eul_wid: thy-aa
Νέα ἹστορίαNew History
Zosimus of Constantinople New History PDF
| 1.1 | Πολυβίῳ τῷ Μεγαλοπολίτῃ, μνήμῃ παραδοῦναι τὰ καθ̓ ἑαυτὸν ἀξιόλογα τῶν ἔργων προελομένῳ, καλῶς ἔχειν ἐφάνη δἰ αὐτῶν ἐπιδεῖξαι τῶν πράξεων ὅπως οἱ Ῥωμαῖοι μετὰ τὸν τῆς πόλεως οἰκισμὸν ἑξακοσίοις ἔτεσι τοῖς περιοίκοις προσπολεμήσαντες μεγάλην ἀρχὴν οὐκ ἐκτήσαντο, μέρος δέ τι τῆς Ἰταλίας ὑφ̓ ἑαυτοὺς ποιησάμενοι, καὶ τούτου μετὰ τὴν Ἀννίβα διάβασιν καὶ τὴν ἐν Κάνναις ἧτταν ἐκπεπτωκότες, αὐτοῖς δὲ τοῖς τείχεσι τοὺς πολεμίους ὁρῶντες ἐπικειμένους, εἰς τοσοῦτον μέγεθος ἤρθησαν τύχης ὥστε ἐν οὐδὲ ὅλοις τρισὶ καὶ πεντήκοντα ἔτεσιν μὴ μόνον Ἰταλίαν ἀλλὰ καὶ Λιβύην κατακτήσασθαι πᾶσαν, ἤδη δὲ καὶ τοὺς ἑσπερίους Ἴβηρας ὑφ̓ ἑαυτοὺς καταστῆσαι, ἐπεὶ δὲ τοῦ πλείονος ἐφιέμενοι τὸν Ἰόνιον ἐπεραιώθησαν κόλπον, Ἑλλήνων τε ἐκράτησαν καὶ Μακεδόνας παρέλυσαν τῆς ἀρχῆς, αὐτόν τε ὃς τηνικαῦτα τούτων ἐβασίλευε ζωγρίαν ἑλόντες εἰς τὴν Ῥώμην ἀνήγαγον. |
| 1.2 | Μετὰ τὴν ἐν Τροίᾳ στρατείαν ἄχρι τῆς ἐν Μαραθῶνι μάχης ἐλλόγιμον οὐδὲν οἱ Ἕλληνες φαίνονται πεπραχότες οὔτε πρὸς ἑαυτοὺς οὔτε πρὸς ἕτερον. Δαρείου δὲ αὐτοῖς διὰ τῶν ὑπάρχων πολλαῖς μυριάσιν ἐπιστρατεύσαντος, Ἀθηναίων ὀκτακισχίλιοι θείᾳ τινὶ ῥοπῇ γενόμενοι κάτοχοι, τοῖς παρατυχοῦσιν ἐξοπλισάμενοι καὶ ὑπαντήσαντες δρόμῳ, τοσοῦτον ἐκράτησαν ὥστε ἐννέα μὲν ἀνελεῖν μυριάδας, τοὺς δὲ λειπομένους ἀποδιῶξαι τῆς χώρας. |
| 1.3 | Εἰ μὲν οὖν ἐφ̓ ἑαυτῶν διετέλεσαν ὄντες καὶ τοῖς παροῦσιν ἀρκούμενοι, καὶ μὴ διέστησαν Ἀθηναῖοί τε καὶ Λακεδαιμόνιοι περὶ τῆς τῶν Ἑλλήνων ἡγεμονίας ἀλλήλοις φιλονεικοῦντες, οὐκ ἂν ἕτεροί ποτε τῆς Ἑλλάδος ἐγένοντο κύριοι. τοῦ δὲ Πελοποννησιακοῦ πολέμου τὰς δυνάμεις τοῖς Ἕλλησιν ἐλαττώσαντος, περιστήσαντός τε εἰς χρημάτων ἀπορίαν τὰς πόλεις, γέγονεν χώρα Φιλίππῳ τὴν βασιλείαν, ἣν διεδέξατο πρὸς οὐδένα τῶν πλησιοχώρων ἀξιόμαχον οὖσαν, τέχναις τισὶ καὶ περινοίαις αὐξῆσαι: |
| 1.4 | Ἀλέξανδρος δὲ παραλαβὼν τὴν βασιλείαν, καὶ παραχρῆμα τὰ κατὰ τοὺς Ἕλληνας διαθείς, τρίτῳ τῆς βασιλείας ἔτει μετὰ δυνάμεως ἀρκούσης ἐπὶ τὴν Ἀσίαν ἐστέλλετο ῥᾳδίως δὲ τοὺς ἀντιστάντας αὐτῷ σατράπας νενικηκὼς ἐπ̓ αὐτὸν προῄει Δαρεῖον, ἀναριθμήτῳ στρατῷ τοὺς ἐν Ἰσσῷ τόπους κατειληφότα. συμπεσὼν δὲ τοῖς Πέρσαις εἰς χεῖρας καὶ τὸ πάσης ἐπέκεινα πίστεως τρόπαιον στήσας Δαρεῖον μὲν ἔτρεψεν εἰς φυγήν, αὐτὸς δὲ εἴχετο τῆς ἐπὶ Φοινίκην καὶ Συρίαν τὴν Παλαιστίνην ὁδοῦ. |
| 1.5 | Ἐπεὶ δὲ Δαρεῖον μὲν Βῆσος ἀνεῖλεν, Ἀλέξανδρος δὲ μετὰ τὰς ἐν Ἰνδοῖς πράξεις ἐπανελθὼν εἰς Βαβυλῶνα τοῦ βίου μετέστη, τότε δὴ τῆς Μακεδόνων ἀρχῆς εἰς σατραπείας διαιρεθείσης, οὕτω τε τοῖς πρὸς ἀλλήλους συνεχέσι πολέμοις ἐλαττωθείσης, ἡ τύχη Ῥωμαίοις τὰ λειπόμενα τῆς Εὐρώπης πεποίηκεν ὑποχείρια. |
| 1.6 | Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, αὐτὴ σαφῶς ἔδειξε τῶν ἐκβεβηκότων ἡ πεῖρα καὶ τὰ εὐθὺς συμπεσόντα κατὰ τὴν Ὀκταβιανοῦ βασιλείαν. ἥ τε γὰρ παντόμιμος ὄρχησις ἐν ἐκείνοις εἰσήχθη τοῖς χρόνοις, οὔπω πρότερον οὖσα, Πυλάδου καὶ Βαθύλλου πρώτων αὐτὴν μετελθόντων, καὶ προσέτι γε ἕτερα πολλῶν αἴτια γεγονότα μέχρι τοῦδε κακῶν. |
| 1.7 | Ἐντεῦθεν ἄνδρες ἀγαθοὶ τὴν ἡγεμονίαν παραλαβόντες, Νέρουας τε καὶ Τραϊανὸς καὶ μετὰ τοῦτον Ἀδριανὸς ὅ τε εὐσεβὴς Ἀντωνῖνος καὶ ἡ τῶν ἀδελφῶν συνωρὶς Βῆρος καὶ Λούκιος, πολλὰ τῶν λελωβημένων ᾐξίωσαν διορθώσεως, καὶ οὐ μόνον ἅπερ εἶχον ἀπολωλεκότες οἱ πρὸ αὐτῶν ἀνεκτήσαντο, ἀλλὰ καί τινα τῶν οὐκ ὄντων προσέθεσαν. Κομμόδου δὲ τοῦ Μάρκου παιδὸς τὴν βασιλείαν παραλαβόντος, καὶ οὐ τυραννίδι μόνον ἀλλὰ καὶ πράξεσιν ἑαυτὸν ἀλλοκότοις ἐκδόντος, εἶτα ὑπὸ Μαρκίας τῆς παλλακῆς φρόνημα ἀνδρεῖον ἀνελομένης ἀναιρεθέντος, Περτίναξ ἄρχειν ᾑρέθη. |
| 1.8 | τῆς δὲ γερουσίας εἰς τὸ διασκοπῆσαι τίνι δέοι παραδοῦναι τὴν ἀρχὴν ἀναβαλλομένης, Σεβῆρος ἀναδείκνυται βασιλεύς. παρελθόντων δὲ εἰς τὴν αὐτὴν ἀρχὴν Ἀλβίνου καὶ Νίγρου, πόλεμοι συνέστησαν αὐτοῖς οὐκ ὀλίγοι πρὸς ἀλλήλους ἐμφύλιοι, καὶ πόλεις διέστησαν, αἳ μὲν τῷδε αἳ δὲ τῷδε προσθέμεναι. ταραχῆς δὲ οὐκ ὀλίγης κατὰ τὴν ἑῴαν καὶ τὴν Αἴγυπτον κινηθείσης, Βυζαντίων τε ὡς τὰ Νίγρου φρονούντων καὶ ὑποδεξαμένων αὐτὸν εἰς ἔσχατον ἐλθόντων κινδύνου, κρατεῖ μὲν ἡ Σεβήρου μερίς: ἀναιρεθέντος δὲ Νίγρου, καὶ μετὰ τοῦτον Ἀλβίνου μετὰ τῆς ἀρχῆς καὶ τὸν βίον ἀπολιπόντος εἰς μόνον Σεβῆρον τὰ τῆς ἡγεμονίας περιίστατο. |
| 1.9 | πολλὰς δὲ τῶν πόλεων οἰκοδομήμασι πολυτελέσιν κοσμήσας ἀνέδειξεν Ἀντωνῖνον τὸν παῖδα τὸν ἑαυτοῦ βασιλέα. καὶ ἐπειδὴ τελευτᾶν ἔμελλεν, διαδόχους τῆς ἀρχῆς αὐτὸν καὶ Γέταν τὸν ἕτερον υἱὸν καταστήσας ἐπίτροπον αὐτοῖς Παπινιανὸν καταλέλοιπεν, ἄνδρα δικαιότατον καὶ ἐπὶ νόμων γνώσει τε καὶ εἰσηγήσει πάντας τοὺς πρὸ αὐτοῦ καὶ μετ̓ αὐτὸν Ῥωμαίους νομοθέτας ὑπερβαλόμενον. |
| 1.10 | Ἐπεὶ δὲ καὶ Ἀντωνῖνος ἔδωκε τῆς ἀδελφοκτονίας μετ̓ οὐ πολὺ δίκην, καὶ αὐτοῦ τοῦ παίσαντος τοῦτον ἀγνοηθέντος, τὰ μὲν ἐν Ῥώμῃ στρατόπεδα Μακρῖνον ὕπαρχον ὄντα τῆς αὐλῆς ἀναδείκνυσι βασιλέα, τὰ δὲ κατὰ τὴν ἑῴαν Ἐμισηνόν τι μειράκιον ὡς γένει τῇ Ἀντωνίνου μητρὶ συναπτόμενον. |
| 1.11 | Τοῦ δὲ Ἀντωνίνου κρατήσαντος καὶ τοῖς τὰ Μακρίνου φρονήσασιν ὡς δυσμενέσιν ἐπεξελθόντος, τά τε ἄλλα αἰσχρῶς καὶ ἐπονειδίστως βεβιωκότος, μάγοις τε καὶ ἀγύρταις ἐσχολακότος καὶ περὶ τὰ θεῖα ἠσεβηκότος, οὐκ ἐνεγκόντες οἱ Ῥωμαῖοι τὴν τῆς ἀσελγείας ὑπερβολήν, κατασφάξαντες καὶ τὸ σῶμα διασπάσαντας Ἀλέξανδρον ἀνέδειξαν βασιλέα, καὶ αὐτὸν ἐκ τῆς Σεβήρου γενεᾶς καταγόμενον. |
| 1.12 | ἐντεῦθεν οἱ στρατιῶται κατὰ βραχὺ τῆς πρὸς Ἀλέξανδρον εὐνοίας ἀποστατοῦντες ἀπρόθυμοι περὶ τὰς τούτου προστάξεις ἐφαίνοντο, καὶ δέει τοῦ μὴ παθεῖν τι διὰ τὴν ῥᾳθυμίαν εἰς στάσεις ἐχώρουν, συστραφέντες τε παρήγαγον Ἀντωνῖνον εἰς βασιλείαν. |
| 1.13 | ἐχόντων δὲ αὐτῷ τῶν πραγμάτων οὐχ ὑγιῶς, τὰ περὶ Παιονίαν καὶ Μυσίαν στρατεύματα καὶ πρότερον ἀλλοτρίως πρὸς αὐτὸν διακείμενα, τότε δὴ μᾶλλον πρὸς ἀπόστασιν ἐξηρέθιστο. τραπέντα δὲ εἰς νεωτερισμὸν ἄγει Μαξιμῖνον εἰς βασιλείαν, τότε τῆς Παιονικῆς ἴλης ἐξηγούμενον. καὶ Μαξιμῖνος μὲν τὰς περὶ αὐτὸν δυνάμεις ἀγείρας ἐπὶ τὴν Ἰταλίαν ἐξώρμησεν, ἀπαρασκεύῳ τῷ βασιλεῖ ῥᾷον οἰόμενος ἐπιθήσεσθαι: |
| 1.14 | βαρυνομένων δὲ τῶν ὑπὸ Ῥωμαίους ἐθνῶν ἐπὶ τῇ λίαν ὠμότητι καὶ συνταραττομένων ἐπὶ ταῖς προφανέσι πλεονεξίαις, οἱ τὴν Λιβύην οἰκοῦντες Γορδιανὸν καὶ τὸν ὁμώνυμον τούτῳ παῖδα βασιλέας ἀναδείξαντες, ἔστειλαν ἐν Ῥώμῃ πρέσβεις ἄλλους τε καὶ Βαλεριανόν, ὃς τοῦ ὑπατικοῦ τάγματος ὢν ἐβασίλευσεν ὕστερον. ἡ δὲ σύγκλητος τὸ πραχθὲν ἀσμενίσασα παρεσκευάζετο πρὸς τὴν τοῦ τυράννου καθαίρεσιν, τούς τε στρατιώτας εἰς ἐπανάστασιν ἐρεθίζουσα καὶ τὸν δῆμον ἀναμιμνήσκουσα τῶν εἰς ἕκαστον ἰδίᾳ καὶ κοινῇ πάντας ἀδικημάτων. |
| 1.15 | τοῦ δὲ Μαξιμίνου τούτων ἀπαγγελθέντων ἐπὶ τὴν Ῥώμην ὁρμήσαντος ἅμα τοῖς Μαυρουσίοις καὶ Κελτικοῖς τέλεσιν, οἱ μὲν τὴν Ἀκυληίαν τεταγμένοι φυλάττειν ἀποκλείσαντες αὐτῷ τὰς πύλας ἐς πολιορκίαν καθίσταντο, τῶν δὲ συναραμένων αὐτῷ μόλις τὸ κοινῇ λυσιτελοῦν ἑλομένων συμφρονησάντων τε τοῖς καθελεῖν τὸν Μαξιμῖνον ἐσπουδακόσιν, εἰς ἔσχατον ἐληλακὼς κινδύνου προσάγει τὸν παῖδα τοῖς στρατιώταις ἱκέτην, ὡς ἀρκέσοντα διὰ τὴν ἡλικίαν εἰς οἶκτον ἐκ τῆς ὀργῆς αὐτοὺς μεταστῆσαι. |
| 1.16 | Τῶν δὲ βίᾳ χειμῶνος ἐν τῷ πλεῖν ἀπολομένων, Γορδιανῷ θατέρου τούτων ὄντι παιδὶ τὴν τῶν ὅλων ἡγεμονίαν ἡ γερουσία παρέδωκεν, ἐφ̓ οὗ τῆς προλαβούσης κατηφείας ὁ Ῥωμαίων ἀνίετο δῆμος, τοῦ βασιλέως σκηνικοῖς τε καὶ γυμνικοῖς ἀγῶσι τοὺς πολίτας ἀπαγαγόντος. |
| 1.17 | μετ̓ οὐ πολὺ δὲ καὶ Καρχηδόνιοι τῆς τοῦ βασιλέως εὐνοίας ἀλλοτριωθέντες Σαβινιανὸν εἰς βασιλείαν παράγουσιν: Γορδιανοῦ δὲ κινήσαντος τὰς ἐν Λιβύῃ δυνάμεις, ἐπανελθόντες πρὸς αὐτὸν τῇ γνώμῃ τὸν μὲν ἐπιθέμενον τῇ τυραννίδι παραδιδόασι, συγγνώμης δὲ τυχόντες τῶν περισχόντων αὐτοὺς κινδύνων ἠλευθερώθησαν. |
| 1.18 | Ἤδη δὲ τῆς βασιλείας οὔσης ἐν ὀχυρῷ, Πέρσαι τοῖς κατὰ τὴν ἑῴαν ἔθνεσιν ἐπιέναι προσεδοκῶντο, τὴν ἀρχὴν Σαπώρου παραλαβόντος μετὰ Ἀρταξέρξην τὸν ἀπὸ Παρθυαίων αὖθις εἰς Πέρσας τὴν ἀρχὴν μεταστήσαντα: μετὰ γὰρ Ἀλέξανδρον τὸν Φιλίππου καὶ τοὺς διαδεξαμένους τὴν Μακεδόνων ἀρχήν, Ἀντιόχου τῶν ἄνω σατραπειῶν ἄρχοντος Ἀρσάκης ὁ Παρθυαῖος διὰ τὴν εἰς τὸν ἀδελφὸν Τηριδάτην ὕβριν ἀγανακτήσας, πόλεμον πρὸς τὸν Ἀντιόχου σατράπην ἀράμενος, αἰτίαν δέδωκεν Παρθυαίοις ἐκβαλοῦσι Μακεδόνας εἰς ἑαυτοὺς τὴν ἀρχὴν περιστῆσαι. |
| 1.19 | ἐκβάσης δὲ εἰς ἔργον αὐτῷ τῆς σκέψεως, οἱ στρατιῶται πρόφασιν τὴν τῶν ἀναγκαίων ἔνδειαν ποιησάμενοι, σὺν οὐδενὶ κόσμῳ τὸν Γορδιανὸν περιστάντες ὡς αἴτιον τῆς τοῦ στρατοπέδου φθορᾶς ἀναιροῦσι, Φιλίππῳ τὴν ἁλουργίδα κατὰ τὸ συγκείμενον περιθέντες. ὃ δὲ πρὸς μὲν Σαπώρην ἔθετο φιλίαν ἐνώμοτον, λύσας δὲ τὸν πόλεμον ἐπὶ τὴν Ῥώμην ἐξώρμα, τοὺς μὲν στρατιώτας ἁδραῖς διαδόσεσιν θεραπεύων, εἰς δὲ τὴν Ῥώμην ἐκπέμπων τοὺς ὅτι νόσῳ τετελεύτηκεν Γορδιανὸς ἀγγελοῦντας. |
| 1.20 | τούτῳ δὲ βεβαίως ἕξειν τὴν ἀρχὴν οἰηθεὶς αὐτὸς ἐπὶ Κάρπους ἐστράτευεν ἤδη τὰ περὶ τὸν Ἴστρον λῃσαμένους. μάχης δὲ γενομένης οὐκ ἐνεγκόντες οἱ βάρβαροι τὴν προσβολήν, εἴς τι φρούριον συμφυγόντες ἐν πολιορκίᾳ καθίσταντο. θεασάμενοι δὲ τοὺς ἐξ αὑτῶν ἄλλους ἄλλῃ διασπαρέντας αὖθις συνειλεγμένους, ἅμα τε ἀνεθάρρησαν καὶ ὑπεξελθόντες τῷ Ῥωμαϊκῷ στρατοπέδῳ συνέπιπτον. |
| 1.21 | συνταραχθέντος δὲ ἐπὶ τούτοις Φιλίππου, καὶ δεομένου τῆς γερουσίας ἢ συλλαβέσθαι οἱ πρὸς τὰ καθεστῶτα ἢ γοῦν, εἰ τῇ αὐτοῦ δυσαρεστοῖεν ἀρχῇ, ταύτης ἀφεῖναι, μηδενὸς δὲ τὸ παράπαν ἀποκριναμένου, Δέκιος καὶ γένει προέχων καὶ ἀξιώματι, προσέτι δὲ καὶ πάσαις διαπρέπων ταῖς ἀρεταῖς, μάτην ἔλεγεν αὐτὸν ἐπὶ τουτοις ἀγωνιᾶν: ῥᾷον γὰρ ἐν ἑαυτοῖς ταῦτα διαφθαρήσεσθαι, |
| 1.22 | περιθέντες οὖν αὐτῷ τὴν ἁλουργίδα, καὶ ἐφ̓ ἑαυτῷ λοιπὸν ὀρρωδοῦντα πρὸς τὴν τῶν πραγμάτων καὶ ἄκοντα συνωθοῦσι κηδεμονίαν. Φίλιππος τοίνυν, τῆς Δεκίου προσαγγελθείσης ἀναρρήσεως αὐτῷ, τὰ στρατόπεδα συναγαγὼν ἤλαυνεν ὡς ἐπιθησόμενος. οἱ δὲ σὺν τῷ Δεκίῳ, καίπερ πολλῷ πλείους εἶναι τοὺς ἐναντίους εἰδότες, ὅμως ἐθάρρουν, τῇ Δεκίου πεποιθότες ἐπιστήμῃ καὶ περὶ πάντα προνοίᾳ. |
| 1.23 | Τῶν δὲ πραγμάτων διὰ τὴν Φιλίππου περὶ πάντα ἐκμέλειαν ταραχῆς πληρωθέντων, Σκύθαι τὸν Τάναϊν διαβάντες ἐλῄζοντο τὰ περὶ τὴν Θρᾴκην χωρία: οἷς ἐπεξελθὼν Δέκιος καὶ ἐν πάσαις κρατήσας ταῖς μάχαις, παρελόμενος δὲ καὶ τῆς λείας ἣν ἔτυχον εἰληφότες, ἀποκλείειν αὐτοῖς ἐπειρᾶτο τὴν οἴκαδε ἀναχώρησιν, διαφθεῖραι πανωλεθρίᾳ διανοούμενος, ὡς ἂν μὴ καὶ αὖθις ἑαυτοὺς συναγαγόντες ἐπέλθοιεν. |
| 1.24 | παρελθόντος δὲ εἰς τὴν ἀρχὴν τοῦ Γάλλου, καὶ συναναδείξαντος ἑαυτῷ τὸν παῖδα Οὐολουσιανὸν βασιλέα, μόνον τε οὐχὶ βοῶντος ὡς ἐξ ἐπιβουλῆς αὐτοῦ Δέκιος μετὰ τοῦ στρατεύματος διεφθάρη, τὰ τῆς εὐημερίας τῶν βαρβάρων αὔξην ἐλάμβανεν: |
| 1.25 | Ταῦτα οὕτως οὕτως ὁ Γάλλος διῳκηκὼς εἰς τὴν Ῥώμην ἀφίκετο, μέγα φρονῶν ἐπὶ τῇ τεθείσῃ πρὸς τοὺς βαρβάρους εἰρήνῃ. καὶ τὴν μὲν ἀρχὴν εὐφήμως τῆς Δεκίου βασιλείας ἐμέμνητο, καὶ τὸν ἔτι περιόντα τῶν αὐτοῦ παίδων ἐποιεῖτο: |
| 1.26 | ἐκμελῶς δὲ τοῦ Γάλλου τὴν ἀρχὴν μεταχειριζομένου, Σκύθαι πρῶτον μὲν τὰ πλησιόχωρα σφίσι συνετάραττον ἔθνη, προϊόντες δὲ ὁδῷ καὶ τὰ μέχρι θαλάττης αὐτῆς ἐλῄζοντο, ὥστε μηδὲ ἓν ἔθνος Ῥωμαίοις: ὑπήκοον ἀπόρθητον ὑπὸ τούτων καταλειφθῆναι, πᾶσαν δὲ ὡς εἰπεῖν ἀτείχιστον πόλιν καὶ τῶν ὠχυρωμένων τείχεσι τὰς πλείους ἁλῶναι. |
| 1.27 | Ἐν τούτοις δὲ τῶν πραγμάτων ὄντων, καὶ τῶν κρατούντων οὐδαμῶς οἵων τε ὄντων ἀμῦναι τῷ πολιτεύματι, πάντα δὲ τὰ τῆς Ῥώμης ἔξω περιορώντων, αὖθις Γότθοι καὶ Βορανοὶ καὶ Οὐρουγοῦνδοι καὶ Κάρποι τὰς κατὰ τὴν Εὐρώπην ἐλῄζοντο πόλεις, εἴ τι περιλελειμμένον ἦν οἰκειούμενοι. |
| 1.28 | τῶν δὲ Σκυθῶν ὅσον ἦν τῆς Εὐρώπης ἐν ἀδείᾳ πολλῇ νεμομένων, ἤδη δὲ καὶ διαβάντων εἰς τὴν Ἀσίαν καὶ τὰ μέχρι Καππαδοκίας καὶ Πισινοῦντος καὶ Ἐφέσου λῃσαμένων, Αἰμιλιανὸς Παιονικῶν ἡγούμενος τάξεων, ἀτόλμους ὄντας τοὺς ὑφ̓ ἑαυτὸν στρατιώτας ἀντιστῆναι τῇ τῶν βαρβάρων εὐημερίᾳ παραθαρσύνας ὡς οἷός τε ἦν, καὶ τοῦ Ῥωμαίων ἀξιώματος ἀναμνήσας, ἐπῄει τοῖς εὑρεθεῖσιν ἐκεῖσε βαρβάροις ἀπροσδοκήτως. |
| 1.29 | Βαλεριανοῦ δὲ μετὰ τῶν ὑπὲρ τὰς Ἄλπεις δυνάμεων ἐπὶ τὴν Ἰταλίαν ἐλαύνοντος καὶ σὺν πολλῷ πλήθει τὸν Αἰμιλιανὸν καταπολεμῆσαι προθυμουμένου, θεωροῦντες οἱ σὺν αὐτῷ στρατιωτικῶς μᾶλλον αὐτὸν ἤ ἀρχικῶς προσιόντα τοῖς πράγμασιν, ὡς πρὸς βασιλείαν ἀναρμόδιον ἀναιροῦσιν. |
| 1.30 | συνιδὼν δὲ ὁ Οὐαλεριανὸς τὸν πανταχόθεν ἐπικείμενον τῇ Ῥωμαίων ἀρχῇ κίνδυνον, αἱρεῖται Γαλιηνὸν τὸν παῖδα τῆς ἀρχῆς κοινωνόν. ἐνοχλουμένων δὲ τῶν πραγμάτων ἁπανταχόθεν, αὐτὸς μὲν ἐπὶ τὴν ἑῴαν ἤλαυνεν Πέρσαις ἀντιστησόμενος, τῷ δὲ παιδὶ τὰ ἐν τῇ Εὐρώπῃ στρατόπεδα παρεδίδου, τοῖς πανταχόθεν ἐπιοῦσι βαρβάροις μετὰ τῶν ἐκεῖσε δυνάμεων ἀντιστῆναι παρεγγυήσας. |
| 1.31 | Βορανοὶ δὲ καὶ Γότθοι καὶ Κάρποι καὶ Οὐρουγοῦνδοι ʽγένη δὲ ταῦτα περὶ τὸν Ἴστρον οἰκοῦντἀ μέρος οὐδὲν τῆς Ἰταλίας ἢ τῆς Ἰλλυρίδος καταλείποντες ἀδῄωτον διετέλουν, οὐδενὸς ἀνθισταμένου πάντα ἐπινεμόμενοι. Βορανοὶ δὲ καὶ τῆς εἰς τὴν Ἀσίαν διαβάσεως ἐπειρῶντο, καὶ ῥᾷόν γε κατεπράξαντο ταύτην διὰ τῶν οἰκούντων τὸν Βόσπορον, δέει μᾶλλον ἢ γνώμῃ πλοῖά τε δεδωκότων καὶ ἡγησαμένων τῆς διαβάσεως. |
| 1.32 | τῶν δὲ Σκυθῶν τὰ ἐν ποσὶ πάντα λῃζομένων, οἱ μὲν τὴν παραλίαν οἰκοῦντες τοῦ Πόντου πρὸς τὰ μεσόγεια καὶ ὀχυρώτατα ἀνεχώρουν, οἱ δὲ βάρβαροι τῷ Πιτυοῦντι πρώτῳ προσέβαλλον, τείχει τε μεγίστῳ περιβεβλημένῳ καὶ λιμένα εὐορμότατον ἔχοντι. Σουκεσσιανοῦ δὲ τῶν ἐκεῖσε στρατιωτῶν ἡγεμόνος καθεσταμένου μετὰ τῆς οὔσης αὐτόθι δυνάμεως ἀντιστάντος καὶ τοὺς βαρβάρους ἀποδιώξαντος, δεδιότες οἱ Σκύθαι μή ποτε καὶ ἐν τοῖς ἄλλοις φρουρίοις πυθόμενοι καὶ συστάντες τοῖς ἐν τῷ Πιτυοῦντι στρατιώταις ἄρδην αὐτοὺς ἀπολέσωσιν, ὅσων δεδύνηντο πλοίων ἐπιλαβόμενοι, σὺν κινδύνῳ μεγίστῳ τὰ οἰκεῖα κατέλαβον, ἐν τῷ κατὰ Πιτυοῦντα πολέμῳ πολλοὺς τῶν σφετέρων ἀποβαλόντες. |
| 1.33 | ἑλόντες δὲ ῥᾷστα τὸ φρούριον καὶ τῆς ἐν αὐτῷ φυλακῆς ἐρημώσαντες ἐχώρουν εἰς τὸ πρόσω. πλοίων δὲ πολλῶν εὐπορήσαντες καὶ τῶν αἰχμαλώτων τοῖς ἐρέττειν ἐπισταμένοις εἰς ναυτιλίαν χρησάμενοι, γαλήνης παρὰ πάντα σχεδὸν τὸν τοῦ θέρους καιρὸν γενομένης τῷ Τραπεζοῦντι προσέπλευσαν, πόλει μεγάλῃ καὶ πολυανθρώπῳ καὶ πρὸς τοῖς ἐθάσι στρατιώταις μυρίων ἑτέρων δύναμιν προσλαβούσῃ. |
| 1.34 | Τῶν δὲ ὁμορούντων Σκυθῶν θεασαμένων τὸν πλοῦτον ὃν ἐπηγάγοντο, καὶ εἰς ἐπιθυμίαν ἐλθόντων τοῦ δρᾶσαι τὰ παραπλήσια, πλοῖα μὲν κατεσκευάζετο, τῶν συνόντων αὐτοῖς αἰχμαλώτων ἢ ἄλλως κατ̓ ἐμπορίαν ἐπιμιγνυμένων ὑπουργησάντων εἰς τὴν τούτων δημιουργίαν, τὸν αὐτὸν δὲ τοῖς Βορανοῖς τρόπον ποιήσασθαι τὸν ἔκπλουν οὐκ ἔγνωσαν ὡς μακρὸν ὄντα καὶ δύσκολον καὶ διὰ τόπων ἤδη πεπορθημένων. |
| 1.35 | ἐπὶ δὲ τὴν Νικομήδειαν ἐχώρουν, μεγίστην οὖσαν καὶ εὐδαίμονα, διά τε πλοῦτον καὶ τὴν εἰς ἅπαντα εὐπορίαν ὀνομαστοτάτην. ἐπεὶ δὲ τῆς φήμης προκαταλαβούσης ἔφθασαν οἱ ταύτης οἰκήτορες ἀποδρᾶναι, τῶν χρημάτων, ὅσα περ οἷοί τε γεγόνασιν, ἐπικομισάμενοι, τῶν μὲν εὑρεθέντων οἱ βάρβαροι τὸ πλῆθος ἐθαύμασαν, διὰ δὲ τιμῆς πάσης καὶ θεραπείας Χρυσόγονον ἦγον τὸν ἐπὶ τὴν Νικομήδειαν αὐτοὺς ἐλθεῖν ἐκ πολλοῦ παρορμήσαντα. |
| 1.36 | Οὐαλεριανὸς δὲ πυθόμενος τὰ κατὰ τὴν Βιθυνίαν, στρατηγῶν μὲν οὐδενὶ τὴν κατὰ τῶν βαρβάρων ἄμυναν ὑπὸ ἀπιστίας ἐθάρρει καταπιστεῦσαι, Φήλικα δὲ φυλάξοντα τὸ Βυζάντιον στείλας αὐτὸς ἀπὸ τῆς Ἀντιοχείας ἄχρι Καππαδοκίας ἐχώρει, τῇ παρόδῳ δὲ μόνον ἐπιτρίψας τὰς πόλεις ὑπέστρεψεν εἰς τοὐπίσω. λοιμοῦ δὲ τοῖς στρατοπέδοις ἐμπεσόντος καὶ τὴν πλείω μοῖραν αὐτῶν διαφθείραντος, Σαπώρης ἐπιὼν τὴν ἑῴαν ἅπαντα κατεστρέφετο. |
| 1.37 | Ὄντων δὲ τῶν ἀμφὶ τὴν ἑῴαν ἐν τούτοις, πάντα μὲν ἦν ἄναρχά τε καὶ ἀβοήθητα, Σκύθαι δὲ ὁμογνωμονήσαντες καὶ ἐκ παντὸς ἔθνους τε καὶ γένους εἰς ἓν συνελθόντες τήν τε Ἰλλυρίδα μοίρᾳ τινὶ σφῶν ἐλῄζοντο καὶ τὰς ἐν ταύτῃ πόλεις ἐπόρθουν, μοίρᾳ δὲ ἄλλῃ τὴν Ἰταλίαν καταλαβόντες καὶ ἄχρι τῆς Ῥώμης ἐπῄεσαν. |
| 1.38 | Ἐπὶ πᾶσι τούτοις ὁ Γαλιηνὸς συνταραχθεὶς εἰς τὴν Ῥώμην ἐπανῄει, τὸν ὑπὸ Σκυθῶν ἐπαχθέντα τῇ Ἰταλίᾳ πόλεμον διαθήσων. ἐν τούτῳ δὲ ἐπαναστάντων αὐτῷ Μέμορός τε τοῦ Μαυρουσίου καὶ Αὐριόλου καὶ Ἀντωνίνου καὶ ἑτέρων πλειόνων, οἱ μὲν ἄλλοι σχεδὸν ἅπαντες ὑπήχθησαν δίκῃ, Αὐρίολος δὲ ἀλλοτρίως πρὸς τὸν βασιλέα διετέλεσεν ἔχων. |
| 1.39 | Τῶν δὲ Σκυθῶν τὴν Ἑλλάδα κάκιστα διαθέντων καὶ τὰς Ἀθήνας αὐτὰς ἐκπολιορκησάντων, Γαλιηνὸς μὲν ἐπὶ τὴν πρὸς τούτους μετῄει μάχην ἤδη τὴν Θρᾴκην καταλαβόντας, τοῖς δὲ περὶ τὴν ἑῴαν πράγμασιν οὖσιν ἐν ἀπογνώσει βοηθεῖν Ὀδαίναθον ἔταξεν, ἄνδρα Παλμυρηνὸν καὶ ἐκ προγόνων τῆς παρὰ τῶν βασιλέων ἀξιωθέντα τιμῆς. ὃ δὲ τοῖς αὐτόθι λελειμμένοις στρατοπέδοις δύναμιν ἀναμίξας ὅτι πλείστην οἰκείαν ἐπεξῄει τῷ Σαπώρῃ κατὰ τὸ καρτερόν, καὶ τάς τε πόλεις ἀνεκτᾶτο τὰς ἤδη παρὰ Περσῶν ἐχομένας, καὶ Νήσιβιν εἰλημμένην μὲν ὑπὸ Σαπώρου τὰ Περσῶν δὲ φρονοῦσαν ἑλὼν ἐξ ἐφόδου κατέσκαψεν. |
| 1.40 | Οὔσης δὴ τοιαύτης τῆς ἀμφὶ τὴν ἀνατολὴν καταστάσεως, ἀγγέλλεται Γαλλιηνῷ τῷ πρὸς Σκύθας ἐγκαρτεροῦντι πολέμῳ τὸν τῆς ἵππου πάσης ἡγούμενον Αὐρίολον, ἐν Μεδιολάνῳ τῇ πόλει τὴν ἐπὶ τὴν Ἰταλίαν πάροδον Ποστούμου τεταγμένον παραφυλάττειν, εἰς τὸ νεωτερίζειν τετράφθαι καὶ μνᾶσθαι τὴν τῶν ὅλων ἀρχὴν ἑαυτῷ. συνταραχθεὶς δὲ πρὸς τοῦτο παραχρῆμα τῆς ἐπὶ τὴν Ἰταλίαν ὁδοιπορίας εἴχετο, τὴν στρατηγίαν τοῦ πρὸς Σκύθας πολέμου Μαρκιανῷ παραδούς, |
| 1.41 | τῶν δὲ στρατιωτῶν κελεύσει τῶν ἡγουμένων ἡσυχασάντων, Κλαύδιος τὴν τῶν ὅλων ἡγεμονίαν παραλαμβάνει, καὶ πρότερον τῆς κοινῆς ψήφου ταύτην δούσης αὐτῷ. Αὐρίολος δ̓ ἐπὶ χρόνον συχνὸν ἔξω τῆς Γαλλιηνοῦ καταστήσας ἑαυτὸν ἐξουσίας ἐπεκηρυκεύετό τε παραχρῆμα πρὸς Κλαύδιον, καὶ παραδοὺς ἑαυτὸν ὑπὸ τῶν περὶ τὸν βασιλέα στρατιωτῶν ἀναιρεῖται, τῇ διὰ τὴν ἀπόστασιν ἐχομένων ὀργῇ. |
| 1.42 | Κατὰ τοῦτον δὴ τὸν χρόνον Σκυθῶν οἱ περιλειφθέντες, ἐκ τῶν προλαβουσῶν ἐπαρθέντες ἐφόδων, Ἑρούλους καὶ Πεύκας καὶ Γότθους παραλαβόντες καὶ περὶ τὸν Τύραν ποταμὸν ἀθροισθέντες, ὃς εἰς τὸν Πόντον εἰσβάλλει, ναυπηγησάμενοι πλοῖα ἑξακισχίλια καὶ τούτοις ἐμβιβάσαντες δύο καὶ τριάκοντα μυριάδας, ἄραντες διὰ τοῦ Πόντου, Τομεῖ μὲν τειχήρει πόλει προσβαλόντες ἀπεκρούσθησαν, προελθόντες δὲ καὶ ἐπὶ Μαρκιανούπολιν, ἣ Μυσίας ἐστίν, ἀναβάντες καὶ ταύτης διαμαρτόντες ἔπλεον ἐπὶ τὸ πρόσω, κατὰ πρύμναν τὸν ἄνεμον ἔχοντες. |
| 1.43 | διά τοι τοῦτο τοῦ μὲν στενοῦ τῆς Προποντίδος ὑπανεχώρουν οἱ βάρβαροι, τὴν δὲ ἐπὶ Κύζικον ἔπλεον. ἄπρακτοι δὲ διεκπεσόντες καὶ παραπλεύσαντες τὸν Ἑλλήσποντον, ἄχρι τε τοῦ Ἄθω παρενεχθέντες, κἀκεῖσε τῶν πλοίων ἐπιμέλειαν ποιησάμενοι, Κασσάνδρειαν καὶ Θεσσαλονίκην ἐπολιόρκουν. μηχανὰς δὲ τοῖς τείχεσι προσαγαγόντες καὶ παρὰ βραχὺ τοῦ ταύτας ἑλεῖν ἐλθόντες, ἐπειδὴ τὸν βασιλέα προσάγειν ἐπύθοντο, εἰς τὴν μεσόγειαν ἀναβάντες τὰ περὶ Δόβηρον καὶ Πελαγονίαν ἐλῄζοντο πάντα χωρία. |
| 1.44 | Τῶν Σκυθῶν τοίνυν, ὡς διεξῆλθον, ἐσκεδασμένων καὶ τὸ πολὺ μέρος ἀποβαλόντων μειζόνων ἐφιεμένη ἡ Ζηνοβία πραγμάτων Ζάβδαν ἐπὶ τὴν Αἴγυπτον ἐκπέμπει, Τιμαγένους ἀνδρὸς Αἰγυπτίου τὴν ἀρχὴν τῆς Αἰγύπτου Παλμυρηνοῖς καταπραττομένου. συναχθέντος δὲ τοῦ στρατεύματος ἐκ Παλμυρηνῶν καὶ Σύρων καὶ βαρβάρων ἐς ἑπτὰ μυριάδας, καὶ Αἰγυπτίων δὲ πέντε μυριάσιν ἀντιπαραταξαμένων, μάχης καρτερᾶς γενομένης περιῆσαν οἱ Παλμυρηνοὶ παρὰ πολὺ τῷ πολέμῳ, καὶ φρουρὰν ἐγκαταστήσαντες πεντακισχιλίων ἀνδρῶν ἀνεχώρησαν. |
| 1.45 | Τῆς Αἰγύπτου τοίνυν ὑπὸ Παλμυρηνοῖς γενομένης, οἱ ἐκ τῆς ἐν Ναΐσσῳ Κλαυδίου καὶ Σκυθῶν μάχης περιλειφθέντες, προβαλλόμενοι τὰς ἁμάξας, ὡς ἐπὶ Μακεδονίαν ἐχώρουν, σπάνει δὲ τῶν ἐπιτηδείων λιμῷ πιεζόμενοι διεφθείροντο αὐτοί τε καὶ ὑποζύγια. προάγουσι δὲ αὐτοῖς ἡ Ῥωμαίων ἵππος ὑπαντιάσασα, πολλούς τε ἀνελοῦσα, τοὺς λοιποὺς ἐπὶ τὸν Αἶμον ἀπέτρεψεν. |
| 1.46 | πρόσω δὲ τῶν Σκυθῶν ἐλασάντων καὶ Ῥωμαίων αὐτοῖς ἐπακολουθούντων, οἱ Κρήτην καὶ Ῥόδον περιπλεύσαντες βάρβαροι πράξαντες οὐδὲν ἀφηγήσεως ἄξιον ἀνεχώρησαν. λοιμοῦ δὲ κατασχόντος ἅπαντας αὐτούς, οἳ μὲν κατὰ Θρᾴκην οἳ. |
| 1.47 | Κυντίλλου δέ, ὃς ἀδελφὸς ἦν Κλαυδίου, βασιλέως ἀναρρηθέντος ὀλίγους τε βιώσαντος μῆνας καὶ μνήμης οὐδὲν ἄξιον πεπραχότος, Αὐρηλιανὸς εἰς τὸν βασίλειον ἀναβιβάζεται θρόνον, Κυντίλλου κατά τινας τῶν λογοποιῶν ὑπὸ τῶν ἐπιτηδείων συμβουλευθέντος, ἅμα τῷ γνῶναι τὴν βασιλείαν Αὐρηλιανῷ παραδεδομένην, ἑαυτὸν ὑπεξαγαγεῖν καὶ ἑκόντα τῆς ἀρχῆς ἀποστῆναι τῷ πολλῷ κρείττονι. ὃ δὴ καὶ πεποιηκέναι λέγεται, τῶν ἰατρῶν τινὸς φλέβα τεμόντος αὐτῷ καὶ ἐνδόντος ῥεῦσαι τὸ αἷμα, μέχρις αὖος ἐγένετο. |
| 1.48 | Αὐρηλιανὸς δέ, κρατυνάμενος τὴν ἀρχήν, ἐκ τῆς Ῥώμης ἐλάσας ἐπὶ τὴν Ἀκυληίαν ἐχώρει κἀκεῖθεν ἤλαυνεν ἐπὶ τὰ Παιόνων ἔθνη, τούτοις τοὺς Σκύθας μαθὼν ἐπιθέσθαι. πέμψας δὲ σκόπους ἀπαγγελοῦντας εἰσάγειν εἰς τὰς πόλεις σιτία καὶ ζῷα καὶ πᾶν ὅ τι οὖν τοὺς ἐναντίους ἔμελλεν ὠφελήσειν, |
| 1.49 | Πυθόμενος δὲ ὁ βασιλεὺς ὡς Ἀλαμαννοὶ καὶ τὰ πρόσοικα τούτοις ἔθνη γνώμην ποιοῦνται τὴν Ἰταλίαν ἐπιδραμεῖν, ἐπὶ τῇ Ῥώμῃ καὶ τοῖς περὶ ταύτην τόποις εἰκότως πλέον πεφροντικώς, ἱκανὴν τῇ Παιονίᾳ καταλιπὼν ἐπικουρίαν ἐπὶ τὴν Ἰταλίαν ἐτράπη, καὶ καταστὰς ἐς μάχην ἐν ταῖς περὶ τὸν Ἴστρον ἐσχατιαῖς πολλὰς τῶν βαρβάρων ἀπώλεσεν μυριάδας. |
| 1.50 | Διῳκημένων δὲ ὧδε τῶν περὶ τὴν Ἰταλίαν καὶ Παιονίαν, ὁ βασιλεὺς στρατείαν ἐπὶ Παλμυρηνοὺς ἄγειν διενοεῖτο, κρατοῦντας ἤδη τῶν τε Αἰγυπτιακῶν ἐθνῶν καὶ τῆς ἑῴας ἁπάσης καὶ μέχρις Ἀγκύρας τῆς Γαλατίας, ἐθελήσαντας δὲ καὶ Βιθυνίας μέχρι Χαλκηδόνος ἀντιλαβέσθαι, εἰ μὴ βεβασιλευκέναι γνόντες Αὐρηλιανὸν τὴν Παλμυρηνῶν ἀπεσείσαντο προστασίαν. |
| 1.51 | εἰσελθόντων δὲ τῶν ὅσοι διαφυγεῖν οἷοί τε γεγόνασιν εἰς τὴν Ἀντιόχειαν, Ζάβδας ὁ Ζηνοβίας στρατηγὸς ὀρρωδῶν μή ποτε μαθόντες οἱ τῆς Ἀντιοχείας οἰκήτορες τὸ περὶ τὴν μάχην πταῖσμα σφίσιν ἐπίθοιντο, ἄνδρα μεσαιπόλιον ἐμφέρειάν τινα πρὸς τὴν τοῦ βασιλέως ἰδέαν δοκοῦντά πως ἔχειν εὑρών, καὶ σχῆμα περιθεὶς οἷον εἰκὸς ἦν Αὐρηλιανὸν ἔχειν μαχόμενον, διὰ μέσης ἄγει τῆς πόλεως ὡς δὴ τὸν βασιλέα ζωγρίαν ἑλών. |
| 1.52 | συνδραμόντων δὲ ἅμα τῷ θεάσασθαι τὰ προγράμματα τῶν πεφευγότων καὶ τῆς τοῦ βασιλέως μετασχόντων φιλοφροσύνης, διαθεὶς τὰ περὶ τὴν πόλιν ἐπὶ τὴν Ἔμισαν ἤλαυνεν. μοῖραν δέ τινα Παλμυρηνῶν λόφον καταλαβοῦσαν εὑρὼν ὑπερκείμενον Δάφνης τοῦ προαστείου, τῷ ὑπερδεξίῳ τοῦ τόπου τὴν τῶν ἐναντίων πάροδον εἴργειν οἰομένην, τοῖς στρατιώταις ἐνεκελεύσατο συνασπισαμένοις καὶ πυκνῇ τῇ φάλαγγι τὴν πρὸς τὸ ὄρθιον ἀνάβασιν ποιουμένοις τά τε βέλη καὶ τοὺς ὀλοιτρόχους, εἰ καὶ τούτους τυχὸν ἐπαφεῖεν, |
| 1.53 | συμπεσόντων δὲ τῶν στρατοπέδων ἀλλήλοις, ἔδοξεν ἡ τῶν Ῥωμαίων ἵππος κατά τι μέρος ἐκκλίνειν, ὡς ἂν μὴ πλήθει τῶν Παλμυρηνῶν ἱππέων πλεονεκτούντων καὶ περιιππαζομένων πως τὸ Ῥωμαίων στρατόπεδον ἐμπεσὸν ἐς κύκλωσιν λάθῃ. τῶν τοίνυν Παλμυρηνῶν ἱππέων τοὺς ἐκκλίναντας διωκόντων καὶ ταύτῃ τὴν τάξιν τὴν οἰκείαν παρεξελθόντων, ἐς τοὐναντίον ἀπέβη τοῖς Ῥωμαίων ἱππεῦσιν τὸ βουλευθέν: ἐδιώκοντο γὰρ τῷ ὄντι πολὺ τῶν πολεμίων ἐλασσωθέντες. |
| 1.54 | Ἀθυμίας δὲ πολλῆς εἰκότως ἐπὶ τῇ ἥττῃ Ζηνοβίαν ἐχούσης, βουλὴ προέκειτο περὶ τοῦ πρακτέου, καὶ κοινῇ γνώμῃ πᾶσιν ἐδόκει τοῖς μὲν περὶ τὴν Ἔμισαν πράγμασιν ἀπογνῶναι διὰ τὸ καὶ τοὺς Ἐμισηνοὺς ἀλλοτρίως πρὸς αὐτὴν ἔχοντας τὰ Ῥωμαίων αἱρεῖσθαι, Παλμύραν δὲ καταλαβεῖν καὶ τῷ τῆς πόλεως ὀχυρῷ τὴν ἀσφάλειαν ἐπιτρέψαντας σχολαίτερον σκοπῆσαι τὰ κατὰ σφᾶς. οὐδὲν ἦν ἔργου καὶ λόγου |
| 1.55 | ἐπεὶ δὲ ἀντεῖχον πολιορκούμενοι, σπάνει τῶν ἐπιτηδείων ἀπαγορεύσειν τοὺς πολεμίους ἐλπίσαντες, ἐγκαρτεροῦντας θεώμενοι καὶ αὐτοὶ τροφῆς ἐνδείᾳ πιεζόμενοι γνώμην ποιοῦνται ἐπὶ τὸν Εὐφράτην δραμεῖν, κἀκεῖσε παρὰ Περσῶν βοήθειαν εὑρέσθαι, πράγματά τε Ῥωμαίοις νεώτερα μηχανήσασθαι. |
| 1.56 | τῶν δὲ ἐναποκεκλεισμένων τῇ πόλει Παλμυρηνῶν αἱ γνῶμαι διχῇ διῃροῦντο, τῶν μὲν προκινδυνεύειν τῆς πόλεως ἐθελόντων καὶ διαπολεμεῖν παντὶ σθένει Ῥωμαίοις, τῶν δὲ ἱκετηρίας ἀπὸ τοῦ τείχους προτεινομένων αἰτούντων τε συγγνώμην ἐπὶ τοῖς προλαβοῦσιν. δεξαμένου δὲ τοῦ βασιλέως τὴν ἱκετείαν καὶ θαρρεῖν παρακελευσαμένου, πρὸ τῆς πόλεως ἐξεχέοντο, δῶρα καὶ ἱερεῖα προσάγοντες. |
| 1.57 | Ἄξιον δὲ τὰ συνενεχθέντα πρὸ τῆς Παλμυρηνῶν καθαιρέσεως ἀφηγήσασθαι, εἰ καὶ τὴν ἱστορίαν ἐν ἐπιδρομῇ φαίνομαι ποιησάμενος διὰ τὴν εἰρημένην ἐν προοιμίῳ μοι πρόθεσιν: Πολυβίου γὰρ ὅπως ἐκτήσαντο Ῥωμαῖοι τὴν ἀρχὴν ἐν ὀλίγῳ χρόνῳ διεξελθόντος, ὅπως ἐν οὐ πολλῷ χρόνῳ σφῇσιν ἀτασθαλίῃσιν αὐτὴν διέφθειραν ἔρχομαι λέξων. |
| 1.58 | Καὶ ἕτερον δὲ Παλμυρηνοῖς συνηνέχθη τοιοῦτον. Ἄφακα χωρίον ἐστὶν μέσον Ἡλιουπόλεώς τε καὶ Βίβλου, καθ̓ ὅ ναὸς Ἀφροδίτης Ἀφακίτιδος ἵδρυται. τούτου πλησίον λίμνη τις ἔστιν ἐοικυῖα χειροποιήτῳ δεξαμενῇ. κατὰ μὲν οὖν τὸ ἱερὸν καὶ τοὺς πλησιάζοντας τόπους πῦρ ἐπὶ τοῦ ἀέρος λαμπάδος ἢ σφαίρας φαίνεται δίκην, συνόδων ἐν τῷ τόπῳ χρόνοις τακτοῖς γινομένων, ὅπερ καὶ μέχρι τῶν καθ̓ ἡμᾶς ἐφαίνετο χρόνων. |
| 1.59 | ἐπανελθεῖν δὲ τέως καιρὸς ὅθεν ἐξέβην, ἵνα μὴ τὴν τάξιν τῆς ἱστορίας ἀτελῆ δόξω καταλιμπάνειν. Αὐρηλιανοῦ τοίνυν ἐπὶ τὴν Εὐρώπην ἐλαύνοντος, καὶ συνεπάγοντός οἱ Ζηνοβίαν τε καὶ τὸν παῖδα τὸν ταύτης καὶ πάντας ὅσοι τῆς ἐπαναστάσεως αὐτοῖς ἐκοινώνησαν, αὐτὴν μὲν Ζηνοβίαν φασὶν ἢ νόσῳ ληφθεῖσαν ἢ τροφῆς μεταλαβεῖν οὐκ ἀνασχομένην ἀποθανεῖν, τοὺς δὲ ἄλλους πλὴν τοῦ Ζηνοβίας παιδὸς ἐν μέσῳ τοῦ μεταξὺ Χαλκηδόνος καὶ Βυζαντίου πορθμοῦ καταποντωθῆναι. |
| 1.60 | ἐχομένου δὲ Αὐρηλιανοῦ τῆς ἐπὶ τὴν Εὐρώπην ὁδοῦ, κατέλαβεν ἀγγελία τοιαύτη, ὡς τῶν ἐν Παλμύρᾳ καταλειφθέντων τινὲς Ἀψαῖον παραλαβόντες, ὃς καὶ τῶν προλαβόντων αὐτοῖς γέγονεν αἴτιος, ἀποπειρῶνται Μαρκελλίνου τοῦ καθεσταμένου τῆς μέσης τῶν ποταμῶν παρὰ βασιλέως ὑπάρχου καὶ τὴν τῆς ἑῴας ἐγκεχειρισμένου διοίκησιν, εἴ πως ἀνέχεται σχῆμα βασίλειον ἑαυτῷ περιθεῖναι. |
| 1.61 | Αὐρηλιανὸς δὲ ταῦτα ἀκηκοὼς αὐτόθεν, ὡς εἶχεν, ἐπὶ τὴν ἑῴαν ἐστέλλετο, καταλαβὼν δὲ τὴν Ἀντιόχειαν καὶ ἵππων ἁμίλλης ἐπιτελουμένης τῷ δήμῳ φανεὶς καὶ τῷ ἀδοκήτῳ πάντας ἐκπλήξας ἐπὶ τὴν Παλμύραν ἤλαυνεν. ἀμαχητὶ δὲ τὴν πόλιν ἑλὼν καὶ κατασκάψας, οὐδὲ τιμωρίας Ἀντίοχον ἄξιον διὰ τὴν εὐτέλειαν εἶναι νομίσας ἀφίησιν. σὺν τάχει δὲ καὶ Ἀλεξανδρέας στασιάσαντας καὶ πρὸς ἀπόστασιν ἰδόντας παραστησάμενος, θρίαμβον εἰς τὴν Ῥώμην εἰσαγαγὼν μεγίστης ἀποδοχῆς ἐκ τοῦ δήμου καὶ τῆς γερουσίας ἐτύγχανεν. |
| 1.62 | διατρίβοντι δὲ αὐτῷ κατὰ τὴν Πέρινθον, ἣ νῦν Ἡράκλεια μετωνόμασται, συνίσταταί τις ἐπιβουλὴ τοιάδε. ἦν τις ἐν τοῖς βασιλείοις Ἔρως ὄνομα, τῶν ἔξωθεν φερομένων ἀποκρίσεων μηνυτὴς τεταγμένος. τούτῳ πταίσματός τινος ἕνεκεν ὁ βασιλεὺς ἀπειλήσας ἐς φόβον κατέστησεν. |
| 1.63 | Τακίτου δὲ τὰ τῆς Ῥώμης ἀναδησαμένου βασίλεια καὶ τὴν ἀρχὴν ἔχοντος, Σκύθαι διὰ τῆς Μαιώτιδος λίμνης περαιωθέντες διὰ τοῦ Πόντου τὰ μέχρι Κιλικίας ἐπέδραμον. οἷς ἐπεξελθὼν Τάκιτος τοὺς μὲν αὐτὸς καταπολεμήσας ἐξεῖλεν, τοὺς δὲ Φλωριανῷ προβεβλημένῳ τῆς αὐλῆς ὑπάρχῳ παραδοὺς ἐπὶ τὴν Εὐρώπην ἐξώρμησεν. ἔνθα δὴ καὶ εἰς ἐπιβουλὴν ἐμπεσὼν ἐξ αἰτίας ἀναιρεῖται τοιᾶσδε. |
| 1.64 | Ἐντεῦθεν εἰς ἐμφύλιον κατέστη τὰ πράγματα ταραχήν, τῶν μὲν κατὰ τὴν ἑῴαν βασιλέα Πρόβον ἑλομένων, τῶν δὲ κατὰ τὴν Ῥώμην Φλωριανόν. καὶ Πρόβος μὲν εἶχεν Συρίαν καὶ Φοινίκην καὶ Παλαιστίνην καὶ τὴν Αἴγυπτον ἅπασαν, τὰ δὲ ἀπὸ Κιλικίας μέχρις Ἰταλίας Φλωριανός: ὑπήκουον δὲ αὐτῷ καὶ τὰ ὑπὲρ τὰς Ἄλπεις ἔθνη, Γαλάται καὶ Ἴβηρες ἅμα τῇ Βρεττανικῇ νήσῳ, καὶ προσέτι γε ἅπασα Λιβύη καὶ τὰ Μαυρούσια φῦλα. |
| 1.65 | Περιστάσης δὲ τῆς βασιλείας εἰς Πρόβον, ἐλαύνων ἐπὶ τὰ πρόσω προοίμιον ἐποιήσατο τῶν ὑπὲρ τοῦ κοινοῦ πράξεων ἔργον ἐπαινετόν: παρὰ γὰρ τῶν ἀνελόντων Αὐρηλιανὸν καὶ ἐπιθεμένων Τακίτῳ δίκην ἔγνω λαβεῖν. ἀλλὰ προφανῶς μὲν οὐ πράττει τὸ βουλευθὲν δέει τοῦ μή τινα ταραχὴν ἐκ τούτου συμβῆναι, λόχον δὲ στήσας ἀνδρῶν οἷς τοῦτο τεθαρρηκὼς ἔτυχεν, ἐφ̓ ἑστίασιν τοὺς φονέας ἐκάλει. |
| 1.66 | Ταῦτα διαπραξαμένῳ τῷ Πρόβῳ Σατουρνῖνος γένει Μαυρούσιος, ἐπιτήδειος ὢν ἐς τὰ μάλιστα τῷ βασιλεῖ διὰ τοῦτό τε καὶ τὴν Συρίας ἀρχὴν ἐπιτετραμμένος, τῆς βασιλέως ἀποστὰς πίστεως εἰς ἐπαναστάσεως ἔννοιαν ἦλθεν: ὅπερ ἀκούσαντι τῷ Πρόβῳ καὶ διανοουμένῳ τὸ ἐγχείρημα μετελθεῖν, ἔφθησαν οἱ κατὰ τὴν ἑῴαν στρατιῶται συγκατασβέσαντες τῇ τυραννίδι τὸν ἄνθρωπον. |
| 1.67 | Ταῦτα διαθεὶς τὸν εἰρημένον μοι τρόπον καὶ κατὰ βαρβάρων μεγίστας ἀνεδήσατο νίκας, δύο πολέμους ἀγωνισάμενος καὶ τῷ μὲν αὐτὸς παραγεγονώς, τῷ δὲ ἑτέρῳ στρατηγὸν προστησάμενος. ἐπεὶ δὲ ταῖς ἐν Γερμανίᾳ πόλεσιν ἐνοχλουμέναις ἐκ τῶν περὶ τὸν Ῥῆνον βαρβάρων ἠναγκάζετο βοηθεῖν, αὐτὸς μὲν ὡς ἐπὶ τὸν Ῥῆνον ἤλαυνεν, ἐνισταμένου δὲ τοῦ πολέμου καὶ λιμοῦ πᾶσι τοῖς αὐτόθι τόποις ἐνσκήψαντος ἄπλετος ὄμβρος καταρραγεὶς συγκατήγαγε ταῖς ψακάσι καὶ σῖτον, ὥστε καὶ σωροὺς αὐτομάτως ἐν τόποις τισὶ συντεθῆναι. |
| 1.68 | καὶ δευτέρα γέγονεν αὐτῷ μάχη πρὸς Φράγκους, οὓς διὰ τῶν στρατηγῶν κατὰ κράτος νενικηκὼς αὐτὸς Βουργούνδοις καὶ Βανδίλοις ἐμάχετο. πλήθεσι δὲ τὴν οἰκείαν δύναμιν ἐλαττουμένην ὁρῶν, μερίδα τινὰ παρασπάσασθαι τῶν πολεμίων διενοεῖτο καὶ ταύτῃ διαμάχεσθαι. |
| 1.69 | Τούτων οὕτω περὶ τὸν Ῥῆνον αὐτῷ διαπολεμηθέντων, ἄξιον μηδὲ τὰ κατ̓ ἐκεῖνον τὸν χρόνον Ἰσαύροις πραχθέντα παραδραμεῖν. Λύδιος τὸ γένος Ἴσαυρος, ἐντεθραμμένος τῇ συνήθει λῃστείᾳ, στῖφος ὅμοιον ἑαυτῷ περιποιησάμενος τὴν Παμφυλίαν ἅπασαν καὶ Λυκίαν ἐπῄει: συνελθόντων δὲ στρατιωτῶν ἐπὶ τῇ τῶν λῃστῶν καταλήψει, πρὸς Ῥωμαϊκὸν στρατόπεδον οὐχ οἷός τε ὢν ἀντιτάττεσθαι Κρῆμναν κατελάμβανε, πόλιν οὖσαν Λυκίας, ἐν ἀποκρήμνῳ τε κειμένην καὶ κατὰ μέρος χαράδραις βαθυτάταις ὠχυρωμένην, ἐν ταύτῃ πολλοὺς ὡς ἐν ἀσφαλεῖ καὶ τειχήρει καταφυγόντας εὑρών. |
| 1.70 | ἐπεὶ δὲ πρὸς πάντα κίνδυνον ἐγνώκει διαπαλαῖσαι, συμβαίνει τι μετὰ πάντα ταῦτα τοιοῦτον. συνῆν τις ἀνὴρ αὐτῷ μηχανάς τε κατασκευάζειν εἰδὼς καὶ ἐκ μηχανῶν εὐστόχως ἀφιέναι βέλη δυνάμενος, ὥστε ὁσάκις ἐνεκελεύσατο ὁ Λύδιος αὐτῷ κατά τινος τῶν πολεμίων ἀφιέναι βέλος, μὴ διαμαρτεῖν τοῦ σκοποῦ. |
| 1.71 | Τῆς δὲ κατὰ Θηβαΐδα Πτολεμαΐδος ἀποστάσης βασιλέως, πόλεμον δὲ πρὸς Κοπτίτας ἐπὶ χρόνον βραχὺν ἀραμένης, αὐτήν τε καὶ τοὺς συμμαχήσαντας αὐτῇ Βλέμμυας παρεστήσατο Πρόβος διὰ τῶν τότε στρατηγησάντων. Βαστέρνας δέ, Σκυθικὸν ἔθνος, ὑποπεσόντας αὐτῷ προσέμενος κατῴκισε Θρᾳκίοις χωρίοις: καὶ διετέλεσαν τοῖς Ῥωμαίων βιοτεύοντες νόμοις. |
| 1.72 | Ὅτι Καρῖνος ὁ τοῦ Κάρου υἱὸς βασιλεύσας πρᾶγμα μὲν εἰς κοινὸν ὄφελος φέρον οὐδὲν εἰργάσατο, τρυφῇ δὲ καὶ ἐκδεδιῃτημένῳ βίῳ τὰ καθ̓ ἑαυτὸν ἐκδοὺς παρανάλωμα τῆς τρυφῆς ἐποιεῖτο φόνους οὐδὲν ἠδικηκότων ἀνθρώπων, κατά τι προσκεκρουκέναι νομισθέντων αὐτῷ. βαρυνομένων δὲ πάντων ἐπὶ τῇ πικρᾷ τυραννίδι συναναμιχθείσῃ νεότητι καὶ πάντα ἐκμελῶς καὶ δίχα λογισμοῦ πράττοντος |
| 1.73 | Ὅτι Καρίνου βασιλεύσαντος τοῦ υἱοῦ Κάρου καὶ πάντα ἐκμελῶς καὶ λογισμοῦ δίχα πράττοντος, ἀγγελθείσης τοῖς ἐν Ἰταλίᾳ τῆς Νουμεριανοῦ τελευτῆς, ἐπὶ τῇ Καρίνου περὶ πάντα ἐκμελείᾳ καὶ ὠμότητι δυσχεράναντες οἱ τῶν ἐκεῖσε στρατοπέδων ἡγούμενοι Σαβίνῳ Ἰουλιανῷ τὴν ὕπαρχον ἀρχὴν ἔχοντι βασιλικὴν στολὴν περιθέντες μάχεσθαι σὺν αὐτῷ διενοοῦντο Καρίνῳ. |
| 2.1 | ἐκ τοῦ τὸν μακρότατον ἀνθρώπου βίον τὸ μέσον διάστημα περιλαμβάνειν ταύτης τῆς ἑορτῆς: σέκουλα γὰρ τὸν αἰῶνα Ῥωμαῖοι καλοῦσιν. συντελεῖ δὲ πρὸς λοιμῶν καὶ φθορῶν καὶ νόσων ἀκέσεις. ἔσχεν δὲ τὴν ἀρχὴν ἐξ αἰτίας τοιᾶσδε. Οὐαλέσιος, ἀφ̓ οὗ τὸ Οὐαλεριανῶν κατάγεται γένος, ἦν ἐν τῷ Σαβίνων ἔθνει περιφανής. τούτῳ πρὸ τῆς οἰκίας ἄλσος ἦν ἐκ δένδρων μεγίστων. τούτων πεσόντος κεραυνοῦ καταφλεχθέντων ἠπόρει πρὸς τὸ ἐκ τοῦ κεραυνοῦ σημαινόμενον, νόσου δὲ τοῖς αὐτοῦ παισὶν ἐνσκηψάσης ὑπὲρ τὴν τῶν ἰατρῶν τέχνην διὰ τῶν μάντεων ᾔει. |
| 2.2 | ἐπὶ τούτοις ἀπορησάντων καὶ τῶν τερατοσκόπων, αὖθις πυθόμενος ἔγνω δεῖν τῷ θεῷ πείθεσθαι, καὶ ἐμβαλὼν πλοίῳ ποταμίῳ τὰ τέκνα κατήγαγε τὸ πῦρ. ἐκτενόντων δὲ αὐτῶν ὑπὸ καύματι, τούτῳ προσέπλει τῆς ὄχθης τῷ μέρει καθ̓ ὃ τὸ τοῦ ποταμοῦ ῥεῖθρον ἠρεμαῖον ἐδόκει. καλύβῃ δὲ ποιμένος ἐναυλισθεὶς ἅμα τοῖς παισὶν ἤκουεν κατάγεσθαι δεῖν ἐν τῷ Τάραντι: ταύτην γὰρ εἶχεν ὁ τόπος προσηγορίαν, τῷ κατὰ τὴν ἄκραν Ἰαπυγίαν ὁμώνυμος ὢν Τάραντι. |
| 2.3 | οὗτος δὲ ὁ βωμὸς καὶ ἡ τῆς ἱερουργίας κατάστασις ἀρχὴν ἔλαβεν ἐξ αἰτίας τοιᾶσδε. Ῥωμαίοις καὶ Ἀλβανοῖς πόλεμος ἦν: ὄντων δὲ ἀμφοτέρων ἐν ὅπλοις ἐπεφάνη τις τερατώδης τὴν ὄψιν, ἠμφιεσμένος δέρματι μέλανι, καὶ βοῶν ὡς Ἅιδης καὶ Περσεφόνη, πρὶν εἰς χεῖρας ἐλθεῖν, |
| 2.4 | μετὰ δὲ ταῦτα νόσων καὶ πολέμων ἐνσκηψάντων ἔτει μετὰ τὸν τῆς πόλεως οἰκισμὸν πεντακοσιοστῷ δευτέρῳ, λύσιν εὑρεῖν ἡ γερουσία τῶν κακῶν ἐκ τῶν Σιβύλλης βουλομένη χρησμῶν, τοῖς εἰς τοῦτο τεταγμένοις ἀνδράσιν δέκα τοὺς χρησμοὺς ἀνερευνῆσαι παρεκελεύσατο. τῶν δὲ λογίων παυθήσεσθαι τὸ κακόν, εἰ θύσαιεν Ἅιδῃ καὶ Περσεφόνῃ, προαγορευσάντων, ἀναζητήσαντες τὸν τόπον Ἅιδῃ καὶ Περσεφόνῃ κατὰ τὸ προσταχθὲν καθήγισαν, Μάρκου Ποπιλίου τὸ τέταρτον ὑπατεύοντος. |
| 2.5 | Τοιοῦτος δέ τις ὁ τρόπος ἀναγέγραπται τῆς ἑορτῆς. περιιόντες οἱ κήρυκες εἰς τὴν ἑορτὴν συνιέναι πάντας ἐκέλευον ἐπὶ θέαν ἣν οὔτε πρότερον εἶδον οὔτε μετὰ ταῦτα θεάσονται. κατὰ δὲ τὴν ὥραν τοῦ θέρους, πρὸ ἡμερῶν ὀλίγων τοῦ τὴν θεωρίαν ἀχθῆναι, ἐν τῷ Καπιτωλίῳ καὶ ἐν τῷ νεῷ τῷ κατὰ τὸ Παλάτιον οἱ δεκαπέντε ἄνδρες ἐπὶ βήματος καθήμενοι τῷ δήμῳ διανέμουσι τὰ καθάρσια: ταῦτα δέ ἐστιν δᾷδες καὶ θεῖον καὶ ἄσφαλτος. δοῦλοι δὲ τούτων οὐ μετέχουσιν, ἀλλὰ ἐλεύθεροι μόνοι. |
| 2.6 | Ἀλλ̓ ὁπόταν μήκιστος ἴῃ χρόνος ἀνθρώποισι ζωῆς, εἰς ἐτέων ἑκατὸν δέκα κύκλον ὁδεύων, μεμνῆσθαι, Ῥωμαῖε, καὶ εἰ μάλα λῆσαι εαυτὸς, μεμνῆσθαι τάδε πάντα, θεοῖσι μὲν ἀθανάτοισι ῥέζειν ἐν πεδίῳ παρὰ Θύβριδος ἄπλετον ὕδωρ, ὅππῃ στεινότατον, νὺξ ἡνίκα γαῖαν ἐπέλθῃ ἠελίου κρύψαντος ἑὸν φάος: ἔνθα σὺ ῥέζειν ἱερὰ παντογόνοις Μοίραις ἄρνας τε καὶ αἶγας κυανέας, ἐπὶ ταῖς δ̓ Εἰλειθυίας ἀρέσασθαι παιδοτόκους θυέεσσιν, ὅπῃ θέμις: αὖθι δὲ Γαίῃ πληθομένῃ χώροις ὗς ἱρεύοιτο μέλαινα. πάνλευκοι ταῦροι δὲ Διὸς παρὰ βωμὸν ἀγέσθων ἤματι, μηδ̓ ἐπὶ νυκτί: θεοῖσι γὰρ οὐρανίοισιν ἡμέριος πέλεται θυέων τρόπος, ὣς δὲ καὶ αὐτός ἱρεύειν. δαμάλης τε βοὸς δέμας ἀγλαὸν Ἥρης δεξάσθω νηὸς παρὰ σεῦ. καὶ Φοῖβος Ἀπόλλων, ὅστε καὶ Ἠέλιος κικλήσκεται, ἶσα δεδέχθω θύματα Λητοΐδης. καὶ ἀειδόμενοί τε Λατῖνοι παιᾶνες κούροισι κόρῃσί τε νηὸν ἔχοιεν ἀθανάτων. χωρὶς δὲ κόραι χορὸν αὐταὶ ἔχοιεν, καὶ χωρὶς παίδων ἄρσην στάχυς, ἀλλὰ γονήων πάντες ζωόντων, οἷς ἀμφιθαλὴς ἔτι φύτλη. αἱ δὲ γάμου ζεύγλαις δεδμημέναι ἤματι κείνῳ γνὺξ Ἥρης παρὰ βωμὸν ἀοίδιμον ἑδριόωσαι δαίμονα λισσέσθωσαν. ἅπασι δὲ λύματα δοῦναι ἀνδράσιν ἠδὲ γυναιξί, μάλιστα δὲ θηλυτέρῃσιν. πάντες δ̓ ἐξ οἴκοιο φερέσθων ὅσσα κομίζειν ἐστὶ θέμις θνητοῖσιν ἀπαρχομένοις βιότοιο, δαίμοσι μειλιχίοισιν ἱλάσματα καὶ μακάρεσσιν Οὐρανίδαις. τὰ δὲ πάντα τεθησαυρισμένα κείσθω, ὄφρα τε θηλυτέρῃσι καὶ ἀνδράσιν ἑδριόωσιν ἔνθεν πορσύνῃς μεμνημένος. ἤμασι δ̓ ἔστω νυξί τ̓ ἐπασσυτέρῃσι θεοπρέπτους κατὰ θώκους παμπληθὴς ἄγυρις. σπουδὴ δὲ γέλωτι μεμίχθω. ταῦτά τοι ἐν φρεσὶν ᾗσιν ἀεὶ μεμνημένος εἶναι, καί σοι πᾶσα χθὼν Ἰταλὴ καὶ πᾶσα Λατίνων αἰὲν ὑπὸ σκήπτροισιν ἐπαυχένιον ζυγὸν ἕξει. |
| 2.7 | Εἰ τοίνυν, ὡς τὸ θεοπρόπιόν φησι καὶ τὸ ἀληθὲς ἔχει, τούτων ἁπάντων κατὰ θεσμὸν ἐπιτελουμένων ἐφυλάττετο μὲν ἡ Ῥωμαίων ἀρχή, καὶ διετέλεσαν τὴν καθ̓ ἡμᾶς πᾶσαν ὡς εἰπεῖν οἰκουμένην ὑφ̓ ἑαυτοὺς ἔχοντες: ἀμεληθείσης δὲ τῆς ἑορτῆς ἀποθεμένου Διοκλητιανοῦ τὴν βασιλείαν, ὑπερρύη κατὰ βραχὺ καὶ ἔλαθε κατὰ τὸ πλέον βαρβαρωθεῖσα, ὡς αὐτὰ ἡμῖν τὰ πράγματα ἔδειξεν. βούλομαι δὲ καὶ ἐκ τῶν χρόνων ἀληθῆ δεῖξαι τὸν λόγον. |
| 2.8 | Διοκλητιανὸς μὲν τελευτᾷ τρισὶν ἐνιαυτοῖς ὕστερον, ἤδη δὲ καταστάντες αὐτοκράτορες Κωνστάντιος καὶ Μαξιμιανὸς ὁ Γαλέριος ἀνέδειξαν Καίσαρας Σεβῆρον καὶ Μαξιμῖνον, ἀδελφῆς ὄντα παῖδα τοῦ Γαλερίου, Σεβήρῳ μὲν τὴν Ἰταλίαν Μαξιμίνῳ δὲ τὰ πρὸς ἀνίσχοντα ἥλιον παραδόντες. |
| 2.9 | συμβὰν δὲ τὸν αὐτοκράτορα Κωνστάντιον ἐν αὐτῷ τελευτῆσαι τῷ χρόνῳ, τῶν μὲν ὄντων αὐτῷ γνησίων παίδων οὐδένα πρὸς βασιλείαν ἔκριναν ἀξιόχρεων, ὁρῶντες δὲ Κωνσταντῖνον εὖ ἔχοντα σώματος οἱ περὶ τὴν αὐλὴν στρατιῶται, καὶ ἅμα δωρεῶν μεγαλοπρεπῶν ἐπαρθέντες ἐλπίσιν, τὴν τοῦ Καίσαρος ἀξίαν αὐτῷ περιέθεσαν. |
| 2.10 | Ταῦτα μαθὼν Μαξιμιανὸς ὁ Γαλέριος ἐκπέμπει τὸν Καίσαρα Σεβῆρον πολεμήσοντα Μαξεντίῳ. ἐξορμήσαντα δὲ αὐτὸν τοῦ Μεδιολάνου καὶ διὰ τῶν Μαυρουσίων ἐλθόντα ταγμάτων, χρήμασι τὸ πολὺ μέρος τῶν σὺν αὐτῷ στρατιωτῶν διαφθείρας Μαξέντιος, ἤδη δὲ καὶ τὸν τῆς αὐλῆς ὕπαρχον προσποιησάμενος Ἀνουλλῖνον, ἐκράτησεν ῥᾷστα Σεβήρου συμφυγόντος εἰς τὴν Ῥάουενναν, πόλιν ὀχυρωτάτην τε καὶ πολυάνθρωπον καὶ τροφῶν ἔχουσαν πλῆθος αὐτῷ τε καὶ τοῖς δὺν αὐτῷ στρατιώταις ἀρκοῦν. |
| 2.11 | ἀλλὰ τούτων ὄντων ἐν ἐγχειρήσεσιν ἔτι, Μαξιμιανὸς ὁ Γαλέριος ἐκ προλαβούσης ἑταιρίας ἐπιτήδειον ὄντα αὐτῷ Λικίννιον βασιλέα καθίστησιν, ἐπιστρατεῦσαι τοῦτον Μαξεντίῳ διανοούμενος. ἐπεὶ δὲ ταῦτα βουλευομένῳ τραῦμα δυσίατον ἐνσκῆψαν αὐτῷ τοῦ βίου μετέστησεν, εἴχετο μὲν καὶ Λικίννιος τῆς βασιλείας, Ἑρκούλιος δὲ Μαξιμιανὸς ἀναλαβεῖν, ὡς εἴρηταί μοι, τὴν βασιλείαν ἐπιχειρήσας ἀλλοτριῶσαι μὲν τῆς πρὸς Μαξέντιον εὐνοίας τοὺς στρατιώτας ἐσπούδασεν, τοῦ δὲ δωρεαῖς καὶ ἐλεειναῖς ἱκεσίαις αὐτοὺς ἐπισπασαμένου καὶ τῆς κατὰ Κωνσταντίνου διὰ τῶν σὺν αὐτῷ στρατιωτῶν ἐπιβουλῆς ἐπειρᾶτο. προκαταλαβούσης δὲ Φαύστης τὸ ἐγχειρούμενον καὶ τῷ Κωσταντίνῳ τοῦτο μηνυσάσης, ἀπορούμενος ἐπὶ τῷ πάντων ἐκπεσεῖν ὁ Ἑρκούλιος νόσῳ κατὰ τὴν Ταρσὸν ἐτελεύτησεν. |
| 2.12 | Ταύτην δὲ διαφυγὼν ὁ Μαξέντιος τὴν ἐπιβουλήν, ἔχειν τε ἤδη βεβαίως οἰόμενος τὴν ἀρχήν, ἐν Λιβύῃ καὶ Καρχηδόνι τοὺς τὴν εἰκόνα τὴν αὐτοῦ περιοίσοντας ἔπεμπεν. ὅπερ γενέσθαι κωλύσαντες οἱ αὐτόθι στρατιῶται τῇ περὶ Γαλέριον Μαξιμιανὸν εὐνοίᾳ καὶ μνήμῃ, ἐπειδὴ Μαξέντιον ἐπιστρατεύσειν αὑτοῖς ἔγνωσαν ταύτης ἕνεκα τῆς ἀντιστάσεως, εἰς τὴν Ἀλεξάνδρειαν ἀνεχώρησαν. ἱκαναῖς δὲ δυνάμεσι περιπεσόντες, αἷς ἀντίσχειν οὐχ οἷοί τε ἦσαν, ἐπὶ τὴν Καρχηδόνα πάλιν ἀπέπλευσαν. |
| 2.13 | Κατὰ δὲ τὴν Ρώμην ἐμπεσόντος πυρὸς εἴτε ἐξ ἀέρος εἴτε ἐκ γῆς ʽτοῦτο γὰρ ἄδηλον̓ ὁ τῆς Τύχης ἐφλέχθη ναός. πάντων δὲ σβέσαι τὴν πυρὰν συνδραμόντων, βλάσφημα ῥήματα κατὰ τοῦ θείου τῶν στρατιωτῶν τις ἀφείς, καὶ τοῦ πλήθους διὰ τὴν πρὸς τὸ θεῖον εὐσέβειαν ἐπελθόντος ἀναιρεθείς, ἐκίνησε τοὺς στρατιώτας εἰς στάσιν: καὶ μικροῦ δεῖν εἰς τὴν κατὰ τῆς πόλεως ἀπώλειαν ἦλθον, εἰ μὴ ταχέως τὴν τούτων ὁ Μαξέντιος μανίαν ἐπράϋνεν. |
| 2.14 | Ἐντεῦθεν προφάσεις ἀναζητεῖ τοῦ πρὸς Κωνσταντῖνον πολέμου, καὶ ποιησάμενος ἐπὶ τῷ θανάτῳ τοῦ πατρὸς ὀδυνᾶσθαι, Κωνσταντίνου δεδωκότος αἰτίαν αὐτῷ τῆς τελευτῆς, ἐπὶ Ῥαιτίαν ἐλαύνειν διενοεῖτο ὡς τοῦ ἔθνους τούτου καὶ Γαλλίᾳ καὶ τοῖς Ἰλλυριῶν κλίμασι πλησιάζοντος. ὠνειροπόλει γὰρ καὶ Δαλματίας καὶ Ἰλλυριῶν περιέσεσθαι διὰ τῶν ἐκεῖσε στρατιωτικῶν ἡγεμόνων καὶ τῶν Λικιννίου δυνάμεων. |
| 2.15 | Ὁ δὲ Κωνσταντῖνος καὶ πρότερον ὑπόπτως πρὸς αὐτὸν ἔχων, τότε μᾶλλον εἰς τὴν κατ̓ αὐτοῦ παρεσκευάζετο μάχην: καὶ συναγαγὼν δυνάμεις ἔκ τε ὧν ἔτυχεν ἔχων δορικτήτων βαρβάρων καὶ Γερμανῶν καὶ τῶν ἄλλων Κελτικῶν ἐθνῶν, καὶ τοὺς ἀπὸ τῆς Βρεττανίας συνειλεγμένους, εἰς ἐννέα που μυριάδας πεζῶν ἅπαντας καὶ ὀκτακισχιλίους ἱππέας, ἤλαυνεν ἐκ τῶν Ἄλπεων ἐπὶ τὴν Ἰταλίαν, τὰς μὲν προσαγούσας ἑαυτὰς ἐκεχειρίᾳ πόλεις ἀβλαβεῖς ἀφιείς, τὰς δὲ ἐς ὅπλα ἐούσας καταστρεφόμενος. |
| 2.16 | Κωσταντῖνος δὲ μέχρι τῆς Ῥώμης ἅμα τῷ στρατῷ προελθὼν ἐν τῷ πεδίῳ τῷ πρὸ τῆς πόλεως ἐστρατοπεδεύετο, ἀναπεπταμένῳ τε ὄντι καὶ ἐς ἱππασίαν ἐπιτηδείῳ. Μαξέντιος δὲ ἐναποκλείσας ἑαυτὸν τοῖς θεοῖς ἱερεῖα προσήγαγεν καὶ τῶν ἱεροσκόπων περὶ τῆς τοῦ πολέμου τύχης ἀνεπυνθάνετο καὶ τὰ Σιβύλλης διηρευνᾶτο. καί τι θέσφατον εὑρὼν σημαῖνον ὡς ἀνάγκη τὸν ἐπὶ βλάβῃ τι πράττοντα Ῥωμαίων οἰκτρῷ θανάτῳ περιπεσεῖν, πρὸς ἑαυτοῦ τὸ λόγιον ἐλάμβανεν ὡς δὴ τοὺς ἐπελθόντας τῇ Ῥώμῃ καὶ ταύτην διανοουμένους ἑλεῖν ἀμυνόμενος. |
| 2.17 | ἀγγελθείσης δὲ τοῖς ἐν τῇ πόλει τῆς νίκης, χαίρειν μὲν οὐδεὶς ἐπὶ τοῖς πεπραγμένοις ἐθάρρει διὰ τὸ τὴν ἀγγελίαν οἴεσθαί τινας εἶναι ψευδῆ: τῆς δὲ Μαξεντίου κεφαλῆς ἐπὶ δόρατος ἀνενεχθείσης, ἀποθέμενοι τὸν φόβον εἰς ἡδονὴν τὴν ἀθυμίαν μετήγαγον. |
| 2.18 | Οὕτω τῆς βασιλείας εἰς Κωσταντῖνον καὶ Λικίννιον περιστάσης, ὀλιγίστου χρόνου διαδραμόντος εἰς διαφορὰν ἦλθον ἀλλήλοις, Λικιννίου μὲν οὐ δεδωκότος αἰτίαν, Κωνσταντίνου δὲ κατὰ τὸ σύνηθες αὐτῷ περὶ τὰ συγκείμενα φανέντος ἀπίστου καὶ τῶν ἐθνῶν τινὰ τῶν τῇ βασιλείᾳ Λικιννίου λαχόντων παρασπᾶσθαι βουληθέντος. τῆς τοίνυν ἔχθρας αὐτοῖς ἐμφανοῦς γενομένης, ἀμφότεροι τὰς περὶ σφᾶς δυνάμεις συναγαγόντες εἰς μάχην συνῄεσαν. |
| 2.19 | Κατασχὼν δὲ Κωσταντῖνος τὴν Κίβαλιν καὶ τὸ Σίρμιον καὶ πάντα ὅσα φεύγων ὁ Λικίννιος ὀπίσω κατέλειπεν, πέμπει πεντακισχιλίους ὁπλίτας ἐπὶ τὴν αὐτοῦ δίωξιν. ἀλλ̓ ἐκεῖνοι μέν, ἀγνῶτες τῆς ὁδοῦ δἰ ἧς ἔφευγε Λικίννιος ὄντες, φθάσαι τοῦτον οὐκ ἠδυνήθησαν: ὁ δὲ Κωσταντῖνος ζεύξας τὴν τοῦ Σάου γέφυραν, ἣν ὁ Λικίννιος ἔτυχεν διαλύσας, ἅμα τῷ στρατῷ Λικιννίου κατόπιν ἐχώρει. διαβὰς δὲ ἐπὶ τὴν Θρᾴκην ἀφικνεῖται πρὸς τὸ πεδίον ἐν ᾧ Λικίννιον στρατοπεδευόμενον εὗρεν. |
| 2.20 | Τῇ δὲ ὑστεραίᾳ γενομένης ἀνακωχῆς, ἀμφοτέρους ἐδόκει κοινωνίαν ἔχειν καὶ ὁμαιχμίαν ἐφ̓ ᾧ τὸν μὲν Κωνσταντῖνον ἄρχειν Ἰλλυριῶν καὶ τῶν ἐπέκεινα πάντων ἐθνῶν, Λικίννιον δὲ Θρᾴκην ἔχειν καὶ τὴν ἑῴαν καὶ τὰ ταύτης ἐπέκεινα, Οὐάλεντα δὲ τὸν ὑπὸ Λικιννίου Καίσαρα καθεσταμένον ἀναιρεθῆναι, τῶν συμβεβηκότων κακῶν αἴτιον εἶναι λεγόμενον. |
| 2.21 | Κωσταντῖνος δὲ πυθόμενος Σαυρομάτας τῇ Μαιὥ??ʼιδι προσοικοῦντας λίμνῃ, ναυσὶ διαβάντας τὸν Ἴστρον, τὴν οὖσαν ὑπ̓ αὐτῷ λῄζεσθαι χώραν, ἦγεν ἐπ̓ αὐτοὺς τὰ στρατόπεδα. συναντησάντων δὲ καὶ τῶν βαρβάρων αὐτῷ μετὰ Ῥαυσιμόδου τοῦ σφῶν βασιλεύοντος, τὴν ἀρχὴν οἱ Σαυρομάται προσέβαλλον πόλει φρουρὰν ἀρκοῦσαν ἐχούσῃ, ἧς τὸ μὲν ἀπὸ γῆς ἀνατρέχον ἐς ὕψος τοῦ τείχους ἐκ λίθων ᾠκοδόμητο, |
| 2.22 | Διανείμας δὲ τούτους ταῖς πόλεσιν ἐπὶ τὴν Θεσσαλονίκην ἐχώρει, καὶ τὸν ἐν ταύτῃ λιμένα πρότερον οὐκ ὄντα κατασκευάσας ἐπὶ τὸν πρὸς Λικίννιον αὖθις παρεσκευάζετο πόλεμον. καὶ τριακόντοροι μὲν εἰς διακοσίας κατεσκευάσθησαν, ναῦς δὲ φορτίδες συνήχθησαν πλέον ἢ δισχίλιαι, πεζὸς δὲ στρατὸς ἐς δώδεκα μυριάδας, ἡ ναῦς καὶ ἵππος μυρία. Λικίννιος δὲ Κωνσταντῖνον ἀκούσας ἐν παρασκευαῖς εἶναι, διέπεμπεν ἀγγέλους κατὰ τὰ ἔθνη πλοῖα πολεμικὰ καὶ δυνάμεις πεζάς τε καὶ ἱππικὰς εὐτρεπεῖς ποιῆσαι κελεύων. |
| 2.23 | ἡμέρας δὲ γενομένης, πάντες ὅσοι τοῦ Λικιννίου στρατεύματος κατὰ τὸ ὄρος ἢ εἰς φάραγγας ἔτυχον πεφευγότες, ἐξέδοσαν ἑαυτοὺς Κωσταντίνῳ μετὰ τῶν ἀπολειφθέντων τῆς Λικιννίου φυγῆς. Λικιννίου δὲ φυγόντος εἰς τὸ Βυζάντιον, ὁ Κωσταντῖνος κατόπιν ἐχώρει καὶ τὸ Βυζάντιον ἐπολιόρκει. |
| 2.24 | τῇ δὲ ὑστεραίᾳ τοῦ βορέου πολλοῦ πνεύσαντος, προελθὼν Ἄβαντος τοῦ Αἰαντίου λιμένος ἐς ναυμαχίαν παρεσκευάζετο. τῶν δὲ μεινάντων ἐν τῷ στόματι τοῦ Ἑλλησπόντου πεντηκοντόρων ἐκ προστάγματος τῶν στρατηγῶν ἀφικομένων εἰς Ἐλεοῦντα, καταπλαγεὶς ἐπὶ τῷ πλήθει τῶν νεῶν Ἄβαντος ἐνεδοίαζεν ἐπιπλεῦσαι τοῖς ἐναντίοις. |
| 2.25 | Ἐγκείμενος δὲ τῇ πολιορκίᾳ Κωσταντῖνος, καὶ χῶμα ἴσον ἔχον ὕψος τῷ τείχει κατασκευάσας, πύργους τε στήσας ἐπὶ τοῦ χώματος ξυλίνους, ὑψηλοτέρους τοῦ τείχους, δἰ ὧν τοὺς τὸ τεῖχος φυλάττοντας κατετόξευον, ὡς ἄν ἐπ̓ ἀδείας κριοὺς καὶ ἄλλας μηχανὰς τῷ τείχει προσάγοι, διενοεῖτο τὴν πόλιν ἑλεῖν. τούτοις ὁ Λικίννιος ἀπορούμενος ἔγνω, καταλιπὼν τὸ Βυζάντιον καὶ ἐν τούτῳ τὸ τῆς στρατιᾶς ἀσθενέστερον ἐάσας, μετὰ τῶν ἐπιτηδείων οἱ καὶ δείγματα εὐνοίας εἰς αὐτὸν ἀποδειξαμένων εἰς Χαλκηδόνα τῆς Βιθυνίας δραμεῖν: |
| 2.26 | τούτου δὲ ὄντος ἐν τούτοις, ὁ Κωσταντῖνος ἔχων πλῆθος νεῶν καὶ φορτίδων καὶ πολεμιστηρίων, διὰ τούτων τε βουλόμενος τῆς ἀντιπέραν ᾐόνος κρατῆσαι, δεδιὼς τὸ τῆς κατὰ Βιθυνίαν ᾐόνος ναυσὶ μάλιστα φορτίσι δυσπρόσοδον, κέλητας καὶ ἀκάτια ταχυναυτοῦντα κατασκευάσας ἐπὶ τὸ λεγόμενον Ἱερὸν ἄκρον, πρὸς τῷ στόματι τοῦ Πόντου κείμενον, ἀναπλέει, σταδίοις διακοσίοις Χαλκηδόνος διεστηκός, κἀνταῦθα τὴν στρατιὰν ἀποβιβάσας ἐπί τινας λόφους ἀνῄει, καὶ ἐξ αὐτῶν παρετάττετο. |
| 2.27 | Ἐν τούτῳ τῷ χρόνῳ πρὸς βασιλέα Κωσταντῖνον ηὐτομόλησε Πέρσης ἀνήρ, Ὁρμίσδης ὄνομα, τοῦ βασιλείου γένους, ἐξ αἰτίας τοιᾶσδε. τοῦ πατρὸς αὐτῷ Περσῶν βασιλεύοντος καὶ τὴν γενέθλιον ἐπιτελοῦντος κατὰ τὸν Περσῶν νόμον ἡμέραν, Ὁρμίσδης εἰσῄει θήραν πολλὴν εἰσαγαγὼν εἰς τὰ βασίλεια. τῶν δὲ παρακληθέντων εἰς τὴν εὐωχίαν οὐ τιμησάντων αὐτὸν οὐδὲ κατὰ τὸ καθῆκον ἐπαναστάντων, ἀγανακτήσας ἠπείλησε τὸν Μαρσύου μόρον αὐτοῖς ἐπιθήσειν. |
| 2.28 | Κωσταντίνου δὲ τὸν Λικίννιον καὶ ἐν τῇ Νικομηδείᾳ πολιορκοῦντος, ἀπογνοὺς ταῖς ἐλπίσιν, ἐπιστάμενός τε ὡς οὐδεμία δύναμις ἔστιν αὐτῷ πρὸς μάχην ἀρκοῦσα, τῆς πόλεως προελθὼν ἱκέτης τῷ Κωσταντίνῳ καθίσταται, καὶ τὴν ἁλουργίδα προσαγαγὼν βασιλέν τε καὶ δεσπότην ἐβόα, συγγνώμην ἐπὶ τοῖς προλαβοῦσιν αἰτῶν: |
| 2.29 | Περιστάσης δὲ τῆς πάσης εἰς μόνον Κωσταντῖνον ἀρχῆς, οὐκέτι λοιπὸν τὴν κατὰ φύσιν ἐνοῦσαν αὐτῷ κακοήθειαν ἔκρυπτεν, ἀλλὰ ἐνεδίδου τῷ κατ̓ ἐξουσίαν ἅπαντα πράττειν. ἐχρῆτο δὲ ἔτι καὶ τοῖς πατρίοις ἱεροῖς, οὐ τιμῆς ἕνεκα μᾶλλον ἢ χρείας: ᾗ καὶ μάντεσιν ἐπείθετο, πεπειραμένος ὡς ἀληθῆ προεῖπον ἐπὶ πᾶσι τοῖς κατωρθωμένοις αὐτῷ. ἐπεὶ δ̓ εἰς τὴν Ῥώμην ἀφίκετο μεστὸς πάσης ἀλαζονείας, ἀφ̓ ἑστίας ᾠήθη δεῖν ἄρξασθαι τῆς ἀσεβείας. |
| 2.30 | Οὐκ ἐνεγκὼν δὲ τὰς παρὰ πάντων ὡς εἰπεῖν βλασφημίας πόλιν ἀντίρροπον τῆς Ῥώμης ἐζήτει, καθ̓ ἣν αὐτὸν ἔδει βασίλεια καταστήσασθαι. γενόμενος δὲ μεταξὺ Τρῳάδος καὶ τῆς ἀρχαίας Ἰλίου καὶ τόπον εὑρὼν εἰς πόλεως κατασκευὴν ἐπιτήδειον, θεμελίους τε ἐπήξατο καὶ τείχους τι μέρος εἰς ὕψος ἀνέστησεν, ὅπερ ἄχρι τοῦδε ὁρᾶν ἔνεστι τοῖς ἐπὶ τὸν Ἑλλήσποντον πλέουσιν. ἐλθὼν δὲ εἰς μετάμελον καὶ ἀτελὲς τὸ ἔργον καταλιπὼν ἐπὶ τὸ Βυζάντιον ᾔει. |
| 2.31 | τούτῳ τῷ τρόπῳ πολλῷ μείζονα τῆς προτέρας ἀποτελέσας, καὶ βασίλεια κατεσκεύασεν οὐ πολλῷ τῆς Ῥώμης ἐλάττονα: καὶ τὸν ἱππόδρομον εἰς ἅπαν ἐξήσκησε κάλλος, τὸ τῶν Διοσκούρων ἱερὸν μέρος αὐτοῦ ποιησάμενος, ὧν καὶ τὰ δείκηλα μέχρι νῦν ἔστιν ἐπὶ τῶν τοῦ ἱπποδρόμου στοῶν ἑστῶτα ἰδεῖν. ἔστησεν δὲ κατά τι τοῦ ἱπποδρόμου μέρος καὶ τὸν τρίποδα τοῦ ἐν Δελφοῖς Ἀπόλλωνος, ἔχοντα ἐν ἑαυτῷ καὶ αὐτὸ τὸ τοῦ Ἀπόλλωνος ἄγαλμα. |
| 2.32 | Μείνας δὲ ἀπόλεμος καὶ τρυφῇ τὸν βίον ἐκδοὺς διένειμε τῷ Βυζαντίων δήμῳ σίτησιν δημοσίαν, ἣν ἄχρι τοῦδε διέμεινεν ἔχων. εἰς οἰκοδομίας δὲ πλείστας ἀνωφελεῖς τὰ δημόσια χρήματα δαπανῶν, τινὰ κατεσκεύασεν ἃ μικρὸν ὕστερον διελύετο, βέβαια διὰ τὴν ἔπειξιν οὐ γενόμενα. συνετάραξεν δὲ καὶ τὰς πάλαι καθεσταμένας ἀρχάς. |
| 2.33 | Κωσταντῖνος δὲ τὰ καλῶς καθεστῶτα κινῶν μίαν οὖσαν ἐς τέσσαρας διεῖλεν ἀρχάς. ὑπάρχῳ γὰρ ἑνὶ τὴν Αἴγυπτον ἅπασαν πρὸς τῇ Πενταπόλει Λιβύης καὶ τὴν ἑῴαν ἄχρι Μεσοποταμίας καὶ προσέτι γε Κίλικας καὶ Καππάδοκας καὶ Ἀρμενίους καὶ τὴν παράλιον ἅπασαν ἀπὸ Παμφυλίας ἄχρι Τραπεζοῦντος καὶ τῶν παρὰ τὸν Φᾶσιν φρουρίων παρέδωκεν, τῷ αὐτῷ καὶ Θρᾴκην ἐπιτρέψας, Μυσίᾳ τε μέχρις Ἀσήμου καὶ Ῥοδόπῃ μέχρι Τοπήρου πόλεως ὁριζομένην, καὶ Κύπρον μέντοι καὶ τὰς Κυκλάδας νήσους δίχα Λήμνου καὶ Ἴμβρου καὶ Σαμοθρᾴκης: |
| 2.34 | Ἔπραξεν δέ τι Κωσταντῖνος καὶ ἕτερον, ὃ τοῖς βαρβάροις ἀκώλυτον ἐποίησε τὴν ἐπὶ τὴν Ῥωμαίοις ὑποκειμένην χώραν διάβασιν. τῆς γὰρ Ῥωμαίων ἐπικρατείας ἁπανταχοῦ τῶν ἐσχατιῶν τῇ Διοκλητιανοῦ προνοίᾳ κατὰ τὸν εἰρημένον ἤδη μοι τρόπον πόλεσι καὶ φρουρίοις καὶ πύργοις διειλημμένης, καὶ παντὸς τοῦ στρατιωτικοῦ κατὰ ταῦτα τὴν οἴκησιν ἔχοντος, ἄπορος τοῖς βαρβάροις ἦν ἡ διάβασις, πανταχοῦ δυνάμεως ἀπαντώσης τοὺς ἐπιόντας ἀπώσασθαι δυναμένης. |
| 2.35 | Καίσαρα δὲ καταστήσας ἤδη τὸν ἑαυτοῦ παῖδα Κωνσταντῖνον, ἀποδείξας δὲ σὺν αὐτῷ καὶ Κωνστάντιον καὶ Κώνσταντα παῖδας ὄντας αὐτῷ, ηὔξησε τὴν Κωνσταντινούπολιν εἰς μέγεθος πόλεως σφόδρα μεγίστης, ὥστε καὶ τῶν μετ̓ αὐτὸν αὐτοκρατόρων τοὺς πολλοὺς τὴν οἴκησιν ἑλομένους τὴν ἐν αὐτῇ πλῆθος ὑπὲρ τὴν χρείαν συναγαγεῖν, τῶν ἁπανταχοῦ γῆς ἢ στρατείας ἢ ἐμπορίας ἕνεκεν ἢ ἄλλων ἐπιτηδευμάτων εἰς ταύτην ἀγειρομένων: |
| 2.36 | Καί μοι πολλάκις ἐπῆλθε θαυμάσαι πῶς εἰς τοσοῦτο τῆς Βυζαντίων πόλεως ηὐξημένης ὡς μηδεμίαν ἄλλην εἰς εὐδαιμονίαν ἢ μέγεθος αὐτῇ παραβάλλεσθαι, πρόρρησις ἐκ θεῶν οὐδεμία περὶ τῆς εἰς ἀμείνονα τύχην αὐτῆς ἐπιδόσεως τοῖς πρὸ ἡμῶν ἀνθρώποις ἐδόθη. |
| 2.37 | Ὦ βασιλεῦ Θρῃκῶν, λείψεις πόλιν ἐν προβάτοισιν, αὐξήσεις δὲ λέοντα μέγαν, γαμψώνυχα, δεινόν, ὅς ποτε κινήσει πατρίας κειμήλια χώρας, γαῖαν δ̓ αἱρήσει μόχθων ἄτερ. οὐδέ σέ φημι σκηπτούχοις τιμαῖσιν ἀγάλλεσθαι μάλα δηρόν, ἐκ δὲ θρόνων πεσέειν, οἷοι κύνες ἀμφὶς ἔχουσι. κινήσεις δ̓ εὕδοντα λύκον γαμψώνυχα, δεινόν: οὐδ̓ ἐθέλοντι γὰρ εἴσω ὑπὸ ζυγὸν αὐχένα θήσει. δὴ τότε Βιθυνῶν γαῖαν λύκοι οἰκήσουσι Ζηνὸς ἐπιφροσύναισι. ταχὺ δ̓ ἐπιβήσεται ἀρχὴ ἀνδράσιν οἳ Βύζαντος ἕδος καταναιετάουσι. τρὶς μάκαρ Ἑλλήσποντε, θεόκτιτα τείχεά τ̓ ἀνδρῶν, θείαισιν ἐφετμαῖς ἣν λύκος αἰνόλυκος πτήξει κρατερῆς ὑπ̓ ἀνάγκης. ὦμε γὰρ εἴσασίν τε ἐμὸν ναίοντες ἔδεθλον, οὐκέτι σιγήσω πατρὸς νόον, ἀλλ̓ ἀναδείξω ἀθανάτων λογίων θνητοῖς εὔσημον ἀοιδήν. Θρῇσσα κύει μέγα πῆμα, τόκος δέ οἱ οὐκέτι τηλοῦ, σπειραι παῖδα κακὸν . . καὶ τῇδε φέρουσαν: τρηχὺ παῤ ἠπείρου πλευρὰς ἐπιναισεται ἕλκος, καὶ μέγ̓ ἀνοιδήσει, ταχὺ δὲ ῥαγὲν αἱμοροήσει. |
| 2.38 | Κωνσταντῖνος δὲ ταῦτα διαπραξάμενος διετέλεσε δωρεαῖς οὐκ ἐν δέοντι γινομέναις, ἀλλὰ εἰς ἀναξίους καὶ ἀνωφελεῖς ἀνθρώπους, τοὺς φόρους ἐκδαπανῶν, καὶ τοῖς μὲν εἰσφέρουσι γινόμενος φορτικός, τοὺς δὲ μηδὲν ὠφελεῖν δυναμένους πλουτίζων: |
| 2.39 | Τούτοις ἅπασι τοῖς τρόποις ὁ Κωσταντῖνος τῷ πολιτεύματι λυμηνάμενος ἐτελεύτησε νόσῳ. διαδεξαμένων δὲ τὴν βασιλείαν τῶν αὐτοῦ παίδων ὄντων τριῶν ʽἐτέχθησαν δὲ οὗτοι οὐκ ἀπὸ Φαύστης τῆς τοῦ Ἑρκουλίου Μαξιμιανοῦ θυγατρός, ἀλλ̓ ἐξ ἄλλης, ᾗ μοιχείας ἐπαγαγὼν μέμψιν ἀπέκτεινεν̓, εἴχοντο τῶν πραγμάτων, τῇ τῆς νεότητος ἐνδιδόντες ῥοπῇ μᾶλλον ἢ τῷ τῶν κοινῶν ὠφελίμῳ. |
| 2.40 | Ἀλλὰ τῆς ἀρχῆς οὕτως ἑκάστῳ νεμηθείσης, Κωνστάντιος ὥσπερ ἐξεπίτηδες μὴ κατόπιν γενέσθαι τῆς τοῦ πατρὸς ἀσεβείας ἐσπουδακώς, ἀφ̓ ἑστίας ἀρξάμενος αἷμα συγγενὲς ἀνδρείου τρόπου δεῖγμα παρασχεῖν ἅπασιν ἠβουλήθη. |
| 2.41 | Κωνσταντίνῳ δὲ καὶ Κώνσταντι περὶ τῆς ὑπὸ Καρχηδόνα Λιβύης καὶ Ἰταλίας γενομένης ἀμφισβητήσεως, ἀφυλάκτῳ βουλόμενος ὁ Κώνστας ἐπιθέσθαι τἀδελφῷ ἐπὶ μὲν τριετῆ χρόνον τὴν ἔχθραν ἔμεινεν ἐπικρύπτων, καραδοκήσας δὲ χώρας ἐπιβάντα πρὸς αὐτὸν φιλίως ἐχούσης ἔστειλε στρατιώτας, τῷ μὲν φαινομένῳ Κωνσταντίῳ συμμαχήσοντας εἰς τὸν κατὰ Περσῶν πόλεμον, ἐπιθησομένους δὲ Κωνσταντίνῳ μὴ προϊδομένῳ τι τούτων: οἳ τὰ ἐπιτάγματα πληροῦντες ἀναιροῦσι τὸν Κωνσταντῖνον. |
| 2.42 | τούτῳ δὲ τῷ τρόπῳ τὸν ἀδελφὸν ὁ Κώνστας ἐκποδὼν ποιησάμενος διὰ πάσης ὠμότητος ἐχώρει κατὰ τῶν ὑπηκόων, πᾶσαν ἀφόρητον ὑπερβαλλόμενος τυραννίδα. βαρβάρους γὰρ εὐπροσώπους ὠνούμενος καὶ ἔχων ἐν ὁμήρων τάξει παῤ ἑαυτῷ, πάντα τε πράττειν ἐφιεὶς κατὰ τῶν ὑπηκόων αὐτοῖς οἷα τὴν ὥραν ἐπιδιδοῦσιν αὐτῷ πρὸς διαφθοράν, εἰς ἔσχατον ἤγαγε πάντα τὰ ὑπ̓ αὐτὸν ἔθνη κακοῦ. |
| 2.43 | Μαγνεντίου τοίνυν τὴν ἀρχὴν ἔχοντος καὶ τῶν ὑπὲρ τὰς Ἄλπεις ἐθνῶν καὶ τῆς Ἰταλίας αὐτῆς κυριεύοντος, τὴν στρατηγίαν τῶν ἐν Παιονίαις στρατοπέδων Βετρανίων ἔχειν ταχθείς, ὅτι Μαγνέντιος εἰς βασιλείαν ἤχθη πυθόμενος, εἰς τὴν αὐτὴν ἦλθεν ἐπιθυμίαν καὶ ψήφῳ τῶν αὐτόθι ταγμάτων βασιλεὺς ἀνεδείχθη, καὶ ἐν τῇ Μούρσῃ Παιονίας οὔσῃ πόλει διέτριβε. τούτων οὕτως ἐχόντων Πέρσαι μὲν τὰς τῆς ἑῴας ἐλῄζοντο πόλεις, καὶ μάλιστα τῆς μέσης τῶν ποταμῶν, Κωνστάντιος δέ, καὶ ταῦτα τῷ πρὸς αὐτοὺς ἐλαττούμενος πολέμῳ, τοῖς κατὰ Μαγνέντιον ὅμως ἐπεξελθεῖν ἐγνώκει καὶ Βετρανίωνα. |
| 2.44 | Κωνστάντιος δὲ ἐκ τῆς ἑῴας ἐπὶ τὸν κατὰ Μαγνεντίου πόλεμον ἐξορμήσας ᾠήθη δεῖν πρότερον τέχνῃ τινὶ φίλιον ἑαυτῷ Βετρανίωνα καταστῆσαι διὰ τὸ μὴ πρὸς δύο λοιπὸν πόλεμον ἀλλὰ πρὸς ἕνα τύραννον ἔχειν. ἐγένετο δὲ καὶ Μαγνεντίῳ σπουδὴ τὴν φιλίαν ἐπισπάσασθαι Βετρανίωνος καὶ σὺν αὐτῷ τὸν πρὸς Κωνστάντιον διαγωνίσασθαι πόλεμον. |
| 2.45 | Τούτῳ τῷ τρόπῳ τῆς κατὰ Βετρανίωνος ἀπάτης εἰς ἔργον ἐκβάσης, ἐπὶ Μαγνέντιον ἐλαύνων Κωστάντιος Γάλλον, ὄντα τοῦ θείου παῖδα, Ἰουλιανοῦ δὲ τοῦ μετὰ ταῦτα βασιλεύσαντος ἀδελφὸν ὁμοπάτριον, Καίσαρα καθίστησι, καὶ Κωσταντίαν αὐτῷ κατεγγυήσας τὴν ἀδελφήν, εἴτε τοῖς Περσῶν πολέμοις ἀντιστησόμενον, εἴτε, ὅπερ ἦν ἀληθές, πρόφασιν τῆς αὐτοῦ βουλόμενος εὑρεῖν ἀναιρέσεως: μόνοι γὰρ ἔτυχον αὐτός τε καὶ ἁδελφὸς ἐκ τοῦ Κωσταντίου γένους περιλειφθέντες, τῶν ἄλλων πρὸς αὐτοῦ πάντων ἀνῃρημένων, ὡς διεξήλθομεν ἤδη. |
| 2.46 | πολλῶν δὲ πεσόντων Μαγνέντιος μὲν ἐπὶ τοσούτῳ πλεονεκτήματι μεγαλαυχούμενος, ἀναλαβὼν τὴν δύναμιν, οὐκ ἠνείχετο τῆς ἐπὶ πλέον τοῦ πολέμου τριβῆς, ἀλλὰ ἐπὶ Παιονίαν ἐχώρει, καὶ παραγενόμενος ἐν τοῖς πρὸ τοῦ Ποτοβίου πεδίοις, ἅτινα μέσα τέμνων Δρᾶος ὁ ποταμός, Νωρικοὺς καὶ Παίονας παραμείψας, ἐπὶ τὸν Ἴστρον ἐκδίδωσιν, ἐπὶ Παίονας ἤλαυνε, Σιρμίου πλησίον συνάψαι τὴν μάχην διανοούμενος. φασὶ δὲ ὡς τῆς μητρὸς αὐτῷ ταύτην ἀπαγορευούσης τὴν ὁδὸν καὶ κελευούσης ἐπὶ Ἰλλυριοὺς διαβαίνειν ἠπείθησε, καὶ ταῦτα μάντιν ἀληθῆ ταύτην εἶναι πολλαῖς προλαβούσαις προρρήσεσι πεπεισμένος. |
| 2.47 | ταῦτα ῥηθέντα παρὰ Φιλίππου μικροῦ δεῖν ἅπαν τὸ στράτευμα συνετάραξεν. ἐφ̓ οἷς ὀρρωδήσας ὁ Μαγνέντιος, καὶ σὺν πολλῷ πόνῳ καταστήσας τοὺς στρατιώτας εἰς τὸ λέγειν τι βουλόμενον αὐτὸν ὑπομεῖναι, τὴν μὲν εἰρήνην ἀσμενίζειν καὶ αὐτὸς ἔλεγε, λύειν δὲ τέως τὴν ἐκκλησίαν ἐκέλευσεν, ἄχρις ὅτε τὸ πρακτέον. σκοπήσας, ἣν ἔχει περὶ τούτου γνώμην τῇ ὑστεραίᾳ μηνύσειεν. |
| 2.48 | ταῦτα λέγοντος ἐξανέστησαν ἅπαντες εἰς τὸ πολεμεῖν, καὶ παραχρῆμα τὰς ὁπλίσεις ἀναλαβόντες ὥρμησαν ἐπὶ τὸ περαιωθῆναι τὸν Σάον. ἀπαγγειλάντων δὲ τῶν κατασκόπων τὴν ἔφοδον, οἱ Σισκίαν τὴν πόλιν φυλάττοντες ἐπικειμένην τῇ ὄχθῃ τοῦ Σάου τοὺς μὲν κατηκόντιζον ἐπιβῆναι τῆς ὄχθης τοῦ ποταμοῦ βουλομένους, τοῖς δὲ ἀνθίσταντο τὴν γέφυραν διαβαίνειν ἐπιχειροῦσιν, ὡς πολλοὺς μὲν κατασφαγῆναι, πλείους δὲ ὑπὸ ἑαυτῶν ὠθουμένους καὶ τῶν ἐναντίων εἰς τὸν ποταμὸν ἐμπεσεῖν. |
| 2.49 | Ἀλλὰ τοῦτο βουλευομένων αὐτῶν ἧκεν Τιτιανός, εἷς τῶν ἀπὸ τῆς ἐν Ῥώμῃ συγκλήτου βουλῆς, λόγους ἀπὸ Μαγνεντίου φέρων ὑπερηφάνους, ὃς κατὰ Κωνσταντίνου καὶ τῶν ἐξ αὐτοῦ γεγονότων ἄτοπα πολλὰ συμφορήσας, καὶ τὴν τῶν πόλεων ἀπώλειαν τῇ περὶ τὴν ἀρχὴν ἀναθεὶς ἐκμελείᾳ, τῆς ἀρχῆς ἐκέλευεν ἐκστῆναι Μαγνεντίῳ Κωνστάντιον, εἰ ζῆν αὐτῷ μετ̓ ἀσφαλείας συγχωρήσειεν ἀγαπῶντα. |
| 2.50 | Μούρσῃ τε πλησιάσας ὁ Μαγνέντιος πῦρ προσῆγε ταῖς πύλαις, ὡς ἂν τοῦ καλύπτοντος τὰ ξύλα σιδήρου δαπανηθέντος εἴξαντα τῷ πυρὶ τὴν εἰς τὴν πόλιν εἴσοδον ἀναπετάσαιεν τῷ στρατῷ. τοῦτο μὲν οὖν αὐτῷ πρὸς ἔργον οὐκ ἤχθη, τῶν ἐπὶ τοῦ τείχους ὕδατι πολλῷ κατασβεννύντων τὸ πῦρ: τὸν δὲ Κωνστάντιον προσαγαγόντα τῇ Μούρσῃ πυθόμενος ἕτερόν τι μηχανᾶται τοιόνδε. |
| 2.51 | Κωνστάντιος δὲ θεασάμενος ὡς ἐμφυλίου τῆς μάχης οὔσης οὐδὲ τὰ τῆς νίκης ἐκβήσεται κατὰ νοῦν αὐτῷ, τῶν Ῥωμαϊκῶν στρατοπέδων τοσοῦτον ἐλαττουμένων καὶ τοῖς πανταχόθεν ἐπικειμένοις βαρβάροις μετὰ τοσαύτην φθορὰν ἀντέχειν οὐ δυναμένων, εἰς ἔννοιαν ἦλθε τοῦ σπονδαῖς τισὶ καὶ συμβάσεσι καταλῦσαι τὸν πόλεμον. |
| 2.52 | Ἄξιον δὲ τὰ περὶ Μενελάου λεγόμενα μὴ παραδραμεῖν σιωπῇ. τοῦτόν φασι τρία κατὰ ταὐτὸν ἐναρμόζοντα τῷ τόξῳ βέλη, καὶ χρώμενον ἀφέσει μιᾷ, μὴ καθ̓ ἑνὸς σώματος ἀλλὰ τριῶν ἐμπηγνύναι τὰ βέλη, τούτῳ δὲ τῷ τρόπῳ τῆς τοξείας χρησάμενον πλῆθος μὲν οὐκ ὀλίγον κατατοξεῦσαι τῶν πολεμίων, αἴτιόν τε ὡς εἰπεῖν γενέσθαι τῆς τῶν ἐναντίων φυγῆς. |
| 2.53 | Ὑπερτέρου τοίνυν κατὰ τὴν μάχην τοῦ Κωνσταντίου γενομένου καὶ τῶν Μαγνεντίου στρατευμάτων λαμπρῶς ἤδη φευγόντων, φόνος μὲν παμπληθὴς ἀνδρῶν τε καὶ ἵππων καὶ τῶν ἄλλων ὑποζυγίων ἐγίνετο: πάσαις δὲ ταῖς ἐλπίσιν ἀπογνοὺς ὁ Μαγνέντιος, δεδιὼς μή ποτε παρὰ τῶν ἔτι λελειμμένων ἐκδοθείη τῷ Κωνσταντίῳ, διενοεῖτο τοὺς περὶ Παιονίαν τόπους καταλιπὼν ἐκδραμεῖν ἐπὶ τὴν Ἰταλίαν, κἀκεῖθεν συναγαγὼν δύναμιν ἑτέραν ἀναμάχεσθαι. |
| 2.54 | Μαγνέντιος μὲν οὖν τοῦτον ἀνῃρέθη τὸν τρόπον, ἔτη βασιλεύσας τρία καὶ μῆνας ἔτι πρὸς τούτοις ἕξ, γένος μὲν ἕλκων ἀπὸ βαρβάρων, μετοικήσας δὲ εἰς Λετούς, ἔθνος Γαλατικόν, παιδείας τε τῆς Λατίνων μετασχών, ἐν μὲν τοῖς πλεονεκτήμασι τῆς τύχης θρασύς, δειλὸς δὲ ἐν ταῖς περιστάσεσι, τὴν ἐνοῦσαν αὐτῷ φύσει κακοήθειαν κρύψαι δεινὸς καὶ τοῖς ἀγνοοῦσι τὸν αὐτοῦ τρόπον εὐήθης εἶναι καὶ χρηστὸς νομιζόμενος. |
| 2.55 | Ἐπὶ τούτοις τῆς τῶν ὅλων ἀρχῆς εἰς μόνον Κωνστάντιον περιστάσης ἀλαζονεία μὲν αὐτῷ προσεγίνετο, τὴν τύχην ἐνεγκεῖν μετρίως οὐ δυνηθέντι, προσεπετίθετο δὲ καὶ τὰ περὶ τοὺς τοιούτους εἰωθότα συνίστασθαι τῶν συκοφαντιῶν ἐργαστήρια, τοῖς δοκοῦσιν εὖ ἔχειν τύχης ἐπιβουλεύοντα: τῷ γὰρ κατάγειν ἐκείνους τῆς εὐπραγίας αὐτοὶ τὰς τούτων ἀξίας ἕξειν ἐλπίζοντες εἰκότως εἰς τὰς κατ̓ αὐτῶν ἐτρέποντο διαβολάς. |
| 3.1 | ταῦτα ἐπὶ Γάλλῳ τῷ Καίσαρι πεπραχὼς ὁ Κωνστάντιος αὐτὸς μὲν κατὰ τὴν Ἰταλίαν ἐκ Παιονίας διέβη, θεώμενος δὲ τὰ πανταχοῦ Ῥωμαίοις ὑπήκοα βαρβαρικαῖς ἐφόδοις ἀπειλημμένα, καὶ Φράγκους μὲν καὶ Ἀλαμαννοὺς καὶ Σάξονας ἤδη τεσσαράκοντα πόλεις ἐπικειμένας τῷ Ῥήνῳ κατειληφότας, καὶ αὐτὰς μὲν ἀναστάτους πεποιηκότας, τοὺς δὲ τούτων οἰκήτορας ἄπειρον ὄντας πλῆθος λῃσαμένους μετὰ πλούτου λαφύρων ἀναριθμήτου, Κουάδους δὲ καὶ Σαυρομάτας ἐπὶ πολλῆς ἀδείας Παιονίαν κατατρέχοντας καὶ τὴν ἀνωτέρω Μυσίαν, Πέρσας δὲ τοῦ τὴν ἑῴαν παρενοχλεῖν οὐκ ἀφισταμένους, εἰ καὶ πρότερον ἡσύχαζον δέει τοῦ μὴ τὸν Καίσαρα Γάλλον αὐτοῖς ἐπελθεῖν, ταῦτα τοίνυν λαβὼν κατὰ νοῦν καὶ ἀπορῶν ὅ τι πράξειε, μόνος μὲν ἀρκέσειν οὐκ ᾤετο δυνήσεσθαι πεπονηκόσιν οὕτω τοῖς πράγμασι βοηθήσειν, ἑλέσθαι δὲ κοινωνὸν τῆς ἀρχῆς οὐκ ἐθάρρει διά τε φιλαρχίας ὑπερβολὴν καὶ τὸ πάντας ἔχειν ἐν ὑποψίᾳ τοῦ μηδένα παντάπασιν εὐνοήσειν αὐτῷ. |
| 3.2 | τούτων τῶν λόγων ἀνασχόμενος ὁ Κωνστάντιος ἐκ τῶν Ἀθηνῶν Ἰουλιανὸν μεταπέμπεται, τοῖς αὐτόθι φιλοσοφοῦσι συνόντα καὶ ἐν παντὶ παιδεύσεως εἴδει τοὺς ἑαυτοῦ καθηγεμόνας ὑπερβαλόμενον. ἐπεὶ δὲ εἰς τὴν Ἰταλίαν ἐκ τῆς Ἑλλάδος μετάπεμπτος ἦλθεν, ἀναδείκνυσι μὲν αὐτὸν Καίσαρα, κατεγγυᾷ δὲ τὴν ἀδελφὴν Ἑλένην αὐτῷ, καὶ τοῖς ὑπὲρ τὰς Ἄλπεις ἔθνεσιν ἔπεμπεν. |
| 3.3 | Κωνστάντιος τοίνυν ἐπιτρέψας ἅπαντα τῷ Καίσαρι πράττειν ὅσα συνοίσειν ἐδόκει τοῖς ὑπ̓ αὐτὸν ἔθνεσιν, ἐπὶ τὴν ἑῴαν ἐχώρει, τὸν πρὸς Πέρσας πόλεμον διαθήσων. Ἰουλιανὸς δὲ τὰ μὲν ἐν Κελτοῖς στρατιωτικὰ διεφθαρμένα κατὰ τὸ πλέον εὑρών, τοὺς δὲ βαρβάρους ἀκώλυτον ἔχοντας τὴν τοῦ Ῥήνου διάβασιν καὶ μέχρι σχεδὸν τῶν πρὸς θαλάττῃ πόλεων διελθόντας, τὴν τοῦ περιλελειμμένου στρατιωτικοῦ δύναμιν ἀνεσκόπει. |
| 3.4 | Ἐπεὶ δὲ ταῦτα διεπονήθη τῷ Καίσαρι, κατὰ σχολὴν στρατιωτῶν συναγείρας πλῆθος ἐπὶ τὸν κατὰ τοῦ Γερμανικοῦ παντὸς παρεσκευάζετο πόλεμον. ἀντιπαραταξαμένων δὲ τῶν βαρβάρων πλήθει παμπόλλῳ, τὴν τούτων ἔφοδον οὐκ ἀναμείνας ὁ Καῖσαρ αὐτὸς ἐπεραιοῦτο τὸν Ῥῆνον, ἄμεινον κρίνας οὐκ ἐν τῇ τῶν Ῥωμαίων ἀλλ̓ ἐν τῇ τῶν βαρβάρων γῇ πολεμητέα εἶναι, τούτῳ τε μὴ τὰς πόλεις βαρύνεσθαι καὶ αὖθις τῇ τῶν βαρβάρων ἐπιστασίᾳ. |
| 3.5 | οὗ δὴ γενομένου καὶ πλήθους αἰχμαλώτων ἀποδοθέντος ὅσον εἰκὸς ἦν ἐκ τεσσαράκοντα πόλεων κατὰ κράτος ἁλουσῶν συνειλέχθαι, ἠπόρει περὶ τὸ πρακτέον ὁ Καῖσαρ, τὰς πόλεις ἄρδην ἀπολομένας ὁρῶν, τὴν δὲ γῆν χρόνον οὐκ ὀλίγον μείνασαν ἀγεώργητον, τροφῆς τε οὐκ ὀλίγης δεομένους τοὺς ἐκ τῶν βαρβάρων ἀποδοθέντας, ἥτις οὐδὲ ἀπὸ τῶν πλησίον πόλεων εὐπόριστος ἦν διὰ τὸ μηδὲ ταύτας ἀπειράτους γενομένας τῆς τῶν βαρβάρων ἐφόδου τροφῆς ἀρκούσης οὐκ εὐπορεῖν. οὐκ ἔχων οὖν ὅ τι χρήσηται τοῖς παροῦσι, τοιόνδε τι μηχανᾶται. |
| 3.6 | πάντων δὲ ὡς εἰπεῖν τῶν αὐτόθι βαρβάρων ἀπογνόντων ἐλπίδι πάσῃ, καὶ ὅσον οὐδέπω τοὺς ἔτι περιλελειμμένους ἀπολεῖσθαι πανωλεθρίᾳ προσδοκησάντων, Σάξονες οἱ πάντων δὴ καρτερώτατοι τῶν ἐκεῖσε νεμομένων βαρβάρων θυμῷ καὶ ῥώμῃ καὶ καρτερίᾳ τῇ περὶ τὰς μάχας εἶναι νομίζοντες, Κουάδους μοῖραν σφῶν ὄντας εἰς τὴν ὑπὸ Ῥωμαίων |
| 3.7 | ἀνήρ τις ἦν μέγεθος σώματος ὑπὲρ τοὺς ἄλλους ἅπαντας ἔχων, καὶ τὴν ἀνδρείαν ἀνάλογον τῷ σώματι. τούτῳ βαρβάρῳ τὸ γένος ὄντι καὶ λῃστεύειν σὺν αὐτοῖς εἰωθότι παρέστη τὰ οἰκεῖα ἤθη καταλιπόντι πρὸς τοὺς ὑπὸ Ῥωμαίοις Κελτοὺς μεταστῆναι. |
| 3.8 | Ταῦτα οὕτως διαθεὶς ὁ Καῖσαρ Σαλίους τε καὶ Κουάδων μοῖραν καὶ τῶν ἐν τῇ Βαταουίᾳ νήσῳ τινὰς τάγμασιν ἐγκατέλεξεν, ἃ καὶ νῦν ἐφ̓ ἡμῶν ἔτι δοκεῖ περισώζεσθαι. κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Κωνστάντιος ὁ βασιλεὺς ἦν κατὰ τὴν ἑῴαν τὰ Περσῶν ἔχων ἐν φροντίδι μόνα καὶ τοῖς ἐκεῖσε πολέμοις ἐγκαρτερῶν: τά τε γὰρ ὑπὲρ τὰς Ἄλπεις ἔθνη καλῶς εἶχεν αὐτῷ τῇ τοῦ Καίσαρος κυβερνώμενα προνοίᾳ, καὶ Ἰταλία πᾶσα καὶ Ἰλλυριοὶ κίνδυνον εἶχον οὐδένα, τῶν ὑπὲρ τὸν Ἴστρον βαρβάρων δέει τοῦ μὴ διὰ Γαλατίας τὸν Καίσαρα διαβάντα τὸν Ἴστρον αὐτοῖς ἐπελθεῖν σωφρονούντων. |
| 3.9 | Ἰουλιανοῦ δὲ ἐν τῷ Παρισίῳ ʽΓερμανίας δὲ αὕτη πολίχνἠ διατρίβοντος, ὡς δὴ πρὸς ἐκδημίαν εὐτρεπεῖς ὄντες οἱ στρατιῶται νυκτὸς ἄχρι βαθείας ἐδείπνουν περὶ τὰ αὐτόθι βασίλεια, τῶν βουλευομένων κατὰ τοῦ Καίσαρος οὐδὲ ἓν λογιζόμενοι. τῶν δὲ ταξιάρχων τινὲς τὸ πάλαι κατ̓ αὐτοῦ μηχανώμενον ἐπὶ τῶν πραγμάτων εὗρον ἀληθές, καὶ ἀνώνυμα γραμμάτια τῶν στρατιωτῶν ἐν μέσῳ κατὰ τὸ λεληθὸς διαρρίψαντες ἐδήλουν διὰ τούτων ὡς ὁ Καῖσαρ, ὁ δοὺς ἅπασιν ὡς εἰπεῖν τὸ κατὰ βαρβάρων τρόπαια στῆσαι διὰ τῶν οἰκείων στρατηγημάτων κατὰ μηδέν τε τῶν καθ̓ ἕκαστον ἐν τῷ μάχεσθαι διαλλάττων, εἰς ἔσχατον ἥξει κινδύνου κατὰ βραχὺ τοῦ βασιλέως τὴν αὐτοῦ δύναμιν ὑποκλέπτοντος, εἰ μὴ συνδραμόντες ἅπαντες ὁμοῦ τὴν τῶν στρατιωτῶν κωλύσαιεν |
| 3.10 | ἀκμάζοντος δὲ ἤδη τοῦ θέρους διαθεὶς τὰ περὶ τοὺς ὑπὲρ τὸν Ῥῆνον βαρβάρους, καὶ τοὺς μὲν πολέμῳ σωφρονεῖν ἀναγκάσας, τοὺς δὲ τῇ πείρᾳ τῶν προλαβόντων εἰρήνην ἀγαπᾶν μᾶλλον ἢ πόλεμον πείσας, ὡς ἐς μακρὰν ἀποδημίαν διέταττε τὸ στρατόπεδον, ʽ??ʼαταστήσας δὲ ταῖς πόλεσι καὶ ταῖς ἐσχατιαῖς πολιτικούς τε καὶ στρατιωτικοὺς ἡγεμόνας ἅμα τῇ δυνάμει ᾔει εἰς τὰς Ἄλπεις. |
| 3.11 | Ὄντι δὲ αὐτῷ κατὰ τὸ Σίρμιον ἐξ ἁπάσης ὡς εἰπεῖν τῆς Ἑλλάδος ἐστέλλοντο πρέσβεις, οἷς ἀποκρινάμενος τὰ προσήκοντα, καὶ ὅσα ἦν δίκαια φιλοτιμησάμενος, σὺν τῷ παρὰ Κελτῶν στρατοπέδῳ καὶ ἕτερον ἔκ τε αὐτοῦ τοῦ Σιρμίου καὶ τῶν Παίοσι καὶ Μυσοῖς ἐνιδρυμένων ταγμάτων συναγαγών, ἐπὶ τὰ πρόσω παρῄει. καταλαβὼν δὲ τὴν Νάϊσον αὐτόθι μετὰ τῶν μάντεων τὸ πρακτέον ἐσκόπει. ὡς δὲ μένειν αὐτῷ τέως κατὰ χώραν ἐδήλου τὰ ἱερά, τοῦτο ἐποίει, παρατηρῶν ἅμα καὶ τὸν τῷ ἐνυπνίῳ δηλούμενον χρόνον. |
| 3.12 | Λήγοντος δὲ ἤδη τοῦ χειμῶνος τὴν στρατιὰν συναγαγὼν καὶ κατὰ τάξιν ἐν κόσμῳ προπέμψας ἐξώρμησε τῆς Ἀντιοχείας, οὐδὲ τῶν ἱερείων αἰσίων αὐτῷ γενομένων. τὸ δὲ ὅπως εἰδὼς ὑπερβήσομαι. πέμπτῃ δὲ τὴν Ἱεράπολιν ἡμέρᾳ καταλαβών, ἔνθα ἔδει τὰ πλοῖα πάντα συνδραμεῖν στρατιωτικά τε καὶ φορτηγά, ἔκ τε Σαμοσάτων καὶ ἐξ ἄλλων τὸν Εὐφράτην καταπλέοντα τόπων, τούτοις ἐπιστήσας Ἱέρειον τῶν ἡγουμένων τινὰ στρατιωτικῶν ταγμάτων προέπεμπεν. |
| 3.13 | Ταῦτα ἐν Κάρραις διαθεὶς ʽἡ δὲ πόλις διορίζει Ῥωμαίους καὶ Ἀσσυρίουσ̓ ἠβουλήθη τὸ στρατόπεδον ἐξ ἀπόπτου τινὸς θεωρῆσαι χωρίου, ἄγασθαι δὲ τὰ πεζικὰ τάγματα καὶ τὰς τῶν ἱππέων ἴλας: ἦσαν δὲ ἅπαντες ἄνδρες πεντακισχίλιοι καὶ ἑξακισμύριοι. ἐξορμήσας δ̓ ἐκ Καρρῶν καὶ τὰ ἐν μέσῳ διαδραμὼν φρούρια μέχρι Καλλινίκου, κἀκεῖθεν ἐλθὼν ἐπὶ τὸ Κιρκήσιον περὶ οὗ πρότερον εἴρηται, διαβὰς τὸν Ἀβώραν ποταμὸν ἔπλει διὰ τοῦ Εὐφράτου, νεὼς ἐπιβάς. |
| 3.14 | Εἰσβαλόντι τοίνυν εἰς τὰ Περσῶν ὅρια τῷ βασιλεῖ τὸ μὲν εὐώνυμον εἶχεν ἡ ἵππος, τῶν δὲ πεζῶν μοῖρα τὸ δεξιόν, συμπαραθέουσα τῇ ᾐόνι τοῦ ποταμοῦ, ἠκολούθει τὸ δὲ λοιπὸν ἡ στρατιά, σταδίοις διεστῶσα ἑβδομήκοντα. τοῦτο δὲ τὸ μέσον εἶχε τά τε νωτοφόρα ζῷα, τὰ βαρέα τῶν ὅπλων καὶ τὴν ἄλλην παρασκευὴν φέροντα, καὶ ὅσον ἦν ὑπηρετικόν, ὡς ἂν ἐπ̓ ἀσφαλοῦς εἶεν καὶ οὗτοι, τοῦ στρατοῦ πανταχόθεν αὐτοὺς περιέχοντος. οὕτω διαθεὶς τὴν ἐπὶ τὸ πρόσω πορείαν χιλίους ἔγνω καὶ πεντακοσίους προπέμψαι, κατασκεψομένους ʽ??ʼί τι πολέμιον ἢ προφανῶς ἢ δἰ ἐνέδρας ἐπίοι, Λουκιλλιανὸν αὐτοῖς ἐπιστήσας. |
| 3.15 | Ἐντεῦθεν ὁδόν τινα διαμείψας ἐνέτυχεν ἑτέρᾳ τοῦ ποταμοῦ νήσῳ, καθ̓ ἣν φρούριον ὀχυρώτατον ἦν. ᾧ προσβαλὼν ὁ βασιλεύς, καὶ ἄληπτον πανταχόθεν εὑρών, ἐκδοῦναι σφᾶς αὐτοὺς ἀπῄτει καὶ μὴ ἀναμεῖναι τὸν ἐκ τῆς ἁλώσεως κίνδυνον. τῶν δὲ τοῦτο ποιήσειν ὅπερ ἂν καὶ τοὺς ἄλλους δρῶντας θεάσαιντο ὑποσχομένων, ἐπὶ τὰ πρόσω διῄει. |
| 3.16 | Προελθόντες δὲ εἰς τὰ πρόσω εἴς τινα τοῦ Εὐφράτου διώρυχα διῆλθον, ἐκτεινομένην μὲν εἰς μῆκος ἄχρι τῆς Ἀσσυρίων, συμπαρατεινομένην δὲ πάσῃ τῇ μέχρι τοῦ Τίγρητος χώρᾳ. ἐνταῦθα πηλῷ κολλώδει καὶ τέλμασιν ἐμπεσόντες οἱ στρατιῶται, καὶ τοὺς ἵππους μάλιστα τῇ δυσχωρίᾳ θεώμενοι δυσχεραίνοντας, καὶ οὐδὲ σὺν τοῖς ὅπλοις οἷοί τε ὄντες διανήξασθαι τὴν διώρυχα, τοῦ τε βάθους οὐκ ἐνδιδόντος καὶ τοῦ πηλοῦ διὰ τὸ δίυγρον ὑπερβῆναι μὴ συγχωροῦντος, ἐν ἐσχάτῃ τοῦ πρακτέου κατέστησαν ἀπορίᾳ. |
| 3.17 | προελθὼν δὲ περαιτέρω, πολεμίου παντάπασιν οὐδενὸς αἰσθόμενος, ἐκβοήσεσί τε ἀνεκάλει τοὺς ὁμοφύλους καὶ σαλπίγγων ἤχοις πλησιάσαι σφίσιν ἐσήμαινεν. ἀπαντησάντων δὲ κατὰ νοῦν αὐτῷ καὶ τῶν ἀπὸ τῆς τύχης συμπάντων ὁ Λουκιλλιανὸς τεκμηράμενος, τῇ μετὰ Βίκτορος οὔσῃ δυνάμει συμμίξας, ἐπῄει κατὰ νώτου τοῖς πολεμίοις ἀπροσδοκήτως. |
| 3.18 | ταύτην πολιορκίᾳ τὴν πόλιν ὁ βασιλεὺς ἑλεῖν ἐγνωκὼς εἰς τὸ ἔργον παρεκάλει τοὺς στρατιώτας. τῶν δὲ τὸ κέλευμα σὺν προθυμίᾳ πάσῃ πληροῦν ὡρμηκότων, οἱ τὴν πόλιν οἰκοῦντες εἰς φιλίαν ἠξίουν ἐλθεῖν τῷ βασιλεῖ, νῦν μὲν Ὁρμίσδην αὐτοῖς πεμφθῆναι διαλεχθησόμενον περὶ σπονδῶν ἐξαιτοῦντες, νῦν δὲ ὕβρεσιν αὐτὸν περιβάλλοντες ὡς αὐτόμολον καὶ φυγάδα καὶ τῆς πατρίδος προδότην. ἐφ̓ οἷς εἰς ὀργὴν εἰκότως ὁ βασιλεὺς ἀναστὰς ἔργου πάντας ἔχεσθαι καὶ ἐγκεῖσθαι τῇ πολιορκίᾳ προθύμως ἐκέλευε. |
| 3.19 | Ἀλλὰ ταῦτα μὲν ὧδε ἐπράχθη, ὁ σουρήνας δὲ μετὰ δυνάμεως οὐκ ὀλίγης ἔκ τινος τῶν ἐν Ἀσσυρίᾳ πόλεων τοῖς προηγουμένοις τοῦ Ῥωμαίων στρατοπέδου κατασκοπῆς ἕνεκεν ἐπελθών, οὐ προϊδομένοις τὸ ἐσόμενον, ἕνα μὲν τῶν ἡγουμένων τριῶν ὄντων ἀνεῖλεν ἅμα τισὶ τῶν ὑπ̓ αὐτῷ τεταγμένων, τρέψας δὲ τοὺς ἄλλους ἐγκρατὴς ἐγένετο στρατιωτικοῦ σημείου, δράκοντος ἐκτύπωμα φέροντος, οἷα φέρειν εἰώθασιν ἐν ταῖς μάχαις Ῥωμαῖοι. |
| 3.20 | Προελθὼν δὲ ἐντεῦθεν καὶ τῶν αὐτῶν ἐχόμενος πόνων ἡγεῖτο τοῦ πλήθους καὶ τὴν ὁδὸν εὐφορωτέραν ἐποίει. καὶ τούτῳ τῷ τρόπῳ διήνεγκεν ἅπαντας, ἕως ἦλθεν εἰς τόπον ἔχοντα μὲν οἴκησιν οὐδεμίαν, ἄλσος δὲ ἐκ φοινίκων πεποιημένον, ἐν ᾧ καὶ ἄμπελοι παραπεφύκεσαν ἄχρι τῆς τῶν φοινίκων κόμης τοῖς κλήμασιν ἀνατρέχουσαι, παρέχουσαί τε ὁρᾶν τὸν ἐκ τῶν φοινίκων καρπὸν ἀναμεμιγμένον τοῖς βότρυσιν. ἐν τούτῳ τὴν ἐπελθοῦσαν νύκτα διαγαγὼν ἐπὶ τὰ πρόσω τῇ ὑστεραίᾳ προῆγεν. |
| 3.21 | οἱ δὲ ἐν τῷ φρουρίῳ πολιορκούμενοι βελῶν παντοίων ἀφέσει τοὺς ἐναντίους ἠμύνοντο, λίθων δὲ οὐκ ὄντων αὐτοῖς ἔνδον ἀσφάλτῳ βώλους πεπυρωμένους ἠκόντιζον. ἐτύγχανον δὲ τῶν πεμπομένων αἱ βολαὶ ῥᾳδίως οἷα καὶ ἐξ ὑπερδεξίου καὶ κατὰ πλήθους πεμπόμεναι. |
| 3.22 | ταύτῃ διελὼν τοῖς ἡγεμόσι τὴν ἐπιμέλειαν, αὐτὸς μὲν διὰ τῶν σὺν αὐτῷ κριὸν μιᾷ πύλῃ προσαγαγὼν οὐ κατέσεισε μόνον αὐτὴν ἀλλὰ καὶ ἔλυσε, τοὺς δὲ ἐπὶ τῶν ὀρυγμάτων τεταγμένους ἐκμελῶς ἰδὼν τῷ ἔργῳ χρωμένους ἐκείνους μὲν ἀπέστησε, ταύτην αὐτοῖς ὑπὲρ τῆς ἐκμελείας τὴν ἀτιμίαν ἐπαγαγών, |
| 3.23 | Τῆς δὲ ἐπὶ τὸ πρόσω πορείας ἐχόμενος διῄει μὲν καὶ ἕτερα οὐκ ὀνομαστὰ φρούρια, παραγίνεται δὲ καὶ εἰς περίβολον ὃν βασιλέως θήραν ἐκάλουν. ἦν δέ τι τειχίον χωρίον ἀπειληφὸς ἔνδον πολύ, δένδρεσι πεφυτευμένον παντοδαποῖς. ἐν τούτῳ θηρίων παντοίων ἐναποκλειόμενα γένη τροφῆς τε οὐκ ἠποροῦντο διὰ τὸ καὶ ταύτην αὐτοῖς ἐπεισάγεσθαι, καὶ παρεῖχον τῷ βασιλεῖ τοῦ θηρᾶν, ἡνίκα ἂν βουληθείη, |
| 3.24 | Προϊόντος δὲ περαιτέρω τοῦ στρατοῦ, τὰ ἕλη διερευνώμενος Ἀρινθαῖος πολλούς τε ἐν τούτοις εὑρὼν αἰχμαλώτους ἀπήγαγεν. ἐνταῦθα πρῶτον οἱ Πέρσαι συστραφέντες ἐπῆλθον τοῖς τοῦ στρατοῦ προτρέχουσι κατασκόποις, ὀξέως δὲ τραπέντες εἰς τὴν πλησίον ἀγαπητῶς συνέφυγον πόλιν. κατὰ δὲ τὴν ἀντιπέρας ὄχθην τοῦ ποταμοῦ τοῖς ἐπιτεταγμένοις τὴν τῶν ὑποζυγίων φυλακὴν οἰκέταις, καὶ ὅσοι μετὰ τούτων ἦσαν, ἐπελθόντες οἱ Πέρσαι τοὺς μὲν ἀπέκτειναν τοὺς δὲ ζῶντας ἀπήγαγον, ὅπερ πρῶτον ἐλάττωμα Ῥωμαίοις συμβὰν ἀθυμίαν ἐνεποίησε τῷ στρατεύματι. |
| 3.25 | τούτων δὲ ταύτῃ πραττομένων, ἐπὶ τῆς ἀντικρὺ ὄχθης πλῆθος Περσῶν συνδραμὸν ἱππέων τε καὶ πεζῶν, εἴ τις ἐπιχειρηθείη διάβασις, ἐπειρᾶτο κωλύειν. ταύτην ὁ βασιλεὺς τὴν παρασκευὴν τῶν πολεμίων βλέπων ἐπὶ τὸ διαπλέειν ἐπ̓ αὐτοὺς ἠρεθίζετο, καὶ σὺν ὀργῇ τοῖς στρατηγοῖς ἐνεκελεύετο τῶν πλοίων ἐπιβαίνειν. |
| 3.26 | Τῇ δὲ ὑστεραίᾳ τὸν Τίγρητα ποταμὸν ὁ βασιλεὺς τὸ στράτευμα ἐπὶ πολλῆς ἀδείας διαβιβάσας, τρίτῃ μετὰ τὴν μάχην ἡμέρᾳ καὶ αὐτὸς μετὰ πάσης τῆς ἀμφ̓ αὐτὸν δορυφορίας ἐπεραιοῦτο, καὶ πρός τι χωρίον ἐλθὼν ʽἈβουζαθὰ τοῦτο Πέρσαι καλοῦσιν̓ ἡμέρας ἐν τούτῳ διέμεινε πέντε. |
| 3.27 | Ἐλθόντες δὲ εἰς πόλιν Βαρσαφθὰς τὸν χιλὸν εὗρον ὑπὸ τῶν βαρβάρων καταπρησθέντα. μοίρας δέ τινος Περσῶν ἅμα Σαρακηνοῖς ἐπιφανείσης, καὶ οὐδὲ ἄχρι θέας τὸν Ῥωμαϊκὸν στρατὸν ὑποστάσης ἀλλ̓ αὐτόθεν ἀφανοῦς γενομένης, κατ̓ ὀλίγους εἰς ταὐτὸ συνιόντες οἱ Πέρσαι συνειλεγμένοι τε εἰς πλῆθος ἤδη παρεῖχον ὑπόνοιαν ὡς ἐπελευσόμενοι τοῖς ὑποζυγίοις. |
| 3.28 | Ἰδόντες δὲ αὐτοὺς οἱ πολέμιοι πλησιάζοντας Ἀκκήτῃ πόλει τοὺς ἐν τῇ γῇ καρποὺς ἐπυρπόλουν: οἷς ἐπιδραμόντες οἱ Ῥωμαῖοι τὸ πῦρ κατέσβεσαν καὶ τῶν καρπῶν τοῖς λειπομένοις ἐχρήσαντο. |
| 3.29 | ἐπεὶ δὲ εἰς χεῖρας ἅπαντες ἦλθον ἀλλήλοις, ἐπιὼν τοὺς ταξιάρχους καὶ λοχαγούς, ἀναμεμιγμένος δὲ τῷ πλήθει, πλήττεται ξίφει παῤ αὐτὴν τῆς μάχης τὴν ἀκμήν, καὶ ἐπιτεθεὶς ἀσπίδι φοράδην ἐπὶ τὴν σκηνὴν ἄγεται, μέχρι τε νυκτὸς μέσης ἀρκέσας ἀπέθανεν, οὐ πόρρω τὴν Περσῶν ἡγεμονίαν ἀπωλείας καταστήσας ἐσχάτης. |
| 3.30 | Τότε τοίνυν τῶν ἐν τέλει πάντων ἅμα τῷ στρατοπέδῳ συνειλεγμένων βουλὴ προετίθετο τίνι δέοι παραδοθῆναι τὴν τῶν ὅλων ἡγεμονίαν, ὡς οὐχ οἵου τε ὄντος δίχα τοῦ πάντων ἡγησομένου τοὺς ἐπικειμένους ἐν μέσῃ τῇ πολεμίᾳ κινδύνους διαφυγεῖν. καὶ ψήφῳ κοινῇ βασιλεὺς Ἰοβιανὸς ἀναδείκνυται, Βαρρωνιανοῦ τοῦ τῶν δομεστίκων ἡγουμένου τάγματος παῖς. |
| 3.31 | Καίπερ οὖν ἐν τούτοις ὄντι τῷ στρατοπέδῳ περὶ φιλίας ὅμως ἐποιοῦντο λόγους οἱ Πέρσαι, σουρήναν τε καὶ ἄλλους τῶν ἐν δυνάμει παῤ αὐτοῖς ὄντων ἐκπέμψαντες. Ἰοβιανοῦ δὲ τοὺς περὶ τῆς εἰρήνης προσδεξαμένου λόγους, στείλαντός τε Σαλούστιον τὸν τῆς αὐλῆς ὕπαρχον καὶ Ἀρινθαῖον σὺν τούτῳ, λόγων περὶ τούτου γενομένων αὐτοῖς πρὸς ἀλλήλους ἐγίνοντο μὲν τριακοντούτεις σπονδαί, συνεδόκει δὲ Ῥωμαίους τοῦ τε Ζαβδικηνῶν ἔθνους ἐκστῆναι τοῖς Πέρσαις, ἔτι δὲ Καρδουηνῶν καὶ Ῥημηνῶν καὶ Ζαληνῶν τε πρὸς τούτοις καὶ ἐπὶ πᾶσιν τῶν περὶ αὐτὰ φρουρίων, ὄντων τὸν ἀριθμὸν πεντεκαίδεκα, μετὰ τῶν οἰκητόρων καὶ κτημάτων καὶ ζῴων καὶ πάσης ἀποσκευῆς, Νίσιβιν δὲ παραδοῦναι δίχα τῶν ἐνοικούντων: ἐδόκει γὰρ τούτους, ἔνθα ἂν δόξειε Ῥωμαίοις, |
| 3.32 | Εἰς τοῦτο τῆς ἱστορίας ἀφιγμένῳ τὸ μέρος ἐπὶ τοὺς ἀνωτάτω μοι χρόνους ἐπῆλθεν ἀναδραμεῖν, καὶ ζητῆσαι, εἴ ποτε Ῥωμαῖοι τῶν αὐτοῖς τι κτηθέντων ἑτέροις ὑπέστησαν παραδοῦναι, ἢ ὅλως ἕτερον ἔχειν τι τῶν ὑπὸ τὴν ἐπικράτειαν αὐτῶν ἅπαξ γενομένων ἠνέσχοντο. |
| 3.33 | Τῆς δὲ πρὸς Πέρσας γενομένης εἰρήνης ὃν διεξήλθομεν τρόπον, Ἰοβιανὸς ὁ βασιλεὺς μετὰ ἀδείας ἐπανιὼν ἅμα τῷ στρατοπέδῳ καὶ πολλαῖς περιπεσὼν δυσχωρίαις καὶ τόποις ἀνύδροις, πολλούς τε τῆς στρατιᾶς ἀποβαλὼν ἐν τῇ διὰ τῆς πολεμίας παρόδῳ, Μαυρίκιον μὲν τῶν λοχαγῶν ἕνα τροφὴν ἐκ Νισίβιος ἀγαγεῖν ἐκέλευε τῷ στρατοπέδῳ, ἀπαντῆσαί τε μετὰ ταύτης ὡς ἂν οἷός τε ᾖ πορρωτάτω, κατὰ δὲ τὴν Ἰταλίαν ἄλλους ἐξέπεμπε, τὴν Ἰουλιανοῦ τελευτὴν καὶ τὴν ἀνάρρησιν τὴν οἰκείαν ἀπαγγελοῦντας. |
| 3.34 | ἐπεὶ δ̓ ἤνυον πλέον οὐδέν, ἀναχωρήσαντος σὺν ὀργῇ τοῦ βασιλέως καὶ Περσῶν παραλαβεῖν κατὰ τὰς σπονδὰς ἐθελόντων τά τε ἔθνη καὶ τὰ φρούρια καὶ τὴν πόλιν, οἱ μὲν τῶν ἐθνῶν καὶ τῶν φρουρίων οἰκήτορες, εἰ μὴ λάθρᾳ φυγεῖν ἠδυνήθησαν, ἐνέδοσαν τοῖς Πέρσαις πράττειν εἰς αὐτοὺς ὅ τι βούλοιντο, Νισιβηνοὶ δὲ ἀνακωχῆς εἰς τὸ μεταστῆναι τυχόντες, οἱ μὲν πολλοὶ καὶ σχεδὸν ἅπαντες εἰς τὴν Ἀμίδαν ἀπανέστησαν, ὀλίγοι δὲ ἑτέρας κατῴκησαν πόλεις. |
| 3.35 | ἐχόμενος δὲ τῆς τῶν ὅλων ἀρχῆς Ἰοβιανὸς ἄλλα τε διετίθει, καὶ τοῖς ἐν Παιονίᾳ στρατοπέδοις Λουκιλλιανόν, ὄντα κηδεστὴν αὐτῷ, καὶ Προκόπιον καὶ Οὐαλεντινιανόν, ὃς μετὰ ταῦτα γέγονε βασιλεύς, ἐξαπέστειλε, τήν τε Ἰουλιανοῦ τελευτὴν ἀπαγγελοῦντας, καὶ ὅτι περ εἴη μετ̓ αὐτὸν αὐτοκράτωρ προβεβλημένος. |
| 3.36 | Βουλῆς δὲ ὑπὲρ τοῦ τίνα δέοι προστῆναι τοῦ πολιτεύματος προτεθείσης, πολλοὶ μὲν καὶ περὶ πολλῶν ἐγίνοντο λόγοι τῷ στρατοπέδῳ καὶ τοῖς τὰς ἡγεμονίας ἔχουσι, πάντων δὲ ἡ ψῆφος εἰς ἕνα συνῄει Σαλούστιον τῆς αὐλῆς ὕπαρχον. τοῦ δὲ τὸ γῆρας προϊσχομένου καὶ διὰ τοῦτο φήσαντος οὐχ οἷός τε ἔσεσθαι πεπονηκόσιν ἀρκέσειν τοῖς πράγμασι, τὸν παῖδα γοῦν ᾔτησαν εἰς τὴν τῶν ὅλων ἀρχὴν ἐλθεῖν. |
| 4.1 | Τὰ μὲν οὖν ἄχρι τῆς Ἰοβιανοῦ τελευτῆς, μεθ̓ ὃν Οὐαλεντινιανὸς ᾑρέθη τῶν Ῥωμαϊκῶν προεστάναι πραγμάτων, ἐν τῇ πρὸ ταύτης ἀνείληπται βίβλῳ. νόσου δὲ κατὰ τὴν ὁδὸν ἐνσκηψάσης αὐτῷ καὶ τὸ φύσει πρὸς ὀργὴν τοῦ ἀνδρὸς ἕτοιμον εἰς ὠμότητα μείζονα καὶ παραφορὰν ἄκραν ἀναστησάσης, ὑποψία μὲν αὐτὸν εἰσῄει ψευδὴς ὡς ἔκ τινος γοητείας ὑπὸ τῶν Ἰουλιανοῦ φίλων αὐτῷ σκευωρηθείσης νοσοίη, κατηγορίαι δὲ κατά τινων ἦσαν ἐπιφανῶν, ἃς ἀγχινοίᾳ τε καὶ φρονήσει διέλυεν ὁ τῆς αὐλῆς ὕπαρχος: ἦν δὲ ἔτι Σαλούστιος. |
| 4.2 | Ἀμφοτέρων δὲ κατὰ τὴν Κωνσταντινούπολιν ὄντων, οἱ τοῖς Ἰουλιανῷ γνωρίμοις ἐπιβουλεύοντες οὐ διέλειπον πρό τε τῶν βασιλείων κατασπείροντες λόγους ὡς ἐπιβουλεύοιεν οὗτοι τοῖς βασιλεῦσι, καὶ τὸ ἄλογον πλῆθος εἰς τοιαύτας ἐρεθίζοντες ἐκβοήσεις. οἱ δὲ βασιλεῖς καὶ ἄλλως πρὸς τοὺς Ἰουλιανοῦ γνωρίμους ἀπεχθῶς ἔχοντες, τότε δὴ μᾶλλον εἰς τὸ κατ̓ αὐτῶν ἐξανίσταντο μῖσος, καὶ κρίσεις ἐπενόουν λόγον οὐδαμόθεν ἐχούσας. |
| 4.3 | Τούτων αὐτοῖς οὕτω διῳκημένων, ἐδόκει τῷ Οὐαλεντινιανῷ, διελομένῳ πρὸς τὸν ἀδελφὸν τὴν ἀρχήν, ἐπιτρέψαι μὲν αὐτῷ τὴν ἑῴαν ἄχρις Αἰγύπτου καὶ Βιθυνίας καὶ Θρᾴκης, λαβόντα δὲ τὰς ἐν Ἰλλυριοῖς πόλεις αὐτὸν εἰς Ἰταλίαν διαβῆναι καὶ τὰς ἐν ταύτῃ πόλεις ἔχειν ὑφ̓ ἑαυτῷ μετὰ τῶν ὑπὲρ τὰς Ἄλπεις ἐθνῶν Ἰβηρίας τε καὶ τῆς Βρεττανικῆς νήσου καὶ Λιβύης ἁπάσης. |
| 4.4 | Οὐάλεντα δὲ πολλαὶ πανταχόθεν περιίσταντο ταραχαί, πρότερον μὲν ἀπράγμονα τρίψαντα βίον, ἄφνω δὲ βασιλείαν παραλαβόντα καὶ τὸν τῶν πραγμάτων ὄγκον οὐ φέροντα. οἵ τε γὰρ Πέρσαι τῇ διὰ τῶν ἐπὶ Ἰοβιανοῦ σπονδῶν ἐπαρθέντες πλεονεξίᾳ, καὶ τὰς ἐφόδους ἐπ̓ ἀδείας ποιούμενοι Νισίβιος ὑπ̓ αὐτοῖς γενομένης, εἷλκον πρὸς ἑαυτοὺς τὸν βασιλέα, τὰς τῆς ἑῴας συνταράττοντες πόλεις: |
| 4.5 | διατρίβοντος δὲ αὐτοῦ κατ̓ αὐτὴν αἱρεθέντες αὐτοκράτορες Οὐαλεντινιανὸς καὶ Οὐάλης, ἐπειδὴ καὶ πρότερον ὑπόπτως πρὸς αὐτὸν ἔτυχον ἔχοντες, ἔστελλον παραχρῆμα τοὺς συλληψομένους: ὃ δὲ παρεδίδου τούτοις ἑαυτὸν καὶ ἄγειν ἐπέτρεπεν ὅποι βούλοιντο, πρότερον τῇ γυναικὶ διαλεχθῆναι καὶ τὰ τέκνα θεάσασθαι συγχωρούμενον. |
| 4.6 | θορύβου δὲ μεγίστου τὴν πόλιν ἅπασαν ἔχοντος, οὐδενός τε ὄντος ἐν ἑαυτῷ τῶν φρονεῖν τὰ δέοντα δυναμένων διὰ τὸ τῆς ἐγχειρήσεως ἀπροσδόκητον, ἔτι τοὺς πολλοὺς ὁ Προκόπιος λανθάνειν ἐδόκει, βεβαιώσειν ἑαυτῷ τὸ |
| 4.7 | τούτῳ τῷ προτερήματι Προκόπιος ἐπαρθεὶς δυνάμεις τε κατὰ βραχὺ περιεποιεῖτο καὶ ἦν ἤδη κατὰ τὴν τῶν πολλῶν δόξαν ἀξιόμαχος τοῖς βασιλεῦσι: Ῥωμαίων τε γὰρ τάγματα καὶ βαρβάρων αὐτῷ πλῆθος προσετίθετο. πρὸς τοῦτο δὲ αὐτοὺς ἐπεσπάσατο τῆς Ἰουλιανοῦ τοῦ βασιλέως συγγενείας τὸ κλέος καὶ τὸ συνεστρατεῦσθαι καθ̓ ἅπαντας τοὺς διαπονηθέντας ἐκείνῳ πολέμους. |
| 4.8 | ἐπεὶ δὲ ἤλαυνον ἐπ̓ ἀλλήλους ὅ τε βασιλεὺς καὶ Προκόπιος, συναντῶσί πως σφίσιν εἰς Θυάτειρα τὰ στρατεύματα. μικροῦ δὲ ἐδέησεν ἡ Προκοπίου μερὶς ὑπερτέρα γενομένη τὴν τῶν πραγμάτων εἰς αὐτὸν μεταθεῖναι ῥοπήν, τοῦ Ὁρμίσδου τοῦ Πέρσου παιδὸς ʽὁμώνυμος δὲ ἦν τῷ πατρἲ δόξαντος ἐν τῇ μάχῃ πλεονεκτεῖν. |
| 4.9 | Τῶν δὲ κατὰ τὴν Οὐάλεντι νενεμημένην ἐπικράτειαν ὄντων ἐν τούτοις, ὁ βασιλεὺς Οὐαλεντινιανὸς ἐν τοῖς ὑπὲρ τὰς Ἄλπεις ἔθνεσι διατρίβων μεγίστων καὶ ἀπροσδοκήτων ἐπειρᾶτο κινδύνων. τὸ γὰρ Γερμανικὸν ἅπαν, ὧν πεπόνθει κατὰ τοὺς χρόνους ἐν οἷς Ἰουλιανὸς τὴν τοῦ Καίσαρος εἶχεν ἀρχὴν μεμνημένον, ἅμα τῷ γνῶναι τὴν αὐτοῦ τελευτὴν τὸ ταῖς αὐτῶν ψυχαῖς ἐμπεπηγὸς δέος ἀποσεισάμενοι καὶ τὸ φύσει προσπεφυκὸς αὐτοῖς θάρσος ἀναλαβόντες ὁμόσε πάντες τοῖς ὑπὸ τὴν Ῥωμαίων βασιλείαν ἐπῄεσαν χωρίοις. |
| 4.10 | Οὐάλης δὲ ὁ βασιλεὺς πολλοὺς μετὰ τὴν Προκοπίου τελευτὴν ἀνελών, πλειόνων δὲ τὰς οὐσίας εἰς τὸ δημόσιον ἐνεγκών, ἀνεκόπτετο τῆς ἐπὶ Πέρσας ἐλάσεως, μοίρας τῶν ὑπὲρ τὸν Ἴστρον Σκυθῶν τὰ Ῥωμαίων ὅρια ταραττούσης. ἐφ̓ οὓς δύναμιν ἀρκοῦσαν ἐκπέμψας τῆς ἐπὶ τὸ πρόσω πορείας ἀνεῖχε, καὶ τὰ ὅπλα παραδοῦναι συναναγκάσας διένειμε ταῖς παρὰ τὸν Ἴστρον αὐτοῦ πόλεσιν, ἐν ἀδέσμῳ φρουρεῖσθαι παρακελευσάμενος φυλακῇ. οὗτοι δὲ ἦσαν οὓς ὁ τῶν Σκυθῶν ἡγούμενος ἔτυχε Προκοπίῳ συμμάχους ἐκπέμψας. |
| 4.11 | τούτων δὲ οὕτω χειμῶνος ὄντος ἔτι διῳκημένων, ἔαρος ἀρχομένου τῆς Μαρκιανουπόλεως ὁ βασιλεὺς ἀναστὰς ἅμα τοῖς εἰς τὸν Ἴστρον φυλάττουσι στρατιώταις περαιωθεὶς ἐν τῇ πολεμίᾳ τοῖς βαρβάροις ἐπῄει. |
| 4.12 | Ὄντος δὲ ἐν παρασκευαῖς αὐτοῦ, Οὐαλεντινιανὸς ὁ βασιλεὺς τὰ περὶ τοὺς Γερμανοὺς εὖ διαθέμενος ᾠήθη δεῖν καὶ τῆς εἰς τὸ μέλλον ἀσφαλείας τῶν Κελτικῶν ἐθνῶν ποιήσασθαι πρόνοιαν. νεολαίαν οὖν ὅτι πλείστην ἀθροίσας ἔκ τε τῶν προσοικούντων τῷ Ῥήνῳ βαρβάρων καὶ ἐκ τῶν ἐν τοῖς ὑπὸ Ῥωμαίους ἔθνεσι γεωργῶν, τοῖς στρατιωτικοῖς ἐγκαταλέξας τάγμασιν οὕτως αὐτοὺς ἐξήσκησε τὰ πολέμια, ὥστε φόβῳ τῆς περὶ τὰ τοιαῦτα τῶν στρατιωτῶν μελέτης καὶ πείρας ἐννέα τοὺς πάντας ἐνιαυτοὺς μηδένα τῶν ὑπὲρ τὸν Ῥῆνον ταῖς ὑπὸ Ῥωμαίους πόλεσιν ἐνοχλῆσαι. |
| 4.13 | Τῶν δὲ κατὰ τὴν ἑσπέραν ἐν τούτοις ὄντων, Οὐάλης ὁ βασιλεύς, ἐφ̓ ὅπερ ἐξ ἀρχῆς ὥρμητο, κατὰ Περσῶν ἐπὶ τὴν ἑῴαν ἐστέλλετο, προϊών τε σχολαίως ἐβοήθει τὰ δέοντα πρεσβευομέναις ταῖς πόλεσι, καὶ ἄλλα πολλὰ κατὰ τὸ προσῆκον ᾠκονόμει, τοῖς δίκαια αἰτοῦσι ῥᾳδίως φιλοτιμούμενος τὰ αἰτούμενα. |
| 4.14 | συνέβαινε δὲ ἐπὶ τούτῳ καὶ ἕτερον. Φορτουνατιανός, τῇ τῶν βασιλικῶν ἐφεστὼς ταμιείων φροντίδι, τῶν ὑφ̓ ἑαυτὸν στρατευομένων τινὰ γοητείας γραφὴν φεύγοντα κρίνων ὑπέβαλλεν αἰκισμοῖς: τοῦ δὲ τῇ τῶν βασάνων ἀνάγκῃ καὶ ἄλλους ἐξονομάσαντος ὡς συνεπισταμένους αὐτῷ, τὰ μὲν τῆς ἐξετάσεως εἰς Μόδεστον, ὃς τῆς αὐλῆς ὕπαρχος ἦν, μετεφέρετο οἷα προσώπων ἀχθέντων εἰς μέσον τῇ ἀρχῇ τοῦ δικάσαντος πρότερον οὐχ ὑποκειμένων, |
| 4.15 | πρῶτος μὲν οὖν τῶν ἐπὶ φιλοσοφίᾳ γνωρίμων ἀνῄρητο Μάξιμος, καὶ μετὰ τοῦτον ὁ ἐκ Φρυγίας Ἱλάριος ὡς δὴ χρησμόν τινα λοξὸν εἰς τὸ σαφέστερον ἑρμηνεύσας, καὶ Σιμωνίδης ἐπὶ τούτῳ καὶ Πατρίκιος ὁ Λυδὸς καὶ ὁ ἐκ Καρίας Ἀνδρόνικος. ἦσαν δὲ οὗτοι πάντες εἰς ἄκρον παιδείας ἐληλυθότες καὶ φθόνῳ μᾶλλον ἢ ψήφῳ δικαίᾳ κατακριθέντες. |
| 4.16 | Οὐαλεντινιανὸς δὲ δόξας πως τὸν πρὸς τοὺς Γερμανοὺς πόλεμον διατιθέναι μετρίως, βαρύτατος ἦν ταῖς ἀπαιτήσεσι τῶν εἰσφορῶν σφοδρότερον ἐπικείμενος καὶ ὑπὲρ τὸ σύνηθες ταύτας εἰσπράττων. ἐποιεῖτο δὲ τούτου πρόφασιν τῆς στρατιωτικῆς δαπάνης τὸ πλῆθος, ὅπερ ἠνάγκασεν αὐτὸν ἐκδαπανῆσαι τὰ τῷ δημοσίῳ φυλαττόμενα χρήματα. |
| 4.17 | Οὐαλεντινιανὸς δὲ τὴν ἀκοὴν τῶν ἀπαγγελθέντων οὐκ ἐνεγκών, ἐκ Κελτῶν ὁρμήσας ἐπὶ τὴν Ἰλλυρίδα διέβαινε, βουλευόμενος περὶ τοῦ πρὸς Κουάδους καὶ Σαυρομάτας πολέμου. Μεροβαύδην δέ, στρατιωτικῶν ἔργων ἐμπειρίαν ἔχειν παρὰ τοὺς ἄλλους δοκοῦντα, παντὸς τοῦ στρατοπέδου προΐστησι. |
| 4.18 | Τούτου τελευτήσαντος ἐμπεσὼν τῷ Σιρμίῳ σκηπτὸς τὰ βασίλεια κατέφλεξε καὶ τὴν ἀγοράν, ἔδοξέ τε τοῖς τὰ τοιαῦτα κρίνειν δεινοῖς οὐκ αἴσιον τοῖς κοινοῖς πράγμασιν εἶναι τὸ τέρας. καὶ σεισμοὶ δὲ ἔν τισι συνηνέχθησαν τόποις. |
| 4.19 | Οὐαλεντινιανοῦ δὲ τελευτήσαντος ὁρῶντες οἱ ταξίαρχοι Μεροβαύδης καὶ Ἐκίτιος Οὐάλεντα καὶ Γρατιανὸν πόρρω που διατρίβοντας ʽὃ μὲν γὰρ ἔτι κατὰ τὴν ἑῴαν ἦν, ὃ δὲ ἐν τοῖς ἑσπερίοις Γαλάταις παρὰ τοῦ πατρὸς ἀπολελειμμένοσ̓, ὑφορώμενοι μή ποτε συμβῇ τοὺς ὑπὲρ τὸν Ἴστρον βαρβάρους ἀνάρχοις ἐπιπεσεῖν τοῖς πράγμασι, παῖδα Οὐαλεντινιανοῦ νέον, ἐκ γαμετῆς αὐτῷ τεχθέντα τῆς πρότερον Μαγνεντίῳ συνοικησάσης, οὐ πόρρω που μετὰ τῆς μητρὸς ὄντα μεταπεμψάμενοι παράγουσι μετὰ τῆς ἁλουργίδος εἰς τὰ βασίλεια, πέμπτον |
| 4.20 | Οὐάλεντα δὲ τὸν βασιλέα πολλαὶ πολλαχόθεν περιειστήκεσαν πολέμων ἐπιφοραί. καὶ πρῶτον μὲν Ἴσαυροι ʽκαλοῦσι δὲ αὐτοὺς οἳ μὲν Πισίδας, οἳ δὲ Σολύμους, ἄλλοι δὲ Κίλικας ὀρείους: τὸ δὲ ἀκριβέστερον, ἡνίκα εἰς τοὺς περὶ αὐτῶν ἀφικώμεθα λόγους, δηλώσομεν̓ τὰς ἐν Λυκίᾳ καὶ Παμφυλίᾳ πόλεις ἐπόρθουν, τειχῶν μὲν κρατεῖν οὐ δυνάμενοι, |
| 4.21 | κινδύνου δὲ τοῖς ταύτῃ πράγμασιν ἐπικειμένου μεγίστου, δραμόντες ἐπὶ βασιλέα τὸ συμβὰν ἀπαγγέλλουσιν. ὃ δὲ τὰ πρὸς Πέρσας ὡς ἐνῆν διαθέμενος, ἀπὸ τῆς Ἀντιοχείας διαδραμὼν ἐπὶ τὴν Κωνσταντινούπολιν ᾔει, κἀντεῦθεν ἐπὶ Θρᾴκης ἐχώρει, τὸν πρὸς τοὺς αὐτομόλους Σκύθας ἀγωνισόμενος πόλεμον. ἐξιόντι δὲ τῷ στρατοπέδῳ καὶ αὐτῷ δὲ τῷ βασιλεῖ τέρας ὤφθη τοιόνδε. |
| 4.22 | ὁ δὲ βασιλεὺς Οὐάλης λῃζομένους ἤδη τὴν Θρᾴκην πᾶσαν τοὺς Σκύθας θεώμενος, ἔγνω τοὺς ἐκ τῆς ἑῴας σὺν αὐτῷ παραγενομένους καὶ μάχεσθαι μεθ̓ ἵππων ἐμπειροτάτους τῇ τῶν Σκυθῶν ἵππῳ πρότερον ἐπιπέμψαι. |
| 4.23 | τοῦτο μαθὼν Οὐάλης, καὶ τὰς ἐν πολέμοις καὶ τῇ πάσῃ πολιτείᾳ τοῦ ἀνδρὸς ἀρετὰς ἐπιστάμενος, αἱρεῖται στρατηγὸν αὐτὸν καὶ τὴν ἡγεμονίαν τοῦ παντὸς πιστεύει πολέμου. |
| 4.24 | ἀλλ̓ ἐκείνου ταῦτα παραινοῦντος, οἱ τἀναντία σπουδάζοντες ἐξιέναι τὸν βασιλέα πανστρατιᾷ παρεκάλουν ἐπὶ τὸν πόλεμον ὡς ἤδη τῶν βαρβάρων ὡς ἐπίπαν ἀπολωλότων καὶ ἀκονιτὶ τοῦ βασιλέως τῇ νίκῃ παρισταμένου. κρατησάσης δὲ τῆς χείρονος γνώμης, ἐπειδὴ καὶ πρὸς τὸ χεῖρον ἦγεν ἡ τύχη τὰ πράγματα, τὸν στρατὸν ἅπαντα σὺν οὐδενὶ κόσμῳ πρὸς τὴν μάχην ἐξῆγεν ὁ βασιλεύς. |
| 4.25 | Θεοδοσίου δὲ τοῦ βασιλέως κατὰ τὴν Θεσσαλονίκην διατρίβοντος, πολλοὶ πανταχόθεν κατὰ κοινὰς καὶ ἰδίας συρρέοντες χρείας τῶν προσηκόντων τυγχάνοντες ἀπηλλάττοντο. πλήθους δὲ πολλοῦ τῶν ὑπὲρ τὸν Ἴστρον Σκυθῶν, Γότθων λέγω καὶ Ταϊφάλων καὶ ὅσα τούτοις ἦν ὁμοδίαιτα πρότερον ἔθνη, περαιωθέντων καὶ ταῖς ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν οὔσαις πόλεσιν ἐνοχλεῖν ἀναγκαζομένων διὰ τὸ πλῆθος Οὔννων τὰ παῤ αὐτῶν οἰκούμενα κατασχεῖν, ὁ μὲν βασιλεὺς Θεοδόσιος ἐς πόλεμον πανστρατιᾷ παρεσκευάζετο: |
| 4.26 | Τὰ δὲ κατὰ τὴν ἑῴαν οὐ πόρρω γέγονε παντελοῦς ἀπωλείας ἐξ αἰτίας τοιᾶσδε. τῶν Οὔννων, ὃν τρόπον διεξῆλθον, τοῖς ὑπὲρ τὸν Ἴστρον κατῳκημένοις ἔθνεσιν ἐπελθόντων, οὐκ ἐνεγκόντες οἱ Σκύθαι τὰς τούτων ἐφόδους Οὐάλεντος τηνικαῦτα βασιλεύοντος ἐδεήθησαν κατὰ τὴν Θρᾴκην δέξασθαι αὐτούς, συμμάχων τε καὶ ὑπηκόων πληρώσοντας χρείαν ὑπηρετησομένους δὲ πᾶσιν οἷς ἂν ὁ βασιλεὺς ἐπιτάξειεν. |
| 4.27 | Τὰ μὲν οὖν κατὰ τὴν ἑῴαν καὶ Θρᾴκην συμπεσόντα ἐλαττώματα τῇ τῶν στρατηγῶν ἀγχινοίᾳ ταύτην ἔσχε τὴν τελευτήν. ὁ δὲ βασιλεὺς Θεοδόσιος ἐνδιαιτώμενος ἔτι τῇ Θεσσαλονίκῃ τοῖς μὲν ἐντυγχάνουσιν ἐδόκει πως εὐπρόσιτος εἶναι, τρυφὴν δὲ καὶ ἐκμέλειαν τῆς βασιλείας προοίμια ποιησάμενος τὰς μὲν προεστώσας ἀρχὰς συνετάραξε, τοὺς δὲ τῶν στρατιωτικῶν ἡγουμένους πλείονας ἢ πρότερον εἰργάσατο: |
| 4.28 | Ἀλλὰ τοῦτο μὲν εἰς τοῦτο κατέστησεν ἡ τοῦ βασιλέως ἐκμέλεια καὶ ἡ ἄλογος τῶν χρημάτων ἐπιθυμία, τοσαύτην δὲ ἐπεισήγαγε τῇ βασιλικῇ τραπέζῃ δαπάνην ὥστε διὰ πλῆθος τῶν ἐδεσμάτων καὶ τῆς περὶ ταῦτα πολυτελείας τάγματα πολυάνθρωπα καταστῆναι μαγείρων τε καὶ οἰνοχόων καὶ τῶν ἄλλων, οὓς εἴ τις ἐξαριθμήσασθαι βουληθείη, συγγραφῆς αὐτῷ πολυστίχου δεήσει. |
| 4.29 | οὔσης οὖν ἤδη τοιαύτης τῆς ἀμφὶ τὴν πολιτείαν ἐπὶ τὸ χεῖρον ἐναλλαγῆς, τὸ μὲν στρατιωτικὸν ἐν ὀλίγῳ μεμείωτο χρόνῳ καὶ εἰς τὸ μηδὲν περιίστατο, τὰς δὲ πόλεις ἐπιλελοίπει τὰ χρήματα, τὰ μὲν ὑπὸ τῶν ἐπιτεθέντων εἰσφορῶν, ὑπερβαινόντων τὸ μέτρον, τὰ δὲ εἰς τὴν τῶν ἀρχόντων ἐκενοῦτο πλεονεξίαν: τοὺς γὰρ μὴ θεραπεύοντας τὴν αὐτῶν ἀπληστίαν τοῖς ἐκ συκοφαντίας πράγμασι περιέβαλλον, μόνον οὐχὶ βοῶντες ὡς ὅσα ὑπὲρ τῆς ἀρχῆς δεδώκασιν ἀνάγκη πᾶσα συναγαγεῖν. |
| 4.30 | Ὁ δὲ βασιλεὺς Θεοδόσιος παρὰ πολὺ ἐλαττωθὲν τὸ στρατιωτικὸν θεασάμενος, ἐφῆκε τῶν ὑπὲρ τὸν Ἴστρον βαρβάρων τοῖς βουλομένοις ὡς αὑτὸν ἰέναι, τοὺς αὐτομόλους ἐντάττειν τοῖς στρατιωτικοῖς τάγμασιν ὑπισχνούμενος. οἳ δὲ τὸ σύνθημα τοῦτο δεξάμενοι ᾔεσάν τε ὡς αὐτὸν καὶ ἀνεμίγνυντο τοῖς στρατιώταις, γνώμην ἐν ἑαυτοῖς ἔχοντες, εἰ πλείους γένοιντο, ῥᾷον ἐπιθέσθαι τοῖς πράγμασι καὶ κρατήσειν ἁπάντων. |
| 4.31 | Τῶν δὲ Αἰγυπτίων εἰς Μακεδονίαν ἀφικομένων καὶ τοῖς αὐτόθι τάγμασι συναφθέντων, τάξις μὲν ἦν τοῖς στρατεύμασιν οὐδεμία, οὐδὲ Ῥωμαίου διάκρισις ἢ βαρβάρου, πάντες δὲ ἀναμὶξ ἀνεστρέφοντο, μηδὲ ἀπογραφῆς ἔτι τῶν ἐν τοῖς στρατιωτικοῖς ἀριθμοῖς ἀναφερομένων φυλαττομένης. ἐφεῖτο δὲ τοῖς αὐτομόλοις, ἤδη τοῖς τάγμασιν ἐγγραφεῖσιν, εἰς τὴν οἰκείαν ἐπανιέναι καὶ ἑτέρους ἐκπέμπειν ἀνθ̓ ἑαυτῶν, καὶ ὁπηνίκα ἂν αὐτοῖς δοκοίη, πάλιν ὑπὸ Ῥωμαίους στρατεύεσθαι. |
| 4.32 | μαθὼν δὲ ὁ βασιλεὺς ὡς ἐπὶ τούτοις τὴν ἀναχώρησιν ποιησάμενοι τὰ οἰκεῖα κατέλαβον, φυλακαῖς μὲν τὰ φρούρια καὶ τὰς τειχήρεις ἠσφαλίζετο πόλεις, αὐτὸς δὲ ἐπὶ τὴν Κωνσταντινούπολιν ἤλαυνε, γράμματα πρὸς Γρατιανὸν στείλας τὸν βασιλέα, δἰ ὧν τὰ συμβεβηκότα ἐδήλου, καὶ ὡς δέοι τοῖς πράγμασιν εἰς ἔσχατον ἥκουσι κακοῦ μετὰ πάσης ἀμύνειν ταχυτῆτος. |
| 4.33 | Καὶ τὰ μὲν Θεσσαλῶν καὶ Μακεδόνων ἐν τούτοις ἦν, ὁ δὲ βασιλεὺς Θεοδόσιος λαμπρὸς καὶ ὥσπερ ἐπὶ νίκῃ σεμνῇ θρίαμβον ἐκτελῶν εἰς τὴν Κωνσταντινούπολιν εἰσῄει, τῶν μὲν κοινῶν ἀτυχημάτων οὐδένα ποιούμενος λόγον, συνεκτείνων δὲ τῷ τῆς πόλεως μεγέθει τὴν τῆς τρυφῆς ἀμετρίαν. ὁ δὲ βασιλεὺς Γρατιανὸς οὐ μετρίως ἐπὶ τοῖς ἀγγελθεῖσι συνταραχθεὶς στρατιὰν ἀρκοῦσαν ἐξέπεμψεν, Βαύδωνι τῷ στρατηγῷ ταύτην παραδούς, ᾧ καὶ Ἀρβογάστην συνέπεμψεν: |
| 4.34 | Θεοδοσίου τοίνυν ὄντος ἐν τούτοις, Γρατιανὸς ὁ βασιλεὺς ἐκπέμπει τοῖς κατὰ τὸ Ἰλλυριῶν κλῖμα στρατιωτικοῖς τάγμασι στρατηγὸν Βιταλιανόν, ἄνδρα πεπονηκόσι τοῖς πράγμασι κατ̓ οὐδὲν ἀρκέσαι δυνάμενον. |
| 4.35 | Ὁ μὲν οὖν βασιλεὺς Θεοδόσιος οὕτω πως ἔδοξεν ἰᾶσθαι τὰ ἐλαττώματα: Πρόμωτος δὲ ὁ στρατηγὸς τῶν κατὰ Θρᾴκην πεζῶν Οἰδοθέῳ, δύναμιν συναγαγόντι πλείστην οὐ μόνον ἐκ τῶν τῷ Ἴστρῳ προσοίκων ἐθνῶν ἀλλὰ καὶ τῶν πορρωτάτω που καὶ ἀγνώστων, καὶ ἐπελθόντι πανστρατιᾷ καὶ περαιουμένῳ τὸν ποταμόν, ἀπαντήσας πεζῇ τε καὶ ποταμίαις ναυσὶ τοσοῦτον εἰργάσατο φόνον ὥστε καὶ τὸν ποταμὸν πλησθῆναι νεκρῶν καὶ τοὺς ἐν γῇ πεσόντας μὴ ῥᾳδίως ἀριθμηθῆναι. |
| 4.36 | Ἄξιον δὲ τῶν ἱστορουμένων τι μὴ παραλιπεῖν τῆς παρούσης ἀφηγήσεως οὐκ ἀλλότριον. ἐν τοῖς κατὰ τὴν Ῥώμην ἱερατικοῖς τέλεσιν ἔφερον οἱ ποντίφικες τὰ πρῶτα. τούτους γεφυραίους ἄν τις καλέσειεν, εἰ πρὸς τὴν Ἑλλάδα φωνὴν ἡ προσηγορία μετενεχθείη. ταύτης δὲ ἔτυχον τῆς ἐπικλήσεως ἐξ αἰτίας τοιᾶσδε. τῶν ἀνθρώπων οὐδέπω τὴν διὰ τῶν ἀγαλμάτων ἐπισταμένων τιμήν, ἐν Θεσσαλίᾳ πρῶτον ἐδημιουργήθη θεῶν δείκηλα. |
| 4.37 | Ἡ μὲν οὖν Γρατιανοῦ βασιλεία ταύτην ἔσχε τὴν τελευτήν, Μάξιμος δὲ τὴν βασιλείαν ἔχειν ἐν ἐχυρῷ πιστευσάμενος ἔστειλε πρὸς Θεοδόσιον βασιλέα πρεσβείαν οὐ συγγνώμην αἰτοῦσαν ἐφ̓ οἷς εἰς Γρατιανὸν ἔπραξεν, ἀλλά τι καὶ βαρύτητος ἐν ἑαυτῇ φέρουσαν. |
| 4.38 | Τὰ μὲν οὖν ἐξ ἐκείνου μέχρι τοῦδε τῇ Ῥωμαίων ἐπικρατείᾳ συμβάντα δείξει τῶν πραγμάτων ἡ κατὰ μέρος ἀφήγησις. ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους ἔθνος τι Σκυθικὸν ὑπὲρ τὸν Ἴστρον ἐφάνη πᾶσιν ἄγνωστον τοῖς ἐκεῖσε νομάσιν: ἐκάλουν δὲ Γροθίγγους αὐτοὺς οἱ ταύτῃ βάρβαροι. πλῆθος τοίνυν ὄντες καὶ ὡπλισμένοι κατὰ τὸ δέον, καὶ προσέτι γε ῥώμῃ διαφέροντες, ῥᾷστα διαδραμόντες τοὺς ἐν μέσῳ βαρβάρους παῤ αὐτὴν ἐληλύθασι τοῦ Ἴστρου τὴν ὄχθην, καὶ τὴν διάβασιν αὑτοῖς ᾔτουν ἐπιτραπῆναι τοῦ ποταμοῦ. |
| 4.39 | ὁ δὲ στρατηγὸς Πρόμωτος ἐκ τῶν ἐπὶ προδοσίᾳ σταλέντων ἅπαντα ταῦτα προδιδαχθεὶς πρὸς τὰ τοῖς βαρβάροις σκεφθέντα παρεσκευάζετο, τὰς ναῦς ἀντιπρῴρους στήσας ἀλλήλαις, καὶ τὸ μὲν βάθος πλοίοις τρισὶ πληρώσας, φροντίσας δὲ μήκους ὅτι μάλιστα πλείονος ἐπὶ σταδίους εἴκοσι τοῦ ποταμοῦ τὴν ᾐόνα κατέλαβε, τοῖς ἐναντίοις ἐπὶ τοσοῦτο τὴν διάβασιν ἀποκλείων, τοῖς δὲ λοιποῖς ἀπαντῶν μονοξύλοις ἤδη διαβαίνειν ἐπιχειροῦσι, καὶ οἷς ἐνετύγχανε καταδύων. ἀσελήνου δὲ τῆς νυκτὸς οὔσης ἀγνοοῦντες οἱ βάρβαροι τὴν τῶν Ῥωμαίων παρασκευὴν ἔργου τε ἥπτοντο καὶ σιγῇ καὶ ἡσυχίᾳ πολλῇ τοῖς μονοξύλοις ἐνέβαινον, ἀγνοεῖν πάντῃ τὰ βεβουλευμένα τοὺς Ῥωμαίους ἡγούμενοι. |
| 4.40 | Πόλις ἔστιν ἐν τῇ κατὰ Θρᾴκην Σκυθίᾳ Τομεὺς ὀνομαζομένη. τῶν ἐνιδρυμένων ταύτῃ στρατιωτῶν ἡγεῖτο Γερόντιος, ἀνὴρ καὶ ῥώμῃ σώματος καὶ μελέτῃ πρὸς πᾶσαν πολεμικὴν χρείαν ἀρκῶν. ἦσαν δὲ πρὸ ταύτης τῆς πόλεως ὑπὸ βασιλέως ἀριστίνδην ἐκστάντες βάρβαροι, τῇ τε τῶν σωμάτων ἀνατρέχοντες εὐφυΐᾳ καὶ ἀνδρείᾳ πολὺ τῶν ἄλλων διαφέροντες. |
| 4.41 | Τῶν δὲ ὑπὸ τὴν Θεοδοσίου βασιλείαν οὕτω διεφθαρμένων, καὶ σπουδαίου μὲν οὐδενὸς εἰς ἀρετὴν φέροντος ἐπαινουμένου, παντὸς δὲ τρυφῆς καὶ ἀκολασίας εἴδους κατὰ πῆχυν ʽτὸ λεγόμενον̓ ἐφ̓ ἑκάστης ἐπιδιδόντος, οἱ τὴν ἐν Συρίᾳ μεγάλην Ἀντιόχειαν οἰκοῦντες, οὐ φέροντες τὴν ἐπὶ τοῖς δημοσίοις φόροις ὁσημέραι παρὰ τῶν πρακτόρων ἐπινοουμένην προσθήκην, εἰς στάσιν ἀνέστησαν, καὶ τοὺς ἀνδριάντας αὐτοῦ τε τοῦ βασιλέως καὶ τῆς τούτῳ συνοικούσης αἰσχρῶς καθελόντες φωνὰς ἀφῆκαν τῶν μὲν πραττομένων οὐκ ἀναξίας, οὐκ ἔξω μέντοι στωμυλίας καὶ τῆς συνήθους αὐτοῖς ἀστειότητος. |
| 4.42 | Τῶν δὲ κατὰ τὴν ἑῴαν καὶ Θρᾴκην καὶ Ἰλλυρίδα ὄντων ἐν τούτοις, Μάξιμος οὐ κατὰ τὴν ἀξίαν οἰόμενος αὑτῷ τὰ πράγματα φέρεσθαι μόνων ἄρχοντι τῶν ὑπὸ Γρατιανῷ πρότερον τεταγμένων ἐθνῶν, διενοεῖτο παραλῦσαι τὸν νέον Βαλεντινιανὸν τῆς βασιλείας, εἰ μὲν δύναιτο, πάσης, εἰ δὲ τούτου διαμάρτοι, μέρος γοῦν αὐτῆς, ὅσον ἂν οἷός τε γένοιτο, |
| 4.43 | Οὐαλεντινιανοῦ δὲ τῷ αἰφνιδίῳ καὶ παρὰ πᾶσαν ἐλπίδα καταπλαγέντος, δέος εἰσῄει τοὺς ἀμφ̓ αὐτὸν μὴ καὶ ζωγρίαν ἑλὼν ὁ Μάξιμος διαχρήσηται. τότε δὴ νεὼς ἐπιβὰς ἐπὶ τὴν Θεσσαλονίκην ἀπῇρε. συναπέπλει δὲ αὐτῷ καὶ ἡ μήτηρ Ἰουστῖνα, Μαγνεντίῳ μέν, ὡς εἴρηταί μοι, πρότερον συνοικήσασα, μετὰ δὲ τὴν ἐκείνου καθαίρεσιν Οὐαλεντινιανῷ τῷ βασιλεῖ διὰ κάλλους ὑπερβολὴν συναφθεῖσα, |
| 4.44 | τούτοις δυσαρεστήσας ὁ Θεοδόσιος διά τε τὴν ἔμφυτον μαλακίαν καὶ τὴν τῆς προλαβούσης διαίτης ἐκμέλειαν ὤκνει πρὸς τὸν πόλεμον, τὰ ἐκ τῶν ἐμφυλίων κακὰ φέρων εἰς μέσον, καὶ ὡς ἀνάγκη πᾶσα τὰ κοινὰ πλήττεσθαι καιρίαις πληγαῖς ἀμφοτέρωθεν: ὅθεν ἔφασκε δεῖν πρότερον διακηρυκεύεσθαι, καὶ εἰ μὲν ἕλοιτο Βαλεντινιανῷ Μάξιμος ἀποδοῦναι τὴν βασιλείαν καὶ ἄγειν τὴν ἡσυχίαν, κατὰ τὸ πρότερον σχῆμα τὴν ἀρχὴν εἰς ἅπαντας διῃρῆσθαι, πλεονεξίᾳ δὲ κρατούμενον αὐτὸν καταπολεμήσειν ἀπροφασίστως. |
| 4.45 | Διὰ τοῦτο, ἐπειδὴ Κυνήγιος ὁ τῆς αὐλῆς ὕπαρχος ἐπανιὼν ἐξ Αἰγύπτου κατὰ τὴν ὁδοιπορίαν ἔτυχε τεθνεώς, ὅν τινα δέοι προστήσασθαι τῆς αὐλῆς ὕπαρχον ἀνεζήτει, καὶ πολλοὺς πολλάκις ἀνασκοπήσας εὗρε τελευταῖον ἄνδρα πρὸς τοῦτο ἁρμόδιον. μετακαλέσας τοίνυν ἐκ τῆς Λυκίας Τατιανόν, ἤδη μὲν ἄλλας ἐπὶ Οὐάλεντος ἐγκεχειρισμένον ἀρχάς, ἄνδρα δὲ ἐν πᾶσι σπουδαῖον, ἀναδεικνύει τῆς αὐλῆς ὕπαρχον ἐν τῇ πατρίδι, καὶ τὰ τῆς ἀρχῆς σύμβολα πέμψας αὐτῷ τὸν παῖδα τὸν αὐτοῦ Πρόκλον τῆς πόλεως ὕπαρχον κατέστησεν. |
| 4.46 | Ταύτῃ τῇ πορείᾳ χρωμένου τοῦ Θεοδοσίου, πυθόμενος Μάξιμος ὡς ἡ Οὐαλεντινιανοῦ μήτηρ ἅμα τοῖς παισὶ διαβαίνειν μέλλοι τὸν Ἰόνιον κόλπον, ταχυναυτοῦντα πλοῖα συναγαγὼν καὶ Ἀνδραγαθίῳ παραδοὺς ἐπὶ τὴν τούτων ἔστελλε θήραν. ὃ δὲ περιπλεύσας ἁπανταχοῦ καὶ τῆς πείρας διαμαρτών ʽἔφθησαν γὰρ ἐκεῖνοι τὸν Ἰόνιον περαιωθῆναι πορθμόν̓, δύναμιν ἀρκοῦσαν συναγαγὼν πάντα περιέπλει τὰ ἐκεῖσε, |
| 4.47 | Θεοδόσιος δὲ ὁ βασιλεὺς ἀκηκοὼς ὅτι διαβαίνων τὰς Ἄλπεις ὁ Μάξιμος Βίκτορα τὸν υἱὸν ἀπέλιπεν αὐτόθι τῇ τοῦ Καίσαρος ἀξίᾳ τετιμημένον, Ἀρβογάστην ἔστειλε παραχρῆμα τὸν στρατηγόν, ὃς παρέλυσέ τε τῆς ἀρχῆς καὶ ἀπέκτεινε τὸ μειράκιον. τούτων ἀπαγγελθέντων Ἀνδραγαθίῳ τὰ περὶ τὸν Ἰόνιον διερευνωμένῳ πορθμόν, ὅτι μυρίοις περιπεσεῖται κακοῖς ἐπιστάμενος, οὐκ ἀναμείνας τοὺς ἐπιθησομένους αὐτὸς ἑαυτῷ τὴν τιμωρίαν ἐπέθηκεν, καθεὶς εἰς τὴν θάλασσαν τὸ σῶμα καὶ ταύτῃ μᾶλλον ἐκδοῦναι τὰ καθ̓ ἑαυτὸν ἢ τοῖς ἐχθίστοις ἑλόμενος. |
| 4.48 | Αὐτὸς δὲ εἰς τὴν Θεσσαλονίκην ἐπανελθὼν οὐ τὴν τυχοῦσαν εὗρεν ἐν τοῖς Μακεδόνων πράγμασι ταραχήν. ὅσοι γὰρ τῶν βαρβάρων ἐν τοῖς ἕλεσι καὶ ταῖς περὶ τὰς λίμνας ὕλαις ἑαυτοὺς ἀποκρύψαντες ἐκ τῆς προτέρας τῶν Ῥωμαίων ἐφόδου περιεσώθησαν, τῆς περὶ τὸν ἐμφύλιον πόλεμον ἀσχολίας Θεοδοσίου τοῦ βασιλέως λαβόμενοι τὰ Μακεδόνων καὶ Θεσσαλῶν ἐλῄζοντο, μηδενὸς αὐτοῖς ἐναντιωθέντος. |
| 4.49 | Ὁ δὲ στρατηγὸς Τιμάσιος, τοῦ βασιλέως ἀγασθεὶς τὴν ἀνδρείαν, ἀσίτοις οὖσι τοῖς στρατιώταις καὶ οὐκέτι πρὸς τοὺς ἐν τοῖς τέλμασι πόνους ἀρκεῖν δυναμένοις τροφῆς ἠξίου συγχωρηθῆναι μεταλαβεῖν. τοῦ δὲ ἐνδόντος ἡ μὲν σάλπιγξ ἠχοῦσα τὸ ἀνακλητικὸν ἀφίστη τοὺς στρατιώτας τοῦ ἔργου καὶ τῆς κατὰ τῶν βαρβάρων ἐπιφορᾶς, ἀναχωρήσαντες δὲ ἐπὶ τὴν εὐωχίαν καὶ ταύτης ἐμφορηθέντες, οἴνῳ τε καὶ πόνῳ συνειλημμένοι, |
| 4.50 | Τὰ μὲν οὖν συνενεχθέντα τῷ βασιλεῖ Θεοδοσίῳ μετὰ τὴν Μαξίμου καθαίρεσιν ἐπανιόντι τοιάδε πως ἦν: εἰς δὲ τὴν Κωνσταντινούπολιν ἐπανελθὼν ἐπὶ μὲν τῷ κατὰ Μαξίμου τροπαίῳ μέγα ἐφρόνει, τοῖς δὲ ὑπὸ τῶν ἐν τοῖς τέλμασι βαρβάρων εἰς αὐτόν τε καὶ τὸ στρατόπεδον ἅπαν γεγονόσι συνεσταλμένος πολέμοις μὲν ἀπειπεῖν ἐγνώκει καὶ μάχαις, ἐπιτρέψας τὰ περὶ ταῦτα Προμώτῳ, αὐτὸς δὲ τῆς προτέρας ἀνεμιμνήσκετο διαίτης, πολυτελῆ δεῖπνα δειπνῶν καὶ πολυπραγμονῶν ἐν ταῖς ἡδοναῖς καὶ τοῖς θεάτροις καὶ ἱπποδρομίαις ἐναβρυνόμενος, ὥστε ἔπεισί μοι θαυμάζειν τούτου τοῦ ἀνδρὸς τὴν ἐφ̓ ἑκάτερα τοῦ βίου ῥοπήν. |
| 4.51 | Τῶν δὲ τὰς ἀρχὰς ἐπιτετραμμένων ἐν τιμῇ κατ̓ ἐξαίρετον ἤγετο Ῥουφῖνος, Κελτὸς τὸ γένος, μάγιστρος τῶν ἐν τῇ αὐλῇ τάξεων καταστάς: τούτῳ γὰρ πάντα ὁ βασιλεὺς κατεθάρρει, τῶν ἄλλων ὀλιγωρῶν. ὅπερ ἐκίνει Τιμάσιον καὶ Πρόμωτον μετὰ τοσούτους ὑπὲρ τῆς πολιτείας κινδύνους ἐν δευτέρᾳ τάξει κειμένους. ἐφ̓ οἷς ὁ Ῥουφῖνος ὡρᾳζόμενος καὶ ἀναβεβηκὼς τῷ φρονήματι σκέμματος κοινοῦ προκειμένου θρασύτερόν τι ῥῆμα εἰς τὸν Πρόμωτον ἀπέρριψεν. |
| 4.52 | Ταύτης διαβοήτου τῆς πράξεως ἐν ἅπασι γενομένης καὶ ἐν τοῖς ἁπάντων στόμασιν οὔσης, παντός τε σωφρονοῦντος ἐπὶ τοῖς τοσούτοις ἀτοπήμασι σχετλιάζοντος, αὐτὸς μὲν Ῥουφῖνος ὥσπερ τι σεμνὸν ἐργασάμενος ὕπατος ἀνεδείκνυτο, Τατιανῷ δὲ καὶ τῷ τούτου παιδὶ Πρόκλῳ, Ῥουφίνῳ προσκεκρουκόσι δἰ οὐδὲν ἕτερον ἢ ὅτι τὰς ὑπάρχους ἔχοντες ἐξουσίας, ὃ μὲν τῆς αὐλῆς ὃ δὲ τῆς πόλεως, ἀδωρότατα καὶ ὡς ἔνι μάλιστα δεόντως αὐτὰς διετίθεσαν, ἐπήγετο πράγματα λόγον οὐκ ἔχοντα. |
| 4.53 | Ἐν δὲ τῷ ταῦτα πράττεσθαι Οὐαλεντινιανὸς ὁ βασιλεὺς ἀγγέλλεται τελευτήσας. ὁ δὲ τῆς τελευτῆς τρόπος ἐγένετο τοιόσδε. Ἀρβογάστης ἐκ τοῦ Φράγγων ὁρμώμενος ἔθνους, Βαύδωνι δὲ ὑποστρατηγεῖν ὑπὸ Γρατιανοῦ βασιλεύοντος τεταγμένος, ἐκείνου τελευτήσαντος τῷ δραστηρίῳ τεθαρρηκὼς τὴν στρατιωτικὴν ἀρχὴν εἰς ἑαυτὸν περιέστησε βασιλέως οὐ δεδωκότος, κατάλληλος δὲ τοῖς ὑποτεταγμένοις αὐτῷ στρατιώταις ὀφθεὶς διά τε ἀνδρείαν καὶ πολεμικὴν ἐπιστήμην καὶ χρημάτων ὑπεροψίαν ἐπὶ μέγα προῆλθε δυνάμεως, καὶ τοσοῦτος ἦν ὥστε καὶ πρὸς τὸν βασιλέα παρρησιάζεσθαι, καὶ ὅσα μὴ καλῶς αὐτῷ μηδὲ προσηκόντως ἔχειν ἐδόκει κωλύειν. |
| 4.54 | ἦν τις ἐν τοῖς βασιλείοις ἀναστρεφόμενος Εὐγένιος ὄνομα, παιδείᾳ προήκων ἐπὶ τοσοῦτον ὥστε καὶ ῥητορικὸν ἐπανελέσθαι βίον καὶ προεστάναι διδασκαλείου. πρὸς τοῦτον ὁ Ῥιχομήρης οἷα σφόδρα χαρίεντα καὶ ἀστεῖον ἔχων οἰκείως Ἀρβογάστῃ συνίστησιν, ἔχειν ἐν τοῖς συνήθεσι καὶ φίλοις αἰτήσας ὡς οὐκ ἐσόμενον ἄχρηστον, εἴ ποτε πρᾶγμα φιλίας ἀληθοῦς δεόμενον ἀνακύψειε. |
| 4.55 | Τούτων τῷ βασιλεῖ Θεοδοσίῳ συναγγελθέντων συνετάραξεν ἡ τούτου γαμετὴ Γάλλα τὰ βασίλεια, τὸν ἀδελφὸν ὀλοφυρομένη. πολλῇ δὲ καὶ ὁ βασιλεὺς λύπῃ τε ἅμα καὶ φροντίδι κατείχετο, κοινωνοῦ μὲν τῆς ἀρχῆς ἐκπεσὼν καὶ νέου καὶ ἀγχιστείᾳ συναπτομένου, περιπεσὼν δὲ ἀνδράσιν ἀλλοτρίως τε πρὸς αὐτὸν ἔχουσι καὶ ἄλλως οὖσιν ἀμάχοις διά τε τὴν Ἀρβογάστου θρασύτητι μεμιγμένην ἀνδρείαν καὶ τὰς Εὐγενίῳ προσούσας μετὰ παιδεύσεως ἀρετάς. |
| 4.56 | Ἅμα τῷ παραλαβεῖν τὴν βασιλείαν Θεοδόσιος βαρβάρους τινὰς εἰς φιλίαν καὶ ὁμαιχμίαν ἐδέξατο, ἐλπίσιν αὐτοὺς καὶ δωρεαῖς ἄλλαις τιμήσας: εἶχε δὲ ἐν θεραπείᾳ πάσῃ καὶ τοὺς ἑκάστης φυλῆς ἡγουμένους καὶ τραπέζης ἠξίου κοινῆς. |
| 4.57 | Ἀλλὰ ταῦτα μὲν ὁ βασιλεὺς ἀκηκοὼς ἤνεγκέ τε μετρίως καὶ ἐν αὑτοῖς δαπανᾶσθαι δυσμεναίνοντας συνεχώρησε, τοὺς δὲ πρέσβεις δώροις τε καὶ λόγοις ἀπαγαγὼν τὸ μέτριον ἐν ἑαυτοῖς ἔχειν δοκοῦσιν ἔπεμπεν ἐπ̓ οἴκου, καὶ μετὰ τὴν ἐκείνων ἀποδημίαν τῶν τοῦ πολέμου παρασκευῶν εἴχετο. |
| 4.58 | Ταῦτά τε διαθείς, καὶ τὸν νεώτερον τῶν παίδων Ὁνώριον ἅμα ἑαυτῷ συνεξαγαγών, τὰ ἐν μέσῳ πάντα διέδραμεν ἔθνη, καὶ τῆς διὰ τῶν Ἄλπεων παρόδου κρατήσας παρὰ πᾶσαν ἐλπίδα τοῖς πολεμίοις ἐπέστη. |
| 4.59 | Τῶν δὲ πραγμάτων ὧδε τῷ βασιλεῖ Θεοδοσίῳ προχωρησάντων, ἐπιδημήσας τῇ Ῥώμῃ τὸν υἱὸν Ὁνώριον ἀναδείκνυσι βασιλέα, Στελίχωνα στρατηγόν τε ἀποφήνας ἅμα τῶν αὐτόθι ταγμάτων καὶ ἐπίτροπον καταλιπὼν τῷ παιδί. συγκαλέσας δὲ τὴν γερουσίαν τοῖς ἄνωθεν παραδεδομένοις ἐμμένουσαν πατρίοις καὶ οὐχ ἑλομένην ἔτι συνενεχθῆναι τοῖς ἐπὶ τὴν τῶν θεῶν ἀποκλίνασι καταφρόνησιν, λόγους προσῆγε, παρακαλῶν ἀφιέναι μὲν ἣν πρότερον μετῄεσαν, ὡς αὐτὸς ἔλεγε, πλάνην, ἑλέσθαι δὲ τὴν τῶν Χριστιανῶν πίστιν, ἧς ἐπαγγελία παντὸς ἁμαρτήματος καὶ πάσης ἀσεβείας ἀπαλλαγή. |
| 5.1 | Τῆς δὲ τῶν ὅλων ἀρχῆς εἰς Ἀρκάδιον καὶ Ὁνώριον περιστάσης ἄχρι μὲν ὀνόματος ἐδόκουν ἔχειν τὸ κράτος, ἡ δὲ πᾶσα τῆς ἀρχῆς δύναμις ἦν κατὰ μὲν τὴν ἑῴαν παρὰ Ῥουφίνῳ, κατὰ δὲ τὴν ἑσπέραν ἐν τῇ Στελίχωνος γνώμῃ. δίκαι τε πᾶσαι παῤ αὐτοῖς κατ̓ ἐξουσίαν ἐκρίνοντο, καὶ ἀπῄει κεκρατηκὼς ὁ χρημάτων τὴν ψῆφον ὠνούμενος ἢ ἄλλως οἰκειότητι τὴν τοῦ δικάζοντος ἐπισπώμενος εὔνοιαν. |
| 5.2 | Φλωρεντίῳ τῆς αὐλῆς ἐν τοῖς ὑπὲρ τὰς Ἄλπεις ἔθνεσιν ὑπάρχῳ γενομένῳ κατὰ τοὺς χρόνους ἐν οἷς Ἰουλιανὸς ὁ μέγας τὴν τοῦ Καίσαρος εἶχε τιμήν, Λουκιανὸς ἦν υἱός. οὗτος ἐχρῆτο προστάτῃ Ῥουφίνῳ, τὰ τιμιώτατα τῶν ὄντων αὑτῷ κτημάτων εἰς ἐκεῖνον μετενεγκών: ἐφ̓ οἷς ὁμολογῶν χάριτας ὁ Ῥουφῖνος τῷ νεανίσκῳ διετέλεσεν, ἐπαίνους αὐτοῦ παρὰ τῷ βασιλεῖ Θεοδοσίῳ διεξιών. |
| 5.3 | Καὶ ἐπὶ τούτοις ἐπανελθὼν εἰς τὴν Κωνσταντινούπολιν τὰ περὶ τὴν βασιλέως κηδείαν ἐπραγματεύετο, σπεύδων ὅσον οὐδέπω τὴν θυγατέρα τούτῳ συνάψαι. τύχης δέ τινος ἕτερόν τι παρὰ τὸ προσδοκώμενον ἐκείνῳ πρυτανευούσης, διήμαρτε τῆς ἐλπίδος ὁ Ῥουφῖνος ἐξ αἰτίας τοιᾶσδε. |
| 5.4 | Στελίχων δὲ τῆς κατὰ τὴν ἑσπέραν βασιλείας ἐπιτροπεύων ἐκδίδωσι πρὸς γάμον Ὁνωρίῳ τῷ βασιλεῖ τὴν ἀπὸ Σερήνας οὖσαν αὐτῷ θυγατέρα: Σερήνα δὲ ἦν παῖς Ὁνωρίου, ὃς Θεοδοσίῳ τῷ τῶν βασιλευόντων πατρὶ γέγονεν ἀδελφός. |
| 5.5 | τούτων ὁ Ῥουφῖνος αἰσθόμενος ἐκ πάσης ἐβουλεύετο μηχανῆς ἐκποδὼν γενέσθαι τῆς Στελίχωνος ἐπὶ τὴν ἑῴαν ὁρμῆς, καταλῦσαι δὲ οὐδὲν ἧττον καὶ ἀσθενεστέραν τὴν οὖσαν Ἀρκαδίῳ στρατιωτικὴν δύναμιν καταστῆσαι. ταῦτα δὴ πάντα πραγματευόμενος ἄνδρας εὗρε πρὸς ταῦτα πονηροτέρους ἤπερ ἐβούλετο, οἷς χρησάμενος μεγάλων ἦρξε τῇ Ῥωμαίων ἐπικρατείᾳ κακῶν. τὸ δὲ ὅπως ἐρῶ. |
| 5.6 | ἄξιον δὲ μηδὲ τὴν αἰτίαν δἰ ἣν ἡ πόλις περιεσώθη, θεοπρεπῆ τινὰ οὖσαν καὶ εἰς εὐσέβειαν τοὺς ἀκούοντας ἐπικαλουμένην, σιωπῇ διελθεῖν. ἐπιὼν Ἀλλάριχος πανστρατιᾷ τῇ πόλει τὸ μὲν τεῖχος ἑώρα περινοστοῦσαν τὴν πρόμαχον Ἀθηνᾶν, ὡς ἔστιν αὐτὴν ὁρᾶν ἐν τοῖς ἀγάλμασιν, ὡπλισμένην καὶ οἷον τοῖς ἐπιοῦσιν ἀνθίστασθαι μέλλουσαν, τοῖς δὲ τείχεσι προεστῶτα τὸν Ἀχιλλέα τὸν ἥρω τοιοῦτον οἷον αὐτὸν τοῖς Τρωσὶν ἔδειξεν Ὅμηρος, ὅτε κατ̓ ὀργὴν τῷ θανάτῳ τοῦ Πατρόκλου τιμωρῶν ἐπολέμει. |
| 5.7 | Ῥουφῖνος μὲν οὖν, ἀγγελθέντος αὐτῷ τοῦ περὶ τὴν Ἑλλάδα πάθους, ἐπίδοσιν ἐλάμβανεν ἧς εἶχε περὶ τὴν βασιλείαν ἐπιθυμίας: συνταραττομένου γὰρ τοῦ πολιτεύματος οὐδὲν ἐμποδὼν ᾤετο αὑτῷ φανήσεσθαι πρὸς τὴν τοιαύτην ἐπιχείρησιν: Στελίχων δὲ ναυσὶ στρατιώτας ἐμβιβάσας τοῖς κατὰ τὴν Ἀχαῒαν δυστυχήμασιν ὥρμητο βοηθεῖν,καὶ τῇ Πελοποννήσῳ προσσχὼν εἰς Φολόην συμφυγεῖν τοὺς βαρβάρους ἠνάγκασε. |
| 5.8 | Ῥουφῖνος μὲν οὖν ἰδίᾳ τε πολλοῖς κακῶν ἀφορήτων γενόμενος αἴτιος καὶ τῇ πολιτείᾳ λυμηνάμενος ἁπάσῃ δίκην ἐξέτισε τῶν πεπονηρευμένων ἀξίαν, Εὐτρόπιος δὲ πρὸς πάντα Στελίχωνι συνεργήσας τὰ κατὰ τούτου βεβουλευμένα τῶν ἐν τῇ αὐλῇ πραττομένων κύριος ἦν. |
| 5.9 | Βάργος ἐκ τῆς ἐν Συρίᾳ Λαοδικείας ὁρμώμενος, ἀλλᾶντας ὠνίους ἐπ̓ ἀγορᾷ προτιθείς, ἐπί τισιν ἁλοὺς ἀτοπήμασιν ἀπὸ τῆς Λαοδικείας εἰς τὰς Σάρδεις ἦλθε φυγάς, εἶτα κἀκεῖσε φανεὶς οἷος ἦν, ἐπὶ πονηρίᾳ διεβεβόητο. τοῦτον ὁ Τιμάσιος ταῖς Σάρδεσιν ἐπιδημήσας, στωμύλον ἰδὼν δεινόν τε κολακείᾳ ῥᾳδίως ὑπαγαγέσθαι τοὺς προστυγχάνοντας, ᾠκειώσατό τε καὶ παραχρῆμα στρατιωτικοῦ τέλους ἔταξεν ἄρχειν: καὶ οὐ τοῦτο μόνον, ἀλλ̓ ἤδη καὶ εἰς τὴν Κωνσταντινούπολιν ἑαυτῷ συναπήγαγεν. |
| 5.10 | Ὁ δὲ Βάργος, ὡς ἔξω πάσης ὑποψίας καταστήσας Εὐτρόπιον οὐκέτι τὴν Τιμασίου δυσμένειαν ὑφορώμενον, ἠξιοῦτο στρατιωτικοῦ τέλους ἀρχῆς χρήματα φέρειν αὐτῷ κομψὰ δυναμένης, καὶ ἀνεχώρει μειζόνων ἐλπίσι δωρεῶν βουκολούμενος: ἠγνόει γὰρ ὡς Εὐτρόπιος τοιοῦτον αὐτὸν φανέντα περὶ Τιμάσιον τὸν εὐεργέτην καὶ περὶ αὐτὸν ὅμοιον φανήσεσθαι προσεδόκησεν. |
| 5.11 | Εὐτρόπιος τοίνυν ἐν μὲν τῇ Κωνσταντινουπόλει παντάπασιν ἔχων οὐδένα τὸν ἀντιβλέπειν τολμῶντα, μόνον δὲ Στελίχωνα τῶν κατὰ τὴν ἑσπέραν κυριεύοντα πραγμάτων κατὰ νοῦν ἔχων, ἀνελεῖν αὐτῷ διενοεῖτο τὴν ἐπὶ Κωνσταντινούπολιν ἄφιξιν. ἀναπείθει δὴ τὸν βασιλέα, τέως συναγαγόντα τὴν γερουσίαν, κοινῷ δόγματι τῆς βασιλείας αὐτὸν πολέμιον προσειπεῖν. |
| 5.12 | Ἐντεῦθεν ἡ μὲν Εὐτροπίου δυσμένεια καὶ Στελίχωνος ἀνεκαλύπτετο καὶ ἐν τοῖς ἁπάντων στόμασιν ἦν: ἀλλοτρίως δὲ πρὸς ἑαυτοὺς ἔχοντες ἐπὶ πάσης ἀδείας τοῖς τῶν ἀρχομένων κακοῖς ἐνετρύφων, ὃ μὲν ἤδη τὴν θυγατέρα Μαρίαν Ὁνωρίῳ τῷ βασιλεῖ γαμετὴν δεδωκώς, ὃ δὲ κυριεύων Ἀρκαδίου καθάπερ βοσκήματος. |
| 5.13 | Τῆς δὲ βασιλείας ἑκατέρωθεν οὔσης ἐν τούτοις, ἅπαντες μὲν οἱ τὴν γερουσίαν πληροῦντες ἐπὶ τῇ τῶν πραγμάτων ἐδυσχέραινον κακουχίᾳ, οὐχ ἥκιστα δὲ Γαΐνης, οὔτε τῆς πρεπούσης στρατηγῷ τιμῆς ἀξιούμενος, οὔτε δωρεαῖς ἀπληστίαν ἐμπλῆσαι βαρβαρικὴν δυνάμενος. ἀπέκναιε δὲ πλέον αὐτὸν εἰς τὴν Εὐτροπίου χρήματα πάντα οἰκίαν εἰσρέοντα. |
| 5.14 | ἀλλ̓ ἐπειδὴ ταῦτα τῷ βασιλεύοντι συνηγγέλθη, λόγον μὲν οὐδένα τῆς κοινῆς ἐποιεῖτο συμφορᾶς ʽοὐδὲ γὰρ οἷός τε ἦν συνιδεῖν τὸ πρακτέον ἐσχάτως ἀνόητος ὤν̓, Εὐτροπίῳ δὲ τὴν πᾶσαν ἔδωκε τῆς βασιλείας οἰκονομίαν. ὃ δὲ Γαΐνην αἱρεῖται καὶ Λέοντα στρατηγούς, τὸν μὲν εἰς τὴν Ἀσίαν ἐκπέμψων ἐπελευσόμενον τοῖς κατατρέχουσι ταύτην βαρβάροις ἢ ἄλλως μιγάσιν ἀνθρώποις, Γαΐνην δὲ διὰ τῆς Θρᾴκης καὶ τῶν τοῦ Ἑλλησπόντου στενῶν ἀπαντήσοντα τοῖς πολεμίοις, εἰ καὶ τοῖς τόποις ἐκείνοις ἐνοχλοῦντας θεάσοιτο. |
| 5.15 | Λέων δὲ τοῖς περὶ τὸν Ἑλλήσποντον διέτριβε τόποις, οὔτε συμπεσεῖν ἐς μάχην Τριβιγίλδῳ θαρρῶν, καὶ ἅμα δεδιέναι φάσκων μή ποτε δἰ ἑτέρας ὁδοῦ μέρος τι τῆς στρατιᾶς ἐκπέμψας Τριβίγιλδος τὰ περὶ τὸν Ἑλλήσποντον λάθῃ χωρία καταστρεψάμενος. |
| 5.16 | τοῦ δὲ Τριβιγίλδου διὰ τῆς ὁμαλωτέρας ὁδοῦ μετὰ τῶν σὺν αὐτῷ βαρβάρων ἐπὶ τὰ κάτω μέρη τῆς Παμφυλίας ἐλάσαντος, ἐλθόντος τε ἔτι νυκτὸς οὔσης εἰς τοὺς ὑποκειμένους τῇ Σέλγῃ τόπους, ἐβάλλοντο σφενδόναις οἱ βάρβαροι συνεχέσιν, ἀφιεμένων πέτρων χειροπλήθων καὶ ἔτι μειζόνων: ἦν γὰρ ἐξ ὑπερδεξίων ῥᾳδία καὶ ἡ τῶν ἁδροτέρων ἄφεσις λίθων. |
| 5.17 | ὁ δὲ Γαΐνης δεδιὼς μή ποτε πανταχόθεν ὁ Τριβίγιλδος πολιορκούμενος, οὐκ ἔχων ἀξιόμαχον δύναμιν, ἄρδην ἀπόλοιτο, τῶν συνόντων αὐτῷ βαρβάρων λόχους ἄλλους ἐπ̓ ἄλλοις ἔπεμπε τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις, ὅπως αὐτά τε κατὰ βραχὺ διαφθείροιντο καὶ Τριβιγίλδῳ φυγῆς εὐρυχωρία δοθείη. |
| 5.18 | ταῦτα ὁ βασιλεὺς Ἀρκάδιος ἀκηκοὼς ἅμα τε εἰσκαλεῖ τὸν Εὐτρόπιον καὶ τῆς ἀξίας παραλύσας ἀφῆκεν. ὃ δὲ δρομαῖος ἐπὶ τὴν τῶν Χριστιανῶν ἐχώρησεν ἐκκλησίαν, ἔχουσαν ἐξ ἐκείνου τὸ ἄσυλον. ἐπεὶ δὲ πολὺς ἦν ὁ Γαΐνης οὐκ ἄλλως ἀνήσειν λέγων τὸν Τριβίγιλδον, εἰ μὴ Εὐτρόπιος ἐκποδὼν γένοιτο, καὶ παρὰ τὸν ἐπὶ τῷ ἀσύλῳ τῶν ἐκκλησιῶν τεθέντα νόμον ἐξαρπάσαντες αὐτὸν εἰς τὴν Κύπρον ἐκπέμπουσιν, ὑπὸ φυλακὴν ἀκριβῆ καταστήσαντες. |
| 5.19 | ταῦτα τοῖς ὑπ̓ αὐτὸν ἐπισκήψας πρᾶξαι βαρβάροις ἐξῄει τῆς πόλεως, μαλακῶς ἔχειν εἰπὼν αὑτῷ τὸ σῶμα τοῖς ἐν τῷ πόλεμῳ πόνοις, δεῖσθαί τε ῥᾳστώνης, ἧς οὐκ ἂν τύχῃ μὴ παραδοὺς ἑαυτὸν φροντίδας οὐκ ἐχούσῃ διατριβῇ. |
| 5.20 | ὄντος δὲ ἐν τούτοις αὐτοῦ, κοινῇ ψήφῳ βασιλεύς τε καὶ ἡ γερουσία στρατηγὸν ἐπὶ τῷ κατὰ Γαΐνην αἱροῦνται πολέμῳ Φράουιττον, ἄνδρα βάρβαρον μὲν τὸ γένος, Ἕλληνα δὲ ἄλλως οὐ τρόπῳ μόνον ἀλλὰ καὶ προαιρέσει καὶ τῇ περὶ τὰ θεῖα θρησκείᾳ. τούτῳ τοίνυν ἤδη πολλαῖς διαπρέψαντι στρατηγίαις, καὶ τὴν ἑῴαν ἅπασαν ἀπὸ Κιλικίας ἄχρι Φοινίκης καὶ Παλαιστίνης τῆς ἀπὸ τῶν λῃστῶν λύμης ἐλευθερώσαντι, παραδεδώκασι τὰς δυνάμεις. |
| 5.21 | ὁ δὲ Γαΐνης ἐκβιασάμενος τὴν διὰ τοῦ Μακροῦ τείχους ἐπὶ τὴν Χερρόνησον εἴσοδον, ἐξέτασσε τοὺς βαρβάρους παρὰ πᾶσαν τὴν Θρᾳκίαν ὀφρὺν τὴν ἀντιπαρατείνουσαν τοῖς ἀπὸ τοῦ Παρίου μέχρι Λαμψάκου καὶ Ἀβύδου καὶ τῶν ποιούντων τὴν στενὴν θάλασσαν τόπων. |
| 5.22 | Ἀλλ̓ ὁ μὲν Γαΐνης ἐν τούτοις ἦν: Οὔλδης δὲ ὁ τὴν Οὔννων ἔχων κατ̓ ἐκείνους τοὺς χρόνους ἡγεμονίαν, οὐκ ἀσφαλὲς ἡγησάμενος εἶναι βαρβάρῳ στρατόπεδον οἰκεῖον ἔχοντι συγχωρῆσαι πέραν τοῦ Ἴστρου τὴν οἴκησιν ἔχειν, ἅμα δὲ καὶ τῷ Ῥωμαίων οἰόμενος βασιλεῖ χαριεῖσθαι τοῦτον ἀποδιώκων, εἰς μάχην αὐτῷ καταστῆναι παρεσκευάζετο καὶ συναγαγὼν τὴν δύναμιν ἀντετάττετο. |
| 5.23 | λίαν ἔγνωκε διαβῆναι, δεδιότες μή ποτε κακῶς διατεθεῖεν τούτῳ περιπεσόντες, ἀπέβησαν τῆς νεὼς ἐν τοῖς περὶ τὴν Ἤπειρον τόποις, καὶ περὶ τῆς σφῶν βουλευόμενοι σωτηρίας ʽἐποίει γὰρ αὐτοῖς ταύτην ἐπισφαλῆ τὸ τοῦ πλημμελήματος ὑπερβάλλον̓ καιρὸν δεδώκασι τοῖς παῤ αὐτῶν φυλαττομένοις φυγῆς. ἕτεροι δέ φασιν ὡς χρημάτων αὐτοῖς τὴν ἄφεσιν ἐφιλοτιμήσαντο. |
| 5.24 | Τὸ δὲ τῶν συκοφαντῶν ὡς οὔπω πρότερον ἐπιπολάσαν καὶ τοὺς περὶ τὴν αὐλὴν εὐνούχους ἀεὶ περιέπον, εἴ πού τις τῶν πλουσίων ἀπέθανεν, ὡς οὐκ ὄντων παίδων ἢ συγγενῶν ἐμήνυον τὰς οὐσίας, καὶ τοῦ βασιλέως ἐφέρετο γράμματα τοῦδε τὴν οὐσίαν τῷδε παραδοθῆναι κελεύοντα, καὶ παρεδίδοντο τοῖς ᾐτηκόσιν οἱ κλῆροι παίδων ἑστώτων καὶ τοὺς πατέρας μετὰ οἰμωγῆς ἀνακαλουμένων. |
| 5.25 | Πάντων δὲ δυσχεραινόντων ἐπὶ τῇ τῆς πόλεως συμφορᾷ καὶ αἰτίαν οὐκ ἄλλην ἢ τὴν ὄνου λεγομένην σκιὰν εὑρισκόντων, ἐγίνοντο μὲν οἱ περὶ τὸν βασιλέα τῆς τῶν ἐφθαρμένων ἀνανεώσεως, ἠγγέλθη δὲ τοῖς περὶ τὴν αὐλὴν ὡς τὸ τῶν Ἰσαύρων πλῆθος, ὑπερκείμενον Παμφυλίας καὶ Κιλικίας, ἐν τοῖς ἀβάτοις τοῦ Ταύρου καὶ τραχυτάτοις ὄρεσιν ἀεὶ βιοτεῦον, εἰς τάγματα διανεμηθὲν λῃστικὰ τὴν ὑποκειμένην ἐπέρχεται χώραν, πόλεσι μὲν τετειχισμέναις προσάγειν οὔπω δυνάμενοι, κώμας δὲ ἀτειχίστους καὶ πάντα τὰ ἐν ποσὶν ἐπέτρεχον. |
| 5.26 | Πᾶσαν δὲ τὴν Ἑλλάδα λῃσάμενος Ἀλάριχος ἀνεχώρησεν, ᾗ προείρηταί μοι, τῆς τε Πελοποννήσου καὶ τῆς ἄλλης ὁπόσην ὁ Ἀχελῷος ποταμὸς διαρρεῖ, διατρίβων δὲ ἐν ταῖς Ἠπείροις, ἣν οἰκοῦσι Μολοττοί τε καὶ Θεσπρωτοὶ καὶ ὅσοι τὰ μέχρις Ἐπιδάμνου καὶ Ταυλαντίων οἰκοῦσι χωρία, |
| 5.27 | Ἐν δὲ τῇ Ῥαβέννῃ ʽμητρόπολις δὲ Φλαμινίας, πόλις ἀρχαία, Θεσσαλῶν ἀποικία, Ῥήνη κληθεῖσα διὰ τὸ πανταχόθεν ὕδασι περιρρεῖσθαι, καὶ οὐχ ὡς Ὀλυμπιόδωρος ὁ Θηβαῖός φησι, διὰ τὸ Ῥῶμον, ὃς ἀδελφὸς γέγονε Ῥωμύλῳ, τῆς πόλεως ταύτης οἰκιστὴν γεγονέναι: |
| 5.28 | Τριβέντος δὲ τοῦ φθινοπώρου καὶ τοῦ χειμῶνος ἐπιλαβόντος ὕπατοι μὲν ἀνεδείχθησαν Βάσσος καὶ Φίλιππος, ὁ δὲ βασιλεὺς Ὁνώριος, οὐ πρὸ πολλοῦ Μαρίας αὐτῷ τελευτησάσης τῆς γαμετῆς, τὴν ταύτης ἀδελφὴν Θερμαντίαν ᾔτει οἱ δοθῆναι πρὸς γάμον. ἀλλ̓ ὁ μὲν Στελίχων . . ἐνδώσειν πρὸς τοῦτο, Σερήνα δὲ ἐνέκειτο, πραχθῆναι βουλομένη τὸν γάμον τοιᾶσδε ἕνεκεν αἰτίας. |
| 5.29 | Στελίχων δέ, ἀγγείλαντος αὐτῷ τινὸς ὡς τὰς Ἠπείρους Ἀλλάριχος καταλιπών, ὑπερβάς τε τὰ διείργοντα στενὰ τὴν ἀπὸ Παιονίας ἐπὶ Οὐενετοὺς διάβασιν, τὰς σκηνὰς εἰς Ἠμῶνα πόλιν ἐπήξατο, μεταξὺ Παιονίας τῆς ἀνωτάτω καὶ Νωρικοῦ κειμένην, — ἄξιον δὲ μὴ παραδραμεῖν ὅσα τῆς πόλεώς |
| 5.30 | Ὁ μὲν οὖν Στελίχων τὴν πρὸς Ἀλλάριχον εἰρήνην τοιῷδε τρόπῳ καταπραξάμενος ἐπὶ τὴν ἔξοδον ὥρμητο, τοῖς αὐτῷ δόξασιν ἔργον ἐπιθήσων: ὁ δὲ βασιλεὺς ἐθέλειν ἔφασκεν ἐκ τῆς Ῥώμης εἰς τὴν Ῥάβενναν παραγενέσθαι θεάσασθαί τε τὸ στρατόπεδον καὶ φιλοφρονήσασθαι, πολεμίου μάλιστα τοιούτου τῆς Ἰταλίας ἐντὸς διαβάντος. |
| 5.31 | Φήμης δὲ πρότερον εἰς τὴν Ῥώμην ἐλθούσης ὡς Ἀρκάδιος ὁ βασιλεὺς τελευτήσειε, κυρωθείσης τε μετὰ τὴν Ὁνωρίου τοῦ βασιλέως εἰς τὴν Ῥάβενναν ἄφιξιν, ἐπειδὴ Στελίχων μὲν εἰς τὴν Ῥάβενναν ἦν, ὁ δὲ βασιλεὺς ἐπέστη Βονωνίᾳ τῇ πόλει, μιᾷ τῆς Αἰμιλίας οὔσῃ, διεστηκυίᾳ δὲ τοῖς καλουμένοις μιλίοις ἑβδομήκοντα τῆς Ῥαβέννης, μετάπεμπτος γίνεται Στελίχων οἷα στρατιωτῶν κατὰ τὴν ὁδὸν πρὸς ἀλλήλους στασιασάντων, ἐφ̓ ᾧ σωφρονισμὸν αὐτοῖς ἐπαχθῆναι. |
| 5.32 | Ἀλλὰ Στελίχων μὲν οὐδὲν συνεπιστάμενος ἀπηχὲς ἢ κατὰ τοῦ βασιλέως ἢ κατὰ τῶν στρατιωτῶν βεβουλευμένον ἐν τούτοις ἦν: Ὀλύμπιος δέ τις, ὁρμώμενος μὲν ἐκ τοῦ Εὐξείνου πόντου, λαμπρᾶς δὲ στρατείας ἐν τοῖς βασιλείοις ἠξιωμένος, ἐν δὲ τῇ φαινομένῃ τῶν Χριστιανῶν εὐλαβείᾳ πολλὴν ἀποκρύπτων ἐν ἑαυτῷ πονηρίαν, ἐντυγχάνειν εἰωθὼς δἰ ἐπιεικείας προσποίησιν τῷ βασιλεῖ πολλὰ κατὰ τὸν ποιητὴν θυμοφθόρα τοῦ Στελίχωνος κατέχεε ῥήματα, καὶ ὡς διὰ τοῦτο τὴν ἐπὶ τὴν ἑῴαν ἀποδημίαν ἐπραγματεύσατο, ὡς ἂν ἐπιβουλεύσας ἀναίρεσιν Θεοδοσίῳ τῷ νέῳ Εὐχερίῳ τῷ παιδὶ παραδοίη. |
| 5.33 | Ταῦτα προσαγγελθέντα Στελίχωνι κατὰ τὴν Βονωνίαν ὄντι, πόλιν οὖσαν, ὡς εἴρηται, τῆς Αἰμιλίας, οὐ μετρίως αὐτὸν ἐτάραξε. καλέσας τε ἅπαντας ὅσοι συνῆσαν αὐτῷ βαρβάρων συμμάχων ἡγούμενοι, βουλὴν περὶ τοῦ πρακτέου προυτίθει. καὶ κοινῇ πᾶσι καλῶς ἔχειν ἐδόκει τοῦ μὲν βασιλέως ἀναιρεθέντος ʽἔτι γὰρ τοῦτο ἀμφίβολον ἦν̓ πάντας ὁμοῦ τοὺς συμμαχοῦντας Ῥωμαίοις βαρβάρους κοινῇ τοῖς στρατιώταις ἐπιπεσεῖν καὶ τοὺς ἄλλους ἅπαντας διὰ τούτου καταστῆσαι σωφρονεστέρους, εἰ δὲ ὁ μὲν βασιλεὺς φανείη περισωθείς, ἀνῃρημένοι δὲ οἱ τὰς ἀρχὰς ἔχοντες, τηνικαῦτα τοὺς τῆς στάσεως αἰτίους ὑπαχθῆναι τῇ δίκῃ. |
| 5.34 | Ἐπὶ τούτοις ἀπορουμένου Στελίχωνος, οἱ σὺν αὐτῷ βάρβαροι τὰ πρότερον αὐτοῖς ἐσκεμμένα κρατεῖν ἐθέλοντες ἀφέλκειν μὲν αὐτὸν ὧν μετὰ ταῦτα ἔκρινεν ἐπεχείρουν: ὡς δὲ οὐκ ἔπειθον, οἱ μὲν ἄλλοι πάντες ἔν τισι χωρίοις ἔκριναν ἐπιμεῖναι, μέχρις ἂν ἣν εἶχεν ὁ βασιλεὺς περὶ Στελίχωνος γνώμην σαφέστερον ἐπιδείξειε, Σάρος δὲ καὶ σώματος ῥώμῃ καὶ ἀξιώσει τῶν ἄλλων συμμάχων προέχων, μετὰ τῶν ὑπ̓ αὐτὸν τεταγμένων βαρβάρων ἀνελὼν καθεύδοντας ἅπαντας οἳ Στελίχωνι προσεδρεύοντες ἔτυχον Οὖννοι, καὶ τῆς ἑπομένης αὐτῷ πάσης ἀποσκευῆς γενόμενος ἐγκρατὴς ἐπὶ τὴν τούτου σκηνὴν ἐχώρει, καθ̓ ἣν διατρίβων ἀπεσκόπει τὰ συμβησόμενα. |
| 5.35 | Στελίχωνος δὲ τελευτήσαντος τὰ ἐν τοῖς βασιλείοις ἅπαντα κατὰ τὴν Ὀλυμπίου διετίθετο βούλησιν, καὶ αὐτὸς μὲν τὴν τοῦ μαγίστρου τῶν ὀφφικίων ἀρχὴν παρελάμβανε, τὰς δὲ ἄλλας διένεμεν ὁ βασιλεὺς οἷς Ὀλύμπιος ἐμαρτύρει. |
| 5.36 | Ἀλλάριχος δὲ οὐδὲ παρὰ τούτων ἐρεθιζόμενος ᾑρεῖτο τὸν πόλεμον, ἀλλὰ ἔτι τὴν εἰρήνην ἔμπροσθεν ἐποιεῖτο, τῶν ἐπὶ Στελίχωνος σπονδῶν μεμνημένος. στείλας δὲ πρέσβεις ἐπὶ χρήμασιν οὐ πολλοῖς εἰρήνην ᾔτει γενέσθαι, λαβεῖν τε ὁμήρους Ἀέτιον καὶ Ἰάσονα, τὸν μὲν Ἰοβίου γενόμενον παῖδα τὸν δὲ Γαυδεντίου, δοῦναι δὲ καὶ αὐτὸς τῶν παῤ αὐτῷ τινὰς εὖ γεγονότας, καὶ ἐπὶ τούτοις ἄγειν τὴν ἡσυχίαν, μεταστῆσαί τε εἰς Παιονίαν ἐκ τοῦ Νωρικοῦ τὸ στράτευμα. |
| 5.37 | Ἀλλὰ τούτων οὕτω διῳκημένων ἐπὶ τὴν κατὰ τῆς Ῥώμης ἔφοδον Ἀλλάριχος ὡρμήθη, γελάσας τὴν Ὁνωρίου παρασκευήν. ἐπεὶ δὲ μεγίστοις οὕτως πράγμασιν οὐκ ἐκ τοῦ ἴσου μόνον ἀλλὰ καὶ ἐκ μείζονος ὑπεροχῆς ἐγχειρῆσαι διενοεῖτο, μεταπέμπεται τὸν τῆς γαμετῆς ἀδελφὸν Ἀτάουλφον ἐκ τῆς ἀνωτάτω Παιονίας, ὡς ἂν αὐτῷ κοινωνήσοι τῆς πράξεως, |
| 5.38 | Ἤδη δὲ Ἀλλαρίχου περὶ τὴν Ῥώμην ὄντος καὶ καταστήσαντος εἰς τὴν πολιορκίαν τοὺς ἔνδον, ἐν ὑποψίᾳ ἔλαβε τὴν Σερήναν ἡ γερουσία, οἷα τοὺς βαρβάρους κατὰ τῆς Πόλεως ἀγαγοῦσαν, καὶ ἐδόκει κοινῇ τε τῇ γερουσίᾳ πάσῃ καὶ Πλακιδίᾳ τῇ ὁμοπατρίᾳ τοῦ βασιλέως ἀδελφῇ ταύτην ἀναιρεθῆναι τῶν περιεστώτων κακῶν οὖσαν αἰτίαν: καὶ Ἀλλάριχον γὰρ αὐτὸν Σερήνας ἐκποδὼν γενομένης ἀναχωρήσειν τῆς πόλεως οἷα μηδενὸς ὄντος ἔτι τοῦ προδώσειν τὴν πόλιν ἐλπιζομένου. |
| 5.39 | Ἀλλ̓ οὐδὲ ἡ Σερήνας ἀπώλεια τῆς πολιορκίας ἀπέστησεν Ἀλλάριχον, ἀλλ̓ αὐτὸς μὲν κύκλῳ περιεῖχε τὴν πόλιν καὶ τὰς πύλας ἁπάσας, καταλαβὼν δὲ τὸν Θύβριν ποταμὸν τὴν διὰ τοῦ λιμένος τῶν ἐπιτηδείων ἐκώλυε χορηγίαν. ὅπερ οἱ Ῥωμαῖοι θεασάμενοι διακαρτερεῖν ἔγνωσαν, οἷα ὡς εἰπεῖν ἑκάστης ἡμέρας ἐκ τῆς Ῥαβέννης ἐλεύσεσθαι τῇ πόλει προσδοκῶντες ἐπικουρίαν. |
| 5.40 | Ὡς δὲ εἰς ἔσχατον τοῦ κακοῦ προϊόντος καὶ εἰς ἀλληλοφαγίαν ἐλθεῖν ἐκινδύνευσαν, τῶν ἄλλων ἁπάντων ὅσα ἐξάγιστα εἶναι τοῖς ἀνθρώποις ἐδόκει πεπειραμένοι, πρεσβείαν ἔγνωσαν στεῖλαι πρὸς τὸν πολέμιον, ἀπαγγελοῦσαν ὅτι καὶ πρὸς εἰρήνην εἰσὶν ἕτοιμοι τὸ μέτριον ἔχουσαν καὶ πρὸς πόλεμον ἑτοιμότεροι, τοῦ Ῥωμαίων δήμου καὶ ἀναλαβόντος ὅπλα καὶ τῇ συνεχεῖ περὶ ταῦτα μελέτῃ μηκέτι πρὸς τὸ πολεμεῖν ἀποκνοῦντος. |
| 5.41 | Περὶ δὲ ταῦτα οὖσιν αὐτοῖς Πομπηιανὸς ὁ τῆς πόλεως ὕπαρχος ἐνέτυχέ τισιν ἐκ Τουσκίας εἰς τὴν Ῥώμην ἀφικομένοις, οἳ πόλιν ἔλεγόν τινα Ναρνίαν ὄνομα τῶν περιστάντων ἐλευθερῶσαι κινδύνων, καὶ τῇ πρὸς τὸ θεῖον εὐχῇ καὶ κατὰ τὰ πάτρια θεραπείᾳ βροντῶν ἐξαισίων καὶ πρηστήρων ἐπιγενομένων τοὺς ἐπικειμένους βαρβάρους ἀποδιῶξαι. |
| 5.42 | Τὰ μὲν οὖν χρήματα τοῦτον συνεκομίσθη τὸν τρόπον, ἐδόκει δὲ πρὸς τὸν βασιλέα πρεσβείαν σταλῆναι κοινωσομένην αὐτῷ περὶ τῆς ἐσομένης εἰρήνης, καὶ ὡς οὐ τὰ χρήματα μόνον Ἀλλάριχος ἀλλὰ καὶ παῖδας τῶν εὖ γεγονότων ὁμήρους ἐθέλοι λαβεῖν ἐφ̓ ᾧ δὴ μὴ μόνον εἰρήνην ἀλλὰ καὶ ὁμαιχμίαν πρὸς τὸν βασιλέα ποιήσασθαι, χωρήσειν τε ὁμόσε Ῥωμαίοις κατὰ παντὸς ἐναντία τούτοις φρονεῖν βουλομένου. |
| 5.43 | Ἐπὶ τούτῳ τε Κωνσταντῖνος ὁ τύραννος εὐνούχους πρὸς Ὁνώριον ἔστελλε, συγγνώμην αἰτῶν ἕνεκα τοῦ τὴν βασιλείαν ἀνασχέσθαι λαβεῖν: μηδὲ γὰρ ἐκ προαιρέσεως ἑλέσθαι ταύτην, ἀλλὰ ἀνάγκης αὐτῷ παρὰ τῶν στρατιωτῶν ἐπαχθείσης. |
| 5.44 | Οὔπω δὲ τῆς πρὸς Ἀλλάριχον βεβαιωθείσης εἰρήνης οἷα τοῦ βασιλέως οὔτε τοὺς ὁμήρους παραδόντος οὔτε τὰ αἰτούμενα πάντα πληρώσαντος, ἐπέμποντο παρὰ τῆς γερουσίας εἰς τὴν Ῥάβενναν πρέσβεις Καικιλιανὸς καὶ Ἄτταλος καὶ Μαξιμιανός, οἳ πάντα ἀποδυρόμενοι τὰ συμβάντα τῇ Ῥώμῃ καὶ τὸ πλῆθος τῶν ἀπολωλότων ἐκτραγῳδήσαντες ἤνυσαν πλέον οὐδέν, Ὀλυμπίου συνταράττοντος πάντα καὶ τοῖς καλῶς ἔχειν δοκοῦσιν ἐμποδὼν γινομένου. |
| 5.45 | Τῶν δὲ κατὰ τὴν Ῥώμην ἐν οὐδεμιᾷ τύχῃ βελτίονι καταστάντων, ἔδοξε τῷ βασιλεῖ πέντε τῶν ἀπὸ Δελματίας στρατιωτικὰ τάγματα, τῆς οἰκείας μεταστάντα καθέδρας, ἐπὶ φυλακῇ τῆς Ῥώμης ἐλθεῖν. τὰ δὲ τάγματα ταῦτα ἐπλήρουν ἄνδρες ἑξακισχίλιοι, τόλμῃ καὶ ῥώμῃ τοῦ Ῥωμαϊκοῦ στρατεύματος κεφάλαιον ὄντες. |
| 5.46 | Ὀλύμπιον δὲ οἱ περὶ τὴν αὐλὴν εὐνοῦχοι πρὸς τὸν βασιλέα διαβαλόντες ὡς αἴτιον τῶν οὐ δεξιῶς συμβεβηκότων τῷ πολιτεύματι, παραλυθῆναι τῆς ἀρχῆς πεποιήκασιν. ὃ δὲ μὴ καὶ ἕτερόν τι πάθοι δεδιώς, φυγῇ χρησάμενος τὴν Δαλματίαν κατελάμβανεν. ὁ δὲ βασιλεὺς ὕπαρχον μὲν τὸν Ἄτταλον εἰς τὴν Ῥώμην ἐκπέμπει, πολὺν δὲ ποιούμενος λόγον τοῦ μὴ λαθεῖν τι τῶν εἰς τὸ ταμιεῖον ἐλθόντων, ἐκπέμπει Δημήτριον ἣν εἶχεν Ἄτταλος φροντίδα πληρώσοντα καὶ διερευνησόμενον τὰς οὐσίας ὅσαι τοῦ δημοσίου γεγόνασι. |
| 5.47 | Κατὰ δὲ τὴν Ῥάβενναν εἰς στάσιν ἀναστάντες οἱ στρατιῶται τὸν ταύτης λιμένα καταλαμβάνουσι, σὺν οὐδενὶ κόσμῳ βοῶντες καὶ τὸν βασιλέα φανῆναι σφίσιν αἰτοῦντες. τοῦ δὲ φόβῳ τῆς στάσεως ἀποκρυβέντος, προελθὼν εἰς μέσον Ἰόβιος ὁ τῆς αὐλῆς ὕπαρχος, ἅμα καὶ τῇ τοῦ πατρικίου τετιμημένος ἀξίᾳ, ποιούμενος ἀγνοεῖν τὴν αἰτίαν τῆς στάσεως ʽκαίτοι γε αὐτὸς ἐλέγετο ταύτης αἴτιος εἶναι, κοινωνὸν ἔχων Ἀλλόβιχον εἰς τοῦτο τὸν τῶν ἱππέων ἡγούμενον δομεστίκων̓ |
| 5.48 | Καταστήσας δὲ ὁ βασιλεὺς Εὐσέβιον μὲν ἀντὶ Τερεντίου φύλακα τοῦ κοιτῶνος, Οὐάλεντι δὲ τὴν ἀρχὴν ἣν εἶχε Τουρπιλλίων παραδούς, καὶ μετὰ Βιγελάντιον Ἀλλόβιχον ἵππαρχον καταστήσας, τὴν μὲν τῶν στρατιωτῶν παύειν πως ἔδοξε στάσιν, Ἰόβιος δὲ ὁ τῆς αὐλῆς ὕπαρχος, πᾶσαν εἰς αὑτὸν τὴν παρὰ βασιλεῖ δύναμιν περιστήσας, ἔγνω πρέσβεις ἐκπέμψαι πρὸς Ἀλλάριχον, ἄχρι τῆς Ῥαβέννης αὐτὸν παραγενέσθαι σὺν Ἀταούλφῳ παρακαλοῦντας ὡς δὴ τῆς εἰρήνης αὐτόθι γενησομένης. |
| 5.49 | ταύτην δεξάμενος Ἰόβιος τὴν ἐπιστολὴν οὐ καθ̓ ἑαυτὸν ἀνελίξας ἀνέγνω ταύτην ἀλλ̓ εἰς ἐπήκοον Ἀλλαρίχου. καὶ τὰ μὲν ἄλλα μετρίως ἤνεγκεν: ὡς δὲ ἀρνηθεῖσαν εἶδεν ἑαυτῷ τε καὶ τῷ γένει τὴν τῆς στρατηγίας ἀρχήν, ἀναστὰς εἰς ὀργὴν αὐτόθεν ἐπὶ τὴν Ῥώμην ἐλαύνειν τοὺς σὺν αὐτῷ βαρβάρους ἐκέλευσεν ὡς αὐτίκα τὴν εἰς αὐτὸν καὶ τὸ γένος ἅπαν ἀμυνούμενος ὕβριν. |
| 5.50 | Τούτων δὲ πραχθέντων ὁ βασιλεὺς ὡς δὴ πολεμήσων Ἀλλαρίχῳ μυρίους εἰς συμμαχίαν Οὔννους ἐπεκαλεῖτο: τροφὴν δὲ τούτοις ἕτοιμον εἶναι παροῦσι βουλόμενος, σῖτον καὶ πρόβατα καὶ βόας τοὺς ἀπὸ τῆς Δελματίας εἰσφέρειν ἐκέλευεν. ἔπεμπε δὲ τοὺς κατασκοπήσοντας ὅπως τὴν ἐπὶ τὴν Ῥώμην ὁδὸν Ἀλλάριχος ποιεῖται, καὶ πανταχόθεν τὰς δυνάμεις συνήθροιζεν. |
| 5.51 | ταῦτα ἐπιεικῶς καὶ σωφρόνως Ἀλλαρίχου προτεινομένου, καὶ πάντων ὁμοῦ τὴν τοῦ ἀνδρὸς μετριότητα θαυμαζόντων, Ἰόβιος καὶ οἱ τῷ βασιλεῖ παραδυναστεύοντες ἀνήνυτα ἔφασκον τὰ αἰτούμενα εἶναι, πάντων ὅσοι τὰς ἀρχὰς εἶχον ὀμωμοκότων μὴ ποιεῖσθαι πρὸς Ἀλλάριχον εἰρήνην. εἰ μὲν γὰρ πρὸς τὸν θεὸν τετυχήκει δεδομένος ὅρκος, ἦν ἄν ὡς εἰκὸς παριδεῖν ἐνδιδόντας τῇ τοῦ θεοῦ φιλανθρωπίᾳ τὴν ἐπὶ τῇ ἀσεβείᾳ συγγνώμην: |
| 6.1 | Ἀλλάριχος μὲν οὖν ἐπὶ ταῖς οὕτω μετρίαις αἰτήσεσι περιυβρισθεὶς ἐπὶ τὴν Ῥώμην ἤλαυνε πανστρατιᾷ, τῇ κατ̓ αὐτῆς πολιορκίᾳ προσκαρτερήσων. ἐν τούτῳ δὲ παρὰ Κωνσταντίνου τοῦ τυραννήσαντος ἐν Κελτοῖς ἀφίκετο πρὸς Ὁνώριον κατὰ πρεσβείαν Ἰόβιος, παιδείᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς διαπρέπων, βεβαιωθῆναι τὴν πρότερον ὁμολογηθεῖσαν εἰρήνην, καὶ ἅμα συγγνώμην ἕνεκα τῆς ἀναιρέσεως Διδύμου καὶ Βερηνιανοῦ τῶν συγγενῶν Ὁνωρίου τοῦ βασιλέως αἰτῶν: ἀπελογεῖτο γὰρ λέγων ὡς οὐ κατὰ προαίρεσιν ἀνῄρηνται Κωνσταντίνου. |
| 6.2 | Ἔτι βασιλεύοντος Ἀρκαδίου, καὶ ὑπάτων ὄντων Ὁνωρίου τὸ ʽ??ʼ καὶ Θεοδοσίου τὸ ʽ??ʼ, οἱ ἐν τῇ Βρεττανίᾳ στρατευόμενοι στασιάσαντες ἀνάγουσι Μάρκον ἐπὶ τὸν βασίλειον θρόνον, καὶ ὡς κρατοῦντι τῶν αὐτόθι πραγμάτων ἐπείθοντο. ἀνελόντες δὲ τοῦτον ὡς οὐχ ὁμολογοῦντα τοῖς αὐτῶν ἤθεσιν, ἄγουσι Γρατιανὸν εἰς μέσον, καὶ ἁλουργίδα καὶ στέφανον ἐπιθέντες ἐδορυφόρουν ὡς βασιλέα. |
| 6.3 | ἐν τοῖς προλαβοῦσι χρόνοις, ἕκτον ἤδη τὴν ὕπατον ἔχοντος ἀρχὴν Ἀρκαδίου καὶ Πρόβου, Βανδίλοι Συήβοις καὶ Ἀλανοῖς ἑαυτοὺς ἀναμίξαντες τούτους ὑπερβάντες τοὺς τόπους τοῖς ὑπὲρ τὰς Ἄλπεις ἔθνεσιν ἐλυμήναντο, καὶ πολὺν ἐργασάμενοι φόνον ἐπίφοβοι καὶ τοῖς ἐν Βρεττανίαις στρατοπέδοις ἐγένοντο, συνηνάγκασαν δέ, δέει τοῦ μὴ κἀπὶ σφᾶς προελθεῖν, εἰς τὴν τῶν τυράννων ὁρμῆσαι χειροτονίαν, Μάρκου λέγω καὶ Γρατιανοῦ καὶ ἐπὶ τούτοις Κωνσταντίνου: |
| 6.4 | Οὕτω τὰ κατὰ τὴν Γαλατίαν πᾶσαν οἰκονομήσας, Κώνσταντι τῷ πρεσβυτέρῳ τῶν παίδων τὸ τοῦ Καίσαρος σχῆμα περιθεὶς ἐπὶ τὴν Ἰβηρίαν ἐκπέμπει, καὶ τῶν αὐτόθι πάντων ἐθνῶν ἐγκρατὴς γενέσθαι βουλόμενος, ὥστε καὶ τὴν ἀρχὴν αὐξῆσαι καὶ ἅμα τὴν τῶν Ὁνωρίου συγγενῶν αὐτόθι δυναστείαν ἐκκόψαι: |
| 6.5 | Ταῦτα κατὰ τὴν Ἰβηρίαν ὁ Κώνστας διαπραξάμενος ἐπανῆλθε πρὸς τὸν πατέρα ἑαυτοῦ Κωνσταντῖνον, ἐπαγόμενος Βερηνιανὸν καὶ Δίδυμον, καταλιπὼν δὲ αὐτόθι τὸν στρατηγὸν Γερόντιον, ἅμα τοῖς ἀπὸ Γαλατίας στρατιώταις, φύλακα τῆς ἀπὸ Κελτῶν ἐπὶ τὴν Ἰβηρίαν παρόδου, καίτοι γε τῶν ἐν Ἰβηρίᾳ στρατοπέδων ἐμπιστευθῆναι κατὰ τὸ σύνηθες τὴν φυλακὴν αἰτησάντων, καὶ μὴ ξένοις ἐπιτραπῆναι τὴν τῆς χώρας ἀσφάλειαν. |
| 6.6 | Καὶ ἡ μὲν τῆς Βρεττανίας καὶ τῶν ἐν Κελτοῖς ἐθνῶν ἀπόστασις, καθ̓ ὃν ἐτυράννει χρόνον ὁ Κωνσταντῖνος, ἐγένετο, τῶν βαρβάρων ἐπαναβάντων τῇ ἐκείνου περὶ τὴν ἀρχὴν ἐκμελείᾳ: κατὰ δὲ τὴν Ἰταλίαν Ἀλλάριχος οὐ τυχὼν ἐφ̓ οἷς ᾔτει τῆς εἰρήνης, οὐδὲ ὁμήρους λαβών, αὖθις ἐπῄει τῇ Ῥώμῃ, κατὰ κράτους αὐτὴν αἱρεῖν ἀπειλῶν, εἰ μὴ συμφρονήσαντες αὐτῷ κατὰ τοῦ βασιλέως Ὁνωρίου χωρήσαιεν. |
| 6.7 | κατὰ ταῦτα δεξάμενοι τὴν Ἀλλαρίχου πρεσβείαν ἐκάλουν αὐτὸν πρὸ τῆς πόλεως: καὶ κατὰ τὸ κελευόμενον Ἄτταλον, ὄντα ὕπαρχον τῆς πόλεως, εἰς τὸν βασίλειον ἀναβιβάζουσι θρόνον, ἁλουργίδα καὶ στέφανον περιθέντες. |
| 6.8 | τοῦ δὲ συνταραχθέντος τῷ δέει καὶ πρέσβεις ἐκπέμψαντος καὶ κοινὴν ἀμφοτέροις γενέσθαι τὴν βασιλείαν αἰτοῦντος, Ἰόβιος ὁ τῆς αὐλῆς ὕπαρχος παρὰ Ἀττάλου καθεσταμένος οὐδὲ ὄνομα καταλείψειν Ὁνωρίῳ βασιλείας ἔλεγεν Ἄτταλον, ἀλλ̓ οὐδὲ ὁλόκληρον ἕξειν τὸ σῶμα, νῆσόν τε αὐτῷ δώσειν εἰς οἴκησιν, πρὸς τῷ καὶ μέρος αὐτῷ τι τοῦ σώματος καταστήσειν πεπηρωμένον. |
| 6.9 | Καὶ Ὁνώριος μὲν ἐν τούτοις ἦν, Ἰόβιος δὲ κατὰ πρεσβείαν, ὡς διεξῆλθον ἤδη, πρὸς Ὁνώριον ἐκπεμφθεὶς εἰς ἔννοιαν ἔρχεται προδοσίας, Ὁνωρίου διά τινων αὐτὸν ὑπελθόντος. καὶ πρὸς μὲν τὴν γερουσίαν παραιτεῖται πληρῶσαι τὴν πρεσβείαν, ἀφεὶς πρὸς αὐτὴν ἀπρεπῆ τινὰ ῥήματα, καὶ ὡς προσήκει, τῶν ἐν Λιβύῃ σταλέντων διαμαρτόντων, εἰς τὸν κατὰ Ἡρακλειανοῦ πόλεμον χρῆναι βαρβάρους ἐκπέμψαι: σαλεύεσθαι γὰρ αὐτοῖς τὴν ἐκεῖθεν ἐλπίδα Κώνσταντος ἀναιρεθέντος. |
| 6.10 | Ἀλλαρίχου δὲ τέως ἐμμένειν τοῖς πρὸς Ἄτταλον ὅρκοις ἐθέλοντος, ἀναιρεῖται μὲν Οὐάλης ὁ τῆς ἵππου στρατηγός, εἰς προδοσίας ἐμπεσὼν ὑποψίαν, ἐπῄει δὲ ταῖς Αἰμιλίας πόλεσιν Ἀλλάριχος ἁπάσαις, ὅσαι τὴν Ἀττάλου βασιλείαν ἑτοίμως δέξασθαι παρῃτήσαντο. |
| 6.11 | Ἡρακλειανοῦ δὲ τοὺς ἐν Λιβύῃ πάντας λιμένας φυλακῇ παντοίᾳ καταλαβόντος, καὶ μήτε σίτου μήτε ἐλαίου μήτε ἄλλου τινὸς τῶν ἐπιτηδείων εἰς τὸν τῆς Ῥώμης κομιζομένου λιμένα, λιμὸς ἐνέσκηψε τῇ πόλει χαλεπώτερος τοῦ προτέρου, τῶν ἐπ̓ ἀγορᾷ τὰ ὤνια προτιθέντων, ὅσα ἦν αὐτοῖς, ἀποκρυπτόντων ἐλπίδι τοῦ τὰ πάντων οἰκειώσασθαι χρήματα, τῆς κατ̓ ἐξουσίαν ὁριζομένης τιμῆς αὐτοῖς διδομένης. |
| 6.12 | Ἐπὶ τούτοις Ἄτταλος καταλαβὼν τὴν Ῥώμην συνάγει τὴν γερουσίαν, καὶ βουλῆς προτεθείσης ἅπαντες μὲν ὡς εἰπεῖν ἐδοκίμαζον καὶ βαρβάρους χρῆναι μετὰ τῶν στρατιωτῶν εἰς τὴν Λιβύην ἐκπέμψαι, παραδοῦναί τε Δρούμᾳ τὴν τούτων ἡγεμονίαν, ἀνδρὶ πλεῖστα ἤδη πίστεως καὶ εὐνοίας ἐπιδείξαντι δείγματα, μόνος δὲ Ἄτταλος σὺν ὀλίγοις τῇ τῶν πολλῶν οὐκ ἐτίθετο γνώμῃ, βαρβάρων οὐδένα τῷ στρατοπέδῳ συνεκπέμψαι βουλόμενος. |
| 6.13 | Καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν: Κωνσταντῖνος δὲ τῷ παιδὶ Κώνσταντι διάδημα περιθεὶς καὶ ἀντὶ τοῦ Καίσαρος βασιλέα πεποιηκώς, Ἀπολινάριον παραλύσας τῆς ἀρχῆς ἕτερον ἀντ̓ αὐτοῦ τῆς αὐλῆς ὕπαρχον ἀπέδειξεν. Ἀλλαρίχου δὲ ἐπὶ τὴν Ῥάβενναν ὡρμηκότος ὡς δὴ βεβαίως αὐτῷ πρὸς Ὁνώριον ἐσομένης εἰρήνης, ἕτερόν τι παῤ ἐλπίδα ἐμπόδιον εὗρεν ἡ τύχη, πρὸς τὰ συμβησόμενα τοῖς τῆς πολιτείας πράγμασιν ὁδῷ προϊοῦσα. |