eul_wid: rhq-ag
Ἱστορίαι ῬωμαϊκαίRoman Histories, Version 1 in Volume 3
Dio Cassius of Nicaea Roman Histories, Version 1 in Volume 3 PDF
| 60 31 6 [5] | ἐκείνης δ’ οὕτω διαφθαρείσης τὴν Ἀγριππῖναν τὴν ἀδελφιδῆν ἔγημε σπουδῇ τῶν ἀπελευθέρων, ὅτι τὸν Δομίτιον ἐς προσήβους ἤδη τελοῦντα εἶχεν υἱόν, ὅπως ἔφεδρον αὐτὸν τῇ ἀρχῇ τρέφοντες μηδὲν ὑπὸ τοῦ Βρεττανικοῦ δεινὸν πάθωσιν, ὡς τὴν αὐτοῦ μητέρα τὴν Μεσσαλῖναν ἀναιρεθῆναι ποιήσαντες. |
| 60 31 6a [10] | δεδογμένου δὲ ἤδη τοῦ γάμου δείσαντες τὸν Σιλανὸν ὑπὸ τοῦ Κλαυδίου τιμώμενον ὡς ἄνδρα ἀγαθόν, ἅμα δὲ καὶ τὴν Ὀκταουίαν τὴν θυγατέρα αὐτοῦ τῷ τῆς Ἀγριππίνης υἱῷ τῷ Δομιτίῳ προμνώμενοι, ἐνηγγυημένην τῷ Σιλανῷ, πείθουσι τὸν Κλαύδιον ὡς ἐπιβουλεύοντά οἱ τὸν Σιλανὸν ἀποκτεῖναι. |
| 60 31 8 [5] | γενομένου δὲ τούτου λόγους ἐν τῇ βουλῇ ὁ Οὐιτέλλιος ἐποιήσατο ὅτι συμφέρει τῷ κοινῷ γῆμαι τὸν Κλαύδιον· καὶ τὴν Ἀγριππῖναν ἐπιτηδείαν εἰς τοῦτο ἀπέφαινε, καὶ βιάσασθαί σφισιν αὐτὸν ἐπὶ τὸν γάμον συνεβούλευεν. ἐντεῦθεν ὁρμηθέντες οἱ βουλευταὶ πρὸς τὸν Κλαύδιον ἦλθον καὶ ἠνάγκασαν δῆθεν αὐτὸν γῆμαι, καὶ ψήφισμα ἐποιήσαντο ἐξεῖναι Ῥωμαίοις ἀδελφιδᾶς ἄγεσθαι· πρότερον γὰρ ἐκεκώλυτο. Zon. 11, 10 p. 468, 8—469, 3 B. (p. 31, 15—32, 4 D.) καὶ τὸν υἱὸν αὐτῆς εἰσποιησάμενος μετωνόμασε Τιβέριον Κλαύδιον Νέρωνα Δροῦσον Γερμανικὸν Καίσαρα, μηδὲν φροντίσας ὅτι καίεσθαι ὁ οὐρανὸς τὴν ἡμέραν ἐκείνην ἔδοξε. |
| 60 33 2,2 [10] | καὶ μετὰ τοῦτο τὴν θυγατέρα τὴν Ὀκταβίαν εἰς ἕτερόν τι γένος εἰσαγαγών, ἵνα μὴ ἀδελφοὺς συνοικίζειν δοκῇ, ἐνηγγύησεν αὐτῷ. Zon. 11, 10 p. 469, 19—470, 1 B. (p. 32, 23—29 D.). ὅτι τῶν Βρεττανῶν ὁ ἄρχων Καρτάκης κατασχεθεὶς εἰς Ῥώμην ἀνεπέμφθη· ὅντινα ἐπὶ βήματος ὁ Κλαύδιος χλαμύδα φορῶν εἰσήγαγεν· ὃς καὶ συγγνώμης ἔτυχε σὺν γαμετῇ καὶ τοῖς παισὶν ἐν Ἰταλίᾳ διάγων· καί ποτε περινοστήσας τὴν πόλιν καὶ ἰδὼν τὸ μέγεθος αὐτῆς καὶ τὴν λαμπρότητα τῶν οἴκων “διὰ τί” ἔφη “τοσαῦτα καὶ τηλικαῦτα κεκτημένοι τῶν σκηνῶν ἡμῶν ἐπιθυμεῖτε;” Petr. |
| 60 33 3c | Patr. Exc. Vat. 42 (p. 208 sq. Mai. = p. 191, 12—19 Dind.). . |
| 60 34 6 [10] | ... διεφθάρη παρὰ τῷ τῆς Μεσσαλίνης μνημείῳ ἔκ τινος συντυχίας, ὅπερ εἰς τιμωρίαν ἐκείνης ἐνομίσθη. Joann. Antioch. fr. 89 M. v. 13—15. ὅτι ὁ Νέρων περὶ Κλαυδίου ἀστείως ἐφθέγξατο· ἔν τινι γὰρ συσσιτίῳ εἰσκομισθέντων μυκήτων, εἰπόντος τινὸς ὡς οἱ μυκῆται θεῶν βρῶμά εἰσιν, ἐκεῖνος ἔφη “ἀληθές· καὶ γὰρ ὁ πατήρ μου μυκήτην φαγὼν ἀπεθεώθη”. |
| 60 35 4 (5) [5] | Petr. Patr. exc. Vat. 44 (p. 209 Mai. = p. 191, 25—29 Dind.). καὶ Κλαύδιος μὲν ὃν εἴρηται τρόπον ἐξ ἀνθρώπων ἐγένετο, τὴν δ’ ἡγεμονίαν ὁ Νέρων ἐσφετερίσατο τῇ τῆς Ἀγριππίνης σπουδῇ, υἱὸς αὐτῆς ὢν καὶ εἰσποιητὸς παῖς τῷ Κλαυδίῳ γενόμενος, τῶν τε διαθηκῶν τοῦ Κλαυδίου ἀφανισθεισῶν καὶ τοῦ Βρεττανικοῦ παρηγκωνισμένου, ὃς γνήσιος ἦν τοῦ τεθνεῶτος υἱός, ἐν παιδικῇ ἔτι τυγχάνων τῇ ἡλικίᾳ. |
| 61 1 2 [10] | Zon. 11, 12 p. 475, 10—15 B. (p. 37, 22—28 D.). τοῦ Νέρωνος δὲ αὐτοκράτορος καὶ Αὐγούστου ὑπό τε τῆς βουλῆς καὶ τῆς στρατιᾶς ἀναγορευθέντος ἡ Ἀγριππῖνα πάντα τὰ τῇ ἀρχῇ προσήκοντα διῴκει τῷ ἐκείνου ὀνόματι καπηλεύουσα πάντα. |
| 61 3 2 [5] | Zon. 11, 12 p. 475, 15—18 B. (p. 37, 29—38, 3 D.). ἡ δὲ Ἀγριππῖνα ἔς τε τὰ συνέδρια ἐφοίτα ταῖς τε πρεσβείαις—ἐπέστελλεν. Joann. Ant. fr. 90 M. v. 102—105. [Zonaras] τῆς δ’ Ἀγριππίνης, ὅτι μὴ ἀργυρολογεῖν ἠδύνατο φιλαργυρωτάτη οὖσα περιθύμως ὀργισθείσης, καὶ ἀπειλησαμένης τὸν Βρεττανικὸν αὐτοκράτορα καταστήσειν, φοβηθεὶς ὁ Νέρων ἀπέκτεινε φαρμάκῳ αὐτόν. |
| 61 7 3a (1n) [15] | καὶ ὁ μὲν παραχρῆμα ἀπέψυξε καὶ φοράδην ὡς ἐπίληπτος ἐκκεκόμιστο· ἐν δέ γε τῇ ἐκφορᾷ ἐπεὶ πελιδνὸς ὑπὸ τοῦ φαρμάκου γέγονε, γύψῳ χρισθεὶς διὰ τῆς ἀγορᾶς ἤγετο· ὑετὸς δὲ πολὺς ὑγρᾶς ἔτι τῆς γύψου οὔσης ἐπιπεσὼν ἅπασαν αὐτὴν ἀπέκλυσεν, ὥστε τὸ δεινὸν μὴ μόνον ἀκούεσθαι, ἀλλὰ καὶ ὁρᾶσθαι. |
| 61 7 4 [4] | Zon. 11, 12 p. 476, 1321 B. (p. 38, 23—32 D.) [Zonaras] (. |
| 62 13 1 (3n) [5] | .. μητροκτόνοι 61, 16, 2.) καὶ τὴν Αὐγούσταν Ὀκταουίαν τὴν τοῦ Κλαυδίου θυγατέρα τὴν ἑαυτοῦ γυναῖκα ἀπεπέμψατο· τῆς γὰρ Σαβίνης ἐρῶν ἤθελεν αὐτῇ συνεῖναι ὡς γαμετῇ. δείσασα δὲ ἡ Σαβῖνα μήποτε ἡ Ὀκταουία μετακληθῇ, κατηγόρους ἐπ’ αὐτῇ καὶ μοιχείας καὶ γοητείας ψευδοῦς παρεσκευάσατο. καὶ τὸ μὲν πρῶτον φυγαδευθῆναι αὐτὴν, ἔπειτα καὶ σφαγῆναι ἐποίησεν. Zon. 11, 12 p. 477, 11—16 B. (p. 39, 12—20 D.) ὅτι ὁ Τιγελλῖνος διεδέξατο τὸν Βοῦρρον, ἀσελγείᾳ καὶ μιαιφονίᾳ πάντας τοὺς καθ’ αὑτὸν ἀνθρώπους ὑπεράρας. |
| 62 13 3 (2) [5] | τόν τε Νέρωνα ἀπ’ αὐτῶν προσεποιήσατο, καὶ τὸν συνάρχοντα Ῥοῦφον παρ’ οὐδὲν ἐτίθετο. Exc. Val. 244 (p. 689). (Οὐίνδιξ) ὁρῶν τοὺς ὁμοφύλους Γαλάτας ὀργῶντας πρὸς ἀποστασίαν, δι’ ὧν ἐδημηγόρησεν ἠρέθισεν αὐτούς. |
| 63 22 2 (2) [10] | Zon. 11, 13 p. 479, 12—14 B. (p. 41, 10—12 D.) [Zonaras] καὶ ὥρκωσε πάντα ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου τῶν Ῥωμαίων ποιήσειν, καὶ ἑαυτόν, ἄν τι παρὰ ταῦτα πράξῃ, φονεύσειν. |
| 63 23 1 (1n) [9] | αὐτοκράτορα δὲ Γάλβαν τὸν Σέρουιον τὸν Σουλπίκιον προεχειρίσατο, γενόμενον ἐξ εὐπατριδῶν, καὶ τότε τῆς Ἰβηρίας ἄρχοντα· καὶ ὃς τὴν ἡγεμονίαν ἐδέξατο, οὐκ ἠθέλησε δὲ τὰς τῆς αὐταρχίας ἐπικλήσεις προσλαβεῖν τότε. Zon. 11, 13 p. 479, 14—480, 1 B. (p. 41, 12—19 D.) [Zonaras] (. |
| 63 26 2 (7n) [10] | .. οὐκ ἐξετέλεσεν αὐτό c. 24, 4 A .) τοσαύτῃ γὰρ προθυμίᾳ πρὸς τοῦτο ἐχρήσατο ὥστε τοῦ Νέρωνος διακοσίας καὶ πεντήκοντα μυριάδας ἐπικηρύξαντος τῷ τὴν κεφαλὴν αὐτῷ κομίσοντι τοῦ Οὐίνδικος, ἐκεῖνος ἔφη ὅτι “ὁ Νέρωνα ἀποκτείνας καὶ τὴν ἐκείνου κομίσας μοι κεφαλήν, τὴν ἐμὴν ἀντιλήψεται”. |
| 63 23 2 [15] | (ὁ δὲ Νέρων κ.τ.λ. c. 27, 1 A .) Zon. 11, 13 p. 480, 6—10 B. (p. 41, 2429 D.) [Joann. |
| 63 27 1a (1n) [10] | Antioch.] (.... ἐν ἀφασίᾳ κατέστη, c. 25, 1.) ταῦτα ὡς ἠγγέλθη τῷ Νέρωνι οὐδεμίαν τοῦ λοίπου τῶν ὅπλων ἐλπίδα ἐποιήσατο ἀλλ’ ἐβουλεύσατο ἀμφ’ αὐτὸν ἄλλο πρᾶξαι. καὶ ἄλλων ἄλλα λεγόντων τέλος ἔγνω τούς τε βουλευτὰς ἀποκτεῖναι, καὶ τὴν πόλιν καταπρῆσαι νύκτωρ, ἔς τε τὴν Ἀλεξάνδρειαν πλεῦσαι· εἰπὼν ὅτι “κἂν τῆς ἀρχῆς ἐκπέσωμεν, τὸ δὲ τέχνιον ἡμᾶς θρέψει. |
| 63 27 2a (1n) [5] | [Joann. Antioch.] οἱ δὲ τῆς βουλῆς ἀκούσαντες ταῦτα, πρὸς τοὺς δορυφόρους καὶ τοὺς ἄλλους, οἳ τὴν βασίλειον φρουροῦσι αὐλὴν προσδιαλεχθέντες, πείθουσί τε αὐτοὺς ἅμα γενέσθαι, καὶ μεταποιήσασθαι τῆς Ῥωμαίων ἐπικρατείας. |
| 63 27 2b [15] | ἐπειδὴ δὲ καὶ οὗτοι τῆς τῶν βουλευσάντων ἐγένοντο γνώμης, αὐτίκα μὲν τὸν τοῦ στρατοπέδου ἔπαρχον Σκιπουλὸν ἀναιροῦσιν· ἀφίστανται δὲ τῆς τοῦ βασιλέως φρουρᾶς. ὁ δὲ Νέρων ὡς καὶ ὑπὸ τῶν σωματοφυλάκων κατελείφθη, ἀποκτεῖναι μὲν ἑαυτὸν οὐκ ἐτόλμησεν, ἵνα τὴν αἰσχύνην κερδάνῃ, φυγεῖν δὲ ἐπεχείρησε, πρότερον κεραυνωθείσης αὐτοῦ τῆς τραπέζης· ἐσθῆτά τε φαύλην ἐνδυσάμενος καὶ ἐφ’ ἵππον οὐδὲν βελτίονα ἀναβάς, κατακεκαλυμμένος πρὸς χωρίον τι λεγόμενον Καισαρίου μετὰ Ἐπαφροδίτου καὶ Σπόρου κατέφυγε. |
| 63 28 1 [11] | νυκτὸς δ’ ἔτι οὔσης καὶ αὐτοῦ ταῦτα πράσσοντος σεισμὸς ἐξαίσιος ἐν τῇ Ῥώμῃ γέγονε. καὶ αὐτὸν γνωρισθέντα ὑπό τινων ἀποβῆναι μὲν τοῦ ἵππου παραχρῆμα, εἴς τινα δὲ πλήσιον καταφυγεῖν καλαμῶνα. |
| 63 28 2 [8] | ἐν ᾧ μέχρι πολλοῦ ἐρριμμένος πάντα μὲν παριόντα ὑπετοπεῖτο, πᾶσαν δὲ φωνὴν, ὡς [Joann. Antioch.] καὶ ἀναζητοῦσαν ὑπέτρεμε, θρηνῶν τε καὶ ὀλοφυρόμενος ἐν οἷς ἦν πρότερον, καὶ ὅτι ἐν κοπρίᾳ ἔρριπτο. |
| 63 28 5 [10] | Νέρων μὲν οὖν αὐτὸς παρ’ ἑαυτῷ ἐτραγῴδει, καὶ ὀψέ ποτε, ἐπεὶ μηδεὶς αὐτὸν ἑώρα, μετῆλθεν εἰς τὸ πλησίον ἄντρον καὶ διψήσας ἔπιεν ὕδωρ. Joann. Antioch. fr. 91 M. (v. 25—56). [Zonaras] ὁ δὲ δῆμος ἐν τῇ Ῥώμῃ, ἐπεὶ ἡμέρα ἐγένετο ὑπερέχαιρον καὶ τὴν πόλιν στεφανωμάτων ἐπλήρωσαν καί τινες καὶ πιλία ὡς ἠλευθερωμένοι ἔφερον. |
| 63 29 1 (1n) [5] | καὶ ἡ βουλὴ τῷ Γάλβᾳ τὰ τῇ ἀρχῇ προσήκοντα ἐψηφίσατο. ὁ δὲ ὅμιλος εἴς τε τὸν Νέρωνα ἀπέσκωπτον καὶ συχνοὺς τῶν παρ’ αὐτῷ δυνηθέντων φονεύοντες εἷλκον. ἐκείνου δὲ ζήτησιν οἱ στρατιῶται καὶ ἄλλοι πεποίηντο, καὶ γνόντες ὅπῃ ποτὲ ἦν, ἔπεμψαν ἐπ’ αὐτὸν ἱππέας ὁ δὲ προσιόντας [Zonaras] αὐτοὺς αἰσθόμενος προσέταξε τοῖς παροῦσι καὶ ἑαυτὸν καὶ σφᾶς ἀποκτεῖναι. |
| 63 29 2 [5] | ὡς δ’ οὐχ ὑπήκουον, μέγα ἐστέναξεν. εἶτα τὸν Σπόρον ἀνελεῖν θελήσας καὶ μὴ δυνηθείς, “ἐγὼ μόνος” ἔφη “οὔτε φίλον οὔτε ἐχθρὸν ἔχω”. καὶ ἤδη πελασάντων τῶν ἱππέων αὐτὸς ἑαυτὸν ἐπάταξεν εἰπών, “ὦ Ζεῦ, οἷος τεχνίτης ἀπόλλυμαι” δυσθανατοῦντα δ’ αὐτὸν ὁ Ἐπαφρόδιτος προσκατειργάσατο. ὁ μὲν οὖν [Zonaras] οὕτω κατὰ τὸν Ἰούλιον ἐτελεύτησε μῆνα βιοὺς ἔτη τριάκοντα πρὸς μησὶ πέντε καὶ ἡμέραις εἴκοσιν, ἀφ’ ὧν ἦρξεν ἔτη τρισκαίδεκα καὶ μῆνας ὀκτὼ δυοῖν ἡμερῶν δέοντας. |
| 63 29 3 [5] | Zon. 11, 13 p. 481, 6—482, 2 B. (p. 42, 19 43, 6 D.) [Zonaras] ὁ δὲ δὴ Ὄθων ὁ Μάρκος ὁ Σάλουιος, ἀγανακτήσας ὅτι μὴ αὐτὸς ὑπὸ τοῦ Γάλβου υἱοθετήθη, ἐπανέστη αὐτῷ, τριάκοντα μόνους στρατιώτας ἑτοιμασάμενος. |
| 64 5 5a | πράξαντες δὲ ταῦτα οἱ στρατιῶται, τάς τε κεφαλὰς ἐκείνων ἀποτεμόντες, πρός τε τὸν Ὄθωνα αὐτὰς ἐν τῷ στρατοπέδῳ καὶ εἰς τὸ συνέδριον ἐκόμισαν, ὥστε τοὺς βουλευτὰς καταπλαγέντας χαίρειν τε προσποιεῖσθαι καὶ τῷ Ὄθωνι πάντα τὰ πρὸς τὴν ἀρχὴν φέροντα ψηφίσασθαι. |
| 64 8 2,1 [5] | οὐκ ἐλάνθανε δὲ ὅτι αὐτὸς τὴν βουλὴν ἐβιάζετο καὶ ὡς ἀσελγέστερον καὶ πικρότερον τοῦ Νέρωνος ἄρξειν ἔμελλε. Zon. 11, 14 p. 484, 3—9 B. (p. 44, 26—45, 2 D.) [Exc. |
| 64 9 2 (7n) [5] | Vat.] ὅτι οἱ στρατιῶται παρρησίας λαβόμενοι ἐπεχείρησαν τοὺς βουλευτὰς ἀνελεῖν, καὶ ἐπέλεγον ὡς οὐ δύναται ὁ Ὄθων τοῦ συνεδρίου τούτου ὄντος μοναρχῆσαι. Petr. Patr. exc. Vat. 86 (p. 217 Mai. = p. 198, 25—27 Dind.) [Zonaras] ἐν τούτοις δέ τις πλασάμενος Νέρων εἶναι ἐκ τῆς πρὸς τὸν Νέρωνα οὔσης ἐμφερείας αὐτῷ, τὴν Ἑλλάδα ὀλίγου πᾶσαν ἐτάραξε, καὶ χεῖρα κακούργων ἀνδρῶν ἀθροίσας πρὸς τὰ ἐν τῇ Συρίᾳ στρατόπεδα ὥρμησεν. |
| 64 9 3 (4n) [15] | ἐν Κύθνῳ δὲ περαιούμενον αὐτὸν ὁ Καλπούρνιος συνέλαβε καὶ ἀπέκτεινεν. Zon. 11, 15 p. 484, 16—485, 2 B. (= p. 45, 11—16 D.) [Zonaras] ὁ δὲ Ὄθων λάθρᾳ πολλοὺς πρὸς τὸν Οὐιτέλλιον ἐπὶ καταλλαγῇ ἔπεμψεν. |
| 64 10 1 [10] | ὡς δ’ οὐκ ἐπείθετο, πρεσβευτὰς ἀπέστειλε φανερῶς. οὔτε δὲ ἀπεκρίνατό τι αὐτοῖς Οὐιτέλλιος οὔτε ἀντέπεμψεν αὐτούς. εἶτα ἔπεμψεν Ὄθων ἰσχὺν κατὰ γῆν τε καὶ θάλασσαν, ἡττήθη δὲ διὰ πολυαρχίαν οὐ δι’ ἀσθένειαν. κἀκ τῆς Ῥώμης δὲ ἐξωρμήθη καὶ τοὺς πρώτους ἐξήγαγε. |
| 64 10 1a | Zon. 11, 15 (p. 485, 3—9 B. (p. 15, 17—24 D.) μέρος δέ τι τῆς δυνάμεως τῷ Πρόκλῳ δούς, αὐτὸς ἀνεχώρησε, λέγων μὴ φέρειν μάχην ἀνδρῶν ὁμοφύλων ἰδεῖν. |
| 64 10 2a | ὅθεν μαλακίαν αὐτοῦ καταγνόντες οἱ στρατιῶται καὶ οἱ στρατάρχαι οὐδὲν τῶν δεόντων ἔπραξαν, ἀλλ’ ἡττήθησαν καὶ τοῖς τοῦ Οὐιτελλίου ἐπεκηρυκεύσαντο καὶ ἀνεμίχθησαν σφίσι. Zon. 11, 15 p. 485, 9—13 B. (p. 45, 24—46, 1 D.) καὶ ὁ μὲν τὴν ἀσέλγειαν τοῦ ἔμπροσθεν βίου ἐν τούτοις θαυμαστῶς συνεσκιάσατο, βεβαίως τὸν τοιόνδε πόλεμον τῷ ἑαυτοῦ κατασβέσας αἵματι. |
| 64 15 2,2 [5] | Joann. Antioch. fr. 95 M. v. 15—18. [Zonaras] φιλόμαντις δὲ ὑπάρχων καὶ μηδὲ τὸ βραχὺ πράσσων ἄνευ αὐτῶν, τότε μὲν τοὺς ἀστρονόμους, ὕστερον δὲ καὶ τοὺς γόητας ἐξήλασε, προειπὼν κ. |
| 65 1 4 (2n) [1p] | τ.λ. [Zonaras] ἐπὶ τούτοις ἠγγέλθη αὐτῷ ἡ ἐν Ἰουδαίᾳ κατ’ αὐτοῦ ἐπανάστασις. |
| 65 8 1 (1n) [2] | καὶ δεινῶς κατέδεισε δι’ αὐτὴν ἄλλων τε συμβάντων σημείων (καὶ τῆς σελήνης κ.τ.λ.) [Zonaras] ἐπράχθη δὲ τὰ τῆς ἐπαναστάσεως ὧδε. |
| 65 8 3,1 (1n) [10] | Οὐεσπασιανὸς ἐν Ἰουδαίᾳ διατρίβων (ὡς γὰρ ἤδη ἱστόρηται, παρὰ Νέρωνος ἦν ἐκεῖσε σταλεὶς διὰ τὴν τῶν Ἰουδαίων ἀποστασίαν) τῷ μὲν Γάλβᾳ αὐταρχήσαντι τὸν υἱὸν ἔπεμψε Τίτον προσεροῦντα αὐτόν, ἐπανελθόντος δὲ Τίτου ἐπεὶ καθ’ ὁδὸν ἐμεμαθήκει τὴν τοῦ Οὐιτελλίου καὶ τοῦ Ὄθωνος ἐπανάστασιν, πρὸς μοναρχίαν καὶ αὐτὸς ὡρμήθη. Zon. 11, 16 p. 489, 511 B. (p. 49, 1—8 D.) ὅτι ἐπὶ Τίτου τοῦ Ῥωμαίων βασιλέως ἀνήρ τις . |
| 66 19 3b [10] | .. ὢν τὸ γένος, Τερέντιος Μάξιμος ὄνομα, τά τε ἄλλα καὶ τὴν φωνὴν προσεοικὼς τῷ Νέρωνι (καὶ γὰρ δὴ καὶ οὗτος ᾖδε πρὸς κιθάραν), Νέρων τε εἶναι ἐπλάττετο, καὶ διαπεφευγέναι πάλαι τοὺς ἐπ’ αὐτὸν σταλέντας στρατιώτας, ἐν ἀφανεῖ δέ που πεποιῆσθαι τὰς διατριβὰς ἐς τόδε. πολλοὺς γοῦν ἔκ τε τῆς κάτω Ἀσίας τούτοις ἀπατήσας τοῖς λόγοις ἕπεσθαί οἱ ἀνέπεισε, καὶ ἐπὶ τὸν Εὐφράτην προϊὼν πολλῷ πλείους προσεποιήσατο. |
| 66 19 3c [10] | τέλος πρὸς Παρθυαίους, ὡς καὶ ὀφειλομένης αὐτῷ πρὸς ἐκείνων ἀμοιβῆς τινος διὰ τὴν τῆς Ἀρμενίας ἀπόδοσιν, κατέφυγεν. οὐ μὴν ἄξιόν τι τῆς ἐπινοίας εἰργάσατο, ἀλλὰ φωραθεὶς ὃς ἦν ταχέως ἀπώλετο. Joann. Antioch. fr. 104 Muell. ἐν δὲ τῷ πρώτῳ τῆς ἡγεμονίας αὐτοῦ ἔτει πῦρ ἐν Καμπανίᾳ πολὺ κατὰ τὸ φθινόπωρον ἀθρόον ἐξήνθησε. |
| 66 21 1 (2) [5] | Zon. 11, 18 p. 496, 19. 20 B. (p. 55, 28—30 D.) νίκας δὲ ψευδεῖς προσποιούμενος ὕπατος κ. |
| 67 4 3 | τ.λ. [Zon. 11, 19]. ὅτι Δούρας, οὗ ἡγεμονία ἐγίγνετο, ἑκὼν αὐτῆς παρεχώρησε τῷ Δεκεβάλῳ τῷ Δακῶν βασιλεῖ ὅτι δεινὸς κ. |
| 67 6 1 (2) | τ.λ. [Exc. Val.] [Exc. |
| 67 11 2 (7n) [10] | Val.] ὅτι τὸ σύμπαν πλῆθος τῶν ὑπὸ Δομιτιανοῦ κολασθέντων οὐδ’ ἂν εὑρεῖν τις δυνηθείη. |
| 67 11 3 [5] | οὕτω γὰρ δὴ καὶ αὐτὸς ἑαυτοῦ ἐπὶ τούτῳ κατέγνω ὥσθ’, ἵνα μηδεμία μνήμη τῶν θανατουμένων ὑπολειφθῇ, ἐκώλυσέ σφας ἐς τὰ ὑπομνήματα ἐσγραφῆναι. οὐ μὴν οὐδὲ περὶ τῶν ἀναιρεθέντων τῇ βουλῇ τι ἐπέστειλε, καίπερ τὰς κεφαλὰς αὐτῶν, ὥσπερ τὴν τοῦ Ἀντωνίου, πέμψας ἐς τὴν Ῥώμην καὶ ἐς τὴν ἀγορὰν ἐκθείς. Exc. Val. 283 (p. 709). ὅτι Νέρβας, ἐπειδὴ πρός τινων διὰ τὸ γῆρας καταφρονηθεὶς ἐπεβουλεύθη πολλάκις, καὶ τὸν Πετρώνιον καὶ τὸν Παρθένιον, προσφιλεστάτους οἱ ὄντας, ἐκδοῦναι τοῖς στρατιώταις πρὸς Αἰλιανοῦ τοῦ τῶν δορυφόρων ἡγουμένου ἐβιάσθη· ἐφ’ οἷς δὴ καὶ σφόδρα ἠνιᾶτο. |
| 68 3 4 [10] | Joann. Antioch. fr. 110 M. (v. 1—6). ἐκ Παιονίας δὲ ἀγγελία ἐπινικίων ἐλθοῦσα· παρὰ Τραϊανοῦ, ἀνελθὼν ἐν τῷ Καπιτωλίῳ καὶ λιβανωτὸν ἐπιθύσας, στάς τε ἐπὶ βήματος καὶ μεγάλα βοῶν τῆς τε βουλῆς καὶ τοῦ δήμου τῶν Ῥωμαίων παρόντων, ἔφη “ἀγαθῇ τύχῃ Μάρκος Νέρβας Τραϊανὸν υἱοποιοῦμαι”. Leo p. 283, 6—9 Cram. = Cedr. 1 p. 433, 20—434, 2 B. πρὸς δὲ τὸν Ἴστρον πεφθακὼς Τραϊανὸς εὐθέως Ῥωμαίους διεπόρθμευσεν ὁλκάσι πρὸς τοὺς Δάκας. |
| 68 8 1 (2) | Tzetz. Chil. 2, 62. 63. ὅτι Δεκέβαλος πρὸς Τραϊανὸν πρέσβεις ἔπεμψε πιλοφόρους· οὗτοι γάρ εἰσι παρ’ αὐτοῖς οἱ τιμιώτεροι. |
| 68 9 1 [1] | πρότερον γὰρ κομήτας ἔπεμπε, εὐτελεστέρους δοκοῦντας παρ’ αὐτοῖς εἶναι. ἐκεῖνοι δὲ ἐλθόντες ἐπὶ τοῦ Τραϊανοῦ ἔρριψαν καὶ τὰ ὅπλα καὶ τὰς χεῖρας ὄπισθεν δήσαντες ἐν αἰχμαλώτων τάξει ἐδέοντο τοῦ Τραϊανοῦ εἰς λόγους ἐλθεῖν Δεκεβάλου. Petr. Patr. exc. de leg. G 4 (Hoesch. p. 15 = fr. 5 Muell. Fragm. hist. Graec. 4 p. 185 sq.) [Xiphilinus] (. |
| 68 8 3 (1n) [15] | ... κελεῦσαι c. 8, 2.) ὡς δὲ καὶ ἐς αὐτὰ τὰ [ἐπ’] ἄκρα ἐπεχείρησε ἀναβῆναι, λόφους ἐκ λόφων μετὰ κινδύνων καταλαμβάνων, καὶ τοῖς τῶν Δακῶν βασιλείοις ἐπέλασεν, ὅ τε Λούσιος ἑτέρωθι προσβαλὼν καὶ ἐφόνευσε πολλοὺς καὶ ἐζώγρησε πλείονας, τηνικαῦτα ὁ Δεκέβαλος πρέσβεις πέμψας (cf. v. 16) [Xiphilinus] τοὺς ἀρίστους τῶν πιλοφόρων καὶ δι’ αὐτῶν τοῦ αὐτοκράτορος δεηθείς (c. 9, 1. 2), οὐδὲν ὅ τι οὐχ ἑτοίμως τῶν προταχθέντων ἔσχε συνθέσθαι. (τὰ γὰρ ὅπλα κ.τ.λ.) Xiphilinus 231, 13 —16 R. St. (ἡ δὲ Σεμίραμις . |
| 68 27 1a [5] | .. πόλιν ... ἐπυργώσατο ....) σταδίων τὴν περιμέτρον ἔχουσαν κατὰ Κοκκειανὸν Κάσσιον Δίωνα τετρακοσίων. Tzetz. Exeg. in Hom. Il. p. 141, 15 sq. ἐπὶ τούτου κλόνος τῆς γῆς συνέβη φρικώδης περὶ τὴν Βιθυνίαν καὶ τὸν Ἑλλήσποντον, ἐξ οὗπερ πλείους πόλεις κατέπεσον, μάλιστα δ’ ἡ Κύζικος ἔπαθεν. |
| 70 4 1 [15] | ὅτε καὶ ὁ ἐν αὐτῇ περιβόητος κατεπτώθη ναός, οὗ λέγονται τετράοργοι τὸ πάχος εἶναι οἱ κίονες, τὸ δ’ ὕψος αἴρεσθαι μέχρι πεντήκοντα πήχεων, ἐκ λίθου συνεστῶτες ἑνός, εἴ τῳ ταῦτα μὴ ἄπιστα δόξαιεν, καὶ τἄλλα δὲ τοῦ ἔργου ἐκείνου θαυμάσια ξύμπαντα. Zon. 12, 1 p. 525, 5—11 B. (p. 80, 311 D.) ὅτι Μάρτιος Βῆρος τὸν Θουκυδίδην ἐκπέμπει καταγαγεῖν Σόαιμον εἰς Ἀρμενίαν· ὃς δέει τῶν ὅπλων καὶ τῇ οἰκείᾳ περὶ πάντα τὰ προσπίπτοντα εὐβουλίᾳ τοῦ πρόσω εἴχετο ἐρρωμένως. |
| 71 1 3 [30] | ἦν δὲ ἱκανὸς ὁ Μάρτιος οὐ μόνον ὅπλοις βιάσασθαι τοὺς ἀντιπολέμους ἢ ὀξύτητι προλαβεῖν ἢ ἀπάτῃ κατασοφίσασθαι, ἥπερ ἐστὶ στρατηγῶν ἀλκή, ἀλλὰ καὶ λόγῳ πιθανῷ πεῖσαι καὶ δωρεαῖς μεγαλόφροσιν οἰκειώσασθαι καὶ ἐλπίδι ἀγαθῇ δελεάσαι. χάρις τε ἦν ἐπὶ πᾶσι τοῖς πρασσομένοις ὑπ’ αὐτοῦ καὶ λεγομένοις, τὸ μὲν ἀγανακτοῦν ἑκάστου καὶ τὸ θυμούμενον παραμυθουμένη, τὸ δὲ ἐλπίζον ἔτι μᾶλλον αὔξουσα. κολακείας τε 〈καὶ〉 δώρων καὶ τῆς παρὰ τραπέζαις δεξιώσεως καιρὸν ᾔδει. οἷς προσὸν τὸ πρὸς τὰς πράξεις σύντονον καὶ τὸ πρὸς τοὺς ἐχθροὺς σὺν ὀξύτητι δραστήριον, αἱρετώτερον ἐδείκνυε τοῖς βαρβάροις εἶναι τῆς φιλίας αὐτοῦ μᾶλλον ἢ τῆς ἔχθρας ἀντιποιεῖσθαι. ἀφικόμενος οὖν εἰς τὴν Καινὴν πόλιν, ἣν φρουρὰ Ῥωμαίων κατεῖχεν ἐκ Πρίσκου καταστᾶσα, νεωτερίζειν πειρωμένους λόγῳ τε καὶ ἔργῳ σωφρονίσας, ἀπέφηνε πρώτην εἶναι τῆς Ἀρμενίας. Suidas s. v. Μάρτιος. ζεύγνυται δὲ Ῥωμαίοις ἀπονώτατα τῶν ποταμῶν τὰ ῥεύματα, ἅτε καὶ τοῦτο διὰ μελέτης ἀεὶ τοῖς στρατιώταις ὥσπερ ἄλλο τι τῶν πολεμικῶν 〈ὂν καὶ〉 ἀσκούμενον ἐπί τε Ἴστρῳ καὶ Ῥήνῳ καὶ Εὐφράτῃ. ἔστι δὲ ὁ τρόπος (οὐ γὰρ δὴ πάντας εἰδέναι) τοιόσδε. πλατεῖαι μέν εἰσιν αἱ νῆες δι’ ὧν ὁ ποταμὸς ζεύγνυται, ἀνορμίζονται δὲ ὀλίγον ἄνω τοῦ ῥεύματος ὑπὲρ τὸν μέλλοντα ζεύγνυσθαι τόπον. ἐπὰν δὲ τὸ σημεῖον δοθῇ, ἀφιᾶσι πρώτην μίαν ναῦν κατὰ ῥοῦν φέρεσθαι πλησίον τῆς οἰκείας ὄχθης. |
| 71 1 4 [15] | ἐπὰν δὲ κατὰ τὸν ζευγνύμενον ἥκῃ τόπον, ἐμβάλλουσιν εἰς τὸ ῥεῦμα φορμὸν λίθων ἐμπεπλησμένον, καλωδίῳ δήσαντες, ὥσπερ ἄγκυραν· ἀφ’ οὗ δεθεῖσα ἡ ναῦς πρὸς τῇ ὄχθῃ ἵσταται σανίσι καὶ ζεύγμασιν, ἅπερ ἄφθονα αὐτοῖς ἡ ναῦς φέρει, παραχρῆμα μέχρι τῆς ἀποβάσεως καταστρώννυται. εἶτα ἄλλην ἀφιᾶσιν ὀλίγον ἀπ’ ἐκείνης, καὶ ἄλλην ἀπ’ ἐκείνης, ἔστ’ ἂν ἐπὶ τὴν ἀντιπέραν ὄχθην ἐλάσωσι τὸ ζεῦγμα. ἡ δὲ πρὸς τῇ πολεμίᾳ ναῦς καὶ πύργους ἐπ’ αὐτῇ καὶ πυλίδα καὶ τοξότας καὶ καταπέλτας φέρει. βαλλομένων δὲ τῶν βελῶν πολλῶν ἐπὶ τοὺς ζευγνύντας, ὁ Κάσσιος ἀφιέναι βέλη καὶ καταπέλτας κελεύει. πεσόντων δὲ τῶν βαρβάρων τῶν πρώτων ἐφεστηκότων ἕτεροι ἧκον. Suidas s. v. ζεῦγμα. ὅτι Κούαδοι πρέσβεις ἔπεμψαν πρὸς Μάρκον εἰρήνην αἰτούμενοι καὶ ἔτυχον. |
| 71 11 2 [5] | καὶ πολλοὺς μὲν ἵππους, πολλοὺς δὲ βόας δεδώκασι καὶ αἰχμαλώτους τότε μὲν μυρίους καὶ τρισχιλίους, ὕστερον δὲ καὶ ἑτέρους πλείστους ἀπέλυσαν. Petr. Patr. exc. de leg. G 7 (Hoesch. p. 16 = fr. 7 Muell. Fragm. hist. gr. 4 p. 186). ὅτι ὁ Μάρκος ἐλάλει πρός τινα τῇ Λατίνων φωνῇ, καὶ οὐ μόνον ἐκεῖνος ἀλλ’ οὐδὲ ἄλλος τις τῶν παρόντων ἔγνω τὸ λαληθέν, ὥστε Ῥοῦφον τὸν ἔπαρχον εἰπεῖν “εἰκός ἐστιν, Καῖσαρ, μὴ γνῶναι αὐτὸν τὰ παρ’ ὑμῶν λαληθέντα· οὔτε γὰρ ἑλληνιστὶ ἐπίσταται”. |
| 71 5 2 (5) [5] | καὶ γὰρ αὐτὸς ἠγνόηκε τὸ λεχθέν. Petr. Patr. exc. Vat. 117 (p. 223 ὅτι ὁ Μᾶρκος οὐδ’ αὐτῷ Mai. = p. 206, 14—49 Dind). ἐκείνῳ συνετὰ ἐφθέγγετο· ἦν γὰρ τὰ μὲν ἄλλα ἀγαθός, ἀπαίδευτος δὲ ὑπὸ ἀγροικίας. Exc. Val. 302 (p. 717). ὅτι οὐδὲ ἑκὼν ἐστράτευτο, ἀλλ’ ἀναδενδράδα εὑρεθεὶς κλῶν. ὕστερον δὲ βασιλεύσας. Exc. Val. 303 (p. 717). ὅτι ἐνόσησε σφόδρα ὁ Μάρκος ὥστε καὶ ὀλίγας ἐλπίδας ἐπὶ τῆς σωτηρίας σχεῖν, καὶ πολλάκις ἐν τῇ νόσῳ ἐπεφώνει τὸ τῆς τραγῳδίας ἰάμβιον τοιαῦτα τλήμων πόλεμος ἐξεργάζεται. |
| 71 22 1 | Petr. Patr. exc. Vat. 118 (p. 223 Mai. = 266, 20—23 Dind.) [Joann. |
| 71 22 2 (1n) [13] | Antioch.] τούτων μὲν οὖν ἕνεκα (p. 265 v. 5) ὁ Μάρκος τόν τε Κόμοδον ἐκ τῆς Ῥώμης διεπέμψατο (sequentia vide p. 267). [Joann. Antioch.] Κάσσιος ὁ τῆς Συρίας ἡγούμενος, ἀνὴρ δεινὸς τὰ πολέμια, πλεῖστά τε καὶ λόγου ἄξια κατὰ τὸν Παρθικὸν πόλεμον ἀποδειξάμενος, ἄλλως δὲ ὢν νεωτεροποιός, καινοτομεῖν ἐπήρθη πρὸς τῆς Φαυστίνης τῆς τοῦ Μάρκου γαμετῆς ἐς τήνδε προαχθεὶς τὴν ἔννοιαν. |
| 71 22 3 [10] | αὐτὴ γὰρ τὸν Μάρκον ἀρρωστήσαντα τεθνήξεσθαι ἄλλως τε καὶ νοσώδη ὄντα οἰηθεῖσα, δείσασά τε μὴ εἰς ἕτερον περιελθούσης τῆς ἡγεμονίας ἰδιωτεύσῃ, τοῦ Κομόδου ἔτι νέου ὄντος καὶ ἄρχειν οὐκ ἐπιτηδείου ἔπεισε τὸν Κάσσιον, κρύφα πέμψασα τῶν αὐτῇ πιστῶν τινας, ἐπιθέσθαι τῇ βασιλείᾳ, ἢν αἴσθηται τὸν Μάρκον τεθνεῶτα, συνοικήσειν τε αὐτῷ καὶ τἄλλα συμπράξειν ὑποσχομένη. |
| 71 23 1 [10] | ὃς φήμης τινὸς ψευδοῦς τεθνηκέναι οἱ δηλωσάσης τὸν βασιλέα, προεξανέστη τῆς ἀληθείας, ἄκων τε πολέμιος ἀνεφάνη τῷ αὐτοκράτορι. (τούτων μὲν οὖν ἕνεκα κ.τ.λ. vide supra.) Joann. Antioch. fr. 118 Muell. v. 16. 17. 1—15. (τούτων—διεπέμψατο c. |
| 71 27 2 [5] | 22, 2.) καὶ ἐπὶ τὴν Συρίαν ἐκ τῆς Παιονίας ἐστάλη· οὐ μὴν ὅπλων αὐτῷ κατὰ τῶν ἐπαναστάντων ἐδέησεν· ὁ γάρ τοι Κάσσιος ἀναιρεθεὶς πρός τινος τῶν ἀμφ’ αὐτὸν ἔφθασεν. Joann. Antioch. fr. 118 Muell. v. 17—20. (. |
| 71 27 3,2 (3) [5] | .. ἔφθασε c. 27, 2.) καθ’ ἡσυχίαν δ’ οὖν τήν τε Συρίαν καὶ Αἴγυπτον ἐπελθών, οὔτε δῆμον οὔτε πόλιν οὔτε ἰδιώτην οὔτε ἄρχοντα ἐσπουδακέναι τὰ τοῦ Κασσίου δόξαντα ἐπολυπραγμόνησεν ἢ ἐκόλασεν κ.τ.λ. Joann. Antioch. fr. 118 Muell. v. 20—23. [Joann. |
| 71 30 1 (1n) [25] | Antioch.] (... ἢ ἐκόλασεν c. 27, 4), ἀλλὰ καὶ ὑπὲρ τῶν ἐν Ῥώμῃ συνειλημμένων (ἐξεληλεγμένοι γὰρ ἦσαν κἀνταῦθα τῶν βουλευτῶν συχνοὶ τὰ τοῦ Κασσίου περιφανῶς ἐσπουδακότες) ἐπέστειλε τῇ βουλῇ, μηδὲν χαλεπὸν γνῶναι, τούτοις ἄντικρυς τοῖς ῥήμασι χρησάμενος· αὐτὰ γὰρ εἰρήσεται, τὴν χρηστότητα τοῦ ἀνδρὸς σαφῶς ἐνδεικνύμενα. ἦν δ’ οὖν τοιαῦτα· “ἱκετεύω ὑμᾶς, ὦ βουλὴ, καθαράν μου τὴν ἀρχὴν ἀπὸ παντὸς αἵματος βουλευτικοῦ φυλάξασθαι. |
| 71 30 2 [20] | μὴ γένοιτό τινα ἐξ ὑμῶν ἐπ’ ἐμοῦ ἢ τῇ ἐμῇ [Joann. Antioch.] ἢ τῇ ὑμετέρᾳ ψήφῳ θανατωθῆναι”. καὶ τέλος ἔφη ὅτι “ἂν μὴ τούτου τύχω, ἀποίσομαι πρὸς τὸν θάνατον”. καὶ οὐκ ἐπῆρε τὸν Μάρκον, οὐδὲ προσηγάγετο ἐκβῆναι τῶν συνήθων λογισμῶν οὐ τὸ ἄδικον καὶ ἀνόσιον τῶν τετολμημένων, οὐχ ἡ ἀπιστία τῶν τολμησάντων, οὐ τὸ ὑπὲρ τῶν ὁμοίων ἐς αὖθις δέος. Joann. Antioch. fr. 118 Muell. v. 23—38. ὅτι ὁ Κόμμοδος πολλὰ μὲν καὶ ἀπρεπῆ ἔπραξε, πλείστους δὲ ἐφόνευσε. |
| 72 4 1 | Exc. Val. 313 (p. 722). [Xiph. |
| 72 11 1 [10] | ] Οὐικτωρίνῳ δὲ τῷ πολιαρχήσαντι τελευτήσαντι ὁ ἀνδριὰς ἐδόθη. οὗτος βουλομένου πολλάκις ἀνελεῖν αὐτὸν τοῦ Κομμόδου, ἀναβαλλομένου δὲ καὶ ὀκνοῦντος τὴν πρᾶξιν, [ὁ γὰρ Οὐικτωρῖνος τῇ τε τῆς ψυχῆς ἀρετῇ καὶ τῇ τῶν λόγων παρασκευῇ οὐδενὸς τῶν καθ’ ἑαυτὸν δεύτερος ἐγένετο = p. 293 v. 4. 5] προσελθὼν τῷ Περεννίῳ ποτε “ἀκούω” ἔφη κ.τ.λ. [Exc. |
| 72 16 2 (2n) [15] | Val.] ὅτι ὁ Κόμμοδος πολλὰ παραλόγως ἐδαπάνα, καὶ διὰ τοῦτο οὔτε τἆλλα αὐτῷ οὔτε τὰ πρὸς τοῦ Κλεάνδρου πορισθέντα, καίπερ ἀμύθητα ὄντα, ἐξήρκεσεν, ἀλλ’ ἠναγκάσθη ἐγκλήματα καὶ γυναιξὶ θανάτου μὲν οὐκ ἄξια φόβου δέ τινος καὶ ἀπειλῆς γέμοντα ἐπιφέρειν. κἀκ τούτου πολλοῦ τὴν σωτηρίαν αὐτοῖς ἐπίπρασκε καὶ ὡς παρ’ ἑκόντων αὐτῶν τινα ἀνάγκῃ ἐλαμβάνεν. Exc. Val. 321 (p. 729). [Exc. |
| 72 22 3 (4n) [5] | Vat.] .... ἔγραψεν Λούκιος Κόμοδος Ἡρακλῆς ἐφ’ ᾧ τὸ φερόμενον ἐπίγραμμα γέγονεν ὅτι 〈ὁ τοῦ〉 Διὸς παῖς καλλίνικος Ἡρακλῆς οὐκ εἰμὶ Λούκιος, ἀλλ’ ἀναγκάζουσί με. |
| 72 22 3a [5] | Petr. Patr. exc. Vat. 124 (p. 225 Mai. = p. 208, 18—23 Dind.) ὅτι ὁ Λαῖτος [ὁ ὕπατος] ὅσα κακῶς ἐποίησεν ὁ Κόμμοδος ἐξήλεγχεν. |
| 73 11 2 [5] | ὅτι ὁ Ἰουλιανὸς ὁ Δίδιος ἦν τὸ μὲν γένος βουλευτικὸν τὸν δὲ τρόπον δεινὸν ἔχων· τά τε γὰρ ἄλλα καὶ χρημάτων ἐπιθυμητὴς ἄπληστος καὶ ἀναλωτὴς ἀσελγὴς ἐγένετο, ὅθεν που νεωτέρων πραγμάτων ἀεὶ ἐπεθύμει. Exc. Val. 332 (p. 730). ὅτι ὁ Σεουῆρος δεινότατος ἦν τό τε μέλλον ἀκριβῶς προνοῆσαι καὶ τὸ παρὸν ἀσφαλῶς διοικῆσαι, καὶ πᾶν μὲν τὸ κεκρυμμένον ὡς καὶ ἐμφανὲς ἐξευρεῖν, πᾶν δὲ τὸ δυσλόγιστον ὡς καὶ ἁπλοῦν διακρῖναι, πᾶν δὲ τὸ δυσδιάθετον ὡς καὶ ῥᾷστον ἐξεργάσασθαι. |
| 73 15 1 (3) [5] | Exc. Val. 333 (p. 730). ὅτι Οὐεσπρώνιος Κάνδιδος ἀξιώσει μὲν ἐς τὰ πρῶτα ἀνήκων, σκυθρωπότητι δὲ καὶ ἀγροικίᾳ πολὺ πλεῖον προφέρων, ἐκινδύνευσεν ἀποθανεῖν ὑπὸ τῶν στρατιωτῶν. |
| 73 17 1 (4) [5] | Exc. Val. 336 (p. 733). Σεβῆρος ἔστειλε γράμματα εἰς Ῥώμην ὑπαντῆσαι αὐτῷ τοὺς στρατιώτας. |
| 74 1 1 (3) [10] | συνελθόντας δὲ ὠνείδισεν εἰπὼν ὅτι καὶ κἂν μὴ αὐτοὶ ἐγένοντο αὐτόχειρες Περτίνακος τοῦ βασιλέως, ἀλλὰ, δέον αὐτοὺς ἀνελεῖν τοὺς ἀποκτείναντας ἐκεῖνον, τοῦτο μὴ ποιήσαντες ὑπ’ αἰτίασιν εἰσὶ φόνου· “ἐπὶ φυλακῇ γὰρ βασιλικῇ ταχθέντες”, ἔφη, “οὐκ ἐν τῷ ἀριστερῷ μέρει τὰ ξίφη διαζώννυσθε ἀλλ’ ἐν τῷ δεξιῷ”. καὶ ἀπολαβὼν τὰ ὅπλα καὶ τοὺς ἵππους, ἀπεδίωξεν αὐτούς. |
| 74 1 2 [23] | εἷς δὲ στρατιώτης, οὐκ ἀνασχομένου τοῦ ἵππου ἀπολιπεῖν αὐτόν, ἀλλ’ ἀκολουθοῦντος καὶ χρεμετίζοντος, ὑπεραλγὴς γενόμενος τὸν ἵππον ἔσφαξε καὶ ἑαυτόν. Exc. Salm. 127 Muell. (v. 1—12). ὅτι Σευῆρος τοὺς βουλευτὰς τοὺς γράψαντας κατ’ αὐτοῦ πρὸς Ἀλβῖνον διελέγξαι βουλόμενος ἠβουλήθη καὶ Βιβιανὸν ἄνδρα ὑπατευκότα καὶ τὰ Ἀλβίνου δοκοῦντα φρονεῖν ὑποφθεῖραι, ἵνα τῇ μαρτυρίᾳ αὐτοῦ χρώμενος κατὰ τῶν βουλευτῶν ἀξιόπιστον τὴν κατηγορίαν ποιήσῃ. |
| 74 9 5 (16) [25] | ὁ δὲ εἵλατο σφαγῆναι ἢ πρᾶξαί τι ἐλευθερίας ἀλλότριον. Ἰουλιανὸν οὖν εὑρὼν πρὸς τοῦτο ἀνέπεισε καὶ κατηγόρῳ ἐχρήσατο. Petr. Patr. exc. Vat. 131 (p. 227 Mai. = p. 210, 27—211, 2 Dind.) ἀσπίδα μόνην ἔχοντες ἀντὶ κράνους καὶ θώρακος καὶ κνημίδων κ. |
| 76 12 3 (3) | τ.λ. Treu 22, 8. 9. [Exc. |
| 77 3 2 (2) [5] | Vat.] ὅτι Ἀντωνῖνος μετὰ τὴν ἀναίρεσιν Γέτα πρὸς τὸ συνέδριον πολλὰ ἄτοπα εἰπὼν καὶ τοῦτο ἐφθέγξατο ὅτι “μᾶλλον μὲν μεθ’ ὑμῶν ζῆν βούλομαι· εἰ δὲ μὴ τοῦτο, ἀνθ’ ὑμῶν ἀποθανεῖν”. καὶ πρωῒ εἰς τὸ βουλευτήριον εἰσελθὼν παρεκάλει συγγνώμην, οὐχ ὅτι τὸν ἀδελφὸν ἀπέσφαξεν ἀλλ’ ὅτι βραγχᾷ καὶ οὐ βούλεται δημηγορῆσαι. |
| 77 3 3 [20] | Petr. Patr. exc. Vat. 136 (p. 228 Mai. = p. 212, 814 Dind.) ὅτι μέλλων ἐξιέναι πρὸς τῇ θύρᾳ αὐτῇ ὑπεστράφη καί φησιν [Exc. Vat.] “ἀκούσατε μέγα πρᾶγμα, ἵνα πᾶσα ἡ οἰκουμένη χαρῇ· πάντες οἱ φυγόντες ὑφ’ ὁτῳοῦν ἐγκλήματι, πλὴν εἰ ὑπὸ τοῦ ἐμοῦ μὲν θείου ὑμετέρου δὲ πατρὸς πεφυγαδευμένοι εἶεν, εἰσελθέτωσαν”. καὶ μέγα τι ἐνόμιζε ποιεῖν τοὺς κακουργοὺς καὶ φαυλοτάτους τῶν ἀνθρώπων εἰς τὴν Ῥώμην ἐπανάγων. Petr. Patr. exc. Vat. 137 (p. 228 Mai. = p. 212, 15—21 Dind.) ὅτι τῷ Παπιανὸν φονεύσαντι σφόδρα ἐπετίμησεν, οὐχ ὅτι ἐφόνευσεν αὐτὸν, ἀλλ’ ὅτι ἀξίνην αὐτὸν ἔδωκεν καὶ οὐχὶ μᾶλλον ξίφει τὴν κεφαλὴν αὐτοῦ ἀπέτεμεν. |
| 77 4 2 [5] | Petr. Patr. exc. Vat. 139 (p. 229 Mai. = p. 212, 2730 Dind.) οὗτος οὖν ὁ φιλαλεξανδρότατος Ἀντωνῖνος ἐς μὲν τοὺς στρατιώτας φιλαναλωτὴς ἦν, τοὺς δὲ λοιποὺς πάντας ἀνθρώπους ἔργον εἶχε περιδύειν ἀποσυλᾶν ἐκτρύχειν, οὐχ ἥκιστα τοὺς συγκλητικούς· ἔξω γὰρ τῶν ἄλλων εἰσπράξεων καίπερ ἀναριθμήτων οὐσῶν [καὶ οἰκίας αὐτῷ παντοδαπὰς κ. |
| 77 9 2 [5] | τ.λ. § 6]. Xiph. 330, 21—24 R. St. Ὅτι τὸν αὐτὸν Ἀντωνῖνος μεταπεμψάμενος ἐπέτρεψεν αὐτῷ γράψαι στίχους εἰς αὐτόν· ὁ δὲ τεχνικῶς ἔσκωψεν· εἶπεν γὰρ αὐτὸν ἐν παντὶ καιρῷ ἐοικέναι θυμουμένῳ· καὶ τοῦτο μὲν ὡς σκώπτων εἶπεν, ἐκεῖνον δὲ σφόδρα ἐθεράπευσεν· ἤθελε γὰρ δεινὸς καὶ ἄγριος καὶ ἀπότομος ἀεὶ φαίνεσθαι· καὶ διὰ τοῦτο αὐτῷ εἴκοσι μυριάδας . |
| 77 11 1,2 [10] | ... Petr. Patr. exc. Vat. 143 (p. 229 Mai. = p. 213, 2026 Dind.) [Exc. |
| 77 14 2 (4n) [2] | Val.] ὅτι τῶν Χάττων αἱ γυναῖκες καὶ τῶν Ἀλαμαννῶν οὐ μὴν ὅσαι γε καὶ ἑάλωσαν δουλοπρεπές τι ὑπέμειναν, ἀλλὰ πυθομένου τοῦ Ἀντωνίνου πότερόν ποτε πραθῆναι ἢ φονευθῆναι βούλονται, τοῦθ’ εἵλοντο· ἔπειτα ἀπεμποληθεῖσαι πᾶσαι μὲν αὐταὶ [Exc. Val.] ἑαυτάς, εἰσὶ δὲ αἳ καὶ τὰ παιδία ἀπέκτειναν. Exc. Val. 377 (p. 749). [Xiphilinus] τῷ οὖν Ἀντωνίνῳ τά τε ἄλλα καὶ τὸ νόμισμα κίβδηλον ἦν, τό τε ἀργύριον καὶ τὸ χρυσίον ὃ παρεῖχεν ἡμῖν· Ἄβιτος, ὥς φησι Δίων, τὸν ἰατρὸν ἠντιβόλει διφυῆ αὐτὸν διὰ τομῆς ἐμπροσθίου τῇ τέχνῃ ποιεῖσθαι. |
| 79 16 7 [5] | Leo p. 287, 18. 19 Cram., Cedr. 1 p. 449, 22—450, 1. B., cod. Paris. 1712 f. 80 V . |