eul_wid: emy-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments and Titles by Choerilus of Samos

The Fragments and Titles of Choerilus of Samos represent the scant surviving evidence of his epic poetry, most notably his historical epic the Persica. Active in the late 5th century BCE, Choerilus composed this work on the Persian Wars, an early and ambitious attempt to apply the epic form to recent history rather than mythological tradition. The poem was substantial, with later sources reporting its length as between seven and ten books, though only fragments now remain. The content celebrated the Greek victory over Persia, emphasizing panhellenic unity and heroic action. Choerilus is also notable for a poetic lament preserved in the fragments, in which he bemoans the exhaustion of traditional epic themes and the difficulty of finding new paths for the genre. The fragments survive exclusively through quotations by later ancient authors, grammarians, and commentators such as Athenaeus and Strabo, and are collected in modern critical editions. His attempt to innovate within the epic tradition was influential, though it was often criticized by later figures like Aristotle and Horace. The work of Choerilus remains a notable, if poorly preserved, milestone in the evolution of Greek epic between the Homeric age and the Hellenistic period.

Περσικῶν αʹ—
χοιριλου ποιηματα
βαρβαρικα· μηδικ περσικα
ἥγεό μοι λόγον ἄλλον, ὅπως Ἀσίης ἀπὸ γαίης
ἦλθεν ἐς Εὐρώπην πόλεμος μέγας
ἆ μάκαρ, ὅστις ἔην κεῖνον χρόνον ἴδρις ἀοιδῆς,
Μουσάων θεράπων, ὅτʼ ἀκήρατος ἦν ἔτι λειμών·
νῦν δʼ ὅτε πάντα δέδασται, ἔχουσι δὲ πείρατα τέχναι,
ὕστατοι ὥστε δρόμου καταλειπόμεθʼ, οὐδέ πῃ ἔστι
πάντῃ παπταίνοντα νεοζυγὲς ἅρμα πελάσσαι.
ἐν α τῶν Περσικῶν
περὶ δὲ κρήνας ἀρεθούσας
μυρία φῦλʼ ἐδονεῖτο πολυσμήνοισι μελίσσαις
εἴκελα
μηλονόμοι τε Σάκαι, γενεᾷ Σκύθαι· αὐτὰρ ἔναιον
Ἀσίδα πυροφόρον· νομάδων γε μὲν ἦσαν ἄποικοι,
ἀνθρώπων νομίμων.
τῶν δʼ ὄπιθεν διέβαινε γένος θαυμαστὸν ἰδέσθαι,
γλῶσσαν μὲν Φοίνισσαν ἀπὸ στομάτων ἀφιέντες,
ᾤκεον δʼ ἐν Σολύμοις ὄρεσι πλατέῃ παρὰ λίμνῃ,
αὐχμαλέοι κορυφάς, τροχοκουράδες, αὐτὰρ ὕπερθεν
ἵππων δαρτὰ πρόσωπʼ ἐφόρευν ἐσκληκότα καπνῷ.
νηῦς δέ τις ὠκύπορος Σαμίη συὸς εἶδος ἔχουσα
ὅρκον δʼ οὔτʼ ἄδικον χρεὼν ἔμμεναι οὔτε δίκαιον
Βαρβαρικά, Μηδικά