος· καὶ τροπῇ τοῦ ο εἰς ω , ἐρωδιός· καὶ μένει τὸ ι προσγεγραμμένον. Ὀξύνεται. Τὰ εἰς ος καθαρὰ τὸ ι παραληγόμενα, ὑπὲρ γʹ συλλαβὰς, ὀξύνεσθαι θέλουσιν· οἷον αἰγυπιός, βομβυλιός, χαραδριός. οὕτως οὖν καὶ ἐρωδιός. Ἡρακλείδης · πρότερον Ἀλκείδης ἐλέγετο, ἀπὸ τοῦ Ἀλκαίου· ὕστερον δὲ ἡ Πυθία αὐτὸν Ἡρακλέα ἐκάλεσεν, παρ’ ὅσον ἐξ ὅσον Ἥρας ἔμελλεν ἔχειν κλέος. Ἀστυάγης δέ φησιν· ὁ δι’ Ἥραν ἀκλεὴς γενόμενος, διὰ τὸ μὴ βασιλεῦσαι, ἀλλ’ ἀθητεύειν τῷ Εὐρυσθεῖ. καὶ ἡ σύνθεσις τοῦ ὀνόματος τοῦτο ἀπαιτεῖ· τὰ γὰρ παρὰ τὴν Ἥραν ὀνόματα σύνθετα διὰ τοῦ ο λέγει· Ἡρόδοτος, Ἡρόδικος. ἔστιν οὖν Ἡρακλῆς ὁ δι’ Ἥραν ἀκλεὴς γενόμενος· ἢ ὅτι ἕνα τῶν γιγάντων ἐπερχόμενον ἥρα φονεύσας ὠνομάσθη Ἡρακλῆς· παρὰ τὸ ἀλκεῖν τῇ Ἥρᾳ, Ἡραλκῆς καὶ Ἡρακλῆς. Ἰξός . Ἡρωδιανὸς παρὰ τὸ ἄξειν τὰ ὄρνεα ἰξός· ὁ φθάνων μέχρι ἂν ἱπτάμενα τὰ ζῶα ἤγουν τὰ ὄρνεα τόπων. Λαλῶ · λῶ, καὶ κατὰ διπλασιασμὸν λαλῶ.
187 [40] παράγωγον τοῦ λῶ, λάσκω· Εὐριπίδης, Τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους. τὸ δὲ λῶ, σημαίνει τὸ θέλω. ὃ θέλει τὶς, καὶ φθέγγεται. οὕτω Φιλόξενος. Λύπη · παρὰ τὸ λύειν τοὺς ὦπας, ἤγουν τοὺς ὀφθαλμούς· ἢ παρὰ τὸ λύω λύη, καὶ πλεονασμῷ τοῦ π λύπη. οὕτως Ἡρωδιανός. Μασχάλη · παρὰ τὸ εἰς μασθὸν χαλᾶσθαι· ἢ παρὰ τὸ σχῶ σχήσω σχήλη, ὡς στήσω στήλη, καὶ μεταθέσει τοῦ η εἰς α , σχάλη, καὶ πλεονασμῷ τῆς μα συλλαβῆς, μασχάλη, ἡ λίαν κατέχουσα ἅτινα ἂν σχῇ· ἢ ἀπὸ τοῦ χαλᾶσθαι εἰς μαστόν· ἢ εἰς ἣν χαλᾶται ὁ μῦς· ἢ ἀπὸ τῆς ἀλέας τῆς διὰ τὴν καμπὴν τοῦ σώματος. οὕτω Σωρανός. ὁ δὲ Ἡρακλείδης ἀπὸ τοῦ μαστεύειν τὶ ὑπ’ αὐτὴν, ἐπειδὴ οἱ ὑφαιρούμενοί τι ὑπ’ αὐτὴν κρύπτουσιν. Μηρός · παρὰ τὸ μερίζω· ἔνθα μεμέρισται τὸ σῶμα· καὶ τροπῇ τοῦ ε εἰς η . οὕτως Ἡρωδιανὸς ἐν τοῖς Ἐπιμερισμοῖς. Νείφω · νέφος γὰρ, ἐν ᾧ φαινόμενος παρακείμενος παρὰ Ἀριστοφάνῃ καὶ τὸ νεφέλη διδάσκει. Ἀπολλώνιος δὲ ὁ τοῦ Ἀρχιβίου, κατὰ τροπὴν ἔλεγε γεγενῆσθαι· κυρίως γάρ, φησι, νείφειν εἴρηται κατὰ τοῦ ὕδατος προφοράν· καὶ νιφάλιαθεῖν εἴρηται, ὅτ’ ἄν οἱ δῶρ’ σπεύδουσιν. εἰ μέντοι ἐκπέπτωκεν ἀπ’ αὐτοῦ καὶ τὸ νιφὰς, καὶ τὸ νιφετὸς, διὰ τοῦ ι , οὐ θαῦμα· καὶ γὰρ κατὰ τοῦ λείβω λιβὰς, καὶ κατὰ τοῦ πείθω πείθεις, καὶ κατὰ τοῦ ἀλείφω συναλιφή. Νήστης · οὕτως εἴρηται Σιμωνίδης· παρὰ τὸ ἔδω, οὗ παθητικὸν ψεύδομαι, ψεύστης· οὕτως καὶ παρὰ τὸ ἔδω τὸ ἐσθίω, οὗ ὁ μέλλων ἔσω, ἔστης· καὶ μετὰ τοῦ στερητικοῦ τοῦ νε , νέστης· οὗ παρώνυμον νήστης. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς. Νήχω · νῶ καὶ νέω, ὅ ἐστι κολυμβῶ· ὡς Ἀριστοφάνης Ἱππεῦσιν, Ἔνεον ἐν ταῖς ἐκβάσεσι· προσθέσει τοῦ ε εἰς η , νήχω. οὕτω Φιλόξενος. Ξέστης · Ῥωμαϊκόν ἐστι τὸ ὄνομα· τὸν γὰρ παρ’ ἡμῖν ἓξ ἀριθμὸν, αὐτοὶ σέξ· καὶ μέτρου τινὸς παρ’ αὐτοῖς τὸ ἕκτον λέγεται σέξτον. διὰ δὲ εὐφωνίαν τὸ σέξτης ἐλέγετο ξέστης, μεταθέσει τοῦ ξ . οὕτω Φιλόξενος ἐν τῷ περὶ τῆς τῶν Ῥωμαίων διαλέξεως. Ξηρόν · παρὰ τὸ ξέω· ἀπὸ μεταφορᾶς τῆς ὕλης τῶν ξύλων· εἴ τι ἔξησται, ξηρὸν γίνεται· τροπῇ τοῦ ι εἰς η .
188 [40] οὕτω Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων. Ὀλοφυρόμενος · κυρίως τὸ μετὰ τιλμοῦ τῶν τριχῶν κλαίειν. Καλλίμαχος, Ὀλόψατο χαίτας· ἀντὶ τοῦ ἔτιλλεν. Ὀπή · κυρίως τόπος τετρημένος, ἀφ’ οὗ τις δύναται ὀπήσασθαι. οὕτως Ἀριστόνικος ἐν τοῖς Σημείοις. Οὐρῆας · παρὰ τὸ ὄρος ὀρεύς· ἡνίοχος ἡνιοχεύς. λέγεται γὰρ ἐν ὄρεσι μᾶλλον δύνασθαι ἐργάζεσθαι. κατὰ πλεονασμὸν τοῦ υ , οὐρεύς· καὶ ἡ γενικὴ οὐρῆος κατὰ Ἴωνας· ἡ αἰτιατικὴ τῶν πλειῶν οὐρῆας. παρὰ τὸ οὐρώδη σπόρον ἔχειν, ἣν καὶ Ἀριστοτέλης ἱστορεῖ τεκεῖν. Ὄχλος · χλῶ ἐστι ῥῆμα, ἔνθεν παρὰ Πινδάρῳ κεχλαδὼς, ὁ πλήθων· παράγωγον χλάζω· καὶ ἀναδιπλασιασμὸς καχλάζω. τὸ οὖν χλῶ ῥηματικὸν χλώσα· ἐπεκτάσει τοῦ ο ὄχλος. ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ ὀλῶ τὸ συστρέφω· ἐν πλεονασμῷ τοῦ χ ὄχλος. Παλαιστή · θηλυκῶς· ὅτι συνάγονται οἱ δ’ δάκτυλοι· οἷον πελαστή τις οὖσα, ὅτι πέλας συνήγαγε τὰ ὀστέα, ἤγουν τοὺς δακτύλους. καὶ δοχμὴ λέγεται, ὅτι πλατείᾳ τῇ χειρὶ μετροῦμεν· ποιεῖ δὲ ἀπὸ τοῦ μεγάλου δακτύλου πρὸς τὸν λιχανὸν ἀκροδακτύλους ιʹ. καὶ δοχμὴ τὸ πλάγιον, ὡς λέγει Σωρανός. ἡ δὲ σπιθαμὴ ἔχει δοχμὰς γʹ, οἷον παλαιστὰς, δακτύλους δὲ ιβʹ. ἀπὸ τοῦ μικροῦ δακτύλου, διϊσταμένων τῶν δακτύλων ἕως τῆς ἀντίχειρος λέγεται σπιθαμὴ, παρὰ τὸ ἀποσπασμὸν ποιεῖν· ὡς δὲ Χρύσιππος, διὰ τὸ σπᾶσθαι τὴν ὅλην χεῖρα. ποιεῖ ... δακτύλους δὲ ιβʹ. τὸ δὲ ἀπὸ τῆς ὀλεκράνου πρὸς μὲν τὸ τοῦ μέσου δακτύλου πήχεως μέτρον· πρὸ δὲ τοῦ μικροῦ μετὰ κονδύλιον, ὅ ἐστι μετὰ τὸ μέσον κόνδυλον. τοῦ γὰρ δακτύλου ὁ μὲν πρῶτος κόνδυλος λέγεται προκόνδυλος καὶ ῥιζοδάκτυλος· ὁ δὲ μετὰ τοῦτον, μεσοκόνδυλος· ἀπὸ οὖν τοῦ ὀλεκράνου πρὸς τὸ τοῦ μικροῦ μετακονδύλιον, πυγών· ἐξ ὧν ὁ πῆχυς· σπιθαμαὶ μὲν δύο, δοχμαὶ δὲ ἕξ· δάκτυλοι δὲ κδʹ. πυγὼν δὲ ἴσως ἀπὸ τῆς πυγμῆς· ἐπεὶ μὴ ὥσπερ ὁ πῆχυς προτεταμένους μετρεῖται δακτύλους, οὕτω καὶ ὁ πυγὼν, ἀλλὰ συνεστρωμμένη, ὥστε ἔλαττον εἶναι τοῦτο τὸ μέτρον τοῦ πήχεως. ἴσως δὲ τὸ μέχρι πυγῆς ἐκ ποδός. τὸ δὲ ὄνομα κέχρηται Ὅμηρος· Βόθρον ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα. ἐκταθεισῶν δὲ τῶν δύο χειρῶν ἀπ’ ἀλλήλων εἰς τὰ πλάγια, ὀργιὰ λέγεται, οἷον ὀργυιὰ, διὰ τὸ ὀρέγειν ὅ ἐστιν ἐκτείνειν τὰ γυῖα, τουτέστι τὰς χεῖρας. ἔχει δὲ ἡ ὀργυιὰ σὺν πλάτει τοῦ στήθεος πήχεις δʹ.
189 [40] τηλικαῦται δὲ κατὰ τὸ μέγεθος αἱ χεῖρες οὖσαι, κάτω ἐκταθεῖσαι οὐκ ἐφικνεῖται τῶν γονάτων, ἀλλ’ ἀποδέουσι σπιθαμήν. διὸ καὶ τὸν Μακρόχειρα δόξαντα κεκλῆσθαι· εἴτε Δαρεῖος ὁ Ὑδάσπου, εἴτε Ξέρξης, εἴτε Ὦχος, εἴτε Ἀρταξέρξης· μὴ διὰ τὸ ἐφάπτεσθαι τῶν γονάτων οὕτως ὀνομασθῆναι, διὰ δὲ τὸ μήκιστον ἐκτείνειν τὴν δύναμιν τῆς βασιλείας. οὕτω Σωρανός. Πελωρίς · παρὰ τὸ πέλωρον· μεῖζον γάρ ἐστι τῆς χείμης καὶ τῶν ἄλλων ὁμοίως ὀστρέων. οὕτως Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ. Πένθος κυρίως τὸ ἐπὶ τοῖς κατοιχομένοις πάθος, διὰ τὸ ἐν βαθυτάτῳ εἶναι τὴν λύπην τὴν ἐπ’ αὐτοῖς· ἢ διὰ τὸ βαθυτάτω εἶναι τοὺς τεθνεῶτας· τὸ δὲ κατώτατον καὶ ἀφανὲς, βένθος ἔλεγον, καὶ μεταθέσει τοῦ β εἰς π , πένθος. δύναται δὲ τὸ τοῦ πάθους τῆς ψυχῆς ἁπτόμενον. ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ πάθος, πλεονασμῷ τοῦ ν , ὡς βάθος βένθος. Πηλός · ὁ οἶνος παρὰ τοῖς παλαιοῖς· παρὰ τὸ πάλλειν ἡμᾶς πίνοντας ἐν συμποσίῳ. οὕτως Ἡρωδιανός. παρὰ τὸ πηλοῦν τὸν οἶνον ὁ κάπηλος· ὅ ἐστι πωλῶν. Πυραμίς · ἡ ἐκ πυρῶν καὶ μέλιτος, ὡς ὡσησάμους ἡ ἐκ σισάμων καὶ μέλιτος. τινὲς δὲ ἀπὸ τοῦ συμβαίνοντος αὐτῇ σχήματα ποιεῖν, πλάτος κάτωθεν εἰς ὀξὺ λήγοντα, ὅ ἐστιν ἐοικὸς φλογὶ ἀναφερομένῃ. τοιοῦτος δέ ἐστι καὶ ὁ πύραμος, καὶ ὁ πύργος. οὕτως Ἡρακλείδης. Σελήνη · ἡ Ἄρτεμις, σέλας νέον. εἴρηται δὲ παρὰ τὸ σέλας ἀέναον ἔχειν· ὅθεν καὶ ἐνιαυτὸς ὁ ἔνος, ὁ ἀεὶ νεάζων. οὕτως Ἡρακλείδης. Σκότος · ἀπὸ τοῦ σκιάζειν ὠνόμασται. οἱ δὲ φασὶν, ὅτι σκοπός ἐστι· δεῖ προσκοπεῖσθαι τὸν προερχόμενον ἐν αὐτῷ. οὕτως Ἡρωδιανός. οἱ δὲ, παρὰ τὸ σχέθειν ἡμᾶς, ὅ ἐστιν ἐπισχεῖν, προϊέναι πολλάκις. Σπάδων · εὐνοῦχος. παρὰ τὸ ἀποσπᾶσθαί τι μέρος ἐξ αὐτοῦ. οὕτως Ἡρακλείδης. Τάριχος · οὕτως ἡ χρῆσις· Ἀλεξίων φησὶν, ὅτι ἀπὸ τοῦ ἐν ταριχείᾳ ἰσχαινίσθαι· γελοίως. ἡ γὰρ ταριχεία ἀπὸ τοῦ τάριχος γέγονε. ἤστο οὖν, ὥς τινες, παρὰ τὸ τηρεῖσθαι καὶ ἴσχνεσθαι· καὶ γὰρ ἰσχὰς λέγεται τὸ ἐπεσχυσμένον σῦκον. καὶ ἰσχαθὲν ἡ τάριχος. Τάφος · ὅπου ἀποτίθεται τὰ λείψανα· παρὰ τὸ θῶ τιθῶ· παράγωγον θάπτω· ῥηματικὸν δὲ ὄνομα, θάπτος.
190 [40] τροπῇ τοῦ θ εἰς τ , καὶ τοῦ π εἰς φ . περιττὸν γάρ ἐστι τὸ τ ἐν τῷ ῥήματι. οὕτω Φιλόξενος. Ὑγιής · ὁ ἐν ὑγρῷ ὢν καὶ ζῶν, οἷον ὑγριὴς, καὶ ἀποβολῇ τοῦ ρ ὑγιής· ὑγιῶς· ὑγιέως· ὑγιεινός. ὑγιὴς, καὶ τὸ εὐκτι ς ὑγιέ. ὅθεν διερὸς ὁ ζῶν· καὶ ἀλίβας ὁ νεκρός. οὕτως Ἡρωδιανὸς ἕπεται. ἢ παρὰ τὸ εὖ εἶναι· ἢ παρὰ τὸ εὖ ἰαίνεσθαι, τουτέστι εὐφραίνεσθαι. Ἰστέον δὲ ὅτι τὰ εἰς ης καθαρὰ ὀξύτονα τῷ ι παραληγόμενα δύο εἰσὶν, ἃ καὶ εἰς ους ἔχει τὴν γενικήν· τὸ χαριὴς, ἐξ οὗ καὶ χαριέστερος· καὶ ὑγιὴς, ἐξ οὗ τὸ ὑγιέστερος συγκριτικῶς. Ὑμήν · ὑφήν τίς ἐστιν, ἀπὸ τοῦ ὡς ὑφάσματος εἶναι, λεπτὸν ὄντα. ἔστι δὲ τὸ δέρμα ἡτζίππα τὸν μυελὸν τῆς κεφαλῆς συνέχουσα. οὕτως Ἡρακλείδης. Ὑπήνη · αἱ ὑποκάτω τοῦ γενείου τρίχες· παρὰ τὸ ἴημι· ὁ μέλλων ἤσω· ἤνη καὶ ὑπήνη· παρὰ τὴν ἔσην τῶν τριχῶν. οὕτω Φιλόξενος. ἐξ οὗ καὶ ὑπήνη ο . Φειδωλός τις ὢν ὁ φεύγων τὴν δό καὶ τὸ δοῦναι. οὕτως Ἡρωδιανός. Φρύγανα · τὰ εἰς τὸ φρύγειν καὶ καίειν ἐπιτήδεια. οὕτως Εἰρηναῖος. Ἄρουρα · Ὠρίωνος παρὰ τὸ ἀρεοῦσθαι τὴν γεωργουμένην γῆν. κυρίως δὲ ἡ πρὸς σπορὰν καὶ ἄροσιν ἢ παρὰ τὸ ἀρῶ τὸ ἀροτριῶ ἐπιτηδεία. Γλύφω · ἀπὸ τοῦ γλυφῶ· ὅθεν καὶ βραχὺ ἔχει τὸ υ , ὡς φησὶν Ὧρος ἐν τῷ περὶ διχρόνων. Γραμματείδιον . ἀμφίβολον ἐστὶν εἴτε διὰ τῆς ει διφθόγγου, εἴτε διὰ τοῦ ι . εἰ μὲν οὖν ἀπὸ τοῦ γραμμάτιον, τοῦ σημαίνοντος τὸ μικρὸν γράμμα, διὰ τοῦ ι μακροῦ γράφεται, ὥσπερ ὀψάριον ὀψαρίδιον, λάχανον λαχανίδιον· εἰ δὲ ἀπὸ τοῦ γραμματεῖον γέγονε, τοῦ σημαίνοντος τὴν μικρὰν δέλτον, διὰ τῆς ει διφθόγγου γράφεται, ὥσπερ γραφεῖον γραφείδιον. Ἰστέον δὲ ὅτι τινὲς λέγουσι, γραμματεῖον τὸ μικρὸν ...· ὁ δὲ Ὧρος τὴν μικρὰν δέλτον. Ἔριθος · σημαίνει τὸν ἐργάτην, καὶ τὴν γυναῖκα τὴν ἐργαζομένην τὰ ἔρια. καὶ ἡνίκα μὲν σημαίνει τὸν ἐργάτην, γίνεται ἀπὸ τοῦ ἔρα, ὃ σημαίνει τὴν γῆν. γέγονεν ἔραθος, καὶ τροπῇ τοῦ α εἰς ι , ἔριθος· ἡνίκα δὲ σημαίνει τὴν γυναῖκα τὴν τὰ ἔρια ἐργαζομένην, γίνεται ἀπὸ τοῦ ἔριος ἔριθος.
191 [5] Ἰστέον δὲ ὅτι φησὶν ὁ Ὧρος ὅμοιον εἶναι κατὰ τὴν γραφὴν καὶ τὸ λέκιθος· σημαίνει δὲ τὸν κρόκον τοῦ ὠοῦ. τὸ δὲ ἔριθος ὁ τεχνικὸς Ἀλεξίων διὰ τῆς ει διφθόγγου γράφει· ἡ δὲ παράδοσις διὰ τοῦ ι . Θαμειαί · παρὰ τὸ θαμὰ ἐπίῤῥημα γίνεται οὖν θαμός· θαμειός καὶ θαμειά. τὸ δὲ θαμὰ ἐκ τοῦ ἅμα, πλεονασμῷ τοῦ θ . σεσημείωται κατὰ τὸν τόνον. οὕτως Ὠρίων. καὶ ὁ Χάραξ μᾶλλον τὸ ἅμα ἐκ τοῦ θαμὰ παράγει, ἀποβολῇ τοῦ θ . καὶ βαρύνεται. τὸ δὲ θαμὰ ἐκ τοῦ θαμὸς θαμὴ θαμόν· καὶ θαμὰ ἐπίῤῥημα. γράφεται δὲ διὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὸν συνεχῆ θαμειός· καὶ τὸ θηλυκὸν θαμειά· τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ εια γινόμενα, ἡνίκα προπαροξύνεται. καὶ εἰς τὸ γελοῖος. Λείριον τὸ ἄνθος· καὶ λειρίων τῶν ἀνθῶν. λέγει δὲ ὁ Ὧρος· οὐ δεῖ λέγειν τῶν ἀνθῶν, ἀλλὰ τῶν ἀνθέων· διὰ τὴν σύμπτωσιν τοῦ ἀνθ’ ὧν ὀνόματος· ἀπὸ γὰρ τῆς ἀντὶ προθέσεως καὶ τοῦ ο ὑποτακτικοῦ ἄρθρον. Λείπω διὰ τῆς ει διφθόγγου γράφεται· ἀντιπαράκειται γὰρ αὐτῷ τὸ λέλοιπα. λέγει δὲ ὁ Ὧρος, ὅτι πάντα τὰ παρὰ τὸ λείπω διὰ τῆς διφθόγγου γράφεται, οἷον λειποστράτευτος, λειποταξία, λειποστράτιον· ὁ δὲ Ὠριγένης, διὰ τοῦ ι · οἷον Λωβήσαιο · παρὰ τὸ λωβῶ, πρώτης συζυγίας τῶν περισπωμένων· ἐπειδὴ οἱ παλαιοὶ τοὺς ἔν τινι ἀτοπήματι ἁλόντας ἐνυβρίζοντες τὰ ἄκρα τῶν ὤτων ἀπέτεμνον· ὡς καὶ ὁ ποιητὴς πρὸς τὸν Ἶρον. καὶ ταῦτα ὁ Ὠρίων. ὁ δὲ Ἡρωδιανὸς λέγει, ὅτι ἐκ τοῦ λαβή ἐστιν, ὃ σημαίνει τὸ ξίφος· ἐξ αὐτοῦ γίνεται λάβη, καὶ τὸ α τρέπεται εἰς ω , ὡς ἐμάθομεν, φάρος φαριαμὸς καὶ φωριαμός· καὶ γίνεται λώβη, καὶ βαρύνεται, ἐπειδὴ τὰ εἰς βη λήγοντα δισύλλαβα φύσει μακρᾷ παραλήγεται, ὑπεσταλμένης τῆς οι διφθόγγου, βαρύνεται· Θήβη, ἥβη, στίβη· σημαίνει τὸν ὀρθρινὸν παγετόν· λώβη· τὸ δὲ λαβὴ ὀξύνεται, ἐπειδὴ τὰ εἰς βη λήγοντα κύρια βαρύνεσθαι θέλει· εἰ μέντοι ῥηματικὰ ὑπάρχει, ἢ προσηγορικὰ, ὀξύνεσθαι θέλουσι· τοῦ μὲν προτέρου παραδείγματος, φοίβη, βλάβη, Βοίβη κύριον ὄνομα βαρύνεται· τὸ μέντοι λαβὴ καὶ στιβὴ καὶ λοιβὴ ὀξύνεται, ῥηματικὰ ὑπάρχοντα καὶ προσηγορικά.
192 [35] σεσημείωται τὸ λώβη καὶ βλάβη· λώβη δὲ, τὸ λω μέγα. κανὼν γάρ ἐστιν, ὁ λέγων· τὰ εἰς βη λήγοντα δισύλλαβα βαρύτονα φύσει μακρᾷ θέλουσι παραλήγεσθαι· οἷον, ἥβη, Θήβη, στίβη· μὴδ’ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἔρση. ἢ παρὰ τὸ λῶ τὸ θέλω· κατὰ ἀντίφρασιν· ἣν οὐδεὶς θέλει. Μείς σημαίνει τὸν μῆνα. διὰ τῆς ει διφθόγγου γράφεται, ἐπειδὴ οἱ Δωριεῖς διὰ τοῦ η γράφουσιν αὐτό· ἔθος δὲ ἔχουσι τὴν ει εἰς τὸ η τρέπειν· οἷον, πλείων πλήων· μείων μήων. Ἰστέον δὲ ὅτι τὸ μεὶς μὴν ὑπῆρχε, καὶ ἔτρεψε τὸ η εἰς τὴν ει δίφθογγον· καὶ ἐπειδὴ τὰ εἰς ν λήγοντα ἀρσενικὰ ἢ θηλυκὰ οὐ θέλουσιν ἔχειν πρὸ τοῦ ν δίφθογγον· οἷον σωλὴν, Πλάτων· ἔτρεψε τὸ ν εἰς ϛ , καὶ ἐγένετο μείς. πρόςκειται ἀρσενικὰ καὶ πλη διὰ τὰ οὐδέτερα· οἷον διὰ τὸ διπλοῦν· διὰ τὸ χρυσοῦν. λέγει δὲ ὁ Διονύσιος, ὅτι μὴν ἦν, καὶ ἔτρεψε τὸ ν εἰς ϛ , καὶ ἐγένετο μείς· ἐπειδὴ οἱ ἀρχαῖοι ἠγνόουν τὰ μακρὰ στοιχεῖα, καὶ ἐτίθεσαν ἀντὶ τοῦ η τὸ ε , καὶ ἀντὶ τοῦ ω τὸ ο · οὕτω καὶ ἐνταῦθα ἀντὶ τοῦ η ἔθεικαν τὸ ε , καὶ εἶπον μές· εἶτα λοιπὸν μετὰ τὸ φανῆναι τὰ μακρὰ νομίσαντες ὅτι ἀντὶ τῆς ει κεῖται τὸ ε , προσέθησαν τὸ ι , καὶ ἐγένετο μεὶς διὰ τοῦ ει · ὁ δ’ ἕβδομος ἱστήκει μείς. λέγουσι δὲ τὸ μεῖς ὁ Ὧρος καὶ Ἀρκάδιος καὶ ὁ Εὐδαίμων ἄκλιτον εἶναι· ἡ γενικὴ ὡς κτεὶς κτενός. Ξῖρις διὰ τοῦ ι . ἔστι δὲ εἶδος ἀρωματικοῦ φυτοῦ. Ἰστέον δὲ ὅτι τινὲς μὲν τῶν λεξιγράφων διὰ τοῦ ι γράφουσιν αὐτὸ, τινὲς δὲ διὰ τῆς ει . λέγεται δὲ ξῖρις· ἐξ οὗ καὶ τὰ ξιρία. ὁ μέντοι Ὦρος ἐν τῇ οἰκείᾳ Ὀρθογραφίᾳ διὰ τῆς ει διφθόγγου γράφει. οἷον ἔρις, δῆρις, ἶρις, Σίρις· ὄνομα πόλεως Φοινίκης· κίρις· ἔστι δὲ εἶδος ὀρνέου· Τίρις, Βούσιρις, Ὄσιρις· οὕτω καὶ ξῖρις. πρόσκειται βαρύτονα, διὰ τὸ χειρὶς χειρίδος· σημαίνει δὲ τὸ χειρομάνικον.