Αὐσονία δὲ κυρίως, ὡς Δίων γράφει ὁ Κοκκειανός, ἡ τῶν Αὐρούγκων γῆ μόνη λέγεται, μέσον Καμπανῶν καὶ Οὐόλσκων παρὰ θάλασσαν κειμένη. συχνοὶ δὲ καὶ μέχρι τοῦ Λατίου Αὐσονίαν εἶναι ἐνόμισαν, ὥστε καὶ πᾶσαν τὴν Ἰταλίαν ἀπʼ αὐτῆς ........ Αὔσονες γὰρ κυρίως, ὥσπερ καὶ περὶ τὰς ἀρχὰς ἔφην, οἱ Αὐροῦγκοι λέγονται μέσον Καμπανῶν καὶ Οὐόλκων κείμενοι. ἔνιοι δὲ καὶ μέχρι Λατίου Αὐσονίαν ἐνόμισαν εἶναι, ὥστε ἐκ τούτου τινὲς καὶ πᾶσαν τὴν Ἰταλίαν φασίν.
ἔνθα νῦν ἡ Ῥώμη ἐστί, χωρίον ἦν πρῶτον λεγόμενον Οἴνωτρον, ὅπου ὁ Φιλοκτήτης κατῴκησε μετὰ τὴν τῆς Ἰλίου πόρθησιν, καθὰ Διονύσιος καὶ Δίων ὁ Κοκκειανὸς καὶ πάντες οἱ τὰ Ῥωμαϊκὰ γράψαντες ἱστοροῦσιν.
Δίων «εὐεργεσίαν ὑμῖν ὀφειλήσει».
παρὰ Δίωνι «οὔκουν οὐδʼ ἄρχοντες πρὶν διανομοθετηθῆναι αὐτῶν ὠνομάζοντο».
Δίων «οὐχ ὅπως ἐπείσθησαν αὐτοῦ».
Δίωνος ιθʹ βιβλίῳ «καὶ τούς τε ἀντεπεξελθόντας οἱ ἀνέκοψαν».
Δίων ιθʹ βιβλίῳ «Ταραντῖνοι μὲν οὖν οὐδὲν οὐδὲ ἐκείνου προτιμήσαντες».
Δίων ιθʹ βιβλίῳ «ῥᾷον καὶ τὰ λοιπὰ προσκατεργάσασθαι».
Δίων κβʹ βιβλίῳ «ὧν τὰ μὲν βίᾳ ᾕρει, τὰ δὲ καὶ ὁμολογίᾳ παρίστατο».
Δίων νʹ βιβλίῳ «ἐφʼ ᾧ καὶ τήν τε χώραν σφῶν παντελῶς ἐκλίπωσιν».
Δίων μϛʹ βιβλίῳ «καὶ οἱ ἵπποι τοῖς στρατιώταις ὑπούργησαν».
ἀδύνατον γάρ ἐστι τἀναντία τινὰ τοῖς ὀρθῶς ἔχουσι πράττοντα καὶ ἀγαθοῦ τινος ἀπʼ αὐτῶν ἀπολαῦσαι.
οὐ γὰρ αἱ ἐπικλήσεις καὶ τοὺς τρόπους τῶν ἀνθρώπων μεταβάλλουσιν, ἀλλʼ ὅπως ἄν τις τὰ πράγματα μεταχειρίζηται, τοιαύτας καὶ ἐκείνας δοκεῖν εἶναι ποιεῖ· καὶ πολλοὶ μὲν μοναρχοῦντες ἀγαθῶν αἴτιοι τοῖς ἀρχομένοις γίγνονται, διὸ καὶ βασιλεία τὸ τοιοῦτον ὀνομάζεται, πολλοὶ δὲ δημοκρατούμενοι μυρία κακὰ αὑτοὺς ἐργάζονται.
πέφυκεν γὰρ ὡς ἀεὶ πρὸς τὰς γνώμας τῶν ἀρχόντων τυποῦσθαι καὶ τὸ ὑποχείριον.
οὐδὲν γὰρ καὶ στράτευμα καὶ τἆλλα πάντα ὅσα ἀρχῆς τινος δεῖται οὕτως οὔτε ἐπὶ τὸ χεῖρον οὔτε ἐπὶ τὸ κρεῖττον προάγει ὡς ὅ τε τρόπος καὶ ἡ δίαιτα τοῦ ἐπιστατοῦντος αὐτῶν· πρὸς γὰρ τὰς γνώμας τάς τε πράξεις τῶν ἡγουμένων σφίσιν οἱ πολλοὶ ἐξομοιοῦνται, καὶ ὁποῖα ἂν ἐκείνους δρῶντας ἴδωσι, τοιαῦτα καὶ αὐτοὶ οἱ μὲν ὡς ἀληθῶς οἱ δὲ καὶ προσποιούμενοι πράττουσιν.
φιλεῖ πως λυπεῖν μᾶλλόν τινας τῶν μὴ προσδοκηθέντων ἀρχὴν ὅσα ἂν ἐν ἐλπίδι γενόμενα διαπέσῃ· τὰ μὲν γὰρ πόρρω σφῶν νομίζοντες εἶναι ἧττον αὐτῶν ὡς καὶ ἀλλοτρίων ἐφίενται, τῶν δὲ ἐγγὺς ἐλθόντες ἄχθονται ὡς καὶ οἰκείων στερόμενοι.
πολλῷ κρεῖττόν ἐστι κατορθώσαντάς τι ζηλοτυπηθῆναι ἢ πταίσαντας ἐλεηθῆναι.