eul_wid: mas-aa

Ἀπόσπασμα
On Salted Fish and Fisheries

Euthydemus the Physician On Salted Fish and Fisheries PDF

455.(t) ἐν τῷ περὶ ταρίχων †ἄμφακες μὲν πρῶτον στόμα καὶ κριται αντα καὶ θιοην† γναθμὸν 〈ὃν〉 ηὐδάξαντο δυσείμονες ἰχθυβολῆες, οἷς ὁ ταριχόπλεως ἅδε Βόσπορος, οἵ θ’ ὑπόγαστρα τμήγοντες τετράγωνα ταρίχια τεκταίνονται.
455.(t) ναὶ μὴν οὐκ ἀκλεὲς θνητοῖς γένος ὀξυρρύγχου, ὃν καὶ ὅλον καὶ τμητὸν Ἀλεξανδρεῖς ἐκόμισσαν. θύννων δ’ ὡραίων Βυζάντιον ἔπλετο μήτηρ καὶ σκόμβρων κυβίων τε καὶ εὐχόρτου †λικιβάττεω· καὶ Πάριον κολιῶν κυδρὴ τροφὸς ἔσκε πολίχνη· Ἰόνιον δ’ ἀνὰ κῦμα φέρων Γαδειρόθεν ἄξει Βρέττιος ἢ Καμπανὸς ἢ ἐξ ἀγαθοῖο Τάραντος ὀρκύνοιο τρίγωνα, τά τ’ 〈ἐν〉 στάμνοισι τεθέντα ἀμφαλλὰξ δείπνοισιν ἐνὶ πρώτοισιν ὀπηδεῖ.