eul_wid: ueq-ac
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Preliminary Exercises (Selected Chapters) by Nicolaus of Myra

The Preliminary Exercises is a fifth-century CE rhetorical handbook composed in Attic Greek by Nicolaus of Myra. As a work within the progymnasmata tradition, it provides a structured series of graded composition exercises designed to train students in the fundamentals of oratory. The text focuses on five core exercise types: comparison, ethopoeia or speech-in-character, ekphrasis or vivid description, thesis or the argument of a general proposition, and the discussion of law. Despite this stated scope, the surviving manuscript presents the material in only four distinct sections, indicating that the work offers concise, illustrative treatments of its subjects rather than a comprehensive manual. Produced within the Eastern Roman Empire, the handbook functioned as a practical guide for both students and teachers. Its selective and compact format suggests it may have been intended as a digest or quick reference within the late antique educational system. Scholars view its concentrated focus on skills such as argumentation, descriptive technique, and characterization as essential preparation for the careers of future orators, legal advocates, and imperial administrators. The complete text is preserved through the Byzantine manuscript tradition and forms part of the extant corpus of Greek rhetorical manuals.

διαφέρει δὲ τοῦ ἐγκωμίου, ὅτι τὸ μὲν ἁπλᾶ, ἣ δὲ διπλᾶ ἔχει τὰ κεφάλαια. διὰ τοῦτο καὶ ὑποτέτακται· ἀεὶ γὰρ τὰ ἁπλᾶ τῶν διπλῶν προτίθεται «καὶ ὅλως ἡ σύγκρισις διπλοῦν ἐγκώμιόν ἐστιν·» ἐν μὲν γὰρ τῷ ἐγκωμίῳ περὶ ἑνὸς ἀγωνίζεται, ἐνταῦθα δὲ περὶ δύο σύγκρισίς ἐστι λόγος τὸ βέλτιον ἢ χεῖρον παριστὰς ἢ παράλληλος ἐξέτασις ἀγαθῶν ἢ φαύλων ἔστιν ἡ σύγκρισις τῶν καὶ μερῶν καὶ ὅλων, καὶ εἴδους πανηγυρικοῦ

ἡ σύγκρισις τοῖς αὐτοῖς τῷ ἐγκωμίῳ διαιρεῖται κεφαλαίοις, πλὴν διπλᾶ ἔχει τὰ κεφάλαια· δύο γὰρ τὰ συγκρινόμενα πράγματα· καὶ χρησόμεθα ὡς κἀκεῖ τοῖς ἐμπίπτουσι καὶ συγκρίνομεν ἀλλήλοις, ὅσα δὴ ἐγκωμιάζομεν ἢ ψέγομεν. δεῖ δὲ μὴ καθαιρέσει τῶν ἐξεταζομένων αὔξειν τὰ ἡμέτερα· οὕτω γὰρ οὐ μεγάλα δειχθήσεται· ἀλλὰ τὰ μεγάλα ἐπὶ τοῦ οἰκείου μεγέθους ἐῶντες τότε μείζονα τὰ ἡμέτερα ἀποδεικνύναι πειρασόμεθα, ὡς καὶ Ὅμηρος «πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ, μιν μέγʼ ἀμείνων» καὶ ἐπὶ τῶν κακῶν Δημοσθένης ἐν τῷ Κατʼ Ἀνδροτίωνος μεῖζον τὸ εἰς αὐτὸν ἀδίκημα ἔδειξε διὰ τοῦ εἰς Εὐκτήμονα μεγάλως ἁμαρτῆσαι Ἀνδροτίωνα κατασκευάσαι· μεγάλα γάρ, φησίν, Εὐκτήμων παρʼ αὐτοῦ ἠδίκηται, πολλῷ δὲ μείζω ἐγώ. φράσιν δὲ κἀνταῦθα πομπικὴν καὶ θεατρικὴν εἶναι δεῖ τοῦ σεμνοῦ μὴ ἀφισταμένην. γυμνάζει δὲ ἡμᾶς τὸ παρὸν πρὸς πάντα τὰ εἴδη· τοῦ μὲν ἐγκωμίου ἰσότιμον ἂν φανείη· συντελέσει δὲ τῷ συμβουλευτικῷ, ἐν οἷς τὰ ἡμέτερα κρείττω φανῆναι βουλόμεθα τῶν ὑφʼ ἑτέρων λεγομένων. ἀλλὰ καὶ τῷ δικανικῷ, ἡνίκα κατατρέχοντες ἀδικήματος τὸ αὐτὸ ἐργασόμεθα. καὶ δὴ καὶ ἐν τοῖς εʹ μέρεσι τοῦ πολιτικοῦ λόγου· προοιμίων τε γὰρ εὑρέσεις διὰ τούτου ποιησόμεθα καὶ διηγήματα μεταχειρισόμεθα τὰ πλεονεκτήματα λέγοντες τοῦ ὑποκειμένου προσώπου· καὶ εἰς ἀγώνων σφοδρότητας, ἐν οἷς ἢ ἴσα ἀποδεικνύναι πειρώμεθα ἢ μείζω· καὶ εἰς ἐπιλόγων πάθη, ἐν οἷς καταπαύομεν τὰς ὑποθέσεις. εἰ δὲ περὶ ἀνθῶν ὁ λόγος ἢ φυτῶν, ἐξέσται καὶ ἀνειμένῃ χρήσασθαι φράσει καὶ μὴ διὰ πάντων τῶν κεφαλαίων ἰέναι μηδὲ τῇ τεχνικῇ τῶν ἐγκωμίων ἕπεσθαι διαιρέσει

ἠθοποιία ἐστὶ λόγος ἁρμόζων τοῖς ὑποκειμένοις, ἦθος ἢ πάθος ἐμφαίνων ἢ καὶ συναμφότερα διαφέρει ἦθος πάθους τῷ καθολικῷ· εἰ γὰρ λέγοιμεν, ποίους ἂν εἴποι λόγους δειλὸς ἐπὶ μάχην μέλλων ἐξιέναι, τοῦ καθόλου τοῖς δειλοῖς προσόντος ἤθους φροντιοῦμεν· εἰ δὲ εἴποιμεν, ποίους ἂν εἴποι λόγους Ἀγαμέμνων ἑλὼν τὴν Ἴλιον ἢ Ἀνδρομάχη πεσόντος Ἕκτορος, δώσει τὴν εὐπορίαν τὸ ἐκ περιστάσεως γεγονὸς πάθος

ἐν τῇ ἠθοποιίᾳ δεῖ μὲν ἀπὸ τοῦ ἐνεστῶτος ἄρχεσθαι, ἀνατρέχειν δὲ ἐπὶ τὸν παρεληλυθότα, εἶτα πάλιν ἐπὶ τὸν ἐνεστῶτα· οὐ γὰρ ἀμέσως ἥξομεν ἐπὶ τὸν μέλλοντα, ἀλλὰ μνημονεύσομεν διὰ βραχέων τῶν νῦν συνεχόντων καὶ οὕτως ἐξετάσομεν τὰ μέλλοντα ποίους ἂν εἴποι λόγους Πηλεύς, τὸν θάνατον ἀκούσας Ἀχιλλέως· οὐκ εὐθὺς ἀναμνησθήσεται τῆς πάλαι εὐδαιμονίας, τοῦ γάμου τῆς Θέτιδος, τῆς παρὰ τῶν θεῶν τιμῆς, ἀλλὰ θρηνήσας πρότερον τὴν παροῦσαν τύχην ἀντιπαραθήσει τοῖς νῦν τὰ πάλαι· εἶτα δακρύσει τὰ νῦν, προστιθείς, οἷα ἐξ οἵων αὐτὸν περιέστηκε, καὶ οὕτως οἷον μαντεύσεται, πόσοις καὶ οἵοις περιπεσεῖν αὐτὸν κακοῖς διʼ ἐρημίαν τοῦ βοηθήσοντος χρεία δέ ἐστι τὴν ἀπαγγελίαν κομματικωτέραν εἶναι μᾶλλον, ἀλλὰ μὴ περιοδικῶς συμπληροῦσθαι· τὸ γὰρ περὶ τὴν φράσιν καταγίνεσθαι πάθους ἀλλότριον. ἴδιον δὲ καὶ χαιρόντων καὶ θρηνούντων τὸ σύντομον ἔστι δὲ πρὸς τὰ γʹ εἴδη χρήσιμος. καὶ γὰρ καὶ ἐγκωμιάζοντες καὶ κατηγοροῦντες καὶ ἐκκλησιάζοντες ἠθοποιιῶν πολλάκις δεόμεθα. γυμνάζει δὲ πρὸς τὸν ἐπιστολικὸν χαρακτῆρα, εἴ γε καὶ ἐν ἐκείνῳ δεῖ τοῦ ἤθους τῶν τε ἐπιστελλόντων καὶ πρὸς οὓς ἐπιστέλλουσι, ποιεῖσθαι πρόνοιαν ἐκ παντός ἀλλʼ οὐδὲ προοιμίων ἐνταῦθα δεῖ συνεστραμμένων οὐδὲ διηγήσεων σῳζουσῶν ἀκολουθίαν—εἰ δὲ μή, λύοιτʼ ἂν τὸ πάθος—οὐδὲ ἀγωνιστικὸς ἔσται ὁ λόγος, ἀλλὰ μόνον κινῶν τὸν ἀκροατὴν εἰς ἡδονὴν ἢ εἰς δάκρυα

διαφέρει ἡ ἔκφρασις τῆς διηγήσεως, ὅτι ἡ μὲν διήγησις ψιλὴν ἔχει ἔκθεσιν πραγμάτων, ἣ δὲ πειρᾶται θεατὰς τοὺς ἀκούοντας ἐργάσασθαι. καὶ ἣ μὲν τὰ καθόλου, οἷον ὅτι ἐπολέμησαν Ἀθηναῖοι καὶ Πελοποννήσιοι, ἣ δὲ τὸ κατὰ μέρος, ὅτι τοιᾷδε παρασκευῇ καὶ τοίῳ τρόπῳ ὁπλίσεως· ὡς γὰρ ἐπίπαν τοῦ τρόπου τῆς τῶν πραγμάτων ὑπάρξεως ἡ ἔκφρασις ἐξαγγελτική. ἡνίκα μέντοι ἀγάλματα ἢ εἰκόνας ἤ τι τοιοῦτον ἐκφράζομεν, πειρᾶσθαι λογισμοὺς προστιθέναι τοῦ τοιοῦδε γραφέως ἢ πλάστου σχήματος, οἷον ὅτι ὀργιζόμενον ἢ ἡδόμενον ἔγραψεν ὅτι πέντε τῶν τοῦ λόγου μερῶν ὄντων πρὸς διηγηματικὸν ἡ ἔκφρασις γυμνάζει, οὐ ψιλὴν ἀφήγησιν ποιουμένη, ἀλλὰ τὰ τὴν ἐνάργειαν ἐργαζόμενα παραλαμβάνουσα. καὶ συμβουλεύοντες δὲ ἀνάγκην ἔχομεν ἐκφράσαι τοῦτο, περὶ οὗ ὁ λόγος, ἵνα μᾶλλον πείσωμεν· καὶ κατηγοροῦντες καὶ ἀπολογούμενοι δεόμεθα τῆς ἐκ τοῦ ἐκφράζειν αὐξήσεως· καὶ ἐν πανηγύρει ἱκανὸν τὸ τῆς ἐκφράσεως ἡδονὴν ἐμποιῆσαι

ὅτι ἡ ἔκφρασις τῶν ὡς μερῶν ἐστι, ληφθήσεται δέ ποτε καὶ πρὸς ὅλην ὑπόθεσιν φράσεως δὲ ποικίλης ἐν αὐτῇ δεόμεθα· πρὸς γὰρ τὴν ὑποκειμένην ὑπόθεσιν ἁρμόζειν δεῖ καὶ τὸ τῆς ἀπαγγελίας εἶδος ἢ γλυκαίνοντας ἢ ἐκτραγῳδοῦντας τὰς συμφοράς· ἔστι γὰρ ὅτε εὐθυμίαν μόνην διὰ τοῦ ἐκφράζειν ἐμποιῆσαι θέλομεν τοῖς ἀκροαταῖς, ὅτε δὲ δεινῶσαι καὶ αὐξῆσαι, ὡς ἐν τῷ παραπρεσβείας Δημοσθένης τὸ κατὰ τὴν Φωκίδα πάθος ὑπʼ ὄψιν ἄγειν πειρώμενος διὰ τοῦ λόγου θέσις ἐστὶ πρᾶγμα λογικὴν ἐπίσκεψιν ἐπιδεχόμενον ἄνευ προσώπων ὡρισμένων καὶ πάσης ἑτέρας περιστάσεως

τὴν θέσιν κατὰ τοὺς ἀκριβεῖς ἐγκωμιαστικοῖς ἐργασόμεθα κεφαλαίοις ὅσοι δὲ τὴν θέσιν διεῖλον τοῖς τελικοῖς κεφαλαίοις ἢ τοῖς κατὰ νόμον ἢ κατὰ φύσιν ἢ κατʼ ἔθος ἢ κατὰ ὅσιον τὸ περὶ τὴν πατρίδα ἢ τοὺς τελευτήσαντας, ἔλαθον ἑαυτοὺς τοῖς ἐνθυμήμασι τῶν ἐγκωμιαστικῶν κεφαλαίων ἀντὶ τῶν κεφαλαίων χρησάμενοι

ἡ θέσις ἐστὶ κατὰ μὲν τὸ εἶδος τοῦ συμβουλευτικοῦ, κατὰ δὲ τὴν ὕλην τοῦ πανηγυρικοῦ παραλαμβανέσθω οὖν προοίμια τῆς χρείας ποιουμένης τὸ μέτρον, σύστασιν ἔχοντα ἢ διαβολὴν τοῦ προκειμένου. καὶ μετὰ ταῦτα παραληψόμεθα τοὺς εὑρόντας καὶ πρώτους χρησαμένους, εἶτα ἀντὶ ἐπιτηδευμάτων τὰ περὶ τὴν ἄσκησιν τοῦ πράγματος γινόμενα τάξομεν, ἀντὶ δὲ πράξεων τὰς ἐξ αὐτοῦ ὠφελείας, καὶ οὕτω πλατυνοῦμεν τὴν ἐργασίαν. διαφέρει δὲ ἡ πανηγυρικὴ διαίρεσις τοῦ ἐγκωμίου, ὅτι ἐν ἐκείνῳ μὲν ἀντίθεσις οὐκ ἐμπίπτει, εἰ μὴ ἄρα ἐξ ἰδιαζούσης ὕλης, ἐνταῦθα δὲ πάντως ἐμπεσεῖται ἀντίθεσις, ἐξέτασιν ἔχουσα τῶν παρεπομένων τῷ πράγματι κακῶν, λυομένη δὲ παραδειγματικῶς καὶ ἐνθυμηματικῶς. παραδειγματικῶς μὲν ἐκ τῶν ἑτέροις πράγμασι παρακολουθούντων κακῶν, οὐκ ὄντων δὲ ἱκανῶν ἀποτρέπειν τοὺς ἐθέλοντας ἐπʼ αὐτὰ ἰέναι διὰ τὸ πλείοσι τοῖς ἀγαθοῖς οὖσι τῶν κακῶν προτρέπειν μᾶλλον ἐφʼ ἑαυτά· οὔτε γὰρ ναυτιλίας ἐκώλυσε τὰ ναυάγια οὔτε γεωργίας οἱ αὐχμοὶ οὔτε γάμους αἱ μοιχεῖαι. ἐνθυμηματικῶς δὲ ἐκ τῶν ἀποδείξεων τῶν δεικνυουσῶν τὰ τῷ πράγματι ἑπόμενα ἀγαθὰ τοῖς εἰς ἄκρον κατωρθωκόσιν

διαφέρει ἡ θέσις τοῦ κοινοῦ τόπου, ὅτι ἐν μὲν τῷ κοινῷ τόπῳ δικαστῶν ψῆφον κινοῦμεν, ἐνταῦθα δὲ ὡς βουλῆς οὔσης μόνης καὶ οὐδενὸς ἀκολουθοῦντος κακοῦ παρὰ τῶν δικαστῶν τὴν ἐξέτασιν ποιούμεθα, κἀκεῖ μὲν καὶ πρόσωπον τὸ ἁμαρτῆσαν ὑπόκειται, ἐνταῦθα δὲ ἀπερίστατος ἡ τοῦ πράγματος ὑπάρχει μόνου ζήτησις

παρέχεται δὲ τὸ χρήσιμον πᾶσι τοῖς μέρεσι τοῦ πολιτικοῦ λόγου· πάντων γάρ ἐστι δεκτικόν· προοιμίων, διηγήσεων, ἀντιθέσεων καὶ λύσεων, οἷς οἱ ἐπίλογοι ἐπακολουθοῦσι καθολικὰς συμβουλὰς ἔχοντες καὶ παρακλήσεις ἡ θέσις τῶν ὡς μερῶν ἐστι

τῶν νόμων οἳ μέν εἰσι κοινοὶ οἱ περὶ τῶν τῆς πόλεως καθόλου, οἳ δὲ ἴδιοι οἱ περὶ τῶν πρὸς ἀλλήλους συμβολαίων· καὶ οἳ μὲν ἀγαθῶν ἀμοιβὰς εἰσηγοῦνται, οἳ δὲ ἀδικημάτων τιμωρίαν ὁρίζουσι διαφέρει ψήφισμα νόμου κατὰ πάντα κοινωνοῦν αὐτῷ ἑνί, ὅτι τὸ μὲν πρὸς καιρόν, ὁ δὲ νόμος πρὸς ἅπαντα χρόνον διαφέρει ἡ τοῦ νόμου εἰσφορὰ τοῦ κοινοῦ τόπου, ὅτι ἐκεῖ ὁμολογουμένου πράγματός ἐστι καταδρομή, ἐνταῦθα δὲ ἀμφισβητουμένου. διαιρεῖται δὲ τοῖς τελικοῖς κεφαλαίοις. ταῦτα δὲ εἰς ἔγγραφα καὶ ἄγραφα. ἔγγραφον τὸ ἐκ νόμου, ἄγραφον τὸ ἐξ ἔθους. τούτων δʼ ἡ τάξις ἐν μὲν πεπλασμένῃ ὑποθέσει ὡς εἰκὸς εὑρεθήσεται, ἐν δὲ ἀληθεῖ πραγμάτων ὑποθέσει τῆς τάξεως κριτὴς ὁ ἀγωνιζόμενος, ὥσπερ καὶ Δημοσθένης ποιεῖ ταῖς χρείαις τὴν τάξιν συμμεταβάλλων τῆς διαιρέσεως. γυμνασία δὲ γίνεται τῶν νόμων ἐν εἰσηγήσει μὲν καὶ ἀντιλογίᾳ, ὅταν πρῶτον εἰσφέρηται, ἐν κατηγορίᾳ δὲ καὶ ἀπολογίᾳ, ὅταν πάλαι κειμένου ἐξέτασις γίνηται· καθόλου γὰρ ἢ τὸν ὄντα διαβάλλομεν ἢ συνιστῶμεν, ἢ τὸν μὴ ὄντα εἰσφέρομεν ἢ εἰσφέρεσθαι κωλύομεν τὸ παρὸν προγύμνασμα ἔστι μὲν τοῦ δικανικοῦ· γένοιτο δʼ ἄν τις καὶ τοῦ συμβουλευτικοῦ συγγένεια πρὸς αὐτὸ καὶ βραχεῖά τις τοῦ πανηγυρικοῦ, καθὸ ἐπαινοῦντες ἢ ψέγοντες κυροῦν ἢ ἀκυροῦν ἐθέλομεν. τοῦ δὲ πολιτικοῦ λόγου τῶν μερῶν ἔχει γυμνασίαν προοιμίων καὶ ἀγώνων καὶ ἐπιλόγων μόνων· διηγήσεως δὲ οἷα μὴ μετὰ περιστάσεως οὔσης οὐ σφόδρα δεόμεθα. φράσεως δὲ συνεστραμμένης χρεία καὶ δυνατωτέρας, οἷα δὴ οὐ πρὸς θέατρον ὁρῶντος τοῦ λόγου καὶ δεομένου δεινότητος καὶ ἐργασίας, ὅσης καὶ ἐν πραγματικῇ ἐπιμελεῖσθαι εἰώθαμεν