The Fragments on Boeotian History is a lost local history of Boeotia attributed to Ctesiphon Historicus. The work is known only by its title and a small number of surviving fragments, preserved not through direct manuscript tradition but as quotations embedded within the texts of later ancient and Byzantine authors. This indirect transmission leaves the original scope, structure, and full content of the history largely a matter of scholarly conjecture. Based on the conventions of Greek local historiography, the work likely contained regional mythology and foundation stories for Boeotian cities, descriptions of local customs, institutions, and religious cults, historical narratives concerning wars and political affairs within the region, and geographical details of the landscape and its sanctuaries. The extant fragments, scattered in citations by later lexicographers, scholiasts, and historians, are collected in modern reference works dedicated to fragmentary historians. Ctesiphon’s compilation served as a specialized source of local knowledge for later compilers. These fragments are of interest chiefly to specialists in Boeotian regional history or the study of fragmentary Greek historiography, offering minor but tangible evidence for reconstructing aspects of the region’s past.
ΒΟΙΩΤΙΑΚΑ.
Πλούταρχος Ἐπαμινώνδας, ὁ τῶν Θηβαίων στρατηγὸς, ἔχων πρὸς Λακεδαιμονίους πόλεμον, καὶ ἀρχαιρεσιῶν ἀγομένων, ἧκεν ἐς πατρίδα, παραγγείλας τῷ παιδὶ Στησιμβρότῳ μὴ συμβάλλειν. Λακεδαιμόνιοι, μαθόντες τὴν ἀπουσίαν, ἐβλασφήμουν τὸν νεανίαν ὡς ἄνανδρον· ὁ δʼ ἀγανακτήσας καὶ ἐπιλαθόμενος τοῦ πατρὸς, συνέβαλε καὶ ἐνίκησεν· ὁ δὲ πατὴρ βαρέως ἐνέγκας, στεφανώσας ἐτραχηλοκόπησεν, ὡς Κτησιφῶν ἱστορεῖ ἐν τρίτῳ Βοιωτιακῶν.
ΠΕΡΣΙΚΑ.
Πλούταρχος Ἀράξης ποταμός ἐστι τῆς Ἀρμενίας, τὴν προσηγορίαν εἰληφὼς ἀπʼ Ἀράξου τοῦ Πύλου· οὗτος γὰρ πρὸς Ἄρβηλον τὸν πάππον ὑπὲρ σκήπτρων ἁμιλλώμενος, αὐτὸν κατετόξευσε· ποινηλατούμενος δὲ ὑπʼ Ἐριννύων, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Βάκτρον· ὃς ἀπʼ αὐτοῦ Ἀράξης μετωνομάσθη, καθὼς ἱστορεῖ Κτησιφῶν ἐν αʹ Περσικῶν.
ΠΕΡΙ ΔΕΝΔΡΩΝ.
Πλούταρχος Φύεται δʼ ἐν αὐτῷ δένδρον, Παλίουρος καλούμενον· ἐφʼ ᾧ ἄν τι καθίσῃ τῶν ἀλόγων ζῴων, ὡς ὑπʼ ἰξοῦ κατέχεται, πάρεξ κόκκυγος· τούτου γὰρ φείδεται· καθὼς Κτησιφῶν ἐν αʹ Περὶ δένδρων.
Πλούταρχος Γεννᾶται δʼ ἐν αὐτῷ ἐν Ἀράξῃ δένδρον, ῥοιᾷ παραπλήσιον, καρπὸν δʼ ἄφθονον τρέφει μήλων, τὴν γεῦσιν ἔχοντα σταφυλῇ παρόμοιον. Ἐκ ταύτης τῆς ὀπώρας πέπειρον ἐάν τις καθελὼν ὀνομάσῃ τὸν Ἄρη, γίνεται κρατούμενος χλωρός· καθὼς ἱστορεῖ Κτησιφῶν ἐν ιγʹ Περὶ δένδρων.