eul_wid: rhg-at

Περὶ συνεκδοχῆς
On Synecdoche

Rhetorical Treatise Anonymous On Synecdoche PDF

8.691.(1t) XI. ΑΝΩΝΥΜΟΥ ΠΕΡΙ ΣΥΝΕΚΔΟΧΗΣ. Πόσας ἀναφορὰς ἔχει ἡ συνεκδοχή; ιγʹ. ποίας ταύτας; Ἡ μὲν ἀπὸ ὅλου δηλοῖ τὸ μέρος· ἡ δὲ ἀπὸ μέρους τὸ ὅλον· ἡ δὲ ἀπὸ τῆς ὕλης τὸ ἀποτέλεσμα· ἡ δὲ, ἀπὸ τοῦ ἑπομένου συμβαίνοντος τὸ προηγούμενον· ἡ δὲ ἀπὸ τοῦ συμβόλου τὸ κύριον· ἡ δὲ ἀπὸ τοῦ προηγουμένου τὸ ἀκόλουθον· ἡ δὲ ἀπὸ τοῦ ἀκολούθου τὸ προηγούμενον· ἡ δὲ ἀπὸ τοῦ γένους τὸ εἶδος· ἡ δὲ ἀπὸ εἴδους τὸ γένος· ἡ δὲ ἀπὸ τῶν πολλῶν τὸ ἕν· ἡ δὲ ἀφ’ ἑνὸς τὰ πολλά· ἡ δὲ ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον· ἡ δὲ ἀπὸ τοῦ περιεχομένου τὸ περιέχον.
8.692 Πῶς; Ἀπὸ ὅλου τὸ μέρος; ὡς τὸ, „βόας αὔας·“ ἀντὶ τοῦ, ἀσπίδας, τὰς ἐκ βοείων βυρσῶν. Ἀπὸ μέρους τὸ ὅλον, ὡς τὸ, λευκώλενος Ἥρη. Ἀπὸ τῆς ὕλης τὸ ἀποτέλεσμα, ὡς τὸ, Χρυσὸν δ’ αὐτὸς ἔδυνε περὶ χροΐ· ἀντὶ τοῦ, χρυσῆν πανοπλίαν. Ἀπὸ τοῦ ἑπομένου συμβαίνοντος τὸ προηγούμενον, ὡς τὸ, ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν. Ἀπὸ τοῦ συμβόλου τὸ κύριον, ὡς τὸ σκῆπτρον τὴν βασιλείαν. Ἀπὸ τοῦ προηγουμένου τὸ ἀκόλουθον, ὡς τὸ, Λῦσε δὲ παρθενίην ζώνην. Ἀπὸ τοῦ ἀκολούθου τὸ προηγούμενον, ὡς τὸ ἐναρίζω, τὸ σκυλεύω. Ἀπὸ γένους τὸ εἶδος, ὡς τὸ, „ζῶον ἐνταῦθα οἰκονομούμενον καὶ ἀλλαχοῦ μεθιστάμενον.“ Ἀπὸ εἴδους τὸ γένος, ὡς τὸ ἀΐω τὸ αἰσθάνομαι. Ἀπὸ πολλῶν τὸ ἓν, ὡς τὸ, „στήθεα μαρμαρόεντα.“ Ἀφ’ ἑνὸς τὰ πολλὰ, ὡς τὸ, „πέρσεν Ὀδυσσεὺς καὶ ἱερὸν Τροίης πτολίεθρον.“ Ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον, ὡς τὸ, „πᾶσα ἡ πόλις ἐταράχθη.
8.693 “ Ἀπὸ τοῦ περιεχομένου τὸ περιέχον, ὡς τὸ, „οἶκος Ἰσραὴλ, εὐλογήσατε τὸν Κύριον.“