eul_wid: kfk-ac
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Anonymous New Comedies by Comic Fragments of Old and New Comedy

Anonymous New Comedies is a modern designation for a collection of 158 anonymous dramatic fragments attributed to the genre of New Comedy. These excerpts, drawn from various lost plays, are systematically categorized under the label Comic Fragments Anonymous I as part of the study of unattributed comic material. Preserved through quotation by later ancient authors, the fragments are compiled in modern editorial projects such as Comic Fragments. They offer insights into the language, standard scenarios, and stock characters of New Comedy despite their fragmentary state. The content reflects the genre's conventional themes, including romantic love, marriage, family conflicts, and the role of fortune and recognition. The fragments typically feature the familiar social comedies of conduct involving stock characters like the cunning slave, the parasite, and the boastful soldier.

The fragments survive indirectly, having been quoted for grammatical, lexical, or cultural illustration by later prose authors. Primary sources for their preservation include Athenaeus’s Deipnosophistae, Stobaeus’s Anthology, and various lexicographers and scholiasts. No direct manuscript tradition exists for these fragments as coherent, standalone works. While these anonymous pieces lack a direct traceable influence, they are crucial for reconstructing the full scope and common practices of New Comedy beyond the complete works of Menander. The genre itself, defined by these domestic and romantic plots, profoundly shaped subsequent Western comedic tradition through Roman adaptations by Plautus and Terence.

οὗτος πατὴρ τῆς παιδός; εἰ γὰρ ὤφελεν.
ε μακρολόγος θεὸς
τοὺς ἀκούοντας λάβῃ
γὰρ ὡς πειρωμένους
τὸ πρῶτον ὃν τρόπον
καὶ τὸ δεύτερον πάλιν
ταιουδε καὶ τὰς αἰτίας
καὶ τὰς ἀποδείξεις, ἐξ ἀνάγκης γίνεται
μυριάκις ἀγκωνισαμένοις, ῥῆσιν λέγειν
μακρὰν ὀχληράν, ἐκδιδάσκοντας σαφῶς
κἀκτιθεμένους καθʼ ἕκαστον, ὧν εὖ οἶδʼ ὅτι
οὐθεὶς μεμάθηκεν οὐθέν, ἀλλὰ τοῦθʼ ὁρᾷ
καὶ ἄπεισιν· ὑμᾶς δʼ ἐξ ἀνάγκης βούλομαι
πᾶν κατανοῆσαι, καὶ θεοῦ τι, νὴ Δία,
ἄξιον ἐνεγκεῖν αὐτός, ἀλλʼ ὄντως θεοῦ·
πρέπει Διονύσῳ γάρ τι πιστεύειν ἐμοί. —
… ἐγένοντο Σωσθένης καὶ Δημέας·
ὄντες δʼ ἀδελφοὶ δύο ποτʼ εἰς τὰς ἐχομένας
γυναῖκʼ ἔγημαν οἰκίας καὶ γίνεται
παῖς τῷ μὲν αὐτῶν, θυγάτριον δὲ θατέρῳ.
ἔπειτʼ ἀποδημία τις ἀμφοτέροις ἅμα
εἰς τὴν Ἀσίαν ἐκεῖ τε περὶ τῶν σωμάτων
κίνδυνος, εἱρχθέντος γὰρ αὐτῶν θατέρου
καὶ προστάτην σχόντος τινʼ ἄδικον ἅτερος
ἔσπευδε τὴν σωτηρίαν· ἔπειθʼ ὁ μὲν
φεύγει λαθών, ὁ δʼ ἐκεῖνον ἐκκλέψαι δοκῶν
δεῖται διὰ τοῦτο, καὶ γέγονεν ἑκκαίδεκα
ἅπαν τὸ μῆκος τῆς ἀποδημίας ἔτη.
τί δʼ ἔδει, τίς ἂν φήσειεν, ἀμφοτέροις ἅμα
ἐτῶν τοσούτων, καὶ τί τἀναγκαῖον ἦν ...
...]ην̣ δ̣η̣π̣[...
...]. μὰ τὸν Δ̣ία[ ...
...].ν τάχιστα φεύξομαι
...]σχολὴν μὲν̣ ἐ̣[...
...]α̣ις εἶ̣μ̣ι̣ ταύτην̣ [...
]ἐγ̣ χάρακι κοὐχὶ κατὰ π̣ό̣δ̣α̣
...]ου̣σ̣ιν, ἡνίκʼ ἂν συμβῇ π̣ό̣τ̣ο̣ς
]αὐλητρίδʼ ἡμεῖν ἀγάγετε.
...]η̣ βαλανεῖόν ἐστί που
... ]ἔγνωκας εἶναι πανταχοῦ
...].ος πάνθʼ ἑαυτῷ περιαγ̣[...
...]..ται πρῶτον εὐθὺς εἷς ὄνος.
[ἂν γάρ] τις ἀπολειφθέντος ἀνακράγῃ τόπου
«ὄνος προσέρχετʼ», εὐθὺς ἄλλος ἀνέκραγεν,
ἔπειτα δʼ ἕτερος πάλιν «ὄνος προσέρχεται»
[κᾆτʼ αὖθις] ἄ̣λ̣λ̣ο̣ς̣ «τὸ βαλανεῖόν ἐστʼ ὄνος».
[σὲ δʼ εἰ] πότος τις ἢ θυσία τις γίνεται,
ἐγὼ οἶδʼ ἐρεῖν «μουσουργὸν ἡμεῖν ἀγάγετε».
...]..ζει, δεῖ δʼ ὑπάρχειν εὐτρεπῆ
...]νας. — ἀηδίας λέγεις.
[— ........].ν δʼ ἔχοντες ἀξιοῦτε ἐρᾶν
...]τ̣α̣.......α̣ρ..ας καὶ θ̣εῖν μόνον.
...]ε̣ν̣.. ἄλλʼ οὐθέν. — ὦ μαστιγία. —
[— .....].ϲ. — ὑπομένω σε δήπουθεν πάλαι
σὺ δὲ βδελυρεύῃ πρός με καὶ σπαθᾷς ἔχων
...]υ̣νθ̣ο̣ν̣...ς σ̣ὺ πρώτιστος βίον
...]τ̣α̣λ̣ου μὰ τὸν Δίʼ οὐκ ὄνους ἄγων
...].ντ̣αι̣ καὶ βαλανεῖα καὶ τρυφήν·
[— ....].ος δυστυχὲς θωράκιον
...].... τοῦ δεσπότου
...]....μὴν κακοῦ
...].... κ̣αὶ τὴν ἁμίδʼ ἀνῇ.
ν̣ό̣μιζ̣ε̣ α̣λ̣ι̣....τ̣ρ̣έχ̣ε̣ιν Ὀλύμπια.
ἐὰ̣ν̣ δ̣ι̣α̣φύ̣γ̣ῃς, εὐτυχὴς ἄνθρωπος εἶ. —
ὦ Ἡράκλεις, τί ποτʼ ἐστὶ τὸ γεγενημένον; —
νῦν οἶδʼ ἀκριβῶς, διότι τῆς οἰκουμένης
ἱερὰ σαφῶς αὕτη ʼστὶν ἡ χώρα μόνη
κἀνθάδε κατοικήσασι πάντες οἱ θεοί,
καὶ νῦν ἔτʼ εἰσὶ καὶ γεγόνασιν ἐνθάδε. —
Στρόβιλε. — ΣΤΡ. Ἄπολλον καὶ θεοί, τοῦ πνεύματος.
παῖ δυστυχὲς Στρόβιλε. — Σ. τίς κέκληκ̣έ̣ μ̣ε[; —
ἐγώ. — Σ. σὺ δʼ εἶ τίς, ὦ κράτιστε τῶν̣ θ̣εῶν̣; —
ὡς εἰς καλ̣όν ϲ̣ʼ ἑ̣όρα̣κα̣. — Σ. τίς̣ [...
σω̣σ...
[.]λ̣α̣της̣ μ̣ε̣..[.] π̣ά̣ν̣τα μετ̣ε.....τεκεῖν̣
σκοπεῖν, προ̣σιέν̣αι π̣ᾶ̣σ̣ι πε̣..λ̣η̣...ε̣..
εἰ̣ δ̣υν̣α̣τόν ἐστι τῆς κόρης αὐτῷ̣ τυχεῖν̣,
ὅ̣τ̣ι̣ τῆς ἀν̣οίας μεσ̣τ̣ὸς ἦν τη̣...ν.
ἐπόησα, ἅ μοι προσέταττεν. εὗρον οἰκίαν.
ἀδύνατον ἦν̣ ......[..
αὐτὴν νομαρχ̣[
ἐν ζηλοτυπίαι[ τ̣ρ̣.[
]εὐθὺς συλλαβῆς μιᾶς. — Β. τί; Α. πῦρ.
]. ὄ̣ν̣ο̣μά τ̣ι τοῦτο; — Β. πῦρ. — Α. ἀκήκοα·
]π̣ε νίκαις ἀγαθὸς εἰς τὴν Ἑλλάδα
]εὐ̣λ̣ογῆσαι πα̣..α̣υσ̣ε̣δεν..[
].ϲ̣ μικρὸς φ̣ο..ρ ἐφοδι̣[
]να̣λλ̣ε̣δ̣.α̣ου̣. π̣οτεν̣[
πτέρυξ χιτωνίσκου γυναικείου διπλῆς
… πτ … ρσωμ, ἡνίκʼ ἐξεπέμπομεν
… ξένην σε τὴν τότʼ ουσαν τέκνα
… ἔνεστιν, ἀλλὰ τῷ βεβαμμένῳ
μετέχουσα χρώματος φύσιν
… δους, τοὐμ μέσῳ δὲ πορφύρας.
ἤδη καὐτὸς ἐμβλέπω σε, παῖ,
… ηται καιρός· ὡς παρʼ ἐλπίδας
… ημι λαμπαδηφόρου
… ντος ὑπεραγωνιῶν.
… τι, μῆτερ, ἀλλὰ τί
… τος, ὃ νομίζω καλεῖν
… εκτον χρόνον.
ἐλπίσασά τε
… η τύχη
σύμβολον
… ημα, παῖ
γαμουμένη
ἀλλὰ γνωρίσῃ
… λλων τέκνα
παρʼ ἐλπίδας φανεὶς
… λαβεῖν
ἴωμεν εἴσω δεῦρο
ἄνερ, ἐνθάδʼ ἐστὶ …
ἡμῖν τε ποιήσειν ἕτοιμος
ἔφη προελθὼν ἐχθὲς εἰς ομ …
ὁ Μοσχίων ἀδελφὸς ἐμός ἐστιν, πάτερ;
ἀδελφός· ἀλλὰ δεῦρο προσ …
ἡμᾶς γὰρ ἔνδον προσδ …
ΧΟΡΟΥ ἐμοὶ τί σὺ σπουδαῖον
ὥστʼ ἄξιον ταύτης …
ἣν κεκόμικάς με δεόμενος
ἀεί τι μικρὸν ἔτι προελθεῖν
ἄξιον ἀκριβῶς ἴσθι γίνεσθαι
τίς εἰμι μὰ τὸν Ἥφαιστον
σπουδαῖον ἂν δέξῃ μ …
λαλοῦντα γάρ σε θηρίον
πρὸς τὸν τελώνην λιθιν
σπασάμενον εὐθὺς ημ
ἐξ ὅτουπερ ἐγενόμην
ᾡκότριψ Δρόμων
εὐεργέτην
ὁ Διόνυσος ἀπολέσαι
… ιες οὐδʼ ἁπλοῦν φρενῶν
… ην ἀνείρηκάς με νῦν
… τʼ ἐπυθόμην, ὅτι
τὸ παιδίον χάριν
… ν φιλανθρώπων κακῶς
… ὡς ολ … τι τὴν μὲν παρθένον
… νῦν οἶδεν ἐνδεέστερον
τρίτον τʼ ἐρῶντα …
λέγοντα τούτους τοὺς λόγους ἐμοι·
ἐμοὶ δὲ καὶ τούτῳ τί πρᾶγμʼ ἐστιν;
μὴ τοῦτον ἡμῖν τὸν τρόπον λαλῇ,
τολμητέον γάρ ἐστιν· ἀλλʼ εἰ …
τούτων ἀληθὲς ὁ θεράπων τι …
ἅπασιν ἡμῖν τοῖς πολίταις ἡ κ …
οὐκ ἀλλοτρία. πρῶτον μὲν αὐτ … ν
ὦ μῆτερ, εἶτα καὶ τὰ πολλὰ ἀκήκοα
τούτου λέγοντος ἄρτι πρὸς τὸν δεσπότην,
ὁ δὲ κόκκινος γενόμενος ὑπανεδύετο
κοὐ παντελῶς ἦν βδελυρός· οὐ σφόδρʼ ἤρεσεν
πᾶσιν δέ, μοιχώδης δὲ μᾶλλον κατεφάνη
μέγʼ ἐγκραγόντος …
δὲ τοῦτον εἷς θʼ ἡμῶν γενόμενος ἔβλεπεν
εἰς τὴν κόρην ἐλάλει τε τοῖς ἐγγύς· σὺ δὲ—
… ων ἀπολεσάντων παιδίον
ἐκδόντων τρέφειν ἢ τὸν τόπον
… γεγραμμένων ἄλλως ἐκεῖ
… ον ποτʼ ἐστὶν οὕτω μαρτυρεῖν
… τοιοῦτον ἄν τις εὕροι πολλαχοῦ
ἐν ἄστει, τοῦ δὲ Ἐλευσίς ἐστι καὶ
πανήγυρίς που· τίς νοήσει πρὸς θεῶν
… πεῖται δῆμος εἷς τις; οὐ ταχὺ
… ἀφελκύσαις ἄν· εἰ δὲ περιμενῶ
… ἔτι λέγοντος ἑσπέρα
τί γὰρ πλέον τ̣ό̣δʼ ἐψ̣όφ̣ηκεν ἡ θύρα;
ἐξέρχεταί τι̣ς̣. τὴν σπυρίδα ταύτην, ἐν [ᾗ]
ἐνταῦθα τοὺς̣ ἄ̣ρ̣τ̣ους ἐκόμισας, ἀπόφερε
ἀπόδο̣ς τε τῷ χ̣ρή̣σ̣αντι τῷ Νουμηνίῳ[·
[...] δ̣ὲ τα̣..ῳ δεῦρʼ ἀναστρέψας πάλιν.
[...] τί λέγετε; — τί̣ δʼ ἂν ἔχοιμεν ἄλλο πλὴν
[...]ε̣π̣..[.]μ̣εν ἀποτρέχειν ταύτας με δεῖ
[...]α̣τα.[......]μωμ μὲν οὐδὲγ κωλύει.
οὔτ̣ο̣ι δ̣ʼ ἔτ̣ʼ ο̣ἶδ̣α π̣ῶς δυνήσετʼ ἀπιέναι. —
πῶς̣ [...]. ἀπῆλθε̣ν; — η[....]ς̣ ἐπίσχετε. —
ὦ τᾶν̣ [..].[...].νω̣ λα̣.ειν ταύτην ἐγ̣ὼ
πρῶτον[ ....] ἐκ πολεμίωμ φεύγετε
τὸ δη[.....]α̣. — ταῦτα πρᾶτ̣θʼ ἁ̣τ̣.δ̣ε[.]. —
οὐκ ἔ[στι....]λως. — εἶτα πῶς αυ[.]...[.]αι. —
τυχο[ν....]ς̣ δʼ οὔ τι λήψομʼ αν.[..]μ̣ι
[......]ο̣ δ̣εῦρʼ αὐτὴν α[...]
[......].[.] γ̣ρ̣αῦν. — τὴν τήμερον
[......].σ̣με.[..]κ̣ι̣[.] ἡμέραν
[......].ι̣π̣α.ς̣ ἐποοῦμεν ἂν
.ο[....]ν̣..α̣ τῆς τήμερον.
εἰς αὔριον δʼ ἤδη πολέμιος γίνομαι.
γένοιτο δʼ εἰρή̣νη ποτʼ, ὦ Ζεῦ δέσποτα,
διάλυσις .[..].[...].[....]ε̣ πραγμάτων. —
ἦ γὰρ νομίζε̣ι̣σ̣[...]λ̣ι̣ς̣ [..]υ̣λαι;
π̣ρέ̣σ̣βεις [...]σ̣α[..]λου[....] πέμπομεν
τὰ τ̣ρ̣ι̣μ̣ε.[.]...ησε...[...]
τὸ χ̣ρ̣υσίον δ̣ὲ̣ λάμβανε. — οὐ τ̣.[......]
ἐμοί γε. — ἀρ̣ι̣θη̣σον ἐν τοσούτ̣ῳ δʼ εἰσι̣ὼ̣ν
πρὸς τὴγ γυναῖκα βούλομʼ εἶπ̣αι̣ τὴν ἐμὴν
εἰς τὴν ὁδόν γ̣ʼ ἔ̣τʼ αὐτὰ ταναγκαι, ὅπως
ὑμῖμ παρόντων ἔνδοθεν συνσκευάσῃ. —
ἔχομεν ἅ̣π̣α̣ν̣τα. — Ἄπολλον ὡς ἄγροικος εἶ.
συσκευασάτω πέραινε· παύομαι λέγων.
νὴ τὴν Ἀθήνηγ καὶ θεοὺς ἀγωνιῶ
οὐκ οἶδʼ ὅπως νῦν̣ αὐτὸς ἐπὶ τῷ πράγματι
Ἑλλην[..] β̣ε̣.[..] φ̣αίνεταί τις τοὺς τρόπους
ὁ Δημέας ἄνθρωπος, ἀλλὰ τῇ τύχῃ
οὐθ̣ὲν δια̣φέρειν φαίνεθʼ ὃμ̣ π̣οεῖ κακῶς. —
γύναι, τί βούλ̣ει[ ...]εμβ[...]ητα γε
ν̣ῦ̣μ πρῶ̣το̣ν[ .....]ο̣ι̣κ[.... ]παιδίον
κλάεις π̣ερ[..]λυ̣σ̣[.]τ̣[... ]προίεσαι;
ἔξω φέρετ̣ε αὐτὸ δεῦρό μοι ʼπὶ τὰς θύρας.
τὸν ἡμέτερομ μὲμ πα̣.[......]ου γραῦς ἔχει.
… ἧττον, ὦ δέσποινα, σὲ
… ε τὸμ πατέρα δὲ τουτονὶ
… ντα τὸν τῶγ γεγονότων
… ν ὡς ἔοικε πραγμάτων
… γος ἐστὶν ἢ μάτην
… τουτονὶ μὲν οὖν ὁρῶ
… ν. χαῖρε πολλὰ Φαίδιμε
… γʼ ἀκούσας ὅτι πάρει
εὐθύς. Φαίδιμος οὐ μή μοι πρόσει
… διὰ τί; Φαίδιμος τοῦτʼ ἤρου με καὶ
… κως με προσβλέπειν; Δοῦλος ἐγώ.
… σαυτὸν εἶδες ο … μητυχη
τοῖς θεοῖς δέ. Δοῦλος μανθάνων
τίνος κελεύσαντος … Δοῦλος … υτος ἂν
ἠνάγκασας τοιαῦτα ποιῶν. Γέρων Ἡράκλεις,
τί με πεποίηκας, θύγατερ· ἄρτι μανθάνω
τὸ πρᾶγμα· ἐκεῖ νῦν ἐστιν, ὡς ἔοικε. Δοῦλος ἐκεῖ.
οἷον πεποίηκας, θύγατερ· οὐκ ἂν ᾠόμην,
θύγατερ· τί ταῦτα, θύγατερ· αραρ … ν.
ὡς οὐκ ἀπήντων οὐδαμοῦ τῷ Φαιδίμῳ·
αὐτὸς μεμένηκεν, δεῦρʼ ἀναστρέψας πάλιν.
μὴ πολὺ διημάρτηκα τὸν Χαιρέστρατον
εἰς λιμένα πέμψας. Νικήρατος ἡμέτερος οὗτος φίλος
διαδ … τ … μετὰ τὸν οἰκεῖον πάλιν
… τε καὶ τινα δεῖ τρόπον
Νικήρατος … χαῖρε ἑταῖρε φίλτατε,
… περίβαλέ μʼ ἱκετεύω. Φαίδιμος τί χρὴ νυνὶ ποιεῖν;
ἡ μὲν συνήθεια, ἡ φιλία, … διὰ χρόνου
ἠγάπηκε καὶ … γηνν …
… τι μήν γε δὴ
ἑταιρείαν ἁπλῶς
… τε τῷ
… ποτε
γὰρ ἀπόδειξις φίλων
γεγονέναι
ν. Φαίδιμος ὑπερηκόντισας
… τοῖς πεπραγμένοις
ὑπερεπιτηδείως διάκεισαι. Νικήρατος τί σὺ λέγεις;
ἐμοῦ πρόνοιαν εἶχες; Νικήρατος οἴομαί γε δή.
ἀνδρειοτέρους, νὴ τὴν Ἀθηνᾶν, νενόμικα
ὅσοι δύνανται τοῖς φίλοις ἀντιβλέπειν
ἀδικοῦντες ἢ τοὺς τοῖς πολεμίοις μαχομένους.
τοῖς μέγ γε κοινὸς ὁ φόβος ἐστὶ καὶ καλὸν
ὑπολαμβάνουσι πρᾶγμα ποιεῖν ἑκάτεροι,
τούτοις δʼ ὅπως ποτʼ ἐπιτρέπει τὸ συνειδέναι
αὑτοῖσι θαρρεῖν πολλάκις τεθαύμακα.
πρὸς δὴ τί τοῦτʼ εἴρηκας; Φαίδιμος ὦ τάλας ἐγώ,
ὅσον διημάρτηκα τοῦ ζῆν· τοῦ βίου
τί γάρ ἐστιν ἡμῖν τῶν φίλων μεῖζον ἀγαθόν;
εἰ τοῦτο μήτʼ ἔγνωκα μήτʼ ἐπίσταμαι
ὡς δεῖ θεωρεῖν, ἀλλὰ λανθάνουσί με
οἱ μὲν ἐπιβουλεύοντες, … ως φίλοι
ὄντες, τί τὸ ζῆν ὄφελος … ις;
τί δʼ ἔστιν ὃ λελύπηκέ σε; Φαίδιμος ἤρου τοῦτό με;
ἔγωγε καὶ τεθαύμακα οὐ μετρίως ϲʼ ὁρῶν
συντεινόμενον πρὸς ἐμαυτόν. Φαίδιμος … πε μοι,
ἐρῶντα τῆς γυναικὸς ἀνακοινοῦν … πᾶν
πρὸς σαυτὸν οὐθὲν τῶν ἐμαυτοῦ πραγμάτων
κρύπτοντα. Νικήρατος πάντʼ οὐκ … , περίμενε.
περίμενε; ταύτην τοῦ πατρός μʼ ἀποστερεῖν
μέλλοντος, ἠξιωκότος δʼ αὐτὴν γαμεῖν;
διαμαρτάνεις. Φαίδιμος πῶς οὐκ ἔμελλεν λαμβάνειν
αὐτήν; Νικήρατος ἄκουσον, ὦ μακάριε. Φαίδιμος ἀκήκοα.
οὐκ οἶσθας. Φαίδιμος οἶδα πάντα. Νικήρατος πρὶν μαθεῖν; τίνα
τρόπον; Φαίδιμος κατηγόρηκέ μοι τὰ πράγματα
ἀλλότριον ἡμῖν ὄντα σε. Νικήρατος ὦ τᾶν Φαίδιμε,
ἐπʼ ἀριστέρʼ εἴληφας τὸ πρᾶγμα· μανθάνω
σχεδὸγ γὰρ ἐξ ὧν πρός με τὴν ὑποψίαν
ἔχεις· διὰ τὸ δʼ ἐρᾶν σε συγγνώμην τινὰ
ὅμως δίδωμι καίπερ ἀγνοούμενος.
πείσεις με ἀκοῦσαι τὸ παράδοξον τι ποτʼ ἐρεῖς;
οὐκ ᾠχόμην εἰς λιμένα· ἀπαντήσας με γὰρ
σύμπλους ἀνέστρεψέν τις εἰπὼν ὅτι πάλιν
ἀπελήλυθεν δεῦρο ἀπὸ σαω … ϲ ὥστε μή—
τίς οὗτος; ὦ Νικήρατε, καὶ μὴν Φαίδιμος
αὐτός γʼ ἔοικε· χαῖρε πολλὰ Φαίδιμε,
νὴ καὶ σύ γʼ ὦ χ … α … ι … ρ … ε … ω … τ … ι … μ … σεις φιλεῖν
χειμάζομαι γὰρ οὐ μετρίως ὑπὸ τοῦδʼ ἐγώ.
τί δʼ ἔστιν οὐ δήπουθεν ἠγνόηκʼ ἔτι.
οὐκ ἠξίουν, Χαιρέστρατε, ὄντα μοι φίλον
ὥς φησι— Χαιρέας παῦσαι. μηθὲν εἴπῃς πρὸς θεῶν,
Φαίδιμε. Φαίδιμος τί δʼ ἔστι; Χαιρέας μεταμ …
εὖ ἴσθι. Φαίδιμος βουλοίμην ἄν· ἐμὲ μὲν ῥᾴδιον
ἔσται μεταθέσθαι γάρ, μαθόντα δʼ οὑτοσί—
οὐκ ἂν ἐπιτρέψαιμʼ οὐθὲν εἰπεῖν σοι παρὼν
ἄτοπον, συνειδὼς τὰ περὶ τούτων πράγματα.
εἰ γὰρ τοιοῦτοι τρεῖς γένοιντό σοι φίλοι,
οὐκ ἔσθʼ ὅ τι οὐ πράξαις ἂν ἕνεκα πίστεως.
ἀλλʼ ἐκποδὼν ἡμῖν γενοῦ, Νικήρατε,
ἵνα μὴ παρόντος σου ποιῶμαι τὸν λόγον.
εἰσέρχομαι· καὶ σὺ μετʼ ἐμοῦ γ …
Ἔρως Ἀφροδίτης υἱὸς ἐπιεικὴς νέος
νέος ἐπιεικὴς υἱὸς Ἀφροδίτης Ἔρως
ἐλήλυθα ἀγγελῶν τοιοῦτο πρᾶγμά τι
πρᾶγμά τι τοιοῦτον ἀγγελῶν ἐλήλυθα
κατὰ τὴν Ἰωνίαν πάλαι γεγενημένον
γεγενημένον πάλαι κατὰ τὴν Ἰωίαν.
κόρην νεανίσκος νέαν Τροιζηνίαν
Τροιζηνίαν νέαν νεανίσκος κόρην
ἐπρίατο ἐρασθεὶς εὔπορος πωλουμένην
πωλουμένην εὔπορος ἐρασθεὶς ἐπρίατο.
Τροιζήνιος γεγενημένος κατὰ τοὺς νόμους,
κατὰ τοὺς νόμους γεγενημένος Τροιζήνιος,
ἔχων γυναῖκα κατεβίω· τὸ τέρμα ἔχεις.
ἔχεις τὸ τέρμα· κατεβίω γυναῖκα ἔχων.
ἱερὸς ὁ δῆμος· ἡ λέγουσʼ ἐγὼ Κύπρις
ἐν τῷ τόπῳ δὴ τῷδε διʼ ἐμοῦ πρᾶγμά τι
γεγονός, διʼ ἧς ἅπαντα γίνεται καλά,
ἥκω φράσουσα δεῦρο· τοῦ δὲ μὴ δοκεῖν
ἡμᾶς ἀγυμνάστως ἔχειμ ποιητικῆς,
ἅμα μὲν τὸ πρᾶγμα ἐροῦμεν, ἅμα δὲ …
χρησόμεθα. τῶν ἐπῶγ γὰρ ὧμ μέλλομεν ἐρεῖν
ἕκαστον ἀπὸ τῶγ γραμμάτων ῥ …
ἃ δὲ νόμῳ στοιχεῖα προσαγορεύομεν,
ἓν ἀφʼ ἑνὸς ἑξῆς κατὰ φύσιν γεγραμμένα
ἀκόλουθα καὶ σύμφωνα. διατριβὴν δὲ μὴ
ἔχωμεν, ἀπὸ τοῦ δʼ ἄλφα πρῶτον ἄρξομαι.
αὑτῶν ἑταῖροι φῶς τ …
τινὲς μισθωσάμενοι
ἠκούσατε
Χαιρέστρ̣α̣τ̣ε[
σ̣σ̣ο̣.ι̣.ς ὅμως δ̣ὲ[
αὐτὸς ἔτʼ ἐρῶ σοι τ̣[
ΧΟΡΟΥ[. ἅπ̣ας τὰ μὲ̣ν οἰκεῖα[
καὶ τῇ προϋπαρχούσῃ[
]κα̣θὰ σὺ λέγεις̣ [...
πρὸς τῶν θεῶν[
π̣ροπετῶς ἐπιο̣[
ο̣ἷ̣ς τʼ αὐτ̣ὸς [ρ̣μ̣
ὑπολαμβα̣ν[
οὐκ εὐθὺς ὑπ̣[
]σ̣ο̣ι δὲ μᾶλλον[
οἵους προσήκ̣ει[
ἀγωνιῶ πῶς π̣[
νὴ τὸν Δία τὸν̣ Σ̣ω̣τ̣ῆρα̣[
εἴ ϲʼ ἀποδε[.]οικ[..
ταυτ[
μὴ καὶ … αυθα. — ὅμως δʼ α …
τῶν π … μένων γὰρ ἡμε …
υποτ … υ μειράκιον ενθε …
ἐρῶν … μʼ εἰς τὸ βάραθρον ἐμβαλ
πρόφασιν … μικρὰν τὸ μὲν τουτ …
φράσαι γάρ· ἄπαγε Κρονικὸν ἀρχαίου τρόπου,
ἵνα χρηστὸν εἴπῃ τις χολῇ φιλοδέσποτος
ἐμέ τ … τὸ πλουτεῖν ἡδύ, τἄλλα δʼ ἔστʼ ι …
ἐκ μὲν ταπεινῶν καὶ παραδόξων η …
ὑπερβολή τις, ἀλλʼ ἐλεύθερόν με δεῖ
πρῶτον γενέσθαι καὶ τυχόν, νὴ τὸν Δία,
τὸ νῦν με τῶν ἐνταῦθʼ ἀμελῆσαι πραγμάτων
ἀρχὴ γένοιτʼ ἄν, πεύσεται γὰρ αὐτίκα
ἐλθὼν ὁ τρόφιμος. πρῶτον ἡ παῖς π …
] ἐβίνησʼ ἐρεῖς. — ὦ Ἡράκλεις,
]ως αὐτὸν οἴσειν προσδοκᾷς
]ἢ τίνας λόγους μετὰ ταῦτʼ ἐρεῖν; —
]ον ταῦτα καὶ φυλαρχίας
]α̣ι νῦν τʼ ἀδόξως ἄρʼ ἐφάνη
]ερα σοι συνοικίζων τότε
] εἰπών, ὅτι καλῶς̣ μ̣ὲν εἶχʼ ἴσως
] τῆς ἐκ παλαιοῦ γενομένης
] τῶν τε δοξάντων τ̣ότε
]τως ἐβουλεύσω καλῶς
]φανήσεθʼ ἕτερος ἄξιος
]ι̣κος δὲ προὔλαβες μέρος
]ἴσως. — ἐμαυτόν̣. — ἴσθʼ ὅτι
]ο̣ὗτος ποσάκις ἐπὶ τὴν οἰκίαν
]ν οἵ̣ τε τούτου γνώριμοι
] ἔδ̣ει συνελθεῖν· οὐκ ἔδει
]ω̣ς ταῦτα· καὶ παραπ̣είσετα̣ι̣
] οὐδὲν αἰσχυνεῖ· λέγων
]αἰσχυνεῖ γὰρ ἔσται τʼ οὐ φα̣σ̣[.]ν̣
] τ̣ῶν ἐγκαλούντων οὑτ̣ο̣[...]ν
]υσι̣ν̣ προσκαθήμενοι
]ες κύκλῳ.
]εναύσομαι
]τιν. — ἀλλʼ ὅμως
]σ̣τατης ξένη̣ς
ἔστιν τι παιδισκάριον α̣[
[ὁ] δʼ ἑταῖρος οἷος· ἀνατετρα̣[
οὐδʼ ἂν θεῶν σώσειε νυ̣[
σώσουσιν. — εἶἑν· καταλ[
νῦν οὐ πεσόντα δασ̣μ̣[
ἀνανδρία γὰρ τοῦτό̣ γ̣ε .[
[..], πρότερον ἐγχε[ι]ρε[
μὴ τὸν τυχόντʼ εἶναι· τ̣[
αὐλητριδίου γὰρ συμπο[
ἐ̣μβουκολῆσαι δεσποτ[
ἔστιν νεωνήτου· μεμ[
ἅπαξ ποτʼ ἢ δίς· ταῦτα δ[
δεόμενα φροντίδοσ[
[..]ους τις ἀντισ.[..]ε[
ἔπαινον εὑρὼν ἢ πλ[
δ̣ι̣α̣σωστέον τὸν τρόφιμον[
συντάξομαι ταῦθʼ η̣ν[
στεφανοῦσθε. ἑτοιμα[
τὸ μῆκος ἐξ ἀγροῦ με[
ὑ̣μ̣ῖν· πέραινε μο[
ἐπιθυμία· καὶ δεῦρο τ̣[
πα̣ιδάριον ἐπὶ τὸν [
ἀγ̣ωνιῶν γὰρ καὶ δεδ[
μ̣ὴ ταὐτὸ πάλιν ουτο[
ἀδελφὸς οἴχηται τ̣[.]τ.[
ἐν ταῖς τριόδοις σοι προσγελῶσʼ αὐλητρίδες.
τοὺς ἀστυνόμους τίνες εἰσὶ πυνθάνῃ, Φιλοῖ;
τοὺς πτεροκοποῦντας τὴν ἐλευθερίαν λέγεις;
οὐκ οὐσίαν νενόμικας εἶναι, Πάμφιλε,
ἤν τῳ γένηται χρήματʼ, ἀλλʼ ἐξουσίαν.
ἐνταῦθʼ ὁ μὲν πένητος … εφο … ε.
. . . . . . . . . . . . . . .
]εν τὰ τοιν[
]θων οἷός ἐστι νυμφίῳ
] ἡμεῖς μὲν ἤδη το[..]ορε
]αλλα που τάχιστʼ ἰδεῖν
]ντιως ἐκείνῳ, Δημέα,
]είας ὅτι διὰ τριῶν μόλις
]τι καὶ χασμωμένῳ
] τὸν στρατηγὸν νὴ Δία
]εις ἄλλην, ἔστι γὰρ
]ικον εἰς ὑπερβολὴν
]ναιος οὗτος ῥαιδίως
] ταῦτα τοιγαροῦν συ. μεν
]τροκαι μεγιε..ς ἔχεις
]υωμένη με. οὐκ ἐχ[