eul_wid: rhq-af

Ἱστορίαι Ῥωμαϊκαί
Roman Histories, Version 1 in Volume 2

Dio Cassius of Nicaea Roman Histories, Version 1 in Volume 2 PDF

59 25 6 (n) [10] [Xiphilinus] Βετιλῖνον δὲ Κάσσον ἀποσφαγῆναι κελεύσας, καὶ τὸν πατέρα αὐτοῦ [Xiphilinus] Καπίτωνα παρεῖναι φονευομένῳ αὐτῷ κατηνάγκασε μήτ’ ἀδικοῦντά τι μήτ’ ἐσηγγελμένον. πυθομένου τε αὐτοῦ εἰ μῦσαί γέ οἱ ἐπιτρέπει, προσέταξε καὶ ἐκεῖνον σφαγῆναι.
59 25 7 [10] Xiph. 167, 22—27. [Xiphilinus] ἐμνημόνευόν τε οἱ παρόντες τοῦ λεχθέντος ποτὲ ὑπ’ αὐτοῦ πρὸς τὸν δῆμον “εἴθε ἕνα αὐχένα εἴχετε”, ἐπιδεικνύντες αὐτῷ ὅτι ἐκεῖνος μὲν αὐχένα ἕνα σφεῖς δὲ δὴ χεῖρας πολλὰς ἔχοιεν.
59 30 2 [15] ἐπεὶ δὲ τὸ δορυφορικὸν ἐταράττετο καὶ διαθέοντες ἐπυνθάνοντο τίς Γάιον ἔσφαξεν, Οὐαλέριος Ἀσιατικὸς ἀνὴρ ὑπατευκὼς θαυμαστὸν δή τινα τρόπον αὐτοὺς ἡσύχασεν, ἀνελθὼν ἐς περιφανές τι χωρίον καὶ ἐκβοήσας “εἴθε ἐγὼ αὐτὸν ἀπεκτόνειν.” καταπλαγέντες γὰρ ἐπαύσαντο τοῦ θορύβου. Xiph. 172, 22—31.