eul_wid: upu-ba
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Hymn 30 To Earth by Homeric Hymns

"Hymn 30 To Earth" is a brief hexameter poem from the anonymous collection known as the Homeric Hymns. Addressed to the goddess Gaia, it is a concise invocation praising Earth as the universal mother, the eldest of beings, and the nourishing source of all life upon the land and in the sea. Its extreme brevity, consisting of only a handful of lines, distinguishes it from the longer, more narrative hymns within the same corpus. The hymn presents core archaic religious themes, emphasizing Earth's primacy and foundational role in the cosmos, her motherhood, and her function as the sustainer of all creatures. The Homeric Hymns survived primarily through medieval manuscripts, such as the Laurentian manuscript and the Moscow manuscript, and were compiled by later editors rather than constituting a single authored work from antiquity. This short poem exemplifies the concise, formulaic prelude, or prooimion, likely used by rhapsodes to honour a deity before a recitation of epic poetry. Its portrayal of Gaia reflects a primal strand of Greek cosmogonic thought, and while the longer Homeric Hymns exerted greater literary influence, Hymn 30 remains a clear artifact of ritual performance and archaic religious conception.

Εἰς Γῆν μητέρα πάντων
Γαῖαν παμμήτειραν ἀείσομαι ἠϋθέμεθλον
πρεσβίστην, ἣ φέρβει ἐπὶ χθονὶ πάνθʼ ὁπόσʼ ἐστίν·
ἠμὲν ὅσα χθόνα δῖαν ἐπέρχεται ἠδʼ ὅσα πόντον
ἠδʼ ὅσα πωτῶνται, τάδε φέρβεται ἐκ σέθεν ὄλβου.
ἐκ σέο δʼ εὔπαιδές τε καὶ εὔκαρποι τελέθουσι
πότνια, σεῦ δʼ ἔχεται δοῦναι βίον ἠδʼ ἀφελέσθαι
θνητοῖς ἀνθρώποισιν· ὁ δʼ ὄλβιος ὅν κε σὺ θυμῷ
πρόφρων τιμήσῃς· τῷ τʼ ἄφθονα πάντα πάρεστι.
βρίθει μέν σφιν ἄρουρα φερέσβιος, ἠδὲ κατʼ ἀγροὺς
κτήνεσιν εὐθηνεῖ, οἶκος δʼ ἐμπίπλαται ἐσθλῶν·
αὐτοὶ δʼ εὐνομίῃσι πόλιν κάτα καλλιγύναικα
κοιρανέουσʼ, ὄλβος δὲ πολὺς καὶ πλοῦτος ὀπηδεῖ·
παῖδες δʼ εὐφροσύνῃ νεοθηλέι κυδιόωσι,
παρθενικαί τε χοροῖς φερεσανθέσιν εὔφρονι θυμῷ
παίζουσαι σκαίρουσι κατʼ ἄνθεα μαλθακὰ ποίης,
οὕς κε σὺ τιμήσῃς σεμνὴ θεὰ ἄφθονε δαῖμον.
Χαῖρε θεῶν μήτηρ, ἄλοχʼ Οὐρανοῦ ἀστερόεντος,
πρόφρων δʼ ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε·
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.