ὅτι ὁ αὐτὸς Γάιος συλλαβὼν Κεριάλιον καὶ τὸν υἱὸν αὐτοῦ Παπίνιον βουλευτὰς ἐτιμωρήσατο, ὥστε ἐξειπεῖν τὰς κατʼ αὐτοῦ γινομένας ἐπιβουλάς. καὶ ὁ μὲν Κεριάλιος παντελῶς οὐδὲν εἶπεν, παραχρῆμα δὲ ἐπʼ ὄψεσιν αὐτοῦ ἀνῃρέθησαν. ἐν οἷς ἦν καὶ Βάσσος· καὶ παρεσκεύασε τὸν πατέρα αὐτοῦ μὴ ψευδῶς κατηγορηθέντα μηδὲ ἔγκλημα ἔχοντα παρεῖναι, ἵνα θεάσηται τὴν ἀναίρεσιν τοῦ παιδός. πυθομένου δὲ τοῦ γέροντος εἰ ἔξεστιν αὐτῷ μύσαι τοὺς ἀφροδισίους, ἐκέλευσε μετὰ τὸ φονευθῆναι τούτους κἀκεῖνον φονευθῆναι. ὁ δὲ προσποιησάμενος ἔλεγεν δικαίαν εἶναι τὴν κρίσιν τοῦ βασιλέως· ὡς ἀληθῶς γὰρ καὶ ἐκείνους καὶ ἑαυτὸν τῶν φονέων εἶναι, καὶ πολλοὺς ἄλλους εἶναι τοὺς συνειδότας ἡμῖν. καὶ ἀπαιτηθεὶς εἰπεῖν εἶπεν πάντας τοὺς πλησίον αὐτοῦ καὶ τοῖς κακοῖς τούτοις ὑπουργοῦντας. καὶ ἔδρασεν ἂν τὰ μέγιστα, εἰ μὴ προαχθεὶς καὶ τοὺς πάνυ γνησίους αὐτοῦ ὠνόμασεν· οὕτω γὰρ ἠπιστήθη καὶ περὶ τῶν ἄλλων. ἐκεῖνος δὲ ἀνῃρέθη.
ὅτι ὁ αὐτὸς Γάιος τούς τε ὑπάρχους καλέσας καὶ ἄλλους δύο εἰσῆλθεν ἐν χιτωνίσκῳ, καὶ λέγει αὐτοῖς «ἰδοὺ ὑμεῖς τρεῖς ἐστε ὡπλισμένοι, ἐγὼ δὲ μόνος καὶ γυμνός· ἐὰν μισῆτέ με, φονεύσατέ με.» ὡς δὲ ἐκεῖνοι εἰς τοὺς πόδας αὐτοῦ προσέπεσον καὶ παρεκάλουν μηδὲν τοιοῦτον περὶ αὐτοῦ ἐννοεῖν, ἀνεχώρησεν δῆθεν πεπεισμένος· πλὴν καὶ αὐτὸς ὕποπτος περὶ τὴν φιλίαν αὐτῶν διέκειτο, κἀκεῖνοι ἐδεδίεισαν. ἐκεῖνος δὲ συνέκρουεν αὐτοὺς ἀλλήλοις.
ὅτι μετὰ τὴν τελευτὴν Γαΐου ὁ δῆμος διὰ τὸ εἰπεῖν αὐτὸν ὅτι ἔδει πάντας ἔχειν ἕνα τράχηλον ἐμπαίζων αὐτῷ ἔλεγεν· «ἡμεῖς ἕνα μὲν αὐχένα οὐκ ἔχομεν πολλὰς δὲ χεῖρας.»
ὅτι πολλοὶ τῶν συνασελγαινόντων καὶ συνεξημαρτηκότων αὐτῷ ἤχθοντο καὶ ἐταράττοντο καὶ τοὺς στρατιώτας πολλὰ πειραθέντες καταστῆσαι οὐκ ἠδύναντο, Βαλέριος δὲ Ἀσιατικὸς ἀνὴρ ὑπατευκὼς θαυμαστόν τινα τρόπον κατέπαυσεν· διατρεχόντων γὰρ αὐτῶν καὶ πυνθανομένων τίς Γάιον ἀπέσφαξεν, ἵνα δίκην παρʼ αὐτοῦ λάβωσιν, ἀνῆλθεν εἰς περιφανὲς χωρίον καὶ ἐβόησεν αὐτοῖς· «εἴθε ἐγὼ αὐτὸν ἀπέκτεινα·» καὶ ἐκ τούτου καταπλαγέντες καὶ τὸν ἄνδρα αἰδεσθέντες ἡσύχασαν.