ΑΡΓΟΛΙΚΑ.
Σχόλια εἰς Εὐριπίδην Ὦ φίλταθʼ Ἕκτορ ... μαστὸν ἤδη πολλάκις νόθοισι σοῖς Τοῦτο παρʼ ἱστορίαν φασὶν εἰρῆσθαι· μὴ γὰρ ἱστορεῖσθαι Ἕκτορι ἐξ ἄλλης γυναικὸς γεγενῆσθαι υἱούς. Ἀπερίσκηπτοι δέ εἰσιν οἱ ταῦτα λέγοντες. Ἀναξικράτης γὰρ ἐν τῇ δευτέρᾳ τῶν Ἀργολικῶν οὕτω λέγει· «Οἱ δʼ ἀμφʼ ἑνέαο καὶ Σκαμάνδριον τὸν Ἕκτορος υἱὸν καὶ πρεσβύτερον Ἦσαν δὲ αὐτῷ οὗτος μὲν νόθος, ὃς ϊ κατελήφθη καὶ ἀπόλλυται. Οὗτοι δὲ διασώζονται. Σκαμάνδριος δὲ ἀφίκετο εἰς Ταναΐδα, Αἰνείου δὲ Ἀγχίσης ὁ πατὴρ ϊ καὶ ἄλλοι τινὲς, παῖδες αὐτῶν, καὶ Ἀγέστας, οἰκεῖος ὢν Ἀγχίσῃ, καὶ Αἰνείας εἰς Δάρδανον μεταπίπτονται.»
Σχόλια εἰς Εὐριπίδην Περὶ δὲ τῆς Κρέοντος θυγατρὸς οὐχ ὁμοφωνοῦσι τῷ Εὐριπίδῃ οἱ συγγραφεῖς· Κλειτόδημος μὲν γὰρ Κρέουσάν φησι καλεῖσθαι, γήμασθαι δὲ Ξούθῳ, Ἀναξικράτης δὲ Γλαύκην.
Στράβων Τοῦ δὲ Ἀραβίου κόλπου τὸ παρὰ τὴν Ἀραβίαν πλευρὰν ἀρχομένοις ἀπὸ τοῦ Ἐλανίτου μυχοῦ, καθάπερ οἱ περὶ Ἀλέξανδρον ἀνέγραψαν καὶ Ἀναξικράτη, μυρίων καὶ τετραχισχιλίων σταδίων ἐστίν· εἴρηται δὲ ἐπὶ πλέον.