eul_wid: rhq-ah

Ἱστορίαι Ῥωμαϊκαί
Roman Histories, Version 2 in Volume 1

Dio Cassius of Nicaea Roman Histories, Version 2 in Volume 1 PDF

1 (n) [1] Tzetzes ad Lyc. Alex. v. 1232.] πεντηκοστῷ δὲ πέμπτῳ ἔτει ἀφ’ Ἡρακλέους οὗτος ὁ Αἰνείας, μετὰ Tzetz.
2 (n) [15] ad Lyc. v. 1232.] τὴν τῆς Τροίας ἅλωσιν, εἰς Ἰταλίαν, ὡς ἔφημεν, καὶ Λατίνους παραγίνεται. περὶ Λαύρεντον δὲ προσώκειλε τὸ καὶ Τροίαν καλούμενον, περὶ Νουμίκιον ποταμόν, ἔχων καὶ τὸν ἐκ Κρεούσης υἱὸν αὐτοῦ Ἀσκάνιον ἢ Ἶλον· ὅπου φαγόντων τῶν μετ’ αὐτοῦ τὰς τραπέζας σελινίνας οὔσας, ἢ ἐκ τῶν σκληροτέρων μερῶν τῶν ἄρτων (οὐ γὰρ εἶχον τραπέζας), ἔτι δὲ καὶ χοίρου λευκῆς ἀπὸ τοῦ πλοίου αὐτοῦ ἀποσκιρτησάσης ἐπὶ τὸ ἀπ’ αὐτῆς ὠνομασμένον Ἀλβανὸν ὄρος καὶ τριάκοντα τετοκυίας, ἅπερ ἐδήλουν ὅτι τριακοστῷ ἔτει οἱ παῖδες αὐτοῦ καὶ γῆν καὶ κράτος ἄμεινον ἕξουσιν, ἐπαύθη τῆς ἀλητείας, ἐκ χρησμοῦ τοῦτο Tzetz.
3 (n) [20] ad Lyc. v. 1232.] προακηκοώς, θύσας δὲ καὶ τὴν χοῖρον παρεσκευάζετο κτίζειν πόλιν. ὁ δὲ Λατῖνος τοῦτον οὐκ εἴα· ἡττηθεὶς δὲ πολέμῳ δίδωσιν Αἰνείᾳ πρὸς γάμον Λαβινίαν τὴν αὑτοῦ θυγατέρα. Αἰνείας δὲ κτίσας πόλιν Λαβινίαν ὠνόμασε. Λατίνου δὲ καὶ Τύρνου τοῦ Ῥουτούλων βασιλέως πολέμῳ ὑπ’ ἀλλήλων ἀποθανόντων Αἰνείας ἐβασίλευσεν. ἀνῃρημένου δὲ καὶ Tzetz.
4 (n) [20] ad Lyc. v. 1232.] Αἰνείου πολέμῳ ἐν Λαυρέντῳ ὑπὸ τῶν αὐτῶν Ῥουτούλων καὶ Μαζεντίου τοῦ Τυρρηνοῦ, ἐγκύου οὔσης τῆς Αἰνείου γυναικὸς Λαβινίας τὸν Σίλβιον, Ἀσκάνιος ὁ ἐκ Κρεούσης παῖς βασιλεύει, ὃς καὶ τὸν Μαζέντιον πολέμῳ συμβαλόντα νικᾷ τελέως, μὴ δεχόμενον τὰς πρεσβείας, ἀλλὰ τὰ τοῦ Λατίνου πάντα εἰς ἐτήσιον δασμὸν ζητοῦντα. αὐξηθέντες δὲ οἱ Λατῖνοι, ἐπεὶ καὶ τὸ τριακοστὸν ἔτος ἐνέστη, Λαβινίας μὲν ὑπερεφρόνησαν, Ἄλβαν δὲ Λόγγαν ἑτέραν πόλιν ἔκτισαν ἀπὸ τῆς χοίρου, τουτέστι λευκὴν μακράν, Tzetz.
5 (n) [18] ad Lyc. v. 1232.] καὶ τὸ ἐκεῖσε ὄρος Ἀλβανὸν ἐκάλεσαν ὁμοίως· τὰ δὲ ἐκ Τροίας ἀγάλματα μόνα πρὸς τὸ Λαβίνιον δεύτερον ὑπεστράφησαν. μετὰ δὲ Ἀσκανίου τελευτὴν οὐχ ὁ αὐτοῦ παῖς Ἰοῦλος ἐβασίλευσεν, ἀλλ’ ὁ ἐκ Λαβινίας Αἰνείου υἱὸς Σίλβιος, ἢ κατά τινας Ἀσκανίου υἱὸς Σίλβιος. Σιλβίου πάλιν Αἰνείας, οὗ Λατῖνος, οὗ Κάπης, Κάπητος δὲ παῖς Τιβερῖνος. οὗ Ἀμύλιος, Tzetz.
6 (n) [20] ad Lyc. v. 1232.] οὗ Ἀβεντῖνος. Μέχρι τούτου τὰ περὶ Ἄλβης καὶ Ἀλβανῶν. τὰ δὲ περὶ Ῥώμης ἐντεῦθεν. Ἀβεντῖνος γεννᾷ Νομήτορα καὶ Ἀμούλιον, ἢ κατά τινας τὸν Πρόκαν. τοῦ Πρόκα δὲ τούτου λέγουσι παῖδας τοῦτον τὸν Νομήτορα καὶ Ἀμούλιον. βασιλεύοντα δὲ τὸν Νομήτορα ὁ Ἀμούλιος ἐξήλασε, καὶ Αἰγέστην τὸν Νομήτορος υἱὸν ἐν κυνηγεσίῳ ἀναιρεῖ, τὴν δὲ ἀδελφὴν Αἰγέστου, θυγατέρα δὲ τοῦ προρρηθέντος Νομήτορος, Σιλουίαν ἢ Ῥέαν Ἰλίαν ἱέρειαν τῆς θεᾶς Ἑστίας ποιεῖ, ὡς ἂν παρθένος διαμείνῃ· ἐδεδίει γάρ τινα χρησμὸν λέγοντα ὑπὸ τῶν Νομήτορος παίδων αὐτὸν ἀναιρεθῆναι. διά τοι τοῦτο τὸν μὲν Αἰγέστην ἀνεῖλε, τὴν δὲ ἱέρειαν τῆς Ἑστίας ἐποίησεν, ὅπως παρθένος καὶ ἄπαις διαμείνῃ. ἡ δὲ [Tzetz.
7 (n) [15] ad Lyc. v. 1232.] ἐν Ἄρεος ἄλσει ὑδρευομένη ἔγκυος γίνεται, καὶ γεννᾷ Ῥωμύλον καὶ Ῥῶμον. καὶ τήνδε μὲν ἐξαιτεῖται μὴ ἀποθανεῖν ἡ τοῦ Ἀμουλίου θυγάτηρ, τὰ δὲ βρέφη Φαιστύλῳ ποιμένι, Λαυρεντίας ἀνδρί, ἔδοντο ῥῖψαι περὶ τὸν Τίβεριν ποταμόν. ἃ ἡ τούτου γυνὴ λαβοῦσα ἀνέτρεφεν· ἔτυχε γὰρ αὐτὴν τότε νεκρὸν βρέφος τεκεῖν. αὐξηθέντες δὲ ὁ Ῥωμύλος καὶ ὁ Ῥῶμος ἐποίμαινον κατὰ τοὺς τοῦ Ἀμουλίου ἀγρούς, ἀνελόντες δέ τινας τῶν τοῦ πάππου Νομήτορος ποιμένων ἐπετηροῦντο. κατασχεθέντος δὲ τοῦ Ῥώμου δραμὼν ὁ Ῥωμύλος τῷ Φαιστύλῳ λέγει, καὶ ὃς δραμὼν τῷ Νομήτορι πάντα διηγεῖται. τέλος ἔγνω Νομήτωρ τῆς θυγατρὸς αὑτοῦ παῖδας ὄντας αὐτούς. οἱ δὲ συναραμένων πολλῶν ἀναιροῦσι τὸν Ἀμούλιον, τῷ δὲ Νομήτορι πάππῳ αὑτῶν τὴν βασιλείαν τῆς Ἄλβης παρασχόντες αὐτοὶ τὴν Ῥώμην κτίζειν ἀπήρξαντο. Tzetz. in Lycophr. Alex. 1232. (αὐτοὶ τὴν Ῥώμην κτίζειν ἀπήρξαντο) ὀκτωκαιδεκάτῳ ἔτει τῆς Ῥωμύλου ἡλικίας.
8 (6) [10] πρὸ δὲ τῆς μεγάλης ταύτης Ῥώμης, ἣν ἔκτισε Ῥωμύλος περὶ τὴν Φαιστύλου οἰκίαν ἐν ὄρει Παλατίῳ, ἑτέρα τετράγωνος ἐκτίσθη Ῥώμη παρὰ Ῥώμου καὶ Ῥωμύλου παλαιοτέρων τούτων. Tzetz. in Lycophr. 1232. καὶ τὰς Ἑστιάδας παρθένους τοῦ πυρὸς καὶ ὕδατος τὴν ἐπιμέλειαν ἔχειν ἐπέτρεψεν αἳ διὰ τοῦ βίου τὴν παρθενίαν ἐφύλαττον· εἰ δὲ μή, λίθοις κατεχώννυντο.
14 [5] Interpositis quibusdam quae ad Dionem non pertinent: οὕτως μὲν οὖν ἐξ ἀμφοτέρων καὶ ἰσχυρὰ ταχέως καὶ εὔκοσμος ἡ πόλις ἐγένετο, τοῦ μὲν τὰ πολιτικὰ καὶ εἰρηνικὰ ἐκτυπώσαντος, τοῦ δὲ Ῥωμύλου τὰ πολεμικά. Cedrenus I p. 259 18—20 et p. 260 5—7 Bekk. περὶ ἧς δὲ Σιβύλλης νῦν ὁ Λυκόφρων λέγει· Κυμαία ἦν, ἥτις τέθνηκεν ἐν χρόνοις Ταρκυνίου τοῦ Ὑπερηφάνου βίβλους προφητικὰς αὑτῆς τρεῖς ἢ ἐννέα καταλιποῦσα, ὡς τὰς λοιπὰς τῆς ἐκείνης θεραπαίνης ἀναλωσάσης πυρί, ὅτι μὴ ἐδίδουν ἐκείνῃ ὅσον ἐζήτει χρυσίον.
29 [20] ὃ ὕστερον ποιήσαντες ἐξωνήσαντο ἢ μίαν τὴν καταλειφθεῖσαν ἢ τρεῖς καὶ ἔδοντο Μάρκῳ Ἀκιλίῳ φυλάσσειν. ζῶντα δὲ τοῦτον εἰς δέρμα βοὸς ἐμβαλόντες ἀνεῖλον, ὅτι πρὸς μεταγραφὴν ἔδοτο, τὴν δὲ βίβλον ἢ τὰς βίβλους ὀρύξαντες ἐν μέσῃ τῇ ἀγορᾷ μετὰ λάρνακος κατέχωσαν. Tzetz. in Lycophr. 1279. [Tzetz.
51 (5n) [10] Chil.] Ῥωμαῖοι Κοριόλανον τὴν πόλιν πολεμοῦντες, ὡς πρὸς φυγὴν ἐτράπησαν οἱ πάντες ἀνὰ κράτος, αὐτὸς δ’ εἰς τὴν πολέμιον πόλιν στραφεὶς καὶ μόνος ἠνεῳγμένην ἐφευρὼν ἐνέπρησεν ἐκείνην, λαμπρῶς δ’ ἀρθείσης τῆς φλογὸς ἐπαναβὰς τὸν ἵππον ῥύμῃ πολλῇ κατόπισθεν ἐμπίπτει τῶν βαρβάρων, οἳ τοῖς Ῥωμαίοις διωγμὸν τὸν ἄστρεπτον ἐποίουν. οἵπερ στραφέντες καὶ τὸ πῦρ φλέγον ἰδόντες πόλιν καὶ πορθηθῆναι δόξαντες ἔφευγον ἀλλαχόσε.
52 [15] αὐτὸς Ῥωμαίους σώσας δὲ πορθήσας καὶ τὴν πόλιν, τὴν ἥνπερ Κοριόλανον εἰρήκαμεν καλεῖσθαι, πρὸς τῷ καλεῖσθαι πρότερον Μάρκος καὶ Γναῖος ἅμα ἔσχε καὶ Κοριόλανος ἐκ τοῦ τροπαίου κλῆσιν. οἷα δ’ ὁ φθόνος εἴωθεν ποιεῖν τοῖς εὐεργέταις, μετὰ μικρὸν ἐν λογισμοῖς τὸν ἄνδρα ζημιοῦσιν. ὑπερπαθήσας δ’ ὁ ἀνὴρ θυμῷ δικαιοτάτῳ ἀφεὶς γυναῖκα τὴν αὐτοῦ, μητέρα καὶ πατρίδα πρὸς Κοριόλους ἔρχεται, καὶ δέχονται τὸν ἄνδρα. Tzetz. Chil. 6, 532—549 (quae sequuntur vide infra p. 55 sqq.). —Ceterum cf. H. Haupt. Herm. 14, 440 et Harder. de Tzetz. hist. font. ( Kiliae 1886) p. 11. 46. καὶ δὴ καὶ παρετάξαντο καὶ κατὰ τῶν Ῥωμαίων.
55 [5] καὶ εἰ μὴ μετὰ συρραγῆς ἐκείνου τοῦ πολέμου δραμοῦσαι κατεσχίσαντο τοὺς ἑαυτῶν χιτῶνας, γυμναί τε περιέστησαν ἡ σύζυγος καὶ μήτηρ, ἡ Βετουρνία τε αὐτὴ καὶ Βολουμνία κλῆσιν, καὶ τοῦτον μόλις ἔπαυσαν τῆς κατὰ Ῥώμης μάχης, ἡ Ῥώμη ἂν ἐπέγνωκε τιμᾶν τοὺς εὐεργέτας.
56 [10] ἀλλὰ λιταῖς ταῖς τῆς μητρὸς παυσθεὶς καὶ τῆς συζύγου πόλεμον μὲν κατέπαυσε τὸν κατὰ τῶν Ῥωμαίων, αὐτὸς τοὺς Κοριόλους δὲ ἀφεὶς καὶ τοὺς Ῥωμαίους πρὸς ἄλλην γῆν ἀπέδραμε τῇ λύπῃ βεβλημένος.
57 [5] Tzetz. Chil. 6, 550 —560. (cf. 3, 856861). Vide H. Haupt. Herm. 14, 440. [Tzetz.
72 (14n) [25] Ep.] εἰς δίφρον τὸν θριαμβονίκην ἀναβιβάσαντες σινωπιδίῳ ἢ κινναβάρει τὸ πρόσωπον ἀντὶ αἵματος, ὡς μὴ ἐρυθριᾷ, περιχρίουσι καὶ βραχιονιστῆρας ἐμβάλλουσι ταῖς χερσὶ καὶ δάφνινον στέμμα καὶ δάφνης κλῶνα διδοῦσι τῇ δεξιᾷ. περιτιθέασι δὲ καὶ τῇ κεφαλῇ στέφανον ἐξ ὕλης ὁποίας, ἀνάγραπτα φέροντα ὅσα ἐποίησεν ἢ ἐπεπόνθει· [Tzetz.
74 (1n) [20] Ep.] οἰκέτης δὲ δημόσιος τοῦ ἅρματος ἑστὼς ὄπισθεν ἀνέχει τὸν στέφανον λέγων ἐκείνῳ πρὸς οὖς “βλέπε καὶ τὸ κατόπιν”. κώδωνες δὲ καὶ μάστιξ τοῦ ζυγοῦ τοῦ ἅρματος ἀπῃώρηνται· [Tzetz.
75 (1n) [5] Ep.] εἶτα τρὶς κυκλῶν τὸν τόπον περιτρέχει καὶ τοὺς ἀναβαθμοὺς ἐπὶ γόνασιν ἀνέρπει καὶ τοὺς στεφάνους ἐκεῖ ἀποτίθεται. εἶτα μετὰ θυμελικῶν οἴκαδε ἀπέρχεται. Tzetz. Epist. 107, p. 86. Δίων δὲ Κάσσιος Κοκκειανός, ὁ τὰ Ῥωμαίων συντάξας, ἐκ θεομηνίας φησὶ γενέσθαι χάσμα περὶ τὴν Ῥώμην καὶ μὴ ἐπιμύειν.
87 [15] χρησμοῦ δὲ δοθέντος ἐπιμῦσαι τὸ χάσμα ἐὰν ὃ κράτιστον Ῥωμαίοις ἐμβάλωσιν ἐν αὐτῷ, Κούρτιός τις ἱππεὺς εὐγενής, οὐδενὸς ἄλλου συμβαλεῖν τὸν χρησμὸν δυναμένου, αὐτὸς ἑρμηνεύσας ἵππον ὁμοῦ καὶ ἄνθρωπον λέγειν, εὐθέως ἀνέβη τε τὸν ἵππον καὶ ὡς εἶχεν ἐλάσας ἡρωικῶς κατὰ τοῦ φρικώδους ἐκείνου βόθρου ἐφέρετο.
89 [10] καὶ εὐθέως κατενεχθέντος τὸ χάσμα ἐπέμυε 〈καὶ〉 οἱ λοιποὶ τῶν Ῥωμαίων ἄνωθεν ἄνθεσιν ἔβαλλον. κἀκ τούτου καὶ Κούρτιος ὁ λάκκος ἐκλήθη Io. Tzetz. Schol. ad. Exeg. Iliad. p. 136, 17. — Ῥώμης πολεμοῦντος τὴν Καρχηδόνα ἐξαίφνης δράκων ἑρπύσας ἔξω τοῦ χαρακώματος τοῦ Ῥωμαίου στρατοῦ ἔκειτο, ὃν τῇ προστάξει αὐτοῦ ἔκτειναν οἱ Ῥωμαῖοι καὶ ἀποδείραντες αὐτὸν ἔστειλε (sic) τὴν δορὰν αὐτοῦ τῇ συγκλήτῳ Ῥώμης, μέγα θαῦμα· καὶ παρὰ τῆς αὐτῆς μετρηθεῖσα συγκλήτου, ὡς αὐτὸς ὁ Δίων ἔλεγε, εὑρέθη ἔχουσα μῆκος ποδῶν ἑκατὸν εἴκοσι.
160 [10] πρὸς τὸ μῆκος αὐτοῦ ἦν καὶ τὸ πάχος. Ioannes Damasc. De draconibus vol. 1 p. 472 AB. τὸ ἕτερον μέρος τῆς οἰωνοσκοπικῆς Δίων Κάσσιος Κοκκηιανὸς παραδίδωσι, λέγων ὅτι κριθοφάγους ἡμέρους κατέχουσιν ὄρνιθας καὶ τιθέασιν ἔμπροσθεν αὐτῶν κριθάς, ὅτε μαντεύονται.
170 (8) [10] εἰ μὲν οὖν ἐσθίοντες οἱ ὄρνιθες οὐ πλήττουσι τοῖς ῥάμφεσι τὰς κριθὰς καὶ ἀπορρίπτουσιν, ἀγαθὸν τὸ σημεῖον, εἰ δὲ οὕτω ποιοῦσιν, οὐκ ἀγαθόν. Io. Tzetz. Exeg. in Hom. Il. p. 108. ἐπὶ Φαβίου γὰρ Μαξίμου Βεροκόσσου ἤτοι ἀκροχορδονώδους Ῥωμαῖοι τοῦτο ἐποίησαν, Ἑλληνικὸν καὶ Γαλατικὸν ἀνδρόγυνον κρύψαντες ἐν μέσῃ τῇ ἀγορᾷ, ἐκ χρησμοῦ τινὸς δειματωθέντες, λέγοντος Ἕλληνα καὶ Γαλάτην καταλήψεσθαι τὸ ἄστυ.
183 (6) Tzetz. in Lycophr. 603. cf. ad 1056. Δίων δὲ Κοκκειανὸς τοὺς Ναρβωνησίους Βέβρυκας λέγει, γράφων οὕτω “τῶν πάλαι μὲν Βεβρύκων νῦν δὲ Ναρβωνησίων ἐστὶ τὸ Πυρήναιον ὄρος.
189 (10) [15] τὸ δὲ ὄρος τοῦτο χωρίζει Ἰβηρίαν καὶ Γαλατίαν.” Tzetz. in Lycophr. Alex. 516. αἱ Κάνναι πεδιάδες δέ εἰσι τῆς Ἀργυρίππας, οὗ Διομήδης ἔκτισε τὴν πόλιν Ἀργύριππαν, τουτέστιν Ἄργος Ἵππειον τῇ γλώσσῃ τῶν Ἑλλήνων.
220 [15] αἱ πεδιάδες αὗται δὲ τυγχάνουσι Δαυνίων τῶν Ἰαπύγων ὕστερον, ἔπειτα Σαλαντίων, τὰ νῦν δὲ πᾶσι Καλαυρῶν τὴν κλῆσιν λεγομένων. Tzetz. Chil. 1, 759—764. τέλος τοσοῦτο πέπτωκε πλῆθος ἀνδρῶν Ῥωμαίων, ὡς τὸν Ἀννίβαν στρατηγὸν πέμψαι τῇ Σικελίᾳ τοὺς δακτυλίους στρατηγῶν καὶ τῶν λοιπῶν ἐνδόξων μεδίμνοις τε καὶ χοίνιξι πολλοῖς ἐμμετρηθέντας.
223 (8) [10] Tzetz. Chil. 1, 771—774. καὶ τοῦ Μαρκέλλου στρατηγοῦ ποτὲ δὲ τῶν Ῥωμαίων τῇ Συρακούσῃ κατὰ γῆν προσβάλλοντος καὶ πόντον τινὰς μὲν πρῶτον μηχαναῖς ἀνείλκυσεν ὁλκάδας καὶ πρὸς τὸ Συρακούσιον τεῖχος μετεωρίσας αὐτάνδρους πάλιν τῷ βυθῷ κατέπεμπεν ἀθρόως Μαρκέλλου δ’ ἀποστήσαντος μικρόν τι τὰς ὁλκάδας ὁ γέρων πάλιν ἅπαντας ποιεῖ Συρακουσίους μετεωρίζειν δύνασθαι λίθους ἁμαξιαίους καὶ τὸν καθένα πέμποντα βυθίζειν τὰς ὁλκάδας.
233 [12] ὡς Μάρκελλος δ’ ἀπέστησε βολὴν ἐκείνας τόξου, ἑξάγωνόν τι κάτοπτρον ἐτέκτηνεν ὁ γέρων, ἀπὸ δὲ διαστήματος συμμέτρου τοῦ κατόπτρου μικρὰ τοιαῦτα κάτοπτρα θεὶς τετραπλᾶ γωνίαις κινούμενα λεπίσι τε καί τισι γιγγλυμίοις μέσον ἐκεῖνο τέθεικεν ἀκτίνων τῶν ἡλίου μεσημβρινῆς καὶ θερινῆς καὶ χειμεριωτάτης. ἀνακλωμένων δὲ λοιπὸν εἰς τοῦτο τῶν ἀκτίνων ἔξαψις ἤρθη φοβερὰ πυρώδης ταῖς ὁλκάσι, καὶ ταύτας ἀπετέφρωσεν ἐκ μήκους τοξοβόλου οὕτω νικᾷ τὸν Μάρκελλον ταῖς μηχαναῖς ὁ γέρων. Tzetz. Chil. 2, 109—128. ἦν κεκυφὼς διάγραμμα μηχανικόν τι γράφων, τὶς δὲ Ῥωμαῖος ἐπιστὰς εἷλκεν αἰχμαλωτίζων.
235 (6) [25] ὁ δὲ τοῦ διαγράμματος ὅλος ὑπάρχων τότε, τίς ὁ καθέλκων οὐκ εἰδὼς ἔλεγε πρὸς ἐκεῖνον· “ἀπόστηθι, ὦ ἄνθρωπε, τοῦ διαγράμματός μου.” ὡς δ’ εἷλκε τοῦτον συστραφεὶς καὶ γνοὺς Ῥωμαῖον εἶναι, ἐβόα· “τί μηχάνημά τις τῶν ἐμῶν μοι δότω.” ὁ δὲ Ῥωμαῖος πτοηθεὶς εὐθὺς ἐκεῖνον κτείνει, ἄνδρα σαθρὸν καὶ γέροντα, δαιμόνιον τοῖς ἔργοις. ἐθρήνησε δὲ Μάρκελλος τοῦτο μαθὼν εὐθέως λαμπρῶς τε τοῦτον ἔκρυψεν ἐν τάφοις τοῖς πατρῴοις σὺν τοῖς ἀρίστοις πολιτῶν καὶ τοῖς Ῥωμαίοις πᾶσι, τὸν δὲ φονέα τοῦ ἀνδρὸς οἶμαι πελέκει κτείνει. ὁ Δίων καὶ Διόδωρος γράφει τὴν ἱστορίαν. Tzetz. Chil. 2, 136—149. Δίων δὲ ὁ Κοκκηιανὸς ταύτας πλησίον φησὶ Ἴβηρος εἶναι ποταμοῦ, πλησίον τῶν Εὐρωπαίων Ἡρακλείων στηλῶν, ἃς νήσους Ἕλληνες μὲν καὶ Ῥωμαῖοι κοινῶς Γυμνησίας φασίν, Ἴβηρες δὲ Βαλερίας ἤτοι ὑγιεινάς.
252 [5] Tzetz. ad Lycophr. 633. ἐγὼ δὲ τοὺς Δαρδανίους ἔθνος εὗρον οἰκοῦντας ὑπέρ τε Ἰλλυριῶν καὶ Μακεδόνων.
275 (8) [10] Tzetz. ad Lycophr. Alex. 1128. αὐτὸς δὲ (Ἀννίβας) φάρμακον πιὼν θνήσκει πρὸς Βιθυνίαν πρός τι χωρίον Λίβυσσαν καλούμενον τῇ κλήσει δοκῶν θανεῖν εἰς Λίβυσσαν πατρίδα τὴν οἰκείαν.
293 (11) [25] ἦν γὰρ Ἀννίβᾳ τις χρησμὸς οὕτω που γεγραμμένος· Λίβυσσα κρύψει βῶλος Ἀννίβα δέμας. ὁ αὐτοκράτωρ δ’ ὕστερον Ῥωμαίων ὁ Σεβῆρος ἐκ γένους ὢν τοῦ Λιβυκοῦ λευκῆς μαρμάρου τάφῳ τὸν ἄνδρα τοῦτον τέθεικεν, τὸν στρατηγὸν Ἀννίβαν. Tzetz. Chil. 1, 798—805. ὅτι Καρχηδόνιοι πολεμούμενοι παρὰ Ῥωμαίων ὅπλα τε καὶ τριήρεις δι’ ἐλαχίστου ἐποιήσαντο, τοὺς μὲν ἀνδριάντας πρὸς τὴν τοῦ χαλκοῦ χρῆσιν συγχωνεύσαντες, καὶ τὴν ξύλωσιν τῶν τε ἰδίων καὶ δημοσίων ἔργων πρὸς τὰς τριήρεις καὶ τὰς μηχανὰς μετενεγκάμενοι, ἔς τε τὰ σχοινία ταῖς τῶν γυναικῶν κόμαις ἀποκεκαρμέναις χρησάμενοι.
308 Excerptum inter Planudea receptum (M p. 540).