eul_wid: rhq-aa

Ἱστορίαι Ῥωμαϊκαί
Roman Histories, Peter the Patrician's Vatican or Maian Excerpts

Dio Cassius of Nicaea Roman Histories, Peter the Patrician's Vatican or Maian Excerpts PDF

1 [5] ...................... ἐπὶ πρεσβείαν πεμφθεὶς πρὸς Πέρσας, ἐφ’ ᾧ συμμαχίαν αἰτῆσαι κατὰ Κασσίου καὶ Βρούτου· ὡς δὲ ὁ χρόνος ἐτρίβετο, τοῦ Περσῶν βασιλέως ἀμφιβόλου ὄντος καὶ τὴν ἔκβασιν τῶν πραττομένων ἀναμένοντος, εἵλετο Λαβιῆνος παρ’ αὐτοῖς καταμένειν, προτιμήσας τὸν μετὰ βαρβάρων βίον τοῦ οἰκείου ὀλέθρου. Mai. 78 p. 197 = p. 181, 8—14 Dind. Ὅτι ἰδὼν ὁ Καῖσαρ τὸν τάφον καὶ τὸ σῶμα τοῦ Ἀλεξάνδρου, προτρεπόντων δὲ τῶν Ἀλεξανδρέων ἰδεῖν καὶ τὸ σῶμα Πτολεμαίου, “ἐγώ” ἔφη “βασιλεῖς βούλομαι θεάσασθαι, οὐχὶ νεκρούς.
2 [10] Ὅτι προτρεπομένων αὐτὸν πάλιν ἐντυχεῖν τῷ Ἄπιδι, “ἐγώ” φησι “θεοὺς προσκυνῶ, οὐχὶ βοῦς.” Mai. 78 p. 198 = p. 181, 15—20 Dind. Ὅτι Κορνήλιος ὑβριστὴς ἐγένετο καὶ ἄδικος τιμηθεὶς ὑπὸ Καίσαρος· ἐν γὰρ τῇ δυναστείᾳ ἅπαντας διέβαλλεν καὶ ἐκάκου, ὥστε καὶ Πρόκουλόν τινα αὐτᾷ ἀπαντήσαντά ποτε τὴν ῥῖνα καὶ τὸ στόμα τὸ οἰκεῖον κατασχεῖν αἰνιττόμενον, ὅτι οὐδὲ φθέγξασθαι οὐδὲ ἀναπνεῦσαι ἐπὶ αὐτοῦ ἔξεστιν.
3 [10] ἄλλος δέ τις λαβὼν μάρτυρας προσῆλθε δημοσίᾳ καὶ ἤρετο αὐτὸν εἰ ἐπιγινώσκει αὐτόν. τοῦ δὲ εἰπόντος ἀγνοεῖν, στραφεὶς πρὸς τοὺς μάρτυρας “ὁρᾶτε” ἔφη “ὅτι ἀγνοεῖ με· μηδὲν οὖν λέγων περὶ ἐμοῦ πιστευθῇ.” Mai. 78 p. 198 = p. 181, 21—30 Dind. Ὅτι Τιβέριος τὰ καταλειφθέντα ληγᾶτα Καίσαρος οὐκ ἀπεδίδου ἐπὶ χρόνον πολύν· ἐπειδὴ δὲ νεκροῦ διὰ τῆς ἀγορᾶς ἐκφερομένου προσελθών τις ἔδοξε πρὸς τὸ οὖς αὐτῷ ψιθυρίζειν, καὶ ἐρωτηθεὶς παρὰ τῶν συνόντων τί τοῦτο πεποίηκεν, ἔφη τῷ Αὐγούστῳ δεδηλωκέναι ὅτι τὰ ληγᾶτα μέχρι τοῦ νῦν οὐκ ἐδόθη, ἐκεῖνον μὲν αὐτίκα ἀπέκτεινεν, ἵν’ αὐτάγγελος αὐτοῦ, ὥσπερ καὶ ἐπισκώπτων 〈εἶπε〉, γένηται.
4 [5] Mai. 79 p. 198 = p. 182, 9—16 Dind. [25 ἐπὶ addidi e cod. —35 〈εἶπε〉 ins. Dind.] Ὅτι ἐψηφίσαντο οἱ βουλευταὶ καὶ τὸν Νοέμβριον μῆνα, ἐν ᾧ Τιβέριος ἐγεννήθη, Τιβέριον καλεῖσθαι· ὁ δὲ οὐκ ἐδέχετο εἰπὼν αὐτοῖς “καὶ ἐὰν δεκατρεῖς Καίσαρας ἔχητε, τί ποιήσετε;” Mai.
5 [10] 79 p. 198 sq. = p. 182, 17—20 Dind. Ὅτι Τιβέριος τοὺς κατηγορουμένους ἐπί τινι πικρῶς ἐκόλαζεν οὕτως ἐπιλέγων “οὐδεὶς ἑκὼν ἄρχεται, ἀλλ’ ἄκων εἰς τοῦτο συνελαύνεται· μὴ μόνον γὰρ [τοὺς] μὴ πειθαρχεῖν τοὺς ἀρχομένους ἡδέως, ἀλλὰ καὶ ἐπιβουλεύειν τοῖς ἄρχουσι”· καὶ προσεδέχετο τοὺς κατηγοροῦντας μὴ διακρίνων εἴτε δοῦλος κατὰ δεσπότου εἴτε 〈κατὰ πατρὸσ〉 υἱὸς λέγει.
6 [5] Mai. 79 p. 199 = p. 182, 21—27 Dind. [5 τοὺς del. Dind. —10 〈κατὰ πατρὸσ〉 add. Mai.] Ὅτι Λιβίας ποτὲ προϊούσης γυμνοὶ ἄνδρες ἀνεφάνησαν αὐτῇ καὶ διὰ τοῦτο ἤγοντο πρὸς θάνατον· ἡ δὲ ἐκέλευσεν αὐτοὺς ἀφεθῆναι εἰποῦσα ὅτι ταῖς σωφρονούσαις οὗτοι ἀνδριάντες δοκοῦσιν εἶναι.
7 [5] Mai. 80 p. 199 = p. 182, 28—32 Dind. Ὅτι ἡ αὐτὴ ἐρωτηθεῖσα ποίοις τρόποις χρωμένη τοσοῦτον ἐπὶ τοῦ Καίσαρος ἐκράτησεν ἔφη· “αὐτή τε ἀκριβῶς σωφρονοῦσα καὶ πάντα τὰ δοκοῦντα αὐτῷ ἡδέως ποιοῦσα καὶ μήτε ἄλλο τι τῶν ἐκείνου πολυπραγμονοῦσα καὶ τὰ ἀφροδίσια αὐτοῦ ἀθύρματα μηδὲ αἰσθάνεσθαι προσποιουμένη.
8 [5] ” Mai. 80 p. 199 = p. 183, 1—6 Dind. Ὅτι ὁ Τιβέριος βασανίζων τινὰ σφοδρῶς ἐπὶ ψεύδεσιν αἰτίαις καὶ γνοὺς ὅτι μάτην ἐβασανίσθη, ἐκέλευσεν αὐτὸν σπουδαίως ἀναιρεθῆναι· τῷ γὰρ οὕτως ὑβρισθέντι συμφέρειν ἔλεγεν τὴν ἀπαλλαγὴν τοῦ βίου.
9 [5] Mai. 80 p. 199 = p. 183, 7—10 Dind. [37 ὁ addidi e cod.] Ὅτι Τιβέριος νόσον προσποιησάμενος τὸν Σεϊανὸν ὡς καὶ ἐπακολουθήσων εἰς Ῥώμην προέπεμψε λέγων μέρος τοῦ σώματος αὐτοῦ καὶ τῆς ψυχῆς ἀποσπᾶσθαι ἀπ’ αὐτοῦ, καὶ περιέβαλεν αὐτὸν καὶ κατεφίλησεν μετὰ δακρύων ὥστε Σεϊανὸν ἐπὶ πλέον ἐπαίρεσθαι.
10 [10] Mai. 80 p. 199 sq. = p. 183, 11—16 Dind. [6 αὐτὸν Mai. ἑαυτὸν cod.] Ὅτι Σεϊανὸν Ῥεγοῦλος καὶ ὁ Λάκων λαβόντες αὐτὸν ἔδησαν καὶ ἤγαγον εἰς τὸ δεσμωτήριον· καὶ ἐντεῦθεν μᾶλλον ἄν τις τὴν ἀνθρωπίνην ἀσθένειαν ἐλεήσῃ καὶ παιδευθήσεται μήτε ἐπὶ τοῖς ἀγαθοῖς ὀγκοῦσθαι καὶ ἐπὶ τοῖς δοκοῦσιν ἐναντίοις μὴ δυσχεραίνειν.
11 [15] οἱ γὰρ πάλαι ὡς δεσπότην τιμῶντες τότε ὡς δραπέτην ἐφύλαττον. Mai. 81 p. 200 = p. 183, 17—23 Dind. Ὅτι ὁ Τιβέριος πολλοὺς φίλους μετὰ θάνατον τοῦ Σεϊανοῦ ἐτίμησεν, πολλοὺς δὲ ἐκόλασεν.
12 [15] ὡς κἀντεῦθεν ταῦτα πάντα εἰς τὴν τύχην ἀναφέρει. Mai. 81 p. 200 = p. 183, 24—26 Dind. Ὅτι Τερέντιος ἐπὶ φιλίᾳ Σεϊανοῦ κρινόμενος παρὰ Τιβερίου εἶπεν· “ἐγὼ οὐδὲν ἠδίκησα, εἰ τούτῳ ὡς φίλῳ ἐχρώμην, ὑπὸ σοῦ ὁρῶν αὐτὸν τιμώμενον· εἰ γὰρ ὁ αὐτοκράτωρ ὁ πάντα ἀκριβῶς εἰδὼς ἐπλανήθης, τί θαυμαστὸν εἰ καὶ ἐγὼ συνεξηπατήθην; καὶ γὰρ προσήκει ἡμῖν πάντας τοὺς τιμωμένους ὑπὸ σοῦ ἀγαπᾶν μὴ πολυπραγμονοῦντας ὁποῖοί ποτέ εἰσιν, ἀλλ’ ἕνα ὅρον τῆς φιλίας σφῶν ποιουμένους τὸ τῷ αὐτοκράτορι αὐτοὺς ἀρέσκειν.
13 [5] ” Mai. 81 p. 200 = p. 183, 27—184, 3 Dind. Ὅτι διαπληκτιζομένου ποτὲ Γαΐου καὶ Τιβερίου τοῦ ἐκγόνου ἔφη πρὸς τὸν Γάιον ὁ πάππος Τιβέριος “τί σπουδάζεις; καὶ σὺ τοῦτον φονεύσεις καὶ ἄλλοι σέ.
14 ” Mai. 81 p. 200 sq. = p. 184, 4—7 Dind. Ὅτι συνεχῶς ὁ Τιβέριος τοῦτο τὸ ἰαμβίδιον ἐπεφθέγγετο, “ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί”.
15 [5] Mai. 81 p. 201 = p. 184, 8—10 Dind. Ὅτι ὁ αὐτὸς καὶ τὸν Πρίαμον ἐμακάριζεν ὅτι μετὰ τῆς πατρίδος καὶ τῆς βασιλείας ἀπώλετο.
16 [5] Mai. 81 p. 201 = p. 184, 11. 12 Dind. Ὅτι Αἰμίλιος Μαμέρτιος δρᾶμα ἐποίησεν ὅπερ Ἀτρέα ἐπέγραψεν, ἐν ᾧ εἰσήγαγέ τινα λέγοντα κατὰ τὸν Εὐριπίδην ὅτι “τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών”.
17 (4) [15] καὶ μαθὼν τοῦτο Τιβέριος ἐφ’ ἑαυτῷ τὸ ἔπος ἐξέλαβεν, Ἀτρέα ἑαυτὸν διὰ τὰ μύση τῶν φόνων ὧν εἰργάσατο κληθῆναι νομίσας, καὶ ἔλεγεν “οὗτος ἐμὲ Ἀτρέα ἐποίησεν, κἀγὼ αὐτὸν Αἴαντα ποιήσω·” ἀνάγκην οὖν αὐτῷ ἐπήγαγεν ὥστε αὐτὸν ἑαυτὸν ἀνελεῖν. Mai. 82 p. 201 p. 184, 13—21 Dind. Ὅτι ὃ βούλεταί τις καὶ ἐπιθυμεῖ, τοῦτο καὶ θᾶττον πιστεύει.
18 [10] Mai. 82 p. 201 = p. 184, 22 sq. Dind. Ὅτι Λούκιός τις Ἀρούντιος καὶ τῇ ἡλικίᾳ καὶ τῇ παιδείᾳ προήκων ἑωρακὼς τὸν Τιβέριον τὴν ἐπιθάνατον νοσοῦντα καὶ κινδυνεύοντα καὶ τὴν βασιλείαν ἐπὶ Γάιον φερομένην ἀνεῖλεν ἑαυτὸν εἰπὼν ὅτι “οὐ δύναμαι ἐπὶ γήρως δεσπότῃ καὶ νεωτέρῳ τοιούτῳ δουλεῦσαι.
19 [5] ” Mai. 82 p. 201 = p. 184, 24—29 Dind. Ὅτι ἑωρακώς ποτε ὁ Τιβέριος Μάκρωνος καὶ Γαΐου τὴν φιλίαν, “εὖ γε” ἔφη “ποιεῖς τὸν δυόμενον καταλιμπάνων καὶ πρὸς τὸν ἀνατέλλοντα τρέχων.
20 [5] ” Mai. 82 p. 202 = p. 184, 30—32 Dind. Ὅτι Γάιος Πίσωνα ἐξορίσας δέδωκεν αὐτῷ δέκα δούλους μόνους· ἐπεὶ δὲ ἐκεῖνος ἐδέετο πλείονας αὐτῷ δοθῆναι, ἐκέλευσεν αὐτῷ ὅσοις βούλεται χρῆσθαι, εἰπὼν ὅτι “καὶ στρατιῶται μέντοι τοσοῦτοί σοι συνέσονται.
21 [10] ” Mai. 83 p. 202 = p. 185, 9—13 Dind. Ὅτι μετὰ πολλὰς ἐπινοίας ὁ Γάιος τελευταῖον ἐπὶ τὴν σύγκλητον ἐτρέπετο καὶ ἐγκλήματα αὐτοῖς ἐπῆγεν, ὅτι τὸν Τιβέριον κακῶς εἰρήκασιν· “ἐμοὶ μὲν γάρ” ἔφασκεν “αὐτοκράτορι ὄντι καὶ τοῦτο ποιεῖν ἔξεστιν, ὑμεῖς δὲ οὐ μόνον ἀδικεῖτε, ἀλλὰ καὶ ἀσεβεῖτε πρὸς τὸν ἄρξαντα ὑμῶν οὕτω διακείμενοι, καὶ εἴ τι κακὸν ἐποίησεν, ὑφ’ ὑμῶν προτρεπόμενος ἔπραξεν.
22 [5] ” καὶ ὁ Σεϊανὸς ὑφ’ ὑμῶν φυσηθεὶς ἀπώλετο. Mai. 83 p. 202 = p. 185, 14—21 Dind. Ὅτι ὁ Γάιος Πρίσκον ἀνελὼν διὰ χρήματα καὶ ὀλίγα εὑρὼν ταῦτα θαυμαστὸν λόγον ἐφθέγξατο “ἠπάτησέ με καὶ μάτην ἀπώλετο· ἠδύνατο γὰρ ἐπὶ τούτοις ζῆν.
23 [10] ” Mai. 83 p. 202 = p. 185, 22—25 Dind. [41 ὁ addidi e cod.] Ὅτι Δομέτιος ῥήτωρ ἄριστος καὶ δεινότατος, φαῦλος ἀνήρ, ἐπὶ τοῦ Τιβερίου γυναῖκα τῶν ἐπισήμων ἐσυκοφάντησεν, ὥστε ἐγγὺς θανάτου γενέσθαι· καὶ συναντήσας αὐτῇ ποτε ἐξετράπη τῆς ὁδοῦ αἰσχυνόμενος· ἐκείνη δὲ πλησίον παραγενομένη ἔφη “θάρσει, Δομέτιε, ὅτι οὐ σύ μοι ἐπαίτιος ἀλλ’ Ἀγαμέμνων.
24 [25] ” Mai. 84 p. 202 sq. = p. 185, 26—32 Dind. Ὅτι οὗτος ὁ Δομέτιος ἐπίγραμμα ποιήσας εἰς εἰκόνα τοῦ Γαΐου εἶπεν ὅτι εἰκοστὸν ἕβδομον ἔτος ἄγων δεύτερον ὑπάτευσεν· τούτου λαβόμενος ὁ Γάιος κατηγόρησεν αὐτοῦ ὡς ὀνειδίζοντος τὸ μειρακιῶδες αὐτοῦ καὶ παράνομον καὶ εἰς τὸ συνέδριον αὐτὸν ἤγαγεν ὡς τεθνηξόμενον, καὶ λόγον ποικίλως συγκείμενον εἶπεν, καὶ εἰ ἀπελογήσατο ἐτεθνήκει· ὁ δὲ λέγοντος αὐτοῦ ἐθαύμαζεν καὶ ἐπεκρότει ὡς ἀκροατής τις ἀλλ’ οὐ κατηγορούμενος· πληρώσαντος δὲ καθ’ ὑπερβολὴν ἐδόκει τὴν δεινότητα τοῦ λόγου θαυμάζειν.
25 [15] καὶ δοθέντος καιροῦ ἀπολογίας εἰς ὀλοφυρμὸν ἐτρέπετο, καὶ τέλος εἰς τὴν γῆν κατέπεσεν ἱκετεύων καὶ ὡς ῥήτορα μᾶλλον οὐχ ὡς Καίσαρα φοβεῖσθαι λέγων· ἐκεῖνος δὲ ὁρῶν ταῦτα καὶ ἀκούων διεχύθη, πιστεύσας ὅτι τῇ τῶν λόγων παρασκευῇ κεκράτηκεν, καὶ ἀπέλυσεν αὐτὸν εἰπών “μηκέτι νόμιζε σαυτὸν δεινὸν ῥήτορα,” ὃν καὶ ὕπατον ἀπέδειξεν. [cf. mox v. 29 B ]. Mai. 84 p. 203 = p. 186, 1—17 Dind. Ὅτι Σενέκας Ἄννεος ἅπαντας τοὺς κατ’ αὐτὸν ἀνθρώπους σοφίᾳ ὑπερβαλλόμενος ἐπειδὴ λόγον ἐπ’ αὐτῷ εἶπεν καλῶς συγκείμενον, ὑπὲρ τούτου καὶ μόνου ἔμελλεν ἀπόλλυσθαι· ἀλλὰ τοῦτον ἀφῆκεν γυναικὶ πεισθείς, ᾗτινι συνεκάθευδεν, εἰπούσῃ ὅτι καὶ φθόην ἔχει καὶ οὐκ εἰς μακρὰν τελευτήσει· ἀληθὲς δὲ τοῦτο νομίσας εἶναι συνεχώρησεν αὐτῷ [an αὐτῇ?] ὅσον οὐδέπω τεθνηξόμενον.
26 (2) [5] Mai. 85 p. 203 = p. 186, 18—25 Dind. Ὅτι Γάιος οὕτως ἦν ἀδιάκριτος περὶ τοὺς φόνους ὥστε ποτὲ προσενεχθέντων αὐτῷ πολλῶν κατηγορουμένων ἐφ’ ᾧ ἐξετάσαι, στῆσαι μὲν αὐτοὺς ἐπὶ στίχον, εἰπεῖν δὲ τὸ ὡς γελοῖον ἐπὶ τοῦ παρόντος λεγόμενον “ἀπὸ τοῦ φαλακροῦ μέχρις ἐκείνου τοῦ κομῶντος πάντας φόνευσον.
27 [10] ” Mai. 85 p. 204 = p. 186, 26—31 Dind. Ὅτι ὁ αὐτὸς κυβεύων ποτὲ ἐν Γαλλίαις καὶ μαθὼν ὅτι οὐκ ἔστιν ἀργύριον, ἀναστὰς ἐζήτησε τῶν εὐπόρων ἀπογραφὴν καὶ ἐκέλευσε πολλοὺς ἐξ αὐτῶν φονευθῆναι καὶ τὰ χρήματα αὐτῶν εἰσενεχθῆναι· καὶ ἐλθὼν πρὸς τοὺς συγκυβευτὰς εἶπεν “ἐν ᾧ ὑμεῖς περὶ ὀλίγων φιλονικεῖτε, ἐγὼ πλῆθος χρημάτων συνήγαγον.
28 [5] ” Mai. 85 p. 204 = p. 186, 32—187, 6 Dind. 29. 30. 31. 32 vide vol. 2 p. 647—650. Ὅτι τὸν Γάιον Γαλάτης τις θεωρήσας αὐτὸν μέγα ἀνεκάγχασεν· ὁ δὲ νομίσας αὐτὸν ὑπὸ ἡδονῆς γελᾶν ἐκέλευσεν αὐτὸν ἀχθῆναι καὶ λέγει “τίνα με νομίζεις εἶναι;” ὁ δέ, ἐρῶ αὐτὸ τὸ ῥῆμα τὸ παρ’ αὐτοῦ λεχθέν, ἔφη ὅτι “μέγα εἰ παραλήρημα”, καὶ οὐδὲν δεινὸν ἔπαθεν· σκυτεὺς γὰρ ἦν καὶ πένης.
33 [5] Mai. 88 p. 206 = p. 188, 19—24 Dind. Ὅτι ἡ Μιλωνία μετὰ τριάκοντα ἡμέρας τῶν γάμων τέτοκεν υἱόν, ὃν ἔσχεν ἐκ τοῦ προτέρου ἀνδρός· καὶ τοῦτο ἔλεγεν ὡς θεῷ αὐτῷ ἐκγενέσθαι ὅτι ἐν τριάκοντα ἡμέραις καὶ ἀνὴρ καὶ πατὴρ ἐγένετο.
34 [10] Mai. 88 p. 206 = p. 188, 25—28 Dind. 35. 36 vide vol. 2 p. 660. Ὅτι ἀπελεύθερος τοῦ Σαβίνου πρὸς ἐξέτασιν ἐξηνέχθη καὶ ἐλευθέρως ἐλάλησεν· ὁ δὲ Νάρκισσος ἐπύθετο αὐτοῦ “τί ἂν ἐποίησας, εἰ ἐμονάρχησε Σαβῖνος;” ἀπεκρίνατο “ἑστήκειν ὄπισθεν αὐτοῦ καὶ ἐσιώπων.
37 [25] ” ἐκ τούτου κατακριθεὶς ἀνῃρέθη. καὶ Ἀριάμη τις ἐπειδὴ εἶδεν τὸν ἄνδρα ἐν ἐσχάτῳ κινδύνῳ ὄντα, οὐ μόνον οὐκ ἀπεδειλίασεν [ita cod.], ἀλλ’ αὑτὴν [αὐτὴν cod.] ἀπέσφαξεν, καὶ τὸν ἄνδρα εἰς τὸ αὐτὸ προεκαλέσατο· λαβοῦσα γὰρ τὸ ξίφος προστέθεικε τῇ οἰκείᾳ γαστρὶ καὶ ὤθησε λέγουσα “ἰδὲ οὐ πονῶ· τοῦτο οὐδέν ἐστιν· ποίησον καὶ σύ.” ἑωρακὼς οὖν ἀποθνήσκουσαν κἀκεῖνος ἑαυτὸν ἀπέσφαξεν· εἰς τοιαύτην γὰρ τάξιν τὰ πράγματα ἐληλύθει, ὥστε ἀρετὴν νομίζεσθαι τὸ αὐτόχειρα γενέσθαι. Mai. 89 p. 207 = p. 190, 9—22 Dind. Ὅτι Κλαύδιος τούτων γινομένων συνεχῶς τὸ Ὁμηρικὸν ἔλεγεν “ἄνδρ’ ἀπαμύνασθαι ὅτε τις πρότερον χαλεπήνῃ”.
38 [5] Mai. 89 p. 208 = p. 190, 23—25 Dind. [19 τις Dind., τι cod.] PETRI PATRICII EXCERPTA VATICANA SIVE MAIANA de sententiis (περὶ γνωμῶν) n.
156-191t 156—191, historiam Augustam a fine Dionis continentia. Κοῦφος μὲν γὰρ πᾶς ὄχλος πρὸς τὰ καινοτομούμενα· ὁ δὲ δῆμος τῶν Ῥωμαίων διά τε τὸ πλῆθος καὶ τὴν ποικιλίαν τῶν συγκλύδων ἀνθρώπων τῶν εἰς αὐτὸν συνιόντων ῥᾷον τῶν ἄλλων ἐπαίρεται καὶ μετὰ εὐχερείας πρὸς τὰ ἄτοπα τρέχει.
156 [5] Mai. 117 p. 233 = p. 217, 25—29 Dind. Ὅτι ὁ τῶν Περσῶν βασιλεὺς μετὰ Μαριάδνου πρὸ τῆς πόλεως Ἀντιοχείας ὡς εἴκοσι σταδίους στρατοπεδεύεται· καὶ οἱ μὲν φρόνιμοι ἔφυγον τῆς πόλεως, τὸ δὲ πολὺ πλῆθος ἔμεινεν, τοῦτο μὲν φιλοῦντες τὸν Μαριάδνην, τοῦτο δὲ καὶ τοῖς καινισμοῖς χαίροντες, ὅπερ ὑπὸ ἀνοίας πάσχειν εἰώθασι.
157 Mai. 118 p. 234 = p. 218, 1—6 Dind. = fr. 1 Mueller (F. H. Gr. 4, 192). Ὅτι Αἰμιλιανὸς ἀναγορευθεὶς βασιλεὺς ἔγραφε πρὸς τὴν σύγκλητον ὅτι τὴν βασιλείαν ὑμῖν καταλιμπάνω, κἀγὼ ὡς στρατηγὸς ὑμέτερος πανταχοῦ ἀγωνίζομαι.
158 [10] Mai. 118 p. 234 = p. 218, 8—11 Dind. = fr. 2 Mueller (F. H. Gr. 4, 193). Ὅτι Μακρῖνος κόμης τῶν θησαυρῶν καὶ ἐφεστὼς τῇ ἀγορᾷ τοῦ σίτου ἐπειδὴ καὶ τὸν ἕνα πόδα ἐπεπήρωτο, οὐχ εὑρέθη ἐν τῷ πολέμῳ ἀλλ’ ἐν Σαμοσάτοις, καὶ ἀπεδέχετο τοὺς στρατιώτας καὶ ἀνεκτᾶτο· ὁ δὲ Σαπώρης πέμπει Κληδόνιον ἄνδρα τοὺς δικαστὰς εἰσάγοντα τῷ βασιλεῖ, ὃς προέτρεπε Μακρῖνον ἐλθεῖν πρὸς Βαλλεριανόν· ὁ δὲ οὐχ εἵλετο ἀπελθεῖν, λέγων “τίς τοσοῦτον μαίνεται ὥστε ἑκὼν ἀντ’ ἐλευθέρου δοῦλος καὶ αἰχμάλωτος γενέσθαι; ἄλλως τε καὶ οἱ προστάττοντες ἀπελθεῖν οὐκ εἰσί μου κύριοι· ὁ μὲν γὰρ πολέμιός ἐστιν, ὁ δὲ οὐδὲ ἑαυτοῦ δεσπόζει, οὐχ ὅπως ἡμῶν”· καὶ παρῄνει καὶ τῷ Κληδονίῳ μένειν καὶ μὴ ἐπανελθεῖν πρὸς Βαλλεριανόν· ὁ δὲ ἔφη μὴ προδιδόναι τὴν πίστιν τοῦ γενομένου αὐτοῦ δεσπότου· καὶ ἐπανελθὼν κατεσχέθη μετὰ τῶν αἰχμαλώτων.
159 Mai. 118 p. 235 = p. 219, 8—22 Dind. = fr. 3 Mueller (F. H. Gr. 4, 193). Ὅτι Μέμωρ Μαυρούσιος, πεμφθεὶς ἐπὶ συλλογῇ καρπῶν, καινῶν πραγμάτων ἐπεθύμησεν, καὶ σπουδῇ ὑπὸ τῶν στρατιωτῶν ἀναιρεῖται· οἱ δὲ ἄρχοντες ἐμέμφοντο ὡς ἀδίκως αὐτὸν ἀναιρεθέντα.
160 [10] καὶ Θεόδοτος κελευσθεὶς ἀπολογήσασθαι εἶπεν ὅτι “οὐκ ἦν πολλῆς ἄξιος καταγνώσεως Μέμωρ ὡς ἀδυνάτοις ἐπιχειρῶν, ὁ ἔχων τοσούτων ἀρχόντων περιβολὴν καὶ δύναμιν, ἀλλ’ ἐκεῖνος καὶ οἱ σὺν αὐτῷ διὰ τῆς ἐμῆς σπουδῆς καὶ βασιλικῆς προνοίας τοῦ σκοποῦ διήμαρτον”· ἡσθεὶς ὁ βασιλεὺς τῇ ἀπολογίᾳ ἐκέλευσεν ὑπὲρ Μέμορος μηδένα φεύξεσθαι. Mai. 119 p. 236 = p. 220, 8—18 Dind. = fr. 4, 1 Mueller (F. H. Gr. 4, 193). Ὅτι οἱ φαύλως ἀναχθέντες ἄνθρωποι οὐκ εἰώθασι βεβαίως τὰς φιλίας φυλάττειν, ἀλλ’ ἐκ μικρῶν προφάσεων μεταβάλλονται.
161 [5] Mai. 119 p. 236 = p. 220, 19—21 Dind. = fr. 4, 2 Mueller (F. H. Gr. 4, 194). Ὅτι ἡ τοῦ Γαλιηνοῦ γαμετὴ τοῦ βασιλέως ἀπηρέσθη τῷ προσώπῳ Ἰνγενούου καὶ μεταπεμψαμένη Βαλεντῖνον εἶπεν αὐτῷ ὅτι “ἐγὼ τὴν σὴν προαίρεσιν οἶδα· τὸν δὲ βασιλέα ἐπὶ μὲν τῇ σῇ ἐπιλογῇ ἐπαινῶ, ἐπὶ δὲ τῇ Ἰνγενούου οὐκ ἐπαινῶ· ἐν πολλῇ γάρ μοι ὑπονοίᾳ ἐστίν· ἀλλ’ ἀντιπρᾶξαι τῷ βασιλεῖ οὐ δύναμαι· ἀλλὰ σὺ ἐπιτήρει τὸν ἄνδρα”.
162 ἀποκρίνεται Βαλεντῖνος ὅτι “γένοιτο μὲν καὶ Ἰνγένουον γνήσιον περὶ τὴν δουλείαν ὑμῶν ὀφθῆναι· ἐπεὶ τὸ ἐν ἐμοὶ οὐκ ἂν παραλείψω τι τῶν εἰς εὔνοιαν ὁρώντων τοῦ ὑμετέρου οἴκου. Mai. 120 p. 237 = p. 221, 8—18 Dind. = fr. 5, 1 Mueller (F. H. Gr. 4, 194). Ὅτι ἐν τῷ κατὰ Ἰνγενούου πολέμῳ πολλοὶ καὶ τέκνα καὶ γονεῖς καὶ ἀδελφοὺς ἀνεῖλον ἐπὶ τοσοῦτον ὥστε τινὰ κατασχεῖν ἴδιον ἀδελφὸν παρὰ Γαλιηνῷ καὶ εἰπεῖν “ὦ βασιλεῦ, οὗτος ἀδελφὸς ἐμός ἐστι, καὶ ἐν τῷ πολέμῳ κατέσχον αὐτόν.
163 [5] ” ὁ δὲ νομίσας ὅτι παραιτήσασθαι αὐτὸν βούλεται καὶ ἀπεδέξατο καὶ ἐπῄνεσεν καὶ ὑπέσχετο πολλὰ δώσειν καὶ τὴν ἁμαρτίαν τῆς τυραννίδος συγχωρεῖν· τὸν δὲ εἰπεῖν ὅτι οὐ χρὴ τὸν ἅπαξ ἀντάραντα ὅπλα βασιλεῖ ζῆσαι, καὶ τῷ ξίφει ἀνελεῖν αὐτόν· ὁ δὲ Γαλιηνὸς ἠγανάκτησε μέν, πλὴν διὰ τὸ ἀδόκητον τῶν πραγμάτων συνεχώρησεν. Mai. 120 p. 237 = p. 221, 19—30 Dind. = fr. 5, 2 Mueller (F. H. Gr. 4, 194). Ὅτι Κλαύδιος ἔτυχεν τρωθεὶς εἰς τὸν ἀστράγαλον καὶ μετὰ πολλῆς σπουδῆς ὁ βασιλεὺς περὶ αὐτοῦ ἐπυνθάνετο· εἷς οὖν τῶν στρατιωτῶν εἶπεν ὅτι “ὡς Ἀχιλλεὺς πολεμήσας γενναίως ἐτρώθη καὶ ἐν τῷ καταγωγίῳ τῷ ἑαυτοῦ ἐστι θεραπευόμενος”· ὥστε τὸν βασιλέα εἰπεῖν ὅτι “εἰκότως καὶ εἰς τὸν ἀστράγαλον ἐτρώθη.
164 [5] ” Mai. 121 p. 237 = p. 221, 31—222, 5 Dind. = fr. 5, 3 Mueller (Fr. H. Gr. 4, 194). Ὅτι Γαλιηνὸς ὁ βασιλεὺς πρὸς Πόστομον αὐτοκράτορα ἀναγορευθέντα πέμπει πρεσβευτὰς τοὺς ἐπισταμένους τὰ γενόμενα παρ’ αὐτοῦ καὶ ἐροῦντας αὐτῷ ὅτι χρὴ τὰ ὀχυρὰ καταλαβόντας ἡσυχάζειν· “ἀλλὰ παραχώρησόν μοι εἰσελθεῖν, ἵνα διακριθῶμεν πολέμῳ· καὶ ὁ κρείττων βασιλεύς”· ὁ δὲ ἀντεδήλωσεν ὅτι “οὔτε παραχωρῶ σοί ποτε ἑκὼν παρελθεῖν τὰς Ἄλπεις οὔτε εἰς τοιαύτην ἀνάγκην εὔχομαι καταστῆναι ἵνα Ῥωμαίοις πολεμήσω.
165 [10] ” Γαλιηνὸς δὲ πέμπει πρὸς αὐτόν “οὐκοῦν ἀμφότεροι μονομαχήσωμεν, ἵνα μὴ Ῥωμαῖοι ἀπόλωνται.” ὁ δὲ ἀντεδήλωσεν “ἐγὼ οὔτε μονομάχος εἰμὶ οὔτε γέγονά ποτε· ἀλλ’ ἀπολλυμένας τὰς ἐπαρχίας ταύτας ὑπὸ σοῦ ταχθεὶς διασώζειν ἔσωσα· καὶ ὑπὸ τῶν Γάλλων ᾑρέθην βασιλεύς· καὶ ἀρκοῦμαι τούτων ἄρχειν τῶν ἑκουσίως με ἑλομένων· καὶ εἴ τι δύναμαι, τῇ βουλῇ τῇ ἐμαυτοῦ καὶ τῇ δυνάμει τούτοις βοηθῶ.” Mai. 121 p. 238 = p. 223, 8—24 Dind. = fr. 6 Mueller (F. H. Gr. 4, 194). Ὅτι τὸν Ὀδέναθον τὸν παλαιὸν Ῥουφῖνος ἀναιρεῖ ὡς νεωτέροις ἐπιχειροῦντα πράγμασιν· κατηγόρει δὲ ὁ νέος Ὀδέναθος Ῥουφίνου, ὡς φονεύσαντος τὸν πατέρα αὐτοῦ· ὁ δὲ βασιλεὺς ἠρώτησε τὸν Ῥουφῖνον διὰ τί ταῦτα ἐποίησεν.
166 [15] ὁ δὲ εἶπεν ὅτι σὺν δίκῃ τοῦτο ἐποίησεν· “καινοῖς γὰρ ἐπεχείρει πράγμασιν· καὶ εἴθε ἐπέτρεπές μοι καὶ τοῦτον τὸν Ὀδέναθον τὸν υἱὸν αὐτοῦ ἀνελεῖν, καὶ παραχρῆμα τοῦτο ἐποίουν”· ἦν δὲ ὁ Ῥουφῖνος ποδαλγὸς καὶ χειραλγός, παντελῶς μὴ κινηθῆναι δυνάμενος· καὶ ἔλεγεν αὐτῷ ὁ βασιλεύς “ποίᾳ δυνάμει ἢ ποίῳ σώματι θαρρῶν ταῦτα λέγεις;” ὁ δὲ ἔλεγεν “οὐδὲ εἰ ἔτυχον ὑγιὴς ὢν πλέον τῆς νεότητός μου, ἠδυνάμην διὰ τοῦ σώματός μού τί ποτε εἰς αὐτὸν ποιῆσαι· ἀλλὰ τῇ σῇ δεξιᾷ κελεύων καὶ διατυπῶν πάντα κατώρθουν· καὶ σὺ γὰρ αὐτός, ὦ βασιλεῦ, οὐ τῷ σώματί σου ἰσχύων ποιεῖς ἃ ποιεῖς, ἀλλὰ τοῖς στρατιώταις σου κελεύων.” καὶ ἐπῄνεσεν τοὺς λόγους αὐτοῦ ὁ Γαλιηνός. Mai. 122 p. 238 sq. = p. 224, 8—25 Dind. = fr. 7 Mueller (F. H. Gr. 4, 195). Ὅτι Κύντος ὁ Μακριανοῦ υἱὸς τὸ βασίλειον καὶ παραχρῆμα ἐν Ἐμίσῃ ἐκάθητο· καὶ παραγίνεται Ὀδέναθος μετὰ πλήθους βαρβάρων καὶ δηλοῖ αὐτοῖς ὅτι “παράδοτε ἑαυτοὺς ἢ πολεμήσατε”· οἱ δὲ εἶπον ὅτι πᾶν ὁτιοῦν ἠνείχοντο ὑπομένειν ἢ βαρβάρῳ ἑαυτοὺς παραδοῦναι.
167 [10] Mai. 122 p. 239 = p. 225, 8—13 Dind. = fr. 8, 1 Mueller (F. H. Gr. 4, 195). Ὅτι Κυρῖνος ἐδυσχέρανεν ὡς ὅτι τῶν Ῥωμαίων τὸν πόλεμον ᾠκειώσατο Ὀδέναθος· ὁ δὲ τοῦτο μαθὼν ἐκέλευσεν αὐτὸν ἀναιρεθῆναι· καὶ ἐκ τῶν οἰκείων πολλὰ ἐφιλοτιμήσατο εἰς ταφὴν αὐτοῦ, ἅτινα καὶ ζῶντι αὐτῷ ἐπέδειξεν· ὁ δὲ γελάσας ἔφη πολλῆς ἀμαθίας καὶ εὐηθείας πεπληρῶσθαι τὸν ἄνδρα· ἀμαθίας μέν, ὅτι τοὺς ἐχθροὺς ἀναιροῦμεν, τοῖς δὲ φίλοις χαριζόμεθα, ἀγνοεῖν δὲ αὐτὸς πότερον εἰς φίλους ἢ εἰς ἐχθροὺς τάξει αὐτόν· εὐηθείας δέ, ὅτι βούλεται περιόντα αὐτὸν καὶ αἰσθανόμενον λυπῆσαι καὶ φονεῦσαι, τελευτῶντα δὲ καὶ ἀναισθητοῦντα δωρεαῖς τιμᾶν· καὶ ἡ τοσαύτη εὐτυχία ταχεῖαν ἔσχε μετάπτωσιν.
168 Mai. 123 p. 239 sq. = p. 225, 14—26 Dind. = fr. 8, 2 Mueller (F. H. Gr. 4, 195). Ὅτι τῶν Σκυθῶν ἐπὶ Κλαυδίου τὰς Ἀθήνας ἑλόντων καὶ συναγαγόντων πάντα τὰ βιβλία καὶ βουληθέντων καῦσαι, ἄλλος τις ἐν αὐτοῖς φρόνιμος εἶναι νομιζόμενος ἐκώλυσε λέγων ὅτι “περὶ ταῦτα οἱ Ῥωμαῖοι σχολάζοντες πολέμου ἀμελοῦσι.
169 [5] ” τοῦτο δὲ ὡς ἄπειρος εἶπεν· εἰ γὰρ ᾔδει τὰς τῶν Ἀθηναίων καὶ Ῥωμαίων ἀρετάς, οἵτινες ἐν λόγοις καὶ ἐν πολέμοις εὐδοκίμουν, οὐκ ἂν τοῦτο εἶπεν. Mai. 123 p. 240 = p. 226, 8—15 Dind. = fr. 9, 1 Mueller (F. H. Gr. 4, 196). Ὅτι οἱ Σκύθαι πρὸς τοὺς ἐν πόλεσιν ἐγκεκλεισμένους ἀπέσκωπτον, ὅτι οὗτοι οὐκ ἀνθρώπινον βίον ζῶσιν, ἀλλ’ ὀρνίθων ἐν καλιαῖς εἰς τὸ ὕψος καθημένων, καὶ ὅτι καταλιπόντες τὴν γῆν τὴν τρέφουσαν αὐτοὺς ἀκάρπους πόλεις ἐπιλέγονται καὶ ὅτι τοῖς ἀψύχοις θαρροῦσι μᾶλλον ἤπερ ἑαυτοῖς.
170 [5] Mai. 123 p. 240 = p. 226, 16—21 Dind. = fr. 9, 2 Mueller (F. H. Gr. 4, 196). Ὅτι Ἀνδοννόβαλλός τις ἦν, ὃς ἀπὸ Ἐρούλων προσέφυγε πρὸς Ῥωμαίους· καὶ ἦλθεν εἰς λόγους Βιβούλῳ τῷ βασιλεῖ τῶν Ῥωμαίων· προέτρεπε γὰρ αὐτὸν δοῦναι ἑαυτὸν τῷ βασιλεῖ· ὁ δὲ ἐκάλει αὐτὸν δοῦλον φιλοδεσπότην καὶ γαστρὸς ἥττονα, καὶ ὅτι τὴν ἐλευθερίαν διὰ τὸ φαγεῖν καὶ τὸ φορέσαι ἐπώλησεν· ἐκεῖνος δὲ ἀντέλεγεν αὐτῷ “ἐγὼ ἐλεύθερός εἰμι· καὶ γὰρ φίλος βασιλέως τηλικούτου εἰμὶ καὶ οὐδέν μοι τῶν ἀγαθῶν λείπει· σὺ δὲ οὔτε ἐσθῆτος οὔτε τροφῆς εὐπορεῖς.
171 ” Mai. 124 p. 241 = p. 226, 22—31 Dind. = fr. 9, 3 Mueller (F. H. Gr. 4, 196). Ὅτι μετὰ τὴν νίκην τῶν Σκυθῶν εὐφραινομένου τοῦ βασιλέως καὶ ἑστιῶντος εἰσῆλθεν Ἀνδοννόβαλλος ἐπὶ πάντων καὶ λέγει ὅτι “χάριν θέλω τινά ποτε παρὰ σοῦ αἰτῆσαι.
172 [5] ” καὶ νομίσας μέγα τί ποτε αἰτεῖσθαι ἐπέτρεψεν αὐτῷ αἰτεῖσθαι· καὶ λέγει Ἀνδοννόβαλλος “δός μοι καλὸν οἶνον, ἵνα καλέσω πάντας τοὺς τοῦ οἴκου μου καὶ εὐφρανθῶ μετ’ αὐτῶν.” καὶ γελάσας ὁ βασιλεὺς ἐκέλευσεν αὐτῷ δοθῆναι οἶνον· δέδωκεν δὲ αὐτῷ καὶ ἑτέρας πολλὰς δωρεάς. Mai. 124 p. 241 = p. 226, 32—227, 8 Dind. = fr. 9, 4 Mueller (F. H. Gr. 4, 196). Ὅτι Αὐρηλιανὸς βασιλεύσας καὶ συναγαγὼν πάντας τοὺς ἐν λόγῳ ἐν Ῥαβέννῃ βουλὴν ἐποιεῖτο πῶς χρὴ βασιλεύειν αὐτῶν· ἠβούλετο γὰρ μετὰ θάνατον Κλαυδίου ἐξ ὧν ἔπραττεν μείζων ἐκείνου φαίνεσθαι.
173 [5] εἷς δὲ τῶν ἐκ τῆς συγκλήτου εἶπεν αὐτῷ “ἐὰν θέλῃς καλῶς βασιλεῦσαι, χρυσῷ καὶ σιδήρῳ σαυτὸν ὀχύρωσον, κατὰ μὲν τῶν λυπούντων σε σιδήρῳ, πρὸς δὲ τοὺς θεραπεύοντας χρυσῷ”. καὶ πρῶτος τῆς κακῆς συμβουλῆς ταύτης αὐτὸς ὁ συμβουλεύσας ἀπήλαυσεν. Mai. 125 p. 241 sq. = p. 228, 8—16 Dind. = fr. 10, 1 Mueller (F. H. Gr. 4, 197). Ὅτι Ἀλβῖνος γέρων ὢν ἐνόσει τὴν ἐπιθάνατον· εἰσελθὼν δέ τις ἐπυνθάνετο αὐτὸν πῶς διάκειται; ὁ δὲ εἶπεν “εἰ μὲν σώζεται ἡ πατρίς, κακῶς· πάντως γὰρ ἀποθνήσκω· εἰ δὲ μὴ σώζεται, καλῶς· ἐγὼ γὰρ φθάνω ἀποθανεῖν, πρὶν μάθω τὸν ὄλεθρον τῆς πατρίδος· καὶ τούτου μεῖζον ἀγαθὸν οὐ ζητῶ.
174 [5] ” Mai. 125 p. 242 = p. 228, 17—22 Dind. = fr. 10, 2 Mueller (F. H. Gr. 4, 197). Ὅτι Αὐρηλιανὸς μαθὼν ἐν Πλακεντίᾳ εἶναι μοῖραν τῶν βαρβάρων ἐδήλωσεν αὐτοῖς ὅτι “εἰ μὲν θέλετε πολεμήσειν, ἰδοὺ ἕτοιμός εἰμι· εἰ δὲ τὰ βελτίονα λογίζεσθε, παραδοῦναι ἑαυτούς, δέχομαι ὑμᾶς ὡς δεσπότης ὑμῶν·” οἱ δὲ ἀντεδήλωσαν ὅτι “ἡμεῖς οὐκ ἔχομεν δεσπότην· καὶ αὔριον ἑτοίμασον σαυτὸν καὶ μανθάνεις ὅτι πρὸς ἐλευθέρους πολεμεῖς.
175 [5] ” Mai. 125 p. 242 = p. 228, 23—29 Dind. = fr. 10, 3 Mueller (F. H. Gr. 4, 197). Ὅτι Αὐρηλιανὸς ἐν τῷ πολιορκεῖν τὰ Τύανα εἰρήκει τοῖς στρατιώταις ὅτι “ἐὰν εἰσέλθωμεν, μηδὲ κύνα ἐάσητε,” μετὰ δὲ τὴν ἅλωσιν ἀπηγόρευσε τοῖς στρατιώταις μήτε φονεῦσαι μήτε διαρπάσαι· ἔλεγον οὖν αὐτῷ θυμούμενοι οἱ στρατιῶται ὅτι “ἃ ὑπέσχου, ἐπίτρεψον ἡμῖν ποιῆσαι”.
176 [10] ὁ δὲ λέγει αὐτοῖς “ἀληθεύετε ὅτι ἐγὼ εἶπον· ἀπέλθετε, κύων μὴ εὑρεθῇ ἐν τῇ πόλει ταύτῃ, ἀλλὰ πάντας φονεύσατε.” καὶ ἔπεμψε καὶ τοὺς τριβούνους καὶ τοὺς στρατιώτας καὶ πάντας τοὺς κύνας ἐφόνευσεν· ὥστε εἰς γέλωτα λυθῆναι τὸν θυμὸν τοῦ στρατεύματος. καὶ μετὰ ταῦτα συγκαλέσας αὐτοὺς εἶπεν ὅτι “ἡμεῖς ὑπὲρ τοῦ ἐλευθερῶσαι τὰς πόλεις ταύτας πολεμοῦμεν· καὶ ἐὰν μέλλωμεν πραιδεύειν αὐτάς, οὐκέτι ἡμῖν πιστεύουσιν· ἀλλὰ μᾶλλον τὴν πραῖδαν τῶν βαρβάρων ζητήσωμεν καὶ τούτων ὡς ἡμετέρων φεισώμεθα.” Mai. 126 p. 242 sq. = p. 228, 30—229, 14 Dind. = fr. 10, 4 Mueller (F. H. Gr. 4, 197). Ὅτι Αὐρηλιανὸς ἔπεμψε πρεσβευτὰς πρὸς Ζηνοβίαν προτρέπων αὐτὴν ἐνδοῦναι τελεῖν ὑπ’ αὐτόν· ἡ δὲ ἀντεδήλωσεν ὅτι “ἐγὼ οὐδὲν μέγα ἐβλάβην· οἱ γὰρ πεσόντες ἐν τῷ πολέμῳ σχεδὸν πάντες Ῥωμαῖοί εἰσιν.
177 [5] ” Mai. 127 p. 243 = p. 229, 15—19 Dind. = fr. 10, 5 Mueller (F. H. Gr. 4, 197). Ὅτι Αὐρηλιανὸς πειραθείς ποτε στρατιωτικῆς ἐπαναστάσεως ἔλεγεν ἀπατᾶσθαι τοὺς στρατιώτας, εἰ ἐν ταῖς αὐτῶν χερσὶ τὰς μοίρας εἶναι τῶν βασιλέων ὑπολαμβάνουσιν· ἔφασκε γὰρ τὸν θεὸν δωρησάμενον τὴν πορφύραν (καὶ ταύτην ἐπεδείκνυ τῇ δεξιᾷ) πάντως καὶ τὸν χρόνον τῆς βασιλείας ὁρίσαι· καὶ οὐ πρότερον ἀπέστη πρὶν ἂν εἰς τοὺς ἀρχηγοὺς τῆς στάσεως πεντήκοντα ἐξεδίκησεν.
178 [5] Mai. 127 p. 243 = p. 229, 20—27 Dind. = fr. 10, 6 Mueller (F. H. Gr. 4, 197). Ὅτι πρὸς ἀνταρσίαν ἐλθόντος Κάρου ἐβουλεύσατο ὁ Πρόβος τί δεῖ ποιῆσαι αὐτόν· καὶ πάντων σιωπώντων Μαρτινιανός τις χιλίαρχος παρρησιασάμενος πολλὰ ἐνεκάλει αὐτῷ ὡς διὰ τὸν ὄκνον αὐτοῦ τῶν πραγμάτων ἀπολλυμένων, καὶ προέτρεπε αὐτὸν παραχρῆμα κινῆσαι καὶ ἐξελθεῖν εἰς πόλεμον καὶ ἀπαντῆσαι τῷ τυράννῳ.
179 Mai. 127 p. 243 = p. 230, 7—13 Dind. = fr. 11 Mueller (F. H. Gr. 4, 198). Ὅτι ἅμα τῇ ἀναγορεύσει λέγουσιν εἰρηκέναι τὸν Κάρον ὅτι ἐπὶ κακῷ Περσῶν εἰς τὴν βασιλείαν ἦλθεν.
180 Mai. 127 p. 244 = p. 230, 20. 21 Dind. = fr. 12 Mueller (F. H. Gr. 4, 198). Ὅτι ἐν αὐτῇ τῇ οἰκείᾳ ἀναγορεύσει ὁ Διοκλητιανὸς τὰ τότε σεβόμενα θεῖα μαρτυρόμενος ἔλεγεν μὴ διὰ 〈τὸ〉 τῆς βασιλείας ἐφίεσθαι Καρῖνον ἀνελεῖν, ἀλλὰ διὰ τὸ ἐλεεῖν τὴν πολιτείαν.
181 Mai. 128 p. 244 = p. 230, 27—30 Dind. = fr. 13, 1 Mueller (F. H. Gr. 4, 198). Ὅτι τὸ πολλὰ πράττειν ἀντικλιμακτήρων καὶ κινδύνων πολλῶν αἴτιον γίνεται.
182 Mai. 128 p. 244 = p. 230, 31. 32 Dind. = fr. 13, 2 Mueller (F. H. Gr. 4, 198). Ὅτι ἡ ἀνθρωπίνη φύσις τἀναντία μᾶλλον ἐπίσταται φέρειν ἢ μέτρον ἐν ταῖς εὐτυχίαις φυλάττειν.
183 Mai. 128 p. 244 = p. 231, 1. 2 Dind. = fr. 13, 3 Mueller (F. H. Gr. 4, 198). Ὅτι καὶ διὰ τὸ τιμῆς αὐτὸν ἀθανάτου τετυχηκότα χρῆναι μεμνῆσθαι ὅτι θνητός ἐστι καὶ τῶν ἀνθρωπίνων συμφορῶν οὐκ ἀλλότριος.
184 Mai. 128 p. 244 = p. 231, 3—5 Dind. = fr. 13, 4 (F. H. Gr. 4, 198). Ὅτι Λούκιος Ὀκτάβιος εἰς δεῖπνον κληθεὶς θριάμβου καὶ ἀποκληθεὶς ἀπήγγειλεν ἑαυτὸν εἰς τὸ συμπόσιον ἥξειν, εἰ μὴ ὡς οἷόν τε κάλλιστα μέρη αὐτῷ πεμφθείη.
185 [5] Mai. 128 p. 244 = p. 231, 8—9 Dind. = fr. 13, 5 Mueller (F. H. Gr. 4, 198). Ὅτι Διοκλητιανὸς ὄψεώς τινος ἐν ὕπνοις πολλάκις αὐτὸν ἐνοχλούσης, ὥστε ἀρχὴν ἐγχειρίσαι τινὶ ὅν γε ὀνομαστὶ ἡ ὄψις ἐσήμανεν, ὑπονοήσας εἶναι τοῦτο ἐκ γοητείας, ἔν τινι ἡμέρᾳ μετακαλεσάμενος αὐτὸν τοῦτο μόνον ἔφη πρὸς αὐτόν “δέξαι ἀρχὴν ἣν καθ’ ἑκάστην νύκτα αἰτεῖς παρ’ ἐμοῦ, καὶ μὴ φθονήσῃς τῷ βασιλεῖ τῆς ἐκ τοῦ ἡσυχάζειν θεραπείας.
186 [5] ” Mai. 128 p. 245 = p. 231, 10—16 Dind. = fr. 13, 6 Mueller (F. H. Gr. 4, 198). Ὅτι Λικίννιος τὰ χρυσᾶ νομίσματα, ἐν οἷς ὁ Κωνσταντῖνος τὴν κατὰ Σαρματῶν αὐτοῦ νίκην ἐτύπωσεν, οὐ προσεδέχετο, ἀλλ’ ἀναχωνεύων αὐτὰ εἰς ἑτέρας μετέφερε χρήσεις, οὐδὲν ἄλλο τοῖς περὶ τοῦτο μεμφομένοις ἀποκρινόμενος ἢ ὅτι οὐ βούλεται βάρβαρον ἐργασίαν ἐν τοῖς συναλλάγμασι τῆς ἑαυτοῦ βασιλείας ἀναστρέφεσθαι.
187 [5] Mai. 129 p. 245 = p. 231, 22—28 Dind. = fr. 14, 1 Mueller (F. H. Gr. 4, 198). Ὅτι Κρίσπου τοῦ υἱοῦ Κωνσταντίνου μεγάλαι ἐφάνησαν ἀνδραγαθίαι· καὶ πολλάκις Λικίννιος ὑπ’ αὐτοῦ ἡττηθεὶς ἀχθόμενος τὰ Ὁμηρικὰ ταῦτα ἔλεγεν ἔπη Ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί, σή τε βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ἱκάνει.
188 Mai. 129 p. 245 sq. = p. 231, 29—232, 2 Dind. = fr. 14, 2 Mueller (F. H. Gr. 4, 199). Ὅτι Τιβέριος ἀνήγγελλεν ἐπὶ τὴν σύγκλητον ὥστε τὸν Χριστὸν τρισκαιδέκατον θεὸν εἶναι· ἡ δὲ σύγκλητος οὐκ ἀπεδέξατο, ὥστε καί τινα ἀστειευόμενον εἰπεῖν ὅτι “τρισκαιδέκατον οὐ δέχεσθε, καὶ πρῶτος ἔρχεται”.
189 [5] Mai. 129 p. 246 = p. 232, 3—7 Dind. = fr. 14, 3 Mueller (F. H. Gr. 4, 199). Ὅτι Κωνσταντῖνος ἐβουλεύσατο πρῶτον ἐν Σαρδικῇ μεταγαγεῖν τὰ δημόσια· φιλῶν τε τὴν πόλιν ἐκείνην συνεχῶς ἔλεγεν “ἡ ἐμὴ Ῥώμη Σαρδική ἐστι.
190 [5] ” Mai. 130 p. 246 = p. 232, 13—15 Dind. = fr. 15, 1 Mueller (F. H. Gr. 4, 199). Ὅτι Κωνσταντῖνος τὰ τῶν πρότερον βεβασιλευκότων ἔργα καλύψαι θέλων, τούτων τὰς ἀρετὰς ἐπωνύμοις τισὶν ἐκφαυλίζειν ἐσπούδαζεν· τὸν μὲν γὰρ Ὀκταβιανὸν Αὔγουστον κόσμον τύχης ἐκάλει, τὸν δὲ Τραιανὸν βοτάνην τοίχου, Ἀδριανὸν δὲ ἐργαλεῖον ζωγραφικόν, Μάρκον δὲ καταγέλαστον, Σεβῆρον .
191 ..... Mai. 130 p. 246 = p. 232, 16—21 Dind. = fr. 15, 2 Mueller (F. H. Gr. 4, 199).