eul_wid: vtu-af

On Syntax
Περὶ Συντάξεως

Lexicographical Work Anonymous I On Syntax PDF

Overview

On Syntax (Περὶ Συντάξεως) is an anonymous Greek grammatical treatise consisting of 81 discrete passages. It functions as a lexicographical work focused on syntactic issues, examining the correct construction and combination of words. The text typically presents a problematic word or phrase and illustrates its proper use with quotations from classical authorities such as Homer and the tragedians.

Content

  • The central concern is syntactic correctness (σύνταξις).
  • It promotes Atticist ideals by using classical authors to prescribe usage.
  • The format is that of a specialized lexicon addressing syntactic, rather than purely definitional, problems.

Transmission

The work is preserved in manuscript and survives in its entirety. The standard edition is that of I. Bekker in the Anecdota Graeca (Vol. 2, 1816), which provides the basis for the digitized version in the Perseus Digital Library.

Significance

The treatise is representative of the Hellenistic and later grammatical tradition that sought to systematize the Greek language and preserve classical Attic usage. Such technical manuals were integral to advanced education, shaping the teaching and standardization of Greek grammar in the Roman and Byzantine periods.

t 117 ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ, ΠΟΙΑ ΤΩΝ ΡΗΜΑΤΩΝ ΓΕΝΙΚΗΙ ΚΑΙ ΔΟΤΙΚΗΙ ΚΑΙ ΑΙΤΙΑΤΙΚΗΙ ΣΥΝΤΑΣΣΟΝΤΑΙ. Ἀντιλαμβάνομαι : γενικῇ.
alpha 119 Δημοσθένης ἐν πρώτῳ τῶν Ὀλυνθιακῶν· „καὶ ἕως μὲν καιρός, ἀντιλάβεσθε τῶν πραγμάτων.“ Ἀπαιτῶ : αἰτιατικῇ. τοῦ αὐτοῦ ἐν τῷ αὐτῷ λόγῳ· „ἀπαιτεῖν αὐτόν εἰσιν ἐψηφισμένοι.“ Ἀποστερῶ : γενικῇ. ὁμοίως τοῦ αὐτοῦ λόγου· „εἰ δὲ τούτων ἀποστερηθῇ τῶν χρημάτων.“ ἀλλὰ καὶ πρὸς αἰτιατικήν. κατὰ Φιλίππου· „πρῶτον ὅτι ἐχθρὸς ἄνθρωπος, καὶ τὰ ἡμέτερα ἡμᾶς ἀποστερεῖ.“ καὶ κατὰ Ἀφόβου· „τὰ μὲν ἄλλα πάντα ἀπεστερήκασιν.“ Αἱρεῖσθαι : ἀντὶ τοῦ προτιμᾶσθαι, αἰτιατικῇ. Ὀλυνθιακῷ τρίτῳ· „ἀλλὰ δικαίου πολίτου κρίνων τὴν τῶν πραγμάτων σωτηρίαν ἀντὶ τῆς ἐν τῷ λέγειν χάριτος αἱρεῖσθαι.“ Αἰσχύνομαι : κατὰ περιποίησιν, δοτικῇ. „δοκεῖ δέ μοι θεῶν τις, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς γιγνομένοις ὑπὲρ τῆς πόλεως αἰσχυνόμενος, τὴν φιλ ο πραγμοσύνην ταύτην ἐμβάλλειν Φιλίππῳ.“ Ἀπέγνων : γενικῇ. κατὰ Φιλίππου πρώτῳ· „εἴπερ μὴ παντάπασιν αὑτῶν ἀπεγνώκατε.“ αἰτιατικῇ δὲ Δίων ἐν πεντεκαιδεκάτῳ βιβλίῳ· „μὴ οἱ Συρακούσιοι νεωτερίσωσί τι, τὴν βοήθειαν ἀπογνόντες.“ Ἀμνημονῶ : αἰτιατικῇ. κατὰ Φιλίππου δευτέρῳ· „οὐδὲ ἀμνημονεῖ τοὺς λόγους καὶ τὰς ὑποσχέσεις, ἐφ’ αἷς τῆς εἰρήνης ἔτυχε.“ Δίων δὲ γενικῇ· „ὥστε ἐκείνων μὲν ἀμνημονῶμεν.“ Αἰτιῶμαι : αἰτιατικῇ. τρίτῳ κατὰ Φιλίππου· „ἕτεροι δὲ τοὺς ἐπὶ τῶν πραγμάτων ὄντας αἰτιώμενοι καὶ διαβάλλοντες οὐδὲν ἄλλο ποιοῦσιν.
alpha 120 “ ἐν δὲ τῇ ἐπιστολῇ Φιλίππου δοτικῇ· „ὑπὲρ ὧν αἰτιώμεθα ἀλλήλοις.“ τοῦτο δὲ ἀντὶ τοῦ ἐγκαλοῦμεν. Ἀφίσταμαι : γενικῇ. κατὰ Φιλίππου· „οὐδέν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πάντων δυσκολώτερον εἰς τὸ παρόν, ἢ ὅτι ταῖς γνώμαις ὑμεῖς ἀφεστήκατε τῶν πραγμάτων.“ Ἀντιποιοῦμαι : γενικῇ. ἐν τῇ ἐπιστολῇ Φιλίππου· „ὑπὲρ ἧς ἀντιποιουμένων αὐτῆς οἶμαι πολὺ δικαιότερον.“ Ἀμφισβητῶ : γενικῇ. ἐν τῷ αὐτῷ λόγῳ· „τρίτον συγχωρηθείσης ὑφ’ ὑμῶν τῶν εἰθισμένων ἀμφισβητεῖν καὶ οὐθὲν ὑμῖν προσηκόντων.“ Λυσίας ἐν τῷ πρὸς Διογένην περὶ χωρίου· „ἀμφισβητεῖν δὲ τοῖς ὀρφανοῖς ὧν αὐτοῖς οἱ πατέρες κατέλιπον.“ Ἀποδίδωμι : τὸ πιπράσκω, γενικῇ. ἐκ τοῦ τῆς παραπρεσβείας· „ὁ δέ, ὧν τὰ τῆς πόλεως πράγματα χρημάτων ἀπέδοτο, τούτων πόρνας ἠγόραζεν.“ καὶ Ἀππιανὸς δευτέρῳ· „ἀπέδοτο εὐτελεστάτης τιμῆς.“ Ἀπορῶ : γενικῇ. ἐκ τοῦ τέλους τοῦ πρὸς Λεπτίνην· „κἂν ἄρα ἔλθῃ ποτὲ καιρός, οὐκ ἀπορήσετε τῶν ἐθελησόντων ὑπὲρ ὑμῶν κινδυνεύειν.“ Ἄρχω : γενικῇ. ἐν τρίτῳ βιβλίῳ Δίωνος· „οὗ γε καὶ ὁ πατὴρ ἀμέμπτως ὑμῶν ἦρξεν.“ Ἀππιανὸς δὲ δοτικῇ· διεχρήσατο Νέρων, ὅτε ἦρχε Ῥωμαίοις,“ ὡς καὶ παρ’ Ὁμήρῳ· ἄρχευ Ἀργείοισιν. Ἀπειλῶ : δοτικῇ. ἐκ τοῦ κατὰ Μειδίου· „σὺ δὲ ἀπειλεῖς πᾶσι.“ καὶ παρ’ Ὁμήρῳ· ........... οὐδ’ Ἀγαμέμνων λῆγ’ ἔριδος, τὴν πρῶτος ἐπηπείλης’ Ἀχιλῆϊ. Ἀποδέχομαι : γενικῇ. περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν· „ἄξιον ἀποδέχεσθαι, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρα τῶν τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις διακελευομένων ἐμμένειν.
alpha 121 “ Ἰσοκράτης πρὸς Δημόνικον αἰτιατικῇ· „μήτε γέλωτα προπετῆ στέργε, μήτε λόγον μετὰ θράσους ἀποδέχου.“ Ἀφαιρῶ : αἰτιατικῇ. περὶ τῶν· πρὸς Ἀλέξανδρον συνθηκῶν· „ὃ παρ’ ἐλάχιστον ἐποίησεν αὐτοὺς ἀφαιρεθῆναι δικαίως τὴν κατὰ θάλατταν ἡγεμονίαν.“ Ἀνθίσταμαι : δοτικῇ. περὶ τοῦ στεφάνου· „καὶ διὰ τοὺς πολλοὺς τούτων καὶ τοὺς ἀνθισταμένους τοῖς ὑμετέροις βουλήμασιν ὑμεῖς ἐστὲ σῶοι καὶ ἔμμισθοι.“ Ἀναμνήσω : αἰτιατικῇ. ἐν τῷ αὐτῷ λόγῳ· „ἃ δ’ ἀφ’ ἧς ἡμέρας ἐπὶ ταῦτα ἐπέστην ἐγώ, διεκωλύθη, ταῦτα ἀναμνήσω.“ Ἀπελαύνω : αἰτιατικῇ. ἐν τῷ αὐτῷ λόγῳ· „οὓς ἡ μὲν πόλις, ὡς ἐχθροὺς καὶ οὔτε δίκαια οὔτε συμφέροντα λέγοντας, ἀπήλασεν.“ Ἀνέχομαι : αἰτιατικῇ. ἐκ τοῦ περὶ στεφάνου· „εἰ ἐγὼ μὲν τὰ ἔργα τῶν ὑπὲρ ὑμῶν πόνων ὑπέμεινα, ὑμεῖς δὲ μηδὲ τοὺς λόγους αὐτῶν ἀνέξεσθε.“ καὶ ὁ δῆμος „ἀνέξεταί μου τοῦ σώματος.“ Ἀδικῶ : αἰτιατικῇ. ἐκ τοῦ περὶ στεφάνου· „ἐάν τις ἠδικηκώς τι τυγχάνῃ τὴν πόλιν.“ Ἀπιστῶ : δοτικῇ. ἐκ τοῦ αὐτοὺ λόγου· „τούτου μεμνῆσθαι καὶ ἀπιστεῖν αὐτοῖς.“ καὶ Ἰσοκράτης ἐν τῷ τῆς Ἑλένης ἐγκωμίῳ· „ἀπιστοῦντας τοῖς οἰκειοτάτοις.“ Ἀποτυχεῖν : γενικῇ. ἐκ τοῦ περὶ στεφάνου· „νῦν μὲν ἀποτυχεῖν δοκεῖ τῶν πραγμάτων, ὃ πᾶσι κοινόν ἐστιν ἀνθρώποις, ὅταν τῷ θεῷ ταῦτα δοκῇ.“ Ἀγάζω : γενικῇ. ἐκ τοῦ αὐτοῦ· „τίς γὰρ οὐκ ἂν ἀγάσαιτο τῶν ἀνδρῶν ἐκείνων τῆς ἀρετῆς.“ καὶ αἰτιατικῇ. Ἰσοκράτης· „οἶμαι δὲ καὶ τὸν πόλεμον θεῶν τινὰ συναγαγεῖν, ἀγασθέντα τὴν ἀρετὴν αὐτήν.
alpha 122 “ καὶ Ὅμηρος ἐν τῇ τρίτῃ· τὸν δ’ ὁ γέρων ἠγάσσατο. Ἀπατῶ καὶ ἐξαπατῶ : αἰτιατικῇ. ἐκ τοῦ περὶ στεφάνου· „οὐδ’ εἰ δεκάκις Φίλιππος αὐτοὺς ἐξηπάτα.“ Αἰτῶ : αἰτιατικῇ. ἐκ τοῦ παραπρεσβείας· „ταύτας αἰτῶ σε καὶ δέομαι δός μοι.“ Λυσίας δὲ γενικῇ· „εἴ τις ἄλλος βούλεται, αἰτείσθω ὑμῶν.“ Ἀνταλλάττομαι : αἰτιατικῇ τὸ προδιδόμενον, καὶ γενικῇ τὸ οὗ τινὸς χάριν. „καὶ οὐκ ἀνταλλακτέον εἶναί μοι τὴν πρὸς ὑμᾶς φιλοτιμίαν οὐδενὸς κέρδους.“ Ἀκούω : αἰτιατικῇ. ἐκ τοῦ παραπρεσβείας· „ὅμως δὲ ἔτι καὶ τόδε ἀκούσατε.“ καὶ κατὰ Ἀριστοκράτους· „καὶ μετ’ εὐνοίας ἀκούσατε ἃ λέγω.“ γενικῇ δὲ ἐπὶ τοῦ συνιέναι. κατὰ Τιμοκράτους· „καίτοι πῶς οὐ δεινὸν εἰδότα μὲν τοὺς νόμους, ὧν ὀλίγῳ πρότερον πάντες ἠκούσατε.“ Ἀφελοῦμαι : αἰτιατικῇ. ἐκ τοῦ πρὸς Λεπτίνην· „εἰ γὰρ ἀπεχθάνεσθαί τισι δεῖ, τοῖς ἀδικοῦσι τὸν δῆμον, οὐ τοῖς ἀγαθόν τι ποιοῦσιν ἔγωγε νομίζω δεῖν.“ Ἀφαρπάζω : αἰτιατικῇ. κατὰ Μειδίου· „καὶ Χαβρίαν οὔτε τύπτοντα οὔτε ἀφαρπάζοντα τὸν στέφανον.“ Αἴσθομαι : αἰτιατικῇ. ἐκ τοῦ κατὰ Μειδίου· „ὅλη γὰρ ἡ πόλις τὴν ἀντίδοσιν καὶ τὴν ἐπιβουλὴν τότε ταύτην καὶ τὴν ἀσέλγειαν ᾔσθετο.“ Ἀποψηφίζω : γενικῇ, ἀντὶ τοῦ τὴν κατὰ σοῦ ψῆφον ἀναιρῶ. ἐκ τοῦ κατὰ Μειδίου· „ἀλλὰ νομίζεις ἡμᾶς ἀνέξεσθαί σου, αὐτὸς δὲ τυπτήσειν; καὶ ἡμᾶς μὲν ἀποψηφιεῖσθαί σου, σὺ δὲ οὐ παύσεσθαι;“ Ἀπεχειροτόνησαν : ἀντὶ τοῦ ἀπεψήφισαν, γενικῇ. κατὰ Μειδίου· „καὶ γὰρ εἰ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τότε ὅτ’ ἦν ἡ προβολή, τὰ πεπραγμένα ὁ δῆμος ἀκούσας ἀπεχειροτόνησε Μειδίαν, οὐκ ἂν ὁμοίως ἦν δεινόν.
alpha 123 “ Ἀπολαύω : αἰτιατικῇ. κατὰ Ἀριστοκράτους· „ὑμεῖς δὲ οὐδ’ ὁτιοῦν ἀπολαύετε, ἀλλὰ μάρτυρές ἐστε τῶν ἑτέρων ἀγαθῶν, οὐδενὸς ἄλλου μετέχοντες ἢ τοῦ ἐξαπατᾶσθαι.“ Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ γενικῇ· „ἵνα οἱ τῶν συμφορῶν κοινωνήσαντες οὗτοι καὶ τῶν ἀγαθῶν ἀπολαύσωσιν.“ Ἀπέχω : γενικῇ. κατὰ Ἀνδροτίωνος· „οἶμαι τοίνυν αὐτὸν οὐδ’ ἐκείνων ἀφέξεσθαι τῶν λόγων.“ Ἁλῶ : γενικῇ. κατὰ Τιμοκράτους· „ἐὰν δέ τις ἀπαχθῇ, τῶν γονέων κακώσεως ἡλωκὼς ἢ ἀστρατείας.“ καὶ πάλιν· „ἐὰν δέ τις ἁλῷ κλοπῆς, καὶ μὴ τιμηθῇ θανάτου.“ Ἀμελῶ : γενικῇ. ἐκ τοῦ κατὰ Τιμοκράτους· „ὅτι τοῦ μὲν δήμου ἠδικημένου ἠμέλησεν.“ Ἀφέμενον : γενικῇ Ἰσοκράτης. ἐκ τοῦ πρὸς Νικοκλέα· „χρὴ τοίνυν ἀφέμενον τῶν ἀμφισβητουμένων“ ἤγουν ἀναχωρήσαντα. Αἴτιος γέγονεν ἢ ἐστί : δοτικῇ. ἐκ τοῦ κατὰ Τιμοκράτους· „οὐδ’ ἂν αὐτὸν οἶμαι Τιμοκράτην εἰπεῖν, ὡς αἴτιός ἐστιν ἄλλος τις αὐτῷ πλὴν αὐτὸς αὑτῷ.“ Ἀγωνίσωνται : γενικῇ. ἐκ τοῦ κατὰ Τιμοκράτους· „ἕως ἂν τῶν ψευδομαρτυριῶν ἀγωνίσωνται.“ Ἀπιστῶ : δοτικῇ. ἐκ τοῦ κατὰ Τιμοκράτους· „ἔδοξε γὰρ τῇ πολιτείᾳ ἀπιστεῖν αὐτοῖς.“ Ἀποδοκιμάζω : αἰτιατικῇ. ἐκ τοῦ κατὰ Ἀριστογείτονος· „ἀλλ’ ὅτι τῆν ἀρχήν, ἣν ἔλαχεν, ἀπεδοκιμάσατε.“ Ἀπαγορεύω : δοτικῇ. ἐκ τοῦ κατὰ Νεαίρας· „ἀλλὰ μόναις ταύταις ἀπαγορεύουσιν οἱ νόμοι ταῖς γυναιξὶ μὴ εἰσιέναι εἰς τὰ ἱερά.“ Ἀνταίρω : δοτικῇ. Δίωνος ἑβδόμῳ βιβλίῳ· „κουλανοὶ δὲ χεῖρας μὲν οὐκ ἀντήραντο αὐτῷ.“ Ἀφροντιστῶ : γενικῇ.
alpha 124 Δίωνος ὀγδόῳ βιβλίῳ· „ἦν γὰρ καὶ πάνυ αὐτὸς ἑαυτῷ πρὸς πάντα τὰ τοιαῦτα ἀρκῶν.“ Ἀλλοτριοῦμαι : γενικῇ. Δίωνος δωδεκάτῳ βιβλίῳ· „ἐκεῖνος μὲν γὰρ ἀπαλλοτριωθῆναι ὑμῶν τρόπον τινὰ ἠδυνήθη.“ Ἀντεπεξελθεῖν : δοτικῇ. Δίωνος ἐννεακαιδεκάτῳ βιβλίῳ· „καὶ τούς τε ἀντεπεξελθόντας οἱ ἀνέκοψαν.“ Ἀπογινώσκω : αἰτιατικῇ. Δίωνος εἰκοστῷ πρώτῳ βιβλίῳ· „ὅ τε Φαμέας ἀπογνοὺς τὰ τῶν Καρχηδονίων πράγματα.“ ὁ δὲ Ἀππιανὸς ἐν τῇ Ἀννιβαϊκῇ διχῶς, αἰτιατικῇ μέν, „ἀπογνοὺς ἅπαντα,“ πρὸ δὲ ἑκατὸν στίχων γενικῇ, „ἀπογνοὺς οὖν ἑαυτοῦ Ἀννίβας.“ Ἀναλέγω : τὸ ἀναγινώσκω, αἰτιατικῇ. Δίωνος ἐν τριακοστῷ ἑβδόμῳ βιβλίῳ· „καὶ τοῦ Νέπωτος τὸ γραμματεῖον, ὅπως αὐτὸς ἀναλέξῃ, λαβόντος ἐξήρπασεν.“ Ἀπόχρη : ἀρκεῖ, δοτικῇ. Δίωνος· „οὐκ ἀπέχρησεν αὐτῷ τοῦτο, ἀλλὰ καὶ ἐμὲ ἐλθεῖν πρὸς αὐτὸν ἐκέλευσεν.“ Ἀφικνοῦμαι : Δίωνος τριακοστῷ ἐνάτῳ βιβλίῳ γενικῇ· „διαλιπὼν δέ, καὶ ἐς ἀναλογισμὸν τῆς τε ἑαυτοῦ ἀρετῆς καὶ τῆς τῶν ἐναντίων κακίας ἀφικνούμενος.“ Ἀπείργω : γενικῇ. Δίωνος τεσσαρακοστῷ πρώτῳ βιβλίῳ· „τὰ ἀμείνω διδάσκειν καὶ τῶν χειρόνων ἀπείργειν.“ Ἀντιπολεμῶ : δοτικῇ. Δίωνος τεσσαρακοστῷ τετάρτῳ βιβλίῳ· „καὶ ἀπ’ ἀρχῆς ἀντιπολεμήσαντι τῷ Καίσαρι.“ ἀπεχρήσαντο ἢ ἀνεχρήσαντο—διφορεῖται γάρ —αἰτιατικῇ. Δίωνος τεσσαρακοστῷ ὀγδόῳ βιβλίῳ· „ὁ μὲν οὖν Βροῦτος ὅ τε Κάσσιος οὕτως ἀπώλοντο τοῖς ξίφεσιν, οἷς τὸν Καίσαρα ἀνεχρήσαντο.“ τὸ δὲ ἀκριβὲς Ἀπεχρήσαντο θέλει, καθὼς αὐτὸς ὁ Δίων μετά τινα ἔφη· „αὐτόν τε ἐκεῖνον παρ’ ὀλίγον ἦλθον ἀποχρήσασθαι.
alpha 125 “ Ἁμαρτεῖν : πρὸς αἰτιατικήν. Δίωνος πεντηκοστῷ δευτέρῳ βιβλίῳ· „ὡς ἄν γέ τις, τοῦτ’ εὐλαβούμενος, ἀνωμάλως αὐτὰ διανέμειν ἐθελήσῃ, τὸ σύμπαν ἁμαρτήσεται.“ καὶ ἐν τῷ αὐτῷ γενικῇ· „εἰ ἄξιον τῆς διὰ ταῦτα σπουδῆς τὴν τυραννίδα νομίζει, τοῦ παντὸς ἁμαρτήσει.“ Ἀρέσκω : δοτικῇ. ἐκ τοῦ παραπρεσβείας· „ἀναστὰς ὁ βουλόμενος, καὶ παρελθὼν εἰς ὑμᾶς, ἀποφηνάσθω μὴ μετέχειν μηδὲ ἀρέσκειν αὐτῷ τὰ ὑπὸ Φιλοκράτους πεπραγμένα.“ Ἁρμόττω : δοτικῇ. „καὶ τοῖς χρημάτων δεομένοις καὶ τοῖς ἀπολαύειν τῶν ὑπαρχόντων ἐπιθυμοῦσιν ἀμφοτέροις ἁρμόττει.“ Ἀμύνω καὶ ἐπαμύνω : ἤτοι βοηθῶ ἢ ἐκδικῶ, δοτικῇ· Ἀμύνομαι δὲ τὸ τιμωροῦμαι αἰτιατικῇ. τοῦ μὲν πρώτου Ἰσοκράτους ἐν τῷ Πανηγυρικῷ· „καὶ τοῖς ἀδικουμένοις ἀεὶ τῶν Ἑλλήνων ἐπαμύνουσαν.“ καὶ ἐν τῷ Ἀρεοπαγιτικῷ· „ἀλλ’ ὑπολαμβάνοντες αἰσχύνην αὐτοῖς εἶναι τῶν πολιτῶν ἀπορίαν, ἐπήμυνον ταῖς ἐνδείαις.“ τοῦ δὲ δευτέρου Πορφύριος· „προστρίψασθαι μύσος καὶ ἀμύνασθαι τὸν ἠδικηκότα.“ Ἀπορῶ : γενικῇ. Ἰσοκράτης ἐν τῷ Ἀρεοπαγιτικῷ· „τοὺς δέ, ἢν ἀπορήσωσι τῶν ἐπαρκούντων.“ Ἀκρωτηριάζομαι : Προκοπίου ἐκ τῆς μονῳδίας .. Ἀντιόχου αἰτιατικῇ· „εἰ δὲ πόλιν σμικρὰν ἐπὶ σκηνῆς πορθουμένην ἐδάκρυσαν, τί ποτε ἄρα ἠκρωτηριασμένος τῆς οἰκουμένης ὅ τι δὴ τάχα κεφάλαιον.“ Ἀντέχω : δοτικῇ, ἀντὶ τοῦ αὐταρκῶ. Θουκυδίδης δευτέρῳ· „τὸ δὲ σῶμα, ὅσον περ χρόνον καὶ ἡ νόσος ἀκμάζοι, οὐκ ἐμαραίνετο, ἀλλ’ ἀντεῖχε παρὰ δόξαν τῇ ταλαιπωρίᾳ.“ Ἀνθησσῶ : Θουκυδίδης τετάρτῳ δοτικῇ· „πεφύκασί τε τοῖς μὲν ἑκοῦσιν ἐνδοῦσιν ἀνθησσᾶσθαι μεθ’ ἡδονῆς.
alpha 126 “ Ἀντιβολῶ : αἰτιατικῇ. Δημοσθένης κατὰ Μειδίου· „ὑμεῖς τοὺς νόμους ἔχοντά με πλησίον ἡγεῖσθε παρεστάναι καὶ τὸν ὅρκον, ὃν ὁμωμόκατε, τούτοις ἀξιοῦντα καὶ ἀντιβολοῦντα ἕκαστον ὑμῶν.“ Ἀγχιστεύω : γενικῇ. τοῦ Δευτερονομίου κεφαλαίῳ πεντηκοστῷ· „καὶ παραδώσουσιν αὐτὸν εἰς χεῖρας τῶν ἀγχιστευόντων τοῦ σώματος.“ Ἄν : τοῦτον τὸν σύνδεσμον οἱ τεχνικοὶ δυνητικὸν προςαγορεύουσι· σημαίνει γὰρ πρᾶγμα μὴ γενόμενον, δυνηθὲν δὲ γενέσθαι, εἰ μή τι συμβὰν ἐκώλυεν, οἷον „εἰ μὴ τὴν Ἑλένην Ἀλέξανδρος ἥρπασεν, οὐκ ἂν Τροία ἀπώλετο.“ ἠδύνατό φησι μὴ ἀπολέσθαι Τροία, εἰ μὴ τῆς ἀπωλείας τὴν αἰτίαν παρέσχε, τὴν Ἑλένην ἁρπάξας, Ἀλέξανδρος. Πέντε τοίνυν ἐγκλίσεων οὐσῶν, μετὰ προστακτικοῦ. ῥήματος οὐ συντάσσεται· οὐδεὶς γὰρ λέγει ἀνάγνωθι ἄν. ταῖς μέντοι ἄλλαις πάσαις συντάσσεται. Ἓξ οὖν ὑπαρχόντων χρόνων, ἐνεστῶτος, παρατατικοῦ, παρακειμένου καὶ ὑπερσυντελικοῦ, ἀορίστου, μέλλοντος, ἐνεστῶτι καὶ παρακειμένῳ καὶ μέλλοντι οὐ συντάσσεται, τοῖς μέντοι τρισὶ τοῖς λοιποῖς παρὰ πᾶσι τοῖς σοφοῖς εὑρίσκεται. Καὶ μετὰ παρατατικοῦ μὲν Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου· „ἔγραφον δ’ ἂν διαῤῥήδην, ἡλίκα ὑμᾶς εὖ ποιήσω.“ καὶ ἐν τῷ περὶ τοῦ στεφάνου· „εἰ μὲν οὖν περὶ ὦν ἐδίωκε μόνον κατηγόρησεν Αἰσχίνης, κἀγὼ περὶ αὐτοῦ τοῦ προβουλεύματος εὐθὺς ἂν ἀπελογούμην.“ Μετὰ δὲ ὑπερσυντελικοῦ ἐν τῷ περὶ στεφάνου πάλιν· „ὥστε τῆς εἰρήνης ἂν διημαρτήκει.“ καὶ πάλιν· „ἐπεὶ διά γε ὑμᾶς αὐτοὺς πάλαι ἂν ἀπωλώλειτε.“ καὶ πάλιν· „ὅτι τῶν ἀδικημάτων ἂν ἐμέμνητο τῶν ἑαυτοῦ.
alpha 127 “ καὶ πάλιν ἐν τῷ αὐτῷ· „καὶ εἰ μὴ βουλὴ ἡ ἐξ Ἀρείου πάγου, τὸ πρᾶγμα αἰσθομένη, ἐπεζήτησε τὸν ἄνθρωπον, ἐξήρπαστο ἂν ὁ τοιοῦτος.“ Μετὰ δὲ ἀορίστου Δημοσθένης ἐν τῷ αὐτῷ πάλιν· „οὐ γὰρ ἂν ἥψατο αὐτῶν, παρόντων ἡμῶν.“ καὶ πάλιν· „καὶ μὴν ὅτι πολλὰ μὲν ἂν χρήματα ἔδωκε Φιλιστίδης.“ καὶ πάλιν· „ἀλλ’ ὁ μὲν γράφων οὐκ ἂν ἐπρέσβευσεν, ὁ δὲ πρεσβεύων οὐκ ἂν ἔγραψεν.“ Ἐπεὶ τοίνυν κατὰ δύο χρόνους εἰσὶ τὰ ἀπαρέμφατα συμπεπλεγμένα, πλὴν τοῦ ἀορίστου καὶ μέλλοντος, πᾶσιν ὁ ἄν σύνδεσμος συντάσσεται τῷ μὲν ἐνεστῶτι διὰ τὸν παρατατικόν, τῷ δὲ παρακειμένῳ διὰ τὸν ὑπερσυντελικόν, τῷ δὲ ἀορίστῳ μονωτάτῳ. Καὶ ἐνεστῶτι μὲν ἐν τῷ περὶ τοῦ στεφάνου Δημοσθένης· „τί ποιεῖν ἂν ἢ τί λέγειν τοὺς ἀσεβεῖς τούτους ἀνθρώπους οἴεσθε;“ παρακειμένῳ καὶ ὑπερσυντελικῷ Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως· „ἐκείνως ὑμᾶς ἡγοῦμαι τάχιστα ἂν ἀφεῖσθαι.“ ἀορίστῳ Δημοσθένης Ὀλυνθιακῷ πρώτῳ· „ἀντὶ πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω.“ καὶ ὑποκατιών· „ἀλλὰ τῆς ὑμετέρας τύχης ὑπολαμβάνω πολλὰ τῶν δεόντων ἐκ τοῦ παραχρῆμα ἐνίοις ἂν ἐπελθεῖν εἰπεῖν.“ Μέλλοντι ὁ μὲν τῶν γραμματικῶν κανὼν οὐκ ἐπιτρέπει, παρὰ τοῖς ἀρχαίοις δὲ οὐκ ὀλίγα παραδείγματα εὑρίσκεται. Δημοσθένης πέμπτῳ Φιλιππικῶν· „οὐδὲν ἂν τούτων ἡμῖν οἴομαι πολεμήσειν.“ καὶ ἐν τῷ πρὸς Λεπτίνην· „οὐκοῦν πρὸς πολλοῖς οἷς βλάψειν ἂν ὑμᾶς ὁ νόμος φαίνεται.“ καὶ ἐν πρώτῳ τῶν Φιλιππικῶν· „ὡς μηδ’ ὁτιοῦν ἂν δεινὸν πείσεσθαι.“ Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως· „ἡγούμενος ἐκ τοῦ παραινεῖν τήν τε διάνοιαν τὴν ἐκείνου μάλιστα ἂν ὠφελήσειν, καὶ τὸν τρόπον τὸν ἐμαυτοῦ δηλώσειν.“ Εὐκτικοῖς ἐνεστῶσι καὶ παρατατικοῖς ἐν τῷ περὶ τοῦ στεφάνου· „εἰπὲ τὸν εἰπόντα, δεῖξον· ἀλλ’ οὐκ ἂν ἔχοις.
alpha 128 “ παρακειμένοις καὶ ὑπερσυντελικοῖς Σοφοκλῆς Φθιώτισιν· .... ἡ πατροκτόνος δίκη κέκλητ’ ἂν αὐτῷ. ἀορίστῳ ἐν τῷ περὶ στεφάνου· „ἀλλὰ γὰρ παρείς, ὧν τὴν πενίαν αἰτιάσαιτο ἄν τις.“ Ὑποτακτικοῖς δὲ ἐνεστῶτι καὶ παρατατικῷ Ἰσοκράτης ἐν τῷ πρὸς Νικοκλέα· „πιστοὺς ἡγοῦ μὴ τοὺς ἅπαντα, ὅ τι ἂν ποιῇς ἢ λέγῃς, ἐπαινοῦντας.“ παρακειμένῳ καὶ ὑπερσυντελικῷ Ἰσοκράτης ἐν τῷ πρὸς Εὐθύνουν· „καὶ τούτοις ἐγκαλοῦσιν, οἷς ἂν μήτε αἰσχύνωνται μήτε δεδίωσιν.“ ἀορίστῳ καὶ μέλλοντι, ἐν τῷ περὶ στεφάνου· „τὸν αὐτὸν ἔχει ζῆλον ὁ στέφανος, ὅπου ἂν ῥηθῇ.“ ἐν τῷ αὐτῷ· „ὡς ἂν ὁ δαίμων βουληθῇ.“ Μετοχῇ, ἐνεστῶτι καὶ παρατατικῷ Δημοσθένης ἐν τῷ πρὸς Εὔβουλον· „εἰ τῶν λαμβανόντων δίκην ὄντες δικαίως ἂν μεθ’ ὑμῶν, ἐν τοῖς διδοῦσι γενοίμεθα.“ παρακειμένου καὶ ὑπερσυντελικοῦ παράδειγμα οὐχ εὗρον. ἀορίστου δέ· „ἐγὼ δὲ τίνων εἰμί; τῶν ἡδέως μὲν ἂν ἐλεγχθέντων, ἡδέως δ’ ἂν ἐξελεγξάντων,“ Πλάτων Γοργίᾳ. μετὰ μέλλοντος Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως· „οὐχ ὡς οὐχ ἡδέως ἄν τινών μου καταψευσομένων.“ Σημειωτέον δὲ ὅτι καὶ δὶς καὶ τρὶς χρῶνται αὐτῷ ἐν μιᾷ συντάξει, ὡς παρὰ Σοφοκλεῖ εὕρηται· ...πῶς ἂν οὐκ ἂν ἐν δίκῃ θάνοιμ’ ἂν. σὺ δὲ μὴ δὶς αὐτῷ χρῶ, ἀλλ’ ἅπαξ ἐν μιᾷ συντάξει. Δημοσθένης πάλιν κατὰ Ἀφόβου πρώτῳ· „οὐκ ἂν δή που τὰ μὲν πλεῖστα τῶν χρημάτων ἐνεχείρισε, τῶν δὲ οὐκ ἂν κυρίους ἐποίησεν.“ Δεῖ δὲ γινώσκειν ὅτι ἐν τοῖς εὐκτικοῖς τοῖς τοιούτοις πολλάκις ἐλλείπει ὁ ἄν.
alpha 129 Δημοσθένης ἐν τῷ περὶ στεφάνου· „νομίζων, ὅσα τῆς πόλεως προλάβοι.“ καὶ πάλιν· „ὅπως μὴ ἄπιμεν ἐκ Μακεδονίας, ἕως τὰ τῆς στρατείας τῆς ἐπὶ Φωκέας εὐτρεπῆ ποιήσατο.“ καὶ πάλιν· „ἐγὼ μὲν προὔλεγον καὶ διεμαρτυρούμην, καὶ παρ’ ὑμῖν ἀεί, καὶ ὅποι πεμφθείην.“ καὶ πάλιν ἐν τῷ αὐτῷ· „πᾶν ὅ τι βουληθείη μέρος ἡ τύχη τοῦ σώματος παρελέσθαι.“ Λείπει δὲ καὶ ἐν ὑποτακτικοῖς· εἴ τις δ’ ὑμῶν κάλλει προκριθῇ. καὶ πάλιν· πρὶν παροῦσα διδάσκῃ, Κρατῖνος Δηλιάσιν. Αἰπολῶ : δοτικῇ. Λυσίας ἐν τῇ ὑπὲρ Δεξιοῦ ἀπολογίᾳ· „καθίστησιν αὐτὸν ἐπὶ τὰς αἶγας, καὶ ᾐπόλει αὐταῖς.“ Ἀντιδικῶ : δοτικῇ. Λυσίας ἐν τῷ αὐτῷ λόγῳ· „ἐχρῆν τὸ Κλειτοφῶντα καὶ τοὺς ἀντιδικοῦντας αὐτῷ.“ Ἀποκείρομαι : οὗ μὲν χάριν, δοτικῇ, ἡ δὲ ὕλη αἰτιατικῇ. Λυσίας ἐν τῷ ἐπιταφίῳ· „ὥστε ἄξιον ἦν ἐν τῷδε τῷ τάφῳ ἀποκείρασθαι τῇ Ἑλλάδι.“ Ἀγαπῶ : δοτικῇ. Λυσίας ἐν τῷ ἐπιταφίῳ· „ὁ γὰρ τῆς Ἀσίας βασιλεύς, οὐκ ἀγαπῶν τοῖς ὑπάρχουσιν ἀγαθοῖς.“ καὶ πρὸς αἰτιατικήν. Ἀμελητέα : γενικῇ τὸ πρᾶγμα, τὸ δὲ πρόσωπον δοτικῇ. Ἀῤῥιανὸς ἐν τῷ πρώτῳ τῶν περὶ Ἀλεξάνδρου· „ἦσαν μὲν νεωστὶ πρὸ τῆς στρατείας γεγαμηκότες, καὶ τούτων ἔγνω οὐκ ἀμελητέα οἱ εἶναι Ἀλέξανδρος.“ καὶ Ἀππιανός· „ἀλλήλων ἠμέλουν.“ Ἀφικόμην : γενικῇ. Πολυαίνου Μέμνων· „τὰ μὲν οὖν ἄνω πάντα διεξῆλθον, τὰ δὲ κάτω οὐκ ἀφικόμην τῆς θέας.“ Β.
beta 130 (15t) Βασκαίνω : αἰτιατικῇ. Δημοσθένης. ἐκ τοῦ περὶ τῆς ἐν Χεῤῥονήσῳ μάχης· „χρὴ οὐχ ἣν Διοπείθης πειρᾶται δύναμιν τῇ πόλει παρασκευάζειν, ταύτην βασκαίνειν καὶ διαλύειν πειρᾶσθαι.“ ἐκ τοῦ πρὸς Λεπτίνην, δοτικῇ· „εἰ μὲν γάρ τις ἔχει πολλά, μηδὲν ὑμᾶς ἀδικῶν, οὐχὶ δεῖ δήπου τούτῳ βασκαίνειν.“ Βασιλεύειν : γενικῇ. τρίτῳ Δίωνος βιβλίῳ· „οὐχ ὅπως πρὸς αὐτῶν τῶν βασιλευόντων σφῶν, ἀλλὰ καὶ πρὸς τῶν παραδυναστευόντων αὐτοῖς γίνεται.“ Βουλεύω : ἐνεργητικῇ διαθέσει κέχρηται ὁ Ἀῤῥιανὸς ἐν πᾶσιν. ἐν πέμπτῳ τῶν μετὰ Ἀλέξανδρον· „σὲ δὲ εἶ τὸν βουλεύοντά τε ὑπὲρ τῶν ὅλων τὰ ξυμφορώτατα, καὶ ἐπαγγέλλοντα πᾶν ὅ τί περ ἂν ξυλλογισμῷ τύχῃ ξυμβουλευθέν·“ ἵνα τὸ μὲν βουλεῦον πρόσωπον καὶ ἐνεργοῦν ἐνεργητικῶς προφέρηται, τὸ δὲ ἐνεργούμενον καὶ βουλευόμενον παθητικῶς. Γ.
gamma 131 (1t) Γλίχομαι : τὸ ἐπιθυμῶ, γενικῷ. Δημοσθένη. ἐκ τοῦ περὶ τῆς εἰρήνης· „καὶ ταῦτ’ ἦν ὧν μάλιστα ἐγλίχετο.“ Γράφομαι : πρὸς αἰτιατικήν. ἐκ τοῦ πρὸς Λεπτίνην· „καίτοι τοῦτο ἀκούω σε λέγειν, ὡς ἄρα τρεῖς σέ τινες γραψάμενοι πρότεροι τοῦδε οὐκ ἐξῆλθον.“ Γεμίζω : γενικῇ. κατὰ Μειδίου· „Μειδίας δ’ ἀπολειφθεὶς τοῦ στόλου, καὶ γεμίσας τῆν ναῦν ξύλων καὶ χαράκων καὶ βοσκημάτων καὶ ἄλλων τινῶν.“ Γέμω : γενικῇ. Δίωνος ἑνδεκάτῳ βιβλίῳ· „οἱ δὲ Καρχηδόνιοι, τὰς ναῦς αὐτῶν ἀναπλεούσας οἴκαδε τηρήσαντες, συχνὰς χρημάτων γεμούσας εἷλον.“ καὶ Ἰσοκράτης· „γεμούσας πονηρῶν ἐπιθυμιῶν.“ Γεύομαι : γενικῇ. Ἀῤῥιανός· „μήτε σίτου γεύσασθαι Ἀλέξανδρον, μή τέ τινα θεραπείαν ἄλλην θεραπεῦσαι τὸ σῶμα.“ Γνωσιμαχῶ : ἅπαξ ἐχρήσατο τῇ λέξει Ἀῤῥιανὸς ἐν πάσῃ τῇ πράξει αὑτοῦ, ἐν δευτέρῳ τῶν μετ’ Ἀλέξανδρον· „οἱ δὲ γνωσιμαχήσαντες ὑπέδυσαν τὰ ἐπαγγελλόμενα.“ Δ.
delta 131 (24t) Διακρίνομαι : δοτικῇ τὸ ὄργανον τῆς διακρίσεως. ἐκ τῆς ἐπιστολῆς Φιλίππου· „καίτοι σκοπεῖτε, πότερον κάλλιόν ἐστιν ὅπλοις ἢ λόγοις διακρίνεσθαι.“ καὶ πάλιν ὑποκατιών φησι· „καὶ Μαρωνείτας ἀναγκάσαι περὶ Στρύμης διακριθῆναι λόγοις.“ Διήμαρτεν : γενικῇ· „ὅταν δὲ μηδενὸς ἀκούητε τῶν δεόντων γίνεσθαι, πολλῶν διαμαρτεῖν εἰκότως ὑμῖν συμβαίνει.“ Δίκην λαβεῖν τὸ ἐκδικηθῆναι. Δίκην δοῦναι τιμωρηθῆναι.
delta 132 Δημοσθένης ἐν τῷ κατὰ Μειδίου· „ἀντὶ γὰρ τοῦ δίκην ὑπὲρ ὧν ἐπεπόνθειν λαβεῖν, δοῦναι πραγμάτων ὧν οὐδὲν ἐμοὶ προσῆκε δίκην ἐκινδύνευον.“ Διαφέρομαι : δοτικῇ. ἐκ τοῦ περὶ τοῦ στεφάνου· „ὑπὲρ οὗ καὶ τότε καὶ νῦν ἀεὶ ὁμολογῶ πολεμεῖν καὶ διαφέρεσθαι τούτοις.“ Διώκω : κατηγορῶ, γενικῇ. ἐκ τοῦ περὶ στεφάνου· „ἃ μὲν διώκει τοῦ ψηφίσματος, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτά ἐστιν.“ Διακεχείρηκα : γενικῇ. ἐκ τοῦ αὐτοῦ· „ὥσθ’ ἅπαντα τὸν βίον ὑπεύθυνος εἶναι ὁμολογῶ, ὧν ἢ διακεχείρηκα ἢ πεπολίτευμαι παρ’ ὑμῶν.“ Διαπιστῶ : δοτικῇ. ἐκ τοῦ παραπρεσβείας· „ὥστε καὶ εἴ τις ἐμοὶ διαπιστεῖ.“ Δηλῶ : δοτικῇ. ἐκ τοῦ παραπρεσβείας· „ἀλλ’ ἐὰν ἀδικοῦντα λάβωσί τινα αὐτῶν, τῇ βουλῇ καὶ τῷ δήμῳ δηλοῦσιν.“ Δικάζω : ἀντὶ τοῦ ἐγκαλῶ, δοτικῇ. ἐκ τοῦ παραπρεςβείας· „οὐ στρατηγῷ δικάζομεν.“ καὶ ἐπὶ τοῦ κρίνειν. ἐκ τοῦ κατὰ Ἀριστογείτονος· „βουλομένων εἰς τοῦτο λαχεῖν τὸ δικαστήριον, μόνοι δικάζετε ἡμῖν.“ Λυσίας ἐν τῷ πρὸς Αἰσχίνην βλάβης· „οὗτος ἐμοὶ βλάβης δεδίκασται.“ Διαφθείρω : αἰτιατικῇ. ἐκ τοῦ κατὰ Μειδίου· „ἀλλὰ καὶ τὸν διδάσκαλον, ὦ θεοί, διέφθειρέ μου τοῦ χοροῦ.“ καὶ πάλιν· „ἐπεχείρησε διαφθείρειν τὸν στέφανον.“ Δέον πῶς συντάσσεται : ὡς τὸ ἐξόν καὶ παρόν καὶ ὄν. κατὰ Μειδίου· „ὡς ὅσοι, δέον ἐξιέναι, κατέμενον.“ Δέομαι : πρὸς αἰτιατικήν. ἐκ τοῦ κατὰ Ἀριστοκράτους· „τοῦτο τοίνυν ἐροῦμεν, ἃ δὴ δέομαί τε καὶ ἀξιῶ παρὰ πάντων ὑμῶν τυχεῖν, δίκαια, ὥς γ’ ἐμαυτὸν πείθω.
delta 133 “ Δορυφοροῦντες : αἰτιατικῇ. ἐκ τοῦ κατὰ Ἀριστοκράτους· „καὶ τί φήσομεν, ὦ ἄνδρες Ἀθηναῖοι, καλόν, εἰ τῶν Ἑλλήνων ἐπ’ ἐλευθερίᾳ προεστᾶναι φάσκοντες, τοὺς ἰδίας δυνάμεις ἐπὶ τοῖς πλήθεσι κεκτημένου δορυφοροῦντες φανούμεθα;“ Δωροῦμαι : ἐπὶ τοῦ παρέχω, δοτικῇ. Δίωνος τετάρτῳ βιβλίῳ· „καὶ τῇ γε κόρη καὶ ὅπλα, ὥς φασί τινες, καὶ ἵππον ἐδωρήσατο.“ ἐπὶ δὲ τοῦ τιμῶ αἰτιατικῇ, τὸ δὲ δεδομένον ἤτοι τὸ δῶρον δοτικῇ. Προκοπίου Γαζαίου ἐπιταφίῳ Σαλαμινίου· „λάφυρα δὲ τῷ κειμένῳ προσέφερον, τοῖς ἀριστείοις καὶ τεθνηκότα δωρούμενοι.“ τοῦτο πολὺ παρὰ Ἰωσήπῳ καὶ Προκοπίῳ τῷ Καισαρεῖ. Διαλλάττω : γενικῇ. Δίωνος τετάρτῳ βιβλίῳ· „καὶ τά τε ἄλλα αὐτοῖς πολὺ διαλλάττοντα ἀλλήλων, καὶ τὰς ἐπικλήσεις διαφόρους παρέθεσαν.“ Δικαιῶ : τιμωροῦμαι, αἰτιατικῇ. Δίωνος ἑβδόμῳ βιβλίῳ· „καὶ διὰ τοῦτό σε δικαιώσω, ἵνα ὥσπερ τὸ τῆς ἀριστείας ἆθλον, οὕτω καὶ τὸ τῆς ἀνηκουστίας τίμημα ἀπολάβῃς.“ Δειπνίζω : αἰτιατικῇ, ἀντὶ τοῦ ἑστιῶ. Δίωνος ἑνδεκάτῳ βιβλίῳ· „τὸν δῆμον ἐδείπνισεν.“ Δέ περισσόν, ἢ μᾶλλον ὑπερβεβηκός. Δίωνος δωδεκάτῳ βιβλίῳ· „τεθνᾶσι δὲ οἱ μέν, οἱ δὲ ἑαλώκασιν οἵ γε καὶ λόγου τινὸς ἄξιοι,“ ἀντὶ τοῦ οἱ δὲ λόγου ἄξιοι οἱ μὲν τεθνᾶσιν, οἱ δὲ ἑαλώκασιν. Διατίθημι : ἀντὶ τοῦ διαπράττομαι, αἰτιατικῇ. Δίωνος ὀκτωκαιδεκάτῳ βιβλίῳ· „καὶ πάντα μὲν τὰ βέλτιστα τῆς φιλοσοφίας ἄνθη δρεπόμενος.“ Δημοσιῶ : ἀντὶ τοῦ ἀπέκτεινεν, αἰτιατικῇ. Δίωνος τριακοστῷ πρώτῳ βιβλίῳ· „κἀνταῦθα ἀπογνοὺς μηδέν οἱ τὸν θεὸν ἐπαρκέσειν, Νικομήδην ἐδημοσίωσεν.
delta 134 “ Δεσπόζω : γενικῇ. Δίωνος τεσσαρακοστῷ πρώτῳ βιβλίῳ· „δεσπόζειν τε τῶν ἀρχόντων καὶ τυραννεῖν τῶν ἡγουμένων ἀφ’ ὧν ἀξιοῦσιν.“ Διαβάλλω : αἰτιατικῇ. Δίωνος τεσσαρακοστῷ ἑβδόμῳ βιβλίῳ· „φθονεῖς ἀεὶ τῷ κρείττονι, βασκαίνεις ἀεὶ τὸν προήκοντα, διαβάλλεις τὸν προτετιμημένον.“ Διαχειρίζω : αἰτιατικῇ. Δίωνος τεσσαρακοστῷ ὀγδόῳ βιβλίῳ· „καὶ αὐτὴ τὰ πράγματα διεχείρισεν,“ ἀντὶ τοῦ κατεῖχεν. καὶ Δημοσθένης· „σφίσιν αὐτοῖς τὴν ἄλλην οὐσίαν ἅπασαν διαχειρίσαντες,“ ἐν τῷ κατὰ Ἀφόβου. Διαστασιάζω : δοτικῇ. Δίωνος πεντηκοστῷ τετάρτῳ βιβλίῳ· „ἐπεὶ Βαθύλλῳ, ὁμοτέχνῳ τέ οἱ ὄντι καὶ τῷ Μαικήνᾳ προσήκοντι, διεστασίαζεν, εἰπεῖν λέγεται.“ Δοκεῖ : δοτικῇ. Δίων πεντηκοστῷ ὀγδόῳ βιβλίῳ· „ὅτι αὕτη τε αὐτῷ ἀκριβῶς σωφρονοῦσα καὶ πάντα τὰ δοκοῦντα αὐτῷ ἡδέως ποιοῦσα.“ Δουλοῦμαι : δοτικῇ. Δίων ἑξηκοστῷ ὀγδόῳ βιβλίῳ· „καὶ ὀργῇ ἥκιστα ἐδουλοῦτο.“ Διαιτῶ : δοτικῇ. τοῦ Θεολόγου ἐκ τοῦ εἰς τὸν κατάπλουν· „τί τὸ μὲν τιμᾷς τῶν ἐμῶν, τὸ δὲ ἀτιμάζεις, κακῶς θεότητι διαιτῶν, ἵνα ἐμοὶ τέμῃς τὸ χάρισμα.“ Δυσχεραίνω : δοτικῇ. ἐκ τοῦ ἐπιταφίου· „πολλὰ τῆς ἐπιβουλῆς ἐμοὶ δυσχεράναντες.“ Ἰσοκράτης· „ἀποδέχου τῶν ἑτέρων μὴ μόνον τοὺς ἐπὶ τοῖς κακοῖς δυςχεραίνοντας.“ Δυσμενῶς ἔχω : δοτικῇ. Νικοκλῆς· „ὥστε οὐκ αἰσθάνονται τοιούτῳ πράγματι δυσμενῶς ἔχοντες.“ ὁμοίως καὶ τὸ δυσμεναίνω: „καὶ Ῥωμαίοις δυσμεναίνοντας ἀεί.“ Διαψεύδομαι : γενικῇ.
delta 135 Ἰσοκράτης περὶ τῆς εἰρήνης· „πλεῖστον δὲ διεψεύσμεθα τῆς ἀληθείας.“ Διαφέρω : γενικῇ. Ἰσοκράτης περὶ τῆς εἰρήνης· „τοσούτῳ δὲ διαφέρομεν τῶν προγόνων.“ Διήνεγκα : γενικῇ. Ἰσοκράτης· „τοσούτῳ δὲ διήνεγκα ἀνοίᾳ πάντων ἀνθρώπων.“ Δασμολογῶ : αἰτιατικῇ. Ἰσοκράτης· „ἀλλ’ ὑπομένομεν τὴν πόλιν διαβολὴν ἔχουσαν, ὡς λυμαίνεται καὶ δασμολογεῖται τοὺς Ἕλληνας.“ Δανείζω : ὁ μὲν λαμβάνων δοτικῇ, τὸ δὲ διδόμενον γενικῇ. Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως· „δανεῖσαι τῶν τοῦ θεοῦ χρημάτων αὐτῷ.“ Διαλλάττω : ἐπὶ τοῦ συμβιβάζω, δοτικῇ. Προκοπίου ἐκ τοῦ ἐπιταφίου Σαλαμινίου· „χρηστὸς ὁ Φωκίων, τοὺς ζυγομαχοῦντας ἀλλήλοις διαλλάττων.“ Δρέπομαι : γενικῇ. Χωρικίου ἐν τῷ πρὸς Μαρκιανόν· „ἰδοὺ γὰρ ἀναπετάσαντες τὰ πτερά, τῶν παρακειμένων τε δένδρων ἀποδρεψάμενοι, φιλονεικοῦσι μετάρσιοι φέρεσθαι.“ Διαπολεμῶ : δοτικῇ. Θουκυδίδης ἑβδόμῳ· „διαπολεμῆσαι αὐτοῖς.“ Διψῶ : γενικῇ. Δημοσθένης ὁ μικρὸς ἐν τῇ σιωπῇ Σωκράτους· „καὶ διψᾷ τοῦ κωνείου.“ Ε.
epsilon 135 (25t) Ἐνοχλῶ : δοτικῇ. Δημοσθένης· οὐκ ἂν ἠνώχλει νῦν „ἡμῖν ὁ Φίλιππος τότε σωθείς.“ ὁ αὐτὸς καὶ πρὸς αἰτιατικήν· „μηδέ γε ἐγκαλεῖν ἀξιοῦτε μηδέν, ἐμὲ δὲ ἐνοχλεῖτε.“ Ἐξόν : μετὰ ἀπαρεμφάτου. ἐκ τῶν Ὀλυνθιακῶν· „ἰδεῖν ἐγγύθεν βούλεται τὰ δεινά, ἐξὸν ἀκούειν ἄλλοθι γιγνόμενα, καὶ βοηθοὺς ἑαυτῷ ζητεῖν, ἐξὸν νῦν ἑτέροις αὐτὸν βοηθεῖν.
epsilon 136 “ καὶ πάλιν· „ἐξὸν ἡμῖν καὶ τὰ ἡμέτερα αὐτῶν ἀσφαλῶς ἔχειν, καὶ τὰ τῶν ἄλλων δίκαια βραβεύειν, ἀπεστερήμεθα δὲ χώρασ“ καὶ τὰ ἑξῆς. Ἐπειλημμένοι : Ὀλυνθιακῷ τρίτῳ· „ἀλλ’ ὅσης ὁρᾶτε πάντες ἐρημίας ἐπειλημμένοι.“ Ἐπιχειρῶ : δοτικῇ. κατὰ Φιλίππου πρώτῳ· „νῦν δὲ ἐπιχειρῶν ἀεί τινι, καὶ τοῦ πλείονος ὀρεγόμενος, ἴσως ἂν ἐκκαλέσαιτο ὑμᾶς.“ Ἐγκαλῶ : δοτικῇ. ἐκ τοῦ αὐτοῦ· „ἐγκαλῶν γὰρ ὑμῶν τοῖς διαβάλλουσι τὸν Φίλιππον.“ Ἐπιτιμῶ : δοτικῇ. ἐκ τοῦ περὶ Ἁλοννήσου· „ἐκέλευσεν οὖν τοὺς λέγοντας ἐν τῷ δήμῳ τῇ μὲν εἰρήνῃ μὴ ἐπιτιμᾷν.“ καὶ ἐν τῷ περὶ συντάξεως· „ἐπιτιμήσαντα τοῖς νέοις.“ Ἐπιλανθάνομαι : γενικῇ. ἐκ τοῦ περὶ Ἁλοννήσου· „τῆς δὲ ἐπιστολῆς, ἣν πρὸς ὑμᾶς ἔπεμψεν, ὅτε Ἀμφίπολιν ἐπολιόρκει, ἐπιλέλησται.“ Εὐπορῶ καὶ συνευπορῶ : γενικῇ. περὶ τῆς ἐν Χεῤῥονήσῳ· „καὶ συνευποροῦντας ἐκείνῳ χρημάτων.“ καὶ ἐν τῷ περὶ στεφάνου· „πολλῶν δὲ στρατιωτῶν εὐπορήσας.“ Ἐφεδρεύειν : δοτικῇ. περὶ Χεῤῥονήσου· „οὔκουν βούλεται τοῖς ἑαυτοῦ καιροῖς τὴν παρ’ ὑμῶν ἐλευθερίαν ἐφεδρεύειν.“ Ἐγχειρῶ : δοτικῇ. ἐκ τοῦ περὶ συντάξεως· „εἰ δέ τις καὶ τοιοῦτός ἐστιν ἐγχειρεῖν ἔργῳ.“ Ἐπιβουλεύω : δοτικῇ. ἐκ τοῦ περὶ συμμοριῶν· „μήτε ἐκεῖνος ὃν ἡμεῖς ἐπιβουλεύειν ἡγούμεθα τοῖς Ἕλλησι.“ καὶ Δίων εἰκοστῷ ὀγδόῳ βιβλίῳ· „καὶ τοῖς ὑπάτοις ἐπιβουλεύοντα.“ καὶ πρὸς αἰτιατικήν. ὁ αὐτός· „ὕπατοί τε ἀποδειχθέντες καὶ δεκασμοῦ ἁλόντες, ἐπεβούλευσαν τοὺς κατηγορήσαντάς σφων, Κότταν τε καὶ Τορκούατον.
epsilon 137 “ Ἐπιπλήττω : δοτικῇ. τῆς τῶν Ῥοδίων ἐλευθερίας· „ἀλλὰ γὰρ οὐχ ὅ τί τίς κατηγορεῖ τούτων ἢ τοῖς ἄλλοις ὑμῖν ἐπιπλήξει, χαλεπὸν εὑρεῖν.“ καὶ Ἰσοκράτης περὶ τῆς εἰρήνης· „ὁ τολμῶν τοῖς ἁμαρτανομένοις ἐπιπλήττειν.“ Ἐντυγχάνω : δοτικῇ. ἐκ τοῦ παραπρεσβείας· „αὐτὸς δὲ ἰδίᾳ πάντα τὸν χρόνον ἐντυγχάνων οὐδ’ ὁτιοῦν ἐπαύσατο Φιλίππῳ.“ καὶ Ἰσοκράτης· „φιλίας εὑρεῖν πιστοτάτας καὶ συνουσίαις ἐντυχεῖν.“ Ἐγχειρίζω : δοτικῇ. ἐκ τοῦ αὐτοῦ· „καὶ καθ’ ὑμῶν ἐγκεχειρίκασι Φιλίππῳ.“ Εὐεργετῶ : αἰτιατικῇ. ἐκ τοῦ πρὸς Λεπτίνην· „πολλὰ ἂν ἔχων εἰπεῖν, ὅσα εὐεργέτηκεν ὑμᾶς οὗτος ἀνήρ.“ Εὖ ποιῶ : αἰτιατικῇ. Ἰσοκράτης πρὸς Δημόνικον· „τοὺς ἀγαθοὺς εὖ ποίει.“ Ἐπιμνησθῆναι : γενικῇ. ἐκ τοῦ πρὸς Λεπτίνην· „οὐ μὴν κωλύει γε οὐδὲν κἀμὲ διὰ βραχέων ἐπιμνησθῆναι τῶν πεπραγμένων αὐτῷ.“ καὶ Δίωνος τριακοστῷ πρώτῳ βιβλίῳ· „τῶν δὲ ἄλλων, ὡς καὶ ἐπικουρίας τινὸς παρ’ ἑαυτοῦ δεομένων, ἐπιμνησθείς.“ Ἐλαττοῦμαι : γενικῇ. ἐκ τοῦ περὶ στεφάνου· „πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶνα Αἰσχίνου.“ Ἐπιτρίβω : καταπονῶ. αἰτιατικῇ. ἐκ τοῦ αὐτοῦ· „αὐτοῖς μὲν μικρὰ καὶ οὐδὲν ἀναλίσκουσι, τοὺς δ’ ἀπόρους τῶν πολιτῶν ἐπιτρίβουσιν.“ Ἐπηρεάζω : δοτικῇ. ἐκ τοῦ περὶ στεφάνου· „τοῖς μὲν ἐχθροῖς ὑπηρετῶν, ἐμοὶ δὲ ἐπηρεάζων εὑρέθη.“ Ἐγκωμιάζω : αἰτιατικῇ. ἐκ τοῦ περὶ στεφάνου· „πολλὰ μὲν Φίλιππον ἐγκωμιάζοντες, πολλὰ δὲ ὑμῶν κατηγοροῦντες.“ Ἐξίσταμαι : ἀντὶ τοῦ ἀποφεύγω, αἰτιατικῇ.
epsilon 138 ἐκ τοῦ αὐτοῦ· „πρὸς ὅν τινα βούλεται τῶν ἁπάντων· οὐδένα ἐξίσταμαι.“ Ἐφίκωμαι : γενικῇ. ἐκ τοῦ παραπρεσβείας· „ὅλως δ’ οὐδ’ ἂν εἷς δύναιτ’ ἐφικέσθαι τῷ λόγῳ τῶν ἐκεῖ κακῶν νῦν ὄντων.“ καὶ Ἰσοκράτης ἐν τῷ πρὸς Δημόνικον· „ὅσοι γὰρ τοῦ βίου ταύτην τὴν ὁδὸν ἐπορεύθησαν, οὗτοι μόνοι τῆς ἀρετῆς ἐφικέσθαι γνησίως ἠδυνήθησαν.“ Ἐναντίον : γενικῇ. ἐκ τοῦ παραπρεσβείας· „πάντα τοίνυν τἀναντία τούτων φαίνονται πεποιηκότες·“ τὸ δὲ ῥῆμα δοτικῇ. ἐκ τοῦ κατὰ Μειδίου· „ὅσα μὲν οὖν, τοὺς χορευτὰς ἐναντιούμενος ἡμῖν ἀφεθῆναι τῆς στρατείας, ἠνώχλησεν.“ ἀλλὰ καὶ τὸ ὄνομα πολλάκις δοτικῇ. ἐκ τοῦ κατὰ Ἀριστοκράτους· „ὁ δὲ τὸ ψήφισμα γράφων πολλοῦ γε δεῖ διώρισεν, ὅς γε πάντα τούτοις τἀναντία εἴρηκεν.“ Ἐκ πλείστου : ἀντὶ τοῦ πρὸ πολλοῦ. ἐκ τοῦ κατὰ Μειδίου· „μὴ παρορᾷν τὰ τοιαῦτα, μηδὲ ἐφ’ ἑαυτὸν ἐλθεῖν περιμένειν, ἀλλ’ ὡς ἐκ πλείστου φυλάττεσθαι.“ Ἓν οὐδέν : ἀντὶ τοῦ οὐδέν. εἰσὶ γὰρ δύο ἕν καὶ ἓν οὔ· ἀπὸ κοινοῦ οὖν γινόμενον τὸ οὔ, ποιεῖ οὐδὲν οὐδέν. ἐκ τοῦ κατὰ Μειδίου· „ἓν γὰρ οὐδέν ἐστιν, ἐφ’ ᾧ τῶν πεπραγμένων οὐ δίκαιος ὢν ἀπολωλέναι φανήσεται.“ ἐπανέλαβε τὸ οὐδέν, ἵνα βεβαιώσῃ τὸ μηδὲν ὅλως εἶναι τὸ κωλῦον αὐτὸν μὴ ἀπολωλέναι. ἐπιτατικὴ γάρ ἐστιν ἡ ἀναίρεσις, διὰ τῶν δύο οὐδέν ἐμφαινομένη. Ὅμοιον αὐτῷ καὶ ἐν τῷ κατὰ Ἀριστοκράτους· „ἓν γὰρ οὐδ’ ὁτιοῦν“ ἀντὶ τοῦ οὐδὲν οὐδ’ ὁτιοῦν. τὸ οὔ πάλιν ἀπὸ κοινοῦ. Καὶ ἄλλο ὅμοιον, οὐχὶ κατ’ αὐτὸ τὸ ἀπὸ κοινοῦ εἶναι τὴν οὔ ἀπόφασιν, ἀλλὰ κατὰ τὸ ἀπὸ κοινοῦ ἔχειν τὴν δευτέραν σύνταξιν τὸ ῥῆμα τῆς πρώτης συντάξεως, ἐκ τοῦ αὐτοῦ μετ’ ὀλίγον· „ὑμεῖς μέν, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδένα προεδώκατε τῶν φίλων, Θετταλοὶ δὲ οὐδένα πώποτε ὅν τινα οὔ.
epsilon 139 “ ἐξακούεται ὧδε τὸ ἄνω ῥῆμα τὸ προέδωκαν, οἷον Θετταλοὶ δὲ οὐδένα πώποτε οὐ προέδωκαν. Ὅτι δὲ πέφυκε τὸ οὔ διπλασιάζεσθαι, ἀλλὰ καὶ τριπλασιάζεσθαι πολλάκις ἐπὶ βεβαιώσει ἀναιρέσεως, δηλοῖ τὸ κατὰ Ἀριστοκράτους, οἷον· „οὐ γὰρ ἔστιν, οὐκ ἔστι παρὰ τούτοις τοῖς ἐπὶ τῇ τοῦ πλεονεκτεῖν προαιρέσει ζῶσιν οὐδὲν οὔτε βέβαιον οὔθ’ ὅσιον.“ καὶ Ἀῤῥιανός· „ἕν τε οὐδὲν ἐδόκει ἀπεῖναι τῶν ἑαλωκυίᾳ ἤδη πόλει ξυμφερομένων.“ Ἐπίπροσθεν : τὸ ἐμπόδιον, γενικῇ. Δίωνος δευτέρῳ βιβλίῳ· „δόξαν τὴν ἐκείνων ἐπίπροσθέν σφισι τῆς αὐξήσεως ἔσεσθαι.“ Ἐπιτιθέναι : δοτικῇ. Δίωνος βιβλίον δεύτερον· „καὶ μηδὲν ἕτερον δεινὸν προσδεχομένοις ἐπιθέμενος.“ Ἐξεργάζομαι : αἰτιατικῇ. Δίωνος βιβλίον δεύτερον· „καὶ τὸν ἀδελφόν, ὅτι μὴ συνῄρετο, λάθρᾳ διὰ τῆς γυναικὸς αὐτοῦ φαρμάκοις ἐξειργάσατο.“ Ἔν : μετὰ γενικῆς, συνυπακουομένης τῆς δοτικῆς. ἐν δευτέρῳ βιβλίῳ Δίων· „ἔπειτα ἐν τοῦ Πυθίου εὑρέθη,“ ἀντὶ τοῦ ἐν τοῖς Πυθίου. καὶ Προκόπιος εἰς τὸν σωφρόνως ἄρχοντα· „καὶ ζῶσι τάχα μὴ δικάζειν εἰδώς, εἰς τοὺς ἐν ᾅδου κατέφυγεν.“ Ἀῤῥιανός· „οὐκέτι ἐν αὑτοῦ ὄντα.“ Ἐφιέναι : γενικῇ. Δίωνος τρίτῳ βιβλίῳ· „ὅτι μὲν γὰρ ἀγαπᾷ ὑμᾶς, οὐδὲν ἂν μεῖζον τεκμήριον λάβοιτε, ἢ ὅτι τοῦ τε βίου τοῦ παρ’ ὑμῖν ἐφίεται.“ Ἐπισκήπτω : παραγγέλλω, δοτικῇ. Δίωνος τρίτον βιβλίον· „ὥς πέρ που καὶ Ῥωμύλος ἡμῖν ἐπέσκηψεν.“ ἐπὶ δὲ τοῦ παρακαλεῖν πρὸς αἰτιατικήν. Ἀππιανὸς τρίτῳ Αἰγυπτιακῶν· „ἐπισκήπτω σε τῆς ἀξιώσεως.“ Ἔνοχος : δοτικῇ. ἐκ τοῦ κατὰ Ἀριστογείτονος· „ἐκείνοις μὲν γὰρ ἐξῆν, μικρὸν ἀργύριον δοῦσι τούτῳ, μὴ ἀκούειν ταῦτα.
epsilon 140 “ καὶ κατὰ Νεαίρας· „μηδὲ τῇ γυναικὶ ἐξέστω εἰσιέναι εἰς τὰ ἱερὰ ταῦτα.“ Ἐγγυῶ : ἐπὶ τοῦ μνηστεύειν, αἰτιατικῇ. ἐκ τοῦ κατὰ Νεαίρας· „ἐγγυῶντα δὲ τὰς τῶν ἑταιρῶν θυγατέρας ὡς αὑτοῦ οὔσας.“ καὶ ἐπὶ ἑτέρου σημαινομένου, ἐγγυῶ ἐπὶ τοῦ διδόντος, ἐγγυῶμαι δὲ ἐπὶ τοῦ λαμβάνοντος. καὶ ἐπὶ τοῦ περιποιοῦμαι καὶ ἀντιφωνῶ, „ἐγγυῶμαί σοι σωτηρίαν.“ Ἐπελπίζω : τὸ ὑποσχέσθαι, αἰτιατικῇ. Δίων πέμπτῳ βιβλίῳ· „ἐπελπίζοντές τινα αὐτοὺς οἱ δυνατοί.“ καί· „αὐτὸν μὲν πολλὰ ἐπελπίσας,“ ἤγουν ἐλπίσαι ποιήσας. Ἐπιδικάζομαι : μετὰ γενικῆς. Δημοσθένης ὁ μικρὸς ὑπὲρ Παυσανίου· „οὐκ ἐπιδικάσεσθε ταύτης τῆς πράξεως,“ ἀντὶ τοῦ ὑπερμαχήσεσθε, ἀντιποιήσεσθε, ἰδιοποιήσεσθε. Ἐφ’ ᾧ : μετὰ ὁριστικοῦ καὶ ὑποτακτικοῦ. Δίων πεντηκοστῷ βιβλίῳ· „ἐφ’ ᾧ καὶ τήν τε χώραν σφῶν παντελῶς ἐκλίπωσιν.“ Ἐπικουρῶ : δοτικῇ. Δίων ἑνδεκάτῳ βιβλίῳ· „οὐ πρότερον αὐτοῖς ἐπείσθη ὁ Ῥηγοῦλος, πρὶν Καρχηδονίους οἱ ἐπιτρέψαι.“ Ἐπέστησεν : ἀντὶ τοῦ ἔπαυσεν, γενικῇ. Δίων βιβλίῳ ἑπτακαιδεκάτῳ· „ἐπέστησεν ἐξαίφνης τοῦ δρόμου.“ Ἐπαρκῶ : δοτικῇ. Δίων τριακοστῷ πρώτῳ βιβλίῳ· „κἀνταῦθα ἀπογνοὺς μηδέν οἱ τὸν θεὸν ἐπαρκέσειν, ἑαυτὸν διεχρήσατο.“ Ἐπιβαίνω : δοτικῇ. Δίων τεσσαρακοστῷ πρώτῳ βιβλίῳ· „ἐπειδὴ γὰρ ἅμα τῷ τῆς γῆς ἐπιβῆναι προσέπταισεν, καὶ αὐτὸν πεσόντα ἐπὶ στόμα οἱ στρατιῶται ἰδόντες ἠθύμησαν, καὶ δυσανασχετήσαντες ἐθορύβησαν, οὐ διηπορήθη, ἀλλ’ ἐκτείνας τὴν χεῖρα, τήν τε γῆν, ὡς καὶ ἑκὼν δὴ πεσών, περιέλαβε καὶ κατεφίλησε, καὶ ἀναβοήσας εἶπεν, ἔχω σε Ἀφρική.
epsilon 141 “ Εἶπον : ἀντὶ τοῦ ἐκάλεσαν, αἰτιατικῇ. Δίωνος τεσσαρακοστῷ τετάρτῳ βιβλίῳ· „καὶ αὐτὸς μὲν οὐκ ἔφη βασιλεύς, ἀλλὰ Καῖσαρ καλεῖσθαι, οἱ δὲ δήμαρχοι ἐκεῖνοι καὶ δίκην τῷ πρώτῳ αὐτὸν εἰπόντι ἔλαχον.“ Εὐνοῶ : δοτικῇ. Δίωνος τεσσαρακοστῷ ἕκτῳ βιβλίῳ· „καὶ ἐγὼ μόνος ὑμῖν εὐνοῶ.“ Ἐκκλίνω : δοτικῇ αἰτιατικῇ. Δίων τεσσαρακοστῷ ἑβδόμῳ βιβλίῳ· „τῶν μὲν ὀριγνᾶσθαι, τῶν δὲ ἐκκλῖναι.“ Ἐπιλαμβάνομαι : γενικῇ. ἐκ τοῦ παραπρεσβείας· ἐπελαμβάνετο γὰρ αὐτῆς τῷ συνειδέναι.“ καὶ Δίων τεσσαρακοστῷ ὀγδόῳ βιβλίῳ· „ὥστε καὶ τοὺς ἐν τῷ πρὶν τὸν Καίσαρα φοβουμένους, τότε προστατῶν ἐπιλαμβανομένους ἀναθαρσῆσαι.“ Ἔχεσθαι : γενικῇ. Δίων τεσσαρακοστῷ ὀγδόῳ βιβλίῳ· „κελευσάσης αὐτῷ τῶν προκειμένων ἔχεσθαι.“ Ἐπικηρυκεύω : δοτικῇ. Δίων τεσσαρακοστῷ ἐνάτῳ βιβλίῳ· „ἐπεκηρύκευσαν τότε αὐτῷ, οὐδὲν ὅ τι οὐκ ἐπαγγελλόμενοι.“ Ἐκφρονήσειν : γενικῇ. σημαίνει δὲ τὸ καταφρονῆσαι καὶ ἐναντία φρονῆσαι. Δίων πεντηκοστῷ τετάρτῳ βιβλίῳ· „καὶ μέντοι καὶ αὐτὸν ἐκείνου ὑποπτεύσας πῃ ἐκφρονήσειν.“ Ἑστιῶ : αἰτιατικῇ. Δίων πεντηκοστῷ δευτέρῳ βιβλίῳ· „καὶ μέντοι καὶ αὐτὸν ἐκεῖνον τὸν Αὔγουστον ἑστιῶν, εἶτ’ ἐπειδὴ ὁ οἰνοχόος κύλικα κρυσταλλίνην κατέαξεν.“ Ἔπειτα : ἀντὶ τοῦ πάλιν ἢ εὐθέως. Δίων πεντηκοστῷ δευτέρῳ περὶ θυμοῦ τοῦ Αὐγούστου· „ἐκπηδήσας δὲ ἐκ τοῦ βουλευτηρίου, ἔπειτα μετ’ ὀλίγον ἐπανῆλθεν.“ κατὰ δὲ τὸ ἀκριβὲς παρέλκει. Ἐπεξιέναι : τιμωρεῖσθαι, αἰτιατικῇ. Δημοσθένης. ἐκ τοῦ κατὰ Μειδίου· „ἐπέξιμεν τοῦ φόνου τὸν Ἀρίσταρχον.
epsilon 142 “ καὶ Ἰσοκράτης· „Πελοποννησίους δὲ τοὺς μετ’ Εὐρυσθέως εἰς τὴν χώραν ἡμῶν εἰσβαλόντας ἐπεξελθόντες ἐνίκησαν.“ ἐν δὲ τῷ περὶ τῆς εἰρήνης δοτικῇ· „ἐπεξιέναι τοῖς πολεμίοις.“ Εἰσπράττω : αἰτιατικῇ ἀντὶ τοῦ τιμωροῦμαι. Δίων ἑξηκοστῷ δευτέρῳ βιβλίῳ· „ᾧ γε καὶ παῤῥησιάζεσθαί τινες ἀσφαλῶς ἐδύναντο καὶ μάλα αὐτὸν εἰσέπραττον.“ Ἐργάζομαι : αἰτιατικῇ. Δίων ἑξηκοστῷ δευτέρῳ βιβλίῳ· „καὶ κακὰ ἀμύθητα πολλὰς πόλεις εἰργάζετο.“ Ἐπιβοῶμαι : αἰτιατικῇ. Δίων ἑβδομηκοστῷ τετάρτῳ βιβλίῳ· „καὶ οὐκ ἐπαύσατο οὔτε ἐκεῖνον ποθῶν, οὔτε τὸν Ἰουλιανὸν λοιδορῶν, οὔτε τοὺς θεοὺς ἐπιβοώμενος.“ καὶ ὑποκατιών· „οὐ βοηθῶ τῷ δήμῳ· οὐ γάρ με ἐπεβοήσατο.“ Ἐπιστρατεύω : δοτικῇ. τοῦ Θεολόγου ἐπιταφίῳ· „οὐ Σκύθας χειρούμενοι, οὐκ ἄλλο τι βαρβαρικὸν ἔθνος ἀνακαθαίροντες, ἀλλ’ ἐκκλησίᾳ ἐπιστρατεύοντες.“ Ἐπιμελοῦμαι : γενικῇ. Ἰσοκράτης. ἐκ τοῦ πρὸς Δημόνικον· „ἀλλ’ ἀπέλαυε μὲν τῶν παρόντων ἀγαθῶν ὡς θνητός, ἐπεμελεῖτο δὲ τῶν ὑπαρχόντων ὡς ἀθάνατος.“ Ἐπιθυμῶ : γενικῇ. Ἰσοκράτης. ἐκ τοῦ πρὸς Δημόνικον· „σὺ μὲν γὰρ παιδείας ἐπιθυμεῖς, ἐγὼ δὲ τοὺς φιλοσοφοῦντας ἐπανορθῶ.“ Εἰσηγοῦμαι : ἀντὶ τοῦ παραινῶ, συμβουλεύω, δοτικῇ· „ὅσοι δὲ τοῖς νεωτέροις εἰσηγοῦνται.“ Ἐφικέσθαι : γενικῇ. Ἰσοκράτης· „οὗτοι μόνοι τῆς ἀρετῆς ἐφικέσθαι γνησίως ἠδυνήθησαν.“ Εὐλαβοῦμαι : αἰτιατικῇ. Ἰσοκράτης· „εὐλαβοῦ τὰς διαβολάς, κἄν τε ψευδεῖς ὦσι, κἄν τε ἀληθεῖς.“ Ἐπιτάττω : δοτικῇ. Ἰσοκράτης. ἐκ τοῦ αὐτοῦ λόγου· „τὸν γὰρ αὐτῷ τὰ βέλτιστα πράττειν ἐπιτάττοντα.“ Ἐπικρατῶ : αἰτιατικῇ.
epsilon 143 Ἰσοκράτης· „μόλις γὰρ ἄν τις ἐκ ταύτης τῆς ἐπιμελείας τὰς τῆς φύσεως ἁμαρτίας ἐπικρατήσειεν.“ Ἔτυχον : γενικῇ. Ἰσοκράτης· „ἀλλ’ ἐπειδὴ θνητοῦ σώματος ἔτυχες.“ Ἐπιστατῶ : δοτικῇ· „οἱ δὲ τοῖς ἀεὶ αὐτοῖς ἐπιστατοῦντες.“ καὶ πρὸς γενικήν· „ὅλων μὲν τῶν πραγμάτων ἐπιστατοῦντες.“ Ἔξεστιν : δοτικῇ. Ἰσοκράτης· „τούτοις ἔξεστι ζῆν ὡς αὐτοὶ βούλοιντο.“ Ἐπιθειάσας : δοτικῇ. Ἀππιανὸς Μακεδονικοῖς· „ἐπιθειάσας δὲ καὶ τοῖσδε.“ Ἐπαμύνω : δοτικῇ. Ἰσοκράτης· „ἀλλ’ ὑπολαμβάνοντες αἰσχύνην αὑτοῖς εἶναι τὴν τῶν πολιτῶν ἀπορίαν, ἐπήμυνον ταῖς ἐνδείαις.“ Ἐνθυμοῦμαι : γενικῇ. Ἰσοκράτης· „ὧν ἄξιον ἐνθυμηθέντας μὲν ἀγανακτῆσαι ἐπὶ τοῖς παροῦσιν.“ Ἐμποδίζω : αἰτιατικῇ. Ἰσοκράτης· „ἢ νομίζων ἐμποδιεῖν αὐτὸν πρὸς πολλὰ τῶν πραγμάτων.“ Εὐτυχῶ : αἰτιατικῇ. Προκόπιος· „σὺ δὲ λόγων εὐτυχήσας ἰσχύν, τὸ πικρὸν ἐκεῖνο κατέλιπες.“ Ἐρίζω : εἰς τὴν ἔκφρασιν τῆς εἰκόνος· „καὶ Μαρσύας μετ’ ἐκείνους ἐρίσων ἦλθεν Ἀπόλλωνι.“ Ἐπισπῶμαι : Προκόπιος περὶ ἔαρος· „ὑπὸ τὴν θηλὴν ὑπέχει τὸ στόμα, καὶ ἐπισπᾶται τοῦ γάλακτος.“ Ἐμπαροινῶ : δοτικῇ. Χωρικίου ἐν τῷ εἰς Μαρκιανόν· „ἐμπαροινήσαντες δὴ τούτῳ πολλά, μᾶλλον δὲ σφίσιν αὐτοῖς—θεῷ γὰρ ἐνυβρίζειν οὐ θέμις—, τελευτῶντες τῷ πάντων αἰσχίστῳ θανάτου τρόπῳ παρέδωκαν.“ Ἐξηγεῖσθαι : δοτικῇ. Θουκυδίδης τρίτῳ· „ἃ δὲ ἑκάτεροι ἐξηγεῖσθε τοῖς συμμάχοις, οὐχ οἱ ἑπόμενοι αἴτιοι, εἴ τι μὴ καλῶς ἐδρᾶτο.“ Ἐπιμαχῶ : δοτικῇ.
epsilon 144 Θουκυδίδης τετάρτῳ· „ὥστε τῇ ἀλλήλων ἐπιμαχεῖν.“ Εἴ : μετὰ ὁριστικῆς ἐγκλίσεως καὶ εὐκτικῆς εὕρηται· ἀναλογώτερον δὲ τὸ μετὰ ὁριστικῆς, καὶ δεύτερον τὸ μετὰ εὐκτικῆς, οὐ μέντοι τὸ μετὰ ὑποτακτικῆς, πλὴν τῶν ποιητικῶν. Δημοσθένης ἐν τῷ τετάρτῳ τῶν Φιλιππικῶν· „εἰ μὲν ἤρεσέ τί μοι.“ καὶ ἐν τῷ πρὸς Ναυσίμαχον καὶ Ξενοπείθην· „εἰ μεγάλα ὑμῖν εἶναι καὶ θαυμαστὰ τὰ δίκαια ταῦτα ὑπολαμβάνετε.“ καὶ ἐν τῷ κατὰ Ἀφόβου· „εἰ κατελείφθην ἐνιαύσιος.“ καὶ ἐν τῷ κατ’ Εὐέργου· „εἰ μὲν τὴν ἄνθρωπον παραδώσουσι.“ καὶ πάλιν· „εἰ μή τις αὐτὸν ἀφήσει.“ καὶ γὰρ μετὰ τοῦ μή τῇ αὐτῆ ἐγκλίσει συντάσσεται. καὶ ἐν τῷ πρὸς Ναυσίμαχον· „εἰ μὴ τῶν δικαίων ἐγὼ παρ’ ὑμῶν τεύξομαι.“ καὶ ἐν τῷ κατὰ Διονυσιοδώρου· „δεινὸν οὖν εἰ μὴ ἡμεῖς συγχωρήσομεν.“ Μετὰ δὲ εὐκτικῶν ἐν τῷ πρὸς Ναυσίμαχον· „οὐ τοίνυν θαυμάσαιμι, εἰ καὶ δακρύειν καὶ ἐλεεινοὺς πειρῷτο ποιεῖν.“ καὶ ἐν τῷ κατὰ Ἀφόβου· „εἰ δέ τις ἐλλείποι, αὐτὸς ἔφη προσθήσειν.“ Μετὰ δὲ ὑποτακτικῶν. εἴτ’ ἐπὶ δεξί’ ἴωσι πρὸς ἠῶ τ’ ἠέλιόν τε. καὶ Σοφοκλῆς ἐν Οἰδίποδι τυράννῳ· ὕβρις εἰ πολλῶν ὑπερπλήθῃ. ὁ αὐτός· δυστάλαινά τ’ ἆρ’ ἐγώ, εἴ σου στερηθῶ. Κρατῖνος Γείτοσιν· εἰ σοφὸς ᾖ. Ξενοφῶν Παιδείας· „εἰ μὴ πρόσθεν ἠσκηκότες.“ καὶ Πλάτων Νόμων δωδεκάτῳ· „εἴ τέ τις θῆλυς ῃ.“ Ἐάν : καὶ τοῦτο, ὥσπερ τὸ εἴ, ὁριστικοῖς, εὐκτικοῖς, ὑποτακτικοῖς συντάσσεται. σὺ δέ, ὦ φιλολόγε, ἀνάλογον φυλάττων, ὑποτακτικοῖς ἀεὶ σύντασσε. Ἕως : ὁριστικοῖς, εὐκτικοῖς.
epsilon 145 ὁριστικοῖς μὲν Δημοσθένης ἐν τῷ πρὸς Περικλέα· „ἕως μοι μάρτυρες παρῆσαν.“ ἐν δὲ τῷ πρὸς τὴν Λακρίτου καραγραφὴν εὐκτικῷ· „ἕως ὅτου κομισαίμεθα τὰ ἡμέτερα.“ μετὰ δὲ ὑποτακτικῶν, συνόντος καὶ τοῦ ἄν, Δημοσθένης· „δή που ἐπιλιπεῖν ἡμᾶς.“ καὶ ἐν τῷ κατὰ Ὀλυμπιοδώρου· „ἕως ἂν οἱ ἀγῶνες γένωνται.“ Ἐπιδικάζομαι : γενικῇ. Λυσίας ἐν τῷ πρὸς Διογένην περὶ χωρίου· „ἆρα οὐκ ἀπράγμων εἶναι δοκεῖ ὑμῖν Διογένης, ὃς ἐπιδικάζεται μὲν τῶν κλήρων.“ Εἰσποιοῦμαι : ἀντὶ τοῦ καλλωπίζομαι καὶ ἀνέρχομαι νοσφιζόμενος, δοτικῇ. Ἀῤῥιανὸς τετάρτῳ· „οὔκουν οὐδὲ Ἀλέξανδρον ἀνασχέσθαι ἄν, εἰ τῶν ἰδιωτῶν τις εἰςποιοῖτο ταῖς βασιλικαῖς τιμαῖς χειροτονίᾳ ἢ ψήφῳ οὐ δικαίᾳ. πολὺ ἂν οὖν δικαιότερον τοὺς θεοὺς δυσχεραίνειν, ὅσοι ἄνθρωποι εἰς τὰς θείας τιμὰς σφᾶς εἰςποιοῦσιν, ἢ πρὸς τῶν ἄλλων εἰσποιούμενοι ἀνέχονται.“ Ἐκπολεμῶ : ἐχθρὸν ποιῶ, αἰτιατικῇ· „αὐτὸς δὲ ἐς Ἀθήνας ἐλθών, ὡς ἐκπολεμώσων τοὺς Ἀθηναίους πρὸς Ἀλέξανδρον.“ Ἐπιστρέφομαι : ἀντὶ τοῦ ἐπιμέλειαν ποιοῦμαι καὶ φροντίζω, μετὰ γενικῆς. Ἡρακλείδου Ποντικοῦ τῶν εἰς Ἄβαριν ἀναφερομένων· „ἔφη δὲ τὸ δένδρον αὐτῷ τὸν δαίμονα, νεανίαν γενόμενον, ἐπιθεῖναι, προστάξαι δὲ πιστεύειν περὶ θεῶν, ὅτι ὡς οἷόντε καὶ τῶν ἀνθρωπίνων ἐπιστρέφονται πραγμάτων.“ Ἐπιτροπεύω : αἰτιατικῇ παρὰ Ἀττικοῖς. Δημοσθένης κατὰ Ἀφόβου· „οὐκ ἂν χεῖρόν με ἐπιτροπευθῆναι.“ καὶ μετ’ ὀλίγον· „καὶ δέκα ἔτη ἡμᾶς ἐπιτροπεύσαντες.“ τέτριπται δὲ καὶ μετὰ γενικῆς, ὡς παρὰ Λυκούργῳ ἐν τῷ περὶ διοικήσεως· „ἐκ τῶν ἱερῶν, ὧν ἡμεῖς ἐπετροπεύσαμεν.“ Ἐντρυφῶ : δοτικῇ.
epsilon 146 Σωπάτρου· „τῇ γὰρ συμμαχίᾳ τῇ παρὰ τοῦ δαίμονος ἐντρυφῶν.“ Εἰσακούω : αἰτιατικῇ. Ἀππιανὸς πρώτῳ· „οὐκ εἰςακουόντων οὐδέτερα Ῥωμαίων.“ Ἐξέδραμεν : γενικῇ. Ἀππιανός· „ἐξέδραμε τοῦ δανειστοῦ.“ Ἐπέλαβεν : αἰτιατικῇ. Ἀππιανὸς δευτέρῳ· „λιμὸς ὁμοῦ καὶ λοιμὸς ἐπέλαβε Ῥωμαίους.“ Ἐφήδοντο : δοτικῇ. ὁ αὐτὸς ἕκτῳ· „ἐφήδοντό μοι τῆς ὕβρεως.“ Ἐχθραίνω : αἰτιατικῇ. Ὅμηρος· ... ἵν’ ἐχθήρειε γέροντα. Ζ.
zeta 146 (14t) Ζημιῶ : τὸ μὲν ζημίωμα δοτικῇ, τὸ δὲ ζημιούμενον πρόσωπον αἰτιατικῇ. ἐκ τοῦ κατὰ Ἀριστοκράτους· „οἱ θεσμοθέται τοὺς ἐπὶ φόνῳ φεύγοντας κύριοι θανάτῳ ζημιῶσαί εἰσι.“ καὶ ὑποκατιών· „ὥστε ἀπεχειροτονήσατε μὲν τὸν στρατηγόν, πέντε ταλάντοις δ’ ἐζημιώσατε.“ καὶ ἐκ τοῦ κατὰ Τιμοκράτους· „καὶ τοῦτον ἄξιον εἶναι θανάτῳ ζημιῶσαι.“ καὶ Δίωνος ἕκτῳ βιβλίῳ· „ἐπειδὴ ἦρξεν, εἰσήγαγον καὶ χρήμασιν ἐζημίωσαν, οὔτε περὶ τοῦ σώματος εἰς κίνδυνον καταστήσας.“ Ἀππιανὸς δευτέρω· „ἀναπείθει θανάτῳ ζημιοῦσθαι.“ Ζηλοτυπῶ : αἰτιατικῆ Προκόπιος. εἰς τὸ ῥόδον ἔκφρασις· „Ἄρης γὰρ ταῦτα μαθών—ἤρα δὲ καὶ οὗτος— ἐζηλοτύπου τὸν νέον.“ Η.
eta 146 (30t) Ἡττῶμαι : γενικῇ· „καὶ οὔτε ναυμαχίας οὔτε πεζῆς μάχης οὐδεμιᾶς ἡττᾶτο.“ καὶ ἐκ τοῦ περὶ τῆς Ῥοδίων ἐλευθερίας· „ὑμεῖς δὲ νενικήκατε πολλάκις βασιλέα, ἥττησθε δὲ οὐδὲ ἅπαξ οὔτε τῶν δούλων τοῦ βασιλέως οὔτε αὐτοῦ ἐκείνου.
eta 147 “ καὶ ἐκ τοῦ περὶ στεφάνου· „οὐδαμοῦ πώποτε, ὅπου πρεσβευτὴς ἐπέμφθην ὑφ’ ὑμῶν ἐγώ, ἡττηθεὶς ἀπῆλθον τῶν Φιλίππου πρέσβεων.“ καὶ Δίων τεσσαρακοστῷ πρώτῳ βιβλίῳ· „δεινὸν τὸ τῶν πολεμίων κρατοῦντας ἡδονῶν ἡττᾶσθαι.“ Ἥκιστα : ἀντὶ τοῦ οὐδαμῶς. ὁ δὲ Δημοσθένης ἐν διαφόροις χωρίοις ἐχρήσατο αὐτῷ ἀντὶ τοῦ πάνυ. ἐκ τοῦ περὶ στεφάνου· „καὶ μὴν ὅτι πολλὰ μὲν ἂν χρήματα ἔδωκε Φιλιστίδης ὥστ’ ἔχειν Ὠρεόν, πολλὰ δὲ Κλείταρχος ὥστ’ ἔχειν Ἐρέτριαν, πολλὰ δ’ αὐτὸς ὁ Φίλιππος, ὥστε ταῦθ’ ὑπάρχειν ἐφ’ ὑμᾶς αὐτῷ καὶ περὶ τῶν ἄλλων μηδὲν ἐλέγχεσθαι, μηδέ, ἃ ποιῶν ἠδίκει, μηδένα ἐξετάζειν πανταχοῦ, οὐδεὶς ἀγνοεῖ, καὶ πάντων ἥκιστα σύ.“ Ἦν : δοτικῇ. ἐκ τοῦ παραπρεσβείας· „ὑμῖν δὲ τοιοῦτον μὲν οὐδὲν οὔτ’ ἦν μηδὲ γένοιτο τοῦ λοιποῦ.“ Ἥδομαι : δοτικῇ. Ἰσοκράτης περὶ τῆς εἰρήνης· „ὅτι μᾶλλον ἡσθήσεσθαι τοῖς παρακαλοῦσιν ὑμᾶς ἐπὶ τὸν πόλεμον ἢ τοῖς περὶ τῆς εἰρήνης συμβουλεύσουσι.“ καὶ μετὰ τῆς ἐπί προθέσεως ὁμοίως· „ἀλλ’ ἐφησθησόμενοι ταῖς ὑμετέραις συμφοραῖς.“ Ἡγοῦμαι : δοτικῇ. Δίων τετάρτῳ βιβλίῳ· „ὑπὸ δὲ τὸν αὐτὸν χρόνον οἱ Αἰθίοπες, ὑπὲρ Αἰγύπτου οἰκοῦντες, προεχώρησαν μὲν μέχρι τῆς πόλεως τῆς Ἐλεφαντίνης ὠνομασμένης, πάντα τὰ ἐν ποσὶ πορθοῦντες ἡγουμένης σφίσι Κανδάκης.“ καὶ ἑξηκοστῷ ἑβδόμῳ βιβλίῳ γενικῇ. „ἐπειδὴ οἱ μετὰ τοῦ Φύσκου στρατευσάμενοι ἡγήσασθαι σφῶν αὐτῶν ἠξίωσαν.“ αἰτιατικῇ Θουκυδίδης πρώτῳ· „καὶ οἱ μὲν Λακεδαιμόνιοι οὐχ ὑποτελεῖς ἔχοντες φόρου τοὺς ξυμμάχους ἡγοῦντο,“ ἀντὶ τοῦ τῶν ξυμμάχων.
eta 148 καὶ Ἰσοκράτης· „οὐ δή που πάτριόν ἐστιν ἡγεῖσθαι τοὺς ἐπήλυδας τῶν αὐτοχθόνων.“ Ἦν : μετὰ πληθυντικοῦ ὀνόματος. Ἀππιανός· „ἐν τῇ βασιλικῇ ἔριδες ἦν.“ Θ.
theta 148 (7t) Θαῤῥῶ : αἰτιατικῇ. τρίτῳ Ὀλυνθιακῷ· „οὔτε Φίλιππος ἐθάῤῥει τούτους, οὔθ’ οὗτοι Φίλιππον.“ ὁ δὲ Ἰσοκράτης ἐν τῷ περὶ τῆς εἰρήνης πρὸς δοτικήν· „ὥστε μηδὲ τοῖς οἰκειοτάτοις θαρῥεῖν πλησιάζοντας.“ Θεραπεύω : αἰτιατικῇ. Δίων ἑξηκοστῷ δευτέρῳ βιβλίῳ· „ἐκείνους δὲ τοῖς τε χρήμασι καὶ τῇ προσκλήσει ἐθεράπευσεν.“ Θαυμάζω : ἐπὶ κακῷ, γενικῇ. περὶ τῶν ἐν Χεῤῥονήσῳ· „πολλὰ θαυμάζων τῶν εἰωθότων λέγεσθαι παρ’ ὑμῖν, οὐδέν, ὦ ἄνδρες Ἀθηναῖοι, τεθαύμακα, οὗ καὶ πρώην τινὸς ἤκουσα εἰπόντος ἐν τῇ βουλῇ.“ ἐπὶ καλῷ δὲ πρὸς αἰτιατικήν· „πολλὰ δὲ θαυμάζων Λεπτίνου κατὰ νόμον, ἓν μάλιστα τεθαύμακα.“ καὶ ἐκ τοῦ περὶ Μεγαλοπολιτῶν πάλιν ἐπὶ κακῷ πρὸς γενικήν· „θαυμάζω δ’ ἐνίων, εἰ τὸ μὲν Θηβαίους εἶναι συμμάχους τοὺς Λακεδαιμονίων ἐχθροὺς φοβοῦνται· εἰ δὲ καταστρέψονται Λακεδαιμόνιοι τούτους αὐτούς, μηδὲν ἡγοῦνται φοβερόν.“ καὶ πρὸς Λεπτίνην· „πολλὰ θαυμάζων Λεπτίνου κατὰ τὸν νόμον.“ Θεολογῶ : δοτικῇ. τοῦ Θεολόγου ἐκ τῆς πρὸς Κληδόνιον ἐπιστολῆς· „οὗτοι γάρ, ἡνίκα μὲν ἂν τοῖς γνησίοις αὑτῶν μαθηταῖς καὶ μύσταις τῶν ἀποῤῥήτων θεολογῶσιν, ὡς οἱ Μανιχαῖοι τοῖς ἐκλεκτοῖς λεγομένοις, ὅλην τὴν νόσον αὐτοῖς ἐκκαλύπτοντες, μόλις καὶ τὴν σάρκα τῷ σωτῆρι παραδιδόασιν.“ Θήρευε : αἰτιατικῇ.
theta 149 Ἰσοκράτης πρὸς Δημόνικον· „καὶ τὰς ἡδονὰς θήρευε τὰς μετὰ δόξης.“ Θωπεύω : αἰτιατικῇ. Πέτρου εἰς τὰ περὶ Ἀντωνίου· „πολλὰ οὖν θωπεύσας αὐτόν.“ Θάλλω : δοτικῇ. Ἀππιανὸς δευτέρῳ· „ἀμφοτέροις τοῖς γονεῦσι θάλλοντες.“ Ι.
iota 149 (8t) Ἵνα : μετὰ παρατατικοῦ. ἐκ τοῦ κατὰ Ἀνδροτίωνος· „ἵνα ἐκεῖ περὶ χιλίων ἐκινδυνεύομεν, εἰ καταψευδόμενοι ταῦτα ἐφαινόμεθα.“ καὶ ἐν τῷ κατὰ Τιμοκράτους· „ἵνα οὖν μὴ ἐδόκεις.“ Ἵνα μετὰ εὐκτικῆς. Δημοσθένης ἐν τῷ πρὸς Ζηνόθεμιν· „ἵνα, ὅπερ διενοήθησαν, τοῦτο ἐπιτελεσθείη.“ καὶ ἐν ἑτέρῳ· „ἵνα ἐνέχυρόν τι λάβοιμι.“ ὁ δὲ Ἰσοκράτης μετὰ ὑποτακτικῆς ἐγκλίσεως· „ἵνα εὐδοκιμῇς ἅμα καὶ διαρκῇς.“ καὶ ἐν τῷ κατὰ Τιμοκράτους· „οὐχ ἵνα κοινῇ τὴν πόλιν ὠφελήσῃ, ἀλλ’ ἵνα μηδ’ ἃ κλέπτοντες φανερῶς ἠλέγχθησαν, καταθῶσιν.“ Κ.
kappa 149 (20t) Κακῶς ποιεῖν : συντάσσεται αἰτιατικῇ. Ὀλυνθιακῷ πρώτῳ· „καὶ τῷ τὴν ἐκείνου χώραν κακῶς ποιεῖν.“ Καρποῦνται : αἰτιατικῇ. ἐν τῷ αὐτῷ λόγῳ· „μικρὰ ἀναλίσκοντες, τὰ λοιπὰ καρποῦνται ἀδεῶς.“ καὶ Δίων εἰκοστῷ δευτέρῳ βιβλίῳ· „πολυειδῆ ἀπόλαυσιν καρπούμενοι τῶν κοινῶν ἀγαθῶν.“ Κατηγορῶ : γενικῇ. Ὀλυνθιακῷ τρίτῳ· „μένειν γὰρ ἐξῆν τῷ κατηγοροῦντι τῶν ἄλλων.“ Καταπολεμῶ : αἰτιατικῇ. κατὰ Φιλίππου πρώτῳ· „ἢ Μακεδὼν ἀνὴρ Ἀθηναίους καταπολεμῶν.“ Καταπολιτεύομαι : αἰτιατικῇ, οἷον ἐναντιοῦμαι τῇ πολιτείᾳ. ἐκ τοῦ περὶ Χεῤῥονήσου· „πάντα τοίνυν „τἆλλα εἰπὼν ἂν ἡδέως, καὶ δείξας ὃν τρόπον ὑμᾶς ἔνιοι καταπολιτεύονται.
kappa 150 “ Καταψηφίζομαι : ἀντὶ τοῦ ἀναιρῶ, ἀνατρέπω, δοτικῇ. ἐκ τοῦ τέλους τοῦ πρὸς Λεπτίνην· „τί συμβήσεται καταψηφισαμένοις ὑμῖν τὸν νόμον;“ Καταδιαιτῶ : καταψηφίζομαι, γενικῇ. ἐκ τοῦ κατὰ Μειδίου· „καίτοι εἰ παρὰ τῶν ἐρήμην καταδιαιτησάντων αὐτοῦ τηλικαύτην δίκην οὗτος ἀξιοῖ λαμβάνειν.“ Κρίνω : ἀντὶ τοῦ κατηγορῶ, γενικῇ μετὰ τῆς ὑπό προθέσεως. ἐκ τοῦ κατὰ Μειδίου· „οἴδαμεν Δημοσθένην, ᾧ μαρτυροῦμεν, καὶ Μειδίαν τὸν κρινόμενον.“ Καταγινώσκω : γενικῇ. ἐκ τοῦ πρὸς Ἀλέξανδρον συνθηκῶν· „οὕτω δὲ κατεγνώκασι μετὰ τούτων ἀδιήγητόν τινα τῆς πόλεως ἔκλυσιν καὶ μαλακίαν.“ καὶ κατὰ Μειδίου· „ἐγὼ δὲ πρῶτον μὲν οὐδὲν ἀγεννὲς ὑμῶν καταγινώσκω.“ Καταλαμβάνω : αἰτιατικῇ. ἐκ τοῦ περὶ στεφάνου· „ἀλλ’ οὕτως ἐπεπείσμην μέγαν εἶναι τὸν κατειληφότα κίνδυνον τὴν πόλιν.“ Κληρονομῶ : γενικῇ. ἐκ τοῦ περὶ στεφάνου· „ὅς γε κεκληρονόμηκας μὲν τῶν φίλων τοῦ κηδεστοῦ χρημάτων πλειόνων ἢ πέντε ταλάντων.“ καὶ ἐν τῷ τῆς παραπρεσβείας· „ταύτης γὰρ ἐγὼ οὐκέτι τῆς αἰσχύνης κληρονομῶ.“ ὁ δὲ Προκόπιος καὶ πρὸς αἰτιατικήν· „ἄνωθεν ἐξ ἀρετῆς κληρονομῆσαι πάτριον ἅμιλλαν.“ Κοινωνῶ : ἐκ τοῦ παραπρεσβείας· „τῷ δὲ μηδὲν ἑαυτῷ συνειδότι δεινόν, εἰ σιγῴη, δεινῶν καὶ πονηρῶν ἔργων δόξει κοινωνεῖν.“ ἐν δὲ τῷ κατὰ Τιμοκράτους δοτικῇ· „οὐδὲν γὰρ κοινωνεῖ τῷ νόμῳ τῷδε.“ τὸ δὲ ὄνομα γενικῇ. ἐν τῷ αὐτῷ· „πάντων τῶν κακῶν κοινωνόν.“ Καταμαρτυρῶ : γενικῇ. ἐκ τοῦ παραπρεσβείας· „τίς μου καταμαρτυρεῖ δῶρα λαβεῖν;“ Καταφρονῶ : γενικῇ.
kappa 151 ἐκ τοῦ παραπρεσβείας· „εὖ γὰρ εἰδέναι χρὴ τοῦτο, ὅτι οὐ καταφρονεῖ Φίλιππος, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς πόλεως τῆς ἡμετέρας.“ Κρατῶ : ἐπὶ τοῦ νικῶ, αἰτιατικῇ. ἐκ τοῦ παραπρεσβείας· „ἀλλὰ καὶ μάχας πολλὰς ἐκράτησαν.“ καὶ κατὰ Τιμοκράτους· „οὐδ’ οἵοις παρὰ σοῦ χρώμενοι συμβούλοις ἐπολιτεύοντο, ἀλλὰ τοὺς ἐχθροὺς κρατοῦντες.“ Καταμέμφομαι αἰτιατικῇ. ἐκ τοῦ πρὸς Λεπτίνην· „καταμεμφόμενον τοὺς ἐπὶ ταῖς ὑπαρχούσαις δωρεαῖς, τοὺς χρησίμους ὄντας τῶν τιμῶν ἀποστερεῖν.“ καὶ κατὰ Ἀνδροτίωνος· „καταμέμφῃ σεαυτόν.“ Καταχειροτονῶ : γενικῇ. ἐκ τοῦ κατὰ Μειδίου· „ἀλλὰ μιᾷ γνώμῃ κατεχειροτόνησεν αὐτόν.“ Κινδυνεύει : ἐλέγχεται. κατὰ Μειδίου· „ἀλλὰ κινδυνεύει καὶ τὸ λίαν εὐτυχεῖν ἐνίοτε ἐπαχθεῖς ποιεῖν.“ ἔχει δὲ καὶ ἄλλας σημασίας, ὡς παρ’ Ἑρμογένει ἐν τῷ προοιμίῳ τῶν ἰδεῶν· „οὐ κατὰ δύναμιν τὴν ἐν δεινότητι· ἐκεῖ γὰρ κινδυνεύει τὰ πρῶτα ἀποφέρεσθαι,“ ἀντὶ τοῦ προτετίμηται, προκέκριται. Κολάζω : αἰτιατικῇ. ἐκ τοῦ κατὰ Τιμοκράτους· „τοῖς δὲ ἐλευθέροις ὕστατον τοῦτο προσήκει κολάζεσθαι.“ Καταδύομαι ἀντὶ τοῦ αἰσχύνομαι, δοτικῇ. ἐκ τοῦ κατὰ Τιμοκράτους· „ὁ δὲ παρακάθηται, καὶ οὐ καταδύεται τοῖς πεπραγμένοις.“ Καταλλάττομαι : αἰτιατικῇ. Κατατάττω αἰτιατικῇ. ἐκ τοῦ κατὰ Ἀριστογείτονος· „ἐγὼ γὰρ ἐν ταῖς ἐκκλησίαις ὁρῶν ὑμᾶς κατατάττοντάς με καὶ προχειριζομένους ἐπὶ τὴν τούτου κατηγορίαν.“ Κατατίθημι : δοτικῇ. ἐκ τοῦ κατὰ Νεαίρας· „καὶ κατατίθησιν αὐτῆς τὰς εἴκοσι μνᾶς τῷ Εὐκράτει καὶ τῷ Τιμανορίδᾳ.“ Κακουργῶ : αἰτιατικῇ, ἐπὶ τοῦ ληΐζομαι.
kappa 152 Δίων τετάρτῳ βιβλίῳ· „πάντα τὰ μέχρι τείχους ἐκακούργουν.“ Κατέδραμον : ἐπὶ βλάβης, γενικῇ. Δίωνος ἐκ τοῦ τετάρτου βιβλίου· „ἀλλὰ τῆς τε χώρας τῆς Ῥωμαϊκῆς κατέδραμον.“ Κατατρέχω : αἰτιατικῇ. Δίων τεσσαρακοστῷ ὀγδόῳ βιβλίῳ· „ἀλλὰ τὴν χώραν κατατρέχων, καὶ τὴν ἐςκομιδὴν τῶν ἐπιτηδείων κωλύων.“ Κατασχών : αἰτιατικῇ. Δίων τριακοστῷ ἕκτῳ βιβλίῳ· „ταῦτα ἑτέροις ἐγκαλεῖ, καὶ καταψευδόμενος ὑμῶν καὶ προςβάλλων ὑμᾶς.“ Κελεύω : δοτικῇ. Δίων τεσσαρακοστῷ ὀγδόῳ βιβλίῳ· ἐκέλευσε μέρει τοῦ ναυτικοῦ περιπλέοντι κακουργεῖν τὰ τῶν ἐναντίων.“ αἰτιατικῇ δὲ Θουκυδίδης πρώτῳ· „ἐκέλευον Κορινθίους τοὺς ἐν Ἐπιδάμνῳ.“ Καταψηφίζομαι : γενικῇ. ἐκ τοῦ παραπρεσβείας· „εἰ τῶν πρεσβευσάντων τὴν εἰρήνην καταψηφιεῖσθε.“ καὶ Δίων ἑβδομηκοστῷ πέμπτῳ βιβλίῳ· „ἐξέταζε οὖν μὴ τὰ σώματα ἡμῶν μηδὲ τὰ ὀνόματα, ἀλλ’ αὐτὰ τὰ πράγματα.“ Καταπαλαίω : αἰτιατικῇ. ἐκ τοῦ Θεολόγου εἰς τὸ βάπτισμα· „ἐὰν ἐξ ἀπληστίας καταπαλαίῃ σε, πάσας ὑποδεικνύων τὰς βασιλείας, ὡς πένητος καταφρόνησον.“ Καταπραγματεύομαι : γενικῇ. ἐκ τοῦ ἐπιταφίου· „καταπραγματεύονται τῆς ἐνδείας, καὶ γεωργοῦσι τὰς συμφοράς.“ Κατορχοῦμαι : γενικῇ. ἐκ τοῦ ἐπιταφίου· „οὐ Σκύθας χειρούμενοι, οὐκ ἄλλο τι βαρβαρικὸν ἔθνος ἀνακαθαίροντες, ἀλλ’ ἐκκλησίαις ἐπιστρατεύοντες καὶ θυσιαστηρίων κατορχούμενοι.“ Κατακρίνω : Ἰσοκράτης αἰτιατικῇ· „τὸ μὲν γὰρ τελευτῆσαι πάντων ἡ πεπρωμένη κατέκρινεν.“ Κτητόν : δοτικῇ.
kappa 153 Ἰσοκράτης· „δόξῃ μὲν γὰρ κτήματα κτητά, δόξα δὲ χρημάτων οὐκ ὠνητή.“ Καρτερῶ : μετὰ τῆς ἔν. Ἰσοκράτης· „τρύφα μὲν ἐν ταῖς ἐσθῆσι καὶ τοῖς περὶ τὸ σῶμα κόσμοις, καρτέρει δέ, ὡς χρὴ τοὺς βασιλέας, ἐν τοῖς ἄλλοις ἐπιτηδεύμασιν.“ Κήδομαι : Ὅμηρος ἐν τῇ πρώτῃ, γενικῇ· κήδετο γὰρ Δαναῶν καὶ τὰ ἑξῆς. Κηρυκεύω καὶ ἐπικηρυκεύω : δοτικῇ. Ἰσοκράτης· „εἴ τις ἐπικηρυκεύεσθαι Πέρσαις.“ Κρίνω : τὸ καταδικάζω, μετὰ δοτικῆς· „τὴν νῦν ἀτιμαζομένην καὶ κρινομένην ὑμῖν“ ἀντὶ τοῦ ὑφ’ ὑμῶν καταδικαζομένην. Καταγελῶ : δοτικῇ. Ἰσοκράτης· „μὴ θαυμάσῃς, ὦ Φίλιππε· ποτὲ μὲν γὰρ παρεκελευόμην τοῖς ἀκουσομένοις καταγελᾷν μου.“ Καταθρασύνω : γενικῇ. Προκόπιος· „τὸ θῆλυ γένος ἀποδύεσθαι καὶ τὴν αἰδῶ, τῆς ἀῤῥένων ὅλῳ προςώπῳ καταθρασυνόμενον ὄψεως.“ Κατεάγη : γενικῇ Προκόπιος. ἐκ τῆς μονῳδίας Ἀντιοχείας· „ἄλλος κατεάγη τῆς κεφαλῆς, τοῦ σώματος τὰ καίρια παρασπώμενος.“ Κερδαίνω : αἰτιατικῇ. Προκόπιος· „ὦ πόσοι μέσοι ξύλων ἀλλήλοις ἀντερειδόντων ἐγίνοντο, μηδὲ τελευτὴν ὀξυτέραν κερδαίνοντες.“ Κατακερτομῶ : αἰτιατικῇ. Κυρίλλος εἰς τὸν Ἠσαΐαν· „καὶ χρῆν δή που τοῖς τὴν θείαν αὐτοῦ κατακερτομοῦσι δόξαν.“ Κοινολογῶ : δοτικῇ. Θουκυδίδης τετάρτῳ· „οἱ δὲ ἄλλοι, κοινολογησάμενοι τοῖς τῶν φευγόντων φίλοις, κατάγουσι τοὺς ἐκ Πηγῶν.“ Καταλέγω : γενικῇ. τοῦ Δευτερονομίου κεφάλαιον πεντηκοστὸν πρῶτον· „ἐὰν δὲ καταστῇ μάρτυς ἄδικος κατὰ ἀνθρώπου, καταλέγων αὐτοῦ ἀσέβειαν.
kappa 154 “ Καταγωνίζομαι : αἰτιατικῇ. τοῦ Νύσης ἐκ τοῦ περὶ ἀρετῆς λόγου δευτέρου· „εἶτα τῇ ἐκτάσει τῶν χειρῶν καταγωνίζεται τὸν ἀλλόφυλον.“ Κατεπιχειρῶ : γενικῇ. τοῦ Νύσης ἐκ τοῦ περὶ παρθενίας· „ἢ εἰ ἀφ’ ἑαυτοῦ κατεπιχειροίη τοῦ πράγματος.“ Κατακούω : γενικῇ. Δημοσθένης· „καὶ ἀήθεις τοῦ κατακούειν τινός εἰσι.“ καὶ Ἀῤῥιανὸς πέμπτῳ· „οὐδ’ ἐθέλει κατακούειν τοῦ σατράπου.“ Καθηγοῦμαι : δοτικῇ. Ἀῤῥιανὸς τετάρτῳ τῶν μετὰ Ἀλέξανδρον· „καὶ ἐς τὸν λιμένα καθηγεῖσθαι.“ Καταχωνεύω : ἡ ὕλη αἰτιατικῇ, ὁ τόπος γενικῇ. Ἀππιανὸς ἐν τῇ Μιθριδατικῇ· „τοῦ στόματος αὐτοῦ κατεχώνευσε χρυσίον.“ Κουφίζω καὶ ἐπικουφίζω : γενικῇ. Ἀππιανός· „ὅσα δὲ ὅμως ἐπικουφιεῖ τῆς ἀνίας, αἰτεῖτε καὶ λαμβάνετε προσιόντες.“ Λ.
lambda 154 (20t) Λυμαίνομαι : αἰτιατικῇ. πρώτῳ Φιλιππικῶν· „ἔστι τοίνυν πρᾶγμα καὶ ἄλλο, ὃ λυμαίνεται τὴν πόλιν, ὑπὸ βλασφημίας ἀδίκου καὶ λόγων οὐ προσηκόντων διαβεβλημένον.“ ἐν δὲ τῷ περὶ στεφάνου δοτικῇ· „ἢ πάντα ταῦτα ἐλυμαίνετο τοῖς ὅλοις, ἕως ἀνέτρεψε, τί Δημοσθένης ἀδικεῖ;“ Λανθάνω : αἰτιατικῇ. ἐκ τοῦ περὶ Μεγαλοπολιτῶν. „λάθωσιν ἡμᾶς πλείονι μείζους οἱ Λακεδαιμόνιοι γενόμενοι.“ Λοιδοροῦμαι : δοτικῇ. ἐκ τοῦ περὶ τοῦ στεφάνου· „κἂν εὕρῃς τὴν ἐμὴν βελτίω τῆς σῆς, παῦσαι λοιδορούμενος αὐτῇ.
lambda 155 “ Δίων δὲ ἐν δευτέρῳ βιβλίῳ αἰτιατικῇ· „τὸν γὰρ πατέρα πολλὰ καὶ ἄτοπα, ὡς καὶ τυραννοῦντα καὶ παρασπονδοῦντα φανερῶς, ἐκ συνθήκης λοιδορήσας.“ καὶ τριακοστῷ ἐνάτῳ· „ἀλλ’ ἐλοιδόρουν ἀλλήλους καὶ διέβαλλον.“ Λαμβάνω : ἐπὶ τοῦ χειρώσασθαι, αἰτιατικῇ. κατὰ Μειδίου· „οἱ δὲ πόλεις εἰληφότες.“ ἐπὶ δὲ τοῦ δράξασθαι, γενικῇ. ἐκ τοῦ κατὰ Ἀριστογείτονος· „τίς δ’ ἂν ἄλλος μᾶλλον, ὃ μὴ γένοιτο, ἀνατρέψειε τὴν πόλιν, εἰ λάβοιτο ἐξουσίας;“ Ληΐζεται : αἰτιατικῇ. κατὰ Ἀριστοκράτους· „οὐδ’ ὅτε λῃστρικόν ποτε πλοῖον ἔχων, ἐληΐζετο τοὺς ὑμετέρους συμμάχους.“ Λυσιτελεῖ : Δίων βιβλίῳ τρίτῳ· „πῶς δ’ ἂν καὶ λυσιτελήσειέ τινι τοῦτο πρᾶξαι;“ Λαγχάνω : ἐπὶ τοῦ ἀμύνομαι, δοτικῇ, ἡνίκα συντάσσεται μετὰ τῆς δίκης. Δίων τεσσαρακοστῷ δευτέρῳ βιβλίῳ· „καὶ αὐτὸς μὲν οὐκ ἔφη βασιλεύς, ἀλλὰ Καῖσαρ καλεῖσθαι· οἱ δὲ δήμαρχοι ἐκεῖνοι καὶ δίκην τῷ πρώτῳ αὐτὸν εἰπόντι ἔλαχον.“ ἐν δὲ τῷ πρὸς Κτήσιππον γενικῇ· „ἐπειδὴ δὲ ἀνὴρ ἐγενόμην, λαγχάνω πατρὸς τοῦ κλήρου,“ ἀντὶ τοῦ κληρονομῶ. Λείπομαι : δοτικῇ. Προκόπιος· „εἰ δὲ τῶν ὑπὸ σοὶ τελούντων ἡ ψῆφος καὶ λειπομένων ἀρεταῖς, ὁπόσον τῇ τύχῃ, τοσαύτην ἀγωνίαν παρέσχε μοι.“ Λειτουργῶ : δοτικῇ. Λυσίας· „ὃς λειτουργῆσαι μὲν οὐδὲν πώποτε ἐτόλμησε τῇ πόλει.“ Λύω : τὸ τίμημα γενικῇ, καὶ τὸ λυόμενον αἰτιατικῇ. Ἀππιανὸς Ἀννιβαϊκῇ· „εἰ θέλοιεν αὐτοὺς οἱ ἐν ἄστει λύσασθαι χρημάτων.“ Μ.
mu 156 (1t) Μέμφομαι : αἰτιατικῇ. τρίτῳ Ὀλυνθιακῷ· „καὶ οὐχὶ μέμφομαι τὸν ποιοῦντά τι τῶν δεόντων ὑπὲρ ἡμῶν.“ ὑποκατιὼν δὲ πρὸς δοτικήν· „οὐ λέγεις κακῶς τοὺς τετελευτηκότας τῶν εὐεργετῶν, τῷ δεῖνι μεμφόμενος.“ καὶ κατὰ Μειδίου· „καὶ οὐδενὶ μέμφομαι.“ Μνημονεύω : γενικῇ. ἐκ τοῦ περὶ τῆς εἰρήνης· „μικρὰ τῶν πρότερόν ποτε μνημονευθέντων ὑπ’ ἐμοῦ μνημονεύσαντας.“ ὑποκατιὼν δὲ πρὸς αἰτιατικήν· „ταῦτα γὰρ ἅπαντα ἐπὶ τοῦ βήματος ἐνταυθοῖ μνημονεύετε οἶδα ὅτι ῥηθέντα, καίπερ ὄντες οὐ δεινοὶ τοὺς ἀδικοῦντας μεμνῆσθαι.“ Μετεῖναι : μεθέξειν, γενικῇ. ἐκ τοῦ κατὰ Μειδίου· „ἀλλ’ οἶμαι τὸ πάντας ποιοῦν καὶ φιλοτιμεῖσθαι καὶ ἀναλίσκειν ἐθέλειν ἐκεῖνό ἐστιν, ὅτι τῶν ἴσων καὶ τῶν δικαίων ἕκαστος ἡγεῖται ἑαυτῷ μετεῖναι ἐν δημοκρατίᾳ.“ Μετιόντων : ἀσκούντων, μετερχομένων, αἰτιατικῇ. Εὐσεβίου λόγῳ δευτέρῳ· „καὶ θαυμάζειν ἄξιον εἰς δεῦρο γινόμενον πρὸς τὴν ἔτι καὶ νῦν τὴν ἀπ’ ἐκείνου μιαρωτάτην μετιόντα αἵρεσιν.“ Μετεσχηκέναι : γενικῇ. ἐκ τοῦ παραπρεσβείας· „διὰ τοὺς πεπονηρευμένους, ὡς ἔοικε, τοῖς ἐπιεικέσι συμβεβηκὸς ἂν εἴη ταύτης τῆς ἀτιμίας μετεσχηκέναι.“ Μέλει : τὸ πρόσωπον δοτικῇ, τὸ δὲ πρᾶγμα γενικῇ. ἐκ τοῦ παραπρεσβείας· „μέλει οὐδενὶ τῶν κοινῶν.“ καὶ Ἀῤῥιανός· „ὅτι μέλει αὐτῆς Ἀλεξάνδρῳ.“ Μέτεισιν : ἐπέρχεται ἢ διαδέχεται. Ἀππιανὸς Παρθικῇ· „εἴ τις ἄρα νέμεσις τὰς πρόσθεν εὐτυχίας μέτεισι,“ πρὸς αἰτιατικήν. Μαρτυρῶ : αἰτιατικῇ. ἐκ τοῦ παραπρεσβείας· „καὶ Διόφαντον ἐν ὑμῖν ἀπήγγελλεν, ἃ νῦν μαρτυρεῖν αὐτὸν ἀναγκάσω.
mu 157 “ Μνησθῶ : γενικῇ. κατὰ Ἀριστοκράτους· „πρῶτον μέν, ἵνα τῶν τελευταίων πρῶτον μνησθῶμεν.“ αἰτιατικῇ δὲ ἐκ τοῦ κατὰ Ἀριστογείτονος· „τὴν καθ’ Ἡγήμονος εἰσαγγελίαν μέμνηται ὡς ἀπέδοτο.“ Μεταδίδωμι : τὸ λαμβάνον πρόσωπον δοτικῇ, τὸ διδόμενον γενικῇ. κατὰ Ἀριστοκράτους· „ὑμεῖς δέ, ὦ ἄνδρες Ἀθηναῖοι, πάσης τῆς πόλεως μεταδιδόντες αὐτῷ.“ Εὐσέβιος αἰτιατικῇ· „Αὐρηλιανῷ μεταδίδωσι τὴν ἡγεμονίαν.“ Κλαύδιος γὰρ τελευτήσας ὅλην τὴν ἡγεμονίαν καὶ οὐ μέρος αὐτῆς δίδωσι τῷ διαδόχῳ. τὸ δὲ μετὰ γενικῆς κυρίως τὴν τοῦ διδομένου τομὴν σημαίνει. Μισθοδοτῶ : μισθὸν παρέχω, δοτικῇ· „μισθοδοτῶ αὐτὰς αὐτοῖς.“ Μισθοῦμαι : αἰτιατικῇ. ἐκ τοῦ κατὰ Τιμοκράτους· πλὴν εἰ συγγενεῖς ὑπολαμβάνειν φησὶ τοὺς μισθουμένους αὐτόν.“ Μή : ἐν μέλλοντι μετὰ ὁριστικῆς ἐγκλίσεως. ἐκ τοῦ κατὰ Τιμοκράτους· „ὅπως δὲ οὗτοι τὰ αἴσχιστα καὶ τὰ δεινότατα ποιοῦντες δίκην μὴ δώσουσιν.“ Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ· „ὅπως μηδὲν μήτε τῶν πατρίων καταλύουσι μήτε ἔξω τῶν νομιζομένων προςθήσουσιν.“ τοῦτο δὲ ἐποίησεν ὁ ὅπως σύνδεσμος, ὅστις παρὰ τοῖς ῥήτορσιν ὁριστικοῖς συντασσόμενος ἐκοίμησε τὴν δύναμιν τοῦ μή μετὰ μέλλοντος, ἀεὶ ὑποτακτικὴν ἔγκλισιν ἐπιζητοῦντος ἢ τὴν ἰσοδυναμοῦσαν αὐτῇ εὐκτικήν, ὡς τὸ „μὴ μετάσχοιτε τροφῆς.“ Μοναρχῶ : γενικῇ. Δίωνος τριακοστῷ ἕκτῳ βιβλίῳ· „οὔτε ἀνεπίφθονον ἔσται αὐτῷ πάντων τῶν ὑμετέρων μοναρχῆσαι.“ Μνησικακῶ : Δίων τεσσαρακοστῷ τρίτῳ βιβλίῳ· „τοῖς χωρίοις τοῖς μηδὲν σφᾶς ἀδικήσασι μνησικακήσας.
mu 158 “ Μεταλαμβάνω : ἀντὶ τοῦ ἁρπάζω, αἰτιατικῇ. Ἀππιανὸς Ἀννιβαϊκῇ· „ἀνεπήδων τε ἐξ ὕπνου, καὶ τὰ ὅπλα μετελάμβανον.“ Μισθοφορῶ : μισθοῦ στρατεύομαι ἢ ὑπηρετῶ. Ἀππιανὸς ἐν τῇ Μιθριδατικῇ· „τοὺς Ἕλληνας, οἳ ἐμισθοφόρουν αὐτῷ.“ Ν.
nu 158 (10t) Νεμεσῶ : τὸ μέμφομαι, πρὸς δοτικὴν ἐν τῷ πρὸς Λεπτίνην· „ἀλλὰ χρή γε ἀνθρώπους ὄντας τοιαῦτα λέγειν καὶ νομοθετεῖν, οἷς ἂν μηδεὶς νεμεσῆσαι.“ Νικῶ : αἰτιατικῇ. ἐκ τοῦ αὐτοῦ λόγου· „ἐνίκησε μὲν τοίνυν Λακεδαιμονίους μάχῃ, καὶ πεντήκοντα μιᾶς δεούσης ἔλαβε τριήρεις.“ Νικῶμαι : γενικῇ. Δίων τεσσαρακοστῷ δευτέρῳ βιβλίῳ· „τὸ γάρ τοι τῶν τε παρόντων νικᾶσθαι, μήτε ἑαυτοὺς κατέχειν, τοῖς τε παρὰ τῆς τύχης δοθεῖσι μὴ καλῶς χρῆσθαι πολὺ χεῖρόν ἐστι τοῦ ἐκ κακοπραγίας ἀδικεῖν.“ Νομίζω νομοθετῶ, αἰτιατικῇ. Δίων πρώτῳ βιβλίῳ· „ταῦτά τε οὖν ὁ Νουμᾶς ἐνόμισεν.“ Ναυαρχῶ : δοτικῇ. Δίων ἐνάτῳ βιβλίῳ· „Λούκιος Οὐαλέριος, ναυαρχῶν τε Ῥωμαίοις καὶ σταλείς ποι ὑπ’ αὐτῶν.“ Νουθετῶ : αἰτιατικῇ. Ἰσοκράτης περὶ εἰρήνης· „πρὸς δὲ τοὺς ἐπιπλήττοντας καὶ νουθετοῦντας ὑμᾶς.“ Ναυμαχῶ : δοτικῇ. Θουκυδίδης πρώτῳ· „Κερκυραίοις τε καὶ Πελοποννησίοις ἅμα ναυμαχήσετε.“ Νέμομαι : δοτικῇ. Ἀῤῥιανὸς ἑβδόμῳ· „καὶ τοὺς οἰκήτορας αὐτοὺς ἀμφὶ τὸ ἱερὸν τὰ τῆς διαίτης ποιεῖσθαι, νέμεσθαί τε αὐτὴν αἰξί τε ἀγρίαις καὶ ἐλάφοις, καὶ ταύτας ἀνεῖσθαι ἀφέτους τῇ Ἀρτέμιδι.
nu 159 “ Ξ.
xi 159 (3t) Ξαίνω : ἐπὶ τοῦ μαστίζω, αἰτιατικῇ τὸν ἀριθμὸν τῶν μαστίγων. ἐκ τοῦ παραπρεσβείας· „περιῤῥήξας τὸν χιτωνίσκον ὁ οἰκέτης, ξαίνει κατὰ τοῦ νώτου πολλάς.“ Ο.
omicron 159 (9t) Ὀλιγωρῶ : πρὸς γενικήν. Ὀλυνθιακῶν πρώτῳ· „εἰ δὲ θατέρας τούτων ὀλιγωρήσετε.“ Ὅπως μετὰ ὁριστικοῦ ῥήματος. κατὰ Φιλίππου τρίτῳ· „ὅπως ἐκεῖνος παύσεται τῆς ὕβρεως καὶ δίκην δώσει.“ καὶ πάλιν· „ὅπως μὴ δουλεύσουσιν οἱ πολῖται πράττοντες.“ καὶ μετά τινα· „ὅπως ἡ πόλις ληφθήσεται.“ καὶ πάλιν καὶ ἐν τῷ τετάρτῳ κατὰ Φιλίππου· „οὐδὲ ἐπιβουλεύει καὶ σκοπεῖ μᾶλλον οὐδὲν τῶν ἁπάντων, ἢ ὅπως ταύτην καταλύσει.“ καὶ ἐν τῇ πρὸς Φίλιππον ἐπιστολῇ· „καὶ ταῦτα δεηθεὶς λέγειν ἐθέλει μηδὲ ἐπανορθοῦν, μηδὲ ὅπως παύσεται τοιαῦτα ὄντα πράττει.“ καὶ ἐκ τοῦ κατὰ Τιμοκράτους· „εἰ τοῖς ἱεροσύλοις, ὅπως σωθήσονται, νόμον φανεῖται τιθεμένη.“ καὶ Ἰσοκράτης· „ὅπως ἀκριβῶς καὶ καλῶς ἕξουσι.“ Καὶ Θουκυδίδης μετὰ εὐκτικοῦ καὶ ὑποτακτικοῦ· „ὅπως ἀσαφῆ τὰ σημεῖα τῆς φρυκτωρίας τοῖς πολεμίοις ᾖ καὶ μὴ βοηθοῖεν.“ καὶ πάλιν κατὰ Τιμοκράτους μετὰ ὑποτακτικοῦ· „ὅπως τῶν νομιζομένων τύχωσι.“ καὶ ἐν τῷ πρὸς Ζηνόθεμιν· „ὅπως τοῖς Ἀθηναίοις σωθῇ τὰ χρήματα.“ καὶ Θουκυδίδης· „ὅπως τε ταῦτα ἀργυρολογήσωσι τὰ χωρία.“ καὶ πάλιν μετὰ εὐκτικοῦ καὶ ὑποτακτικοῦ Δημοσθένης ἐν μιᾷ συντάξει· „ὅπως ἂν μηδετέρῳ ἐξουσία γένηται ἰδίᾳ ζητεῖν, ἀλλὰ κοινῇ βουλευόμενοι ἅπαντα πράττωμεν.
omicron 160 “ Ὀνειδίζω : δοτικῇ. τετάρτῳ Φιλιππικῶν· „τί οὖν μανθάνοντες τοῦτο ὀνειδίζοιμεν ἀλλήλοις;“ καὶ Ἰσοκράτης· „μηδενὶ συμφορὰν ὀνειδίσῃς.“ Ὀργίζομαι : δοτικῇ. ἐπιστολῇ Φιλίππου· „εἰ δὲ ὑμετέρα, πῶς οὐκ ἐκείνοις ὀργίζεσθε;“ Οὔτε : ἐκ τοῦ περὶ στεφάνου· „οὔτε γὰρ εἰς τὴν πόλιν εἰσελθόντος τοῦ στρατοπέδου, οὐδεὶς οὐδὲν οὐδὲ ἀδίκως ὑμῖν ἐνεκάλεσεν.“ τέσσαρα οὔ ἀντὶ τοῦ ἑνός, ἀντὶ τοῦ εἰπεῖν οὐδὲ ἀδίκως τις ὑμῖν ἐνεκάλεσεν. Ὀμνύω : πρὸς αἰτιατικὴν ὁ ὅρκος. ἐκ τοῦ περὶ στεφάνου· „οὐκ ἄριστα νῦν ὑμᾶς ἀξιοῖ ψηφίσασθαι τοὺς ὀμωμοκότας τοὺς θεούς.“ Ὀφείλω : τὸ χρεωστῶ, δοτικῇ. κατὰ Μειδίου· „ἵνα μηδ’ ὀφείλειν οἴησθέ τι τῷ καταπτύστῳ τούτῳ.“ καὶ Δίων· „εὐεργεσιῶν ὑμῖν ὀφειλήσει.“ Οὐδεὶς ὅστις οὐκ ἄν : ἐκ τοῦ κατὰ Μειδίου· „τίς γάρ ἐστιν ὅστις καταχειροτονηθέντος αὐτοῦ, καὶ ταῦτα ἀσεβεῖν περὶ τὴν ἑορτήν, εἰ καὶ μηδεὶς ἄλλος ἐπῆν ἀγὼν ἔτι μηδὲ κίνδυνος, οὐκ ἂν ἐπ’ αὐτῷ τούτῳ κατέδυ καὶ μέτριον παρέσχεν ἑαυτόν, τόν γε δὴ μέχρι τῆς κρίσεως, εἰ καὶ μὴ πάντα; οὐδεὶς ὅστις οὐκ ἄν. ἀλλ’ οὐ Μειδίας.“ ὅτι δὲ πλεῖστον εὑρίσκεται ἡ οὔ ἀπόφασις διττή, τῆς μιᾶς ἔσθ’ ὅτε οὔσης περιττῆς, ἐπὶ βεβαιώσει ἀρνήσεως, δηλοῖ καὶ τὸ κατὰ Ἀριστοκράτους· „οὐ γάρ ἐστιν, οὐκ ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, παρὰ τούτοις ἐπὶ τῇ τοῦ πλεονεκτεῖν προαιρέσει οὐδὲν οὔτε βέβαιον οὔθ’ ὅσιον.“ καὶ οὐδείς ἀντὶ τοῦ τίς, οἷον κατὰ Ἀριστοκράτους· „οὐδ’ ἔστιν οὐδεὶς ὅστις ἂν εἴποι,“ ἀντὶ τοῦ οὐδέ τίς ἐστιν. Ὁμοιότατος : δοτικῇ.
omicron 161 κατὰ Ἀνδροτίωνος· „ἵνα ὁμοιότατοι σφίσιν ὦσιν.“ Ὀριγνῶ : τὸ ἐπιθυμῶ, γενικῇ. πρώτῳ βιβλίῳ Δίων· „καὶ γὰρ ἐν ἀρχαῖς τισὶ τελευταίων ὀριγνώμενοι, καὶ τὰς δαπάνας οὐκ ἀκουσίους ὑπομένομεν.“ Ὀρεγόμενος : γενικῇ. ἐκ τοῦ πρὸς Δημόνικον Ἰσοκράτους· „δόξης ὀρεγομένους καὶ παιδείας ἀντιποιουμένους.“ Π.
pi 161 (10t) Προσεδρεύω : δοτικῇ. Ὀλυνθιακῶν πρώτῳ· „προσκαθεδεῖται καὶ προσεδρεύσει τοῖς πράγμασι.“ καὶ Δίων· „ἀλλὰ προσεδρεύσαντες ἑαυτοῖς τὴν νύκτα.“ Περιέσται : κατισχύσει. Ὀλυνθιακῶν πρώτῳ πρὸς γενικήν· „περιέσται τῷ χρόνῳ τῶν πολιορκουμένων.“ καὶ ἐκ τοῦ παραπρεσβείας· „ἀλλ’ οἶμαι περιῆσαν οὗτοί μου.“ Περιστᾶσαι : αἰτιατικῇ. Ὀλυνθιακῶν τρίτῳ· „χωρὶς γὰρ τῆς περιστάσης ἂν ἡμᾶς αἰσχύνης.“ καὶ πάλιν· „καὶ τοσαῦτα πράγματα περιέστηκε τοὺς Ἕλληνας ἅπαντας.“ Παραχωρῶ : τὸ μὲν ἀποβαλλόμενον γενικῇ, ὃς δὲ λαμβάνει, δοτικῇ. ἐκ τοῦ περὶ τῆς εἰρήνης· „καὶ Φιλίππῳ νυνὶ κατὰ συνθήκας Ἀμφιπόλεως παρακεχωρήκαμεν.“ καὶ πάλιν· „τῇ πόλει παραχωρῶ τῆς τιμωρίας.“ Προσαγορεύω : αἰτιατικῇ. Διονυσίου· „προσαγορεύω σὲ τὴν ἱερὰν ψυχήν.“ Πολεμῶ : δοτικῇ. περὶ τῶν ἐν Χεῤῥονήσῳ· „βεβαίως γνῶναι ὅτι τῇ πόλει Φίλιππος πολεμεῖ καὶ τὴν εἰρήνην λέλυκεν.“ Προσήκει : δοτικῇ. τετάρτῳ Φιλιππικῶν· „ὅταν γὰρ οἱ ἀδικούμενοι ἀρνῶνται, τί τῷ ἀδικοῦντι προσήκει.“ Πωλῶ : πρὸς γενικὴν τὸ τίμημα, αἰτιατικῇ δὲ τὸ πωλούμενον.
pi 162 ἐκ τοῦ πρὸς τὴν Φιλίππου ἐπιστολήν· „τὰ τῆς πόλεως καὶ τὰ σφῶν αὐτῶν μικροῦ λήμματος πωλοῦντες.“ Πραττόμενοι : ἀπαιτοῦντες, αἰτιατικῇ καὶ τὸ διδόμενον καὶ ὁ ἀπαιτούμενος· „οὐδέ γε ἴσως Συρακούσιοι, τὸ πάλαι δημοκρατούμενοι, καὶ φόρους Καρχηδονίους πραττόμενοι.“ ἐπὶ δὲ τοῦ ποιεῖν Θουκυδίδης δοτικῇ πρώτῳ· „μὴ αἴσχιον καὶ ἀπορώτερον Πελοποννήσῳ πράξομεν.“ Προορῶ : αἰτιατικῇ. ἐκ τοῦ αὐτοῦ· „καὶ προορωμένους τὸ μέλλον φαίνεσθαι.“ Προσκρούω : δοτικῇ. ἐκ τοῦ περὶ στεφάνου· „καὶ οὐδὲ καθ’ ἓν φυλαττομένους, εἰς ἔχθραν δὲ καὶ τὸ προσκρούειν ἀλλήλοις ἑτοίμως ἔχοντας.“ καὶ ἐκ τοῦ κατὰ Ἀριστογείτονος· „καὶ προπετῶς ἅπασι προσκρούων.“ Πιστεύω αἰτιατικῇ. ἐκ τοῦ παραπρεσβείας· „καὶ οὔτε ἀκούειν ἠθέλετε, οὔτε πιστεύειν ἐβούλεσθε ἄλλα, πλὴν ἃ οὗτος ἀπηγγέλκει.“ Δίων τριακοστῷ τρίτῳ βιβλίῳ δοτικῇ· „πῶς δ’ ἄν τις πιστεύσειεν αὐτῷ;“ ἀλλὰ τοῦτο μὲν ἐπὶ προσώπου, ἐκεῖνο δὲ ἐπὶ πράγματος. Ποιῶ : αἰτιατικῇ. ἐκ τοῦ περὶ στεφάνου· „καὶ μετὰ ταῦτα συστάντων οἷς ἦν ἐπιμελὲς ἐμὲ κακῶς ποιεῖν.“ ὅταν δέ ἐστι κατὰ περιποίησιν, δοτικῇ· „πάσχειν οὖν αἱρεῖται παρ’ ὑμῖν μᾶλλον ἢ πάθος αἱ γυναῖκες ἐνιαυτῷ ὅλῳ ἐποιήσαντο.“ δοτικῇ δὲ πάλιν τὸ πρόσωπον, ᾧ ποιεῖται τὸ γινόμενον, μετά τινα· „τῷ γὰρ Μάρκῳ, ἀνελθόντι τε εἰς τὸ Καπιτώλιον, καὶ τοῖς θεοῖς εὐχὰς ὑπὲρ τῶν παρόντων ποιουμένῳ.“ Προπίνω : παρέχω, δοτικῇ. ἐκ τοῦ παραπρεσβείας· „ἐκπώματα ἀργυρᾶ καὶ χρυσᾶ προὔπινεν αὐτοῖς.“ Περιγίνομαι : γενικῇ. ἐκ τοῦ παραπρεσβείας· „εἶτα κρατῆσαι καὶ περιγενέσθαι δεῖ τοὺς τὰ βέλτιστα λέγοντας τῶν ἢ δι’ ἄγνοιαν ἢ διὰ μοχθηρίαν ἀντιλεγόντων.
pi 163 “ Παρακρούομαι : ἀπατῶμαι, αἰτιατικῇ. ἐκ τοῦ παραπρεσβείας· „ὧν οὐδενὶ δεῖ παρακρουσθῆναι τήμερον ὑμᾶς.“ ἄλλως τε· „ἀλλὰ φενακίσας καὶ παρακρουσάμενος ὑμᾶς.“ Πλήθω : γενικῇ· „καὶ τοσαύτης παροινίας καὶ μανίας ἐνέπλησε τοὺς ταλαιπώρους ἐκείνους, ὥσθ’ ἵνα ἀλλήλων ἄρχωσιν.“ Παραπλήσια καὶ ὅμοια : δοτικῇ· „ἆρά γε ὅμοια καὶ παραπλήσια τούτοις;“ Παραιτοῦμαι : ἀντὶ τοῦ ἱκετεύω, πρὸς αἰτιατικήν. ἐκ τοῦ κατὰ Μειδίου· „παραιτήσομαι δ’ ὑμᾶς μηδὲν ἀχθεσθῆναί μοι.“ Παρά : ἀντὶ τῆς διά. ἐκ τοῦ κατὰ Μειδίου· „καὶ ταῦτα πέπονθεν ὑπὸ Μειδίου καὶ τοῦ Μειδίου πλούτου καὶ τῆς ὑπερηφανίας παρὰ τὴν πενίαν καὶ ἐρημίαν καὶ τὸ τῶν πολλῶν εἷς εἶναι.“ Προξενῶ : ἀντὶ τοῦ ἐπιστατῶ, γενικῇ. ἐκ τοῦ κατὰ Μειδίου· „Πλουτάρχου προξενεῖ.“ πρόξενος γάρ ἐστιν ὁ προστάτης καὶ φροντιστής. ὁ αὐτὸς ἐν τῷ πρὸς Λεπτίνην· „πρόξενοι μέντοι πολλοὶ διὰ τῶν πολιτευομένων γεγόνασι παρ’ ὑμῖν.“ Προσέχω : γενικῇ. κατὰ Ἀριστοκράτους· „εἰκότως δ’ ὦ ἄνδρες Ἀθηναῖοι, καὶ προσέχοιτέ μου τὸν νοῦν, καὶ μετ’ εὐνοίας ἀκούσαιτε, ἃ λέγω.“ κἂν τὸ „πρόσχες ᾧ λέγω“ μετὰ δοτικῆς. Παρά : τὸ ἐναντίον καὶ μακρὰν κεχωρισμένον, γενικῇ. κατὰ Ἀριστοκράτους· „πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νόμων ὄντων, παρ’ οὓς εἴρηκεν“ ἤγουν ἐναντίον καὶ ἀπέχοντα. καὶ Ὅμηρος ἐν τῷ Κ· πολλῇσί μ’ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ· παρὰ τὸν νοῦν με ἤγαγεν ἤγουν πόῤῥωθεν νοῦ καὶ μακρὰν κεχωρισμένον.
pi 164 Προΐσταμαι : γενικῇ. ἐκ τοῦ κατὰ Ἀριστοκράτους· „καὶ τί φήσομεν, ὦ ἄνδρες Ἀθηναῖοι, καλόν, εἰ καὶ τῶν Ἑλλήνων ἐπ’ ἐλευθερίᾳ προεστάναι φάσκοντες, τοὺς ἰδίας δυνάμεις ἐπὶ τοῖς πλήθεσι κεκτημένους δορυφοροῦντες φαινόμεθα;“ Πρίν : μετὰ ὁριστικοῦ συντάσσεται. ἐκ τοῦ κατὰ Ἀνδροτίωνος· „οὐ πρότερον τῷ πολέμῳ παρέστησαν, πρὶν τὸ ναυτικὸν αὐτῶν ἀπώλετο.“ μετὰ δὲ ἀπαρεμφάτου παρὰ Δίωνι· „οὐκοῦν οὐδ’ ἄρχοντες, πρὶν διανομοθετηθῆναι αὐτῶν, ὠνομάζοντο.“ Θουκυδίδης μετὰ ὁριστικοῦ ἐν δευτέρῳ· „οὐκ ἐπαύσαντο, πρὶν ἐζημίωσαν χρήμασιν.“ ὡς καὶ „πρὶν ὠδίνησας, ἔτεκες,“ Πρός : ἀντὶ τῆς ὑπό. Δίων πρώτῳ· „οὕτω που φύσει πᾶν τὸ ἀνθρώπινον οὐ φέρει πρός τε τοῦ ὁμοίου καὶ τοῦ συνήθους, τὰ μὲν φθόνῳ, τὰ δὲ καταφρονήσει αὐτοῦ, ἀρχόμενον.“ Πειθαρχῶ : δοτικῇ. δευτέρῳ βιβλίῳ Δίων· „ὡς δὲ οὐδὲν ὅ τι οὐκ ἐπειθάρχουν αὐτῷ.“ Πείθομαι : δοτικῇ. ἐκ τοῦ κατὰ Ἀριστοκράτους· ἀναγκαῖον ἡγούμην εἶναι πείθεσθαι τοῖς ἡμετέροις βουλεύμασι.“ Δίων πρὸς γενικήν· „οὐχ ὅπως ἐπείσθησαν αὐτοῦ.“ Πειρῶ : γενικῇ. Δίων δευτέρῳ βιβλίῳ· „καὶ ἐκχωρήσας ἐκ τῆς τῶν Ῥωμαίων γῆς, πολλαχῇ μὲν τῶν προσοίκων ἐπείρασεν.“ Πρὸ πολλοῦ : ἀντὶ τοῦ περὶ πολλοῦ. τρίτῳ βιβλίῳ Δίων· καὶ πρὸ πολλοῦ κομίσασθαι τὰ προϋπάρξαντά οἱ ποιεῖται.“ καὶ Θουκυδίδης πρώτῳ· „εἰ ἣν ὑμεῖς ἂν πρὸ πολλῶν χρημάτων καὶ χάριτος ἐτιμήσασθε.“ Παραδυναστεύω : γενικῇ. Δίων τρίτῳ· „οὐχ ὅπως πρὸς αὐτῶν τῶν βασιλευόντων σφῶν, ἀλλὰ καὶ πρὸς τῶν παραδυναστευόντων αὐτοῖς γίνεται.
pi 165 “ Πυνθάνω : γενικῇ. Ἰσοκράτης· „ἡδέως δ’ ἂν πυθοίμην τῶν οὕτω διακειμένων.“ Προστιμῶμαι : γενικῆ ἡ ὕλη, τὸ δὲ πρόσωπον δοτικῇ. ἐκ τοῦ κατὰ Τιμοκράτους· „γράψας ἀναιδῶς, εἴ τινι προστετίμηται δεσμοῦ.“ ἀλλὰ καὶ χωρὶς τῆς πρός. ἐκ τοῦ αὐτοῦ· „τίς γὰρ ἢ τούτων ἢ ἐκείνων χρεία καὶ ὅταν, οἷς τετίμηται δεσμοῦ, λύωνται.“ καὶ πάλιν· „ἀλλ’ ὅτι πέντε ταλάντων προσετιμήσατε.“ Προπηλακίζω : αἰτιατικῇ. ἐκ τοῦ κατὰ Ἀριστογείτονος· „ἀλλὰ τὴν ὑμετέραν χειροτονίαν προπηλακίζων.“ Προσποιοῦμαι : αἰτιατικῇ. Δίων ὀγδόῳ βιβλίῳ· „καὶ προσποιοῦμαι τὸ ἀδίκημα, καὶ ὁμολογῶ τὴν ἐπιορκίαν.“ ἐν δὲ τριακοστῷ τρίτῳ βιβλίῳ γενικῇ· „δι’ οὖν ταῦτα ἐκεῖνος τὸν μὲν ἄλλον χρόνον οὔ τέ τι προσεποιεῖτο αὐτῶν.“ ἐν τριακοστῷ πέμπτῳ βιβλίῳ δοτικῇ, ἀντὶ τοῦ ἀγαθὸν ποιῆσαί τι· „ἢ τοῖς πολεμίοις ἡμῶν προσποιῆσαι“ ἤγουν συνάρασθαι. Προτιμῶ : ἀντὶ τοῦ ἀξιώτερον ἡγοῦμαι. Δίων ἐννεακαιδεκάτῳ βιβλίῳ γενικῇ· „Ταραντῖνοι μὲν οὖν οὐδὲν οὐδὲ ἐκείνου προτιμήσαντες.“ Προέσθαι : ἀντὶ τοῦ προτιμήσασθαι, αἰτιατικῇ. Δίων ἑνδεκάτῳ βιβλίῳ· „οὔτε γὰρ πρὸς ἐμοῦ, οὔτε πρὸς ἄλλου ἀνδρὸς ἀγαθοῦ οὐδενός ἐστι προέσθαι τι τῶν κοινῇ συμφερόντων.“ Προβαλλόμενος : προδιδούς, αἰτιατικῇ. πρώτῳ βιβλίῳ Δίων· „ἐν ᾧ καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν παραβαλλόμενος ὑπὲρ ὑμῶν ἐκινδύνευσεν.“ Παραμυθοῦμαι : αἰτιατικῇ. ἑνδεκάτῳ βιβλίῳ· „ἄλλος ἄν τις, παραμυθήσασθαι τὴν καθ’ ἑαυτὸν συμφορὰν ἐθελήσας, ἐξῆρεν ἂν τὰ τῶν πολεμίων.“ Προστατῶ : αἰτιατικῇ.
pi 166 Δίων ἐννεακαιδεκάτῳ βιβλίῳ· „περι... τὰ δὲ ὑμέτερα ἐγώ τε ἀεὶ προστατῶ.“ Περιῆν : γενικῇ Δίων ἐκ τοῦ αὐτοῦ· „περιῆν αὐτοῖς τῆς σχολῆς.“ Παρίστημι : λαμβάνω, αἰτιατικῇ. Δίων εἰκοστῷ δευτέρῳ βιβλίῳ· „ὧν τὰ μὲν βίᾳ ᾕρει, τὰ δὲ καὶ ὁμολογίᾳ παρίστατο.“ Πείθω : αἰτιατικῇ, κἂν τὸ πείθομαι δοτικῇ. εἰκοστῷ ὀγδόῳ βιβλίῳ Δίων· „οὐχ ὅπως οὐκ ἔπεισέ τινας, καί πέρ τινα ἀληθῆ λέγων.“ Προσκατεργάζομαι : αἰτιατικῇ. Δίων ἐννεακαιδεκάτῳ βιβλίῳ· „ῥᾷον καὶ τὰ λοιπὰ προσκατεργάσασθαι.“ Περιεῖναι : τὸ κατισχύειν. γενικῇ τὸ πρᾶγμα, τὸ δὲ πρόσωπον δοτικῇ. Δίων ἐννεακαιδεκάτῳ βιβλίῳ· „ἐπειδὴ δὲ καὶ ὣς περιῆν αὐτοῖς τῆς σχολῆς, τὰς ὁδοὺς δι’ αὐτῶν κατεσκευάσαντο.“ καὶ τεσσαρακοστῷ ἐνάτῳ· „τοσοῦτόν γε τῆς θρησκείας αὐτῷ περιῆν.“ Προστάσσω : δοτικῇ. Δίων τριακοστῷ πρώτῳ βιβλίῳ· „καὶ τῷ Μιθραδάτῃ αὐτὸς πρός τε τοῦ δήμου καὶ πρὸς τῆς βουλῆς προστετάχθαι.“ Προνοῶ : γενικῇ. Δίων τριακοστῷ ἕκτῳ βιβλίῳ· „δεῖ δὲ δή που καὶ τοῦ τοιούτου τὸν φρόνιμον ἄνδρα περινοεῖσθαι.“ Προσπολεμῶ : αἰτιατικῇ, ἀντὶ τοῦ πολεμίους καθιστῶ. Δίων τριακοστῷ ἕκτῳ βιβλίῳ· „καὶ βασιλέας προσεπολεμώσατο, τοὺς δὲ προσεποιήσατο.“ Πρωτεύω : γενικῇ. Δίων τριακοστῷ ἑβδόμῳ βιβλίῳ· „ἔπειτα αἰσθόμενος τὸν ὅμιλον ἑαυτοῦ μὲν μηδὲν προτιμῶντα, τῷ δὲ Δολοβέλλᾳ μόνον προσκείμενον, ἠχθέσθη.“ Πιστεύω : δοτικῇ. Δίων τεσσαρακοστῷ τετάρτῳ βιβλίῳ· „καί τοι τῇ ψυχῇ μὲν πιστεύων, ὅτι οὐδὲν ἐκλαλήσει, ὅμως ἠπίστει τῷ σώματι.“ Προείδω : ἀντὶ τοῦ προνοῶ, προνοοῦμαι, γενικῇ.
pi 167 Δίων τεσσαρακοστῷ δευτέρῳ βιβλίῳ· „τῶν δὲ δὴ μελλόντων προειδόμεθα.“ Πολυπραγμονῶ : γενικῇ. Δίων τεσσαρακοστῷ πρώτῳ βιβλίῳ· „ἐπειδὴ δὲ γέγονεν, οὐδὲν ἐκείνων οἶμαι δεῖν ὑμᾶς πολυπραγμονῆσαι.“ Προσκοπῶ : δοτικῇ. Δίων τεσσαρακοστῷ ἕκτῳ βιβλίῳ· „καὶ οὔτε χάρις φίλων οὔτε φόβος ἐχθρῶν ἀπείργει τὸ μὴ οὐ τὰ συμφέροντα ὑμῖν προσκοπεῖν.“ Παραινῶ : δοτικῇ. Πλεονεκτῶ : γενικῇ. Δίων τεσσαρακοστῷ ὀγδόῳ βιβλίῳ· „κἀκ τούτου πλεονεκτοῦντές τε ἅμα ἀλλήλων καὶ ἐλαττούμενοι οἷς εἶπον.“ καὶ πεντηκοστῷ δευτέρῳ βιβλίῳ αἰτιατικῇ· „τοὺς μὲν δὴ οὖν δυνατοὺς μὴ πλεονεκτεῖν τινά, μηδ’ αὖ συκοφαντεῖσθαι ἔα.“ καὶ ὁ Θεολόγος εἰς τὸν Συντακτήριον αἰτιατικῇ· „μή τι τὸν λαὸν τοῦτον ἐπλεονεκτήσαμεν.“ Προσκυνῶ : αἰτιατικῇ. Δίων πεντηκοστῷ πρώτῳ βιβλίῳ· „τότε δὲ πρὸς τὰς εἰκόνας αὐτοῦ πρὸς πίπτε, καὶ ἐκείνας προσεκύνει.“ καὶ πεντηκοστῷ ὀγδόῳ βιβλίῳ αἰτιατικῇ· „καὶ ὃν τῷ περιπορφύρῳ ἱματίῳ ἐκεκοσμήκεσαν, ἐπὶ κόῤῥης ἔπαιον· ὃν προσεκύνουν, ᾧ τε ὡς θεῷ ἔθυον, τοῦτον θανατώσοντες ἦγον.“ Παρακελεύω : δοτικῇ, ὡς καὶ τὸ ἁπλοῦν τὸ κελεύω. Δίων πεντηκοστῷ πρώτῳ βιβλίῳ· „θαῤῥεῖν τε αὐτῇ αὖθις παρεκελεύσατο.“ Παραμελῶ : Δίων τεσσαρακοστῷ τετάρτῳ βιβλίῳ γενικῇ· „καὶ οὐκ ἐν μὲν τοῖς κοινοῖς τοιοῦτος, τῶν δὲ ἰδίων παρημέλει.“ Πρεσβεύειν : γενικῇ, τὸ προάρχειν. Δίων πεντηκοστῷ ἑβδόμῳ βιβλίῳ· „καὶ διὰ τοῦτο οὐχ ὅσον ἐξ ἴσου οἱ ἄρχειν, ἀλλὰ καὶ πρεσβεύειν αὐτοῦ ἤθελεν.“ Περιέπω : αἰτιατικῇ. Δίων ἑξηκοστῷ πρώτῳ βιβλίῳ· „ἀλλ’ ἡ Ἀγριππῖνα τούς τε ἄλλους τοὺς περιέποντας αὐτὸν τοὺς μὲν ἐξέβαλλεν.
pi 168 “ Προνοῶ : τὸ προγινώσκω, αἰτιατικῇ. Δίων ἑξηκοστῷ τετάρτῳ βιβλίῳ· „ἦν δὲ δεινότατος τό τε μέλλον ἀκριβῶς προνοῆσαι.“ Ποιοῦμαι συγγνώμην : ἀντὶ τοῦ συγχωρεῖν, δοτικῇ. Δίων ἑβδομηκοστῷ τετάρτῳ βιβλίῳ· „ἀνδρῶν γάρ ἐστι φρονίμων μήτ’ ἄρχειν πολέμου, μήτ’ ἐπιφερόμενον αὐτὸν ἀναδύεσθαι, ἀλλὰ τῷ μὲν ἐθέλοντι σωφρονήσαντι συγγνώμην, κἂν προαμάρτῃ τι, ποιεῖσθαι.“ Προήσεται : δοτικῇ. Δημοσθένης ὁ μικρός, ἐν οἷς ἑαυτὸν προσαγγέλλει· „καὶ οὐκ ἔστιν ὅπως προήσεταί με τοῖς Μακεδόσιν.“ Πρεσβεύω : αἰτιατικῇ, πρὸς ὃν γίνεται ἡ πρεσβεία· τὸ γὰρ περιποιητικὸν δοτικῇ· „πρεσβεύει τοῖς Ἀθηναίοισ“ ἤγουν ὑπὲρ Ἀθηναίων. τοῦ δὲ ἄλλου ὁ Θεολόγος ἐκ τοῦ περὶ τοῦ ἁγίου πνεύματος· „ἡμεῖς δὲ τοσοῦτον θαῤῥοῦμεν τῇ θεότητι τοῦ πνεύματος, ὃ πρεσβεύομεν.“ καὶ εἰς τὸν Συντακτήριον· „ναὶ πρὸς τῆς τριάδος αὐτῆς, ἣν πρεσβεύομεν.“ Περιεῖδον : Ἰσοκράτης αἰτιατικῇ· „μὴ περιίδῃς τὴν σαυτοῦ φύσιν.“ Περὶ πολλοῦ ποιοῦμαι : αἰτιατικῇ. Ἰσοκράτης· „τοὺς δὲ νοῦν ἔχοντας, καὶ δυναμένους ὁρᾷν τι πλέον τῶν ἄλλων, περὶ πολλοῦ ποιοῦμαι.“ Προαιροῦμαι : αἰτιατικῇ. Ἰσοκράτης· „προαιρεῖσθαι τῶν λόγων μὴ τοὺς ἡδίστους.“ Πορίζω : δοτικῇ· „τοῖς ἀπὸ τῶν κοινοῖς ἐχθροῖς τὸν μισθὸν ἐκπορίζομεν.“ Προΐσταμαι : γενικῇ. Ἰσοκράτης· „οὐ μὴν ἀλλ’ ὅσῳ μικροψυχότεροι τυγχάνουσιν ὄντες οἱ προεστῶτες ὑμῶν.“ Πλησιάζω : δοτικῇ.
pi 169 Ἰσοκράτης· „ὥστε ἐξ οὗ τὴν βασιλείαν ἔλαβον, οὐδενὶ φανήσομαι σώματι πεπλησιακώς, πλὴν τῆς ἐμαυτοῦ γυναικός.“ Περιχέομαι : αἰτιατικῇ. Προκόπιος· „καὶ μήτηρ μὲν περιεκέχυτο παῖδα.“ Περισαίνω : αἰτιατικῇ. Προκόπιος εἰς τὸν γάμον Μελετίου· „ὃ μὴ τὴν φύσιν ἀρνεῖται, καὶ περισαίνει τὸν ἔρωτα.“ Περιφρονῶ : αἰτιατικῇ. Προκινδυνεύω : δοτικῇ. Θουκυδίδης πρώτῳ· „φαμὲν γὰρ Μαραθῶνί τε μόνοι προκινδυνεῦσαι τῷ βαρβάρῳ.“ Περί : Θουκυδίδης δοτικῇ· „δείσαντες περὶ τοῖς ἔξω.“ Προσπίπτω : Θουκυδίδης δευτέρῳ· „πᾶσι γὰρ ἐν τοῖς ὄμμασι, καὶ ἐν τῷ παραυτίκα ὁρᾷν πάσχοντάς τι ἄηθες, ὀργὴ προσπίπτει.“ Προκόπτω : τὸ προοδοποιῶ. Θουκυδίδης τετάρτῳ· „κακῶς τε ἡμᾶς αὐτοὺς ποιούντων τέλεσι τοῖς οἰκείοις, καὶ τῆς ἀρχῆς ἅμα προκοπτόντων ἐκείνοις.“ Πλήθω : Θουκυδίδης δοτικῇ ἑβδόμῳ· „ὥστε δάκρυσι πᾶν τὸ στράτευμα πλησθὲν καὶ ἀπορίᾳ τοιαύτῃ, μὴ ῥᾳδίως ἀφορμᾶσθαι.“ Πίνω : γενικῇ. Ἱπποκράτης ἐν τῷ περὶ ἀρχαίης ἱστορίης· „ἀντὶ πυρῶν ἄρτον διδόναι.“ Προσεγγίζω : δοτικῇ. τοῦ Νύσης· „καὶ ἐν τῷ δυςθεωρήτῳ γνόφῳ διὰ πίστεως τῷ θεῷ προσεγγίσῃς.“ Προδικῶ : γενικῇ. Λυσίας· „ὅτι προδικῶ τοῦ ἀλλοτρίου ἀπελευθέρου,“ ἀντὶ τοῦ ὑπεραπολογοῦμαι ἢ ἐκδικῶ. Προστιθῶ : αἰτιατικῇ, ἀντὶ τοῦ κλείω. ἐν τῇ περὶ τοῦ Ἐρατοσθένους φόνου ἀπολογίᾳ· „καὶ ἐξιοῦσα προστίθησι τὴν θύραν.“ Πρεσβεύω : αὐτὸ τὸ πρεσβευόμενον, αἰτιατικῇ. Ἀῤῥιανὸς τετάρτῳ· „τὸν Κλεῖτον, ἤδη οὐκέτι ἐν αὑτοῦ ὄντα, πρεσβεύειν μὲν τὰ τοῦ Φιλίππου, καταβάλλειν δὲ Ἀλέξανδρον.
pi 170 “ τὸ πρεσβεύειν οὖν ἀντὶ τοῦ μεγαλύνειν. Προαγρυπνῶ : Ἀῤῥιανὸς ἑβδόμῳ· „προαγρυπνῶν ὑμῶν οἶδα, ὡς καθεύδειν ἔχετε ὑμεῖς.“ Προπίνω : ἀντὶ τοῦ τιμῶ, μετὰ δοτικῆς. Ἀῤῥιανὸς τετάρτῳ· „προπίνειν φιάλην χρυσῆν ἐν κύκλῳ Ἀλέξανδρον.“ Πρὸς θυμοῦ : ἀντὶ τοῦ ἐπιθυμητόν, περίψυχον, ἀγαπητόν. Ἀῤῥιανὸς ἑβδόμῳ· „οὐχ ὡσαύτως εἶναι αὐτῷ πρὸς θυμοῦ Ἀντίπατρον.“ Παρεγγυῶ : δοτικῇ. Ἀῤῥιανός· „ταὐτὸ δὲ τοῦτο παρηγγύησε καὶ τοῖς ἀποσπασθεῖσιν ἀπὸ τῆς σὺν αὐτῷ στρατιᾶς.“ Πολιτεύω : ἐνεργητικῶς, Ἀῤῥιανὸς τρίτῳ· „ὑμῖν δὲ τοὺς πατρίους νόμους ἀποδούς, ἐν ἐλευθερίᾳ πολιτεύειν ἀπέδωκεν.“ Παρευδοκιμῶ : ἀντὶ τοῦ περιφρονῶ. Ἰωάννου τοῦ Λυδοῦ· „καὶ παρευδοκιμοῦν οἱ Πέρσαι Ῥωμαίους, Οὐεσπασιανοῦ καὶ τοῦ παιδὸς αὐτοῦ Τίτου ταῖς Ἰουδαϊκαῖς μάχαις ἐνησχολημένων.“ Παρατροχάσαι : ἤγουν παρατρέχειν, δοτικῇ. Ἀππιανὸς Συριακῇ· „παρατροχάσαι ἐπὶ πλεῖστον αὐτῷ.“ Πταίω : δοτικῇ κατὰ τὸ πρᾶγμα. Δημοσθένης ἑαυτὸν προσαγγέλλοντι· „ἐγὼ δέ, εἰ καὶ νῦν δυστυχῶ καὶ τοῖς πολλοῖς ἐπταικέναι δοκῶ.“ Πιπράσκω : γενικῇ. Ἀππιανὸς πρώτῳ· „πιπράσκων χρημάτων πολλῶν.“ καὶ ἐν δευτέρῳ· „πραθῆναι πάντα τοσοῦδε, ὅσου τὸν ἐκ τυραννίας ἐώνητο.“ Πρεσβεύειν : ἀντὶ τοῦ ἱκετεύειν, μετὰ τῆς εἴς· „πρεςβεύειν εἰς Καίσαρα,“ Ἀππιανὸς τετάρτῳ. Ρ.
rho 171 (1t) Ῥυφῶ : αἰτιατικῇ. Ἱπποκράτης ἐν τῷ περὶ νόσων δευτέρῳ· „ῥυφεῖν δὲ πτισάνης χυλὸν καὶ ἀοινεῖν τὸ πάμπαν.“ Σ.
sigma 171 (7t) Συνάρασθαι : δοτικῇ. Δημοσθένης Ὀλυνθιακῶν πρώτῳ· „ἑτοίμως συνάρασθαι τὰ πράγματα,“ οἷον κατασκευάσαι καλῶς. Συνεργῶ : δοτικῇ. ἐκ τοῦ περὶ τοῦ στεφάνου· „συμπεραναμένων δὲ τῶν ἄλλων τῶν συνεργούντων αὐτῷ τὴν πρὸς τοὺς Θηβαίους ἔχθραν.“ Σύνοιδα : δοτικῇ. ἐκ τοῦ παραπρεσβείας· „οὐκοῦν ἐγώ, ἐκ τοῦ μηδὲν ἐμαυτῷ συνειδέναι, καὶ λόγον διδόναι καὶ πάντα κἀκ τῶν νόμων ὑπέχειν.“ Στέργω : δοτικῇ. κατὰ Ἀριστοκράτους· „οὐκ ἔχων δ’ ἐκείνοις οἶμαι δύναμιν, στέργειν ἠναγκάζετο τούτοις.“ Στερῶ : αἰτιατικῇ καὶ τὸ στερούμενον καὶ τὸ ἀποστερούμενον πρόσωπον. κατὰ Τιμοκράτους· „ἀλλ’ ἐξήρκει αὐτοῖς ἀπεστερηκόσι τὴν πόλιν τὰ χρήματα.“ Συλῶ : αἰτιατικῇ. ἐκ τοῦ κατὰ Ἀνδροτίωνος· „τὴν μὲν γὰρ θεὸν τοὺς στεφάνους σεσυλήκασιν.“ Σφήλω : αἰτιατικῇ, ἀντὶ τοῦ σφαλῆναι καὶ πλανηθῆναι ἐποίησεν. Δίωνος ἑνδεκάτῳ βιβλίῳ· „ἐπειδὴ δὲ ὅ τε χειμὼν ἐπέμενε, καὶ ὀμίχλη προσεγένετο, ἔσφηλε δι’ αὐτομόλων δή τινων τὸν Ἀννίβαν.“ Συμφέρει : δοτικῇ. Δίων ἑνδεκάτῳ βιβλίῳ· „σὺ μὲν καὶ τοῖς φίλοις τοῖς τι πλημμελήσασιν ἐξέρχῃ, ἐγὼ δὲ καὶ τοῖς ἐχθροῖς συγγινώσκω.“ Συκοφαντῶ : αἰτιατικῇ. Δίων τεσσαρακοστῷ ἕκτῳ βιβλίῳ· „φθονεῖς ἀεὶ τῷ κρείττονι, βασκαίνεις ἀεὶ τὸν προήκοντα, διαβάλλεις τὸν προτετιμημένον, συκοφαντεῖς τὸν δεδανεισμένον.
sigma 172 “ Σωφρονῶ : Δίων πεντηκοστῷ ὀγδόῳ βιβλίῳ· „αὐτή τε αὐτῷ ἀκριβῶς σωφρονοῦσα, καὶ πάντα τὰ δοκοῦντα αὐτῷ ἡδέως ποιοῦσα.“ Συνεῖναι : γενικῇ. Δημοσθένους τοῦ μικροῦ ἐν οἷς ἑαυτὸν προσαγγέλλει· „ἵνα συνεὶς τῆς φιλανθρωπίας τῆς ὑμετέρας, προσαγγείλω βεβαίως τὴν γνώμην τὴν ὑμετέραν.“ ἐν δὲ τῷ περὶ τοῦ στεφάνου αἰτιατικῇ· „τῶν μὲν οὖν λόγων, οὓς οὗτος ἄνω καὶ κάτω κυκῶν ἔλεγε περὶ τῶν παραγεγραμμένων νόμων, οὔτε μὰ τοὺς θεοὺς ὑμᾶς οἶμαι μανθάνειν, οὔτ’ αὐτὸς ἠδυνάμην συνεῖναι τοὺς πολλοὺς αὐτῶν.“ Στοχάζομαι : γενικῇ. Ἑρμογένους ἐν τῷ περὶ τοῦ ἁπλῶς πολιτικοῦ· „πάντως δὲ δεῖ καὶ τοὺς ἱστοριογράφους ἐν τοῖς πανηγυρικοῖς τετάχθαι, ὥσπερ οἶμαι καὶ εἰσίν, ἐπεὶ καὶ μεγέθους καὶ ἡδονῆς στοχάζονται καὶ τῶν ἄλλων ἁπάντων.“ Σπῶ : γενικῇ. ἐκ τοῦ περὶ θεολογίας λόγου δευτέρου· „σκέψαι μοι καὶ νηκτὴν φύσιν τῶν ὑδάτων, διολισθαίνουσαν καὶ οἷον ἱπταμένην κατὰ τῆς ὑγρᾶς φύσεως, καὶ τοῦ μὲν ἰδίου σπῶσαν ἀέρος.“ Συνεθίζω : δοτικῇ. ἐκ τοῦ περὶ φιλοπτωχίας· „καὶ φωνοῦσιν ὄντως ἐκ γῆς, καὶ εἰς τὸν ἀέρα λαλοῦσιν, οὐκ εἰς ἀκοὰς εὐσυνέτους καὶ θείοις συνειθισμένας δόγμασιν.“ τὸ δὲ ἐθίζω τὸ ἁπλοῦν γενικῇ. ὁ αὐτός· „τοιαῦτα τὸ λουτρὸν τοῖς εἰθισμένοις αὐτοῦ χαρίζεται.“ Συλλαμβάνω : δοτικῇ. Ἰσοκράτης· „ὁρῶ δὲ καὶ τὴν τύχην ἡμῖν συλλαμβάνουσαν, καὶ τὸν παρόντα καιρὸν συναγωνιζόμενον.“ Συμβουλεύω : δοτικῇ. Ἰσοκράτης· „διό περ ἡμεῖς οὐ παράκλησιν εὑρόντες, ἀλλὰ παραίνεσιν γράψαντες, μέλλομέν σοι συμβουλεύειν.
sigma 173 “ Συνάχθομαι : δοτικῇ. ὁ αὐτός· „πολλοὶ γὰρ τοῖς ἀδικοῦσι μὲν συνάχθονται.“ Σιτίζω : αἰτιατικῇ. Ἰσοκράτης· „ὅμοια πάσχειν τοῖς τὰς ἀλλοτρίας κύνας σιτίζουσιν.“ Συμπράττω : δοτικῇ. Ἰσοκράτης· „καὶ Διονυσίῳ, τῷ Σικελίας τυράννῳ, καὶ τῷ βαρβάρῳ τῆς Ἀσίας κρατοῦντι συμπράττουσιν.“ Σέβομαι : αἰτιατικῇ. Ἰσοκράτης· „ὅστις καὶ τῶν ζώων τῶν παρ’ ἡμῖν καταφρονουμένων ἔστιν ἃ σέβεσθαι καὶ τιμᾷν ἐνομοθέτησεν.“ Στεροῦμαι : πρὸς γενικήν. Προκόπιος· „ὡς ἂν μὴ πράξεις ὑπέρογκοι φιλοτιμίαι προσελθοῦσαι τῆς φύσεως ἐλάττους εἶναι δοκοῖεν, τοῦ πρὸς ἀξίαν ἐπαίνου ἐστερημέναι.“ Συναίρω : συμμετέχω, γενικῇ. Θουκυδίδης τετάρτῳ· „ἄνδρες οἱ συναράμενοι τοῦδε τοῦ κινδύνου.“ Σπένδομαι : δοτικῇ. Θουκυδίδης τετάρτῳ· „τούτων μηδετέροις ἐξεῖναι ἄνευ τοῦ δήμου τοῦ Ἀργείων σπείσασθαι.“ Συνεπιλαμβάνομαι : γενικῇ. Θουκυδίδης ἕκτῳ· „καὶ τοῦτο συνεπιλαμβάνεσθαι τοῦ φόβου.“ Σχών : δοτικῇ. Θουκυδίδης ἑβδόμῳ· „καὶ σχόντες Ῥηγίῳ καὶ Μεσσήνῃ, ἀφικνοῦνται εἰς Ἱμέραν.“ Συντυγχάνω : δοτικῇ. Λυσίας ἐν τῷ κατὰ Διοκλέους ὕβρεως· „ὁ ἀδελφὸς ὁ ἐμὸς καὶ Κτήσων, οἰκεῖος ὢν ἡμῖν, συντυγχάνουσι τῷ Ἕρμωνι ἐν βοθύνοις ἐπιόντι.“ Σισίνης, Σισίνου κλίνει τὸ ὄνομα Ἀῤῥιανός. ἐχρήσατο αὐτῷ ἐν πάσῃ τῇ πραγματείᾳ τετραχῶς. Σισίνης δὲ ὁ Φραταφέρνου παῖς. ἐν μόνῳ δὲ τῷ δευτέρῳ λόγῳ εὑρέθη τὸ ὄνομα μετὰ Ἀλέξανδρον. ὁμοίως καὶ Ἀππιανὸς ἐν Ἰλλυρίδι Σισίνου καὶ Σισίνην φησίν. Σχολάζω : Δίων δευτέρῳ δοτικῇ· „αὐτοί τε γὰρ ἄμεινον πολεμήσουσι, τούτῳ μόνῳ τῷ ἔργῳ σχολάζοντες.
sigma 174 “ Συῤῥάξαι : δοτικῇ. Ἀγαθίας πρώτῳ· „οἱ δὲ Ῥωμαῖοι, ἐπειδὴ εἰς τόξου γε βολὴν ἤδη ἐγεγένηντο, ἐμμίξαι μὲν καὶ συῤῥάξαι τοῖς πολεμίοις εὖ παρατεταγμένοις ἥκιστα ᾤοντο.“ Σπανίζω : γενικῇ. Ἀππιανὸς δευτέρῳ· „ὅθεν ἐσπάνιζε τροφῶν.“ Συμπλεκόμενος : δοτικῇ. ὁ αὐτός· „συμπλεκόμενος αὐτῇ.“ Στρατηγῶ : ὁ τόπος γενικῇ, τῷ δὲ δουλωμένῳ δοτικῇ. Ἀππιανὸς πέμπτῳ ἐμφυλίων· „ὁ δὲ ἐστρατήγησε τῷ Βρούτῳ.“ Συνηδόμενοι : γενικῇ. Ἀππιανὸς τετάρτῳ Αἰγυπτίων· συνηδόμενοι τῶν γεγονότων.“ Τ.
tau 174 (17t) Τιμωροῦμαι : αἰτιατικῇ. Ὀλυνθιακῶν τρίτῳ· „τότε καὶ περὶ τοῦ τίνα τρόπον τιμωρήσεταί τις ἐκεῖνον, ἐξέσται σκοπεῖν.“ τὸ δὲ ἐκδικῶ πρὸς δοτικήν. ἐκ τοῦ κατὰ Τιμοκράτους· „ἐπειδή περ ἡμεῖς τιμωρήσομεν τῷ πεπονθότι.“ Τυγχάνω : γενικῇ. ἐκ τοῦ κατὰ Φιλίππου δευτέρου· „οὐδὲ ἀμνημονεῖ τοὺς λόγους καὶ τὰς ὑποσχέσεις, ἐφ’ αἷς τῆς εἰρήνης ἔτυχεν.“ Τυραννῶ : αἰτιατικῇ. τρίτῳ κατὰ Φιλίππου· „οἱ μὲν ἄρχουσι καὶ τυραννοῦσι τοὺς τότε σώζοντας αὐτούς.“ νῦν γὰρ ἐπὶ τοῦ βλάπτειν κεῖται, καὶ σημαίνει νῦν τυραννεῖν τὸ βλάπτειν. ὅταν δὲ ἐπὶ τοῦ ἡγεῖσθαι, γενικῇ. περὶ τῶν Ἀλεξάνδρου συνθηκῶν· „πρὶν τὰς συνθήκας γενέσθαι, ἐτυράννουν Μεσηνίων οἱ Φιλιάδου παῖδες·“ καὶ ἐν τῷ πρώτῳ τῶν Στηλιτευτικῶν· „ἐν ἀρχῇ τῆς ἑαυτοῦ βασιλείας τυραννήσας πρὸ τῶν ἄλλων τοὺς λόγουσ“ καὶ πρὸς αἰτιατικήν.
tau 175 Τιμῶ, τιμᾷς : ἐπὶ τοῦ τιμωρεῖσθαι καὶ ἀποδιδόναι, μετὰ δοτικῆς. κατὰ Μειδίου· „δικαίως ἂν ὑμᾶς ἐκ τῶν εἰρημένων καὶ καταψηφίσασθαι καὶ τιμᾷν αὐτῷ τῶν ἐσχάτων.“ Τιμῶ : ἀντὶ τοῦ προκρίνω καὶ ἄξιον ἡγοῦμαι, γενικῇ. ἐκ τοῦ παραπρεσβείας· „καί τοι τοῦτο Φίλιππος ἁπάντων ἂν ἐτιμήσατο πλείστου τοῦ τοῦτον τὸν τρόπον πραχθῆναι.“ καὶ ἐκ τοῦ κατὰ Ἀριστοκράτους· „τρεῖς δὲ μόναι ψῆφοι διήνεγκαν τὸ μὴ θανάτου τιμῆσαι.“ καὶ κατὰ Ἀνδροτίωνος· „εἰ τοσούτου τιμᾶσθε τὴν πόλιν.“ καὶ ἐκ τοῦ κατὰ Ἀριστογείτονος· „ὃς αὐτὸς αὑτῷ θανάτου τετίμηκε.“ Τιμῶ δὲ ἐπὶ τιμῆς καὶ δόξης, αἰτιατικῇ τὸ τιμώμενον πρόσωπον, ἡ δὲ τιμὴ δοτικῆ. κατὰ Ἀριστοκράτους· „ὑμεῖς δέ, ὦ ἄνδρες Ἀθηναῖοι, πάσης τῆς πόλεως μεταδόντες αὐτῷ, καὶ τετιμηκότες ἀλλήλοις.“ καὶ Δίων πέμπτῳ βιβλίῳ· „τούτῳ τε οὖν αὐτὸν ἐτίμησεν.“ Τιμῶ : ἐπὶ προστιμήσεως, γενικῇ. κατὰ Τιμοκράτους· „ἐὰν δὲ ἀργυρίου προστιμηθῇ.“ καὶ ὑποκατιὼν ἐκ τοῦ νόμου· „καὶ εἴ τινι τῶν ὀφειλόντων τῷ δημοσίῳ προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφιμα δεσμοῦ.“ καὶ πάλιν· „καὶ μόνον οὐ προσέγραψε δίκην ἐξεῖναι λαχεῖν αὐτῷ κατὰ τῶν δικαστῶν τῶν προστιμησάντων τοῦ δεσμοῦ.“ ἐὰν δὲ ἔχῃ δοτικὴν τοῦ πάσχοντος, αἰτιατικὴ ἔσται τῆς τιμωρίας, οἷον τοῦ αὐτοῦ· „ἐάν τις ἁλῷ κλοπῆς, καὶ μὴ τιμηθῇ θανάτου, προστιμᾷν αὐτῷ δεσμόν.“ Ταμιεύω : γενικῇ. κατὰ Μειδίου· „καὶ τῆς μὲν παράλου ταμιεύων τότε, ὅτε τὴν ἐπὶ Θηβαίους ἔξοδον εἰς Εὔβοιαν ἐποιεῖσθε ὑμεῖς.“ Ταλαιπωρῶ : αἰτιατικῇ.
tau 176 Δίων πεντηκοστῷ τρίτῳ βιβλίῳ· „ἥ τε γὰρ ἐρημία καὶ ὁ ἥλιος τά τε ὕδατα φύσιν τινὰ ἄτοπον ἔχοντα, πάνυ αὐτὰ ἐταλαιπώρησε.“ καὶ Ἰσοκράτης περὶ τῆς εἰρήνης· „καὶ πάντα τρόπον τεταλαιπώρηκεν ἡμᾶς.“ Τρυφῶ : δοτικῇ μετὰ τῆς ἔν. Ἰσοκράτης· „τρύφα μὲν ἐν ταῖς ἐσθῆσι καὶ τοῖς περὶ τὸ σῶμα κόσμοις.“ Τέμνω : γενικῇ. Θουκυδίδης ἕκτῳ· „οἱ Ἀργεῖοι, ἐμβαλόντες ἐς τὴν Φλιασίαν, τῆς γῆς αὐτῶν ἔτεμνον, καὶ ἀπέκτεινάν τινας.“ Τεκμήρασθαι : γενικῇ. Ἀππιανὸς Συριακῇ· „τεκμήρασθαι τοῦ πάθους.“ Υ.
upsilon 176 (14t) Ὑπακούω : ἀντὶ τοῦ ὑποτάσσομαι, δοτικῇ. Ὀλυνθιακῶν τρίτῳ· „ὑπήκουσε δὲ ὁ ταύτην τὴν χώραν ἔχων αὐτοῖς βασιλεύς, ὥς πέρ ἐστι προσῆκον βάρβαρον Ἕλλησιν.“ Ὑπομνήσω : γενικῇ. ἐκ τοῦ τῆς Ῥοδίων ἐλευθερίας· „τῶν γεγενημένων ὑμᾶς καὶ συνενηνοχότων ὑπομνήσω.“ ἐκ τοῦ παραπρεσβείας, αἰτιατικῇ· „τοῦ χάριν δὴ ταῦθ’ ὑπέμνησα πρῶτα νῦν ἡμᾶς καὶ διεξῆλθον τούτους τοὺς λόγους;“ Ὑβρίζω : αἰτιατικῇ συντάσσεται μετὰ τῆς εἴς προθέσεως. ἐκ τοῦ κατὰ Μειδίου· „ἐάν τις ὑβρίζῃ εἴς τινα ἢ παῖδα ἢ γυναῖκα ἢ ἄνδρα.“ καὶ Λυσίας ἐν τῇ ἀπολογίᾳ ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου· „ὁ γὰρ ἀνὴρ ὁ ὑβρίζων εἰς σὲ καὶ τὴν σὴν γυναῖκα.“ Ὑπέρ : ἀντὶ τῆς κατά. ἐκ τοῦ κατὰ Μειδίου: „καθ’ οὓς καιροὺς ἡ εἰσαγγελία ἐδόθη ἡ εἰς τὴν βουλὴν ὑπὲρ Ἀριστάρχου τοῦ Νικοδήμου, ὅτι εἴη Νικόδημον ἀπεκτονώς.“ καὶ παρ’ Ὁμήρῳ ἐν τῷ Ζ· δαιμόνι’, οὐκ ἄν τίς σοι ἀνήρ, ὃς ἐναίσιμος εἴη, ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι· ἀλλὰ ἑκὼν μεθίεις .
upsilon 177 .... τὸ δ’ ἐμὸν κῆρ ἄγνυται .... ὅθ’ ὑπὲρ σέθεν αἴσχε’ ἀκούω πρὸς Τρώων.“ καὶ ἀντὶ τῆς περί. Ἀῤῥιανὸς ἑβδόμῳ· „γενέσθαι καὶ ἐπὶ Ἀλεξάνδρῳ ἀλόβωτον τὸ ἧπαρ τοῦ ἱερείου.“ Ὑπηρετῶ : δοτικῇ. ἐκ τοῦ περὶ στεφάνου· „διόπερ ῥᾷόν ἐστι καὶ ἀσφαλέστερον ἀεὶ τοῖς ἐχθροῖς ὑπηρετοῦντα μισθαρνεῖν, ἢ τὴν ὑπὲρ ἡμῶν ἑλόμενον τάξιν πολιτεύεσθαι.“ Ὑποσχών δοτικῇ: ἐκ τοῦ παραπρεσβείας· „μή τί γε, ἃ ἐκείνῳ τόθ’ ὑπέσχητο πρᾶξαι.“ Ὑπερκολακεύω : αἰτιατικῇ. ἐκ τοῦ παραπρεσβείας· „οὗτοι δ’ ἐχαρίζοντο πάντα ἐνδεικνύμενοι καὶ ὑπερκολακεύοντες ἐκεῖνον.“ Ὑπολειφθείς : γενικῇ. κατὰ Μειδίου· „μειδίας δὲ ὑπολειφθεὶς τοῦ στόλου καὶ γεμίσας τὴν ναῦν ξύλων.“ Ὑστεραίας : τῇ ἐπαύριον. Δίων δευτέρῳ βιβλίῳ· „μαθὼν οὖν τοῦτο ἐκεῖνος, ἦλθέ τε τῆς ὑστεραίας πρὸς αὐτούς.“ Ὑπερεῖδεν : αἰτιατικῇ. ἐκ τοῦ κατὰ Τιμοκράτους· „Τιμοκράτης οὑτοσὶ τοσοῦθ’ ὑπερεῖδεν ἅπαντα τὰ πράγματα.“ Ὑπεύθυνον : γενικῇ. ἐκ τοῦ κατὰ Τιμοκράτους· „ὅτι τὸ σῶμα τῶν ἀδικημάτων ὑπεύθυνόν ἐστιν.“ Ὑποπτεύω : αἰτιατικῇ. Δίων δεκάτῳ βιβλίῳ· „οὗτοι δὲ καὶ προσυποπτεύουσιν ὑμᾶς.“ Ὑπερδικῶ : ἀντὶ τοῦ ἐκδικῶ, αἰτιατικῇ. Δίων τριακοστῷ τρίτῳ βιβλίῳ· „καὶ γὰρ γελοῖόν ἐστιν, ἐν Καμπανίᾳ τε αὐτοῦ ὄντος, καὶ δυναμένου διὰ ταχέων ὧν αἰτίαν ἔχει λόγον ὑποσχεῖν, ἐμὲ ὑπερδικεῖν.“ Ὑπέρχομαι : τὸ ὑποτάσσομαι, αἰτιατικῇ.
upsilon 178 Δίων τριακοστῷ ἑβδόμῳ βιβλίῳ· „ἀλλ’ ὧν ἐπιχειρεῖ πρωτεῦσαι, τούτους ὡς καὶ κρείττονας ὑπήρχετο.“ Ὑπείκων : δοτικῇ. Δίων ἑξηκοστῷ πρώτῳ βιβλίῳ· „ἐπειδή τε οἱ ἔπαρχοι, ὅ τε Κρισπῖνος καὶ Λούσιος Γέτας, μὴ πάντα αὐτῇ ὑπεῖκον, ἐκείνους κατέλυσεν.“ Ὑποστάς : αἰτιατικῇ. Δίων ἑβδομηκοστῷ τετάρτῳ βιβλίῳ· „καὶ οὕτω παρὰ δόξαν ὑποστάντες τοὺς διώκον„τας, ἀντεπεκράτησαν.“ Θουκυδίδης δευτέρῳ· „χρεὼν καὶ συμφοραῖς ταῖς μεγίσταις ἐθέλειν ὑφίστασθαι.“ Ὑπό : ὁ Προκόπιος μετὰ δοτικῆς· „καὶ τῇ φύσεως εὐγλωττίᾳ τὰς ὑφ’ ἡλίῳ παρερχομένη.“ καὶ Θουκυδίδης πρώτῳ· „καὶ ἅμα μέγας ὁ κίνδυνος, εἰ ἐσόμεθα ὑπ’ αὐτοῖς.“ καὶ Ἀῤῥιανὸς πέμπτῳ· „κατεστρατοπέδευεν ὑπὸ ταῖς ὑπωρείαις τοῦ ὄρους.“ Ὑποχωρῶ : δοτικῇ τὸ πρόσωπον, καὶ ὁ τόπος γενικῇ. Προκόπιος· „εἶτα καὶ γῆς καὶ θαλάττης ὑποχωροῦντα τοῖς Ἕλλησιν.“ Ὑπονοῶ : γενικῇ. Θουκυδίδης πρώτῳ· „ἀλλὰ τῶν λεγόντων μᾶλλον ὑπονοεῖται.“ Ὑστερίζω : δοτικῇ, ἀντὶ τοῦ ἐν ὑστέρῳ ἔρχομαι. Θουκυδίδης ἑβδόμῳ· „τοὺς δὲ Θρᾳκὰς τοὺς τῷ Δημοσθένει ὑστερήσαντας.“ Ὑπερασπίζω : αἰτιατικῇ. Ἀῤῥιανός· „καὶ ἐπὶ τούτῳ Λεόνατος ὑπερασπίσας Ἀλέξανδρον“ Ὑλακτῶ : αἰτιατικῇ. Ἡρακλείδου Ποντικοῦ ἐκ τοῦ δευτέρου λόγου τῶν εἰς τὸν Ἄβαριν ἀναφερομένων· „ἐκ δὲ τῶν ἐγγὺς φωλεῶν ἐξείρπυσαν ὄφεις ἐπὶ τὸ σῶμα σφοδρῶς ὀρούοντες. ἐκωλύοντο μέντοι ὑπὸ τῶν κυνῶν, ὑλακτούντων αὐτούς.“ Ὑπουργῶ · δοτικῇ. Δίων τεσσαρακοστῷ ἕκτῳ βιβλίῳ· „καὶ οἱ ἵπποι τοῖς στρατιώταις ὑπούργησαν.“ Ὑποτοπῶ : αἰτιατικῇ.
upsilon 179 Ἀππιανὸς ἐν τῷ Κελτικῷ· „τὸ γενόμενον ὑποτοποῦντες.“ Χ.
chi 179 (4t) Χαρίζομαι : δοτικῇ. ἐκ τοῦ περὶ στεφάνου· „εἶτα κενὰς χάριτας χαρίζῃ τουτοισί, συκοφαντῶν ἐμέ.“ Χειρώσω : αἰτιατικῇ. Δίων πεντηκοστῷ τετάρτῳ βιβλίῳ· „τοῦτο πρός τε τὴν ἐκείνου καὶ πρὸς τὴν τοῦ πλείονος στρατοῦ ἀπουσίαν νεωτεριστὰς ἐχειρώσατο.“ Χρήσομαι : δοτικῇ. Ἰσοκράτης· „οὕτω δ’ ἄριστα χρήσῃ τοῖς φίλοις, ἐὰν μὴ περιμένῃς τὰς παρ’ ἐκείνων δεήσεις.“ Χαίρω : δοτικῇ. Ἰσοκράτης πρὸς Νικοκλέα· „οἷς ὁρῶσι τοὺς ὄχλους χαίροντας.“ τοῦτο δὲ τὸ ῥῆμα παθητικὸν ἐνεστῶτα ἢ παρατατικὸν οὐκ ἔχει. βαρβαρίζει ὁ λέγων χαίρομαι, καὶ λέγεται Δατισμός· Δᾶτις γὰρ ὁ Πέρσης ἔφη χαίρομαι. Χρῶμαι : τὸ κατὰ χρῆσίν τι λαβεῖν, αἰτιατικῇ. Ἀππιανὸς ἕκτῳ· „ἃς δὲ ἐχρησάμην παρὰ Ἀντωνίου ναῦς.“ Χρηματίζων : ὁ αὐτὸς δευτέρῳ Αἰγυπτιακῶν· „πρεςβείαις ὁ Καῖσαρ ἐχρημάτισεν.“ Ψ.
psi 179 (24t) Ψευσθῆναι : γενικῇ. Ἀῤῥιανὸς πρώτῳ· „εἰ δὲ ψευσθείημεν τῆς ἐπὶ τῷ παιδὶ τοῦ Ἀλεξάνδρου προσδοκωμένης ἐλπίδοσ“ ἀντὶ τοῦ ἀποτύχοιμεν. Ψηφίζομαι : δοτικῇ. ἐκ τοῦ πρὸς Λεπτίνην· „καὶ τῇ πόλει τὰ κράτιστα ἔσεσθαι ἐψηφισμένοι.“ πρὸς γενικὴν δὲ ἐπὶ ἀναιρέσεως τῆς ψήφου, μετὰ τῆς ἀπό. ἐκ τοῦ περὶ τοῦ στεφάνου· „οὐκοῦν ἐν μὲν οἷς εἰσηγγελλόμην, ὅτε ἀπεψηφίζεσθέ μου, καὶ τὸ πέμπτον μέρος τῶν ψήφων τοῖς διώκουσιν οὐ μετεδίδοτε.
psi 180 “ Ψάλλω : αἰτιατικῇ. Δίων τεσσαρακοστῷ ἐνάτῳ βιβλίῳ· „τὴν νευρὰν τοῦ τόξου ψάλλων.“ τινὰ δὲ τῶν ἀντιγράφων ἔχουσι ψαύων. Ω.
omega 180 (7t) Ὠνεῖται : γενικῇ. κατὰ Φιλίππου τρίτῳ· „τοῦτο δ’ ἐστὶν ὃ τῶν ἁλισκομένων χρημάτων ἁπάντων Φίλιππος ὠνεῖται.“ καὶ ὑποκατιὼν πάλιν φησίν· „ὥστε οὐδὲ χρημάτων ὠνεῖσθε παρ’ οὐδενὸς οὐδέν.“ ἀλλὰ καὶ τὸ ὄνομα ὁμοίως. Ἰσοκράτους ἐκ τοῦ πρὸς Νικοκλέα· „δόξῃ μὲν χρήματα κτητά, δόξα δὲ χρημάτων οὐκ ὠνητή.“ καὶ Ἀππιανὸς πρώτῳ Ῥωμαϊκῶν· „ὠνεῖται τὰ τρία βιβλία τῆς τιμῆς τῶν ἐννέα.“