ἘΚ ΤΩΝ ΚΛΑΥΔΙΟΥ ΚΑΣΙΛΩΝΟΣ ΠΑΡΑ ΤΟΙΣ ἈΤΤΙΚΟΙΣ ῬΗΤΟΡΣΙ ΖΗΤΟΥΜΕΝΩΝ.
Τίς ὁ ὀροσάγγης, καὶ τί σαγγάδης, καὶ τί παρασάγγης, καὶ τί ἄγγαρος. Ὀροσάγγαι μὲν οἱ σωματοφύλακες, ὡς Σοφοκλῆς, Ἑλένης γάμῳ καὶ Τροΐλῳ· Ἡρόδοτος δὲ· «οἱ εὐεργέται βασιλέως, ὀροσάγγαι καλέονται περσιστί.» Νύμφις δὲ ὁ Ἡρακλεώτης ἐν δευτέρῳ Περὶ Ἡρακλείας, τοὺς ὀροσάγγας λέγει παρὰ Πέρσαις τὴν μεγίστην ἔχειν προεδρίαν, καλεῖσθαι δὲ κατὰ γλῶτταν ξένους βασιλείους. Σαγγάνδαι δὲ οἱ ἀποστελλόμενοι καλοῦνται· Σοφοκλῆς δὲ ἐν Ποιμέσι, καὶ Εὐριπίδης ἐν Σκυρίαις παρασάγγας αὐτοὺς κεκλήκασιν· ἐχρῆν δὲ εἰπεῖν σαγγάδας, οἱ γὰρ παρασάγγαι μέτρον ἐστὶν ὁδοῦ, ὡς Ἡρόδοτος ἐν τῇ βʹ … οὕτως· «δύναται μὲν οὖν ὁ παρασάγγης τριήκοντα σταδίους, ὁ δὲ σχοῖνος ἕκαστος, μέτρον αἰγύπτιον, ἑξήκοντα στάδια.» Ἄγγαροι δὲ οἱ πρεσβευταὶ, ὡς Θεόπομπος ἐν τῇ ιγʹ οὕτως· «κατέπεμψε πρέσβεις, οὓς ἀγγάρους καλοῦσιν ἐκεῖνοι.» Εἰρηναῖος δὲ ἐν τῷ Ὑπομνήματι τῷ εἰς Ἡρόδοτον, φησὶ καλεῖσθαι τοὺς ἐκ διαδοχῆς βασιλικοὺς γραμματηφόρους, ἀγγάρους· ὅθεν καὶ τὸ εἰς βασιλικὰς ἀπάγειν τι χρείας, ἀγγαρεύειν λέγομεν, καὶ τὸν ἀγγεληφόρον ἄγγαρον, καὶ ἀγγάριον ἐντεῦθεν, καὶ τὸ ὑπηρετεῖν ἀναγκάζειν, ἀγγαρεύειν.
Ὀργὰς, λοχμῶδες καὶ ὄρειον χωρίον οὐκ ἐπεργαζόμενον· λέγεται δὲ οὕτως παρὰ τὸ ὀργᾶν εἰς βλάστησιν τὰς ὕλας καὶ τὰ ἄλση.
Ὀστρακισμοῦ τρόπος. Φιλόχορος ἐκτίθεται τὸν ὀστρακισμὸν ἐν τῇ γʹ, γράφων οὕτως· «Προχειροτονεῖ μὲν ὁ δῆμος πρὸ τῆς ὀγδόης πρυτανείας εἰ δοκεῖ τὸ ὄστρακον εἰσφέρειν· ὅτε δὲ δοκεῖ, ἐφράσσετο σανίσιν ἡ ἀγορὰ, καὶ κατελείποντο εἴσοδοι δέκα, διʼ ὧν εἰσιόντες κατὰ φυλὰς ἐτίθεσαν τὰ ὄστρακα, στρέφοντες τὴν ἐπιγραφήν· ἐπεστάτουν δὲ οἵ τε ἐννέα ἄρχοντες καὶ ἡ βουλή· διαριθμηθέντων δὲ, ὅτῳ πλεῖστα γένοιτο, καὶ μὴ ἐλάττω ἑξακισχιλίων, τοῦτον ἔδει, τὰ δίκαια δόντα καὶ λαβόντα ὑπὲρ τῶν ἰδίων συναλλαγμάτων, ἐν δέκα ἡμέραις μεταστῆναι τῆς πόλεως ἔτη δέκα· ὕστερον δὲ ἐγένοντο πέντε, καρπούμενον τὰ ἑαυτοῦ, μὴ ἐπιβαίνοντα ἐντὸς, πέρα τοῦ Εὐβοίας ἀκρωτηρίου· μόνος δὲ Ὑπέρβολος ἐκ τῶν ἀδόξων ἐξωστρακίσθη, διὰ μοχθηρίαν τρόπων, οὐ διʼ ὑποψίαν τυραννίδος. Μετὰ τοῦτον δὲ κατελύθη τὸ ἔθος ἀρξάμενον νομοθετήσαντος Κλεισθένους, ὅτε τοὺς τυράννους κατέλυσεν ὅπως συνεκβάλῃ καὶ τοὺς φίλους αὐτῶν.»
Πενέσται· οἷοίπερ ἦσαν παρὰ Λακεδαιμονίοις Εἵλωτες, τοιοῦτοι παρὰ Θετταλοῖς οἱ πενέσται· εἰσὶ δὲ οἱ ἐν τοῖς πολέμοις ἑαλωκότες, καὶ διὰ τοῦτο δουλεύειν βεβιασμένοι τοῖς κεκρατηκόσιν.