eul_wid: rhq-aj

Ἱστορίαι Ῥωμαϊκαί
Roman Histories, Version 2 in Volume 3

Dio Cassius of Nicaea Roman Histories, Version 2 in Volume 3 PDF

61 1 1 [5] καὶ Κλαύδιος μὲν ὑπὸ τῆς Ἀγριππίνης τῆς γυναικὸς τῆς τε ἀδελφῆς, δι’ ἣν τά τε ἄλλα καὶ ἐπιόρκησεν, ἐπεβουλεύθη ἐν τῷ σιτίῳ, καὶ διεφθάρη κακῶς, ἵνα τε ὁ υἱὸς αὐτῆς μοναρχήσῃ καὶ ὁ Βρεττανικὸς αἵ τε ἀδελφαὶ αὐτοῦ ἀπόλωνται.
61 1 2 [10] Joann. Antioch. fr. 89 M. v. 15—19. [Joann.
61 7 3 (6n) [13] Antioch.] τόν τε γὰρ Βρεττανικὸν ἀδελφόν οἱ εἶναι δοκοῦντα, πρῶτα μὲν εἰς τὴν ὥραν ἀσελγῶς ὕβρισεν ἔπειτα δὲ παρὰ δεῖπνον δηλητηρίῳ φαρμάκῳ διέφθειρεν· ὡς δεινὸν μὴ μόνον ὁρᾶσθαι ἀλλὰ καὶ ἀκούεσθαι· πελιδνὸς γὰρ ὅλος ἐγένετο [cf.
61 7 4 [20] v. 13 c —16 c ] καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀνεῳγμένοι καὶ τοὺς ἐφόρους πρὸς τιμωρίαν καλοῦντες. Joann. Antioch. fr. 90 M. v. 87 —93. [Joann.
62 13 1 (3n) [21] Antioch.] (... καλοῦντες 61, 7, 4.) καὶ τὴν ἑαυτοῦ γαμετὴν Ὀκταβίαν τὴν τοῦ Κλαυδίου θυγατέρα, δι’ ἣν εἰς τὴν ἀρχὴν οὐχ ἥκιστα παρεληλύθει, πρῶτον μὲν ἀπεπέμψατο ἔπειτα καὶ ἀπέκτεινεν. Joann. Antioch. fr. 90 M. v. 93—96. [Joann.
63 23 1 (n) [5] Antioch.] (ὅτι ἐν τῇ Ἰβηρίᾳ Γάϊος Ἰούλιος Οὐίνδιξ ἐπανίσταται τῷ Νέρωνι), πολλούς τε τῶν τῆς συγκλήτου βουλῆς φυγάδων προσλαβόμενος Γάλβαν ἀποδείκνυσι βασιλέα, ὃς τὰς δυνάμεις εὐθέως ἐξοπλίσας καὶ πάντα τὰ πρὸς τὸν πόλεμον παρασκευασάμενος ἐπὶ τὴν Ῥώμην ἐλαύνει. Ὁ γοῦν Νέρων, οὐ μετρίως ἐπὶ τούτῳ ταραχθείς, στρατηγὸν τοῦ πολέμου Ῥοῦφον Γάλλον ἐκπέμπει· ὃς οὐδὲ ἐς χεῖρας ἐλθεῖν ἀνασχόμενος πρὸς τὸν Γάλβαν, ὁμολογεῖ τε καὶ σπένδεται πρὸς τὸν Οὐίνδικα, αὐτὸς μὲν τῶν Γαλλιῶν ἄρχειν ἐπιλεξάμενος, Οὐίνδικι δὲ τὴν Ἰβηρίαν προσήκειν καὶ τῷ Γάλβᾳ πᾶσαν ὁμοῦ τὴν Ἰταλίαν καὶ ὅσα τῇ Ῥωμαίων ἀρχῇ προσυπακούειν ἔθνη τυγχάνει.
63 24 3 [5] τούτων αὐτοῖς διομολογηθέντων, τινὲς τῶν τοῦ Ῥούφου στρατιωτῶν ἐπιβουλεύουσι τῷ Οὐίνδικι, ἀγνοίᾳ μὲν τῶν ὁμιληθέντων, ζήλῳ δὲ τῆς πρὸς αὐτὸν δυναστείας.
63 24 4,1 [5] ἀλλ’ ὁ μὲν Οὐίνδιξ καίτοι ῥᾳδίως δυνάμενος σωθῆναι, ἀγανακτήσας καὶ ὀλοφυρόμενος, ὅτι ἐκ τῶν ὁμοφρονούντων ἐκακώθη, καὶ ὅτι τὰ ἐναντία ἀμφότεροι τῷ Νέρωνι πράττοντες ἑαυτοὺς ἀπώλλυσαν, καὶ προσέτι τοῦ ἀνθρωπείου βίου καταγνούς, καί τι πρὸς τὸ δαιμόνιον εἰπών, ὅτι τοιούτου πράγματος ἀρξάμενος οὐκ ἐπλήρωσεν, ἑαυτὸν προσκατειργάσατο.
63 24 4,2 (5) ὁ γοῦν Ῥοῦφος δεινῶς ἐπὶ τῷ τοιούτῳ πάθει ὑπεραλγήσας, καί τινας τῶν στρατιωτῶν κολάσας ἐν ἀφασίᾳ κατέστη.
63 25 1 [5] Joann. Antioch. fr. 91 Muell. v. 6—25. [Exc.
63 26 2 (7n) [10] Vat.] ὅτι ἡ γερουσία μαθοῦσα τοῦτο τὸ περὶ τοῦ Βίνδικος καὶ Γάλβα πάντα τὰ εἰωθότα ἐπὶ τοῖς νεωτερίζουσι κατὰ Βίνδικος ἐψηφίζετο· ἐπηγγείλατο δὲ Νέρων τῷ ἀναιροῦντι τὸν Βίνδικα καὶ κομίζοντα πρὸς αὐτὸν τὴν κεφαλὴν αὐτοῦ διακοσίας καὶ πεντήκοντα μυριάδας ἐπιδώσειν δραχμῶν· ὅπερ μαθὼν ὁ Βίνδιξ ἀπεκρίνατο τοῖς εἰρηκόσιν ὅτι· “ἐγὼ δὲ τῷ φέροντι τὴν κεφαλὴν Δομιτίου τὴν ἐμαυτοῦ ἀντιδίδωμι”.
63 23 2 [15] Petr. Patr. exc. Vat. 76 (p. 215 Mai. = p. 197, 4—11 Dind.) [Exc.
63 27 2 (1n) [1] Val.] ὅτι ἄλλων ἄλλα λεγόντων ὁ Νέρων ἔγνω [Joann.
63 29 1 (n) [10] Antioch.] καὶ ἡ πόλις στεφανώμασι καὶ δᾳδουχίαις ἐκεκόσμητο, εὐχάς τε ἀληθεῖς καὶ ἑορτὰς ἐπετέλουν, [Joann. Antioch.] καὶ τούς τι δυνηθέντας ἐπὶ τοῦ τυράννου φονεύοντες εἰκόνας τε καὶ ἀνδριάντας κατασπῶντες ὡς καὶ αὐτὸν ἐκεῖνον αἰκίζοντες διετέλουν. Joann. Antioch. fr. 91 M. (v. 74—77). ἡ δὲ τῶν Ῥωμαίων βουλὴ πολέμιον αὐτὸν ἀνειποῦσα, δοῦναι δίκας τῶν κατὰ τὴν ἀρχὴν ἡμαρτημένων τοιόνδε τινὰ τρόπον ἐψηφίσατο· ἀχθῆναι μὲν γὰρ ἐς τὸ δεσμωτήριον γυμνὸν κεραίας ἐπιβεβλημένης τῷ τραχήλῳ προστάττεται, μετὰ δὲ σφοδρὸν αἰκισμὸν τοῦ σώματος ὠσθῆναι κατά τινος πέτρας.
63 29 1,2 [3n] ἃ δὴ προαισθόμενος ὁ Νέρων, τούς τε χωροῦντας ἐπ’ [Joann.
63 29 2 [5] Antioch.] αὐτὸν καταδείσας, προσέταξε τοῖς παροῦσι καὶ ἑαυτὸν καὶ ἑαυτοὺς ἀποκτεῖναι. ἐπεὶ δέ γε οὐχ ὑπήκουσαν, τὸ μὲν ὅτι οὐκ ἐτόλμων, τὸ δὲ ὅτι τὴν ταφὴν αὐτοῦ προεφασίσαντο, δεινῶς ἀλγήσας ἐστέναξεν, ὅτι μηδὲν ἐδύνατο. μετὰ δὲ τοῦτο τὸν Σπόρον βουληθεὶς ἀποκτεῖναι διήμαρτεν, ἀποφυγόντος ἐκείνου. τότε ἔφη· “ἐγὼ οὐδὲ φίλον οὐδὲ ἐχθρὸν ἔχω”, καὶ τοῦτο εἰπὼν ἑαυτὸν ἐπάταξεν· δυσθανατοῦντα δὲ ὁ Ἐπαφρόδιτος προσκατειργάσατο. καὶ ὁ μὲν Νέρων φὺς ἄριστα καὶ τραφεὶς κάκιστα [Joann. Antioch.] οὕτως τῆς ἀρχῆς ἐξέπεσε, λʹ μὲν ἐξ αὐτῆς ὠδῖνος γεγονὼς ἔτη, βασιλεύσας δὲ ιδʹ δυεῖν μηνῶν ἀποδέοντα.
63 29 3 [8] Joann. Antioch. fr. 92 M. (v. 56—74). [Zonaras] (.
77 11 2 (7n) [10] . ἐτελεύτησαν c. 8, 3) τοὺς δ’ ὑπ’ αὐτοῦ κολασθέντων οὐκ ἄν τις ἐξαριθμήσασθαι δύναιτο. (συχνοὶ κ.
77 11 3 τ.λ. c. 12, 3.) Zon. 11, 19 p. 501, 5. 6 B. (p. 59, 16. 17 D.) [Exc.
71 30 1 (n) [4n] Vat.] ὅτι ἐγκειμένης τῆς βουλῆς θανατωθῆναι τοὺς συμπράξαντας Κασσίῳ καὶ τοὺς συγγενεῖς, ἀντέγραψεν ἄλλα τέ τινα καὶ ταῦτα· “δέομαι καὶ ἱκετεύω, καθαράν μου τὴν ἀρχὴν ἀπὸ παντὸς βουλευτικοῦ αἵματος φυλάξατε· μὴ γὰρ γένοιτο μηδένα ὑμῶν ὑπ’ ἐμοῦ μήτε τῇ ἐμῇ [Exc.
71 30 2 [5] Vat.] μήτε τῇ ὑμετέρᾳ ψήφῳ ἀπολέσθαι”. Petr. Patr. exc. Vat. 120 (p. 224 Mai. = p. 206, 29—207, 2 Dind.) ὅτι Ἀντωνῖνος κατὰ Ἀλαμαννῶν ἐξορμήσας χρήμασι τὴν δοκοῦσαν νίκην ἐπρίατο.
77 14 2 [20] ἔλαβε δὲ καὶ γυναῖκας αἰχμαλώτους, ἐν αἷς αἱ γυναῖκες ἐθαυμάσθησαν· πυθομένου γὰρ αὐτοῦ πότερον πραθῆναι ἢ φονευθῆναι βούλονται, ἐκεῖναι φονευθῆναι ἐπελέξαντο· ὡς δὲ ἐπράθησαν, αἱ [Exc. Vat.] πολλαὶ ἑαυτὰς ἀπέσφαξαν. Petr. Patr. exc. Vat. 144 (p. 230 Mai. = 213, 27—32 Dind.)