τεῖδʼ ἔνεστι πολλὰ καὶ παντοῖα, τοῖς χρήσαιό κα
ποτὶ φίλον, ποτʼ ἐχθρόν, ἐν δίκαι λέγων, ἐν ἁλίαι,
ποτὶ πονηρόν, ποτὶ καλόν τε κἀγαθόν, ποτὶ ξένον,
ποτὶ δύσηριν, ποτὶ πάροινον, ποτὶ βάναυσον, εἴτε τις
ἄλλʼ ἔχει κακόν τι. καὶ τούτοισι κέντρα τεῖδʼ ἔνο,
ἐν δὲ καὶ γνῶμαι σοφαὶ τεῖδε, αἷσιν εἰ πείθοιτό τις,
δεξιώτερός τέ κʼ εἴη βελτίων τʼ ἐς πάντʼ ἀνήρ.
κοὔ τι πολλὰ δεῖ λέγειν, ἀλλʼ ἓμ μόνον, τοῦτʼ ὦν ἔπος
ποττὸ πρᾶγμα ποτιφέροντα τῶνδʼ ἀεὶ τὸ συμφέρον.
αἰτίαν γὰρ ἦχον, ὡς ἄλλως μὲν εἴην δεξιός,
μακρολόγος δʼ οὔ κα δυναίμαν ἐμ βραχεῖ γνώμας λέγειν.
ταῦτα δὴ ʼγὼν εἰσακούσας συντίθημι τὰν τέχναν
τάνδʼ ὅπως εἴπηι τις· Ἐπίχαρμος σοφός τις ἐγένετο,
πόλλʼ ὃς εἶπʼ ἀστεῖα καὶ παντοῖα καθʼ ἓν ἔπος λέγων,
πεῖραν αὐταυτοῦ διδούς, ὡς καὶ βραχέα λέγειν ἔχει κτλ.
ΕΚ ΤΩΝ ΑΛΚΙΜΟΥ ΠΡΟΣ ΑΜΥΝΤΑΝ ΑΒΓΔ
Λαέρτιος Διογένης πολλὰ δὲ καὶ παρʼ Ἐπιχάρμου τοῦ κωμωιδιοποιοῦ
προσωφέληται τὰ πλεῖστα μεταγράψας, καθά φησιν Ἄλκιμος ἐν Τοῖς
πρὸς Ἀμύνταν, ἅ ἐστι τέτταρα, ἔνθα καὶ ἐν τῶι πρώτωι
φησὶ ταῦτα· «φαίνεται δὲ καὶ Πλάτων πολλὰ τῶν Ἐπιχάρμου λέγων· σκεπτέον δέ.
ὁ Πλάτων φησὶν αἰσθητὸν μὲν εἶναι τὸ μηδέποτε ἐν τῶι ποιῶι μηδὲ ποσῶι διαμένον,
ἀλλʼ ἀεὶ ῥέον καὶ μεταβάλλον· ὡς ἐξ ὧν ἄν τις ἀνέληι τὸν ἀριθμόν, τούτων
οὔτε ἴσων οὔτε τινῶν οὔτε ποσῶν οὔτε ποιῶν ὄντων—ταῦτα δʼ ἐστὶν ὧν ἀεὶ γένεσις,
οὐσία δὲ μηδέποτε πέφυκε. νοητὸν δὲ ἐξ οὗ μηθὲν ἀπογίνεται μηδὲ προσγίνεται.
τοῦτο δʼ ἐστὶν ἡ τῶν ἀιδίων φύσις, ἣν ὁμοίαν τε καὶ τὴν αὐτὴν ἀεὶ συμβέβηκεν
εἶναι. καὶ μὴν ὅ γε Ἐ. περὶ τῶν αἰσθητῶν καὶ νοητῶν ἐναργῶς εἴρηκεν·
—ἀλλʼ ἀεί τοι θεοὶ παρῆσαν χὐπέλιπον οὐ πώποκα,
τάδε δʼ ἀεὶ πάρεσθʼ ὁμοῖα διά τε τῶν αὐτῶν ἀεί.
—ἀλλὰ λέγεται μὰν Χάος πρᾶτον γενέσθαι τῶν θεῶν.
—πῶς δέ κα; μὴ ἔχον γʼ ἀπό τινος μηδʼ ἐς ὅ τι πρᾶτον μόλοι.
—οὐκ ἄρʼ ἔμολε πρᾶτον οὐθέν; —οὐδὲ μὰ Δία δεύτερον
τῶνδέ γʼ ὧν ἁμὲς νῦν ὧδε λέγομες, ἀλλʼ ἀεὶ τάδʼ ἦς.
καί·
—αἰ πὸτ ἀριθμόν τις περισσόν, αἰ δὲ λῆις πὸτ ἄρτιον,
ποτθέμειν λῆι ψᾶφον ἢ καὶ τᾶν ὑπαρχουσᾶν λαβεῖν,
ἦ δοκεῖ κά τοί γʼ ἔθʼ ωὑτὸς εἶμεν; —οὐκ ἐμίν γά κα.
—οὐδὲ μὰν οὐδʼ αἰ ποτὶ μέτρον παχυαῖον ποτθέμειν
λῆι τις ἕτερον μᾶκος ἢ τοῦ πρόσθʼ ἐόντος ἀποταμεῖν,
ἔτι χʼ ὑπάρχοι κῆνο τὸ μέτρον; —οὐ γάρ. —ὧδε νῦν ὅρη
καὶ τὸς ἀνθρώπως· ὁ μὲν γὰρ αὔξεθʼ, ὁ δέ γα μὰν φθίνει,
ἐν μεταλλαγᾶι δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον.
ὃ δὲ μεταλλάσσει κατὰ φύσιν κοὔποκʼ ἐν ταὐτῶι μένει,
ἕτερον εἴη κα τόδʼ ἤδη τοῦ παρεξεστακότος,
καὶ τὺ δὴ κἀγὼ χθὲς ἄλλοι καὶ νὺν ἄλλοι τελέθομες,
καὖθις ἄλλοι κοὔποχʼ ωὑτοὶ καττὸν αὐτὸν αὖ λόγον.»
Πλούταρχος ὁ τοίνυν περὶ αὐξήσεως λόγος ἐστὶ μὲν ἀρ-
χαῖος· ἠρώτηται γάρ, ὥς φησι Χρύσιππος, ὑπʼ Ἐπιχάρμου.
Πλούταρχος ταῦτά γε τοῖς Ἐπιχαρμείοις ἔοικεν, ἐξ ὧν ὁ αὐξόμενος ἀνέφυ τοῖς σοφι-
σταῖς λόγος· ὁ γὰρ λαβὼν πάλαι τὸ χρέος νῦν οὐκ ὀφείλει γεγονὼς ἕτερος· ὁ δὲ
κληθεὶς ἐπὶ δεῖπνον ἐχθὲς ἄκλητος ἥκει τήμερον· ἄλλος γάρ ἐστι.
Ἀνώνυμος ὑπόμνημα εἰς τὸν Πλάτωνος Θεαίτητον καὶ ἐκωμώιδησεν αὐτὸ ἐπὶ τοῦ ἀπαιτου-
μένου συμβολὰς καὶ ἀρνουμένου τοῦ αὐτοῦ εἶναι διὰ τὸ τὰ μὲν προσγεγενῆσθαι,
τὰ δὲ ἀπεληλυθέναι, ἐπεὶ δὲ ὁ ἀπαιτῶν ἐτύπτησεν αὐτὸν καὶ ἐνεκαλεῖτο, πάλιν
κἀκείνου φάσκοντος ἕτερον μὲν εἶναι τὸν τετυπτηκότα, ἕτερον δὲ τὸν ἐγκαλούμενον.
ἔτι φησὶν ὁ Ἄλκιμος καὶ ταυτί· «φασὶν οἱ σοφοὶ τὴν ψυχὴν τὰ μὲν διὰ
τοῦ σώματος αἰσθάνεσθαι, οἷον ἀκούουσαν, βλέπουσαν· τὰ δʼ αὐτὴν καθʼ αὑτὴν
ἐνθυμεῖσθαι, μηδὲν τῶι σώματι χρωμένην. διὸ καὶ τῶν ὄντων τὰ μὲν αἰσθητὰ
εἶναι, τὰ δὲ νοητά. ὧν ἕνεκα καὶ Πλάτων ἔλεγεν ὅτι δεῖ τοὺς συνιδεῖν τὰς τοῦ
παντὸς ἀρχὰς ἐπιθυμοῦντας πρῶτον μὲν αὐτὰς καθʼ αὑτὰς διελέσθαι τὰς ἰδέας,
οἷον ὁμοιότητα καὶ μονάδα καὶ πλῆθος καὶ μέγεθος καὶ στάσιν καὶ κίνησιν· δεύ-
τερον αὐτὸ καθʼ αὑτὸ τὸ καλὸν καὶ ἀγαθὸν καὶ δίκαιον καὶ τὰ τοιαῦτα ὑποθέσθαι.
τρίτον τῶν ἰδεῶν συνιδεῖν ὅσαι πρὸς ἀλλήλας εἰσίν, οἷον ἐπιστήμην ἢ μέγεθος ἢ
δεσποτείαν, ἐνθυμουμένους ὅτι τὰ παρʼ ἡμῖν διὰ τὸ μετέχειν ἐκείνων ὁμώνυμα
ἐκείναις ὑπάρχει· λέγω δὲ οἷον δίκαια μὲν ὅσα τοῦ δικαίου, καλὰ δὲ ὅσα τοῦ καλοῦ.
ἔστι δὲ τῶν εἰδῶν ἓν ἕκαστον ἀίδιόν τε καὶ νόημα καὶ πρὸς τούτοις ἀπαθές· διὸ
καί φησιν ἐν τῆι φύσει τὰς ἰδέας ἑστάναι καθάπερ παραδείγματα,
τὰ δʼ ἄλλα ταύταις ἐοικέναι τούτων ὁμοιώματα καθεστῶτα. ὁ τοίνυν
Ἐ. περί τε τοῦ ἀγαθοῦ καὶ περὶ τῶν ἰδεῶν οὕτω λέγει·
—ἆρʼ ἔστιν αὔλησίς τι πρᾶγμα; —πάνυ μὲν οὖν.
—ἄνθρωπος οὖν αὔλησίς ἐστιν; —οὐθαμῶς.
—φέρε ἴδω, τί δʼ αὐλητάς; τίς εἶμέν τοι δοκεῖ;
ἄνθρωπος, ἢ οὐ γάρ; —πάνυ μὲν οὖν. —οὐκ οὖν δοκεῖς
οὕτως ἔχειν κα καὶ περὶ τἀγαθοῦ; τὸ μὲν
ἀγαθὸν τὸ πρᾶγμα εἶμεν καθʼ αὕθʼ· ὅστις δέ κα
εἰδῆι μαθὼν τῆνο, ἀγαθὸς ἤδη γίγνεται.
ὥσπερ γάρ ἐστʼ αὔλησιν αὐλητὰς μαθών
ἢ ὄρχησιν ὀρχηστάς τις ἢ πλοκεὺς πλοκάν,
ἢ πᾶν γʼ ὁμοίως τῶν τοιούτων ὅ τι τὺ λῆις,
οὐκ αὐτὸς εἴη κα τέχνα, τεχνικός γα μάν.
Πλάτων ἐν τῆι περὶ τῶν ἰδεῶν ὑπολήψει φησίν, εἴπερ
ἔστι μνήμη, τὰς ἰδέας ἐν τοῖς οὖσιν ὑπάρχειν διὰ τὸ τὴν μνήμην ἠρεμοῦντός τινος
καὶ μένοντος εἶναι· μένειν δὲ οὐδὲν ἕτερον ἢ τὰς ἰδέας. «τίνα γὰρ ἂν τρόπον, φησί,
διεσώιζετο τὰ ζῶια μὴ τῆς ἰδέας ἐφαπτόμενα, καὶ πρὸς τοῦτο τὸν νοῦν φυσικῶς
εἰληφότα; νῦν δὲ μνημονεύει τῆς ὁμοιότητος γενέσεώς τε
καὶ τροφῆς, ὁποία τίς ἐστιν αὐτοῖς, ἐνδεικνύμενα διότι πᾶσι τοῖς ζώιοις ἔμφυτός
ἐστιν ἡ τῆς ὁμοιότητος θεωρία· διὸ καὶ τῶν ὁμοφύλων αἰσθάνεται». πῶς οὖν ὁ Ἐ.;
Εὔμαιε, τὸ σοφόν ἐστιν οὐ καθʼ ἓν μόνον,
ἀλλʼ ὅσσα περ ζῆι, πάντα καὶ γνώμαν ἔχει.
καὶ γὰρ τὸ θῆλυ τᾶν ἀλεκτορίδων γένος,
αἰ λῆις καταμαθεῖν ἀτενές, οὐ τίκτει τέκνα
ζῶντα, ἀλλʼ ἐπώιζει καὶ ποιεῖ ψυχὰν ἔχειν.
τὸ δὲ σοφὸν ἁ φύσις τόδʼ οἶδεν ὡς ἔχει
μόνα· πεπαίδευται γὰρ αὐταύτας ὕπο.
καὶ πάλιν·
θαυμαστὸν οὐδὲν ἁμὲ ταῦθʼ οὕτω λέγειν
καὶ ἁνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν
καλῶς πεφύκειν· καὶ γὰρ ἁ κύων κυνί
κάλλιστον εἶμεν φαίνεται, καὶ βοῦς βοΐ,
ὄνος δὲ ὄνωι κάλλιστον, ὗς δέ θην ὑί.
καὶ ταῦτα μὲν καὶ τὰ τοιαῦτα διὰ τῶν τεττάρων βιβλίων παραπήγνυσιν
ὁ Ἄλκιμος, παρασημαίνων τὴν ἐξ Ἐπιχάρμου Πλάτωνι περιγενομένην ὠφέλειαν.
ὅτι δʼ οὐδʼ αὐτὸς Ἐ. ἠγνόει τὴν αὑτοῦ σοφίαν, μαθεῖν ἔστι κἀκ τούτων ἐν οἷς τὸν
ζηλώσοντα προμαντεύεται·
ὡς δὲ ἐγὼ δοκέω—δοκέω γάρ; σάφα ἴσαμι τοῦθʼ, ὅτι
τῶν ἐμῶν μνάμα ποκʼ ἐσσεῖται λόγων τούτων ἔτι.
καὶ λαβών τις αὐτὰ περιδύσας τὸ μέτρον ὃ νῦν ἔχει,
εἷμα δοὺς καὶ πορφυροῦν, λόγοισι ποικίλας καλοῖς,
δυσπάλαιστος ὢν τὸς ἄλλως εὐπαλαίστους ἀποφανεῖ.
Εὐστράτιος ὁ τῆς Νικαίας ἐν Ἡρακλεῖ τῶι
παρὰ Φόλωι·
ἀλλὰ μὰν ἐγὼν ἀνάγκαι ταῦτα πάντα ποιέω·
οἴομαι δʼ οὐδεὶς ἑκὼν πονηρὸς οὐδʼ ἄταν ἔχων.
ΑΞΙΟΠΙΣΤΟΥ ΓΝΩΜΑΙ
Ἰωάννης ὁ Στοβαῖος Μενάνδρου
ὁ μὲν Ἐπίχαρμος τοὺς θεοὺς εἶναι λέγει
ἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέρας·
ἐγὼ δʼ ὑπέλαβον χρησίμους εἶναι θεούς
τἀργύριον ἡμῖν καὶ τὸ χρυσίον μόνους.
συνεκρίθη καὶ διεκρίθη κἀπῆλθεν ὅθεν ἦλθεν πάλιν,
γᾶ μὲν εἰς γᾶν, πνεῦμα δʼ ἄνω· τί τῶνδε χαλεπόν; οὐδὲ ἕν.
ἅ γα φύσις ἀνδρῶν τί ὦν; ἀσκοὶ πεφυσιαμένοι.
ἀποθανεῖν μὴ εἴη, τεθνάκειν δʼ οὐκ ἐμίν γα διαφέρει.
νοῦς ὁρῆι καὶ νοῦς ἀκούει· τἆλλα κωφὰ καὶ τυφλά.
νᾶφε καὶ μέμνασʼ ἀπιστεῖν· ἄρθρα ταῦτα τᾶν φρενῶν.
Ἀριστοτέλης χαλεπὸν δʼ ἐκ μὴ καλῶς ἐχόντων
λέγειν καλῶς κατʼ Ἐπίχαρμον· ἀρτίως τε γὰρ λέλεκται καὶ εὐθέως φαίνεται
οὐ καλῶς ἔχον.
τὰ πρὸ τοῦ δύʼ ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω.
ὁ τρόπος ἀνθρώποισι δαίμων ἀγαθός, οἷς δὲ καὶ κακός.
ἐφόδιον θνατοῖς μέγιστόν ἐστιν εὐσεβὴς βίος.
ἀνδρὶ δʼ ὑγιαίνειν ἄριστόν ἐστιν, ὥς γʼ ἐμὶν δοκεῖ.
θνατὰ χρὴ τὸν θνατόν, οὐκ ἀθάνατα τὸν θνατὸν φρονεῖν.
τόκα μὲν ἐν τήνων ἐγὼν ἦν, τόκα δὲ παρὰ τήνοις ἐγών.
γνῶθι πῶς ἄλλωι κέχρηται ...
εὐσεβὴς νόωι πεφυκὼς οὐ πάθοις κʼ οὐδὲν κακόν
κατθανών· ἄνω τὸ πνεῦμα διαμενεῖ κατʼ οὐρανόν.
Κλήμης ὁ Ἀλεξανδρεύς ὁ μὲν Ἐπίχαρμος — Πυθαγόρειος δὲ
ἦν — λέγων
οὐδὲν ἐκφεύγει τὸ θεῖον· τοῦτο γινώσκειν σε δεῖ·
αὐτός ἐσθʼ ἁμῶν ἐπόπτης, ἀδυνατεῖ δʼ οὐδὲν θεός.
ὡς πολὺν ζήσων χρόνον χὠς ὀλίγον, οὕτως διανοοῦ.
ἐγγύα δʼ ἄτας γα θυγάτηρ, ἐγγύας δὲ ζαμία.
καθαρὸν ἂν τὸν νοῦν ἔχηις, ἅπαν τὸ σῶμα καθαρὸς εἶ.
αἴ τί κα ζατῆις σοφόν, τᾶς νυκτὸς ἐνθυμητέον.
καί·
πάντα τὰ σπουδαῖα νυκτὸς μᾶλλον ἐξευρίσκεται.
οὐ λέγειν τύ γʼ ἐσσὶ δεινός, ἀλλὰ σιγᾶν ἀδύνατος.
ἁ δὲ χεὶρ τὰν χεῖρα νίζει· δός τι καὶ λάβοις τί κα.
Πλούταρχος
οὐ φιλάνθρωπος τύ γʼ ἔσσʼ, ἔχεις νόσον· χαίρεις διδούς.
ποτὶ πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία.
ἁ δὲ μελέτα φύσιος ἀγαθᾶς πλέονα δωρεῖται, φίλοι.
τίς δέ κα λώιη γενέσθαι μὴ φθονούμενος, φίλοι;
δῆλον ὡς ἀνὴρ παρʼ οὐδέν ἐσθʼ ὁ μὴ φθονούμενος·
τυφλὸν ἠλέησʼ ἰδών τις, ἐφθόνησε δʼ οὐδὲ εἷς.
σώφρονος γυναικὸς ἀρετὰ τὸν συνόντα μὴ ἀδικεῖν.
Ξενοφῶν ὁ Ἀθηναῖος μαρτυρεῖ δὲ καὶ Ἐ. ἐν τῶιδε·
τῶν πόνων πωλοῦσιν ἡμῖν πάντα τἀγάθʼ οἱ θεοί.
καὶ ἐν ἄλλωι δὲ τόπωι φησίν·
ὦ πονηρέ, μὴ τὰ μαλακὰ μῶσο, μὴ τὰ σκλήρʼ ἔχηις.
πρὸς δὲ τὸς πέλας πορεύου λαμπρὸν ἱμάτιον ἔχων,
καὶ φρονεῖν πολλοῖσι δόξεις, τυχὸν ἴσως οὐδὲν φρονῶν.
τῶι λόγωι μὲν εὖ διέρχηι πάντα, τῶι δʼ ἔργωι κακῶς.
φύσιν ἔχειν ἄριστόν ἐστι, δεύτερον δὲ μανθάνειν.
οὐ μετανοεῖν ἀλλὰ προνοεῖν χρὴ τὸν ἄνδρα τὸν σοφόν.
μὴ ἐπὶ μικροῖς αὐτὸς αὐτὸν ὀξύθυμον δείκνυε.
ἐπιπολάζειν οὔ τι χρὴ τὸν θυμόν, ἀλλὰ τὸν νόον.
οὐδὲ εἷς οὐδὲν μετʼ ὀργῆς κατὰ τρόπον βουλεύεται.
ΤΑΛΕΑΣ γάρ ἐσθʼ ὁ φρόνιμος· ὡς δὲ τοῦθʼ οὕτως ἔχει·
χῶρος οἰκία τυραννὶς πλοῦτος ἰσχὺς καλλονά
ἄφρονος ἀνθρώπου τυχόντα καταγέλαστα γίνεται.
ἁδοναὶ δʼ εἰσὶν βροτοῖσιν ἀνόσιοι λαστήριοι·
καταπεπόντισται γὰρ εὐθὺς ἁδοναῖς ἀνὴρ ἁλούς.
Ἐπιχάρμου
ἥκιστά γʼ ὅστις δυστυχῶν βίον τʼ ἔχων
μηδὲν καλόν τε κἀγαθὸν ψυχᾶι διδῶι,
ἐγὼν μὲν αὐτὸν οὔτι φασῶ μακάριον,
φύλακα δὲ μᾶλλον χρημάτων ἄλλωι τελεῖν.
Ἐυριπίδου
εἰ δʼ εὐτυχῶν τις καὶ βίον κεκτημένος
μηδὲν δόμοισι τῶν καλῶν θηράσεται,
ἐγὼ μὲν αὐτὸν οὔποτʼ ὄλβιον καλῶ,
φύλακα δὲ μᾶλλον χρημάτων ἄλλων λέγω.
ΑΞΙΟΠΙΣΤΟΥ ΚΑΝΩΝ
ΧΡΥΣΟΓΟΝΟΥ ΠΟΛΙΤΕΙΑ
Κλήμης ὁ Ἀλεξανδρεύς ὅ τε κωμικὸς Ἐ. σαφῶς περὶ τοῦ
λόγου ἐν τῆι Πολιτείαι λέγει ὧδέ πως·
ὁ βίος ἀνθρώποις λογισμοῦ κἀριθμοῦ δεῖται πάνυ·
ζῶμεν ἀριθμῶι καὶ λογισμῶι· ταῦτα γὰρ σώιζει βροτούς.
εἶτα διαρρήδην ἐπιφέρει·
ὁ λόγος ἀνθρώπους κυβερνᾶι κατὰ τρόπον σώιζει τʼ ἀεί.
ἔστιν ἀνθρώπωι λογισμός, ἔστι καὶ θεῖος λόγος·
ὁ δέ γε τἀνθρώπου πέφυκεν ἀπό γε τοῦ θείου λόγου,
καὶ φέρει πόρους ἑκάστωι περὶ βίου καὶ τᾶς τροφᾶς.
ὁ δέ γε ταῖς τέχναις ἁπάσαις συνέπεται θεῖος λόγος,
ἐκδιδάσκων αὐτὸς αὐτούς, ὅ τι ποιεῖν δεῖ συμφέρον.
οὐ γὰρ ἄνθρωπος τέχναν τινʼ εὗρεν, ὁ δὲ θεὸς τοπάν.
ΧΙΡΩΝ
καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο.
Λεξικὰ Σεγουηριανά ἡμιλίτριον· Ἐ. Χίρωνι.
ΟΨΟΠΟΙΙΑ
Λεξικὰ Σεγουηριανά ἡμίνα· ἐν τῆι ἀναφερομένηι εἰς
Ἐπίχαρμον Ὀψοποιίαι.
ΕΠΙΓΡΑΜΜΑ
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἔστι δὲ καὶ ἐπίγραμμα ὃ εἰς Ἐπίχαρμον
ἀναφέρεται·
εἰμὶ νεκρός· νεκρὸς δὲ κόπρος, γῆ δʼ ἡ κόπρος ἐστίν·
εἰ δʼ ἡ γῆ θεός ἐστʼ, οὐ νεκρός, ἀλλὰ θεός.
ΠΡΟΣ ΑΝΤΗΝΟΡΑ
Πλούταρχος Πυθαγόραν τῆι πολιτείαι Ῥωμαῖοι προσέγραψαν,
ὡς ἱστόρηκεν Ἐπίχαρμος ὁ κωμικὸς ἔν τινι λόγωι πρὸς Ἀντήνορα γεγραμμένωι,
παλαιὸς ἀνὴρ καὶ τῆς Πυθαγορικῆς διατριβῆς μετεσχηκώς.