eul_wid: uvo-aa

Ἐγκώμιον εἰς Μαρκιανὸν Ἐπίσκοπον
Encomium for Bishop Marcian

Choricius the Sophist of Gaza Encomium for Bishop Marcian PDF

1 T 1 ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΜΑΡΚΙΑΝΟΝ ΕΠΙΣΚΟΠΟΝ ΓΑΖΗΣ. ΛΟΓΟΣ αʹ. 〈Διάλεξις.
1.1.t 〉 Ἡ διάλεξις μείζω θρασυνομένη τῶν εἰωθότων εἰς καιρὸν θηρᾶται τῶν ἀκροωμένων τὴν εὔνοια ν .
1.1.1 Ἐπειδὴ καὶ παίζειν τι δίδωσιν ὁ καιρός, πανήγυρις γὰρ καὶ μία διὰ πάντων ἡδονή τε καὶ εὐθυμία φοιτᾷ, φέρε, πρὸς τὰ ἐμὰ καὶ αὐτὸς ὡραΐσομαι παιδικά. ἄγετε οὖν, ὦ Λόγοι, πρόσφορον γὰρ ἑορταῖς ἀγλαΐα, εἴποτέ μοι πρὸς ἕτερον ἆθλον ἐνεκαλλωπίσασθε, νῦν ἥκετε μᾶλλον ἐστεφανωμένοι τε εὖ μάλα καὶ ἁβροτέρους ἐνδεδυμένοι χιτῶνας καὶ ποικίλην παραθήσοντες εὐωχίαν.
1.1.3 ἄνευ μὲν γὰρ δημοτελοῦς θυμηδίας καὶ φαύλων, οἶμαι, σιτίων οἱ δαιτυμόνες ἀνέχονται κἄν τι παρημελημένον τυγχάνῃ, παρὰ σφίσιν αὐτοῖς ἕκαστος μέμφονται καὶ οὐκ ἐκφέρουσι θύραζε τὰ τῶν ἐσθιόντων ὀνείδη· νῦν δέ, ὅτε πανήγυρίς τε πολυτελὴς καὶ τρυφῆς γέμουσαι τράπεζαι πανταχοῦ, πολλῶν μὲν ὀψοποιῶν, πολλῶν δὲ ἡμῖν οἰνοχόων δεήσει κομψῶς τε καὶ εὐσχημόνως οἰνοχοούντων. ἐν Σπάρτῃ μὲν οὖν Ὑακινθίων ποιουμένων, τιμῶσι γὰρ τὸ μειράκιον Σπαρτιᾶται, χορὸς ἡλίκων τε τοῦ τιμωμένου πρὸς λύραν ᾄδουσι καὶ αὐλὸν καὶ παρθένοι χορείαν τελοῦσιν ἴσα βαίνουσαι τῇ μελῳδίᾳ, λόγοις γὰρ οὐ σφόδρα ἴσασιν ἑορτάζειν οἷς ἐν ὅπλοις ὁ βίος· ἐνταῦθα δέ, ὦ φιλότης—ἔστι μὲν τὰ τῆς Σπάρτης ἡδέα, ἔστι δὲ τὰ τῆς Ἀττικῆς σεμνότερα, ἀτὰρ ἐκεῖνό γε οὐ μιμούμεθα, τοὺς Ἀθήνησι ῥήτορας—, οὐ θέμις ἡμῖν κεχαρισμένα καὶ ἀπατηλὰ πρὸς τὰ θέατρα λέγειν, ἀλλ’ ᾗ ἂν ἡμᾶς τὰ πράγματα ἄγῃ, ταύτῃ ἑπόμεθα καὶ γραφὴν ἄν τις φύγοι παρ’ ἡμῖν κολακείας.
1.1.5 ἐπεὶ οὖν σύνοιδά γε ὑμῖν ἐξ ἀληθῶν ἀκουσμάτων εὐφραινομένοις, ἕρμαιον ἂν ἔμοιγε εἴη τὸ χρῆμα, εἰ λόγων ὑμᾶς ἑστιάσω τοιούτων, οἵων ἀεὶ φιλεῖτε μεταλαμβάνειν. Ὁ λόγος ὅσα δίδωσιν ὁ καιρὸς ἀνυμνήσας τὸν ἱερέα προιὼν ὑπογράψει τὸ τέμενος.
1.2.1 Ὅση μὲν ἐφοίτησεν εὔκλεια πανταχοῦ καταπλήττουσα τῷ τεμένει τὰς ἀκοάς, ἔργῳ μαρτυροῦσιν αἱ πόλεις ἐπὶ θέαν ἐκπέμψασαι τὰ τέλη τῶν οἰκητόρων· ἐπεὶ δὲ τῶν λόγων ἡ φύσις φιλότιμος οὖσα, τὰς τῶν ἀγαθῶν ἀρετὰς οὐ δυναμένη πρὸς ἀξίαν κοσμεῖν, ἐγκωμιάζειν ἐπιθυμεῖ, ἔδει κοινῇ συνελθόντας, ὅσοι τῇδε παιδεύειν ἐπιχειροῦμεν, διανείμασθαι τὰ σὰ πρὸς ἀλλήλους καὶ λαβόντα τὸ μέρος ἕκαστον ὅλον αὑτὸν εἰς τοῦτο κενῶσαι. καὶ μόλις ἂν οὕτως ἠρκέσαμεν μίαν σοι πάντες εὐφημίαν συνθεῖναι. Πολλοὶ μὲν εἰς ἑτέρους τινὰς ἐπαίνους ποιοῦσι κεχαρισμένους καὶ τῶν ζωγράφων μιμοῦνται τοὺς κόλακας, οἳ τοὺς καταγελάστους τὴν ὄψιν παραμυθοῦνται κάλλει χρωμάτων· ὁ δὲ σὸς ἐπαινέτης τοὺς τοιούτους οὐ ζηλοῖ τῶν γραφέων.
1.2.2 ἔνθα γὰρ ὀπίσω τις φέρεται τῆς ἀξίας, οὐδὲν ὑποπτεύεται κολακεύειν. τοὺς μὲν οὖν ἄλλους ἡ παροῦσα δημοτελὴς εὐφροσύνη πρὸς τὸν ἀγῶνα παρακαλεῖ, μέγα γὰρ τῷ 〈λέγειν〉 μέλλοντι κέρδος εὐθυμοῦντι συλλόγῳ δημοσιεύειν τὴν τέχνην· ἐμὲ δὲ μετὰ τοῦ καιροῦ πρὸς τὸν λόγον ἕτερόν τι προτρέπει.
1.2.4 τί οὖν ἐστι τοῦτο; πρώην ἐγὼ βραχέα περὶ τῶν σῶν πλεονεκτημάτων διαλεχθεὶς καιροῦ δευτέρου καλοῦντος δευτέραν ἐπηγγειλάμην εὐφημίαν ἐκτίνειν. καὶ ταῦτα συνεθέμην οὐ δυοῖν ἢ τριῶν ἀνδρῶν ἐναντίον οὐδὲ κατὰ τὸν Εὔπολιν ἐξ ὁδοῦ τινας ἀγείρας εἰς θέατρον, ἀλλὰ τῶν ἀστῶν τὰ πρῶτα συλλέξας, οὓς παραβαίνειν αἰσχρὸν τοιαύτης λαβόμενον εἰς ἐπίδειξιν ἀφορμῆς. Πατρίδα μέντοι καὶ γένος, τὰς συνήθεις τῶν ἐγκωμιαζόντων ἀρχάς, οὐ σχολὴν ἄγουσιν οἱ λόγοι διεξιέναι τοῦ τεμένους αὐτοῖς εἰς ὅλην ἀρκοῦντος ὑπόθεσιν, τοῦ δὲ μὴ πάντη δοκεῖν τὴν ὑπόσχεσιν παραβαίνειν βραχέα τῶν ὑμετέρων εἰπόντες ὑπογράψουσι τὸ χωρίον.
1.2.6 Νέος μὲν ὢν ἐκ ποιητικῆς ἐδρέψω τὰ κάλλιστα συλλέγων μὲν ὅ τι χρήσιμον ἔφυ, προσμειδιῶν δὲ τοῖς μύθοις εἰς ἀνόνητον εὐφροσύνην ὑπολαβὼν πεποιῆσθαι τοῖς Ὁμηρίδαις, ὥσπερ ἐν ἄλσει ποικίλῳ καὶ τὰς ὄψεις κηλοῦντι τῶν εἰσιόντων ἔστι μὲν τὰ συντελοῦντα τὴν χρείαν, εἰσὶ δὲ κυπάριττοι κύκλῳ καὶ πλάτανοι καλὸν ὑπηχοῦσαι καὶ ἄκαρπον εὐθυμίαν εἰσάγουσαι τῷ κεκτημένῳ τὸν χῶρον. εἶτα τὴν ἑκάστης ἡλικίας συνέριθον παίδευσιν προσλαβὼν καὶ συγγράμμασι τοῖς ὁσίοις πρὸ τῆς ἱερωσύνης ἐγγυμνασάμενος ἀνέβης ἐνταῦθα τῆς εὐσεβείας.
1.2.7 αὕτη τῆς ἡμετέρας εὐπραγίας πρόφασις πρώτη. τὴν γὰρ ἐνεγκοῦσαν ὁρῶν περιβόλων ἀσθενείᾳ προκειμένην ἀεὶ τῇ προαιρέσει τῶν πολεμίων εἰς ἅλωσιν, ἴσον νομίσας τῷ δεδουλῶσθαι τὸ τὴν ἀεὶ παροῦσαν ἡμέραν δουλείας ἐλπίδα παρέχειν, ἀμάχῳ πεποίηκας φυλακῇ ζῆν ἐλευθέρως εἰλικρινῆ καὶ ἀνύποπτον ἄγοντας ἡσυχίαν. λέλυται δ’ ἡ συνήθης ἀκοὴ τῶν κακῶν μεγαλοψυχίας συναραμένης βασιλικῆς καὶ φιλοτιμίας τῶν ἐνοικούντων κατὰ ζῆλον ὑμέτερον γενομένης. πλὴν εἴ μέ τις ἔροιτο· τί μέγιστον ἔχεις τὸν σὸν ἀνυμνεῖν ἱερέ α ; ἔχων ἑτοίμως εἰπεῖν τοσαύτην περὶ τὴν πόλιν κηδεμονίαν καὶ συνέχειαν πόνων καὶ φύσιν εὔφορον εἰς παντοίων ἔργων γονὰς οὐδ’ ἐφ’ ἑνὶ τούτων νεανιεύσομαι, ἀλλὰ πάντα παραδραμὼν τοσοῦτον ἂν φαίην, ὅτι πυκναῖς ἀεὶ διδασκαλίαις πρὸς τὸ θεῖον παιδαγωγεῖ καὶ κοινὸς πρὸς ἅπαντας ἄνθρωπος καὶ σεμνότης αὐτῷ πρόσεστιν εὔχαρις ἐν ταῖς συνουσίαις, οὐ κεκομψευμένη καὶ βίαιος, προσώπου συναγωγαῖς καὶ σχήματος ἀλαζονείᾳ καὶ φωνῆς ὄγκῳ τὸν ὄχλον ἐξαπατῶσα, καίτοι μέγα φρονεῖν αὐτῷ παρεχούσης τοσαύτης πλεονεκτημάτων φορᾶς.
1.2.9 ἀλλὰ τὸν περὶ τούτων λόγον εἰς αὖθις ἀναβαλοῦμαι τρίτου σοι διασώζων ἀφορμὴν ἐγκωμίου· καιρὸς γὰρ ὑπογράφειν, ὅσα τῶν ὁρωμένων εἰς ἐπιδεικτικὴν ἰδέαν ἁρμόσει. βούλομαι δέ, πρὶν ἐπὶ τοῦτο βαδίσαι τὸ μέρος, τὴν φύσιν αὐτὴν τῶν ἑορτῶν καὶ τὴν χρείαν ὑπὲρ ἧς ὅλως εὕρηνται διελθεῖν. Γυμνάσιον μέγα πρὸς ἄσκησιν ἀρετῆς μνήμη τῶν ὁσίως βεβιωκότων.
1.2.10 ἐν γὰρ τῷ λέγειν τε καὶ ἀκούειν, ὡς ἄνδρες θεοφιλεῖς τὴν εὐσέβειαν ἐπρίαντο τῆς σωτηρίας, καὶ ταῦτα πυκνῶς διηγεῖσθαι ταῖς ἐγκυκλίοις αὐτῶν ἑορταῖς συνεθιζόμεθα δήπου παρόμοια τοῖς λεγομένοις φρονεῖν. εἰ τοίνυν τὴν μὲν ὠφέλειαν ἡ μνήμη προξενεῖ τῶν τοιούτων, τὴν δὲ μνήμην ἡ τῶν ἱερῶν ἀνανεοῦται κατασκευή, μία τῶν ἀγαθῶν συνάγεται πρόφασις ὁ τὰ τεμένη δημιουργῶν.
1.2.11 μετὰ τοίνυν τῆς ὠφελείας καὶ πλείστην ἡμῖν συνεισφέρουσιν εὐθυμίαν. τεκμήριον δέ· πολλαὶ κατὰ τὸν βίον περιέχονται φροντίδες καὶ μόλις ὄψεταί τις οἰκίαν πάντα θέουσαν ἐξ οὐρίας ἄλλων ἄλλοις ἐνοχλουμένων ἀνιαροῖς.
1.2.12 ἵνα δὲ γίνηταί τις ἐκεχειρία τῶν ἀνθρωπίνων κακῶν καί πως αἱ λῦπαι παύωνται κατατείνουσαι καὶ χαλῶσι, τὸ χρῆμα τῶν πανηγύρεων ἐξευρέθη δεινὸν ἀποσβέσαι συμφορὰς καὶ πραῧναι. τοῦτο τῶν ἑορτῶν ἡ συντέλεια.
1.2.13 καὶ μέτρον μὲν αὐταῖς ὀλίγαι πολλάκις ἡμέραι, τὸ δὲ τῆς εὐφροσύνης ἐπὶ πλεῖστον ἐκτείνεται. καὶ γὰρ ἤδη προσιουσῶν ἐπὶ γλυκείας ἐλπίδος ὀχούμεθα καὶ πεπαυμένων σύλλογοί τε καὶ λόγοι περὶ αὐτῶν πανταχοῦ. συμβαίνει τοίνυν ἡμῖν πυκνοτέρας εἶναι τὰς ἀπολαύσεις ἐκ γειτόνων οὐσῶν ἀλλήλαις τῶν ἑορτῶν. εἴποι δ’ ἄν τις καὶ τρίτον ἔχειν ἀγαθὸν τὴν παροῦσαν πανήγυριν τὸν ἐν ᾧ τελεῖται καιρόν.
1.2.14 συνέστηκε γὰρ ἐν τῷ καλλίστῳ τοῦ ἔτους τῶν σωμάτων οὔτε ψύχει πιεζομένων οὔτε θέρμῃ θηλυνομένων, ἡμέρας δὲ καὶ νυκτὸς ἔναγχος ἤδη σπεισαμένων ἀλλήλαις καὶ συνθεμένων ἰσομοιρεῖν, ἡνίκα μάλιστα πᾶσιν ἡδὺς ὁ καιρὸς καὶ πολλοὺς ἡμῖν ἀγείρει πανταχόθεν οὐ χειμερίων νιφάδων, οὐ σφοδροτέρας ἀκτῖνος ὁδοιπόροις λυμαινομένης. οὕτω πάντα φαιδρότατα καὶ χάριν εἰς τὴν ἑορτὴν συντελεῖ. Ἄτοπον οὖν τοὺς μὲν ἐκ τεχνῶν βαναύσων ὑποτρεφομένους τὸν νεὼν κοσμεῖν, ὡς ἕκαστος δύναται, καὶ τεκταίνεσθαι μὲν τοὺς τοῦτο μεμαθηκότας, βιάζεσθαι δὲ μαρμάρων ἀνωμαλίαν τοὺς τοῦτο πεπαιδευμένους, καταποικίλλειν δὲ τοὺς γραφέας ἱστορίαις παντοδαπαῖς, τὸν δὲ τῶν λόγων ἀγωνιστὴν σιωπῇ παρατρέχειν καὶ θέλγεσθαι μὲν τοῖς ἔργοις τῶν ἄλλων, αὐτὸν δὲ μὴ σπεύδειν εὐφραίνειν οἷς ἔχει.
1.2.16 ὑμῖν μὲν οὖν ἴσως τοῖς θεωμένοις περίεργόν τι δόξω ποιεῖν. εἰ γὰρ τῷ λόγῳ σκοπὸς μιμεῖσθαι τὴν θέαν, πᾶσα δὲ μίμησις ἧττόν πως φέρεται τῆς ἀκριβείας, δῆλον ὡς ἧττον εὐφραίνω τῆς διὰ τῶν ὀμμάτων ἐνιδρυθείσης ὑμῖν ἡδονῆς· ἀλλὰ τοὺς ὄψει μὴ παρειληφότας τὸν τόπον, ἐνίοτε δέ που τοῖς λεγομένοις ἐντευξομένους ἐναργέστερον, οἶμαι, διδάξει τὰ γεγραμμένα τῶν ἀβασανίστως ἐπαγγελλόντων, μᾶλλον δὲ καὶ τοῖς ὁρῶσιν ὑμῖν εἰσάγει τινὰ τέρψιν ὁ λόγος, εἴπερ ἃ βλέπειν ἡδύ, τούτων ἀκροᾶσθαι τερπνόν. Βαδίσας τοίνυν πρὸς ἄρκτον τοῦ ἄστεος, ἐξ ἀγορᾶς εἰς εὐώνυμον παρακλίνας, ἐν προθύροις ἑστὼς ἐν ἀμφιβόλῳ γενήσῃ τὸν λογισμόν, εἴτε δεῖ τῶν προπυλαίων ἀπολαύειν εἰς κόρον εἴτε πρὸς τὴν εἴσω δραμεῖν εὐφροσύνην, ἀπὸ τῆς ἐκτὸς εὐπρεπείας τὴν ἔνδον οἵα πέφυκε τεκμαιρόμενον.
1.2.18 κιόνων γὰρ ἐκ Καρύστου τεττάρων κατὰ μέγεθός τε καὶ θέσιν ὑπεραιρόντων τοὺς τῆς ἀγοραίου στοᾶς χρώμασί τε καλλωπιζομένων ἐμφύτοις ἁψίδα φέρουσι μίαν οἱ μέσοι. τὴν δὲ περιέχει τι σχῆμα, κύκλοι περιφανεῖς ἑτέροις ἐλάττοσιν εὐαρμόστως συνδεδεμένοι· ὧν ὁ μεσαίτατος καὶ τῆς ἁψίδος τῇ κορυφῇ περικείμενος τοῦ σωτηρίου πάθους ἀνέχει τὸ σύμβολον ἐκ τῆς αὐτῆς τῶν κύκλων ἁρμονίας συγκείμενον. ἡ δὲ τῆς ὀροφῆς ἐργασία, τὸ μέσον μὲν αὐτῆς ἁψίδες εἰσὶ τέτταρες τετράγωνον περιέχουσαι τύπον· ὧν τὸ μεταξὺ τέτρασιν ἤρεψεν ὁ τεχνίτης κοιλαινομένοις τριγώνοις, τὸ δὲ τῶν ἄκρων ἑκάτερον μία ποιεῖ σφαῖρα διάκενος ἐπίσης μεριζομένη.
1.2.20 ἐντεῦθεν ἀνιόντα σε διαδέχεται τόπος τέτρασι χώραις ἐξ ἴσου μετρούμενος, κιόνων δὲ τοσοῦτον διεστηκότων τῶν τοίχων, ὡς μήτε ταῖς στοαῖς εἰς ἔλαττον συνάγειν τὸ εὖρος μήτε τὸ μέσον εἰς βραχύ τι συστέλλειν. τούτων κύκλῳ περιθεόντων οἱ παρὰ τὰς εἰσόδους εὕρηνται μᾶλλον ἁψίσιν ὑποτεταγμένοι ξύλων χωρὶς ἐπιζευγνύντων αὐτοῖς τὰ κιόκρανα πλείονος εἵνεκα κάλλους. αἱ μὲν οὖν τοῦ στέγους πλευραὶ κατὰ μέσον ἑκάστη κυλίνδρων ὡραΐζονται τμήμασιν, ὁ δὲ κύκλος ἀνειμένος ταῖς αὔραις τὴν ὥραν τοῦ ἔτους καὶ ἄλλως εὔχαριν οὖσαν ἡδίω σοι προξενεῖ.
1.2.22 παραδραμόντι δὲ τοῦτον ἐν δεξιᾷ πρὸς ἥλιον ἀναχωροῦντα τὰ μὲν πρὸς μεσημβρίαν χωρίον ἐστὶ τῷ τὴν ἱερωσύνην λαχόντι δικαίως εἰς πρόσρησιν ἱδρυμένον ὀφειλομένην—ἀλλὰ τὸ χρέος ἡμᾶς οὐ νόμος μᾶλλον συνήθης ἢ τῶν τρόπων αὐτοῦ τὸ χρηστὸν ἀποδιδόναι προτρέπει—, τὰ δὲ πρὸς ἄρκτον παραλαβοῦσα τοῦ τεμένους ἡ πρὸς ἑσπέραν εὐμήκης στοὰ μεστὸν εὐθυμίας εἰσάγει παγκάλης αὔρας ἐκ τοῦ πρὸς ζέφυρον πνεούσης προτεμενίσματος, πνεῖ γὰρ ἡδύς τε καὶ ἄλυπος καὶ τῶν ἱματίων ἐντὸς ὑποδὺς ἠρέμα διαψύχει τὰ σώματα τῶν ἐσθήτων αἰωρουμένων τῷ πνεύματι. εἰσιὼν οὖν ἰλιγγιάσεις τῷ ποικίλῳ τῶν ὁρωμένων καὶ πάντα φιλονεικῶν ἀθρόως ἰδεῖν οὐδὲν ἐναργῶς οἰχήσῃ τεθεαμένος περιφερομένων σοι τῇδε κἀκεῖσε τῶν ὀφθαλμῶν οὐδὲν ἀόρατον καρτεροῦντι παραλιπεῖν· ὅ τι γὰρ ἂν παραδράμῃς, οἰήσῃ τὸ κάλλιστον ζημιοῦσθαι.
1.2.24 κἂν πύθηταί τις, ὅτῳ μᾶλλον τίθεσαι τῶν εἰργασμένων, διασκεψάμενος μὲν ἀπορήσεις, ἀπορήσας δὲ πάλιν περισκοπήσεις· οὐκ ἔχων δὲ κρίνειν ἀντερωτᾷς· σὺ δὲ τίνι μᾶλλον ἥσθης τῶν ὁρωμένω ν ; ἀπὸ γὰρ τῆς στοᾶς, ἣν εὐμήκη προσεῖπον, πρὸς βορέαν ἄνεμον μάλιστα περίστυλος ἵδρυται χῶρος πρὸς μυσταγωγίαν ἐξαίρετος ψηφίδος αὐτῷ λεπτῆς ὁμοῦ καὶ πυκνῆς πολυτρόποις εἴδεσιν ὡραϊζούσης τὴν γῆν. ἀπὸ δὲ τῆς αὐτῆς ἕτεραι δύο λαμβάνουσαι τὰς ἀρχάς, ἡ μὲν ἐπὶ μεσημβρίαν, ἡ δὲ πρὸς τὴν ἐναντίαν χώραν ἰθυτενὴς ἓν ἀμφότεραι μέτρον εἰσίν. αἱ δὲ πλευραὶ τῶν στοῶν αἱ μέν εἰσι τοῖχοι πλάκας ἠμφιεσμένοι τῇ μὲν τέχνῃ μιᾷ συνεχομένας ἁρμονίᾳ, τῇ δὲ φύσει τῆς ὕλης ἴσα καὶ γραφικῇ ποικιλίᾳ κεκοσμημένας.
1.2.25 οἱ δὲ κίονες καὶ πρὸς ἀλλήλους καὶ πρὸς αὑτὸν ἕκαστος μιᾷ χρώμενοι συμφωνίᾳ προσθήκαις ἁψίδων ἀναβαίνοντες ἄχρι τῶν ἀνεχόντων κιόνων τοῦ τεμένους τὸ μέσον ὧδέ που σχήματος ἔχον. τεττάρων ἀλλήλαις ἀντιτεταγμένων ἁψίδων ἕτεραι τοσαῦται τὸν ἀριθμὸν πρὸς ἐναντίαν αὑταῖς ἀντιβαίνουσι στάσιν.
1.2.26 ὀκτὼ δὴ τούτων ἑκάστη συζυγία μεταξὺ περιείληφε κοίλην ὀροφὴν εὖ μάλα πεποικιλμένην, ὥστε φαίη τις ἂν κἀν ταῖς οἰκοδομίαις τὴν ἰσότητα τὸν ἱερέα φυλάττειν. οὐδὲν γὰρ ἐνταῦθα τοῦ ἐναντίου πλεονεκτεῖ, πάντα δὲ πρὸς τὴν ἴσην καὶ σύμμετρον μορφὴν ἀντιτέτακται τῆς πρὸς ἀνίσχουσαν ἀκτῖνα πλευρᾶς κογχοειδῶς τὸ μέσον κοιλαινομένης, οὗπερ ἱδρῦσθαι τὸν ἱερέα νομίζεται. εἰ δὲ δεῖ μηδὲ τῶν μηχανοποιῶν ἀτιμάσαι τὴν τέχνην, ἀλλ’ ὡς ἂν ἐκεῖνοι φαῖεν, εἰπεῖν, κυλίνδρου μέρος ὀρθὸν ἐφέστηκε τῷ ἐδάφει τετάρτου μέρους αὐτῷ σφαίρας ἐπικειμένου κενῆς.
1.2.28 καὶ τῆς αὐτῆς εὐσχημοσύνης ἕτεραι δύο τὸν αὐτὸν ἑκατέρωθεν τοῖχον ἰδέαι κοσμοῦσι πρὸς ἀλλήλας μὲν ἴσαι, τῆς δὲ μέσης ἡττώμεναι τῷ μεγέθει, καὶ τοῖς ποικίλμασιν ἀλλήλαις μὲν ἐοικυῖαι, τῆς δὲ μείζονος αὖθις ἀπᾴδουσαι. ἡ μὲν γὰρ ὑποχρύσῳ καὶ ἀργυρίτιδι ψηφίδι κεκοσμημένη τοῦ Σωτῆρος ἐν μέσῳ δείκνυσι τὴν μητέρα τὸν υἱὸν ἐνθεμένην τοῖς κόλποις ἄρτι τεχθέντα· περιέστηκε δὲ χορὸς ἀμφοτέρωθεν εὐσεβής.
1.2.30 ὁ δέ γε τούτων ἄκρον ἐπέχων τὸ δεξιὸν πάντα μὲν ὢν βασιλεύς, πρέπων δὲ συγγεγράφθαι θεοφιλεῖ καταλόγῳ καὶ τῶν πάλαι διακονησάντων θεῷ τὸν ἀρχηγέτην ὁμώνυμον ἔχειν τά τε ἄλλα καὶ ὅτι τοὺς πολίτας ἐδωρήσατο τῷ ναῷ συναγωνιστὴν [ἐκ] τῶν πόνων τὸν ἱερέα λαβών· ᾔδει γὰρ ὡς αἱ μὲν ἄλλαι φιλοτιμίαι μόνην εὐπρέπειαν τῇ πόλει περιποιοῦσιν, ἡ δὲ τῶν ἀνακτόρων κατασκευὴ μετὰ τοῦ κάλλους καὶ δόξαν ὁσιότητος συνεισάγει. οὗτος οὖν τοῦ νεὼ τὸν προστάτην ὄντα πλησίον εὐμενῶς δέξασθαι τὸ δῶρον αἰτεῖ, ὁ δὲ πείθεται καὶ γαληνῷ θεάματι τὸν ἄνδρα προσβλέπει τῶν ὤμων αὐτοῦ θατέρῳ τὴν δεξιὰν ἐπικλίνων καὶ δῆλός ἐστιν αὐτίκα συστήσων αὐτὸν τῇ τε Παρθένῳ καὶ τῷ παιδὶ τῷ Σωτῆρι.
1.2.32 καὶ τὸ μέσον μὲν εἶδος τοιοῦτον, ἐν δὲ τοῖς ἑκατέρωθεν εἰρημένοις ἀειθαλῆ φύεται δένδρα ψυχαγωγίας ἀμηχάνου μεστά· αἵ τε γὰρ ἄμπελοι μάλα ἀμφιλαφεῖς τε καὶ σύσκιοι ὅ τε ζέφυρος διασείων τοὺς βότρυς ὑπηχεῖ τοῖς κλάδοις ἡδύ τι καὶ ἠρεμαῖον. ὅτι γὰρ ἥδιστον ἄκουσμα δένδρον ὑποσυρίττον ταῖς αὔραις οἶδεν ὁ Συρακούσιος ποιητὴς ψιθυριζούσῃ πίτυι βουκολικὴν σύριγγα παραβάλλων. κομψότατον δὲ πάντων ἡ κάλπις ὕδατος, οἶμαι, ψυχροῦ· τὸ γὰρ ἔμπνουν τοῦ τεμένους παρέχει τοιοῦτον εἰκάζειν. ἀηδόνα μὲν οὖν καὶ τέττιγα, τὰς ὄρνις τῶν ποιητῶν, ἀπεδοκίμασεν εὖ ποιῶν ὁ τεχνίτης, ἵνα μηδὲ μυθικῶν ὀρνίθων ἐν εὐσεβεῖ χωρίῳ συνεισέρχηται μνήμη· ἀντὶ δὲ τούτων πλῆθος ἑτέρων ὀρνέων καὶ περδίκων ἀγέλην φιλοτεχνήσας ἴσως ἂν καὶ μουσικὸν ὑπηχοῦσαν ἐποίησεν, εἰ μὴ πρὸς τὴν θείαν ἀκρόασιν ἐμπόδιον ἦν φθεγγομένη.
1.2.34 Ἐπιστρεπτέον δὴ τὸν λόγον ὅθεν ἐξέβημεν. Τεττάρων οὖν τῶν ἔνδον ἁψίδων, περὶ ὧν ἀρτίως διεξιὼν ἐπαυσάμην, τούτων ἑκάστην τοῖχοι συνέχουσιν ἀμφοτέρωθεν ἴσα ταῖς ἁψίσιν αὐταῖς εἰς ὕψος μετρούμενοι τοίχους τε φέροντες ἐγγωνίους καὶ κίονα ἐφικνουμένους ἄχρι τοῦ τὴν ὀροφὴν αἰωροῦντος συνδέσμου. ἔοικα δὲ τὰ μεταξὺ παρατρέχειν· ὑπὸ γὰρ τοῦ συνδέσμου τὰς συμβολὰς ὄχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρπο ι, ἐν ἁπάσαις ὁμοίως ἀνθοῦσαι ταῖς ὥραις οὔτε χειμῶνι φιλοῦσαι παραχωρεῖν οὔτε φορᾶς ὑδάτων δεόμεναι.
1.2.35 οὕτως ἡμῖν ἔστι πρὸς τὸν βασιλέα τῶν Φαιάκων ἐρίζειν, ᾧ φασιν οὔποτε καρπὸν ἀπολήγειν χείματος οὐδὲ θέρου ς . ἐγὼ καὶ τὸν λόγον ὑφ’ ἡδονῆς εὐκολώτερον εἰργασάμην· διὰ γὰρ τῶν ὀμμάτων ἡ ψυχὴ κηλουμένη πέφυκεν ἀπονώτερον τίκτειν.
1.2.36 ἐκεῖθεν, οἶμαι, τὰς Σειρῆνας ὁ ποιητὴς ἐν ἄνθεσι διαιτωμένας πεποίηκεν ὡς τῆς τοιαύτης διατριβῆς εἰς μουσικὴν ἁρμονίαν συλλαμβανούσης. αὐτὸς τοίνυν ὁ ποιητὴς τὸν ἀετὸν ὑψιπέτη καλέσας οὐ διέλαθεν, ὡς ἔοικε, τὸν τεχνίτην· ἰδοὺ γάρ, ἀναπετάσαντες τὰ πτερὰ τῶν παρακειμένων τε δένδρων ἀποδρεψάμενοι φιλονεικοῦσι μετάρσιοι φέρεσθαι.
1.2.38 Καὶ δὴ πρὸς ἅπαντα λίαν ἐκπεπληγμένος ἐπιεικῶς ἄγαμαι τοῦ τεμένους τῆς ὀροφῆς. τοῦ συνδέσμου γὰρ ἐκ τεττάρων συντεθειμένου πλευρῶν ἕτερον ἐκ δὶς τοσούτων συνεστηκὸς ἐντὸς συνήρμοσται σχῆμα κύκλον περιλαβὸν μετεωρίζοντά που τὸν ὄροφον, τὸ διὰ πάντων ἤδη τοῦτο κάλλος. εἰς ὃν ἀναβλέψας αὐχένος δεήσῃ πρὸς ὕψος ἀνατείνεσθαι γεγυμνασμένου· οὕτως ὑπερανέχει τοῦ ἐδάφους.
1.2.39 εἰκότως, οἷα μιμούμενος οὐρανοῦ τὸ ὁρώμενον. ἀλλὰ καὶ τοῦ τέγους οὕτω διεστηκότος τοσοῦτον ἔχουσιν ὕψους οἱ κίονες, ὡς ἑτέρων ἂν τοιούτων ἐπιτεθέντων εἰς αὐτὸν ἀναβαίνειν τὸν ὄροφον. οἰηθείη μὲν ἄν τις οὐκ εἶναι τούτων ὑπερβολήν, ἔνεστι δὲ τιμιωτέρα· ὥσπερ γὰρ ἀφθόνου πηγῆς χρυσίου σοι νάματα χορηγούσης χρυσὸς μὲν τοῖς ἀετοῖς περικέχυται, χρυσὸς δὲ περιανθεῖ τὰς ἁψίδας, τὰς μὲν αὐτὸς ὡραΐζων, τὰς δὲ μίξει κυανοῦ χρώματος ἐναλλὰξ πεποιημένου φαιδρύνων, ὡς ἐν μέρει καλλωπίζεσθαι καὶ κοσμεῖν.
1.2.41 Ἀριθμείτω μοί τις τὰς πόλεις, ὅσαι μεγαλαυχοῦσιν ὕλης πολυτελείᾳ· ἡ Προικόνησος, φασίν, ἐπὶ τοιούτοις ἀγάλλεται, ἡ Λακεδαίμων εἰς μαρμάρων γένεσιν εὐφυής, καὶ τὴν Κάρυστον λόγος εἰς τὴν τοιαύτην ἐπιτηδείως ἔχειν φοράν. εἰσὶν ἕτεραι πλάκες, αἷς λέγουσιν ὄνομα γενέσθαι τὸν ποταμὸν παρ’ ὃν μεταλλεύονται. καὶ τὴν Καρίαν ἀκούω φιλοτιμεῖσθαι λιθοτομίας ἄνθει. αὗται πᾶσαι τῷ τεμένει δωροφοροῦσιν ἐξ ὧν ἐναβρύνονται.
1.2.42 διηκόνησε καὶ Θετταλία τι τῷ ναῷ κίονας ἅμα καὶ πλάκας τῷ σεβασμίῳ χορηγήσασα τόπῳ, ἔνθα τὸν ἱερέα φιλεῖ καθίζειν ὁ νόμος. ὄψει καὶ τράπεζαν ὅλην ἐξ ἀργύρου τὴν ἱερὰν κίοσιν ὁμοτίμοις ἐνιδρυμένην. πλοῦτος γὰρ εἰς εὐσέβειαν ῥέων ἀένναος τῷ κεκτημένῳ. ἐνταῦθά τις πάλιν ἐμοὶ καταλεγέτω τὰς πόλεις, ὅσαις ὄνομα γέγονεν ἐξ ἀνακτόρων κατασκευῆς τῶν μὲν ἐν καλῷ κειμένων τοῦ ἄστεος, τῶν δὲ λίθων αὐγαῖς ἀστραπτόντων, ἑτέρων ἐκ μεγέθους βεβοημένων, ἄλλων γραφῆς ἀγλαΐᾳ λαμπόντων· τὰ γὰρ ἅπασι τοῖς ἄλλοις μεμερισμένα ταῦτα συλλήβδην ἔχει τὸ τέμενος.
1.2.44 οὕτω δὲ γέμων ὁ χῶρος πολυτελοῦς εὐπρεπείας καὶ τοῖς ἡδίστοις ὡδοπεποίηται τῶν ἀνέμων πανταχόθεν αὐτοῖς εἰσόδους ἀνοίγων ἄλλας ἄλλως ἐξησκημένας καὶ φῶς ὅτι πλεῖστον παραπεμπούσας. καὶ τοσοῦτον αὐτῷ μεγέθους περίεστιν, ὥστε πολλοὺς πολλαχόθεν ἐνθάδε συρρέοντας δόξαν ὀλίγων διδόναι πολλῆς ἑκάστῳ προσούσης εὐρυχωρίας. Τὸ δὲ παράδοξον, τῶν ἔργων, ὅσα πολυτελῶς οἰκοδομούμενα κρύπτεται πρὶν εἰς πέρας ἐλθεῖν ἀθρόως φανέντα φιλεῖ καταπλήττειν, προκείμενα δὲ τοῖς κατὰ μικρὸν ὁρᾶν βουλομένοις κόρον δεδωκότα τῇ συνεχείᾳ τῆς θέας ἐκπίπτει τοῦ θαύματος.
1.2.45 ὁ δὲ νεὼς οὑτωσὶ πᾶσιν εἰς τέλος ἀνεῳγμένος ὡς ἐν τῇ πανηγύρει πρῶτον φανεὶς ἀπειλήφει τὸν ἔπαινον. Ἃ τοίνυν ἡμᾶς ὑπογράφειν ἐχρῆν μήτε παραλιπόντας τι τῶν ἀξίων εἰρῆσθαι μήτε πάντα καταλέγοντας ἐφεξῆς τοῦ μὴ δοκεῖν ἔχειν ἀπειροκάλως, ταῦτά ἐστι.
1.2.46 βούλεσθε οὖν ἐνταῦθα καταλύσωμεν τὸν λόγον ἢ δόξομεν ἀδικεῖν, εἰ τὰ τῶν ἄλλων τεχνῶν ἔργα κοσμήσαντες γραφικὴν ἀτιμάσομεν τοσούτῳ τῶν ἄλλων τιμιωτέραν, ὅσῳ μᾶλλον μιμεῖται τὴν φύσιν ἔμψυχά πως βιαζομένη δημιουργεῖν; τὴν μὲν οὖν ὅλην αὐτῆς ἐργασίαν, ἣ περιδραμοῦσα τὸν νεὼν ἐκαλλώπισεν, εἰ ἐβουλόμεθα φράζειν, λόγων ὑφαίνομεν 〈ἂν〉 μῆκος ἀλλότριον ἑορτῆς.
1.2.47 ὅθεν τὰς ἐπὶ τῶν τοίχων ἱστορίας παραδραμὼν ἐπὶ τὸν ὄροφον ἀναβήσομαι. Ἄρτι γάρ τις ὑπόπτερος ἐξ οὐρανοῦ καταβὰς τῷ ζωγράφῳ καὶ φοιτήσας παρὰ τὴν ἄνευ συνοίκου μητέρα μήπω γενομένην μητέρα τοῖς εὐαγγελίοις ἀσπάζεται σεμνῇ σεμνῶς ταλασιουργούσῃ περιτυχών.
1.2.48 καὶ σχηματίζεται μὲν οἷά τις πρὸς ταύτην διαλεγόμενος, ἀλλὰ γὰρ εἰ καὶ φωνὴν ἐνέθηκεν ὁ ζωγράφος αὐτῷ, οὐ ῥᾴδιον τὰ λεγόμενα —πολὺ γὰρ τὸ μέσον—ἀκούειν. ἐκπλαγείσῃ δὲ πρὸς τὴν ἀνέλπιστον θέαν ἀθρόως τε τῷ θορύβῳ μεταστραφείσῃ μικροῦ τῆς χειρὸς ἐξέπεσεν ἡ πορφύρα θηλύνοντος αὐτῇ τοῦ φόβου τῶν δακτύλων τὴν ἁρμονίαν.
1.2.49 τὸ γὰρ θῆλυ τῆς φύσεως καὶ ἄκακος ἡλικία—κόρη γὰρ ἦν εὐπρεπὴς εἰς παστάδα—ταράττει καὶ ποιεῖ τὴν πρόσρησιν ὑποπτεύειν. ὁ μὲν οὖν τὸ προσταχθὲν διακονήσας ἀπέπτη, ἐξιοῦσα δὲ τοῦ θαλάμου πρὸς γυναῖκα συγγενῆ τε καὶ φίλην ἡ μὲν ἤμελλεν αὐτῇ τὸ συμβὰν διηγεῖσθαι, ἡ δὲ φθάνει προαισθομένη καὶ προσπίπτει πρὸς τὸ στῆθος τῇ κόρῃ· πρὸς τὰ γόνατα γὰρ καταβαίνειν βιαζομένην ἡ παρθένος ἀνέχει μέτριά που φρονοῦσα.
1.2.51 εἶεν. τί δὲ τὸ βούλημα ταυτησὶ τῆς γραφῆς; ὄνος ἐνταῦθα καὶ βοῦς καὶ φάτνη καὶ βρέφος καὶ κόρη πρὸς εὐνὴν ἀναπίπτουσα τὴν μὲν λαιὰν ὑποθεῖσα τῷ τῆς ἑτέρας ἀγκῶνι, τῇ δεξιᾷ δὲ τὴν παρειὰν ἐπικλίνουσα. τίς ἄρα τῶν γεγραμμένων ὁ νοῦς; ἢ διὰ κενῆς ἀποροῦμεν; ἥδε γάρ ἐστιν ἡ παρθένος, ἣν ἐλείπομεν ἄρτι κάταγμα φέρουσαν. καὶ τότε μὲν ὥραν ἄγουσα τοκετοῦ, τέτοκε δὲ μὴ δεηθεῖσα κοινωνίας ἀνδρός. οὔκουν ἀλλοιοῦται τὸ πρόσωπον, ὡς ἂν ὠχριῶσά τις ἄρτι τεκοῦσα καὶ πρῶτον τεκοῦσα· τὴν γὰρ τῆς φύσεως κρεῖττον ἀξιωθεῖσαν τεκεῖν ἔδει καὶ τῶν κατὰ φύσιν ὀδυνῶν ἀπηλλάχθαι.
1.2.52 τίς οὖν ἡ φάτνη; ἡ βοῦς δὲ τί βούλεται; τί δὲ τὸν ὄνον φήσομεν εἶναι; ταῦτά φασι παλαιοῖς εἰρῆσθαι σοφοῖς ὡς ἔδει γενέσθαι, καὶ γέγονε ταῦτα. τοὺς ποιμένας βοή τις ἐξ οὐρανοῦ διαθρυλλοῦσα τὰ ὦτα τῶν θρεμμάτων ἀπεβουκόλησε, καὶ τὰς οἶς ἀμέλει καταλιπόντες περὶ τὴν πόαν καὶ τὴν πηγὴν νεμομένας καὶ τῷ κυνὶ τῆς ἀγέλης τὴν φυλακὴν ἐπιτρέψαντες τοὺς αὐχένας αἴρουσιν εἰς αἰθέρα τὴν ἀκοὴν ἰθύνοντες πρὸς τὴν τοῦ κτύπου φορὰν ἄλλος ἄλλως ἑστηκότες ὡς ἂν ἕκαστος ἀπονώτερον ᾤετο καὶ ῥᾷον ἑστάναι.
1.2.53 καὶ τοῖς μὲν αἱ καλαύροπες ἀχρεῖοι φαίνονται, τῷ δὲ πρὸς μὲν τὴν ποίμνην ἀργεῖ, θατέρᾳ δὲ συμμαχεῖ τοῖν χεροῖν· τὴν γὰρ δεξιὰν ἀνασχών, ἐμοὶ δοκῶ, τεθαύμακε τὴν βοήν. οὐ μὴν ἐδέησε δευτέρας αὐτοῖς ἀκοῆς· ὀφθαλμοὶ γάρ, φασίν, ὤτων πιστότεροι, καὶ συναντήσας ἄγγελος, ὡς ὁρᾷς, τὴν εὐθύτητα τοῦ βρέφους αὐτοῖς ὑποφαίνει.
1.2.54 καὶ τὰ θρέμματα μὲν οὐδαμῶς ἐπιστρεφόμενα πρὸς τὴν θέαν ἐξ εὐηθείας ἐμφύτου τὰ μὲν νένευκε πρὸς τὴν πόαν, τὰ δὲ τῆς εἰρημένης πίνει πηγῆς· ἡ δὲ κύων—θυμοειδὲς γὰρ πρὸς ἀλλοτρίους τὸ ζῶον—διασκοπεῖν φαίνεται τὸ τῆς ὄψεως ἄηθες. ταῦτα μὲν οὕτω διώρισεν ὁ γραφεύς, τοῖς δὲ νομεῦσιν ἡγεῖται τῆς πορείας ἀστήρ, ὃν ὑποδείκνυσιν ἀμυδρότερον ἡ πηγὴ κυκῶντος αὐτῇ τοῦ προβάτου τὰ νάματα.
1.2.56 ταῦτα μὲν οἱ ποιμένες, τὸν ἱερὸν δὲ πρεσβύτην ἐκεῖνον ἠλέουν ἂν σφόδρα τῆς πολιᾶς ἀσθενείᾳ προκεκυφότα τοῦ γήρως, εἰ μὴ μέχρι τῆς ἐπιδημίας ἐβίω τοῦ βρέφους. πάρεστι γὰρ τὸ παιδίον ἐνθεμένη ταῖς ἀγκάλαις ἡ μήτηρ. ὁ δὲ μόλις μὲν ὡς πρεσβύτης, βαδίζει δὲ ὅμως τῇ θέᾳ περιχαρής. Ἐπιθυμοῦντά σε τῆς εὐωχίας ὁρῶ καὶ περιεργαζόμενον τοὺς συμπότας.
1.2.57 γάμος ἦν καὶ τοὺς ἀμφὶ τὸν σωτῆρα συγκαλέσας ὁ νυμφίος εἱστία καὶ τοῦ δείπνου μεσοῦντος δέος ἦν αἰσχρῶς διαλύεσθαι τὸ συμπόσιον τῆς κατὰ τὸν οἶνον ἐνδείας καὶ τὴν ἀπὸ τῶν ὄψων ἡδονὴν ἀμβλυνούσης. ὁ δὲ τῶν ὅλων προστάτης ἅμα τῇ μητρὶ κεκλημένος ὑποθεμένης αὐτῷ τῆς τεκούσης τὴν ὕδατος φύσιν εἰς οἴνου μεταπλάττει πιεῖν ἐν γάμοις ἐπιτηδείου.
1.2.58 ἐντεῦθεν τῶν οἰκετῶν ὁ μὲν ὕδατος ἄγγος ἀναλαβὼν ἔργον ποιεῖται τοὺς ἀμφορέας ἐμπλῆσαι, ὁ δὲ κρατῆρα πληρώσας περίεισι κύκλῳ τοὺς δαιτυμόνας ἀρξάμενος ὅθεν νομίζεται. ἔοικε δὲ λίαν ἀνθοσμίας ὑπάρχειν· ὁ γὰρ ἄρτι πιὼν ἐλέγχει τὴν ἡδονὴν τῷ τῆς ὄψεως ἐρυθήματι· τοῦτο τῆς ἐκείνου φιλανθρωπίας τὸ πάρεργον. Προιὼν γοῦν γυναῖκα νόσῳ παλαιᾷ τρυχομένην, ἧς ἐγεγαμήκει θυγάτριον τῶν αὐτοῦ τις ὁμιλητῶν, οὗτος ὁ τὸ γύναιον περιέπων, αὐτοῦ δεηθέντος ἰᾶται τὴν ἄνθρωπον οὐ χρώμενος ἐπῳδαῖς οὐδ’ ἤπια φάρμακα πάσσω ν , τὴν χεῖρα δὲ μόνον ὀρέγων.
1.2.60 Τὸ δὲ τούτων ἐχόμενον, ἀνὴρ τὴν χεῖρα διεφθαρμένος καὶ τὴν ἰατρῶν ἐπιστήμην ἐλέγξας τῷ πάθει μόλις ἑστὼς ταῖς ἀλγηδόσι δεῖται θεραπείας τυχεῖν καὶ δεόμενος ἅμα τυγχάνει. Ἀλλὰ τίς ὁ σκυθρωπὸς οὑτοσί; τί δὲ πεπονθὼς ἱκετεύει; πιστὸς αὐτῷ θεράπων τὸν ὡρισμένον τοῦ βίου δρόμον ἀνύσας μικροῦ κατειλήφει τὸ τέρμα.
1.2.61 πάθος ἐλεεινὸν τῷ κεκτημένῳ χρηστὸς οἰκέτης ὅσον οὐδέπω προσδοκώμενος οἴχεσθαι. τοῦτον οἴκοι καταλιπὼν αὐτὸς ἧκεν ὑπὲρ ἐκείνου πρεσβεύων. ὁ δὲ ταῦτα ἀκούσας ἔφη διαλύειν τὸ πάθος, καὶ φιλονεικίας ἐκτὸς εἶξεν ἡ νόσος τῷ λόγῳ. Ἐπὶ τούτοις γυνὴ σαλεύουσα τὰς ἐλπίδας ἐπὶ μόνῳ παιδὶ καὶ τοῦτον εἰς ἥβης ἄνθος ἀνενεγκοῦσα καὶ τὰ τροφεῖα προσδεχομένη πέπονθέ τι κοινὸν παρὰ τῆς ἐλπίδος ἀπατηθεῖσα.
1.2.62 φερομένου τοίνυν ἐπὶ τὸ μνῆμα τοῦ νέου πάρεισιν αἱ γυναῖκες ὀλοφυρόμεναι. καὶ συνημμέναι μὲν ἐς ταὐτὸν ἀλλήλαις γίνονται κώλυμα τοῦ μὴ τελέως ὀφθῆναι· ὑπολάβοις δ’ ἂν αὐτάς, εἰ διαστήσεις ἀλλήλων, ὅλην ἑκάστην γεγράφθαι, καὶ τάχα διεστηκυῖαι πρὸ τοῦ θαύματος, ὡς εἶδον ἀναβιοῦντα τῷ σωτῆρι τὸν νέον, συνέδραμον πρὸς τὴν θέαν καὶ πλείονι μέτρῳ χαίρουσιν, ὡς εἰκός, ἤπερ ὅσῳ πρὸς τὴν τελευτὴν ἠνιάθησαν· τὸ μὲν γὰρ ἀπογενέσθαι προσδοκώμενον ἦν, τὸ δὲ τεθνεῶτα βιῶναι κρεῖττον ἐλπίδος.
1.2.64 Ταῦτα καὶ γύναιον ἀκόλαστον σωφρονίζει. καὶ καταγνοῦσα τοῦ βίου πολλὴν ἀτοπίαν ἁβρὰν μὲν ἐσθῆτα καὶ τὰ συνήθη χρυσία καὶ κόμης ἄσκησιν ἐν φαύλῳ ποιεῖται, μέλει γὰρ αὐτῇ κάλλους οὐδέν, ἡ δὲ σέβεται καὶ τιμᾷ δι’ ὧν εὐπορεῖ μύρον αὐτοῦ καταχέουσα τῶν ποδῶν. Τοσαύτην περικείμενος ἐξουσίαν καὶ τῶν ἀνέμων ἔλαχεν εἶναι ταμίας· περικλυζομένης γὰρ τῆς ὁλκάδος καὶ τοῦ ῥοθίου τῆς προσβολῆς οὐ συγχωρούσης ἰσόρροπον εἶναι καὶ καθελκούσης ἐπὶ τὸν ἕτερον τοῖχον τοῖς ἀνέμοις ἀγριαίνουσιν ἐπιπλήττει, καὶ φρίττουσιν ἤδη τὰς ἀπειλάς.
1.2.65 οὐ γάρ με κυμάτων ἀμφὶ κτύπος οὔατα βάλλε ι . Θαυμαστὸν δὲ οὐδέν, ὅπου διαβαδίσας τὴν θάλατταν ἀνασώζει καταβραχὺ τὸν συνήθη.
1.2.66 ἡμιτελῆ δὲ δείκνυσιν αὐτὸν ἡ γραφὴ κρύψασα μὲν ὅσον ὑποβρύχιον γεγονότα δηλοῖ, ἀναγαγοῦσα δὲ τοσοῦτον ὅσον ἐμφαίνει σωζόμενον ἔτι. Ἐνταῦθα δὲ νεανίας οὐδὲν ὑγιαίνων.
1.2.67 οὔκουν ἀνέχεται θεράπων ἢ συνήθης ἢ τῶν οἰκείων τις αὐτὸν τιθασσεύειν· ὁρᾷ γὰρ ἐξεστηκὸς καὶ δῆλός ἐστι τοὺς παρατυχόντας περισκοπῶν, ὅτῳ κακόν τι προστρίψεται. τοιγαροῦν πέδας ἡ γραφὴ περιτέθεικεν οὐ συγχωροῦσα βαδίζειν, ἀλλὰ βιάζεται τὰ δεσμά. καὶ τῆς ἀπὸ τῆς βίας ὀδύνης οὐ λίαν αἰσθάνεται· μανία γὰρ ἀλγεῖν οὐ φιλεῖ. ἐνταῦθά μοι σκόπει τοῦ ζωγράφου τὴν τέχνην.
1.2.68 βουλόμενος γὰρ μεμηνότα παραστῆσαι καὶ σωφρονήσαντα τῇ μὲν ἀτάκτῳ κινήσει τῶν οἰκείων ἐκπεσόντα φρενῶν, τῇ δὲ διαστάσει τοῦ δαίμονος—γέγραπται γὰρ οἷον ἀπειρηκώς— ἰαθέντα δεικνύει. ἐλεῶ σε τοῦ πάθους, μειράκιον, καὶ μακαρίζω τοσοῦτον ὅσον οἰκτείρω· τῶν γὰρ μεγάλων νόσων αἱ θεραπεῖαι μεγάλων εἰσὶν ἡδονῶν ἀφορμαί.
1.2.70 Ὁρᾷς ταυτηνὶ τὴν γυναῖκα ψαύουσαν αὐτοῦ τῆς ἐσθῆτος παρὰ τὴν πέζαν. ἕτερος οὗτος ἰάσεως τρόπος. ἀπομαραινούσης γὰρ τῇ γυναικὶ τὴν ἰσχὺν αἵματος ἀπορροῆς ἀπέραντα φερομένου μηδὲ μεταστραφεὶς ἵστησιν αὐτῇ ῥέουσαν τῇ νόσῳ τὴν δύναμιν. Δεύτερος ἀγὼν μετὰ ταῦτα πρὸς θάνατον καὶ νίκη δευτέρα.
1.2.71 ἀνὴρ ἐν τοῖς μάλιστα φίλος αὐτῷ πρώην ἔτυχε τεθνηκώς. ὁ δὲ γυναῖκας οἰκτείρων ὀδυρομένας δημιουργεῖ τὴν ἐπὶ τὸν βίον ἐπάνοδον, ὅθεν οὐ φέρουσιν ἡσυχῆ τὴν ἡδονὴν αἱ γυναῖκες· εἰώθασι γὰρ καὶ ἄλλως πρὸς τὰ θαύματα ῥᾳδίως βοᾶν. ἡ μὲν οὖν ὑποδείκνυσι τῇ πλησίον, ἡ δὲ πρὸς τὴν χαρὰν ἀνεπτέρωται. Οἶδεν ἡ τέχνη θεὸν ἐν ἀνθρώπου προσχήματι γράψασα.
1.2.72 ἐκεῖθεν αὐτὸν οὐκ ἐπῆρε τοῖς κατορθώμασιν, ἀλλὰ μετὰ τῶν αὐτῶν εἱστίακε δαιτυμόνων. τεκμαίρομαι δὲ τὴν μέλλουσαν αὐτὸν προμηνύειν ἐπιβουλήν. ἐπειδὴ γὰρ πέρας εἰλήφει τὸ δεῖπνον, τῶν 〈τισ〉 ἑστιαθέντων βραχὺ φροντίσας ἁλῶν καὶ τραπέζης περιπτυξάμενος τὸν προστάτην—τοῦτο γὰρ ἦν τῆς προδοσίας τὸ σύνθημα— παραδίδωσιν, ὡς ὁρᾷς, δυσσεβέσιν ἀνθρώποις καὶ προσομοίοις αὑτῷ τὴν κακίαν.
1.2.73 οἱ δὲ παραλαβόντες ἀπῆγον φθόνου πάθος αὐτῷ μετενεγκόντες εἰς ἔγκλημα. ᾔδει συκοφαντοῦντας περιφανῶς ὁ τότε κρατῶν, ἀλλὰ φρονήματος ἀρχικοῦ μᾶλλον ἐστερημένος χαλεπὸν ἀποτρέπειν ᾠήθη πλῆθος ἠρεθισμένον καὶ ποιεῖν ἅπαξ ὁτιοῦν ὡρμηκός.
1.2.74 πείθεται δὴ τοῖς ἄξουσι παραδοῦναι καί πως οἰόμενος ἀποτρίψασθαί τε καὶ τοῖς αἰτίοις ἐναποθέσθαι τὸ ἄγος ὕδωρ αὑτῷ τὸν οἰκέτην ἄγειν κελεύσας ἐναπονίζει τὼ χεῖρε. ἐμπαροινήσαντες δὴ τούτῳ πολλά, μᾶλλον δὲ σφίσιν αὐτοῖς—θεῷ γὰρ ἐνυβρίζειν οὐ θέμις—τελευτῶντες τῷ πάντων αἰσχίστῳ θανάτου τρόπῳ παρέδωκαν λῃστρικῆς μεταξὺ ξυνωρίδος.
1.2.76 καὶ φύλακας τῷ τάφῳ παρακαθίζουσιν, ὁ δὲ τὴν φυλακὴν αὐτοῖς εἰς γέλωτα περιστήσας καὶ τὴν ἀθανασίαν ἀνακτησάμενος καὶ ταῖς ἀμφὶ τὴν τεκοῦσαν φανεὶς πρὸς τὴν οἰκείαν ἀνάγεται λῆξιν οὐρανίῳ χορῷ προπεμπόμενος καὶ οὐ διέψευσε τοὺς πάλαι προφήτας τὴν μέσην τῆς ὀροφῆς περιτρέχοντας χώραν. Τήνδε σοι γράφω τοῦ τεμένους εἰκόνα χρώμασι μουσικοῖς, καὶ τῶν πόνων ἐμοὶ μεγάλην ἀμοιβὴν ἀπονέμεις φιλαλήθη δι’ ὧν ποιεῖς ἀποφαίνων.
1.2.77 οὕτω καὶ Πίνδαρος διεξιόντος αὐτῷ τῶν γνωρίμων τινός, ὡς οὐ διαλείποι πρὸς ἅπαντας ἀποθαυμάζων τὸν ποιητήν· ἀπείληφα ς , ἔφη, τὴν χάριν τοιούτων ἐμοὶ πεπραγμένω ν , ἀ φ ’ ὧν οὐ ψευδολογίαν ὀφλήσει ς . Ὃ δὲ μάλιστά σου θαυμάζω τῶν γνωρισμάτων, ὅτι τοῦ τεμένους ἐκτὸς ἐκ μεσημβρίας φιλανθρώπους δημιουργεῖς καταλύσεις.
1.2.78 ἢ τοῦτο μὲν οὐδὲν θαυμαστόν, φιλανθρωπία σοι μέλει, ἔμφυτον γάρ σοι τὸ χρῆμα καὶ σύνηθες, ἀλλ’ ὅτι τοῦ νεὼ τὴν ποικιλίαν τῷ λογισμῷ περιφέρων καὶ ταύτην ἐχώρησας τὴν φροντίδα, ἣ τὰ μέγιστα τῶν κακῶν γῆρας ἀμύνεται καὶ πενίαν. Μεταξὺ δὲ τὰ σὰ καταλέγων περιεργότερόν σοι πολλάκις ἐνατενίσας ἐνόησά τι πεφυκέναι σοι πρέπον· οὐδὲν ὑπὸ τῶν ἐπαίνων πέπονθας ἀσθενὲς οὐδὲ πρόσωπον ἔδειξας ἀπειρόκαλόν τι παθόντος.
1.2.80 ἤδη μὲν γὰρ καὶ πρώην, ὅτε σε δημοσίαν ἐποιησάμην ἐπίδειξιν, ἐνεδείξω τὴν πρὸς ἐπαίνους ἐλευθερίαν· λιπαροῦντος γάρ μου καὶ δεομένου τῷ συλλόγῳ παρεῖναι, μᾶλλον γὰρ οὕτω κερδαίνειν τὸν λέγοντα παρόντος εἰς ὃν ὁ λόγος πεποίηται, φιλόνεικός μοι πρὸς τὴν αἴτησιν ὤφθης πρὸς τὰς ἄλλας ἀεί μου δεήσεις εὔκολος ὤν· τὸ δὲ νῦν εἰς εὐφημίαν σοι μείζονα πέπρακται. οὐ γὰρ ἴσον ἔξω καθῆσθαι τοῦ συλλόγου καὶ παρόντα τῆς ἀπὸ τῶν κρότων ἡδονῆς περιγίνεσθαι· ἐπεὶ καὶ τὸν Λαέρτου μᾶλλον ἂν ἐθαύμασα τῆς ἐγκρατείας, εἰ μετὰ τῶν Σειρήνων συνδιατρίβων οὐκ ἐκηλήθη τὴν ψυχὴν τοῖς ἐπαίνοις, οἷσπερ αὐτὸν ἔθελξαν ᾄδουσαι, καὶ μικρὸν αὐτῷ πρὸς ταύτην ἐδόκει τὴν ἡδονὴν ὁ τῆς Ἰθάκης καπνὸς καὶ σώφρων γυνὴ καὶ παιδίον.
1.2.82 Σωκράτη μὲν οὖν ἐκ τῶν ἱστοριῶν παρειλήφαμεν κωμικῆς ἀνεχόμενον λοιδορίας καὶ τῶν Ἀριστοφάνους ὑπερορῶντα σκωμμάτων, πρᾶγμα ζηλωτὸν καὶ πρέπον τῷ Σωφρονίσκου· μείζων δὲ καρτερία τὸ μὴ φρονῆσαί τι σοβαρὸν ἐπαινούμενον ἢ λοιδορούμενον ἐγκρατῶς ἐνεγκεῖν, ἐπειδὴ φιλόδοξος μᾶλλον ἤπερ θυμοειδὴς τῶν ἀνθρώπων ἡ φύσις. Τοιούτου δὴ τὸ ἄστυ πρυτανεύοντος ἱερέως εἰκότως ἡμῖν ζήλου καὶ θυμηδίας καὶ ῥημάτων εὐφήμων ἡ πόλις μεστή, καὶ πανταχοῦ τῆς ἀγορᾶς τὰ συμπόσια.
1.2.83 καὶ τοῖς μὲν πολλοῖς εὐωχίαι πάνδημοι πρόκεινται, οἱ δεξιώτεροι δὲ τῶν ἀστῶν δημοσίᾳ τῶν ξένων τὸ δοκιμώτατον ἑστιῶσι, καὶ τοῖς εὐωχουμένοις ἡδίστην φιλονεικίαν ὁ ναός πως διεγείρει παρέχων ἄλλοις ἄλλα θαυμάζειν. ὅποι δ’ ἂν τῆς πόλεως κινηθείης, ἔχεις ὅθεν ψυχαγωγήσῃ.
1.2.84 σκηναὶ γὰρ ἐκ ποικίλων ὑφασμάτων συγκείμεναι δάφνης τε κλάδοις κατὰ στοῖχον ἑκάτερον ἐστεμμέναι μιμοῦνται πορείαν δένδρεσιν ἀμφοτέρωθεν τοιούτοις πεφυτευμένην καὶ πρὸς ἥδιστον ἄλσος τὸν νεὼν παραπέμπουσαν. αὗται παντοδαποῖς θάλλουσαι τοῖς ὠνίοις πλουσίοις ἅμα καὶ μέτρια κεκτημένοις τὰ πρόσφορα διανέμουσιν ἀκοσμίας ἀγοραίου καὶ προπετείας ἀπηλλαγμέναι καὶ φωνῶν ἀπειροκάλων.
1.2.85 οὐκ ἂν αὐταῖς οὐδὲ ὁ Καμβύσου Κῦρος ἐμέμψατο περιιὼν ὁ τοῖς Ἕλλησιν ἀγορὰν ὀνειδίζων. μετὰ τοίνυν τῆς τοσαύτης ἁβρότητος καὶ τὴν Αἰγυπτίων λυχνοκαΐαν νικῶμεν.
1.2.86 τοῖς μὲν γὰρ εἰς πλῆθος ἀκόσμητον ἤνθει τὸ πῦρ, ἡμῖν δὲ πολλὴ καὶ ποικίλη χειροποίητος μεμηχάνηται φλόξ, ὅπως ἄρα μηδὲν ἀπρεπὲς εἴη τῆς ἑορτῆς. γράμμασι γὰρ μήτε μέλανι τετυπωμένοις μήτε κηρῷ μήτε χρώμασιν ἄλλοις οἷς γίνεται γράμματα, σκεύεσι δὲ φωτὸς εἰργασμένοις εὐφημοῦμεν τοὺς εὐεργέτας πλῆθος ἐτῶν αὐτοῖς συνευχόμενοι. τίς οὕτω πρὸς ἔρωτα χρημάτων μικρόψυχος, ὃν οὐ πείθει δαπανᾶν ἡ πανήγυρις; τίς οὕτω σκαιὸς καὶ γέμων ἀγροικίας, ὃν οὐ φαιδρὸν καὶ γεγηθότα ποιεῖ; οὐ νεότης μετὰ χαρίτων ἀθύρουσα πανταχοῦ; αὐτὸν πρεσβύτην ἡ πολιὰ μόνον ἐλέγχει τοῦ σώματος αὐτῷ σφριγῶντος ὑφ’ ἡδονῆς.
1.2.87 οὐ δύντος ἡλίου φῶς ὅπη βούλει τοσοῦτον, ὡς ὅλον αὐγῆς ἐμπλῆσαι τοῦ ἄστεος τὸν αἰθέρα; οὐ γέγονε χορείας ὁ καιρὸς τῆς ἡσυχίας ἡ νύξ; οὐ πρὸς τὴν ἡμέραν εἰς ὠνίων πλῆθος ἐρίζει; δοκῶ δέ μοι τὸν τῆς ἑορτῆς ἔφορον τὴν οἰκείαν κοσμοῦντα πανήγυριν συμβαίνουσαν τῷ πλήθει τὴν ἀφθονίαν ἡμῖν καταστῆσαι τοῦ διαρκέσαι πρὸς ὀψοφαγίαν καὶ πολυτέλειαν δείπνων.
1.2.88 ἔδει γὰρ ἀγορᾶς εὐθηνούσης τῇ πόλει πρὸς τοὺς οἰκείους, πρὸς τοὺς ἀπὸ τῶν ἀγρῶν εἰσχεομένους, πρὸς τὴν ὅμορον πόλιν ἐνταῦθα κεκενωμένην, πρὸς τοὺς πόρρωθεν ἀφιγμένους, πρὸς τὸν καιρὸν τρυφᾶν ἐρεθίζοντα. ἅμα δὲ τῇ πανηγύρει καὶ τὸ προσηνὲς τῶν ἐνοικούντων τοὺς ἁπανταχόθεν ἐφέλκεται.
1.2.89 πολλοὺς οἶδα ξένους ἐγὼ παραδραμεῖν βουλευσαμένους τὴν πόλιν καὶ συχνὸν διατρίψαντας χρόνον ἡμερότητι τῶν ἐνοικούντων. μὴ τοίνυν ἡμᾶς Ὅμηρος ἐκπληττέτω Φαιάκων τινῶν ἀναπλάττων φιλοξενίαν ἑνὸς Ἰθακησίου τετυχηκότος φιλανθρωπίας οὐδὲ πάντων ἀσμένως ὑποδεξαμένων τὸν ξένον· ἀναδυόμενον γὰρ πρὸς τοὺς ἄθλους καὶ λέγοντα μὴ πρέπειν αὑτῷ κεχρημένῳ συμφοραῖς ἡλικιώταις εὖ πράττουσιν ὁμιλεῖν ἄγαν ὑβριστικῶς Εὐρύαλος μέμφεται ναυτικὴν ἀμαθίαν αὐτῷ περιάπτων.
1.2.91 Ἀθήνησι μὲν οὖν ἐν ταῖς πομπαῖς ἄνευ προσώπου κωμάζειν ὄνειδος ἐνομίζετο καὶ σκώμματα εἰς ἀλλήλους αἰσχρὰ τῶν σοφωτάτων ἡ πανήγυρις ἦν· ἡμῖν δὲ τοιούτων οὐ δεήσει προκαλυμμάτων. οὐ γὰρ ἀναπεπταμένῃ τῇ γλώττῃ καλλωπιζόμεθα πρὸς ἀλλήλους, ἀλλὰ καὶ τοῖς ἀστειοτέροις τῶν πολιτῶν τὸ σεμνὸν ἐπανθεῖ, ὥστε κἂν αὐτῷ 〈τῷ〉 τρίβωνί τις εἰς μέσην παραβάλλῃ χορείαν, ἐκβαίνειν οὐ δόξει τοῦ τεταγμένου. λέγονται μὲν καὶ Σπαρτιᾶται κοσμίως πανηγυρίζειν ἐπιτρέπειν τε μηδενὶ περιττῶς ἀπολαύειν τῆς ἀπὸ τοῦ καιροῦ παρρησίας ἢ τὴν μεγίστην κατὰ τοὺς νόμους ὑπέχειν ζημίαν· ἡμῖν δὲ προσούσης ἐπιχωρίου σεμνότητος 〈οὐδὲ〉 τῆς ἐκ νόμου δεήσει διδασκαλίας.
1.2.93 τίς οὖν οὕτω κατηφὴς καὶ συνωφρυωμένος, ὃν οὐ καταθέλξει τὰ δρώμενα τοῦ μὲν ἱερέως αὐτοῦ διὰ μέσης ἀγορᾶς ὀχουμένου συγκαθημένων ἑτέρων τὴν αὐτὴν ἀξίαν κληρωσαμένων, ἐξ ἱεροῦ δὲ πρὸς ἱερὸν τὴν προπομπὴν ποιουμένου, ἀστῶν δὲ καὶ ξένων συρρεόντων ἐπὶ τὴν θέαν; Ἀφωσίωταί μοι πρὸς τὴν πανήγυριν τῆς μὲν ἀξίας καὶ τῆς ἐμῆς βουλήσεως ἧττον, ὅσα δὲ λέγειν παρεῖχεν ἡ δύναμις.
1.2.94 ἀλλὰ μείζους ἡμῖν χορηγοίης ἐγκωμίων προφάσεις καὶ δεομένοις ἀκροᾶσθαι τῶν λόγων εὐπειθέστερος γένοιο. ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΜΑΡΚΙΑΝΟΝ ΕΠΙΣΚΟΠΟΝ ΓΑΖΗΣ.
2 T 1 ΛΟΓΟΣ βʹ. 〈Διάλεξις.
2.1.t 〉 Ἡ διάλεξι ς , ὅτι χρὴ κατὰ δύναμιν ἕκαστον τοὺς εὐεργέτας ἀμείβεσθα ι .
2.1.1 Πολυτελῆ δὲ ἄρα καὶ γέμοντα φιλοτιμίας τεμένη καλὸν μὲν οἶμαι δημιουργεῖν, καλὸν δὲ ὁρᾶν, ἡδὺ δὲ ὁρῶντα τοῖς ἀκούουσιν ὑπογράφειν. καὶ διὰ τοῦτό τις πάλαι σοφός, γένος Ἁλικαρνασεύς, Ἡρόδοτος ὄνομα, ὃς πολλῶν ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγν ω, εἶδέ τε ἅμα τὸ Βαβυλώνιον ἱερὸν καὶ ἰδὼν ὑφηγεῖται τοῖς ἄλλοις μέγα τε καὶ εὐρὺ καὶ ἀναβαῖνον εἰς πύργους ὀκτώ. ἀλλὰ ταῦτα, ὦ τοῦδε τοῦ χοροῦ κορυφαῖε, ἴσως μὲν μῦθος, φιλόμυθος γὰρ ὁ ἀνήρ, ἴσως δὲ λόγος· εἰ δὲ καὶ λόγος, οὐ νικᾷ σου τὸ φιλοτέχνημα, ὥστε τοῦ Βαβυλῶνος μὲν οὐ χρῄζομεν ἱεροῦ, τῆς δὲ Ἡροδότου γλώττης δεόμεθα, οὔ τι μυθολογίας γε εἵνεκα οὐδὲ ὅπως τινὰ Κροῖσον ὑμνήσωμεν ἢ Κανδαύλην, ὃν οἱ Ἕλληνες Μυρσίλον ὀνομάζουσιν, οὔ τι τούτων γε εἵνεκα, τοῦ δὲ πρὸς ἀξίαν ᾆσαι τὸν ἱερέα αὐτόν τε ἅμα καὶ ὅσα δημιουργεῖ.
2.1.3 ἀτὰρ οὔ μοι ἄτοπον ἔοικεν εἶναι τούτοις αὐτὸν οἷς ἂν δυναίμην τιμῆσαι. λόγος ἀμέλει τις Ἀττικός, εἰ δὲ βούλεσθε, Δήλιος. ποιεῖ μὲν γὰρ αὐτὸν ἀνὴρ Ἀθηναῖος, ποιεῖ δὲ λαβὼν ἐκ Δήλου τὴν ἀφορμήν. ἃ δ’ οὖν ἐκεῖνός φησι, ταῦτα ἐστίν· ἑορτὴν ἦγεν ὁ δῆμος ὁ Ἀθηναίων ἐν Δήλ ῳ · ὅτῳ δὲ ἦγε τὴν ἑορτή ν , ἴστε τὴν Δῆλον ἀκούσαντε ς . ἄλλοι τε οὖν ἀλλαχόθεν συνῄεσαν ποιηταὶ εἴτε γεραίροντες τὴν πανήγυριν εἴτε τὰς αὑτῶν ἐπιδειξόμενοι τέχνας εἴτε καὶ ἀμφότερα ταῦτ α . ἐν δὲ τοῖς καὶ Ὅμηρος ἦ ν . καὶ οὐ χ , ὅτι ἐκεῖνος ἄριστα ᾖδε ν , ἐσίγων μὲν οἱ λοιπο ί , ἤκουον δὲ μόνον Ὁμήρο υ , ᾖδον δὲ ἅπαντε ς , ὅπως ἑκάστῳ παρεῖχον αἱ Μοῦσα ι . Μὴ τοίνυν νεμέσα, ὦ φιλότης, εἴ τις καὶ νῦν οὕτως ὅπως ἂν δύναιτο τὸν νεὼν ὑπογράφοι· οὐ γάρ, εἰ μὴ πάντα τις δύναται λέγειν, δίκαιός ἐστι σιγᾶν ὅσα δύναται λέγειν.
2.2.pref Ὁ λόγος διπλῆν ἔχων ὑπόθεσιν, ἀρετὴν ἱερέως καὶ τεμένους εὐπρέπειαν, ἑκατέρῳ δικαίως μερίζεται. Μικροῦ μὲν ἀπεῖπον πρὸς τὴν ὀξύτητά σου τῶν ἔργων ἀθρόως πάντα δημιουργοῦντος καὶ τοσοῦτον καιρὸν ἀναλίσκοντος εἰς τεμένους κατασκευήν, ὅσον εἰς ἐπίνοιαν ἕτεροι.
2.2.2 οὕτω πρὸς εὐσέβειαν ἐπειγόμενος οὐ δέδωκάς μοι σχολὴν ἀρκοῦσαν εἰς εὐφημίαν τῷ νεῷ μετρουμένην. ὅσον γὰρ ἐν ἥττονι γέγονε χρόνῳ, τοσοῦτον εἰς κάλλος πλεονεκτεῖ τῶν παρ’ ἄλλοις εὐδοκιμούντων. ἀλλὰ δεινὸν ἡγησάμην τὴν αἰτίαν τῶν μειζόνων ἐπαίνων ἀφωνίας ποιήσασθαι πρόφασιν καὶ σιγῆσαι διὰ τὸ τάχος τῶν ἔργων δέον σε διὰ τοῦτο μᾶλλον ὑμνῆσαι. ἄρτι μὲν οὖν διαφόρων ἔγεμεν ἐλπίδων ἡ πόλις ἄλλων ἄλλα στοχαζομένων—οἱ μὲν πρὸς τὸ τοῦ νεὼ βλέποντες μέγεθος καὶ τὸ πέρας ἐξ ὧν ἑώρων εἰκάζοντες ἡγοῦντο μακροῦ δεήσεσθαι χρόνου, οἱ δὲ τὴν σὴν ἐννοούμενοι φιλεργίαν καὶ τὸ τέλος ἀπὸ σοῦ τεκμαιρόμενοι προσεδόκων ἕτερον ὅλον ἐνιαυτὸν τὰ γεγονότα πληρώσειν—, σὺ δὲ τῷ τάχει καὶ τὸ τέμενος καὶ σαυτὸν ὑπερέβαλες.
2.2.4 Μέλλων οὖν ἤδη τοῦ καταλόγου τῶν σῶν πλεονεκτημάτων ἀπάρχεσθαι χάριν αἰτῶ σε μετρίαν τὴν ἀκοὴν παραδοῦναι τῷ λόγῳ· δέδοικα γάρ, μὴ πρὸς ἔννοιαν ἄλλου τεμένους ἔχων τὸν λογισμὸν τὴν ἀκρόασιν ὑπερίδῃς. Ἀρετὴ τοίνυν πόλεως ἁρμονία καὶ κρᾶσις ἀέρων μεριζομένων ἐξ ἴσου τὸ ἔτος, οἰκοδομημάτων εὐπρέπεια, τρόπος οἰκητόρων ἐπιεικής.
2.2.5 ταῦτα δὴ σοῦ τῆς πόλεως τὰ γνωρίσματα, ἣν αἱ κοιναὶ τοῦ βίου θεράπαιναι, γῆ τε καὶ θάλασσα, τοῖς ἑαυτῆς ἑκατέρα δώροις ἁβρύνει. γῆ μὲν γὰρ τοῖς ἐνοικοῦσιν ἐπίσταται φέρειν, ὅσα τίκτουσιν ὧραι, ὑπτία τε πᾶσα καὶ καθειμένη καί, τὸ τοῦ Σόλωνος, λιπαρὴ κουροτρόφο ς · θάλαττα δὲ μικρὸν ἄπωθεν τῇ πόλει διακονεῖ διεστηκυῖα τοσοῦτον, ὅσον μήτε κτύπῳ παρενοχλῆσαι κυμάτων μήτε τὴν ἐξ αὑτῆς χορηγίαν δυσχερεστέραν ἡμῖν καταστῆσαι τῆς μεταξὺ πορείας ἐκτεινομένης.
2.2.7 τεκοῦσα τοίνυν ἡ πόλις οὐ περιεῖδεν ἀλλοτρίαις ἀγκάλαις ὑποτρεφόμενον, ἀλλὰ βρέφος ἀνελομένη καὶ πρὸς ἡλικίαν ἤδη παιδεύεσθαι δυναμένην ἀνενεγκοῦσα παρὰ θύρας ἦγε ποιητικὰς καὶ τῆς ἐκεῖθεν ἐμφορηθέντα σε Μούσης τῷ κορυφαίῳ παρεδίδου τῶν Ἑρμοῦ χορευτῶν πλήθει τε λόγων καὶ τρόπῳ καθεστηκότι τὰ πρῶτα φέροντι τῶν ὁμοτέχνων. ἐδρεψάμην κἀγὼ τῶν τοῦδε λειμώνων, ὅσα χωρεῖν ἠδυνάμην. ἀπὸ τοιούτων οὖν πηγῶν ἀρυσάμενος πολλὴν ναμάτων φορὰν ἤδη πρὸς ἀκρόασιν θείων ὤδινες ἀκουσμάτων καὶ φοιτήσας ἐς διδασκάλου γέμοντος μὲν εἰκότως παιδείας τοιαύτης—ἱερωσύνης γὰρ εἶχεν ἡγεμονίαν—, στέργοντος δέ σε δικαίως ἴσα καὶ παῖδα—μητρὸς γὰρ ἐτύγχανεν ἀδελφός—, εἶχες ἀεί σου σπείροντα τὴν ψυχὴν ῥᾳδίως τε δεχομένην καὶ βεβαίως φυλάττουσαν τοὺς καρποὺς εἰς πλῆθος ἅμα καὶ τάχος.
2.2.9 ἔδει δὲ ἑκατέρας παιδεύσεως, τῆς μὲν εὐγλωττίαν χαριζομένης, τῆς δὲ τὴν ψυχὴν ὠφελούσης, ὅπως ἐπιστήμων τε γένοιο τῶν ἱερῶν συγγραμμάτων καὶ δυνήσῃ τοῖς ἄλλοις εὐμαθέστερον ἑρμηνεύειν. οὔκουν ὤφθη τις ἐν τοῖς παρὰ σοῦ μυηθεῖσιν οὕτω πρὸς εὐσέβειαν δύσερις, ὃς οὐ διχόθεν ἑάλω συνελθούσης μαθήμασιν ἀμάχοις ῥητορείας τοσαύτης. ὅθεν ὑμῖν εἰκότως παραχωρῶ τῶν ἔργων τοῦ μάρτυρος. τί γὰρ ἥδιον ἢ πρὸς ἀκρίβειαν ἄμεινον ἔστιν εἰπεῖν ὧν ἔναγχος ἡμῖν εἰσηγήσω τὸν ἐκείνου βίον διδάσκων; ἤδη τοίνυν τινὲς ἐκ φαύλων ὄντες γονέων ἀδελφούς τε λαχόντες τὴν πατρικὴν νοσοῦντας κακίαν εἶτα πρὸς ἐκείνους δόξαντες εἶναι χρηστοὶ λίαν ἐθαυμάσθησαν ὡς ἐν φαύλοις ἀγαθοὶ νομισθέντες.
2.2.10 οὐ μὴν ἔθος ἐμοὶ τοὺς τοιούτους θαυμάζειν οὐδὲ οἴεσθαι ταύτην εἰλικρινῆ βάσανον ἀρετῆς. τί γὰρ μέγα μουσικὸν ἐν ἀμούσοις δοκεῖν ἢ παρὰ στρατιώταις ἀνάνδροις πολεμικόν; ἡ γὰρ πρὸς τὸ χεῖρον παράθεσις ὀλίγοις ἀρέσκεται πλεονεκτήμασιν. ἀλλ’ εἴ τις ἀγαθοῖς ἀνδράσι κυκλούμενος καὶ τὴν ἅμιλλαν ἔχων πρὸς παππῴαν εὐσέβειαν καὶ πατρὸς ἡμερότητα καὶ σύνεσιν ἀδελφῶν τὰς ἁπάντων ἐχώρησεν ἀρετὰς ἀεὶ τῆς παρούσης ἡλικίας ἀμείνω κεκτημένος τὸν νοῦν, ἐν παισὶ μὲν νέος τὴν φρόνησιν, ἐν δὲ μειρακίοις ἀνήρ, ἐν ἀνδράσι δὲ γέρων, ὁ δὲ τοιοῦτος ἐπαινέτην ἐμὲ προσδεχέσθω.
2.2.12 ζηλωτοὶ μὲν οὖν κἀκεῖνοι γονεῖς, ὅσοι παίδων ἀρρένων καὶ θηλειῶν ἅμα τυχόντες τὴν ἑτέραν γονὴν ἐπαινουμένην ἐκτήσαντο, οὐ μὴν εἰς ἄκρον ἀναβαίνουσι τῆς τύχης ἁπλῆς ἀπολαύοντες εὐπραγίας· οἱ δὲ τοῖς ἑκατέρου γένους κοσμούμενοι τέκνοις οὐδενὸς ἔτι πρὸς εὐδαιμονίαν εἰσὶν ἐνδεεῖς, οἷον τοῖς ὑμετέροις ὑπῆρξε γονεῦσιν εὐτύχημα καλοκἀγαθίας μισθός. τοιγαροῦν ὅσον εἰς τὸ θῆλυ τελεῖ σοι τοῦ γένους, αἱ γυναῖκες ὑμνοῦσιν.
2.2.13 ἔπαινος δὲ γυναικῶν πάσης ἠλλοτρίωται κολακείας, εἴ γε κατὰ τὴν τραγῳδίαν φιλόψογόν ἐστι τὸ φῦλον καί τις ἡδονὴ γυναιξὶ μηδὲν ὑγιὲς ἀλλήλαις λέγειν. τὸ δὲ παρὰ τῶν φιλαιτίων εὐφημίας τυγχάνειν ἐσχάτης τεκμήριον ἀρετῆς. εἰ δὲ χρὴ σύμβολον ποιεῖσθαι θηλειῶν εὐκοσμίας ἀρρένων ἀδελφῶν ἐπιείκειαν, τεκμαίρομαι πᾶσαν αἰδῶ σου ταῖς ἀδελφαῖς ἐπανθεῖν. Τοιαύτην μὲν πόλιν ὁμοῦ μητέρα καὶ τροφὸν εὐτυχήσας, τοσαύτην δὲ φέρων ἐκ γένους φιλοτιμίαν ἀμφότερα μικρὸν ἐνόμισας μέρος εἰς εὔκλειαν ἄνευ πράξεων ἀγαθῶν.
2.2.15 Πόθεν οὖν ἤρξατό σοι τὰ πρὸς τὴν πόλιν τροφεῖα; καὶ τίνες αἱ πρῶται τῶν ἀμοιβῶν; ἤδη μὲν ἔνια τῶν ὑμετέρων ἐν προτέροις ἡμῖν εἴρηται λόγοις, καὶ δὶς δέ τοι καὶ τρὶς καλόν φασιν εἶναι τὸ καλὰ λέγειν. Τεῖχος ἡμῖν πρότερον ἦν οὕτως ὄνομα μόνον· ὁ μὲν γὰρ πλεῖστος περίβολος ἀνέῳκτο τοῖς εἰσιοῦσιν, ὁ δὲ λειπόμενος ἔτι διαβατὸς ἐγεγόνει τῷ χώματι.
2.2.16 ἐντεῦθεν ἡ Φήμη κατεγέλα τῆς πόλεως καὶ πολέμους ἐκήρυττε πολεμίων ἡσυχαζόντων. διανείμας τοίνυν τὴν ἐπιμέλειαν τοῖς ἐν τέλει τῶν οἰκητόρων, ἵνα συντέμω καὶ τῷ λόγῳ τὴν ὑμετέραν ζηλώσω σπουδήν, δευτέραν ἀσφάλειαν τὴν τοῦ χώματος ἐξεῦρες διωρυχήν, ὡς ἀντὶ τείχους ἑτέρου γεγενῆσθαι τὸν λόφον. Βούλεσθε οὖν, ἐπειδὴ τῷ λόγῳ παρὰ τὸ τεῖχος γεγόναμεν, πρὸς τὸ τῶν Ἀποστόλων βαδίσωμεν τέμενος; ἅμα γὰρ ἥδιστον φαντασόμεθα χῶρον καὶ πρόφασιν ἐκεῖθεν ληψόμεθα τὸν ἱερέα κοσμοῦσαν.
2.2.17 πάλαι γὰρ εἱστήκει σαλεῦον οὔπω μὲν πεπτωκός, ἀεὶ δὲ τοῦτο παθεῖν προσδοκώμενον, πολλὴ τοῖς ῥᾳθυμοῦσι κατηγορίας λαβή· ἐν παρόδῳ γὰρ ἱδρυθὲν πολυάνθρωπον ἀγορὰν μιμουμένῃ ἐγκλήματα συνεχῆ περιῆπτεν ἐκείνοις. ἀμφότερα δεινῶς ἐλύπει τὸν ἱερέα, καὶ τὸ περιῶφθαι τοῦ νεὼ τοὺς πρυτάνεις καὶ τό τινας ἐν ὀνείδεσιν εἶναι.
2.2.18 ἀποδοὺς οὖν τῷ τόπῳ τὴν ὀφειλομένην ἐπισκευὴν εὔκλειαν μὲν ἑαυτῷ, ψόγου δὲ λύσιν τοῖς πρότερον ἐχορήγησε συσκιάσας αὐτῶν τὴν ἀμέλειαν· τὸ γὰρ μὴ φαινόμενον λήθην τῶν ἡμαρτημένων εἰσάγει. Μικρὸν ἔτι μοι πόρρω τοῦ ἄστεος τὴν ὑμετέραν δότε διάνοιαν εἰς ἀγρόν τινα τῇ πόλει προσήκοντα, ἔνθα τέμενος ἦν ἔλαττον ἢ λαμπρὰν πανήγυριν δέξασθαι.
2.2.19 τοῖς μὲν οὖν ἐν φαύλῳ θεμένοις τὸν τόπον μετρίαν ἐδίδου συγγνώμην τὸ διεστάναι τῆς πόλεως, καὶ πρὸς τὸν ἐγκαλοῦντα πιθανὸν ὑπῆρχεν εἰπεῖν· ἐν ἀγρῷ τὸ χωρίο ν · οὐ πλησιάζει τῇ πόλε ι · στάδιοι τὸ μέσον πεντήκοντ α . εἶχον ἐκεῖνοι τοιαύτην ἀπολογίαν εὐπρόσωπον.
2.2.20 ἀλλὰ μισεῖς ῥᾳθυμίαν, κἂν ἔχῃ συγγνώμην· ὡς ἔστιν ἐκεῖσε φοιτῶντα μαθεῖν φιλοκάλου πολυτελείας κοσμούσης τὸν τόπον. οὕτως ὀλίγα παραλαβὼν ἱερὰ καὶ ταῦτα πεπονηκότα τῷ χρόνῳ πλείονα τῶν παλαιῶν ἐδωρήσω νέα τῇ πόλει καὶ τῶν ἀρχαίων ἑκάστῳ τοσοῦτον προσέθηκας, ὅσον ἐποίει τὸ πᾶν νομίζεσθαι σόν. Ὥρα λοιπὸν ὑμῖν ἐπανελθεῖν εἰς ἄστυ καὶ τὸν πολυθρύλλητον περισκοπῆσαι νεών.
2.2.21 ἀλλ’ ὅρα μή ποτε λάθῃς ἐνδιατρίψας τῷ χώρῳ πρὸς τὴν αὐτόθι κηλούμενος τέρψιν· οὔτε γὰρ εἰσιέναι σοι ῥᾴδιον ὑπὸ τῆς ἔξωθεν κατεχομένῳ φαιδρότητος καὶ γενόμενος ἔνδον ὀψὲ μνημονεύσεις τῆς ἐκεῖθεν ἐξόδου ὕψους, εὐρυχωρίας, φωτός, χρωμάτων ποικίλων, σχημάτων οἰκοδομίας παντοδαπῶν, τούτων ἁπάντων ὁμοῦ, μᾶλλον δὲ μέρους ἑκάστου κατέχειν ἀρκοῦντος τὸν θεατήν. Δεδοικὼς τοίνυν ὁ λόγος, μὴ τὸ πάρεργον ὡς εἰπεῖν ἴσον ὑπάρξῃ τῷ ἔργῳ, τοῦτον ἀφεὶς τὸν νεὼν πρὸς ἑτέραν σου μεταβήσεται πρᾶξιν.
2.2.23 Ἐπειδὴ γὰρ ἔδοξε βασιλεῖ πολέμῳ σωφρονίσαι τοὺς ἁμαρτάνοντας, ἔδει τὰς ἐκπεμφθείσας δυνάμεις ἐνθένδε ποιεῖσθαι τὴν πάροδον. αἱ δὲ ἦσαν ἀνεκτότεραι μὲν ἢ στρατιῶται οἷάπερ ἐντολαῖς κεχαλινωμέναι βασιλικαῖς, στρατιῶται δὲ ὅμως, οἷς φρόνημα σύνεστι φορτικὸν καὶ γλῶττα προτρέχουσα τῆς διανοίας καὶ δεξιὰ προπηδῶσα τῆς γλώττης. ὀρθῆς οὖν τῆς πόλεως γενομένης τῷ φόβῳ καὶ ταῖς ἐκ γειτόνων ἀγγελίαις ταραττομένης, ἄλλοι γὰρ ἄλλως μηνύοντες τὴν αὐτὴν πάντες ὑπέφαινον ταραχήν, οἱ μὲν εἰσεχέοντο δεῦρο θρασύτεροι γεγονότες ἡμῖν ἐξ ὧν τοὺς ἀστυγείτονας ὕβρισαν· ἀνὴρ γὰρ ἐν ὅπλοις τραφεὶς ἐφ’ οἷς ἐτόλμησε πρῶτον ἐπιστροφῆς μὴ τυχὼν πρὸς ὅλην ἀπερυθριᾷ πονηρίαν· ὁ δὲ χρηστὸς οὑτοσὶ τῆς πόλεως κηδεμὼν καὶ πᾶν ὅ τι λυσιτελὲς ἐπινοῶν τε καὶ πρὸς ἔργον ἐκφέρων, ἀφορίσας τῶν οἰκητόρων αὐτοῖς οὓς ἐπιτηδείως ἑώρα διακειμένους ταῖς διὰ τούτων θεραπείαις, λίαν αὐτοῖς ἐμάλαξε τὸν θυμὸν καὶ χειροήθεις ἐποίησεν.
2.2.25 Ἐκδέχεται τοίνυν ἡμᾶς ὁ νεώς, ἡ πάλαι προσδοκωμένη μοῖρα τοῦ λόγου, μεῖζον ἢ κατ’ ἐμὲ φορτίον. ὃν γὰρ εἰργάσαντο τέχναι πολλαί, λιθουργοὶ καὶ πλακῶν ἐπιστήμονες καὶ οἷς διὰ χρωμάτων ἡ μίμησις, μόνος ὑπογράφειν ὁ λόγος ἐπιχειρεῖ. καίτοι δοκῶ μοι τὰς τέχνας ὥσπερ ἐν ἀγῶνι κοινῷ πρὸς ἔριν ἀλλήλαις ἐλθεῖν, ἥτις ἐπιμελέστερον τὸ προσῆκον ἀποτελέσει, καὶ χωρὶς τούτων οὔτε πάντα θεάσασθαι ῥᾴδιον μεθελκομένης τῆς ὄψεως ἐξ ἑτέρου πρὸς ἕτερον οὔτε λέγειν ὅσα τις εἶδεν· ὥστε διπλῇ τῆς ἀξίας ἀπολειπόμεθα τοῦ μὲν τεμένους νικῶντος τὴν θέαν, τῆς δὲ θέας τὸν λόγον.
2.2.27 οὐ μὴν ἀλλὰ δύο μοι πρὸς εὐφημίαν εἰσὶν ἀφορμαί, μία μὲν τὸ πρὸς τὸν μάρτυρα σέβας—ἅπαντας μὲν γάρ, ὅσοι τὴν ἰδίαν σωτηρίαν ἀνέθηκαν θεῷ, προσήκειν ἡγοῦμαι τιμᾶν, ἐξαίρετον δὲ προσοφείλεται γέρας τῷ πάντων ἡγησαμένῳ καὶ πρώτῳ τὸν ὑπὲρ εὐσεβείας τολμήσαντι βίον, θάνατον γὰρ οὐ θέμις εἰπεῖν—, ἑτέρα δὲ τῶν ὁρωμένων τὸ κάλλος· οὐ γὰρ ἀνέχεται κηλουμένων ὀφθαλμῶν ἡσυχάζειν ἡ γλῶττα καὶ πᾶς ὅπερ θαυμάζει, τοῦτο πρὸς ἄλλους ἐκφέρει καὶ παρακαλεῖ πρὸς τὴν θέαν. Ἕπου τοίνυν ἐμοὶ παρὰ τὴν πρὸς ἕω τοῦ ἄστεος πύλην.
2.2.28 καταβὰς γὰρ ἐντεῦθε καὶ πρὸς εὐώνυμον παρακλίνας οὐκέτι πρὸς τὴν ὁδὸν ἡγεμόνος δεήσῃ τοῦ νεὼ περιφανῶς ὁρωμένου καὶ πρὸς αὑτὸν ἀρκοῦντος ἰθύνειν. τὸ μὲν οὖν πάρεργον σκηναὶ παρὰ πᾶσαν τὴν ὁδὸν ψυχαγωγίαν τινὰ προξενοῦσαι, ἐν προθύροις δὲ γεγονὼς καὶ πλῆθος βαθμῶν ὑπερβάς—οὕτως ἐν ὕψει τὸ τέμενος ἵδρυται—θερινὸν ὁρᾷς ἐνδιαίτημα τὴν ἀπὸ τοῦ καιροῦ θέρμην ἡδίστῳ πραῧνόν σοι πνεύματι.
2.2.30 λεπταὶ γὰρ διαψύχουσιν αὖραι ὠχυρωμένον μὲν ἀσφαλείᾳ φρουρίου δυοῖν ἀμέλει πύργων περιεστώτων τὴν εἴσοδον, κεκοσμημένον δὲ προτεμενίσματος κάλλει τέτρασί τε στοαῖ ἁβρυνόμενον καὶ τῶν πλευρῶν οὐδεμίαν πρὸς τὴν ἐφεξῆς ἄνισον ἔχον. δηλοῦσι δὲ τὴν τετράγωνον ἐργασίαν οἱ κίονες ἴσοι τὸν ἀριθμόν, ἴσοι τὴν διάστασιν ὄντες, ἐκ μιᾶς μὲν ὁρμώμενοι πόλεως, ἐκ μιᾶς δὲ μορφῆς διαλάμποντες λευκότεροι χιόνος κατὰ τὴν ποίησιν.
2.2.31 ὧν οἱ πρὸς ἀρχομένην ἀκτῖνα τοσοῦτον ὕψος νικῶσι τοὺς ἄλλους, ὅσον ὑπὲρ ἐδάφους ἐκεῖνοι μετεωρίζονται· τοὺς γὰρ τῷ νεῷ πλησιάζοντας ἐχρῆν ἴσως ἔχειν τι πλέον. νῦν μὲν οὖν εἰς εὐπρέπειαν τὸ χρῆμα συμβάλλεται τῶν στοῶν, κατὰ δὲ τὴν ἑτέραν τοῦ μάρτυρος ἑορτήν, ἄγεται γὰρ ὥρᾳ χειμῶνος, καὶ πρὸς τὸ παραπέμπειν ἀβρόχους τοὺς εἰσιόντας ὑετοῦ τυχὸν ἐπινίφοντος.
2.2.33 μία δὲ τούτων ἡ τοῦ τεμένους προβεβλημένη δίδωσιν εἴσοδον, ἐν δεξιᾷ μὲν εἰς οἶκον ὑπηρέταις ἱερουργίας, ἐξ εὐωνύμου δὲ πρὸς χῶρον εἰς πρόσρησιν ἀνειμένον τῷ τὴν ἱερωσύνην λαχόντι, καθ’ Ὅμηρον ἔνθα λιγὺ πνείοντες ἀῆτα ι , βορέης καὶ ζέφυρος ἄμπελοί τε καὶ διαφανὲς ὕδωρ καὶ φυτὰ παντοῖα καὶ χρηστὸς ἱερεὺς Νέστορος καθ’ Ὅμηρον γλυκίω ῥέων αὐδή ν , ἀδόλῳ δεχόμενος γνώμῃ καὶ μειδιῶντι προσώπῳ τοὺς εἰσιόντας. ταῦτά σοι τῆς στοᾶς χορηγούσης ἐξ ἑκατέρας χειρὸς ὁ πρὸς ἥλιον ἀνίσχοντα τοῖχος δίδωσι βλέπειν, ὅσα μὲν θάλαττα φέρειν, ὅσα δὲ γῆ πέφυκε συντελεῖν, καὶ σχεδὸν μὲν 〈οὐδὲν〉 ὃ ζητήσαντί σοι μὴ πρόσκειται, πολλὰ δέ σοι μὴ κατὰ νοῦν ἐπιόντα θεάσῃ.
2.2.34 ὢ τέχνης πολλὴν πρὸς τὴν φύσιν παρρησίαν ἐχούσης, ὢ λαμπρότητος ἔργων ἡδονῇ κεκραμένης· ἔδει γὰρ τέμενος οὕτω πολύχρυσον ἔχειν ἐγκαλλώπισμα πλούτου. Ἀπὸ ταύτης δὴ τῆς στοᾶς ἀρξάμενος ὁ νεὼς μακρὸς ἐρρύη πρὸς ἕω εὐρυνόμενος μὲν ὅσον ἀπῄτει τὸ μῆκος, ἐκταθεὶς δὲ τοσοῦτον ὅσον ἐζήτει τὸ πλάτος, ἀμφοτέροις δὲ σύμμετρος εἰς ὀροφὴν ἀναβαίνων.
2.2.35 τοῦτο πρῶτον καὶ μέγιστον κάλλος ἡ συμφωνία τῶν ἔργων· τὰ δὲ τούτοις ἀκόλουθα, πᾶσα περιφανῶν μαρμάρων πατρὶς ἐνταῦθα δωροφορεῖ. κοινὸν δὲ κέρδος αἱ πλάκες καὶ τῷ τεμένει πρὸς ἐργασίαν εὐσχήμονα καὶ ταῖς πόλεσιν εἰς ἀφορμὴν εὐδοξίας· ὁ γὰρ ἰδὼν καὶ θαυμάσας εὐθὺς ἐπαινεῖ τὴν πέμψασαν πόλιν.
2.2.36 τῶν δὲ κιόνων οἱ κράτιστοι τέτταρες, οὓς ἔβαψεν ἡ φύσις χρώμασιν ἐσθῆτος βασιλικῆς, διορίζουσιν ὅσον οὐ βάσιμον τοῖς εἰς ἱερὸν μὴ τελοῦσι χορόν. ἀλλὰ γὰρ ἡ πρὸς ἕω πλευρά, τὸ ποικίλον αὐτῆς φιλοτέχνημα, καὶ θᾶττον εἰσήγαγέ με τοῦ δέοντος μὴ συγχωρῆσαν ἐνδιατρῖψαι τοῖς ἔξω καὶ πρὶν διὰ τῶν ἄλλων ἐλθεῖν πρὸς ἑαυτὸ δικαίως ἔφθακεν 〈ἑλκύσαν〉.
2.2.37 ἐξ αὐτοῦ γὰρ ἐδάφους διάφορος ὡραΐζει κοιλότης τὸν τοῖχον τοῦ μὲν ὑποκειμένου μέρους ὁμοίως εὐρυνομένου μέχρι τῆς ἐπὶ τῶν ἄκρων ἐφεστηκυίας ἁψίδος, τοῦ δὲ λοιποῦ κατ’ ὀλίγον συστελλομένου τῷ πλάτει πρὸς τὴν τῆς ἁψίδος ἀναλογίαν. ἔστι 〈δ’〉 ἀμφοτέρωθεν ὁσίων ἀνδρῶν συνωρίς, ἑκάτερος τὰ συνήθη σύμβολα φέρων, ὁ μὲν τὸ τέμενος ἔχων ἐν δεξιᾷ τοῖς θεωμένοις, παρὰ δὲ τὴν λαιὰν τὸν Πρόδρομον ὄψει.
2.2.39 τοῦ κάτω δὲ μέρους παντοδαποῖς μαρμάροις ἀστράπτοντος λίθος τις ἐν τούτοις τῇ φύσει μὲν εἷς, τῇ δὲ τέχνῃ πολλοὶ γεγονὼς εὐρεῖαν ὁμοῦ καὶ πρὸς τὸ πλάτος εὐμήκη θυρίδα κειμένην ἐν μέσῳ μόνος ὅλην περιλαβὼν καὶ πλάκας τὰς ἀμφοτέρωθεν αὐτῆς τῶν περάτων πληρώσας καὶ δύο κοσμήσας τοὺς παρ’ ἑκάτερα τοίχους οὐ πρότερον ἔληξεν, ἕως διχόθεν ἀνέβη καὶ τὴν ἐπικειμένην τῇ θυρίδι κατείληφε ζώνην οὐδὲ ταύτην ἑτέρας οὖσαν πλακός. ζῶναι γὰρ οὕτω μαρμάρων καλύπτουσιν εὐαρμόστως τὸν τοῖχον οὕτω μὲν ἔχουσαι τῆς ἁρμονίας ὡς ἔργον νομίζεσθαι φύσεως, οὕτω δὲ πεποικιλμέναι χρόαις ἐμφύτοις ὡς μηδὲν ἀπᾴδειν χειροποιήτου γραφῆς· ὥστε καὶ ζωγράφων παῖδες, οἷς ἐπιμελὲς τὰ κάλλιστα τῶν ὄντων ἐκλεξαμένοις εἰκάζειν, εἴ που δέοιντο κιόνων εἰς μίμησιν ἢ πλακῶν ἀγλαΐας—εἶδον γὰρ ἐν γραφῇ τοιαῦτα πολλά—, καλῶν εὐπορήσουσιν ἐντεῦθε παραδειγμάτων.
2.2.41 Μιᾷ ζώνῃ, τὴν ὑπερτάτην φημί, καινὸν ἐπίκειται σχῆμα. κῶνον ἡμίσεα τοῦτο καλούσης γεωμετρίας ἀκήκοα λαβούσης ἐντεῦθε τῆς προσηγορίας τὴν ἀφορμήν. τεθέαταί τις τυχὸν ἐν ὑμῖν τὸ δένδρον τὴν πίτυν, ἥτις εἰ μὲν κόρη τὸ πρότερον ἦν—εἰσὶ γὰρ οἳ τοῦτο μυθολογοῦσιν, ὁ δὲ Βορέας αὐτὴν ἐρωτικῇ ζηλοτυπίᾳ διέφθειρε καὶ δεινῶς ἐλεοῦσα τὸ πάθος ἡ Γῆ φυτὸν ἀνῆκεν ὁμώνυμον τῇ παρθένῳ· τοῦτο μὲν οὔτε πείθομαι λέγουσιν οὔτε πρόκειται λέγειν, ἀλλ’ ὅτι φέρει καρπὸν ὃς ὀνομάζεται κῶνος.
2.2.42 αὕτη τῷ σχήματι τῆς προσηγορίας ἡ πρόφασις. τοσοῦτον ἔχω σοι μέρος δι’ εἰκόνος εἰπεῖν. εἰ δὲ τὸ πᾶν ἀκούειν ποθεῖς, ὧδέ πως ἔχει· ἀνὴρ ξύλων δημιουργὸς κύκλους ἐξ ἧς αὐτῷ δέδωκεν ὕλης ἡ τέχνη πέντε τὸν ἀριθμὸν ἕκαστον ἴσα δύο τεμὼν καὶ τῶν τμημάτων ἐννέα συνάψας ἐκ μὲν τῶν ἄκρων ἀλλήλοις, ἐκ δὲ τῶν μέσων τῇ ζώνῃ ἣν ἀρτίως ὑπερτάτην προσεῖπον ἰσάριθμα τούτοις ἐπέστησε ξύλα κοιλάνας κάτωθε μὲν ἐξ εὐρέος ἀρξάμενα, κατὰ βραχὺ δὲ μειούμενα πρὸς ἄκρον ὀξὺ κυρτούμενά τε τοσοῦτον ὅσον τῇ κοιλότητι συναρμόσαι τοῦ τοίχου καὶ τὰς ἁπάντων κορυφὰς εἰς μίαν συναγαγὼν ἠρέμα τε κάμψας ἥδιστον ἀπέδειξε θέαμα.
2.2.44 ἀλλὰ γὰρ πέντε μὲν κύκλους δίχα τεμών, ἐννέα δὲ μόνον τμημάτων ὑπογράψας τὴν ἐργασίαν ἐπιζητοῦντας ὑμᾶς εἰκότως αἰσθάνομαι τὸ λεῖπον μέρος τοῦ κύκλου. αὐτοῦ τοίνυν τοῦ μέρους ἐξίσης διῃρημένου καὶ τοῦ μὲν ἔνθεν, τοῦ δὲ ἔνθεν τῶν ἐννέα κειμένου ἁψὶς ἀμφοτέροις ἐκ τῆς αὐτῆς ὕλης ἐπίκειται τὰ πρόσω κοιλαινομένη συνεισφέρουσα κάλλους προσθήκην εἰκόνος αὐτῇ γεγραμμένης ἐν μέσῳ τοῦ προστάτου τῶν ὅλων.
2.2.45 χρυσὸς δὲ καὶ χρώματα τὸ πᾶν ἔργον φαιδρύνει τοῦτο. καὶ ταῦτα μὲν οὕτω πως μεμηχάνηται· ἐπεὶ δὲ καὶ τῶν στοῶν ἑκατέραν ἔδει μέν τινος μετασχεῖν εὐπρεπείας κατὰ τὴν πρὸς ἕω πλευράν, ἔδει δὲ μὴ τοσαύτης ὅσης τὸ μέσον, ἄνευ τῆς ἐκ τῶν κώνων εἰρημένης μοι ποικιλίας τοῖς λοιποῖς ὡραΐζονται σχήμασιν.
2.2.47 Τοῦ δὲ μὴ τοῖς ἀνδράσι γυναικῶν ὅμιλον ἀναμίγνυσθαι, καίτοι τῆς κάτω θέσεως πλῆθος χωρούσης ἑκάτερον οὐδενὸς πιέζοντος, διπλῆν εἰργάσω γυναικωνῖτιν ἐξ ἴσου μὲν ταῖς κάτω μηκυνομένην στοαῖς, ἐξ ἴσου δὲ ταύταις εὐρυνομένην, μόνῳ δὲ λειπομένην τῷ ὕψει, ὅσον αὐτῆς οἱ τὴν στέγην ἀνέχοντες κίονες τῶν ὑποκειμένων ἡττῶνται. Τοῦ νεὼ δὲ τὸ στέγος, φέρε, συλλογισώμεθα πόσον ὑπεραίρει τῆς γῆς.
2.2.48 κίονες ὑψηλοί, σύνδεσμος αὐτοῖς ἐπιζευγνύων τὰς κορυφάς, τοῖχος ἐπὶ τούτῳ μαρμάροις ἠμφιεσμένος, κίονες ἕτεροι, λίθων ἑτέρα προσθήκη θηρίων πεποικιλμένη μορφαῖς, θυρίδες ἐν ἁψίδων γενόμεναι σχήματι, ταῦτα πάντα τὸ ὕψος ἐστίν. εἰ δὲ περίεργος θεατὴς πάντα διερευνήσεται μαρμάρων ἢ χρυσοῦ γυμνόν τι ζητῶν, οὐδὲν ἐνταῦθα τοιοῦτον εὑρήσει.
2.2.49 εἴ τινες οὖν ἀπορίᾳ χρυσοῦ καὶ πλακῶν ἐπὶ λίθους καὶ λίθων συνθήκην καταφεύγουσι, τούτοις ἔστιν ἀπὸ τῆς ἔξωθεν ὄψεως ταῦτα περιεργάζεσθαι. Μικροῦ με παρῆλθεν ὁ Νεῖλος, αὐτὸς μὲν ὁ ποταμὸς οὐδαμοῦ γεγραμμένος, ὃν τρόπον ζωγράφοι γράφουσι ποταμούς, ῥεύμασι δὲ καὶ συμβόλοις τοῖς οἰκείοις ὑποφαινόμενος λειμῶσί τε παρὰ τὰς ὄχθας αὐτοῦ.
2.2.50 καὶ γένη παντοίων ὀρνέων ὅσα τοῖς ἐκείνου πολλάκις λουόμενα ῥεύμασιν τοῖς λειμῶσιν ἐνδιαιτᾶται. Ταύτην ἐπὶ τῶν τοίχων τὴν εὐφροσύνην αἱ στοαί σοι διδόασιν οὐδὲ πρὸς αὔραν ἔχουσαι φαύλως δυοῖν διχόθεν 〈ἀνέμων〉 ὕπαιθρον αὐτάς τε καταπνεόντων καὶ διὰ τούτων τὸ μέσον πολλῶν καὶ μεγάλων καὶ πανταχοῦ πεποιημένων εἰσόδων φωτός.
2.2.52 Τοσαύτης οὖν φιλοτιμίας ἐνταῦθα κεκενωμένης συνελθέτωσαν ἄνδρες πολλῶν ἱστορήσαντες πόλεων ἱερά, ἄλλος ἄλλο τι δοκιμάζειν ἔργον εἰδώς, καὶ πρὸς τοὺς πανταχοῦ βεβοημένους νεὼς κρινέσθω καθάπερ ἐν δικαστηρίῳ τὸ τέμενος ἐκ τοιούτων συνεστηκότι κριτῶν. οἷον ὁ μὲν γραφῆς ἔστω φιλοθεάμων, οὐ τῆς ἐν χρώμασι μόνον, ἀλλὰ καὶ τῆς ἐν ψηφίδι μιμουμένης ἐκείνην· ὁ δὲ μαρμάρων δοκιμαστής, ὧν τὰ μὲν ἐξ ὧν μεταλλεύεται προσαγορεύουσι τόπων, τοῖς δὲ τὰ χρώματα δίδωσιν ὀνόματα.
2.2.53 ἄλλῳ κιόνων μελέτω τὰς κεφαλίδας 〈σκοπεῖν〉. χρυσῶν ἕτερος μέτρα πολυπραγμονείτω σαφῶς, εἴ πού τι γέγονεν ἐνδεὲς ἢ περιττόν· ἑκάτερον γὰρ ἀμετρία. ἄλλος κατανοείτω τὸν ὄροφον ἀκριβῶς, ἂν ἄρα μὴ πρὸς τὸ ὕψος ἀπείπῃ· ξύλα γὰρ ἐνταῦθα πολυτελῆ καλαθίσκοις κεκαλυμμένα τοῦ τε πρὸς ἰσχὺν ἅμα καὶ πρὸς κάλλος εὖ ἔχειν. συνιόντων οὖν τῶν δικαστῶν καὶ τοῦτο κρίνειν ἑκάστου λαχόντος ὅπερ ἂν ἄμεινον τῶν ἄλλων τύχοι γινώσκων, πάσαις ἡμῖν ὁ νεὼς νικήσει ταῖς ψήφοις.
2.2.55 εἰ δὲ τοῖς οὕτω ψηφισαμένοις ἐγκαλέσει τις λέγων· ἄνδρες δικασταὶ τῶν ἀνακτόρω ν , τοῦτο μὲν καὶ πρὸ τῆς ὑμετέρας κρίσεως δῆλο ν , ἀλλὰ δευτέραν ἐνέγκατε ψῆφον ἐμφαίνουσαν ὑ φ ’ ὅτου μᾶλλον ὁ νεὼς τῶν οἰκείων κοσμεῖτα ι , ἄπορον εἶναι φήσουσι τοῦτο 〈τὸ〉 τέχνημα· τῶν γὰρ ἰσορρόπων οὐ ῥᾴδιον ὅτῳ ψηφίσεταί τις τὴν νικῶσαν εὑρεῖν. εἰ τοίνυν τις καθ’ ἑαυτὸν ἐν ὁδῷ πορευόμενος ἢ καὶ ἄλλως πολλὴν ἄγων σχολὴν δημιουργίας ναῶν ἐραστὴς θησαυρὸν εὑρὼν τῇ φαντασίᾳ, οἷα φιλοῦσιν ἄνθρωποι πολλάκις ὑφ’ ἑαυτῶν εὐτυχεῖν, τέμενος ἑαυτῷ διατυπώσει τῷ λογισμῷ μέγα τε καὶ λαμπρὸν καὶ μηδὲ τῷ Μώμῳ, φασί, παρέχον λαβήν, οὐκ ἂν πλάσειεν ἄμεινον τοῦ διὰ σοῦ γεγονότος· οὕτως οὐδὲ ἃ πλάττειν τῇ διανοίᾳ δίδως τινὶ κρειττόνων, αὐτὸς ἔργῳ ποιεῖς.
2.2.57 ἀεὶ μὲν οὖν εἰώθασιν οἱ πρεσβύται πρὸς τοὺς νέους ἐρίζειν καὶ τὸ κρεῖττον ἀποδιδόναι τοῖς ὅτε ἤκμαζον αὐτοὶ γενομένοις καὶ σχετλιάζειν ἐπὶ τοῖς παροῦσι καιροῖς, ἐξ οἵων οἷα τὰ πράγματα γέγονε· νῦν δὲ πρῶτόν φασι νενικῆσθαι. καὶ λέγουσιν οἱ μὲν νῦν ἐν γήρᾳ μηδὲν ἑωρακέναι τοιοῦτον, οἱ δὲ νέοι μὴ προσδοκᾶν ὄψεσθαι παραπλήσιον, ἕως ἂν ἕτερόν τι γίνηται διὰ σοῦ. καὶ ταύτην οὐ μόνοι πολῖται τὴν δόξαν τυγχάνουσιν ἔχοντες, ἀλλὰ καὶ ὅσους ἡμῖν ἐξ ἑτέρων ἤγαγε πόλεων ἡ πανήγυρις.
2.2.58 ἐφοίτων μέν, ὡς εἰκός, πεπεισμένοι μηδὲν τῶν παρ’ αὑτοῖς ἱερῶν λαμπρότερον ὄψεσθαι τῆς ὑπὲρ τῶν οἰκείων εὐνοίας οὕτως ἐπιτρεπούσης φρονεῖν· τῇ δὲ τοῦ κρείττονος ἐκβιασθέντες ὑπερβολῇ τέως μὲν ἕκαστος πρὸς αὑτόν, εἶτα πάντες πρὸς ἀλλήλους, ἔπειτα πρὸς ἡμᾶς ὁμολογοῦσι τὴν ἧτταν. Εἴργασται τὸ τέμενος καὶ ἡμῖν, οὐ λίθοις δήπου καὶ ξύλοις, ἀλλ’ οἷσπερ ἴσμεν ἐργάζεσθαι.
2.2.59 εἶεν. τί λοιπὸν ἀπαιτεῖτε τὸν λόγον; καὶ ποῖον ὑμῖν ἕτερον χρέος ὀφείλει; ἢ δῆλον τὴν ἀγοράν; ἔχει γὰρ οὕτως ὡς ἀδικεῖσθαι σιωπωμένη. τά τε γὰρ ὤνια Σικελική τίς ἐστιν ὀψοποιία καὶ τοὺς θεωμένους ἐπισπᾶται ῥᾳδίως.
2.2.60 οὔκουν ἀκούσῃ τῶν ἀγοραίων τὰς συνήθεις ἀφιέντων φωνάς, οἷα βοῶντες ἀεὶ διαρρήγνυνται προσκαλούμενοι τοὺς παριόντας εἰς πρᾶσιν· δεινὴ γὰρ ἡ θέα τῶν ὄψων, κἂν οἱ πρατῆρες σιγῶσι, καὶ πένητα καὶ φιλοχρήματον ἐρεθίσαι. τῇ δὲ τῶν ὠνίων περιουσίᾳ τε καὶ τρυφῇ συμβαίνουσιν αἱ σκηναὶ δάφνης τε κλάδοις καὶ ποικίλοις ὑφάσμασι, ἀργύρῳ τε καὶ χρυσῷ, λίαν ἐπιμελῶς ἠσκημέναι· ὥστε πρὸς ἐμαυτὸν πολλάκις ἐλογισάμην· ἆρα μὴ τοσοῦτον ἐν πανηγύρει χρυσὸν ἡ Ῥόδος ποτὲ προθεμένη Πίνδαρον ἔπεισε μυθολογῆσαι Ῥοδίοις χρυσοῦν ὑετό ν ; ἄργυρος δὲ πανταχοῦ καθάπερ τῆς χώρας ἡμῖν Ἀττικῶν εὐπορούσης μετάλλων.
2.2.62 μέρος γὰρ ἅπαν τὸ πρῶτον φανὲν ὑπόνοιαν δίδωσι τοῦ μὴ τὴν ἄλλην ἀγορὰν ἄργυρον ἔχειν, οὐ μὴν ὅτι πολλοῖς ἠμελημένος ἀπέρριπται, ἀλλὰ μᾶλλον τοῦ πλήθους τὸ τῆς συνθήκης θαυμάσει τις εὐπρεπές, ὡς εὐφραίνεσθαί τε καὶ καταπλήττεσθαι τοὺς ὁρῶντας ψυχαγωγούσης μὲν τῆς εὐπρεπείας, ἐκπληττούσης δὲ τῆς ἀφθονίας. ἀλλὰ καὶ λεπτοῖς καὶ ποικίλοις παραπετάσμασιν ἄλλους ἄλλως ἠρέψαντο τόπους. Πολλὴ μὲν οὖν ἐν ὑαλίνοις ἀγγείοις ἡ φλὸξ πανταχοῦ περιλάμπουσά τε τὴν νύκτα καὶ παρέχουσα ταύτῃ πρὸς τὴν ἡμέραν ἐρίζειν.
2.2.63 τοιγαροῦν εἰ κωμῳδίαν ἐπηγγελλόμην, εἰσῆγον ἂν ἐν εἴδει γυναικὸς ἑκατέραν, ὥσπερ τὴν Νύκτα τῶν κωμικῶν τις, καὶ βασκαίνουσαν τῇ Νυκτὶ τὴν Ἡμέραν ἐποίουν πυρὸς ἀπολαυούσῃ τοσούτου καὶ δυναμένῃ πρὸς αὐτὴν ἐκ φωτὸς ἁμιλλᾶσθαι. ἀλλὰ φλόγα μὲν ἄνευ γραμμάτων καὶ παρ’ ἑτέροις τυχὸν ὄψεταί τις —πολλὴν εἶδον ἐγὼ παρὰ τὸν Νεῖλον γενόμενος ἐν πανηγύρει τινί, ἣν ἐκ τοῦ ποταμοῦ καλοῦσιν οἱ ἐπιχώριοι—, ἐξεύρηται δέ τι καινότερον παρ’ ἡμῖν.
2.2.64 σκεύη πυρὸς χορηγεῖ φῶς ἅμα καὶ γράμματα, ὥστε δύντος ἡλίου καὶ σκότους ἤδη τυγχάνοντος οὐ δεῖται φωτὸς ἑτέρου πρὸς τὴν οἰκείαν ἀνάγνωσιν. τί οὖν λέγει τὰ γράμματα; εἰς πολιά ν , φησίν, ἀφίκοιτο βασιλεύ ς · μακρὸν τῇ κρατούσῃ γένοιτο γῆρα ς · τῶν αὐτῶν εἴη τὸν ἱερέα τυχεῖ ν .
2.2.65 οὕτω πολλὰς εὐφημίας πυρὸς ἀγγείοις ἐγράψαμεν. ταῦτα γυναῖκας οἰκουρεῖν εἰθισμένας προιέναι παρασκευάζει καὶ τὰς παρὰ τῶν ἀνδρῶν οὐ δεδοίκασι μέμψεις οὐδὲ τὸν Ἕκτορος πρὸς Ἀνδρομάχην ὀνειδισμόν.
2.2.66 τίς γὰρ νῦν οὕτω σύννους ἀνὴρ καὶ σκαιός, ὡς ἐπιτάξαι τῇ γυναικὶ πρὸς οἶκον ἰοῦσαν τὰ αὑτῆς μετιέναι; ταῦτα ποιεῖ καὶ δεσπότην οἰκέτῃ μὴ χαλεπαίνειν, εἰ πρὸς τὴν ἀγορὰν ἀσμένως ὑπορεμβόμενος ῥᾳθύμως διακονήσει, κἂν ἡ χρεία σπουδαία τις οὖσα τυγχάνῃ.
2.2.68 πέμπεται μέν, οἶμαι, θεράπων ἕτερος τὸν πρῶτον ἐπιζητήσων, βραχὺ δὲ τούτου φροντίσας ἑαυτὸν μᾶλλον εὐφραίνει· κἂν ὁ δεσπότης αὐτὸς ὕστερον θυμωθεὶς ἐπὶ ζήτησιν ἐκδράμῃ τῶν οἰκετῶν, ἀποτίθεται τὴν ὀργὴν θελγόμενος τοῖς ὁρωμένοις καὶ νέμει συγγνώμην εἰκότως οἷς ὅμοια πάσχει. ταῦτα καὶ κόρην τοῦ συνήθους ἐξάγει θαλάμου.
2.2.69 ἡ δὲ πρόεισι κεκαλυμμένη μὲν οἴκοθεν, εἶτα κατὰ μικρὸν αὐτῆς ἡ πανήγυρις ἀποκαλύπτει τὸ πρόσωπον, καὶ τῆς συντρόφου καὶ φίλης αἰδοῦς εἰκότως ἐπιλανθάνεται· οὐ γὰρ ὑφορᾶται τῶν ἀστειοτέρων τὰ σκώμματα πάντων ἀσχολουμένων τοῖς ὁρωμένοις. πολίτης γὰρ ξένον παραλαβὼν ὅ τι θέας ἄξιον ὑποδείκνυσι. πόσοις μὲν γίνεται φιλίας προοίμιον ὁ καιρός, πόσοις δὲ παλαιὰν ἑταιρείαν βεβαιοτέραν συνίστησιν.
2.2.70 αἱ δὲ πρὶν ἀνὰ τὴν Ἑλλάδα θρυλλούμεναι τέτταρες ἑορταὶ φιλονείκους ἀγῶνας ἀεὶ προβαλλόμεναι καὶ μερίζουσαι τοῖς ἁμιλλωμένοις τὰ θέατρα καὶ τὰς ψυχὰς ἐκριπίζουσαι πρὸς θυμὸν ἔχθρας ἀδιαλλάκτους ἐκίνουν· ἀλλ’ ἡμῖν ἐκποδὼν δυσέριδες ἆθλοι καὶ δημώδεις φωναὶ καὶ χορεία τις ἀπειρόκαλος καὶ πρέπουσα ταῖς Διονύσου σκηναῖς· ἀρκεῖ γὰρ εἰ εὐφροσύνην τὸ τέμενος καὶ τῆς ἀγορᾶς ἡ φαιδρότης καὶ τρίτον ὁ καιρός, ἡ φιλτάτη πᾶσιν ὀπώρα. εἰ δὲ τὸ θερμότατον μέρος τοῦ ἔτους ἡ παροῦσα καθέστηκεν ὥρα, καὶ τοῦτο μέγα τῷ τεμένει πρὸς ἔπαινον, εἴπερ ἐν θέρους ἀκμῇ προσηνῆ καὶ ἄλυπον ἀφίησιν αὔραν.
2.2.72 ἐγὼ μὲν οὐδὲ τὸν ὕπνον ἄμοιρον ἡδονῆς τὰ νῦν οἶμαι συμβαίνειν. εἰ γὰρ ἐξ ὧν μεθ’ ἡμέραν ὁρῶμεν ἢ λεγομένων ἀκούομεν αἱ τῶν ὀνειράτων ὄψεις ὡς τὰ πολλὰ βούλονται φύεσθαι, τί κωλύει τερπνῶν ἀπολαύειν ἡμᾶς ἐνυπνίων καὶ τῶν ὀμμάτων ἡμῖν εὐωχουμένων ἡδίστοις θεάμασι καὶ τῆς ἀκοῆς ἑστιωμένης λόγων καλῶν, οἵοις εἰκὸς ἐν ὁσίαις πανηγύρεσιν ὁμιλεῖν; οὕτω πανταχόθεν κούφη καὶ μετέωρος ἡ πόλις γεγένηται καὶ πᾶν ἔτος ἡμῖν πλῆρες ὡς εἰπεῖν πανηγύρεων· τῇ γὰρ τῶν ἀνακτόρων προσθήκῃ συναυξανομένων τῶν ἑορτῶν καὶ βραχείας ἀεὶ μεταξὺ διαστάσεως οὔσης τῆς ἄρτι πεπαυμένης ἡ μνήμη καὶ τῆς αὐτίκα γενησομένης ἐλπὶς ἄμφω τὸν ἐν μέσῳ καιρὸν εἰς ἑαυτὰς δαπανῶσαι πανηγύρεως ἡδονῇ τοῦτον ἐξομοιοῦσιν, ὥστε μὴ ταὐτὰ πάσχειν τοῖς ἄλλοις, οἳ πρὸς τὸ τοῦ χρόνου δυσχεραίνοντες μῆκος τὰς μεταξὺ πολλάκις ἀριθμοῦσιν ἡμέρας καὶ μακροτέραν ἑκάστην ἢ πέφυκεν ἐκ τῆς ἀθυμίας ἡγοῦνται.
2.2.74 Οὐ μὴν τῶν ἑορτῶν ἡ πυκνότης τοῖς ἔργοις λυμαίνεται πόνων ἀτέλειαν ἔχουσα, ἀλλὰ μᾶλλον τὰς τέχνας αὗται κοσμοῦσι προθυμοτέρους ποιοῦσαι τοὺς μετιόντας, ὥσπερ τοὺς μακρὰν πορευομένους ὁδὸν αἱ μεταξὺ καταλύσεις δένδρων, ἂν οὕτω τύχῃ, σκιὰν πῦρ τε μέτριον καὶ πηγὴν ἀψοφητὶ ῥέουσαν ἔχουσαι. οἵ τε γὰρ πόνοι ταῖς ἑορταῖς κουφότεροι γίνονται καὶ τοῖς πόνοις αὗται μᾶλλον ἡδίους. τοσαύτης τοίνυν πολιτευομένης ἐν ἡμῖν θυμηδίας ἐπανέρχονται μικρὸν ὕστερον ὅσους ἡμῖν αἱ πόλεις ἀπέστειλαν, ἀχθόμενοι μὲν οἷον ἐκ πανηγύρεως, οἶδε γὰρ ἐκπέμπουσα δάκνειν ὅσον εὐφραίνει καλοῦσα, ἐπανέρχονται δ’ οὖν τοῖς περὶ τοῦ νεὼ διηγήμασι τὸν χρόνον τῆς ὁδοῦ δαπανῶντες.
2.2.75 καὶ πεύσονται τῶν ἀνιόντων οἱ μείναντες ἐν οἴκοις· πῶς τί τὰ τῶν Γαζαίω ν ; ὑμῖν οἷον τὸ τέμενος, οἷα τὰ τῆς ἑορτῆς; διηγήσονται δὴ τοῖς ἐρωτῶσι πλείονα μὲν ὧν ἰδεῖν προσεδόκησαν, ἐλάττω δὲ ὅμως ὧν ἐθεάσαντο, πάντα καταλέγειν ἀδυνατοῦντες, καίτοι πάντες ὅσοι πρὸς ἑορτὰς ἐκδημοῦσιν ἀεί τι σπεύδουσι πλέον ὧν εἶδον ἀγγέλλειν καὶ τὴν αὑτῶν ἅμα κοσμοῦντες ἀποδημίαν καὶ ταύτῃ βουλόμενοι τοὺς ἀκούοντας ὑποκνίζειν. Ὑπόλοιπόν ἐστί μοι πρὸς τοὺς πάλαι τεμένη δημιουργήσαντας τὸν ἱερέα παραβαλεῖν.
2.2.76 πολὺ μὲν γὰρ ὑπάρχον τὸ μέσον ἀνάρμοστον γίνεται πρὸς παράθεσιν, τί δ’ ἄν τις δράσειε νομοθετούσης οὕτω τῆς τέχνης; Ἀλυάττης μὲν οὖν ὁ Λυδός, ὁ Κροίσου πατήρ, τὸν ἐν Μιλήτῳ τῆς Ἀθηνᾶς ἐμπρήσας νεών, ἐπειδὴ μετὰ ταῦτα νόσῳ περιπεσὼν αἴτιον ἔγνω τῆς νόσου τὸ γεγονός, δύο τὴν ὑβρισμένην ἐτίμα ναοῖς, τῷ μὲν τὸ πλημμέλημα λύων, τῷ δὲ θεραπεύων τὸ νόσημα, ὥστε μηδέτερον εἰς φιλοτιμίαν αὐτῷ γεγενῆσθαι.
2.2.77 αἱ διὰ σοῦ δὲ κατασκευαὶ γνώμης εἰσὶν εὐσεβοῦς καὶ τιμὴ τῶν ὁσίων, οὐκ ἀτιμίας ἀπολογία. αὐτὸς τοίνυν ὁ Κροῖσος ἀναθημάτων περιουσίᾳ πένητας ἔδειξε τοὺς πρότερον ἐπὶ τούτοις ἀγαλλομένους, ἀλλὰ τὴν τοῦ φύσαντος ἐζήλου προαίρεσιν οὐ δῶρα διδούς, ἀλλὰ πολέμου νίκην ὠνούμενος ὥσπερ ἐκεῖνος ἴασιν νόσου.
2.2.78 οὕτω καὶ Κροῖσον ἡμῖν ὑπεραίρεις ὅσον τὸν Κροίσου πατέρα. ἐνταῦθα πέρας τῷ λόγῳ· σὺ μὲν οὐ δίδως ἔργων ἀφθονίᾳ πλουτῶν, ὁ δὲ καιρὸς ἐπιφέρει πανήγυρις ὤν. Καταβήσομαι τοίνυν ἄτοπον εἶναι νομίζων ἐν ἑορτῇ ποιούμενον τὴν ἐπίδειξιν μέτρον ἑορτῆς ὑπερβαίνειν.
3 T 1 ΕΙΣ ΑΡΑΤΙΟΝ ΔΟΥΚΑ ΚΑΙ ΣΤΕΦΑΝΟΝ ΑΡΧΟΝΤΑ. 〈Διάλεξις.
3.1.t 〉 Ἡ διάλεξις νῦν πρῶτον ἀρχικὸν τολμήσασα θέατρον τὴν αἰτίαν ἀποδίδωσι τῆς παρρησία ς .
3.1.1 Δωρίωνα λόγος τὸν αὐλητὴν τὸν Δελφὸν ἐπιτρέψαντός οἱ τοῖς θύμασιν ἐπαυλεῖν Ἀλεξάνδρου, τεθυκὼς γὰρ ἐτύγχανε τοῖς θεοῖς, εἰπεῖν ἄρα λόγος τὸν αὐλητὴν ὅτι ὦ βασιλεῦ Μακεδόνω ν , οὐ πάνυ τι πρόσφορον τοῖς αὐλοῖς τὸ ἐπίταγμ α · ἡ γάρ μοι τέχνη ἐστὶν ἀνθρώποις αὐλεῖ ν . Δωρίων μὲν οὖν θεοῖς αὐλεῖν ἐδεδοίκει, ἐγὼ δὲ ὑμᾶς ἀνυμνεῖν, οὓς ἠπόρησεν ἂν ὁ Ἀπόλλων εἴτε θεοὺς μαντεύσεται εἴτε ἀνθρώπους.
3.1.2 ἀτὰρ ἀρχαῖός με λόγος ἐς τόδε προήγαγε θράσους. τὸν Διονύσου χορόν, τὰς Βάκχας, φασὶ τέως μὲν οὐδὲν ἕτερον ἢ ὅσα γυναῖκες ἔχειν· ἀναλαβούσας δὲ τοὺς θυρσοὺς καὶ κατόχους τῷ θεῷ γενομένας οὕτως ἤδη φασὶ τὰς Βάκχας εὐδαιμονῆσαι, ὥστε αὐταῖς καὶ αἱ Νύμφαι τὰ νάματα μεταβάλλουσι καὶ οὐ τὰ εἰωθότα ῥέουσιν αἱ πηγαί, γάλα δέ που τὸ ὕδωρ καὶ μέλι ποιεῖ ταῖς ἀμφ’ αὐτὸν γυναιξὶν ὁ Διόνυσος.
3.1.4 ἆρ’ οὖν παρόμοιόν τι ταῖς Βάκχαις καὶ ἡμεῖς εὐτυχοῦμεν καί μοι κομψά τε καὶ πότιμα καὶ ἡδέα τὰ ᾄσματα; ἀρετὴ γὰρ καλὴ μὲν τοῖς ἐπαινέταις ὑπόθεσις, ἡδὺ δὲ ἄκουσμα τοῖς εὖ φρονοῦσι. συγχαίρω μὲν οὖν καὶ ἰδιώτῃ κύριον ὁρῶν ὄντα τοῦ κτήματος, γάνυμαι δὲ ἀτεχνῶς, ὅταν ἴδω ταύτην ἀσπαζομένους οἷς λαοί τ ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλ ε .
3.1.5 κοινὸν γὰρ αὐτοῖς τε ἅμα τὸ κέρδος καὶ οἷς ἔλαχον ἐπιτάττειν. καὶ ἔγωγε, εἰ τέχνην τὴν Ζεύξιδος ἠσκησάμην καὶ κρᾶσις χρωμάτων ἐμοὶ τὸ ἐπιτήδευμα ἦν, γυναῖκας ἂν ἐφιλοτέχνησα δύο καὶ τὴν μὲν Ἀρετήν, Ἀρχὴν δὲ τὴν ἑτέραν αὐτῶν ἐπιγράψας ἐδημιούργησα ἂν ἀμφοτέρους ἐν μέσῳ ἔχοντάς τε ἐκ χειρὸς ἑκατέραν καὶ πρὸς ἀλλήλας ἄμφω συνάπτοντας χρονίαις διαλλαγαῖς.
3.1.7 ἀλλὰ ταῦτα μὲν Ζεῦξις εἰργάσατο ἂν ἢ καὶ ἄλλος τις ὅμοια Ζεύξιδι γράφων· ἐγὼ δέ, λέγειν 〈γὰρ〉 οἶδα μᾶλλον ἢ γράφειν, ἐκ τῆς ἐμῆς ἀνατίθημι τέχνης μίαν ἀμφοτέροις εἰκόνα. Ὁ λόγος οἶδε μὲν ἐπεισάκτου κόσμου μὴ δεομένους οὓς ἐπαινέσων παρῆλθεν, ἥκει δὲ τὴν τοῦ λέγοντος ἐμφαίνων προαίρεσιν, ὅση δύναμις, ἀμειβομένην τοὺς εὐεργέτας.
3.2.1 Ἔδει μὲν ἑτέρους τῶν ἄρχειν ἤδη λαχόντων ὑπόθεσίν μου γενέσθαι τοῖς λόγοις, ἵνα τοῖς ἐκείνων ἐπαίνοις ἐγγυμνασάμενος καὶ μετὰ τοιούτων ἀγώνων ποιησάμενος τὰς μελέτας ἐφάμιλλον οὕτως ὑμῖν ἀκονήσω τὴν γλῶτταν καὶ μή μοι συμβῇ παραπλήσιον, ὥσπερ ἂν εἰ θρασὺς ἀθλητὴς μήπω τὴν ῥώμην Ἰσθμίοις δοκιμασθεὶς Ὀλυμπίαζε παραγένοιτο· οὐ μὴν ἀλλὰ καὶ τοῦτο πρὸς εὐφημίαν ὑμῖν συντελεῖ λαμπροτέραν, ὡς τῆς τῶν ἔργων ὑπερβολῆς καὶ πρὸς ἐπίδειξιν πρώτην ἱκανῆς ἐρεθίσαι. πάλαι μὲν οὖν τῇ Φύσει ῥᾳθυμίαν ὠνείδιζον καὶ στεῖραν ἐκάλουν φορᾶς ἀνδρῶν ἀγαθῶν ὑπορρεούσης ἀεὶ κατ’ ὀλίγον τῆς ἀρετῆς, ἀλλὰ νῦν εὖ ποιοῦσα διὰ μιᾶς ἀνδρῶν συνωρίδος ἀπολογεῖται τῷ παρόντι καιρῷ καὶ δίδωσιν αὐτῷ δι’ ὑμῶν πρὸς τὸν φθάσαντα χρόνον παρρησιάζεσθαι.
3.2.3 οὐ γὰρ ἐκ πατρίδος εὐδοκιμοῦντες πονηρίᾳ καταδύεσθε γένους οὐδὲ γονέων ἐπιεικείᾳ κοσμούμενοι ἀδελφῶν ἐρυθριᾶτε φαυλότητι οὐδ’ ἐπὶ τούτοις μέγα φρονοῦντες ἀπορεῖτε τῆς οἴκοθεν εὐφημίας. πολλοὶ μὲν οὖν ἑτέρους ἐγκωμιάζοντες ἀγαθῶν πράξεων ἐνδεεῖς ἐπὶ πατέρας ὁμοῦ καὶ μητέρας καὶ πάππους ἐνίοτε καὶ τήθας ἀναβαίνοντες ἐξ ἑκάστου τι μέρος ἐρανισάμενοι καλλωπίσμασι τούτων ἔρχονται τὸν εἰς ἐκείνους συρράψοντες ἔπαινον· ὑμῖν δὲ τοσοῦτον πλεονεκτημάτων περίεστιν, ὥστε, εἴ τις ἑτέροις ἄρχουσιν ἔργων χρηστῶν δεομένοις ἄλλοις ἄλλα διανέμοι τῶν ὑμετέρων ἑκάστῳ διδοὺς τὰ πρὸς εὐφημίαν ἀρκέσοντα, παντελῆ περιλειφθῆναι πράξεις ὑμῖν εἰς ὅλον λόγον ἀρκούσας.
3.2.5 καὶ πρόδηλον μὲν ὡς οἱ πανταχοῦ γῆς ἡγεμόνες, ὅσοις ἐπιμελῶς νέμεται τὸ ὑπήκοον, πάντες .... ἔστιν ὁ βασιλεύς, ἐναργεστάτη δὲ τῆς ἐκείνου διανοίας εἰκὼν ἐν ὑμῖν θεωρεῖται. ἀλλ’ ἕνεκά γε τοῦ τὰ σκῆπτρα λαχόντος ἐχρῆν τινα ἐπαινέτην Ἑρμοῦ λογίου τύπον εἰς ἀνθρώπους ἐλθεῖν· ἐγὼ δὲ βραχέα τῶν ὑμετέρων ἔρχομαι φράσων. Μέλλων δὲ ἤδη πρὸς τοῦτο βαδίζειν τὸ μέρος τὰ τῆς ἀρχῆς ὑφηγήσομαι σύμβολα καὶ τὸν ὅλον αὐτῆς ἀποδώσω σκοπόν.
3.2.6 τί ποτε βουλομένη παρῆλθεν εἰς βίον; ἐκ ποίων ἀρετῶν ἀξιοῖ δεσπόζειν ἑτέρων; ποῖον λήψομαι κέρδος ὑποκύπτων αὐτῇ; ταῦτα διὰ βραχέων ἐθέλω δηλῶσαι καὶ δεῖξαι διὰ πάντων ὑμᾶς ἥκοντας τῶν γνωρισμάτων. ἔστι τοίνυν ἡγεμονία σαφὴς ἥμερον ἦθος καὶ λογισμοῦ θυμὸς ὑπηρέτης καὶ τὸ χρημάτων ὑπερορᾶν εἰς κάλλος τε ζῆν καὶ τὸν ἐν τάξει βίον ἐπιτηδεύειν.
3.2.8 φύσει μὲν οὖν ἀλλήλοις πρᾳότης τε καὶ θυμὸς δοκεῖ διαμάχεσθαι, ὥστε καὶ Σωκράτης ἀπορήσας που φαίνεται, πόθεν ἅμα πρᾷον καὶ μεγαλόψυχον ἦθος εὑρήσει χαλεποῦ πεφυκότος εἰς ἓν ἑκάτερον συνελθεῖν· παρ’ ὑμῖν δὲ λύει τὴν ἔριν ἄμφω καὶ διαλλάττεται. τίνες αἱ τούτων ἀποδείξεις; ἐναργεῖς καὶ λαμπραὶ καὶ κοιναὶ κατὰ τὸν παλαιὸν λόγον ἀμφοῖν, εἴ γε κοινὰ τὰ τῶν φίλων φασίν.
3.2.10 Ἐγένετο πρώην φορὰ δυσσεβῶν τοὺς Καισαρέων περιοίκους ληιζομένη καὶ μαχομένη πρὸς δόγμα θεοφιλὲς ἐκ δυοῖν βασιλέων, τοῦ μὲν ἐν οὐρανῷ προελθόν, τοῦ δὲ κατὰ γῆν ὁρισθέν. φυομένης τοίνυν τῆς ἐναγοῦς ἐκείνης καὶ περιβοήτου συστάσεως ἔμελε μὲν ὅπως σωφρονισθείη τῷ κορυφαίῳ τῶν ἱερέων, ἦν δὲ τοῖς πρότερον ἡγεμόσιν ἐπιμελές, οὐκ ἠμελεῖτο δὲ οὐδὲ τῷ τῶν φυλῶν ἀρχηγέτῃ. καὶ δὴ πόλεμος ἦν πρᾶγμα βασιλεῖ μὲν οὐκ ἀρεστόν, ἐπὶ γὰρ ὑπηκόους συνεκροτεῖτο, τὴν δὲ τῶν ἀνοσίων ἑταιρείαν εὐφραῖνον, οὐχ ὅτι νίκης ἐλπίδα παρεῖχεν, ἔνηφον γάρ, οἶμαι, τοσοῦτον ὅσον μὴ προσδοκῆσαι νικᾶν, σεμνολογεῖσθαι δὲ προξενοῦν τοῖς ἀλαζόσι.
3.2.12 τοιαύταις ... ἐδεήθη βασιλεὺς εἰς ἅλωσιν ἡμετέραν πολέμου καὶ τῶν ἄλλων ψιλαῖς ἐντολαῖς πειθομένων ἡμῶν γε ἕνεκεν ὅπλα κινεῖται. πῶς οὖν τοὺς οὕτω τετυφωμένους ἐπαίδευσας τὰ τῶν ἀρχομένων φρονεῖν; ᾔδεις ὡς φάλαγγες ὁπλιτῶν καὶ ψιλὸς ὅμιλος ἱππέων τε τάγμα καὶ βία χειρῶν καὶ ὅλως ἡ τοῦ πολέμου φύσις σωμάτων μὲν ἴσως, γνώμης δὲ κρατεῖν οὐ φιλεῖ, μᾶλλον δὲ φιλονεικοτέραν ποιεῖ πρὸς τὸ δοκοῦν ἀσύμφορον ἄγουσα.
3.2.13 καὶ ἅμα τὸ δοκεῖν ἐξ ἴσου τοῖς ὅπλοις διαγωνίζεσθαι παρρησίαν αὐτοῖς εἰς ἀπόνοιαν ἐδωρεῖτο. οὕτω ποτὲ καὶ Σκυθῶν οἱ νομάδες ἐπαναστάντων αὐτοῖς τῶν οἰκετῶν, μέχρι μὲν ἐν ὅπλοις ὁ πόλεμος ἦν, ἐρίζοντας εἶχον, τὸ γὰρ ἴσον τοῦ σχήματος ἐποίησε τοὺς θεράποντας ἐπιλαθέσθαι τῆς τύχης· ἀναλαβόντες δὲ μάστιγας τοῦτό τινος ὑποθεμένου ταχέως αὐτοὺς τῆς δουλείας ἀνέμνησαν δεσπόται φανέντες.
3.2.15 ὢ μεγάλης μὲν τῆς βασιλέως φιλανθρωπίας, μεγάλης δὲ τῆς σῆς πρὸς τοῦτο διακονίας. ἔδει γὰρ τὸν μὲν νομοθετῆσαι τῆς ἀσεβείας τὴν ἴασιν, σὲ δὲ ἤπια φάρμακα πάσσει ν . καθάπερ οὖν τῶν Ἀσκληπιαδῶν οἱ τεχνῖται φοιτῶσι πολλάκις παρὰ τὸν κάμνοντα τὰ μὲν ἡδέα καὶ προσηνῆ, τὰ δὲ πικρότερα φέροντες, ἵνα διαμαρτόντες, ἂν οὕτω τύχῃ, τῶν πρᾳοτέρων τοῖς ὀδυνηροῖς ἀποχρήσωνται μὴ βουλόμενοι μὲν εἰς τοῦτο χρείας ἐλθεῖν, τῇ δὲ βίᾳ τῆς νόσου νενικημένοι, οὕτω διπλῇ παρασκευῇ πεφραγμένος, ἡμέροις τε λόγοις καὶ πλήθει συντεταγμένῳ, πλησίον που τὴν ἔνοπλον δύναμιν παραστήσας τοῦ μὴ θόρυβον αὐτοῖς ἐμβαλεῖν ἴσως ἄνευ πολέμου πρὸς τὸ λυσιτελοῦν ἀγομένοις ἐχώρεις τῆς ἀσφαλείας ἐνέχυρον ἔχων τό· πολλάκις τοι μῦθος εἰς καιρὸν εἰρημένος κατορθοῖ τι ῥᾳδίως, ὅπερ βιαίως ἡ ῥώμη.
3.2.17 τί οὖν ἐκεῖνοι ἄνθρωποι, στρατόπεδον ὅλον, πάντες ἀπονενοημένοι, πάντες ἐξωπλισμένοι, αὐτὸς δὲ κατὰ τὴν ποίησιν ἐφέλκεται ἄνδρα σίδηρο ς ; ἁπλῇ παραινέσει τὸ δέον ἐφρόνησαν. οὐκοῦν δυνάμει μὲν τὴν δίκην λαβών, καλοκἀγαθίᾳ δὲ τρόπων τὴν ὀργὴν ἐκχαλάσας, διχόθεν αὐτοὺς παρεσκεύασας σωφρονεῖν τὴν μὲν ἀνδρείαν ὑφορωμένους, ὑπὲρ δὲ τῆς πρᾳότητος εὐνοοῦντας.
3.2.19 ἔξωθεν μὲν οὖν οὑτωσὶ τὰ πεπραγμένα τις θεωρῶν δόξειεν ἂν ἡμερότητα μόνον ἐπανθεῖν τοῖς εἰργασμένοις, ἐμβλέψας δὲ τῷ βάθει τῆς διανοίας καὶ τὸ τῆς ἀνδρείας ὄψεται μέγεθος. ὁ μὲν γὰρ ὑπὲρ τὴν ἀξίαν ἐκ τοῦ παραλόγου τι κατορθῶν, ἀσθενέστερος ὢν ἢ προσδοκῆσαι νίκην δευτέραν, μέχρι καὶ ἐς ὄλεθρον ἀμύνεται τοὺς λυπήσαντας, κἂν τύχωσιν ὄντες τῆς ἐσχάτης ἀνάξιοι δίκης· ὁ δὲ συνειδὼς ἑαυτῷ τὴν ὅτε βούλεται χειρώσασθαι τοὺς ἐχθροὺς ἐξουσίαν, ὁ τοιοῦτος οὐκ ἀξιοῖ τῷ θυμῷ τὸ πᾶν ἐπιτρέπειν ἄλλως τε μηδὲ πρὸς ἀλλοφύλους γενησομένῳ. τοιγαροῦν τοὺς βαρβάρους ὁ πολὺς ἡμῖν στρατηγὸς πικροτέρῳ δικαίως ἐπῆλθε σωφρονισμῷ.
3.2.20 φρούριον ἦν χρυσοῦ μέταλλα πρόσοδον φέρον, πανταχόθεν πολιορκεῖν ἀπορώτερον ἢ τὸ τῶν Σάρδεων τεῖχος Ἁλικαρνασέως τινὸς μῦθοί φασι· τὸ μὲν γὰρ πλάσμα συγγραφικὸν εἰργάσατο δυσπολέμητον—γυνή, φησίν, ἔτεκε λέοντα καὶ περιενεχθέντος τοῦ θηρίου ἔδει τὸ τεῖχος ἀνάλωτον εἶναι—, τὸ δὲ δημιούργημα τέχνης ἐστίν, οὐ μυθολόγημα συγγραφῆς. οὕτω τοίνυν ἀποτόμου πρὸς ἅλωσιν ὄντος ὀλίγον ἔμελε τοῖς ἐνοικοῦσι πολιορκίας ἀφθόνου τροφῆς αὐτοῖς κεχυμένης καὶ πηγῆς ἔνδον ὑδάτων συντελούσης περιουσίαν, ὥστε τοῖς μὲν ὑπῆρχε κατὰ πολλὴν ἐξουσίαν τρυφᾶν, τοῖς δὲ περιβαλλομένοις τὸ φρούριον ἀνόνητα πιέζεσθαι καὶ πονεῖν τῷ μήκει τῆς προσεδρείας.
3.2.22 τοιαύτας εἶχόν σοι τὰς φροντίδας αἱ νύκτες, τοιοῦτοί σοι μεθ’ ἡμέραν ἔστρεφον τὴν ψυχὴν λογισμοί. καί ποτε κύκλῳ περισκοπῶν τὸ χωρίον κατανοήσας τὸν ἔξω φέροντα πόρον τῶν ἔνδον ὑδάτων τὸ περιττὸν καὶ τῷ προσώπῳ μηνύσας ὡς ἐξεύρηταί σοι τὸ πάλαι ποθούμενον καὶ παραδοὺς ὥσπερ ἄλλο τι μάθημα τῇ διανοίᾳ νύκτα φυλάξας— οὐ γὰρ ἦν ὑφ’ ἡλίῳ τὸ βούλημα προελθεῖν—καὶ τῆς νυκτὸς ὕπνου τοῦ πρώτου καιρόν, ὅτε ἡ μεγίστη τῶν αἰσθήσεων ἡσυχία δοκεῖ, τότε τοῖς ὕδασιν ἐπιτρέψας τὸ σῶμα οὐδὲ συστρατιώτας ὅτι μὴ δύο λαβὼν καθεύδοντι τῷ φύλακι τῶν πυλῶν ἐπιστὰς τὸν μὲν ὀξέως ἀνεῖλες, ὅπως μὴ λάθοι τοῦ τολμήματος μηνυτὴς γεγονώς, ὀλολυζούσης δέ οἱ τῆς γυναικὸς οἰμωγῇ τε χρωμένης καὶ κηρυττούσης τὸ γεγονὸς σὺ μὲν εἱστήκεις οὐδὲν ὑφορώμενος ὡς ἐπαμῦναί σοι καλουμένων οὓς ἐπὶ σὲ βοῶσα συνῆγε. τῶν δὲ πολεμίων οἱ μὲν ὥσπερ ἐν ὀνείρατι βοῆς γινομένης ἐπὶ τῆς εὐνῆς ἐταράττοντο.
3.2.23 τοὺς δέ, οἷον εἰκὸς ἄρτι γευσαμένους ὕπνου καὶ πολεμίας ἐπιβουλῆς ἀπροσδοκήτου συμβάσης, οὐ μέτριον ἔλαβε δέος καὶ δᾷδας αὑτοῖς ἐπιφέροντες ἐλάνθανον ὑμῖν χορηγοῦντες τὸ φῶς, ὅθεν ὁ δεύτερος ἀεὶ προσιὼν ἀγνοίᾳ τοῦ πρώτου προσέπιπτέ σου τῷ ξίφει. καὶ συχνῶν ἤδη σοι τῶν οἰκείων εἰσχεομένων τὰς πύλας ἀναπετάσαντι τότε πρῶτον ἠλέγχθη τὸ φρούριον οὐ πᾶσιν ἄμαχον πεφυκός, ἓν δὲ ἄρα κέρδος προσεγένετο τοῖς πολεμίοις, ὅτι τῇ πείρᾳ μετέμαθον, ὡς οὐδέν ἐστιν ἀνάλωτον ἀρετῇ.
3.2.25 ἐνταῦθα δὴ διὰ πάντων ἐχώρει τὰ ξίφη, καὶ τῶν πολεμίων οἱ μὲν πρὸ τῶν ἄλλων πεσόντες αὐτῷ τῷ πρῶτοι παθεῖν τὴν ἀξίαν δίκην ὑπεῖχον, οἱ δὲ τὸν χρόνον κερδᾶναι δοκοῦντες, ὅσος ἐδαπανᾶτο ταῖς προτέραις σφαγαῖς, τῇ θέᾳ τῶν συμφορῶν ἐκολάζοντο, ὥστε τὸν ἴσον ἅπαντας ὑποστῆναι σωφρονισμόν. εἰ μὲν οὖν μὴ πολλοὶ πρότερον καὶ δεινοὶ τὰ πολέμια στρατηγοὶ πειράσαντες τοῦ χωρίου πολλάκις ἔγνωσαν ἀδυνάτων ἐρῶντες, ἴσως ἂν εἶχεν ὁ Φθόνος ἀσθένειαν αἰτιάσασθαι τοῦ φρουρίου καὶ ταύτῃ βραχύ σου τῆς εὐδοξίας ἀποσυλῆσαι· νῦν δὲ πολλῶν μὲν ἐγχειρησάντων, οὐδενὸς δὲ δεδρακότος οὐδὲν οἱ πρὸ τῆς σῆς ἀριστείας ἀποτυχόντες μάρτυρες γίνονται τοῦ μεγέθους τῆς νίκης.
3.2.26 στρατήγημα φοβερὸν καὶ πρὶν γενέσθαι μὴ πιστευόμενον εἰσῆλθέ σε πρᾶγμα τοσοῦτον, εἰσελθὸν ἐτολμήθη, τολμηθὲν οὐ διήμαρτεν. Ἐνταῦθα λοιπὸν ἀναγκάζομαι καὶ νόμον τινὰ παραβῆναι τῆς τέχνης.
3.2.27 ἐκείνη 〈μὲν〉 κελεύει τὸν ἐπαινέτην ὃν εὐφημεῖ παραβάλλειν ὁμοίοις ἀνδράσι πάλαι γεγενημένοις· ἡμεῖς δὲ πολλοὺς μὲν ἠκούσαμέν τε πολέμους καὶ μεμαθήκαμεν, οὐ μὴν ἴσμεν τοιοῦτον πώποτε τρόπον νίκης παρειληφότες. ὅθεν ἐπ’ ἄλλο τι τῶν σῶν μεταβήσομαι τῆς πρὸς τοῦτό μοι παραθέσεως ἀπόρως ἐχούσης. Πορείαν οὖν ἄβατον οὐ τῷ πλήθει τῆς ὕλης κατὰ τὴν ἔξω Ὀδρυσῶν ἐπὶ Παίονας ὁδόν, ἣν ὡμάλισεν ὁ Σιτάλκης, δασείας δὲ ὕλης καὶ πυκνῆς τραχυτέραν ἐφόδοις Σαρακηνῶν ἰδεῖν μὲν ἀγρίων, ἀμύνειν δὲ χαλεπωτέρων, τὴν τοιαύτην πορείαν εὐκόλως ἡμέρωσας στρατιώταις οὐδὲ εἴκοσιν ἀριθμὸν τοὺς ἐν ταῖς ὁδοῖς ὀχληροὺς ἐξ ἀπειλῶν ἀναστήσας.
3.2.29 ταύτην ἐγώ σου τὴν νίκην τιμιωτέραν φημὶ τῶν ὅπλοις καὶ πυρὶ καὶ σιδήρῳ σοι πεπραγμένων. πολυχειρίας μὲν γὰρ κατορθούσης πάντες μερίζονται τῶν εἰργασμένων τὴν δόξαν, ἄλλων ἄλλους καταβαλλόντων, κἂν ὁ στρατηγὸς τῇ τραγῳδίᾳ δοκῇ τὴν εὔκλειαν ἄρνυσθαι· ὅτε δὲ τῇ φήμῃ τοῦ στρατηγοῦ τὸ δυσμενὲς ὑποκύπτει, ἕνα δεσπότην ἔχει καὶ κληρονόμον ἡ νίκη τὸν ἐμβαλόντα τὸ δέος. καὶ τὰ μὲν δι’ ἀγῶνός τε καὶ χειρῶν καὶ τῶν ὀργάνων τῆς μάχης ἱστάμενα τρόπαια πολλὰς δίδωσι τοῖς ἡττωμένοις παραμυθίας ἐμφάσεις, καὶ γὰρ Τύχης ἐπιβουλὴν αἰτιάσασθαι καὶ χωρίων ἀσθένειαν καὶ τὸ τοὺς πολεμίους ἐξαίφνης ἐπιπεσεῖν καὶ δόλους δὴ καὶ ἀπάτας καὶ μυρία τοιαῦτα τοῖς ἡττωμένοις ὑπάρχει πρὸς τὴν οἰκείαν ἀναισχυντῆσαι παραψυχήν· τὸ δὲ πρὸ τῆς πείρας ἀνασταλέντας ἠρεμεῖν οὐδεμίαν ἀναχώρησιν ἔχει τοιαύτην.
3.2.31 φερέτω τοίνυν εἰς μέσον ὃν ἐθέλει τις πόλεμον· ἕτοιμος ἐγὼ τὴν παράθεσιν δέχεσθαι· ὃν γὰρ ἄγοι τις εἰς ἐξέτασιν, οἰχήσεται τὰ δεύτερα φέρων. τὸν πόλεμον ἐρεῖς μοι τὸν ἐπὶ Τροίαν· ἐγὼ δέ σοι τὸν Ὅμηρον οὐ σιωπῶ.
3.2.32 ὃν εἰκὸς μὲν ἐπὶ τὸ μεῖζον ποιητὴν ὄντα κοσμῆσαι, φαίνεται δὲ μετὰ τῆς ἐκείνου ποιήσεως δεύτερος ὤν. δέκα μὲν ἑξῆς ὤδινεν ἔτη, μίαν δὲ πόλιν κατήνεγκε δόλῳ—εἴ που ξύλινον ἵππον ἀκήκοας, οἶσθα τὸν δόλον. οὐκοῦν ὅσῳ τὸ φοβῆσαι τοῦ παρακρούσασθαι κρεῖττον, τοσούτῳ σεμνότερος ὁ παρὼν ἤπερ ὃν ἔδοξαν ᾄδειν αἱ Μοῦσα ι . Ἀλλὰ γὰρ ἡ μνήμη τῶν εἰξάντων τῷ στρατηγοῦντι Σαρακηνῶν ἀνέμνησέ με τῶν ἐν Αἰγύπτῳ, οὓς ἐπαίδευσεν ἡσυχάζειν οὗτος ὁ τὴν Παλαιστίνην ἡμῖν κυβερνῶν.
3.2.33 μοῖρα γάρ τις ἐκείνων εὐνομίας βασιλικῆς ἐξοκείλασα πόλεις τὰς ὁμόρους ἠδίκει μηδὲν ἀποδοκιμάζουσα πρὸς σωφροσύνην, οὐ πολιὰν αἰδουμένη, οὐ τὴν ἄωρον ἡλικίαν οἰκτείρουσα, οὐ τοὺς ὅρους τῆς φύσεως ἐμποδὼν πρὸς τὴν ὕβριν τιθεμένη. ταῦτά σοι πολὺν μὲν εἰκότως ἐκίνει θυμόν, οὐ μὴν ὅ γε θυμὸς εἰς ἀβουλίαν ἠρέθισε προπηδήσας τοῦ λογισμοῦ.
3.2.34 δύναμιν γὰρ ἀποχρῶσαν ἀγείρας τὴν ἐκείνων ἐσωφρόνισας ἀκρασίαν πανταχόθεν ἠλλοτριωμένην συγγνώμης. οὐ γὰρ ἔρως ἦν ὁ τὴν ἀκολασίαν ποιῶν, ἵνα δοκῶσί τινα παραίτησιν ἔχειν τοῦ πάθους δουλωσαμένου τὴν γνώμην, ἀλλὰ θρασύτης ἀσελγῶς ἐνυβρίζουσα. Καὶ τοῦτο μὲν ἡμῖν τοῦ λόγου τὸ μέρος ἐνταῦθα πέρας ἐχέτω· δευτέρα δέ σου κηρύττεται πρᾶξις ἐκ τῆς Καισαρέων ἅμα καὶ τῶν ἐκείνης ὁμόρων.
3.2.35 τὰς γὰρ ἐν μέσῳ τῶν πόλεων κακούργων ἐνέδραις ἐπισφαλεῖς λεωφόρους, αἷς οὐδὲ στρατιώτης ἀνὴρ ἐχρῆτο θαρρῶν, νυνὶ καὶ παιδίον ἀκινδύνως πορεύεται, κἂν ἤδη ληγούσης ἀκτῖνος ἀνὴρ ὁδοιπόρος ἐξ ἑτέρας τῶν πόλεων ἐπὶ τὴν ἑτέραν ἰὼν μεταξύ που καθεύδῃ χρυσὸν ἐπιφέρων, ἄσυλον αὐτῷ τὸ χρυσίον ἐν ἐρημίᾳ καὶ νυκτὶ καὶ ὕπνῳ τῆς τοῦ κέρδους ἐπιθυμίας τῷ φόβῳ παραχωρούσης. τέως δὲ τῶν ὁδῶν κεκλειμένων λῃστρικαῖς ἐπηρείαις τὸ τῶν ἐπιμιξιῶν ἡδύ τε καὶ χρήσιμον τὰς πόλεις ἐξέλειπεν· ἡδὺ μὲν γὰρ ἐκδημοῦντας ἱστορῆσαι γείτονα πόλιν, ἡδὺ δὲ τὴν ἐπιθυμίαν ἐμπλήσαντας πάλιν ἐπὶ τὴν οἰκείαν ἰέναι· τό γε μὴν κερδαλέον καὶ λυσιτελὲς οὐδὲ τὸν λίαν ἀπράγμονα καὶ διὰ παντὸς οἰκουροῦντα λανθάνει.
3.2.37 καὶ γὰρ πλείονα πεῖραν πραγμάτων καὶ τριβὴν ὀξυτέραν καὶ τὸ ῥᾳδίως ὅτου δέοιντο πορίζεσθαι τῶν πόλεων αἱ πρὸς ἀλλήλας ἐπιμιξίαι χαρίζονται. ἑκάστη γὰρ τὸ μὲν αὐτὴ κέκτηται, τὸ δὲ παρ’ ἑτέρας λαμβάνει τάχα τῆς φύσεως ἐξεπίτηδες τοῦτο μηχανωμένης, ἵνα πρόφασις εἴη φιλίας ταῖς πόλεσιν ἡ πρὸς ἀλλήλας τῶν ἐπιτηδείων ἀντίδοσις. Ὃ τοίνυν ἐν μέσῃ τῇ Καίσαρος ἔργον σοι πέπρακται καὶ μάλα σοι πεπρᾶχθαι προσῆκον, οὐδὲ τοῦτο φέρειν σιωπῇ καρτερῶ.
3.2.39 Ἑσπέρα μὲν ἦν, ἀγορὰ δὲ πλήθουσα πανταχοῦ μήπω τοῦ καιροῦ καλοῦντος ἐπὶ τὴν ἔμφυτον ἡσυχίαν. θορύβου δέ τινος ἄφνω συμβάντος, οἷον φιλεῖ δῆμος ποιεῖν, ἄλλος ἀλλαχοῦ περιέτρεχον πῦρ ὀνομάζοντες, πάπτηνεν δ ’ ἄ ρ ’ ἕκαστος ὅποι φύγοι αἰπὺν ὄλεθρο ν · παρὰ τοσοῦτον ἡ μητρόπολις ἦλθε κινδύνου. οὕτω δὴ πάντων ὡς ἐν φλογὶ καὶ νυκτομαχίᾳ ταραττομένων τῆς νυκτὸς ἐκείνης οὐδὲν εἰς ἀνάπαυλαν προσλαβὼν οὐδ’ ὅσον τὸ ἔπος Ὁμήρου συστῆσαι κοινὸν ἁπάντων δεσπότην τὸν Ὕπνον ἀποκαλοῦντος περιέθεις λαμπαδίῳ προηγουμένῳ πάντα περισκοπῶν, πᾶσιν ἐφεστηκώς, μή τις ἐξάπτει τὸν δῆμον εἰς ταραχήν, μή που λανθάνουσι κεκρυμμένοι σπινθῆρες· οὐ γὰρ ἡγήσω δεῖν ἀναπαύεσθαι τῆς φλογὸς οὐ δεχομένης ἀνακωχήν· τὸ γὰρ πρῶτον ἀεὶ δαπανώμενον εἰς πυρὸς φύσιν μεταβληθὲν ἐπινέμεται τὸ πλησίον.
3.2.40 νὺξ ἐκποδὼν καὶ πάντες εἰρηνικῶς ἐπὶ θέαν συνέρρεον τῶν θορύβων αὐτοῖς λαμπρῶς λελυμένων. συγγραψάτω δή τις, ὅτῳ τέχνη συγγράφειν, τὰ τῶν στάσεων χαλεπά, νόμων ὀλιγωρίαν, ἑταιρείας ἀτόπους.
3.2.41 ὅσῳ γὰρ ἄν τις κατηγορήσῃ τῶν στάσεων, μείζων τῷ διαλύσαντι γίνεται κόσμος. δῆμοι γὰρ ἐπ’ ἀλλήλους ἐρίζοντες φιλονεικότεροι πολεμίων καὶ μάλιστα σιδηροφορεῖν ἐγχειροῦντες τῆς ἀπειροκαλίας αὐτοὺς εἰς ἄκριτον συμπλοκὴν ἐμφερούσης, δεινὴ δὲ καὶ ἄλλως καὶ δυσίατος ἔρις ἣ τῶν οἰκείων ἐστὶ πρὸς ἀλλήλους. τοιγαροῦν εἴ ποτέ τις ἔδοξε τὴν προτέραν σύγχυσιν ἀναστεῖλαι, πάλιν αὐτῆς ὁμοίως ἀναφυείσης ἔγνω πεποιηκώς τι τοιοῦτον, ὥσπερ ἂν εἰ φλογὸς ἐκ ῥίζης τινὸς ἀφανοῦς εἰς ὕψος ἠρμένης τὸ περιθέον ἄνωθεν πῦρ ἀποσβέσας τὴν ὕπουλον φλόγα καὶ κάτωθε βρύουσαν εἴασε.
3.2.42 τὸ γὰρ πάλιν μὲν ἐκείνους νεωτερίσαι, πάλιν δὲ πυρπολῆσαι τὸ ἄστυ τοῦ μὴ πρόρριζον ἐκκεκόφθαι τὴν στάσιν τεκμήριον ἦν. Ἔχει σου καὶ τρίτην λέγειν φιλανθρωπίαν ὁ δῆμος ὁ Καισαρέων.
3.2.43 σιτοδείας γὰρ ἔναγχος ἐκείνοις ἀπειλουμένης καὶ τοσούτου δέους ἐπικρεμασθέντος ὡς ἐν μεγάλῃ πόλει καὶ ἀρχὴν ἐχούσῃ καὶ ζῆν ἐν εὐπαθείαις εἰθισμένῃ σίτῳ πλουσίαν ἔδειξας τὴν μητρόπολιν, καὶ πρὸς τὴν ἐναντίαν δόξαν περιέστησαν οἱ καιροί, ὥστε τοὺς πάλαι τῆς εὐπαθείας ἐνδείας γενέσθαι δοκεῖν παραβαλλομένους τοῦ σίτου τῇ περιουσίᾳ. Ἑτέραν τοίνυν εὐεργεσίαν τῆς εἰρημένης ἀντίρροπον ἐκ τῆς αὐτῆς ἥκω σοι πόλεως φέρων.
3.2.44 Σταδίους, οἶμαι, πεντήκοντα πρὸς ἕω τῆς πόλεως ἐξιόντι πηγαὶ συναντῶσι διαφανῆ καὶ ἄλυπα νάματα ἔχουσαι. ἐντεῦθεν ὁδὸς μεμηχάνηται τὰ τῶν πηγῶν εἰσάγουσα δῶρα τῇ πόλει κρήναις πεποιημέναις εἰς ὑδάτων ὑποδοχήν. φιλεῖ δὲ τὰ τοιαῦτα πυκνοτέρας τυγχάνειν ἐπιμελείας.
3.2.45 ῥᾳθυμίας οὖν γενομένης οὐκέτι τοῖς ῥεύμασιν ὁ πόρος ὁμοίως ἀκώλυτος ἦν, ἀλλὰ πολλαχῇ τε προσέπταιεν ἡ τῶν ὑδάτων φορὰ καὶ σχολαιότερον τοῦ συνήθους ἐβάδιζεν, ὥστε τὰς κρήνας ἐντεῦθεν τὰς μὲν ἀπράκτους παριέναι συνέβαινεν ἐρήμους οὔσας ὑδάτων, παρὰ δὲ τῶν ἔλαττον τῆς χρείας ὑδρεύεσθαι καὶ τοῦτο τοὺς ἐν ἡλικίας ἀκμῇ μετὰ πλείστης ἅμα φιλονεικίας τῶν ἀρύεσθαι βουλομένων συνωθουμένων ἀλλήλοις. γύναια γοῦν καὶ πρεσβύται καὶ παῖδες ἔνιοι μὲν σὺν κενοῖς ἐπανήρχοντο τοῖς ἀγγείοις, ἐνίοις δὲ μέγας ὑπῆρχεν ἀγὼν ἡμιπλήρη ταῦτα κομίζειν, πολλοὶ δὲ τῶν παίδων κατεαγότων αὐτοῖς τῶν σκευῶν ἀπῄεσαν ὀδυρόμενοι.
3.2.47 τῆς οὖν τῶν ὑδάτων ἐνδείας τὴν ἐπιθυμίαν αὐξούσης, τῆς ἐπιθυμίας δὲ μείζω ποιούσης τὴν σπάνιν καὶ συναυξανομένων ἀμφοτέρων ἀλλήλαις πανταχόθεν ἀφόρητον ἦν τὸ κακόν. καί τις τότε ποιητικὸς εἰκότως ἂν ἔφη τὴν Καίσαρος πολυδίψιον ἄστυ, μᾶλλον δέ, τὸ μὲν Ἄργος —οὕτω γὰρ ἐκεῖνο καλοῦσιν οἱ ποιηταί—τοὺς ἐνοικοῦντας ἀμέμπτους ἐποίει τῶν ὑδάτων τὴν ἀπορίαν ἔμφυτον ἔχον· Καισαρεῦσι δὲ πρὸς ὄνειδος τῆς ῥᾳθυμίας ἔρρεον αἱ πηγαὶ καὶ πικροτέραν αὐτοῖς ἐντεῦθεν ἀθυμίαν εἰσῆγον.
3.2.48 οὐ γὰρ οὕτω λυπεῖ τὰ τερπνὰ διεστηκότα τῆς θέας, ὅσον φαινόμενα τοὺς ἀπολαύειν οὐ δυναμένους. τίς οὖν ὁ ταύτην λύσας τὴν συμφοράν; τίς ὁ τοῖς ῥεύμασιν ὁδὸν ἐλευθέραν ἀνοίξας καὶ τὰ πάλαι κωλύματα τεχνίταις ἀποτεμὼν τὰ τοιαῦτα δεινοῖς; τίς ὁ ταῖς κρήναις ἑτέρας ἔτι προσθείς, ὡς τῆς τῶν ὑδάτων ῥύμης νικώσης τῶν προτέρων τὸ πλῆθος; ἴσασιν οἱ πεπειραμένοι.
3.2.50 Ἤρκει μὲν οὖν εἰς ἔσχατον ὅρον ἐπαίνου σοι ταῦτα τῶν μάλιστα συντελούντων εἰς βίον αἰτίῳ φανέντι· οὐ μὴν ἄχρι τούτων ἡ χορηγία τοῖς εὐφημεῖν βουλομένοις πάλιν ἐνταῦθα χρηστόν σου ζηλώσαντος ἰατρόν. ἐκεῖνόν τε γὰρ ἡ τέχνη κελεύει τοῦ τε μὴ νόσον ἐπιπεσεῖν προνοεῖσθαι καὶ γενομένην ἐπανορθοῦν σύ τε τὸν ἐλπισθέντα λιμὸν ἀνακόψας, ἐξ οὗ πλεῖστα συμβαίνειν ἀρρωστήματα πέφυκεν, ἐπειδὴ τοὺς ἐλάττω τῶν ἱκανῶν κεκτημένους νόσος μετὰ τῆς ἐνδείας ἐπιθεμένη διετίθει κακῶς, ἔπαθες τὴν ψυχήν, ἐχορήγησας τὰ πρὸς ἴασιν, συνήσθης ἀπηλλαγμένοις.
3.2.52 Ἐντεῦθεν δοκῶ μοι τὰς πόλεις ὁρᾶν κύκλῳ περιεστώσας ἑκάστην ἐμοῦ δεομένην πλείοσιν ὑπὲρ αὑτῆς χρήσασθαι λόγοις οἷα δὴ πλείους τῶν ἄλλων ὀφειλούσης σοι χάριτας, τὴν μὲν παῖδας ὑποδεικνύουσάν μοι καὶ γύναια λῃστρικῆς ἐπηρείας ἐλεύθερα, τὴν δὲ τοὺς οἰκείους πολίτας τὸ θεῖον πεπαιδευμένους τιμᾶν, ἑτέραν πολεμίων ἀκολασίας ἀπηλλαγμένους, ἄλλην ταραχώδεις φατρίας πεπαυμένας. Καὶ τὰς ἄλλας μὲν οὕτω πως θεωρῶ τῇ φαντασίᾳ· τὴν ἡμετέραν δὲ πόλιν ὑπονοῶ μειδιῶσαν ὁρᾶν, εἰ παρεστηκυίας αὐτῆς οἴεταί τις τὴν νικῶσαν ἁρπάσαι καὶ μὴ λογίζονται, πόθεν αὐταῖς γέγονεν εὖ παθεῖν· εἰ γὰρ μὴ τοῦτον ἐγ ώ , φησίν, ἐθρεψάμη ν , πῶς ἂν ὑμῖν ὑπῆρχε σωθῆνα ι ; δίκαια τοίνυν λεγούσῃ ψηφίζομαι· πρὸς γὰρ τῷ μήτηρ εἶναι καὶ μεγίστας περὶ αὑτὴν προβάλλεταί σου φιλοτιμίας.
3.2.54 καὶ τί φησι; δύο μάλιστα τρόποι φρουροῦσι τὰς πόλει ς , εὐμένειά τε θεοῦ καὶ περίβολος ἀρραγή ς · ὧν τὸ μὲν παρὰ σοῦ γέγον ε , τὸ δὲ διὰ σο ῦ . καὶ νῦν ἑκατέρωθεν ἀδεὴς ἐγενόμην τοῦ μὲν τεμένους εἰς εὔνοιάν μοι τὸ θεῖον ἐπισπωμένο υ , τοῦ δὲ τείχους ἀκέραιόν με φρουροῦντο ς . τοιαύτας ἔχ ω , φησί, καὶ τοῦ μέλλοντος τὰς ἐλπίδα ς .
3.2.55 ἀπολήψεταί μοι τὸν ὄροφον ὁ βασιλέως ἐπώνυμος χῶρο ς , ἀπολήψεταί μοι τὸ λεῖπον ἡ πρὸς τὴν ὡραίαν γινομένη σκην ή , ἀνοίξω τοῖς ἐνοικοῦσιν ἕτερον χειμῶνος ὥρᾳ λουτρὸν καὶ μετοχετεύσω λουομένοις πότιμον ὕδωρ καὶ λίαν ἐπιτήδειον εὐεξίᾳ σωμάτω ν . ταῦτα ἡ πόλις, ἐγὼ δέ σου τὰ πεπραγμένα θαυμάζων καὶ τὴν τῶν ἔργων ἀποδέχομαι τάξιν, ὅτι τῷ περιβόλῳ τὴν πρώτην ἀπονείμας φροντίδα καὶ τὴν πόλιν ἀνάλωτον καταστήσας οὕτω τῆς ἔνδον εὐπρεπείας ἐπεμελήθης, ἵνα μὴ τοῖς πολεμίοις καλλωπίσῃς τὴν πόλιν.
3.2.57 Ἤκουσε τῶν πανταχοῦ σοι πεπονημένων ὁ βασιλεὺς ἀνδρῶν οὐδαμῶς οἵων τε ψεύδεσθαι. ἦν μὲν γὰρ ἡ πρεσβεία τρεῖς ἅμα τὸν ἀριθμὸν ἱερεῖς, ὁ δὲ τοὺς πρέσβεις ἐκπέμψας ἁπάντων ἱερέων ὁ κράτιστος. πῶς οὖν εἰκὸς βασιλέα διατεθῆναι πρὸς τὴν πρεσβείαν; ἢ δῆλον ὅτι περιχαρῆ μὲν γενέσθαι, μηδαμῶς δὲ θαυμάζειν εἰ τοιαῦτά σοι μαρτυροῖεν; μείζονα γὰρ συνειδέναι σοι τούτων.
3.2.59 τί γὰρ τῶν σῶν ἐκεῖνος πλεονεκτημάτων ἠγνόησεν; οὐ τῶν ἀποκρίσεων αὐτῷ τὰς μεγίστας ὑπηρετεῖς; οὐ τοσαύτην ὀξύτητα ταῖς χρείαις εἰσάγεις, ὡς ἐννοεῖσθαί τινα μὴ τοιοῦτος ἂν ὁ Περσεὺς ὑπόπτερος ὠνομάσθη τῷ μύθ ῳ ; οὐ τὴν Φήμην ἀεὶ θορυβεῖς οὐδὲ χώραν αὐτῇ προξενῶν ὅπου γῆς εἴης ἀγγέλλειν. καὶ θαυμαστὸν οὐδὲν εἶναι τοιοῦτον ἄνδρα περὶ τὸ θεῖον τοσαύτῃ χρώμενον θεραπείᾳ τε καὶ τιμῇ δείκνυσιν 〈ὁ〉 νεὼς οὗτος ἐν ἄστει πολυτελὴς τοῦ μὲν ἱερέως ἐπιμελείᾳ, σῇ δὲ φιλοτιμίᾳ μεγαλοπρεπῶς εἰργασμένος.
3.2.61 περὶ οὗ τί ἂν μακρολογοίην εὐρυχωρίαν ἢ κάλλος ἢ πλακῶν ἀγλαΐαν ἢ γραφικὴν ποικιλίαν ἢ ὡς ἐν καλῷ τοῦ ἄστεος ἵδρυται ἢ ὅτι τοῖς γείσοις ἐπὶ μέγα χωρήσας τοὺς δεῦρο πορευομένους ψυχαγωγεῖ πόρρωθεν ἐμφαίνων τὴν πόλιν. τί ἂν ταῦτα μηκύνοιμι λέγων οὐχ ὡς ἅπαντα πρώην εἰπών, ἡνίκα τὸν ἱερέα σκοπὸν ἔστησά μου τοῖς λόγοις; ἀλλὰ τῇ γλώττῃ μετρήσας τὴν εὐφημίαν ἐκεῖνο δ’ οὖν εἰς μέσον ἄγειν ἐθέλω.
3.2.62 ἐπειδὴ γὰρ εἶχέ σοι πέρας τὸ τέμενος, ἑορτὴν ἀξίαν τῶν ἔργων ἐποίεις, εἰς δὲ τὴν πανήγυριν ταύτην πάντας τοὺς ἐν τέλει συνήγαγες πολίτας τε ἅμα καὶ ἀστυγείτονας καὶ οἷς ἡ Καίσαρος ἐναβρύνεται. ἑστιῶν δὲ αὐτοὺς καὶ φιλοτησίας προπίνων καλὴν ἐνεδείξω πρὸς ἅπαντας δεξιότητα μὴ ζηλώσας ἐκεῖνον τὸν κατηφῆ καὶ σύννουν Ἐπαμεινώνδαν.
3.2.63 λέγεται γὰρ Θηβαίων ἀγόντων πάνδημον ἑορτὴν καὶ διημερευόντων οἷον εἰκὸς ἐν εὐωχίαις καὶ κώμοις ἐρομένου τινός, τί δὴ μόνος οὐ μετέχει τῆς ἡδονῆς καὶ τί ποτε εἴη πεφροντικώς, ἀποκρίνασθαι, ὅτι τῶν κοινῶν ἐπιμελοῖτο πραγμάτων. οὗτος ὁ λόγος ἀγνοοῦντα τὸν Θηβαῖον ἐλέγχει τὴν πρὸς τὸ Ἱππονίκου μειράκιον συμβουλήν, ὡς ἀπειρόκαλον παρὰ τὰ γελοῖα σπουδάζειν. οὐ μὴν τὸ σκυθρωπὸν Ἐπαμεινώνδου φυγὼν τὴν ἀνελεύθερον Ἀλεξάνδρου τρυφὴν ἐμιμήσω, ὃς ἐν πότῳ τινὶ τὴν λύραν ἀναλαβὼν συνῇδε τοῖς κρούσμασιν, ὥστε καὶ ἀπέσκωψεν εἰς αὐτὸν ὁ πατήρ, εἰ μὴ καταδύοιτο κιθαρίζων.
3.2.65 σὺ δὲ τοῦ μὲν τὴν ἄκαιρον σεμνότητα καταγνούς, τοῦ δὲ τὸ περιττῶς ἁβροδίαιτον ἀστειοσύνην τινὰ σεμνότητι συνεκέρασας ἀμφότερα τῷ καιρῷ συμβαίνοντα πράττων τοῦ μὲν ὁσίου τῆς ἑορτῆς τὸ σεμνὸν βουλομένου, τοῦ δὲ λαμπροῦ καὶ φαιδρόν τι προσαπαιτοῦντος. Ἔστι τοίνυν τῆς αὐτῆς εὐσεβείας τεμένη δημιουργεῖν καὶ τοὺς ταῦτα διαφθείροντας τιμωρεῖσθαι, τοῦτο δὴ τοῦ στρατηγοῦντος τὸ τρόπαιον.
3.2.67 σκοπεῖτε γάρ· νῆσός ἐστιν ὄνομα μὲν Ἰοτάβη, τὸ δὲ ἔργον αὐτῆς ὑποδοχὴ φορτίων τῶν Ἰνδικῶν, ὧν μέγας φόρος τὰ τέλη. προσοικοῦσι δὲ ἄνδρες αὐτήν, ἀνόσιον ἔθνος, φρούριον οἰκοῦντες οὐδαμόθεν ἐπίμαχον τοῖς ἐπιοῦσιν. οὗτοι τῇ νήσῳ πολεμίως ἐπιπεσόντες, ἔστιν αὐτόθι νεὼς ἱδρυμένος, ἔνθα νομίζεται τοῦ Θεοῦ τὴν Μητέρα τὴν Παρθένον τιμᾶσθαι, τοῦτον οἱ δυσσεβεῖς ἐδαπάνησαν χειροποιήτῳ φλογὶ καὶ τὰ τέλη σφετερισάμενοι τῶν ἀγωγίμων ἐκαρποῦντο τὸν βασιλέα.
3.2.69 ἡγησάμενος οὖν τὴν περὶ τὸν νεὼν ἀδικίαν ἐφόδιόν σοι γενέσθαι τῆς ἐξ οὐρανοῦ συμμαχίας ἐξῄεις ἐπὶ τὸ τῶν ἐναγῶν ὁρμητήριον καὶ τοῖς ἐκεῖθεν κατασκόποις περιτυχὼν καὶ τὰ τῶν ἐκπεμψάντων ἀπόρρητα γνοὺς παρὰ τῶν ἐλπισάντων ἐκείνοις διαπορθμεύσειν τὰ σὰ αὐτὸς ἄγγελος ἦλθες τοῖς πολεμίοις. αὐτὸ τοίνυν πρῶτον τὸ κατασκόπους ἐκπέμψαι μαρτυρία τῶν ἀποστειλάντων σαφὴς τοῦ τεταράχθαι καὶ πεπληρῶσθαι τὰς ἀκοὰς τῶν 〈ἔργων σου τῶν〉 ἀμέμπτων καὶ πάλαι τὴν σὴν ἐπ’ αὐτοὺς ἄφιξιν ὀνειροπολεῖν τε καὶ τρέμειν.
3.2.71 ἤλπιζον μὲν οὖν ἐκ τῶν περὶ σοῦ φερομένων ἄνδρα θεάσεσθαι κρείττω τῶν ἐν ταῖς βίβλοις ἀριστευσάντων, εὗρον δὲ στρατηγὸν καὶ τὰς αὑτῶν ἐλπίδας νικῶντα. κλίμακα γὰρ τοῖς τείχεσιν ἐπιστήσας περινοστῶν σου τὸ πλῆθος λόγον ἀφῆκας ἐς τὸ στρατόπεδον καιρὸν εἰπὼν ἅπασιν ἥκειν τὴν ἑκάστου βασανίζοντα προθυμίαν καὶ ῥώμην.
3.2.72 τὸ βραχὺ τοῦτο φθεγξάμενος πολεμικοῦ τοὺς ὑπηκόους ἐνέπλησας ἔρωτος, καὶ πᾶσιν εὐθὺς ἀγαθὴ συνέπεσεν ἔρις, ὃς ἀναβήσεται πρῶτος. ἔδοξεν ἄν τις ἐσπουδακότας ἰδὼν οὐ πρὸς ἀγῶνα καὶ κίνδυνον αὐτοὺς ἀναβαίνειν, ἀλλ’ οἷον ἀγῶνος τετελεσμένου πρὸς τὸ ἆθλον ἐπείγεσθαι.
3.2.73 οὕτως ὀλίγαι συλλαβαὶ στρατιώταις ἀρκοῦσι πρὸς εὐτολμίαν ὑφ’ ἡγεμόνι χρηστῷ τρεφομένοις. οὔκουν φασὶ καρτερῆσαι τὴν κλίμακα τὴν ὀξύτητα τῶν ἀνιόντων.
3.2.74 ἦν δέ, ὡς ἔοικεν, οὐ Τύχης ἐπήρεια τοῦτο—οὐ γὰρ ἂν εἷλες τὸν τόπον—, ἐπίνοια δέ τις καὶ παρασκευὴ τοῦ δαιμονίου πολλάς σοι πρὸς εὔκλειαν εὐτρεπίζοντος ἀφορμάς. ἐκτετοξευμένων τῶν βελῶν τοῖς ἐπὶ τοῦ τείχους ἑστῶσι βρόχοις ἐκ θατέρου τῶν ἄκρων ἀρτήσαντες βέλη καὶ τὰς ἄλλας τῶν καλωδίων ἀρχὰς ἐπὶ τὸ τεῖχος ἀφέντες τοῖς ἄνω οὕτως αὐτοῖς ἐχορηγεῖτε τοξεύειν.
3.2.76 τοιούτοις ἐκείνων ἀκροβολισμοῖς κεχρημένων ἕτεροι φλόγα προσῆγον ταῖς πύλαις πνεῦμα τηρήσαντες ἐπίφορον εἰς αὐτήν. εἰσβιασθέντος οὖν τῷ πνεύματι τοῦ πυρὸς καὶ τοὺς ἀποσβέσαι πειρωμένους 〈ἀποκρούοντοσ〉 καὶ τῶν ἀπὸ τοῦ τείχους συνεχέσι βολαῖς ἴσα τῷ πυρὶ δυναμένων καὶ τοὺς ἐπὶ τοῦτο θύοντας ἀνακοψάντων πυκνοτέροις τοξεύμασι καὶ τὰς πύλας ὑμῖν ἀνοίξαντος τοῦ πυρὸς διενείμω τοὺς ἐνοικοῦντας εἰς θάνατον καὶ δουλείαν καὶ παραδέδωκας ἀνδράσι πιστοῖς τὸ χωρίον ἀργυρολογεῖν βασιλεῖ τεταγμένοις. ἐντεῦθεν ὄνομα τῷ μέλλοντι παραπέμπεται χρόνῳ· ἡ γὰρ ὄψις τοῦ τόπου τὸν θεατὴν ἀναμιμνήσκει τοῦ γεγονότος, καί ποτέ τις ἐκεῖθέν που παριὼν διηγήσεται τῷ πλησίον· ἀνδρῶν τόδε τὸ φρούριον μυσαρῶν ἐνδιαίτημα γέγονε ν , οὓς πολλῶν ἑλεῖν τολμησάντων εἷς ἀνὴρ ἠδυνήθ η .
3.2.78 ὃ καὶ μάλιστά γε τῶν σῶν ἄξιον ἀγασθῆναι· τὸ γὰρ ἀνδρῶν ἤδη μαχίμων διαμαρτόντων καὶ πρὸς δευτέραν ἀπεγνωκότων πεῖραν εἰς ἔννοιάν σε λαβεῖν τοῦ χωρίου τὴν ἐπικράτησιν μάλα θαρροῦντός ἐστι τῇ περιουσίᾳ τῆς εὐψυχίας. τοῦ γὰρ ἐξ ἀρχῆς ἔργοις ἐπιχειροῦντος μεγάλοις ὁ μετὰ τὸν ἀποτυχόντα τοῖς αὐτοῖς ἐγχειρῶν θαυμαστότερος ἐκείνου τὴν προθυμίαν, κἂν ἐφ’ ἑκατέρου τὸ μὴ κατορθῶσαι συμβῇ.
3.2.79 εἰ δέ τις καὶ πρὸς ἔργον ἄγοι τὴν γνώμην, οὗτος ἐκεῖνός ἐστιν ὁ φθόνου τὴν ἀρετὴν ἀνωτέρω λαχών. Οἶδα τοίνυν τινάς, οἳ πρὶν εἰς ἀρχὴν παρελθεῖν, ἵνα τύχωσι ταύτης ἐπιεικείας, ἐκφέρουσι δεῖγμα καὶ χρηστῆς ἀπογεύσαντες ἐλπίδος τοὺς ἐντυγχάνοντας, ἐπειδὰν λάβωνται τοῦ ποθουμένου, πρὸς τὴν οἰκείαν ὑποφέρουσι φύσιν εἰς πλεονεξίαν τὸν χρόνον ἀναλίσκοντες τῆς ἐξουσίας· ἀλλ’ ἀμφοτέροις ὑμῖν τὰ μὲν πρὸ τοῦδε πεπραγμένα τοῦ σχήματος ἄξια τῆς παρούσης ἀρχῆς, τὰ δὲ τῆς ἡγεμονίας αὐτῆς ἑτέρας ἄξια μείζονος.
3.2.81 τὸ δὲ παράδοξον, βασκανίας γὰρ ἑπομένης τοῖς ζῶσι πρὸς τὸ ἀντίπαλον, ἄλλως τε ὅταν ἴσαι μὲν ἀρεταί, ἴσαι δὲ τύχαι, καὶ μία μὲν πρὸς βασιλέα σπουδή, μία δὲ παρὰ βασιλέως εὔνοια καὶ τιμή, μόνοι πρὸς τοῦτον ἁμιλλᾶσθε τὸν λόγον, τίνας ἡμῖν οἱ πολέμους ἀρχαίους συγγράψαντες τοιούτους παρέδωκαν ἀλλήλοις οὕτω συμπνέοντας καὶ φιλίαν ἄδολον καὶ σαφῆ κεκτημένους. Εὐαγόραν τὸν Σαλαμίνιον καὶ Κόνωνα τὸν Ἀθηναῖόν φασιν ὁμογνώμονας εἶναι καὶ φίλους.
3.2.82 ὑμεῖς τοίνυν ἐκείνους ὅσον τοῖς ἔργοις ὑπερβάλλεσθε, τοσοῦτον τῇ πρὸς ἀλλήλους εὐνοίᾳ. Ἐπεὶ δὲ Εὐαγόρας ἐμοὶ καὶ Κόνων εἰσῆλθον, συνεισῆλθεν ὁ Ζεύς, τῶν Ἀθηναίων τὸ φιλοτέχνημα· παρὰ τοῦτον γὰρ εἱστήκεσαν τὸν θεὸν ἄμφω χαλκοῖ.
3.2.84 ὡς ἔδει καὶ νῦν τῶν ἐργαζομένων ταῦτα τὸν ἄριστον ἐκεῖνο ζηλῶσαι τὸ σχῆμα καὶ μέσον ὑμῶν ἀμφοτέρων βασιλέα δημιουργῆσαι. ἐτίμησα ἂν ὑμᾶς τοιῷδε καὶ αὐτὸς ἐπιγράμματι· αἱ πόλεις τοὺς ἄρχοντας ἑκατέρωθεν βασιλέως ἀνδραγαθίας ἕνεκα καὶ δικαιοσύνη ς . Εἴργασταί μοι μηδὲν ὑποθωπεύσας ὁ λόγος καὶ τιμῶ τούτοις ὑμᾶς οἷς τυγχάνω δυνάμενος.
3.2.85 καὶ γένοιτο λαμπροτέρων ἀρχῶν τὰς ἡνίας ἄμφω παραλαβεῖν καὶ τοὺς ἐμοὺς λόγους ἀεὶ ταῖς ὑμετέραις συναύξεσθαι τύχαις. ΕΓΚΩΜΙΟΝ ΕΚ ΤΟΥ ΠΡΟΧΕΙΡΟΥ ΕΙΣ ΣΟΥΜΜΟΝ ΤΟΝ ΕΝΔΟΞΟΤΑΤΟΝ ΣΤΡΑΤΗΛΑΤΗΝ.
4.1.pref Ὁ λόγος βραχὺς μέν ἐστι καὶ ἄλλως, ἔτι δὲ δόξει βραχύτερος, εἴ τις αὐτὸν παραβάλλοι τῷ στρατηγῷ· οὐ μὴν ἀπεικότως παρρησιάζεται τῇ τῶν προτρεψαμένων εὐνοίᾳ θαρρῶν. Ἄτοπον μὲν ἴσως ἐγχείρημα δόξει καὶ θράσους μεστόν, εἰ νῦν, ὅτε κρείττους ἔδει μοι γενέσθαι τοὺς λόγους οἷα δὴ μείζω τολμῶντας ἡγεμόνα κοσμεῖν, ἐλάττονα γλῶτταν ἥκω σοι φέρων ὀλίγου καιροῦ τὴν εὐφημίαν ἐργασαμένην, πλὴν ἐπειδή, κἂν βραδέως ἐκτίσω τὸν ἔπαινον, νικῶμαι τῷ μεγέθει τῶν ἀρετῶν, ἄσμενος εἶξα τῇ συντομίᾳ τοῦ χρόνου τὴν ἐκ τοῦ τάχους θηρεύων συγγνώμην.
4.1.2 ἤδη μὲν οὖν τις εὖ μάλα τὰ Μουσῶν ἐργαζόμενος ποιητικῇ σειρῆνι τὸ θέατρον ἔθελξεν ἔνιά σου τῶν γνωρισμάτων ὑποτάξας τῷ μέτρῳ, οὐ μὴν ἐντεῦθεν ἡμῖν οἱ λόγοι στενοχωροῦνται· ὥσπερ γὰρ μέγα πλέουσι πέλαγος ὁλκάδες πανταχόθεν πολλαὶ καὶ φόβος οὐδεὶς μὴ λάθωσί πού τινες ἀλλήλας πιέζουσαι, οὕτως ἡ τῶν σῶν ἔργων εὐρυχωρία παντὶ δίδωσιν ἐπαινέτῃ τόπον ἀρκοῦντα. Δεῖγμα δέ σου πρῶτον ἀρχικῆς ἐπιστήμης τὸ δὶς τὴν αὐτὴν λαχεῖν ἐξουσίαν.
4.1.3 οἱ γὰρ τοιαύτης ἀπαίδευτοι τέχνης ἢ τὸν ἅπαντα χρόνον εἰς ἰδιώτας τελοῦσιν ἢ μιᾶς ἀπολαύουσι δυναστείας ἐλεγχομένης αὐτῶν τῆς ἀμαθίας τῇ πείρᾳ. σοὶ δὲ τοῦ καλῶς ἄρξαι τὴν πρώτην ἡ δευτέρα τεκμήριον, τὸ δὲ βραβεῦσαι τὴν προτέραν ὀρθῶς τοῦ φθάσαντος βίου σημεῖον· οὐ γὰρ ἐνῆν ἄνδρα γενέσθαι τοιοῦτον, εἰ μὴ καλῶς ἐν παισὶ καὶ μειρακίοις ἐτράφης. ἀλλὰ τί σου τὰς βραχυτέρας ἄγομεν ἡλικίας εἰς μέσον μηδὲ τὰ τῆς παρούσης πλεονεκτήματα χωροῦντος τοῦ λόγου; ἤδη δὲ πρὸς ταῦτα πορεύσομαι.
4.1.5 Ἐγένετο καιρὸς τὴν Ἀντιόχου, τότε γὰρ Ἀντιόχου προσηγορεύετο, σαλεύων τε καὶ κινῶν, ἕως εἰς ἔδαφος ἔκλινεν. οὗτος ὁ καιρὸς οὐδὲ τῶν Ἀπόλλωνος ἐφείσατο παιδικῶν, οὐ τὸ κάλλος τῆς ἐρωμένης ἠλέησε τοῦ θεοῦ, οὐ τὸν Ζέφυρον ἠρυθρίασε πρᾴως ἀεὶ περιπνέοντα τὸ χωρίον, οὐ τῶν ὀρνίθων ᾤκτειρε τὰς φωνάς, ὅσοι τοῖς δένδρεσιν ἐφιζάνοντες ᾄδουσιν ἡδὺ καὶ τερπνόν, τότε δὲ ἴσως ἐλεεινόν, εἴ τις ἄρα κακῶν ὄρνισι πέφυκεν αἴσθησις. ἐν τούτοις μὲν ἦν ἡ πόλις καὶ τὸ ἄλσος αὐτῆς· εἰ δὲ τότε Δελφοὺς ἔχων ἐτύγχανεν ὁ Ἀπόλλων καί τις ἐπύθετο τοῦ θεοῦ, τίνα τρόπον αὐτῷ τὴν πορθουμένην ἰάσωνται καὶ τὴν ἐκείνης ἄρχουσαν πόλιν, ἀνεῖλεν ἂν δυοῖν ἰατρῶν δεῖσθαι τὴν τύχην, ἀγαθοῦ βασιλέως καὶ στρατηγοῦ παραπλησίου τὴν γνώμην, τοῦ μὲν ὀρθοῦντος τὰ πεπτωκότα, τοῦ δὲ τὴν τῶν ἠτυχηκότων ἔνδειαν θεραπεύοντος.
4.1.7 ταῦτα ἔχρησεν ἄν, εἴ γε μάντις ὑπῆρχεν ὁ Πύθιος. ὁ μὲν γὰρ ὤρεξε χεῖρα τῇ πόλει πλουσίαν, ὥστε μηδὲ εἴ ποτε πέπτωκε προσελθόντα τινὰ ῥᾳδίως αἰσθέσθαι, καὶ τῷ ἄλσει τὸ πρότερον ἀπένειμε κάλλος οὐ συγχωρήσας τῇ Γῇ καὶ ταύτην καλύψαι τὴν Δάφνην, ὥσπερ πάλαι τὴν ὁμώνυμον κόρην. καὶ τὰ μὲν αὐτοῦ τοῦ βασιλέως τοιαῦτα· ὁ δὲ πάντα πολὺς οὑτοσὶ ταῖς ἀκμαῖς τοῦ κινδύνου παρὼν ἑκάστῳ τὸ πρόσφορον συνεισέφερε, βίου μὲν ἀφορμὰς τοῖς δεομένοις, τοῖς δὲ κειμένοις τὰ νομιζόμενα, τοῖς δὲ μηδαμῶς ὁρωμένοις, πολλὰ γὰρ ἀφανῆ γέγονε σώματα, τούτοις—τί γὰρ ἕτερον ἦν;—ἐδωρήσατο δάκρυα.
4.1.9 τότε δὴ πάντα πόρον ἀναγκαίου τροφῆς τοῖς ἐν χρείᾳ χορηγῶν διετέλεις, τότε σε τὸ μέγεθος τῆς φιλοτιμίας ἀπέζωσε καὶ τῆς ἀξίας τὸ σχῆμα παρεῖδες, ἵνα τὴν ἀξίαν αὐτὴν ἔργῳ σεμνύνῃς· εἵλου γὰρ εὖ ποιῶν ζώνης ὀφθῆναι μᾶλλον ἤπερ φιλανθρωπίας γυμνὸς καὶ τὸ σῶμα μᾶλλον ἢ τὴν ψυχὴν ἄκοσμον ἔχειν· διὰ τοῦτό σοι πλοῦτος γέγονεν ἀρετῆς ἡ τοιαύτη πενία. ἰδού, πάλιν ἐκείνους οἰκτείρεις τοὺς ἄνδρας καὶ πρόσωπον ἐμφαίνεις συναχθομένου κατὰ νοῦν ἐκ τῶν εἰρημένων τὸ πάθος λαβών.
4.1.10 καὶ τοῦτο ἄρα σε μόνον ἡ τότε φιλοτιμία λυπεῖ, ὅτι τῇ μνήμῃ τῆς δωρεᾶς ἡ συμφορὰ συνεισέρχεται. τοιγαροῦν συστέλλω τὸν ἔπαινον, ἵνα μὴ τὴν λύπην ἐκτείνω. Ἐπειδὴ τοίνυν ἐν τούτοις ἠγγέλθης τῷ βασιλεῖ, λαβὼν ἐκεῖνος εἰς ἔννοιαν, ὅσην εἰκὸς τῆς οἰκείας σε χώρας ἐπιμέλειαν ἔχειν τὸν τῆς οὐ προσηκούσης τοσαύτην θέμενον πρόνοιαν, ὑποτάττει σου Παλαιστίνην τῷ νεύματι· σὺ δὲ περιχαρῶς ἐδέξω τὸ γέρας οὐ πρὸς ἀρχὰς ἔχων ἐρωτικῶς, ἀλλὰ τροφείων τῇ χώρᾳ πρόφασιν ἐξευρών.
4.1.12 αὕτη τῶν Παλαιστίνης ἐγίνετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη. ἐντεῦθεν οἱ δυσμενεῖς ἠρεμεῖν ἠναγκάζοντο, ἄνδρες σοβαροὶ καὶ φιλοκίνδυνοι καὶ μισοῦντες τὴν ἡσυχίαν, καὶ προῆλθε ταῖς πόλεσιν ἐλευθερία σαφὴς ἐξ ἀφορήτου δουλείας, ἥτις ἐπενείματο μὲν τῶν ἀλλοφύλων τοὺς γείτονας, κατέβη δὲ πρὸς τοὺς τούτων ὁμόρους, ἥψατο δὲ τῶν ὑπολοίπων χωρίων, ὁδῷ δὲ προϊοῦσα καὶ πρὸς ἡμᾶς ἧκε τῇ φήμῃ, σοῦ δὲ φανέντος κατὰ μικρὸν ὑποστρέψασα γίνεται παρὰ τοῖς ἐναντίοις. οὕτω τὰ Παλαιστινῶν πράγματα παραδέδωκας τοῖς τὴν αὐτὴν μετὰ σὲ παρειληφόσιν ἀρχήν.
4.1.13 οἱ δὲ τοιούτων αὐτοῖς ὑπαρχόντων παραδειγμάτων, ἕως μὲν τοῖς ὑμετέροις ἴχνεσιν εἵποντο, τῶν ὑπηκόων ἀμέμπτως ἐκράτουν· ἐπεὶ δὲ τὰ πάντα σε μιμεῖσθαι πειρώμενοι λειπομένην εὗρον τῆς προθυμίας τὴν δύναμιν, κρείττω γὰρ ζήλου τὰ σά, τότε σου τῶν ἰχνῶν ἔξω πλανώμενοι εἰκῆ τὰ τῶν ἀρχομένων ἴθυνον πράγματα. ὥστε δοκῶ μοι τὴν Τύχην εὐνοίᾳ τῇ περὶ σὲ τῶν αὐτῶν ὑπηκόων ἑτέρους καταστῆσαι δεσπότας.
4.1.14 εἰ μὲν γὰρ ἄλλος οὐδεὶς ἐπὶ τὴν αὐτὴν μετὰ σὲ παρῆλθεν ἀξίαν, ἄδηλον ἦν, εἰ μόνον τὸ σὸν ἴσχυε φρόνημα τοὺς ἐχθροὺς ἡμερῶσαι καὶ βιάσασθαι σωφρονεῖν· νῦν δὲ μαρτυρία προῆλθεν ἐπὶ σὲ μόνον τὴν ὅλην ἀναφέρουσα πρόφασιν. τοὺς μὲν οὖν πρὸ τῆς ὑμετέρας ἀρχῆς τῶν αὐτῶν ἡγησαμένους πραγμάτων οὐ θαυμαστὸν κατόπιν σου γενέσθαι τῶν ἀρετῶν, οὐ γὰρ εἶχον ὅντινα δέοι μιμήσασθαι· τὸ δὲ τοὺς ὕστερον ἄρξαντας ἀπολείπεσθαι δείκνυσιν πᾶσαν ὑμᾶς νικῶντας παράθεσιν, ὡς ἐξεῖναί σοι πανταχόθεν εἰκότως μέγα φρονεῖν, ἐκ μὲν τῶν προλαβόντων, ὅτι τούτους παρέδραμες οὐ μετρίως, ἐκ δὲ τῶν μετὰ σὲ τὴν ἀρχὴν εἰληφότων, ὅτι μιμήσεως κρείττων ἐφάνης.
4.1.16 οἷον γάρ, οἷον ἐκεῖνό σου τὸ θρυλλούμενον. ἐνόσει ποτὲ τῶν ἡμετέρων φυλῶν τὰ κεφάλαια, δυοῖν ἀνδρῶν ξυνωρίς, καί τις ἀμφοτέροις ἄκριτος ἦν ἔρις καὶ ταραχή· δειναὶ γὰρ ἀεὶ καὶ δυσίατοι τῶν φίλων αἱ πρὸς ἀλλήλους διαφοραί. λελυμένων τοίνυν λαμπρῶς τῶν σπονδῶν καὶ πάντων ἐλπίδι μιᾷ κρατουμένων ἀπέραντον εἶναι τὴν στάσιν, πολλοὶ γὰρ διαλλάττειν ἐσπουδακότες προθυμίαν ἐπεδείξαντο μόνην, ἔδειξεν ἡ πεῖρα σαφῶς, ὡς οὐδὲν ἄπρακτον ὅπου ἂν τύχῃ Σοῦμμος παρών.
4.1.17 ἀναμνήσας γὰρ ἀμφοτέρους τῶν συνθηκῶν καὶ πικρῶς ἐπιπλήξας, ὅτι καθάπερ ἐν νυκτομαχίᾳ πρὸς ἀλλήλους ὁπλίζονται, βεβαίας αὐτοῖς συνεστήσω διαλλαγάς. ταύτην ἐγὼ τὴν διάλυσιν παντὸς εἶναί φημι τροπαίου τιμιωτέραν Ἡροδότῳ χρώμενος δικαστῇ· ὅσῳ γὰρ εἰρήν η , φησί, πρᾳοτέρα πολέμο υ , τοσούτῳ πόλεμος ἔφυ στάσεως ἡμερώτερο ς .
4.1.18 ἔοικε δὲ τοῦτο καὶ Ὅμηρος μαρτυρεῖν· ποιήσας γὰρ πόλεμον Τρώων καὶ Ἀχαιῶν τὸν πόλεμον παριδὼν τὴν Ἀχιλλέως ᾔτησε μῆνιν ἄδειν τὴν Μοῦσαν. ἔχοι δ’ ἄν τις καὶ τρόπον ἕτερον ἄγασθαί σου τὴν πρᾶξιν, ὅτι τόξου καὶ πανοπλίας καὶ δόρατος καὶ βίας πολεμικῆς ἐστι ψιλή.
4.1.19 εἰ γὰρ ἀσπίδι πολλῇ καὶ βελῶν ἀφέσει πυκνῶν ἱππέων τε καταλόγοις καὶ πᾶσι στρατοπέδου πληρώμασιν αἱ πρὸς ἀλλήλους αὐτοῖς διὰ σοῦ προῆλθον συνθῆκαι, καὶ μικρὰ πρόφασις καὶ τὸ τυχὸν ἐναντίωμα πάλιν 〈ἂν〉 ἀνέτρεπε τὰς σπονδάς· τὰ γὰρ εὐνοίας χωρὶς καὶ πειθοῦς συνιστάμενα σαθρά τε καὶ σφαλερὰ καὶ βραχύν τινα χρόνον ἀνθήσαντα ἀπομαραίνεται. Ἕτερον τοίνυν κατόρθωμα τὸ λεχθὲν διαδέχεται· νομάδων γὰρ ἀλλοφύλων τοὺς ἡμετέρους καταθεόντων καὶ ληισαμένων τὸ προστυχὸν καὶ τὴν λείαν ἐν ὄρει θεμένων ὥσπερ τῆς ἀδικίας, εἰ χωρίον ὑψηλὸν καταλάβοι, βεβαίως ἱδρυμένης τοῖς κεκτημένοις, οὕτω δὲ τούτων ἐν μετεώρῳ διατριβόντων ἕτερος μὲν ἐτύγχανε στρατηγῶν, οὐ γὰρ ἂν ἐπράχθη τὸ τολμηθέν, τοσαύτην δὲ τῇ χρείᾳ ῥοπὴν ἐχορήγησας, ὥστε τῶν εἰργασμένων τὴν εὔκλειαν καταλιποῦσαν τὸν στρατηγὸν ἐπὶ σὲ μεταστῆναι καὶ ταῦτα φιλοῦσαν τοῖς ἡγουμένοις ἀκολουθεῖν.
4.1.21 Ἀλλὰ γὰρ ὁ Νεῖλος περιηχεῖ μου τὰς ἀκοάς, καί με ποιητικῶς ἀμφὶ κτύπος οὔατα βάλλε ι . εἰ δὲ καὶ παρ’ ἡμῖν οἱ ποταμοὶ διελέγοντο καθάπερ ὁ Σκάμανδρος ἐν τοῖς ἔπεσιν ἢ καὶ ὥσπερ ὁ Νεῖλος αὐτὸς παρὰ τῷ πρώην ὑμᾶς ἀνυμνήσαντι, κατεβόησεν ἄν μου φωνὴν ἀφιείς, ὅτι μὴ τὴν πρώτην δέδωκα μοῖραν τοῖς περὶ τοῦτόν σοι πεπραγμένοις τὸν ποταμόν. ἐπιπεσόντων γὰρ πολεμίων τοῖς ἐν Αἰγύπτῳ τὸν βίον ἐν σκηναῖς ποιουμένοις ὡς ἔγνως, ὡς μαθὼν ἠγανάκτησας, ὡς θυμοῦ γέμων ἐχώρεις, πολλοὶ μὲν τῶν ἐναντίων ὑπὸ σοὶ γεγόνασι δοριάλωτοι, πολλοὶ δὲ πάλαι τῶν ὁμοφύλων αἰχμάλωτοι διὰ σὲ τῆς εἰρημένης προσηγορίας ἐπαύσαντο.
4.1.23 Οὐ τοίνυν μόνον τῆς τῶν πολέμων ἀπαλλαγῆς ἔχουσί σοι χάριν αἱ πόλεις, ἀλλὰ καὶ τῶν ἐν εἰρήνῃ τερπνῶν. οὐ γὰρ ἔστι γλυκεῖαν ἄγειν εἰρήνην ἐν ὑποψίᾳ πολέμου. ἡ γὰρ ἐλπὶς εἰσιοῦσα τὸν λογισμόν, κἂν βούληταί τις αὐτὸς ἑαυτὸν ἀπατήσας ψυχαγωγεῖν, αὕτη παρακαθημένη καὶ στένουσα καὶ φοβερὰς ἀναπλάττουσα φαντασίας, γῆρας οὐδαμῶς ἐλεούμενον, κόρην ὑβριζομένην, ἑλκόμενον εἰς δουλείαν παιδίον, ἀγομένην ἐκ παστάδος γυναῖκα, τοιαῦτα τοίνυν ἐνεικονίζουσα τῇ ψυχῇ στρέφει τε καὶ φοβεῖ καὶ πρὸς ἀθυμίαν ἀνθέλκει. οὔκουν ἡ Λεσβίων πανήγυρις ἡδονὴν εἶχεν αὐτοῖς, ὅτε πόλεμος Ἀθήνηθεν ἠπειλεῖτο τῇ νήσῳ. Εἶεν· πόθεν δήπου τὸν λόγον ᾤχετο φέρων ὁ Νεῖλος; ἐκ Παλαιστίνης, οἶμαι, πρὸς ἣν βούλομαι πάλιν ἐπανελθεῖν, ὅπως ἐντεῦθεν ἐπὶ τὴν Ἀραβίαν ἀφίξομαι.
4.1.24 τί δέ μοι τῆς ἐπὶ ταύτην πορείας; Ὥρμηταί τις ἐκεῖθεν ἐμὸς φοιτητής, οἶσθα τὸν νέον ὃν ἔναγχός μοι συνέστησας, ᾧ γνώρισμα μέγιστον ὁ πατήρ.
4.1.25 οὗτος ἐμοὶ διηγούμενος, ὅπως διένειμας τοῖς ἑαυτοῦ πολίταις τοὺς φόρους, ἀνέμνησέ με τοῖς περὶ σοῦ λεγομένοις Ἀριστείδου τοῦ Λυσιμάχου. ἐκεῖνος τοῖς νησιώταις τάξας τὸ σύμμετρον, ἣν ἐπεδείξατο τοῖς Ἕλλησιν ἀρετήν, ταύτην ἔλαχεν ὄνομα. καὶ σὺ τῶν Ἀράβων ἑκάστῳ τὴν ἐπιβάλλουσαν οὕτω διώρισας μοῖραν ὥσπερ εἰς λόγους ἐλθών που τῇ Τύχῃ τῶν οἰκητόρων καὶ παρ’ ἐκείνης ἀκηκοώς, ὅσοις μὲν ἐδωρήσατο πλοῦτον, ὅσους δὲ περιορᾷ πενομένους, καὶ τίνες ἑκατέρου τῶν ἄκρων ἐν μέσῳ.
4.1.26 οὔτε γὰρ οἴκτῳ τῶν δεομένων ἠδίκησας τὴν πλουτοῦσαν μερίδα οὔτε χάριτι τῶν εὐπορούντων τοὺς ἐν ἐνδείᾳ προήχθης ὑπεριδεῖν οὔτε τῶν μέσων τὸ πλῆθος αἰδούμενος ἐλυμήνω τοὺς ἑκατέρωθεν τεταγμένους. ὅσον δὲ τοῖς πράγμασιν ὄφελος ἡ συμμετρία τῶν φόρων, ἐκεῖθεν ἄν τις ἴδοι σαφῶς, εἰ τὴν ἐκ τῆς ἀμετρίας διασκέψεται βλάβην, ἐπεὶ καὶ σωμάτων ὑγίειαν, ἡλίκον ἐστὶ τοῖς ἔχουσιν ἀγαθόν, ἡ νόσος ἐμφαίνει.
4.1.27 ἐλαυνομένης τοίνυν ἐκ τῆς Ἀράβων τῆς ἀμετρίας τῶν φόρων οὐδεμία τις περὶ σοῦ τοῖς αὐτόθι πλουτοῦσι δωροδοκίας ἐλπὶς ἐτολμήθη, ἀλλ’ ἡδέως μὲν ἂν προσεδόκων, ἤχθοντο δὲ προσδοκᾶν οὐ δυνάμενοι· αἱ γὰρ ἐλπίδες οὐ παραγίνονται πράγμασιν ἐναργῶς ἀμηχάνοις. Ἀττικὸς μὲν οὖν ῥήτωρ μέγα φρονείτω, ὅτι νόμῳ τὰς λειτουργίας πρὸς τὴν ἑκάστου μετρήσας οὐσίαν, πολλὰ τῶν εὐπόρων αὐτῷ δώσειν ὑποσχομένων μὴ τιθέντι τὸν νόμον, ὀπίσω τοῦ δικαίου τὰς ἐκείνων ἔθετο δωρεάς.
4.1.28 οὗτος μὲν ἐπὶ τούτοις μέγα φρονείτω, σοὶ δὲ μείζων ἐκ τῆς Ἀράβων ἔρχεται κόσμος. τὸ γὰρ μὴ δοῦναι τολμῆσαι τοῦ δεδωκότας ἀποτυχεῖν τιμιώτερον· νίκη γὰρ ἀθλητοῦ λαμπροτέρα πρὸς ὃν οὐδεὶς ἀποδύεται. Ἀλλὰ ταῦτα μὲν αἱ φῆμαί σοι πανταχοῦ φοιτῶσαι βοῶσιν· ἐφώρασα δέ σου καὶ κεκρυμμένην εὐεργεσίαν, ᾗ τοῖς ἀποροῦσιν ἐπικουφίζεις τὴν ἔνδειαν.
4.1.29 καὶ λυπήσω μὲν ἴσως ἄγων εἰς φῶς ἣν κρύπτειν ἐθέλεις· πλὴν τοῦτό με μᾶλλον ἐρεθίζει πρὸς ἔπαινον, ὅτι μετρίῳ φρονήματι βούλει καλύπτειν. ἐν πόλει τοίνυν, ἔνθα τῶν ἱερέων τὸν κορυφαῖον ἱδρῦσθαι νομίζεται, πλήθους χρημάτων ἀγροὺς ὠνησάμενος τοῖς πένησι γεωργεῖς καί μοι δοκεῖς φιλανθρωπίᾳ μείζονι χρώμενος ἀγροὺς ποιῆσαι τὰ χρήματα, ὅπως ἀθάνατος εἴη τοῖς πενομένοις ἡ χορηγία διηνεκεῖ προσόδῳ φυλαττομένη.
4.1.31 μέλλων δὲ λήγειν ἤδη τῆς εὐφημίας τὰς ἄλλας ὑμῶν φαντάζομαι πράξεις προσμειδιώσας τῷ λόγῳ, ὅτι παρόμοιόν τι πράξας ἀπέρχεται, ὥσπερ ἂν εἰ ζωγράφος πολλῶν εἰκόνα προσώπων ἐπιταχθεὶς ὀλίγα φιλοτεχνήσας τὴν ὅλην οἴοιτο πεπληρῶσθαι γραφήν. ἐγὼ δὲ ταύτας λαβεῖν ἀξιῶ κατὰ νοῦν, ὅπως ἐπέγραψά μου τὸν λόγον. ταύτην τοίνυν αὐτὰς συγγνώμην αἰτήσας βραχέα προσθεὶς καταβήσομαι. Ἤδη τινὲς δεινοὶ τὰ πολέμια καὶ στρατηγεῖν ἀγαθοὶ σκαιοί πώς εἰσι τά γε ἄλλα καὶ δύσκολοι.
4.1.32 σὺ δὲ καὶ τὰ τῶν πολέμων πρυτανεύεις ἐπιμελῶς καὶ πρὸς εὐθυμίας ἐπαφρόδιτος εἶ δημοτελεῖς. τί δ’ ἄν τις οὐ θαυμάσειέ σου τῶν γνωρισμάτων; οὐ πόνων κοινῇ συμφερόντων ἔχεις ἀπλήστως; οὐ τὴν ἡμέραν καὶ νύκτα πρὸς ἔργον καὶ βουλὰς ἐμερίσω τῇ μὲν τὸ πρακτέον σκοπῶν, τῇ δὲ τὰ δόξαντα νύκτωρ ἄγων εἰς πέρας; οὐ δεξιά σοι πρόσεστι φύσις καὶ χρηστὰ νουθετοῦσιν εὔκολος πειθαρχεῖν; ἐκεῖθεν ἀμέλει σύμβουλον ἔχεις ἄνδρα παντοδαπῆς σοφίας μεστόν, ὃν εἶπεν ἂν εἰκότως ἡ ποίησις λιγὺν Ἀράβων ἀγορητή ν . Ἀλλὰ γὰρ τῶν παρόντων ἐνίους αἰσθάνομαι πυνθανομένους ἀλλήλων· πότε τοῦ στρατηγοῦντος ἀνυμνήσει τὸν ἀδελφό ν ; ἤδη τοῦ λόγου τὸ πέρας ὁρᾶτα ι .
4.1.33 ἐπιλέλησται παρόντο ς , ὡς ἔοικε ν , ὃν καὶ ἀπόντα μνήμης ἐπαινουμένης ἔδει τυχεῖ ν , ὡς ἀγαθός ἐστι μισθωτὴς τῶν ὑ π ’ αὐτῷ τεταγμένω ν , ὡς εὐβουλία τῶν ἔργων αὐτοῦ προηγεῖτα ι , ὡς ἄρχειν πολλάκις λαχὼν οὐδὲ συκοφαντίας ἔδωκε λαβὴν οὐδαμο ῦ . τοιαῦτα πρὸς ἀλλήλους, οἷον εἰκός, ὑποφθέγγονται· ἐμοὶ δὲ λίαν ἄτοπον ἔδοξεν ἀνδρὸς ἀρετὰς ὅλην πληρούσας ὑπόθεσιν ἐγκωμίου πάρεργον εἶναι.
4.1.34 ὅθεν τὰ τοῦδε σιγῇ παραδοὺς πάλιν ἐπὶ σὲ μεταβήσομαι. Σὺ τὰ δαπάνης δεόμενα μόνος πληροῖς, σὺ τῶν πολεμίων τὰ λάφυρα μόνος οὐ κέκτησαι, πάντα δὲ διανέμεις τοῖς ἀρχομένοις οὐδὲν οἴκαδε φέρων· τροπαίου γὰρ ἆθλον οὐ χρυσίον, ἀλλὰ τῆς νίκης ὁρίζῃ τὴν εὔκλειαν.
4.1.35 αὕτη παρὰ τοῖς Ἕλλησιν ἡ γνώμη πάλαι κρατοῦσα πολὺν ἔδωκε φόβον ἐπιοῦσι τοῖς Πέρσαις. ἤγετο μὲν τὰ Ὀλύμπια, ἤρετο δέ τις τῶν Περσῶν ὅ τι τυγχάνοιεν πράττοντες Ἕλληνες.
4.1.36 ἤκουσε ταύτην αὐτοὺς τελεῖν τὴν πανήγυριν ἥνπερ ἐτέλουν. τί δὲ τῆς νίκης εἴη τὸ ἆθλον, πάλιν ἐπύθετο. ὡς δὲ χρυσίῳ μὲν οὐδαμῶς, κοτίνῳ δὲ τιμᾶσθαι τοὺς νικῶντας ἀκήκοε, δεινὸν ἀνοιμώξας καὶ πρὸς τὸν βασιλέως σατράπην ἰδὼν οὐ καλῶ ς , ἔφη, Μαρδόνι ε , τοιούτους ἡμῖν προὐξένησας ἀντιπάλου ς , οἷς οὐ περὶ χρημάτω ν , ἀλ λ ’ ἀρετῆς ἀγωνίζεσθαι πάτριο ν . εἰ μὲν οὖν ἄχρι Παλαιστίνης τὰ τοῦ στρατηγοῦντος εἱστήκει πλεονεκτήματα, ἑτέρωσε δέ ποι τῆς γῆς οὐ προῄει, ἴσως ἂν ὑποψία τις ἦν τοῖς οὐ λίαν αὐτὸν βουλομένοις θαυμάζειν, ὡς ἐμπειρίᾳ πραγμάτων ἐπιχωρίων τοὺς ἄλλους ἀπέκρυψε στρατηγούς, οὐ πλείονι συνέσει καὶ προθυμίᾳ καὶ τῷ βέλτιον ἄρχειν εἰδέναι· ἐπεὶ δὲ πανταχοῦ σαυτῷ παραπλήσιος ὤφθης, ἀπεῖπεν ἡ λοιδορία ζητοῦσα προφάσεις.
4.1.38 οὐχ οὕτω Λύσανδρος ἐκεῖνος ὁ Λάκων, ἀλλ’ οἴκοι μὲν ἀνὴρ ἦν ἀγαθὸς καὶ αὐτὸς Σπαρτιάτης, Ἰωνικοῖς δὲ πράγμασιν ἐγχειρῶν οὐδαμῶς ἐλακώνιζεν οὐδὲ διετέλει βιοτεύων ἐν τῷ καθεστῶτι τρόπῳ, ὥστε καὶ ἐπέσκωψέ τις ἄγαν ἀστείως, ὅτι τῆς Σπάρτης οἱ λέοντες ἔξω τῆς ἐνεγκούσης ἀλώπεκες γίνονται. ἀλλὰ καὶ Παυσανίας ἕτερος Λάκων οἴκοθεν ἐξιὼν εἰς Μηδικὴν πολυτέλειαν καὶ τρυφὴν ἐξ εὐκοσμίας Λακωνικῆς ἀπηνέχθη καὶ τὴν ἐπιχώριον ῥίψας ἐσθῆτα τῇ βαρβάρων ἐχρῆτο, καὶ τυραννίδος μίμησις ἦν ἡ στρατηγία.
4.1.40 τὰ μὲν οὖν κατὰ Λύσανδρον καὶ Παυσανίαν τοὺς Λακεδαιμονίων ἡγεμόνας τοιαῦτα, τὰ μὲν γέλωτος ἄξια, τὰ δὲ κατηγορίας ὑπεύθυνα· τὰ δὲ τοῦ στρατηγοῦντος ἐλεύθερα καὶ ψόγου καὶ σκώμματος. Ἐπεὶ δὲ Λακεδαιμονίων ἐμνήσθην, νόμος ἐστὶν ἐκείνοις ἀρχαῖος τὸν ἤδη πολλαῖς ἁβρυνόμενον ἀριστείαις, κἂν μέγα τι διαπράξηται, βραχέος ἐπαίνου τυχεῖν, ὅτι, φησὶν ὁ νόμος, σύνηθες τούτῳ πράττειν μεγάλα.
4.1.41 ἕπομαι τῷ νόμῳ τῆς Σπάρτης καὶ καταλύω τὸν λόγον. οὐ γὰρ δεῖται μήκους εὐφημίας ὁ στρατηγὸς μεγάλα ποιεῖν εἰωθώς. ΕΠΙΘΑΛΑΜΙΟΣ ΕΙΣ ΖΑΧΑΡΙΑΝ Ἡ διάλεξις μῆ κ ος ἀποστρέφεται λόγου τῷ νυμφίῳ χαριζομένη καὶ μιμουμένη τῶν τελουμένων τὴν ἡδονὴν ἁβροτέροις ἀνθεῖ διηγήμασιν.
5.1.1 Ἀλλ’ εἰ, τὸ λεγόμενον, κατόπιν ὑμᾶς ἀγείρομεν ἑορτῆς, οἶδεν ὁ ποιητὴς καὶ ἄριστον ἄνδρα λοῖσθον ἄγοντα μώνυχας ἵππου ς . ἀτὰρ Εὐμήλῳ μέν, ὄνομα γὰρ Εὔμηλος τῷ ἡνιόχῳ, ὑποσκελίζει τοὺς ἵππους ἡ Ἀθηνᾶ· ἐμοὶ δὲ τοὺς λόγους χαλιναγωγήσας ὁ Ἔρως ἄωρον ἔφη τι χρῆμα λόγοις τε ἅμα καὶ ὑμεναίοις ὁμιλῆσαι νυμφίο ν . δότε οὖν, εἰ δοκεῖ, βραχέα ἄττα λοιπὸν ὡραΐσασθαι. Φαῖδρόν ποτε τὸ μειράκιον, ἦν γάρ, ὡς ἔοικε, λίαν ἐρωτικός, ἐλύπουν οἱ δαιτυμόνες σιωπῇ τὸν Ἔρωτα παρατρέχοντες καὶ δεηθέντος τοῦ νεανίσκου περιφερομένης τῆς κύλικος ὑμνοῦσιν ἅπαντες τὸν θεὸν οἷς ἕκαστος εἶχεν.
5.1.2 ἄλλῳ γὰρ ἄλλο ἦν ἐπιτήδευμα καὶ ἄνδρες παντοδαποὶ τὴν σοφίαν τὸ συμπόσιον ἦν. εἰ τοίνυν ἐν εὐωχίᾳ ψιλῇ ἀδίκως ὁ τῆς Ἀφροδίτης ἐρρᾳθυμεῖτο, ἦ πού γε ἄτοπον γαμήλιον ἄγοντας ἑορτὴν ἀτιμάσαι τὸν Ἔρωτα.
5.1.4 εἴτε οὖν Ἀφροδίτης ἐστὶ παιδίον εἴτε πρεσβύτατός ἐστι θεῶν —τοιαῦτα γὰρ ἄττα παρὰ τὸν πότον φιλοσοφοῦσιν—, ἑτέρων ἔστω μυθολογεῖν· ἐγὼ δὲ περὶ μὲν τούτων οὐκ ἔρχομαι φράσων, ἄγαμαι δέ, ὅσον φιλότιμός τε καὶ δύσερις καὶ ἄρχειν ὁμοίως ἁπάντων ἐπιθυμεῖ. οὔκουν ἀνέχεται φείσασθαι μειρακίου τραφέντος ἐν εὐκοσμίᾳ καὶ οὐδὲν ὅτι μὴ λόγους ἀεὶ δρεπομένου.
5.1.6 ἆρ’ οὖν οὕτως ἀκονιτὶ τὸν Ἔρωτα οἴεσθε καταπαλαῖσαι σώφρονα νέον καὶ πραὰ θύρας ἔτι φοιτῶντα ποιητικὰς ἢ οὐ δοκεῖτε τὰς Μούσας ἀμφισβητῆσαι καὶ παρὰ τὸν Ἀπόλλω δραμούσας, τὴν Ἀφροδίτην γὰρ ἴσασι ῥέπουσαν τῷ παιδί, τὴν κρίσιν ἐπιτρέπειν ἐκείνῳ; βούλεσθε οὖν ἑαυτοῖς ἀναπλάσωμεν, οἷα εἰπεῖν ἑκατέρους εἰκὸς ἀλλήλοις ἁμιλλωμένους.
5.1.8 Παρελθοῦσαι δὴ πρῶτον αἱ Μοῦσαι, κατήγοροι γὰρ ἅμα καὶ Μοῦσαι, ἔλεξαν τοιάδε· νέον ἄτρωτον ἡδοναῖ ς , ταῖς ἡμετέραις ἀγκάλαις ὑποτρεφόμενον ὁ πάντα τολμῶν ὅδε θηράσας ἐπὶ κόρην ἐπτόησ ε , καὶ νῦν αὐτῷ φαῦλα μὲν τὰ ἡμέτερ α , μέλει δὲ ἤδη τὰ παιδικ ά . ἐντεῦθεν ἡμῖν ἀσχήμως ἔχει τὸ ποίμνιον ἡγεμόνος χηρεῦο ν .
5.1.9 ἦν γὰρ τῶν ἡλικιωτῶν μακρῷ τὰ πάντα πρῶτος καὶ οὔποτε οἱ τῶν ἴσων ἐρίζειν ἠξίου ν . οὕτω που διετέλει δέμας ἀκέντητον τῷ διδασκάλῳ διδού ς , ὅτῳ φίλον ἀεὶ καὶ ἀναίτιον αἰτιάσασθα ι . παυσαμένων δὲ τῶν Μουσῶν—πολλάκις μὲν καὶ διαλεγομένων αὐτῶν μεταξὺ ὥρμα διακόπτειν ὁ Ἔρως, ἔπειτα ὑπὸ τοῦ Ἀπόλλωνος διεκωλύετο βουλομένου διακοῦσαι τὸν λόγον— ὡς δὲ ληγούσας ἑώρα, ἐκπηδήσας εἰς μέσον τί ς , ἔφη, ὑμᾶς φλυαρία ἔχε ι , ὦ Μοῦσα ι ; καὶ οὐκ ἀπιοῦσαι μύθους ὥσπερ τὰ γραΐδια τοῖς παιδαρίοις ᾄδετ ε ; ταῦτα εἰπὼν κατάλογον ἐποιεῖτο τῶν αὑτῷ βεβλημένων ἀπὸ τοῦ Διὸς ἀριθμήσας καὶ κατέβαινε λέγων, ὡς οὐπώποτε οὕτως ἐπαφρόδιτον ἀνεδήσατο ἆθλον· τῇ τε γὰρ κόρῃ κάλλος περιμάχητον ἐπανθεῖν καὶ λάμπειν ἐμφύτῳ σώματος ἀγλαΐᾳ τόν τε νυμφίον εἶναι τοιοῦτον οἷον ἂν εὔξαιτό τις παιδίον ἔχειν γυνή, εἶναί τε ἄμφω γένους ἀμέμπτου καὶ ὁμοτρόπω τὸ ἦθος ἡλικίαν τε ἄγειν σχεδόν τι παραπλησίαν, ὥστε πανταχόθεν εὐάρμοστόν τε καὶ βέβαιον εἶναι τὴν συζυγίαν· ἰσότητα γὰρ καὶ ὁ παλαιὸς λόγος φιλότητα εἶναι.
5.1.12 ταῦτα ἀκούσας ὁ Πύθιος, πεῖραν γὰρ ἔχει τοξευμάτων ἐρωτικῶν, κατένευσε τοῖς εἰρημένοις. ἀτὰρ οὐ πάντη τὰς Μούσας ἀνιωμένας ἐκπέμπει, ἀλλὰ πείθει τὸν Ἔρωτα ληγόντων τῶν ὑμεναίων τὸν νέον αὐταῖς ἀποδοῦναι. Τί μοι, ὦ βέλτιστε, κύπτεις εἰς γῆν καὶ τὴν χρόαν εἰς ἔλεγχον αἰδοῦς μεταβάλλεις; ἐξήγαγέ ποτε καὶ Θησέα τῆς Ἀττικῆς πόθος ὡραίας παρθένου, καὶ οὐ πάνυ τι ἔδεισε τοὺς ἄθλους ὁ Ἔρως, οὓς ἐκείνου φασὶν εἶναι οἱ ποιηταί.
5.1.14 ἀλλὰ δὴ καὶ Κῦρον τὸν Δαρείου καὶ Παρυσάτιδος εἷλε κατάκρας ἡ Ἀσπασία· καίτοι παρῆσαν αὐτῷ κόραι πολλαὶ καὶ καλαὶ χρώμασι καὶ λειότητι καὶ περιέργοις ἐσθήμασιν ἐσταλμέναι αἱμύλα κατὰ τὸν Ἀσκραῖον κωτίλλουσαι, ἵνα δὴ ἐράσμιαι φαίνοιντο, τῇ δὲ Ἀσπασίᾳ χειροποιήτου κάλλους οὐδέν, ὡς ἔοικεν, ἔδει, αὐτοφυὴς δὲ καὶ ἄδολος καὶ ἐλευθέριος ὥρα τὴν κόρην ἐκόσμει. οὔτι σοι ὄνειδος ἔσται τοιοῖσδε συνεξετάζεσθαι θιασώταις. Ἀλλὰ γὰρ Κῦρος ὁ Δαρείου προξενεῖ μου τῇ μνήμῃ Κῦρον τὸν Καμβύσου τε καὶ Μανδάνης.
5.1.15 ἐκείνῳ γνωρίμω τε ἤστην καὶ ὅτι μάλιστα φίλω Τιγράνης τε καὶ νεανίας τις ἕτερος—οὐ γὰρ ἔχω τοὔνομα λέγειν, ὅτι μὴ Ξενοφῶντος ἀκήκοα. ἐπαινοῦντος οὖν ἐκείνου τὸν Κῦρον καὶ πλεῖστα ὅσα διεξιόντος ὑπολαβὼν ὁ Τιγράνης σύ ἔφη, ὦ Κῦρ ε , μήτοι θαυμάσῃ ς , ἢν ἐγὼ σιωπ ῶ · ἡ γάρ μοι ψυχὴ οὐχ ὡς ἐνδοιάζουσά τι φησὶν ἠρεμε ῖ , ἀλλὰ καὶ περιττὸς ἔφη ὁ λόγος οὐχ οἷός τε ὢν αὐξῆσαι τὴν φήμη ν . οὐδὲν ἄρα ἐπίψογον ἔοικα πράττειν τὴν ὑμετέραν εὐγένειαν παρατρέχων· μεσταὶ γὰρ αὐτῆς πᾶσαι μὲν ἀγυια ί , πᾶσαι δ ’ ἀνθρώπων ἀγορα ί , μεστὴ δὲ θάλασσ α .
5.1.16 ἐχέτω μὲν οὖν ὡς αἱ φῆμαί τε ᾄδουσι καὶ ὁ λόγος κατέχει· ἐγὼ δέ σοι διηγήσασθαι βούλομαι λόγον ἀρχαῖον, ἔπαινον γάμου. Μειράκιον ἦν Ἀττικὸν τῶν εὖ γεγονότων ὁ Δημοφῶν.
5.1.17 οὗτος τά τε ἄλλα ῥᾳθύμως ἐβίω καὶ ἄσωτος ἦν. νουθετῶν οὖν, ὡς εἰκός, ὁ πατὴρ καὶ θαμὰ ἐπιπλήττων τηνάλλως ἐπόνει. οὐ γάρ τοι ἧττον ὁ Δημοφῶν ἀνεπτόητο περὶ τὰ ἀφροδίσια καὶ περὶ πότους τε καὶ ἑταίρας καὶ ἄλλα ὅσα τῶν τοιούτων ἔχεται. ὡς δὲ τὸ πρᾶγμα ἀμήχανον ἦν, συνάπτει γάμῳ τὸν παῖδα, καὶ τὸ ἐντεῦθεν ὁ ἀκρατὴς ἐκεῖνος καὶ ἄσωτος ἐσωφρόνει. εἰ τοίνυν ἀκόλαστον νέον ὁ γάμος παραλαβὼν ἐγκρατῆ διδάσκειν ἐθέλει, τί ἂν δράσειεν ἐννόμως Ἀφροδίτη ἐμφύτῳ σεμνότητι συνελθοῦσα; μηδὲν οὖν ἡμᾶς Ὅμηρος θορυβείτω τρώσας τὴν Ἀφροδίτην.
5.1.18 ἑτέρα γάρ ἐστι δαίμων ὁμώνυμος, ἣν πάνδημον ὀνομάζουσι, κυρία τῶν αἰσχρῶν ἡδονῶν. ἐκείνην ἔτρωσε σώφρων τις ἐξ Αἰτωλίας ἀνήρ. ἦ που τῶν ἐπῶν μνημονεύεις, ἐν οἷς αὐτὸν αἰτιᾶται πρὸς τὴν μητέρα τρώσαντά οἱ τὴν χεῖρα κινδυνεύοντι τῷ υἱεῖ βουλομένην ἀμύνειν. ὅτι δὲ σώφρων ὁ Αἰτωλὸς καὶ φεύγων ἀκολασίαν, Ὅμηρος ὑποφαίνει ποιητικῶς κομψευόμενος ἐν οἷς αὐτῷ φίλην εἰσάγει τὴν Ἀθηνᾶν. Ὁ μὲν οὖν ποιητὴς οὐ λίαν ὡραίων, ὡς ἔοικε, γυναικῶν εὐπορήσας φιλονεικεῖ τὴν ἀκοσμίαν τῆς φύσεως ἐκ μέρους ἐπικαλλῦναι τοῖς ἔπεσι τὴν μὲν καλλιπάρῃο ν , τὴν δὲ καλλίσφυρον ὀνομάζων· ἐγὼ δὲ τὴν νύμφην— ὁρᾶτε, ὅπως κεκήληται τῷ ὀνόματι καὶ σύντονον βλέπει καὶ μᾶλλον ὑπέχει τὰ ὦτα—ἐγὼ οὖν τὴν νύμφην, ἵνα σοι πάλιν χαρίσωμαι, Σαπφικῇ μελῳδίᾳ κοσμήσω· σοὶ χάριεν μὲν εἶδος καὶ ὄμματα μελιχρ ά , ἔρως δὲ καλῷ περικέχυται προσώπῳ καὶ σὲ τετίμηκεν ἐξόχως ἡ Ἀφροδίτη.
5.1.20 ἀλλ’ ἐπεὶ οὔπω τῆς Σαπφοῦς ἠκροάσω κιθάρας, πάλιν αὖ τοῦ ποιητοῦ δεηθῶμεν φαιδρῦναι τὴν κόρην· δέμας τε ἠδὲ φυὴν ἀτὰρ φρένας ἠδέ τι ἔργα δεινῶς ἀθανάτῃσι θεαῖς ἄγχιστα ἐῴκε ι . Ἐνταῦθά μοι δοκεῖ χρῆναι καταλῦσαι τὸν λόγον· αἰσθάνομαι γάρ, ὅτι σου τῆς νύμφης ἐν οὔασιν ὄρωρεν αὐδή τε μῦθοί τε μελίφρονες οὓς ἀγορεύεις σπεύδειν τε ἔοικας διηγήσασθαι τὰ λεχθέντα, ἡ δὲ τῶν εἰς αὑτὴν ἐπαίνων ἀκροωμένη τὰς παρειάς, οἷον εἰκός, ἐρυθήματος ἀναπίμπλαται καὶ ἅμα σοι φαίνεται καλλίων.
5.1.22 ἀλλὰ γὰρ εἰς εὐπαιδίαν ὑμᾶς ὁ Ἔρως τοξεύσας ἀνεκάγχασε μάλα ἀσμένως καὶ τῇ μητρὶ διηγεῖται τὴν εὔστοχον ἄφεσιν. ΕΠΙΘΑΛΑΜΙΟΣ ΕΙΣ ΠΡΟΚΟΠΙΟΝ ΚΑΙ ΙΩΑΝΝΗΝ ΚΑΙ ΗΛΙΑΝ Πειρᾶται μέν, ὅση δύναμις, ἐκτῖσαι τὸ χρέος, συνάγει δὲ πρὸς μίαν εἰκότως ὑπόθεσιν οὓς εἰς ἕνα καιρὸν συνῆψε γάμους ἡ Τύχη.
6.1.1 Ἤμελλεν ἄρα τὸ τῶν γάμων ἐπίσημον καὶ τὸν ἄμοιρον ἔτι παστάδος εἰς εὐφημίαν κινεῖν καὶ λαχεῖν ἐπαινέτην ἄγαμον ῥήτορα· ἔνι γὰρ καὶ τοῖς ἐναντίοις κοσμεῖσθαι προσώποις τὰ πράγματα. οὕτως ἡγούμεθα φαιδροτέραν εἶναι πανήγυριν, ὅταν ἐρεθίσῃ τὴν σεμνότητα παίζειν. οὕτω τὰ τῶν ῥημάτων ἀστεῖα χαρίτων γέμειν δοκεῖ, ὅτε προτρέπει γελᾶν τὸν δυσάρεστον. ἀπῄτει δὲ καὶ ἄλλη τις ἀφορμὴ τὸν παρόντα με λόγον 〈ἐν〉 ἡμετέροις τῶν νέων λειμῶσι τραφέντων.
6.1.2 ἴσως μὲν οὖν προπετές τι καὶ σοβαρὸν δόξω ποιεῖν, εἰ τῶν νυμφίων ἑκάστου τῆς ἀξίας ἀπολειπόμενος ἑνὶ πάντας ἐγκωμιάζειν λόγῳ πειρῶμαι· ἐγὼ δὲ ταύτην ἐμαυτῷ μηχανὴν ἀπολογίας ἐσοφισάμην, ἵνα μὴ τῆς ἡμετέρας ἀσθένεια γλώττης, ἀλλὰ τῆς ὑποθέσεως τὸ ἐγχείρημα δόξειε πρόφασις τοῦ κατόπιν ἐμὲ τῆς ἀξίας χωρῆσαι. οὐκοῦν εἰκότως τὴν τρίτην ἀνέμεινε νύμφην ὁ λόγος, ὅπως ἑκάστην ἐγὼ θέᾳ περιλαβὼν οὕτως ἤδη πασῶν ἐπαινέτης γενοίμην.
6.1.3 καιρὸν γὰρ ὑφαρπάζων καὶ παρθένον ὑμνῶν οὔπω φανεῖσαν δικαίως ἂν ὤφλησα κολακείας γραφήν. Ἄλλος μὲν οὖν καὶ χορείας καὶ κώμους ἰδιώτης ὅμιλος εἰσαγέτω τοῖς ὑμεναίοις· ὁ δὲ τὰ Μουσῶν ἐργαζόμενος πρέποντα δῶρα τῇ τέχνῃ φιλοτιμείσθω· ἄτοπον γὰρ νυμφίων ἐν λόγοις ἀχθέντων παστάδα λογικῆς μὴ μετέχειν χορείας καὶ γενέσθαι τι παραπλήσιον ὥσπερ ἂν εἰ γάμος ἀνδρὸς αὐλητοῦ πάντα πλὴν τοῦ αὐλοῦ κτήσαιτο τὰ συντελοῦντα πρὸς γαμήλιον ἡδονήν.
6.1.5 Πόθεν δὴ τῆς εὐφημίας τὴν ἀρχὴν ποιητέον; ἢ δῆλον ὅτι τῷ γάμῳ τὸ γέρας ὀφείλεται; τί γὰρ ἐκείνου πρεσβύτερον, εἴπερ ἄνευ μὲν ἔρωτός ἐστιν οὐδέν, ἔρως δὲ γάμῳ προῆλθεν; ἄρτι τοίνυν ἡ Φύσις τεκοῦσα τὰ φθειρόμενα γένη ἠθύμει τε καὶ δεινῶς ἠπορεῖτο μητρὸς ἔργον ποιοῦσα, μή πως ἑκάστου κατὰ μικρὸν ὑπορρέοντος ὀλιγοχρόνιον αὑτῇ τὸ δημιούργημα γένηται καὶ λάθῃ λοιπὸν ἐκ τοσαύτης πολυπαιδίας ἄπαις γεγενημένη.
6.1.7 ἀγωνιῶσα δὴ θεραπείαν ἐζήτει τὸ πᾶν ἀθάνατον διασώζουσαν ἑκάστου δεδουλωμένου ταῖς Μοίραις. εὗρε τῆς τοιαύτης ἀμηχανίας φάρμακον καὶ λύσιν τὸν γάμον. ὃν ἐξευροῦσα πρὸς θάνατον ἀντίδοσιν ἀπεργάζεται τῆς ἐνδείας τῶν οἰχομένων ἀποδιδομένης τοῖς τικτομένοις· ὁ μὲν ἦλθεν, ὁ δὲ ἀπῆλθε, μένει δὲ ἄφθαρτον τὸ κοινὸν δίκην φρεάτων ἀναπληρούντων ἀεὶ τὸ κενούμενον. εἶτα σκεψαμένη τὴν ἴασιν ἑτέραν ἐσκόπει προφέρειν δυναμένην τὸν γάμον.
6.1.8 τί γὰρ ὄφελος ἦν εὑρημένου τοῦ πράγματος, εἰ τοὺς χρησομένους οὐκ εἶχε; παραλαβοῦσα δὴ τὸν Ἔρωτα σύμμαχον τοῖς ἐκείνου τοξεύμασι περιπόθητον τὸ χρῆμα κατέστησε. τὰ μὲν οὖν παίγνια τοῦ θεοῦ, δένδρα καὶ λίθους, ἐῶμεν καὶ τὰ πετόμενά τε καὶ νηχόμενα γένη.
6.1.9 καὶ ποταμόν τινα πηγῆς ἐραστὴν ᾀδέτω σμικρολόγος ἀνήρ· ᾧ γὰρ μεγάλα κατώρθωται, τοῦτον ὁ τὰ βραχέα φέρων εἰς μέσον φαυλίζει διδοὺς ὑποψίαν τοῦ μὴ πρὸς ἔπαινον ἀρκέσαι τὰ μείζονα. ἐγὼ δὲ διπλῇ τιμήσω τὸν Ἔρωτα, τῇ τε τῶν ἐλαττόνων σιγῇ καὶ τῇ μνήμῃ τῶν ὑπερτέρων· τὸ βραχὺ γὰρ ἐκεῖνο παιδίον δοῦλον μὲν ἔχει τὸν Δία, δοῦλον δὲ τὸν τοῦ Διὸς ἀδελφὸν καὶ περιέρχεται τὰ κεφάλαια τῶν θεῶν ὅποι ἂν αὐτῷ δόξειε φέρων.
6.1.11 διὰ τοῦτον πολλάκις ὁ Ζεὺς πάντα μᾶλλον ἢ ὅπερ ἐστὶν ἐφάνη, διὰ τοῦτον ἐχήρευσέ ποτε τοῦ Ποσειδῶνος ἡ θάλαττα, καὶ νέμει τούτῳ συγγνώμην ὁ Ζεὺς οὐ κελεύσας τότε τὴν Ἶριν δραμοῦσαν ἀγγεῖλαι πρὸς τὸν οἰκεῖον αὐτῷ κλῆρον ἐλθεῖν. τίς γὰρ ὧν ἡττήθη βελῶν τοῖς αὐτοῖς βεβλημένον ἕτερον μέμφεται καὶ μάλιστα τοῦτον ὃν οἶδε τὰ δεύτερα φέροντα; μακρὸν ἂν εἴη λέγειν ὡς Δάφνης Ἀπόλλων, ὡς Ἀριάδνης ἠράσθη Διόνυσος, ὡς ἄλλης ἄλλος θεός.
6.1.12 εὖ δὲ ποιῶν ὁ λόγος εἰς ἔννοιάν μοι τὸν Διόνυσον ἤγαγεν. ἐκεῖνον γὰρ οἱ γραφεῖς γεγηρακότα ποιοῦσι καὶ νέον, βούλεται δὲ μηνύειν τὰ χρώματα διπλῆν ἐπιδημίαν τοῦ κρείττονος. ἔδει δὲ μᾶλλον ἐν ἑκατέρᾳ ποιεῖν ἡλικίᾳ τὸν Γάμον, νέον ὡς ἀκμάζουσι πρέποντα, καὶ πρεσβύτην ὡς ἁπάντων πατέρα. ταῦτα τῶν Ἐρώτων τὰ τρόπαια, καὶ μόνα τούτων τὰ τραύματα τοῖς βαλλομένοις ἡδέα, κἂν πόρρωθεν ἀφιέναι τὸ βέλος ἐθέλωσι, τυγχάνουσι τοῦ σκοποῦ.
6.1.14 Ὁρᾷς ἐκεῖνον ἀμέλει τὸν εὐειδῆ νεανίαν. τίν α , φῄς, ὑποφαίνει ς ; ὡραῖοι γὰρ ἅπαντε ς . ὁρᾷς τουτονὶ τὸν πρότερον Προκόπιον γήμαντα—ἐχέτω γὰρ ἐν τῷ λόγῳ τὴν τάξιν ἣν ἐν τῷ γάμῳ τυγχάνει λαχών—τοῦτον ἐκ τῆς Ἀσκάλου τοξεύοντες ἐχειρώσαντο. πολλὰ γὰρ ἴθυνεν εὐστόχως τὴν ἄφεσιν, κάλλος, εὐγένεια, πλοῦτος τῆς κόρης. τοσούτων αὐτῇ γνωρισμάτων σύνοδος ἦν ἑκάστου πρὸς ἐπιθυμίαν ἀρκοῦντος ἐγείρειν, ὥστε τὸν νεανίσκον εἷλεν ὁ τῆς Ἀφροδίτης ὑπογράψας παρθένον ὥρᾳ θάλλουσαν ἡλικίας. ἀνέθηκε δὲ τὴν γραφὴν ἐν τῇ ψυχῇ τοῦ μειρακίου, ὁ δὲ τῇ φαντασίᾳ τὴν εἰκόνα κατανοῶν καὶ πυκνὰ περιβλέπων ὡς εἶδε τὴν κόρην, οὐχ εὗρε φαῦλον ζωγράφον τὸν Ἔρωτα.
6.1.15 ἦν μὲν γὰρ περιφανὴς ἀρτίως πομπή, ἐπόμπευε δὲ πάντα καταπλήττουσα θεατὴν ἡ παρθένος, καὶ πολλοὶ μὲν νέοι, πολλαὶ δὲ κόραι, οἱ μὲν ἐοικυίας τῇ νύμφῃ παρθένους, αἱ δὲ προσομοίους τῷ νυμφίῳ μνηστῆρας εὔχοντο κτήσασθαι, τὸ δὲ πλῆθος ὠμωμόκει τῶν θεωμένων νικᾶν εὐπρεπείᾳ τὴν κόρην ἅπαν τὸ θῆλυ. ταῦτα μέχρι τοῦ τὴν ἑτέραν ἰδεῖν· εἶτα δεύτερος γέγονεν ὅρκος ταύτην δύνασθαι μόνην ἐρίζειν τῇ προλαβούσῃ, ἕως ἐξέλαμψεν ἡ τῆς τρίτης εὐπρέπεια· νικῶσαι γὰρ ἰδέᾳ τὰς ἄλλας ἀλλήλαις εἰσὶ παραπλήσιαι, καὶ ὡς ἔοικεν, οὐκ ἐν οὐρανῷ μόνον, ἀλλὰ καὶ κατὰ γῆν τρεῖς ὑπάρχουσι Χάριτες.
6.1.17 Ὅμηρος μὲν οὖν τὸν Ὕπνον ἐποίησε τῆς Ἥρας αὐτοῦ δεομένης κατακοιμίσαι τὸν Δία μισθὸν ἀπαιτοῦντα τῶν Χαρίτων ἣν εὐειδεστάτην ᾤετο γῆμαι. εἰ δὲ τοσοῦτον ἐφάμιλλοι τὴν ἰδέαν ἦσαν αἱ Χάριτες, ᾔτησεν ἄν, οἶμαι, τὴν Ἥραν ἀπόρου τῆς αἱρέσεως οὔσης, ἣν ἂν ἡ θεὸς αὐτῷ βούλοιτο δοῦναι. οἶμαι δὴ τὸν βουκόλον ἐκεῖνον ὃν ἐκάθισε ταῖς θεαῖς ὁ μῦθος κριτήν, εἰ ταῖς κόραις ἐδίκαζε, πάσαις ἂν τὸ μῆλον ψηφίσασθαι, εἴ γε μῆλον αὐταῖς ἆθλον ἔκειτο κάλλους.
6.1.19 καὶ τί λέγω τὸν Ὕπνον; τί λέγω 〈τὸν〉 βουκόλον; εἰ τοῖς νεανίαις αἱ τρεῖς ὤφθησαν κόραι μήπω τῆς μνηστείας εἰς ἔργον αὐτοῖς προελθούσης καί τις ἕκαστον ἤρετο λανθάνων τῶν ἄλλων ἑκάτερον, τίνα μᾶλλον ἂν ἕλοιτο μνηστεῦσαι παρθένον, ἀπόρως ἂν ἕκαστος ἔχων ἠξίου τὸν ἐρωτῶντα τῶν ὑπολοίπων πυνθάνεσθαι· ἐν οἷς γὰρ ἡμῖν ἀπορία τις φύεται, τὴν ἑτέρων ἀναμένομεν κρίσιν. τοιγαροῦν οὔτε ταῖς κόραις πρὸς ἀλλήλας ὕπεστι φθόνος, ὅτι νυμφίοις συνοικοῦσιν ὁμοίοις, οὔτε τοὺς νέους ἀλλήλοις ὄψει φθονοῦντας, ὅτι παραπλησίας εὐτυχοῦσι παρθένους.
6.1.21 οὐ τοίνυν μόνον πάσαις οὕτω ταῖς κόραις κάλλος ἀντίρροπον ἐπανθεῖ, ἀλλὰ καὶ τὰ τῆς ἰδίας ἑκάστη μορφῆς ἐνάμιλλα φέρει πλεονεκτήματα καὶ οὐκ ἂν διακρίνοι ῥᾳδίως ὁ θεατής, ποῖον αὐτῇ τῶν τοῦ προσώπου μερῶν πλείονος ἔτυχεν ὥρας. ἐντεῦθεν εἰκότως τοὺς ὁρῶντας ἐλύπει τῆς πομπῆς ἡ πορεία μὴ πρὸς μῆκος ἐκτεινομένη καὶ μείζω παρέχουσα τέρψιν.
6.1.22 ἐπεὶ δὲ τὴν ὁδὸν ἐκτείνειν ἀμήχανον ἦν, ἕτερον ἐσοφίσαντο τρόπον εἰς τὴν τῆς θέας ἀπόλαυσιν ταῖς ἀγούσαις ἡμιόνοις τὰς νύμφας ἐμποδὼν ἑστηκότες πολλάκις. ταῖς δὲ κόραις ἐμφύτῳ κρατουμέναις αἰδοῖ πολλήν, ὡς εἰκός, ἡ πορεία διάστασιν ἔχειν ἐδόκει· οὐ γὰρ οὕτως ὀφθῆναι διὰ τὸ κάλλος ἐβούλοντο, ὅσον δι’ εὐκοσμίαν ἠρυθρίων ὁρώμεναι. καίτοι τοσαύτη καθέστηκεν ἡ τῆς ἀγλαΐας ὑπερβολή, ὥστε τῷ περὶ τὸ σῶμα χρυσῷ τὸ κάλλος ἐπεβουλεύετο τῆς εὐπρεπείας τοῦ εἴδους πρὸς ἑαυτὴν ἐφελκομένης τὸν θεατήν.
6.1.23 οὕτως ἄρα τοῦ πλούτου τὸ κράτιστον μέρος εἴδους ἡττᾶται κάλλους. μὴ τοίνυν ὁ καλλωπίσαι τὴν Ἀφροδίτην βουλόμενος ὀνομαζέτω χρυσῆν τὴν θεόν, ἀλλ’ εἰ τὸν χρυσόν τις ἐθέλοι κοσμεῖν, ἐπαφρόδιτον καλείτω τὴν ὕλην.
6.1.25 Ἐπιστρεπτέον δὴ πρὸς τοὺς νέους τὸν λόγον, μή που καὶ λάθωμεν τὰς νύμφας λυποῦντες τοῖς τούτων μᾶλλον ἐπαίνοις ἢ τοῖς οἰκείοις ἁβρυνομένας. Παιδία τοίνυν ὄντας ἤγαγον εἰς πηγὰς αἱ Μοῦσαι ποιητικὰς καὶ τοῖς ἐκεῖθεν αὐτοὺς ἤρδευον νάμασιν· ἐπεὶ δὲ καλῶς ἔσχεν αὐτοῖς, εἰς Ἀττικὴν ἐφοίτων παλαίστραν.
6.1.26 ὀξύτητα φύσεως ἅμα καὶ σπουδὴν ἐπεδείκνυντο καὶ διήλλαξαν ὥσπερ ἀμφοτέρας ἀλλήλαις οὐ ῥᾳδίως εἰς ταὐτὸν συνιέναι φιλούσας. ἀλλὰ γὰρ πλείστῃ προθυμίᾳ χρωμένους, ἡνίκα πλησίον ὁ τῶν γάμων ἐγεγόνει καιρός, τότε πρῶτον εἶδον ὑπὸ ῥᾳστώνης ἑαλωκότας· εἷλκον μὲν γὰρ οἱ λόγοι τοὺς νέους, ἀνθεῖλκον δὲ πρὸς ἑαυτὰς αἱ παρθένοι.
6.1.27 ἐνίκα δὲ πάλιν τὸν Ἑρμῆν ὁ τῆς Ἀφροδίτης. ἐπιτιμῶντος δέ μου καὶ πόθεν ἡ ῥᾳθυμία πυνθανομένου λέγειν μὲν ἠρυθρίων τὴν πρόφασιν, ἡδέως δὲ εἰπεῖν ἠναγκάζοντο· ἐπόθουν γὰρ ὅσον μὴ καρτερεῖν σιωπᾶν.
6.1.29 ὅθεν τὸν ἐν μέσῳ παραδραμεῖν εὐχόμενοι χρόνον τέως μὲν ἐλογίζοντο τὰς ἄχρι τῶν ὑμεναίων ἡμέρας, τῆς δὲ κυρίας ἡκούσης ἠρίθμουν αὐτῆς προϊούσης τὰς ὥρας. εἶτα ληγούσης ἀκτῖνος πεπαυμένης τε τῆς πομπῆς, ὡς οἴκοι γεγόνασιν, ὄχλον ἡγοῦνται τοὺς σχολαίτερον ἀπιόντας. πόσου δ’ ἂν ἐπρίαντο νῦν τὰς νύμφας ἐξ ἀφανοῦς ὑπακροᾶσθαι τῶν λεγομένων καὶ μάλιστα τούτων ἃ τὴν προσοῦσαν αὐτοῖς εὐπρέπειαν ὕμνησεν; ἔπαινος γὰρ ἑκάστῳ μὲν ἐπαινουμένῳ τερπνόν, ἐρῶντι δὲ ἡδὺ παιδικῶν ἀκούοντι, ἂν δὲ καὶ κάλλος αὐτῷ μαρτυρῇ, οὐκ ἔστιν ἑτέρα τις εὐφροσύνη ταύτην νικῶσα.
6.1.31 ζηλῶ γε σφόδρα τὰς νύμφας οὕτω γνησίοις ἐρασταῖς ἐκδοθείσας, οὕτω σώφροσι νέοις. εἰ γάρτοι σεμνὸν ὁ γάμος, ὑπάρχει δὲ τοῦτο τεκμήριον ἐναργὲς τῆς εὐκοσμίας, ἤδη νυμφίοι καὶ παιδοποιίας ὀρέγονται καὶ πάππους ἐπιθυμοῦσι τοὺς οἰκείους πατέρας ἰδεῖν οὔπω γενομένους πρεσβύτας. οὐ μὴν ἀπεικότως ἤθους ἐπιμελοῦνται χρηστοῦ· οὐ γὰρ ἀλλοτρίοις χρώμενοι παραδείγμασιν, ἀρετὰς δὲ πατρῴας εἰκόνας αὑτοῖς πεποιημένοι τοῦ βίου τὴν ἐκ τῶν ἔργων πρὸς τοὺς γονεῖς ὁμοιότητα μείζονα κέκτηνται τῆς ἐκ τῶν σωμάτων ἰδέας καὶ ταῦτα λίαν αὐτοῖς προσεοικότες τὴν ὄψιν.
6.1.33 κοινῇ μὲν οὖν ἅπαντας αὐτῶν τοὺς γονεῖς σεμνύνει πλεονεκτήματα, παιδεία τε λόγων καὶ βίος σεμνὸς καὶ τὸ λαμπρῶς εὖ ποιεῖν τοὺς ἐνδείᾳ πιεζομένους καὶ πρὸς τὴν ἐκείνων ἀγωνίζεσθαι τύχην μίαν ἔχουσαν πρόσοδον τὴν τῶν εὐπόρων φιλανθρωπίαν. πᾶσι μὲν πρόσεστι τοιαῦτα, ἰδίᾳ δὲ πάλιν ἑκάστῳ τοιαῦτα· ὁ μὲν κοινῇ ψήφῳ τῶν οἰκητόρων ἔναγχος αἱρεθεὶς ἀστυνόμος λυσιτελὲς ὁμοῦ καὶ τερπνὸν ἐξεῦρε δημιούργημα καὶ δέδωκε τοῖς ἐνοικοῦσιν ἐρίζειν πρὸς τὰς ἀγαλλομένας ὕδασι πόλεις.
6.1.34 ὅσας γὰρ ὕδατος συγγράφουσιν ἀρετὰς οἱ δεινοὶ βασανίσαι τοῦ στοιχείου τὴν φύσιν, οὐδεμιᾶς ἐστιν ἀλλότριον οὐδὲ πασῶν ἐξ ὀλίγου μετέχει. ἡλίκον δὲ τοῦτο τοῖς κεκτημένοις εὐτύχημα, ἴσασιν ὅσοι Πινδάρου κιθαρίζοντος ἤκουσαν. οὕτω δὲ φιληκόως ἔχει πόλεών τε καὶ τόπων, ὥστε πολλῶν ἀνθρώπων ἴδεν ἄστεα καθήμενος οἴκοι τὴν Ὀδυσσέως εὐτυχῶν ἐμπειρίαν πλάνης ἐκτός. ὁ δὲ τῶν νυμφίων σπείρας τὸν ἐν τῷ γάμῳ μέσην ἐσχηκότα τὴν τάξιν σχήματι κοσμεῖται θεοφιλεῖ πρώην μὲν τοῦδε τυχών, ἀεὶ δὲ τοῦ σχήματος ἀξίως βεβιωκώς.
6.1.36 ὁ δὲ δὴ τοῦ τρίτου πατὴρ πολύς τε ὁμοῦ καὶ ταχὺς ῥέων ἐν λόγοις καὶ νόμων ἐπιστήμῃ πλουτῶν, ὅσον ἔνεστι χρῆσθαι δικαίως τῇ τέχνῃ, τοσοῦτον μετέρχεται κρίσεως ἀκριβοῦς διὰ πάντων ὁμοίως αὐτῷ χωρούσης πραγμάτων. ἐκ τοιούτων προελθόντες πατέρων καὶ μητέρων τυχόντες οἵας ἀνδράσι τοιούτοις ἔπρεπε συνοικεῖν οὐχ ἕξετε πρὸς τὰς νύμφας μεγαλαυχεῖν.
6.1.37 τὴν μὲν γὰρ ἤνεγκαν οἱ τῆς ἀστυγείτονος κορυφαῖοι, τῇ δὲ πατέρες ἐγένοντο τὰ τέλη τῶν πολιτῶν καὶ πρόσεστιν αὐτῇ ξυνωρὶς μητρὸς ἀδελφῶν ἀξίων θαυμάσαι τά τε ἄλλα καὶ ὅτι φρόνημα μέτριον ἐν ἀξιώμασιν ἤσκηνται, εὐπραξία γὰρ τρόποις συνελθοῦσα χρηστοῖς ἀπειροκάλους ποιεῖν οὐ φιλεῖ· ἡ δὲ ταῖς εἰρημέναις τὴν ἴσην εὐγένειαν φέρει. Ταύτας ἐγκωμίων ἀπαρχὰς ἑκατέρῳ γένει κομίζω τῆς τῶν ἐπαινουμένων ἐπιεικείας καὶ τοὺς βραχεῖς ἐπαίνους ἐπαχθεῖς ποιουμένης.
6.1.38 τὸ γὰρ τοῦ Παιανιέως εὖ ἔχει τοὺς ἀρετὴν ὡς ἀληθῶς ἠσκημένους ταῖς ὑπὲρ αὑτῶν εὐφημίαις ἐρυθριᾶν. Ἔοικα δὲ τοῦ γάμου τὸ πάντων ἥδιστον παρατρέχειν.
6.1.39 τί οὖν ἐστι τοῦτο; παστάδος ἔχουσιν ἡλικίαν αἱ κόραι. νυμφίων ὑμεῖς ἄγετε χρόνον. τοῦτο μείζονα πέφυκεν ἔρωτα τίκτειν, τοῦτο πολυπαιδίαν, ὡς εἰκός, ἀπεργάζεται, τοῦτο δύναται μᾶλλον προξενεῖν εὐπαιδίαν. τοῖς μὲν γὰρ ἀκμάζουσιν ἔτι μακρότερος ἐκ τῶν εἰκότων ὁ βίος. μέγα δὲ κτῆμα παιδὶ περιὼν ὁ πατὴρ καὶ τρέφων ἐπιμελῶς καὶ παιδεύων τὸν εὐκόλως ἁμαρτάνοντα χρόνον. μορφῆς τοίνυν καὶ χρημάτων καὶ χρόνου καὶ γένους ἴσου τυγχάνοντος πανταχόθεν ὁμόνοια φύεται καὶ φίλτρον πέρας οὐκ ἔχον.
6.1.40 ἡδὺ μὲν οὖν λύρα χορδῶν συμφθεγγομένων ἀλλήλαις, ἡδὺ δὲ ζεῦγος συνωρίδος ὁμονοούσης, ἥδιστον δὲ πάντων γυνὴ ταὐτὰ φρονοῦσα τῷ συνοικοῦντι. ὅθεν τῶν Ἀχαιῶν ὁ σοφώτατος τὴν τοῦ Φαίακος παῖδα πρὸς ἔλεον ἐφελκόμενος εὔχεται τοῖς θεοῖς ἄνδρα δοῦναι τῇ κόρῃ καὶ ὁμοφροσύνην ἐρατεινήν.
6.1.42 καλὸς μὲν καὶ τοῦ Πηλέως ὁ γάμος, ἔχει δὲ μέμψιν τινὰ τὸ μὴ συνᾴδειν ἀλλήλαις τὰς τῶν γεγαμηκότων ἀξίας. ὥστε κἀν τοῖς ἔπεσιν Ἀχιλλεὺς τοῖς μὲν ἔργοις τὴν μητέρα δεικνύων, ἐλέγχων δὲ τὸν πατέρα τῇ φύσει μέμφεται πρὸς τὴν τεκοῦσαν τὸ τῶν ὑμεναίων ἀνώμαλον. ἰσότης δὲ γάμῳ πρᾶγμα κεχαρισμένον, καὶ τοῦτο ἴσως ὁ μῦθος βουληθεὶς ὑπαινίξασθαι τῷ Διὶ συνάπτει τὴν ἀδελφήν, ἀποκαλύψας δὲ τὸ μυθικὸν παραπέτασμα τὸ ἴσον ὄψῃ κληθὲν ἀδελφήν.
6.1.44 ἐπεὶ δὲ Ἀχιλλέως ἐμνήσθην, εἰσῆλθέ μοι μνήμη καὶ τῆς ἀσπίδος ἐκείνου, ἣν ἐποίησεν Ἥφαιστος ἔχουσαν ἅπαν εἶδος ψυχαγωγίας, ἄστρα περιφανῆ καὶ συμπόσια καὶ αὐλὸν καὶ φόρμιγγα καὶ ὄρχησιν νομέας τε καὶ βουκόλους καὶ γῆν πεφυτευμένην τε καὶ ψιλὴν καὶ γεωργοὺς ἀρότρῳ χρωμένους, ἑτέρους τρυγῶντας, θερίζοντας ἄλλους. εἶχε μὲν ἡ ἀσπὶς ὅσην κατέλεξα τέρψιν, ἡγεῖτο δὲ μᾶλλον ὁ ταύτης δημιουργὸς ἀτελῆ πως εἶναι τὴν εὐφροσύνην, εἰ μὴ καὶ γάμον προσλάβοι. οὕτως ἄρα καὶ πολεμικὸν φιλοτέχνημα κοσμεῖν δύναται γάμος. δοκῶ δέ μοι τὸν ποιητήν, εἰ τοὺς παρόντας ἔτυχε θεασάμενος γάμους, τούτοις ἂν ὡραΐσαι τὴν Ἀχιλλέως ἀσπίδα, τὰς δὲ γυναῖκας ἐξῆγεν ἂν ἐπὶ θέαν οὐχ ὅσον τὸν οὐδὸν ὑπερβῆναι—τοιούτῳ γὰρ αὐτὰς εἰργάσατο σχήματι—, ἀλλ’ ἐς μέσην ἂν ἐξέφερεν ἀγορὰν τῆς περιφανείας τῶν τελουμένων τοῦτο προτρεπομένης ποιεῖν.
6.1.46 Πείθομαι νῦν τὰς Μούσας τὸν ὑμέναιον ᾄδειν. οὐ γὰρ δὴ τοὺς Ἁρμονίας μὲν γάμους, στρατιώτης δὲ ἦν ὁ νυμφίος, ἐκόσμουν αἱ θεαὶ ταῖς ᾠδαῖς, ὧν δὲ τροφοὶ γεγόνασι νέων σιωπῶσι γεγαμηκότων. ἐντεῦθεν αἱ Χάριτες μετὰ πλείονος βαίνουσι τοῦ ῥυθμοῦ, ἰθύνεται γὰρ ἡ χορεία ταῖς ᾠδαῖς τῶν Μουσῶν. ἐντεῦθεν ἥδιον ᾄδει τῶν Μουσῶν ὁ χορός· συμφωνεῖ γὰρ ῥυθμῷ τῶν Χαρίτων ἡ μελῳδία. Ἐγὼ καὶ τὴν παροῦσαν ὥραν τοῦ ἔτους φαιδρύνειν οἶμαι τὰ δρώμενα.
6.1.47 ὅ τε χειμέριος ἀχλὺς ἐκποδὼν εὐπρόσωπός τε θάλλουσα δένδροις ἡ γῆ, θάλασσα δὲ παρέχει ἰχθῦς, κέρδος κοινὸν ἑστιῶσιν ἀνθρώποις καὶ δαιτυμόσιν· εὐωχία γὰρ ἄνευ θαλαττίας γονῆς ὀλίγον εὐφραίνει. νῦν ἄλυποί τε καὶ προσηνεῖς πνέουσιν αὖραι, τοῦ μὲν ἔαρος λείψανον, τοῦ δὲ θέρους προοίμιον. νῦν ἔστιν ἰδεῖν τὰ πάντων παιδικά, τὴν ὀπώραν. Ἀλλὰ γὰρ δοκῶ μοι τοὺς Ἔρωτας ἐστεφανωμένους ὁρᾶν καὶ φθεγγομένων ἀλλήλοις ἀκούειν· ἄνθρωπος οὗτος ἔοικεν ἀγνοεῖν λόγου μέτρον ἐρωτικο ῦ .
6.1.48 τί γὰρ ἐνοχλεῖ τοῖς ἄγαν ἐπειγομένοι ς ; τί δὲ τοσοῦτον ἑαυτὸν ἀπατᾷ καὶ τῶν λεγομένων ἀκούειν ἡγεῖται νυμφίους ὑ φ ’ ἡμῶν δεδουλωμένους τὸν λογισμό ν ; πείθομαι δὴ τοῖς Ἔρωσι καὶ καταλύω τὸν λόγον.
6.1.49 ῥημάτων γὰρ μῆκος ποθούντων οὐ φέρουσιν ἀκοαί. μίαν ἀγαπῶσι μακρολογίαν, ἣν πρὸς ἀλλήλους ποιοῦνται. ἦ πού με καὶ λάλον ἀποκαλοῦσιν αἱ νύμφαι καὶ διακόνους ἄλλοτε ἄλλους ἐκπέμπουσιν ὀψομένους τοῦ λόγου τὸ πέρας καὶ τοῦ παρόντος θεάτρου δυσχεραίνουσι τὸν καιρόν.
6.1.50 ὡς ἂν μηδὲ τοῦτον πάντη ζημιωθεῖεν τοὺς νέους, ἑκάστη τὸν ἑαυτῆς κατὰ νοῦν ἔχει καὶ πρὸς ἑαυτὴν διεξέρχεται, ὅσα τε καὶ οἷα θωπεύοντος ἤκουσεν, ἐπιτηροῦσα καὶ σκοπουμένη σαφῶς, ὅπως αὑτὴν μὴ λάθοι τι ῥῆμα διαφυγὸν μηδὲ τῶν εἰρημένων ἡ τάξις· μᾶλλον γάρ τις θέλγεται τὴν ψυχὴν ἐρωτικὴν ὁμιλίαν καθ’ ἣν εἴρηται τάξιν ἀναλαμβάνων τῷ λογισμῷ. Καταβήσομαι τοίνυν θεοῖς προσευξάμενος γαμηλίοις φῦναί τε παῖδας ὑμῖν καὶ τραφῆναι καὶ πρὸς ἥβην ἐλθεῖν καὶ πρὸς ἄνδρας ἐκβῆναι καὶ τοιαύτας εὐτυχῆσαι γυναῖκας.
7 T 1 ΕΠΙΤΑΦΙΟΣ ΕΠΙ ΜΑΡΙΑ ΜΗΤΡΙ ΜΑΡΚΙΑΝΟΥ ΓΑΖΗΣ ΕΠΙΣΚΟΠΟΥ ΚΑΙ ΑΝΑΣΤΑΣΙΟΥ ΕΛΕΥΘΕΡΟΥΠΟΛΕΩΣ ΕΠΙΣΚΟΠΟΥ. Οἱ μὲν πολλοὶ τῶν εἰωθότων τοιαύτας μελετᾶν ὑποθέσεις ἐλεεινοὺς ᾄδουσι λόγους καὶ τοῖς ὀδυρμοῖς οἴονται τῶν ἀκουόντων εὐδοκιμεῖν, θεάτρου γὰρ πενθικῶς καθημένου κρότος ἐστὶ δάκρυα· ἐμοὶ δὲ τοῦτον ἀσκῆσαι τὸν τύπον οὔτε τὸ σχῆμα τῆς οἰχομένης ἐπιτρέπει πάρεργον ἀεὶ θεμένης τὸν βίον οὔτε τὸ γῆρας οὔτε τὸ πρὸ τέκνων ἀπογενέσθαι μητέρα, κοινὴν γονέων εὐχήν.
7.1.2 εἰ μὲν γὰρ ἔλειπέ τι πρὸς κόσμον ἢ πρὸς εὐδαιμονίαν ἐκείνῃ, ἴσως ἂν ἐδεῖτο πλείονος χρόνου τὸ λεῖπον ἀναπληροῦντος· ἐπεὶ δὲ πρὸς ἄκρον μὲν ἀρετῆς, πρὸς ἄκρον δὲ τύχης ἀνέβη καὶ τοιούτων ἔτυχεν ἀμοιβῶν, οἵας οἱ ποιηταί φασι τοῖς ὁσίοις ὑπάρχειν, παίδων καταλείψασα παῖδας, ὥραν ἦγε θανάτου ταλαιπώρου τε πολιᾶς αὐτὴν ἐλευθεροῦντος καὶ πολλῆς, ὡς εἰκός, ἀγωνίας. ταράττειν γὰρ αἱ μεγάλαι πεφύκασιν εὐπραγίαι, κἂν πρὸς τὴν ἀξίαν συμβαίνωσι τοῖς κεκτημένοις. ὥστε νοσοῦσαν ἐκείνην οὐδὲν εἰσῄει δεινὸν οὐδὲ λογισμὸς ἔστρεφεν αὐτῇ τὴν ψυχήν, μή τινά που λελύπηκεν, οὐδὲ τῶν ὕπνων, ὥσπερ οἱ παῖδες, πυκνῶς ἐξεπήδα νυττομένη τῷ συνειδότι, ἀλλὰ γλυκεῖα παρῆν· ἀπὸ τῶν ἔργων ἐλπὶς καὶ ἡγεμὼν ἀγαθὴ πρὸς τὴν ὡρισμένην πᾶσιν ἀποδημίαν.
7.1.3 μετὰ ταύτης ἐτελεύτα τῆς προσδοκίας πανταχόθεν ὀφειλομένης. Ἕκαστον μὲν οὖν αὐτῆς πλεονέκτημα πρὸς ἀφορμὴν ἐπαίνου τελεῖ, μάλιστα δὲ τὸ μὴ χαίρειν ἐπαίνῳ, ἐβούλετο γὰρ οὐ δοκεῖν, ἀλλ’ εἶναι χρηστή.
7.1.4 λέγεται τοίνυν κόρην μὲν οὖσαν ἀνδρὸς ἄπειρον ἔτι μάλα κοσμίως βιῶναι βραχέα τε φθεγγομένην καὶ ταῦτα βλέπουσαν κάτω καὶ μετὰ φωνῆς ἠρεμαίας ἐρυθήματος αὐτῇ τῶν ῥημάτων προηγουμένου. οὕτω τὴν Σοφοκλέους ἐγίνωσκε συμβουλὴν ἐκ Σοφοκλέους μὲν οὐδαμῶς, ἐκ τῆς οἰκείας δὲ φύσεως ταύτην μαθοῦσα πάσαις μὲν γυναιξί, παρθένοις δὲ μάλιστα πρέπειν τὴν σιωπήν· ἐπιβᾶσαν δὲ παστάδος οἰκονόμον τε χρηστὴν πεφυκέναι καὶ φειδωλὸν ἀγαθήν, ἐκ παντὸς θεραπεύουσαν τρόπου τὸν ἄνδρα θεραπείαις ἡδόμενον ὅσαι τὴν γυναικείαν ἐμφαίνουσιν ἀρετήν, ὥστε τῶν γυναικῶν τὰς μὲν πειρωμένας εἰς ἔπαινον, τὰς δὲ πυνθανομένας εἰς ἔρωτα πείρας ἐκίνει. Τίνες οὖν αἱ τῶν τοιούτων πράξεων ἀμοιβαί; παῖδες πολλοὶ κἀγαθοὶ καὶ δεικνύντες ἐν ἑαυτοῖς τὴν τεκοῦσαν· ὅσοι μὲν ἄρρενες, τοσαῦται καὶ θυγατέρες, ὀκτὼ δὲ πάντες τὸν ἀριθμόν.
7.1.5 ὥσπερ οὖν, εἰ τῶν παίδων ἐγκώμιον ἔγραφον, ἔδει κατὰ νόμον ῥητορικὸν ἐκ τῶν γονέων αὐτοὺς ὡραΐσαι, οὕτως οἶμαι προσήκειν ἐκ τοῦ τόκου τὴν μητέρα σεμνῦναι. καὶ δικαιότερος ἐπαινέτης ὁ τὴν εὐκοσμίαν τῶν παίδων εἰς τοὺς τεκόντας ἀνάγων τοῦ καλλωπίζοντος ἀρεταῖς πατέρων τοὺς παῖδας.
7.1.6 τέκνων μὲν γὰρ ἀγαθῶν αἴτιοι πολλάκις γονεῖς παιδεύσει τε καὶ τροφῇ πρὸς τὰ βελτίω ῥυθμίζοντες· οὐ μὴν πέφυκε τέκνα γονέας παιδαγωγεῖν. οὔκουν ἔξω μέλους, φασίν, ἑκατέραν ἐκείνης ἐξετάσαι γονήν· φανήσονται γὰρ οἱ μὲν τὴν ἀνδρῶν, αἱ δὲ τὴν γυναικῶν ὑπερβαίνουσαι φύσιν. Οἱ μὲν οὖν τῶν ἀρρένων ἑκάτερος τῆς ἡλικίας ἔχοντες ἄκρον ἴσοι τε ταῖς πράξεσιν ὄντες ἴσοι δικαίως εἰσὶ καὶ ταῖς ἀμοιβαῖς ἄμφω τῷ καλλίστῳ τῶν ὄντων, ἱερωσύνῃ, τετιμημένοι τῶν μὲν πρὸ τοῦ σχήματος ἔργων ταύτην προξενησάντων αὐτοῖς τὴν τιμήν, τῶν δὲ μετὰ ταύτην, ἐπειδὴ μείζων οὐκ ἦν, ἐπὶ τῆς αὐτῆς φυλαττόντων.
7.1.8 τοιαύτη μὲν ἡ μία συζυγία τῶν παίδων· ἡ δὲ λοιπὴ ξυνωρίς, ὁ μὲν ἐν ἐξουσίᾳ πλεονεξίας δικαιοσύνην ἀσκεῖ, πρᾶγμα παρὰ Πλάτωνι κριτῇ χαλεπόν· ὁ δὲ καλῶς ἐν λόγοις ἅμα καὶ νόμοις τραφεὶς τῆς γλώττης αὐτῷ τὴν ἐφ’ ἑκάτερα χορηγούσης ὁδὸν τὴν ὀρθὴν μόνον οἶδε βαδίζειν. περὶ μὲν οὖν τῶν ἀρρένων τοσαῦτα λεκτέον, κηρυττομένων γὰρ ἔργων περιττόν ἐστι μακρολογία καὶ τοῦ λόγου τὸ μῆκος εἰς ἀδοξίαν τείνει τῶν ἀρετῶν ὡς οὐχ ἱκανῶν ἑαυτὰς ἀρκούντως μηνῦσαι· τὸ δὲ θῆλυ τῶν τέκνων, αἱ μὲν τὴν αὐτὴν ἀπραγμοσύνην εἵλοντο τῇ μητρί, μᾶλλον δὲ πᾶσαι μὲν τῆς τεκούσης μιμοῦνται τὸν βίον, πλὴν ὅσον αἱ μὲν ἐν ἄστει τὴν μίμησιν, αἱ δὲ τῆς πόλεως ἔξω τὸν ζῆλον ποιοῦνται.
7.1.10 θαυμάζεις τὴν τῆς τύχης περιουσίαν, ἐγὼ δὲ τὸ μηδὲν κοῦφον γυναῖκα παθεῖν εὐπαιδίας ἅμα καὶ πολυπαιδίας τυχοῦσαν, μᾶλλον δὲ τῶν εἰρημένων οὐδέτερον θαυμαστόν, οὔτε τὸ πρὸς ἀξίαν εὖ πράττειν οὔτε τὸ μέτρια φρονεῖν ἐν εὐτυχίαις εὐλόγοις. οὔκουν ὠγκώθη τῇ φορᾷ τῶν ἀγαθῶν, ἥτις οὐδὲ φωνὴν ἀφῆκέ ποτε σοβαράν, οἵαν ἱστορεῖται φθέγξασθαι γυνὴ πρεσβῦτις εὐδαίμων.
7.1.11 ἐπειδὴ γὰρ Ὀλύμπια ἦν— Ὀλυμπίων δὲ ἄρα τελουμένων νενόμισται μὴ παρεῖναι γυναῖκα—, παρελθοῦσά τις εἰς τὸ στάδιον γραῦς, ὡς ἐπέπληξέ τις ἑλλανοδίκης αὐτῇ καὶ τί ταῦτα ποιεῖ ς , ὦ γύνα ι , παρὰ τὸν νόμο ν ; ἐπύθετο, ἡ δὲ λίαν φορτικῶς· τίνι γά ρ , ἔφη, μᾶλλον ὀφείλεται τῆς ἑορτῆς ἀπολαύειν ἢ τῇ παῖδα μὲν ἀθλητὴν ἀγούσῃ πρὸς τὴν πανήγυρι ν , ἀδελφοὺς δὲ νενικηκότας Ὀλύμπια κεκτημέν ῃ ; τοιοῦτον οὐδὲν εἶπεν ἐκείνη, πᾶν μὲν οὖν τοὐναντίον, ὅσον ἐπὶ μεῖζον αὐτῇ τὰ τῆς εὐπραγίας ἐχώρει, τοσοῦτον ἐχάλα τὸ φρόνημα· ὅπερ αὐτὴν καὶ βεβαίως εὐδαίμονα διετήρησε.
7.1.13 Ταῦτα τοὺς ἐν λαμπροῖς ἀξιώμασιν ἄλλους ἀλλαχόθεν ἐπὶ τὴν ταφὴν συνεκάλεσε, ταῦτα τῶν ἀστυγειτόνων ἐκίνησε τὰ τέλη, ταῦτα τὴν ἡμετέραν ἐκένωσε πόλιν πρὸς τὸ τῆς ἡσυχίας αὐτῆς ἐνδιαίτημα. τοσούτων δὲ ὅμως εἰς ταὐτὸν συνιόντων οὐχ οἱ μὲν ἐπαινέται τῶν ἔργων, οἱ δὲ τῶν λεγομένων ἦσαν ἀκροαταί, ἀλλὰ πᾶς ἤθελε τοὺς ἀκούοντας ἔχειν, ἵνα τὰς ἐκείνης ἀρετὰς διηγήσηται. τοιγαροῦν εἰωθὸς ὂν τοῖς εὐφημεῖν τινα βουλομένοις τὰς ἐκείνου περιεργάζεσθαι πράξεις ἐναντίον ἐγὼ πέπονθα πάθος.
7.1.14 αἰσθόμενος γὰρ τὰ περὶ ταύτης θρυλλούμενα μὴ χωρούσης μου τῆς διανοίας ἐπιμελὲς μὲν ἐθέμην ἐκκλῖναι τοὺς ταῦτα διηγουμένους ἡδέως ἐμαυτὸν ἀπατῶν τῷ δοκεῖν μηδὲν ἀγνοεῖν τῶν ἐκείνῃ προσόντων, οὐ μὴν οὔτε σιωπῶντας οὔτε ταὐτὰ λέγοντας ὑπῆρχεν εὑρεῖν. Ποῦ τοίνυν τὴν τοιαύτην ψυχὴν εἰκάζειν χρὴ καταλύειν; ἢ δῆλον ὡς ἐν λειμῶνι τερπνῷ, ψυχαγωγίας γέμοντι καὶ ῥᾳστώνης, ἔνθα μετρίας τε πνεῖν αὔρας εἰκὸς καὶ πηγὰς καθαρὰς καὶ διαφανῆ νάματα ῥεῖν καὶ πᾶσαν ἁπλῶς ἡδονήν, ὅση λειμώνων ἐστὶν εὐφροσύνη; τά τε οὖν ἄλλα καλή γε ἡ καταγωγὴ καὶ ὅτι πονηροῖς ἀοίκητον τὸ χωρίον.
7.1.16 οὕτως εἰς ἱερὸν ἐφοίτησε χῶρον. ἡγοῦνται δὲ τῆς πορείας αἱ περὶ τὸν βίον αὐτῆς ἀρεταὶ καὶ δεικνύουσι μὲν ἐκείνῃ τὸν ἄνδρα, δεικνύουσι δὲ τοὺς γονεῖς, ἄγουσι δὲ παρὰ χορὸν εὐσεβῆ τῶν ἵνα ῥύσωνται τὰς ψυχὰς προδεδωκότων τὰ σώματα. οἱ δὲ μάλα φιλοφρόνως αὐτὴν ὑποδέξονται ἀντὶ τῆς περὶ ἑαυτοὺς θεραπείας, ἀντὶ τῆς περὶ γονέας αἰδοῦς, ἀντὶ τῆς περὶ τέκνα κηδεμονίας, ἀντὶ πολυτελοῦς χορηγίας, ᾗ τὴν ἀπορίαν ἐπεκούφιζε τοῖς δεομένοις.
7.1.18 πόσων, οἴεσθε, θυγατέρας πρὸς γάμον ὡραίας ἐξέδωκεν οἴκοθεν προῖκα προσθεῖσα; πόσους ἔθρεψε νέους ἐν ὀρφανίᾳ καταλειφθέντας; πόσαι γυναῖκες χηρεύουσαι τὰς ἐκείνης ὑμνοῦσι φιλοτιμίας; πόσαι παρὰ ταύτης ἐφοίτων ἐπιστολαί, ἄλλη πρὸς ἄλλον παῖδα, πᾶσαι πρὸς ἕνα γεγραμμέναι σκοπόν, τὰς τῶν ἱκετευόντων δεήσεις εἰς ἔργον ἐλθεῖν; καὶ πρὸς τοσούτους αὐτῇ τῆς φιλανθρωπίας μεριζομένης εἴ τις τὴν μεγίστην ἐκείνης εὐεργεσίαν ἐπιθυμήσας μαθεῖν εἰς ἕν τι χωρίον τοὺς εὖ παθόντας συναγαγὼν ἕκαστον ἔροιτο, τίνα διὰ πλείονος ἤγαγε μᾶλλον εὐνοίας, ἑαυτὸν ἅπας ἐρεῖ, ἑκάστου δὲ τὸ πλέον ἔχειν δοκοῦντος τὸ τῆς ἰσότητος μέτρον δηλοῦται καὶ τὸ προσφόρως ἁπάντων αὐτὴν προεστάναι.
7.1.20 Ἐπεὶ δὲ τῶν ἐκείνης ἐμνήσθην γραμμάτων, βούλομαί τι καὶ διηγήσασθαι· ὄψεσθε γὰρ ἐντεῦθεν ἁπλῆν ὄντως γυναῖκα καὶ πρᾳότητος γέμουσαν καὶ πᾶσιν ἀλύπως προσφερομένην. δυοῖν γὰρ περί του φιλονεικούντων ἀλλήλοις κατ’ ὀλίγον τε αὐτοῖς, οἷα φιλεῖ, τῆς ἔριδος αὐξομένης ἀνέβη τὰ τῆς φιλονεικίας μέχρι τοῦ δεηθῆναι κρίσεως ἀρχικῆς, ἡ δ’ ἐν γράμμασιν ἀμφοτέρους πρὸς τὸν παῖδα συνέστησεν ἑκατέρῳ νίκην αἰτοῦσα· οὕτω χρηστὸν εἶχε καὶ ἄκακον καὶ πραγμάτων ἄπειρον ἦθος. Πείθομαι τὴν οὕτως ἐμφύτῳ φιλανθρωπίᾳ χρωμένην καὶ τοῖς ὄναρ αὐτὴν θεωμένοις νοσημάτων ἰάσεις διδόναι, οἷον ἀμέλει συνέβη τῷ τὴν ἡμετέραν λαχόντι πρυτανεύειν ἀρχήν.
7.1.21 χρεία τις αὐτὸν ἀνῆγεν ὡς βασιλέα τάχος ἀπαιτοῦσα πολύ. ταύτην, ὡς ἐβούλετο, διαθεὶς μετὰ τῆς αὐτῆς ἀνῄει σπουδῆς ἐν ἴσῃ ποιούμενος τάξει τὰ προσάντη χωρία τοῖς εὐηλάτοις. μεσοῦντι δή που τῆς πορείας αὐτῷ βουβῶνος ἐπαρθέντος ἐξαίφνης, ἐπειδὴ νὺξ ἐγεγόνει, μόλις μὲν τῆς ὀδύνης ἀπωθουμένης τὸν ὕπνον, ἐκάθευδε δ’ οὖν ὅσον βραχύτατον ὄναρ ἰδεῖν.
7.1.22 τὸ δὲ ἐνύπνιον ἡ μήτηρ ἦν ἐρωτῶσα τῆς ἀναβολῆς τὴν αἰτίαν. ὁ μὲν τὸ πάθος δεικνύς, ἡ δὲ τὴν χεῖρα προσάγουσα τοῦ θείου πάθους χρωμένη συμβόλῳ, ἔδοξε νύκτωρ ἀπηλλάχθαι τῆς νόσου καὶ μεθ’ ἡμέραν ἀπήλλακτο. εἰκότως, ὡς ἔοικε, τὸν εἰρημένον ἐκείνῃ νέμουσιν ἔρανον αἱ τῶν πράξεων ἀρεταὶ καὶ διὰ τῆς πείρας αὐτῆς παριστῶσιν, ὡς μάτην αὐτὰς ἀνονήτους εἶναι νομίζουσιν οἱ πολλοί.
7.1.24 Ὢ πολυυμνήτου καὶ ζηλωτῆς ἐκφορᾶς παίδων, θυγατέρων, ἐκγόνων ἀκολουθούντων ἐπὶ τὸ μνῆμα. ὢ θανάτου δακρύων μὴ δεομένου. τοιοῦτον ἔπρεπε τέλος ἐκείνῃ. τοιοῦτον εὔξατο πέρας λαχεῖν πρότερόν τε πολλάκις καὶ παρὰ τὴν νόσον αὐτήν. τοῦ γὰρ πρεσβυτέρου τῶν παίδων παθόντος τι καὶ δακρύσαντος ἔτυχο ν , ὦ τέκνο ν , φησίν, ὧν ἐγλιχόμη ν .
7.1.25 οὕτως ἥδιστον ἀπελθεῖν ἑκάστῃ γυναικὶ σωφρονούσ ῃ . μὴ γὰρ οὐκέ τ ’ εἶναι παιδίον ὀλοφύροιτο μήτη ρ , ἀλλὰ τελευτῶσαν μητέρα θεάσαιτο παῖ ς . ταῦτα διελέχθη γυνὴ μικρὸν ἀπέχουσα τελευτῆς οὐδὲν παραπλήσιον τοῖς ἄλλοις παθοῦσα πρεσβύταις, οἳ τέως μὲν σχηματίζονται βούλεσθαι τελευτᾶν καί φασιν ἱκανῶς ἀπολαῦσαι τοῦ βίου, ἐπειδ δέ τις αὐτῶν νόσῳ περιπεσὼν αἴσθηται πλησίον οὖσαν τὴν τελευτήν, τότε ἤδη τὴν οἰκείαν ἀποκαλύπτει διάνοιαν καὶ βραχὺν μὲν ἡγεῖται τὸν χρόνον ὃν ἔλαχον ἄνθρωποι ζῆν, ἀναλογίζεται δὲ καὶ σκοπεῖ τὰς παρὰ τὸν βίον ἡδυπαθείας.
7.1.27 Σωκράτης μὲν οὖν παρόντων αὐτῷ τῶν γνωρίμων μέλλοντι τελευτᾶν ὡς ᾔσθετο δακρυόντων, τοῖς μὲν μικροψυχίαν ὠνείδισε, τὰς δὲ θρηνούσας ἐξέπεμψε γυναῖκας, ἵνα μὴ τοιαῦτ α , φησί, πλημμελοῖε ν . οὕτως ἡγεῖτο πλημμέλημα τὸ δακρύειν. ἡμῖν δὲ προσήκει κρατοῦσι τῶν ἄλλων τῆς ψυχῆς νοσημάτων, ἡδονῆς, κέρδους, ὀργῆς, καὶ τοῦ λοιποῦ πάθους ἐπικρατῆσαι, τῆς λύπης· ὡς ἅπαν μὲν πάθος φευκτέον τοῖς εὖ φρονοῦσι, τοσοῦτον δὲ μάλιστα λύπην, ὅσον ἡδονὴ μὲν καὶ χρήματα καὶ θυμὸς ἔχει τινὰ συγγνώμην τοῖς ἁμαρτάνουσιν, ἡ μὲν τὸ τερπνὸν προξενοῦσα, τὰ δὲ παρέχοντα κέρδος, ὁ δὲ σωφρονίζων ἐχθρούς, τῇ δὲ λύπῃ πλὴν τοῦ μαρᾶναι τὸν ἀνιώμενον οὐδὲν πρόσεστιν ἕτερον.
7.1.29 τεκμαίρομαι δὴ καὶ τὰς ἀμέμπτους ὑμῶν ἀδελφὰς καὶ ταῦτα τῆς γυναικείας φύσεως εὐκόλως καμπτομένης ταῖς λύπαις φέρειν ἐγκρατῶς τὸ συμβάν, εἰ μή τῳ δοκεῖ ψεύδεσθαι Πλάτων οὐ μόνον ἀνδράσιν εἰπών, ἀλλὰ καὶ γυναιξὶ σπουδαίαις τοὺς θρήνους μὴ πρέπειν. ἴσως μὲν γὰρ εἰσέρχεταί τις ὑμῖν ἀθυμία λογιζομένοις, ὡς ἔτεκεν, ὡς ἔφερε ταῖς ἀγκάλαις, ὡς προήγαγεν ἐνταῦθα τῆς ἡλικίας, ὡς συνήδετο τιμωμένοις, ὡς τοσαύτῃ περὶ ὑμᾶς ἐχρήσατο τῇ θεραπείᾳ, ὥστε παρ’ αὐτὴν τοῦ νοσήματος τὴν ἀκμὴν ὑποκλέψαι τὸν κίνδυνον καὶ τῶν Ἀσκληπιαδῶν δεηθῆναι πυνθανομένων ὑμῶν, ὡς εἰκός, ὅπως ἔχοι τὰ νῦν, ἀποκρίνασθαι ῥᾷον αὐτὴν διακεῖσθαι.
7.1.31 ταῦτα πόθον εἰκότως ὑμῖν ἐργαζόμενα λύπην ἐκ τοῦ πόθου κινεῖ, πλὴν ἐξ ὧν τὸν ἐκείνης θαυμάζετε τρόπον, ἐκ τούτων ἔστι παραμυθίαν λαβεῖν εὔδηλον ὂν ὡς τὴν αὐτὴν μὲν ὑμῖν περιφυλάξει φιλοστοργίαν, ὠφελείας δὲ μείζονος αἰτία γενήσεται. εἰ γὰρ δεῖ τι καὶ φιλοσοφεῖν —δεῖ δὲ περὶ τοιαύτης λέγοντα γυναικός—, φασὶν οἱ ταῦτα συγγράφειν δεινοὶ καὶ πείθουσι λέγοντες τὰς τῶν ὁσίως βεβιωκότων ψυχὰς ἀποθεμένας τὰ σώματα μείζονα δύνασθαι δρᾶν· ὥστε πλείονα νῦν τὴν ἐξ ἐκείνης ὠφέλειαν καρπώσεσθε.
7.1.33 ὅλως δὲ λογιστέον ὡς, εἰ μὴ θέμις ἀνθρώποις ἀθάνατα ζῆν, ἓν αὐτοῖς εὐτυχὲς ὑπολείπεται, τὸ τελευτῆσαι τὸν βίον ἀγαθῷ ἐπὶ γήραος οὐδ ῷ . Σόλων μὲν Τέλλον Ἀθηναῖον παρὰ Κροίσῳ τῷ Λυδῷ μακαρίζει, ὅτι πατὴρ ἤδη καὶ πάππος εὐδαίμων γεγονὼς ἐτελεύτα· ἡ δὲ τοσούτῳ παρῆλθεν εὐπραξίᾳ τὸν Τέλλον, ὥστε καὶ παῖδας ἐκγόνων ἐκτήσατο.
7.1.35 Ἐκείνην ὀλβίαν προσεῖπεν ἂν εἰκότως ἡ τραγῳδία, ἥπερ εὐτυχῶς τὴν τελευταίαν ἐπέρασεν ἡμέραν. ποιητὴς μὲν οὖν τις ἐπῶν ἐπιγράμματι τὸν τάφον ἐτίμησεν ἄν. ἐγὼ δὲ μέτρου χωρίς, οὐ γάρ εἰμι ποιητικός· μὴ δάκρυε τόνδε τὸν τάφον ὁρῶ ν . ἐνταῦθα γυνὴ κεῖται πρεσβῦτις ἄξιον ἔχουσα δακρύων οὐδέ ν . σεμνὸν ἔζησε βίο ν , τέκνων καταλέλοιπε τέκνα καὶ τούτων παιδί α . ΕΠΙΤΑΦΙΟΣ ΕΠΙ ΠΡΟΚΟΠΙΩ.
8.1.pref Ὁ λόγος ἄχθεται μὲν εἰς ἀνάγκην τοιαύτης ἐλθὼν ὑποθέσεως, τιμᾷ δὲ τὴν ὁσίαν τοῦ τεθνεῶτός μοι παιδευτοῦ ταύτην αὐτῷ κατὰ δύναμιν ἀποδιδοὺς ἀμοιβήν. Ἴσως μὲν ἄλογόν τι δόξω ποιεῖν, εἰ ψυχαγωγίας αὐτὸς ἑκάστου μᾶλλον δεόμενος εἶτα τοὺς ἄλλους παραμυθεῖσθαι πειρῶμαι· παραπλήσιον γὰρ ὥσπερ ἂν εἰ σφόδρα τὼ πόδε νοσῶν τοὺς ἧττον ἀλγοῦντας χειραγωγεῖν ἐβουλόμην· πλὴν ὅσῳ πικρότερον ὑπὸ τῆς ἀθυμίας πιέζομαι, τοσούτῳ μᾶλλον εἰκότως οὐ φέρω τὴν σιωπήν, οἷα φιλοῦσιν οἱ λίαν ἀχθόμενοι πάσχειν, ὥστε κἂν μόνος ὤν τις τυγχάνῃ, τὴν ἰδίαν αὐτὸς ἑαυτῷ διεξέρχεται λύπην.
8.1.1 ἐγὼ δὲ καὶ ἄλλως ἀχαριστίας ἔγκλημα φεύγων πρὸς τὴν τῶν δακρύων ἠγωνισάμην φορὰν ἀνακόπτειν φιλονεικοῦσαν τὸν λόγον ἄτοπον, ὡς εἰκός, εἶναι νομίσας παρ’ ᾧ λειμῶνας Ἀττικοὺς ἐδρεψάμην, τούτου τὸν τάφον σιγῇ παρελθεῖν. Πάλαι μὲν οὖν νενομοθέτηται τοῦτο τοῖς θαπτομένοις, ὅσοι τὸν βίον ἀμέμπτως διῆλθον, ἆθλον καὶ γέρας ἀπολαμβάνειν τὸν ἔπαινον· εἰ δὲ καὶ μήπω κείμενος οὗτος ἔτυχεν ὁ θεσμός, ἐντεῦθεν ἂν ἔδει νόμον κρατῆσαι τοιοῦτον οὐ πρὸς δόξαν τοῦ τεθνεῶτος—ποίαν γὰρ εὔκλειαν χαρίζεται λόγος ὀπίσω τῆς ἀξίας βαδίζων;—, πρὸς ὄνησιν δὲ μᾶλλον τῶν ζώντων· μεγίστη γὰρ ἐπὶ τὰ βελτίω παράκλησις ἡ τῶν ἀγαθῶν εὐφημία.
8.1.3 Ἡ μὲν οὖν Φύσις δοκεῖ μοι τὸν ἄνδρα τοῦτον ἐνεγκεῖν εἰς ἀνθρώπους ὥσπερ ἀρετῆς ἀνθρωπίνης εἰκόνα βουλομένη φιλοτεχνῆσαι καὶ παραστῆσαι σαφῶς, ὅπως ἑκάστῳ βιῶναι προσήκει· Ἐλπὶς δὲ ἡ πάντα πείθουσα παραχωρεῖ τοῖς ἐκείνου πλεονεκτήμασι καὶ οὐκ ἀνέχεται πείθειν, ὡς ἄνδρα παρόμοιον ἥξει ποτὲ φέρων ὁ χρόνος. ἐκεῖνος γὰρ ἔτι παιδίον αὐτὸν καταλείψαντος τοῦ πατρὸς εὐκοσμίᾳ καὶ τρόπῳ καθεστηκότι τοὺς ὑπὸ γονεῦσιν ἐπιμελῶς τρεφομένους ἀπέκρυψε καὶ παραινούντων αὐτῷ ῥᾳστώνην διώκειν δυεῖν ἀμάχων συμβούλων, νεότητός τε καὶ πατρὸς ἐρημίας, ἔδειξε πείρᾳ τῶν ἔργων, ὅτι φύσις δεξιά, κἂν ἐξ ἡλικίας κἂν ἐξ ὀρφανίας ἐπὶ τὸ φαῦλον ὠθῆται, αὐτὴ πρὸς τὸ δέον ἑαυτὴν οἶδεν ἀνθέλκειν.
8.1.5 τοιγαροῦν ἐπὶ μὲν θύρας ἧκε ποιητικὰς ἡλικίαν ἔχων ἣν οἱ τὰ πρῶτα παιδευόμενοι γράμματα, εἰς Ἑρμοῦ δὲ παλαίστραν ἐφοίτησε χρόνον ἄγων τοσοῦτον ὅσον οἱ τὰ Μουσῶν ἔτι μανθάνοντες, βῆμα δὲ καὶ νέων χορὸς αὐτὸν διεδέξατο τοῖς τὰ ῥητόρων τελουμένοις ὁμήλικα, καὶ ἦν παράδοξον θέαμα καὶ τερπνὸν τοῖς μαθηταῖς ἡλικιώτης διδάσκαλος. οὐ μὴν τὸ βραχὺ τῆς ἡλικίας εὐκαταφρόνητον ὑπῆρχε τοῖς φοιτηταῖς, ἀλλὰ τὸν νέον ὡς πρεσβύτην ᾐσχύνοντο τὴν ἐπιστήμην αἰδούμενοι. Περικλέους μὲν οὖν τὸ μέγα καὶ θρυλλούμενον ἦν πλεονέκτημα, ὅτι τὴν ἐκκλησίαν τὴν Ἀττικὴν αὐτοῦ μὲν ἀπόντος σύγχυσις εἶχε καὶ ῥᾳθυμία καὶ ταραχή, καὶ κόσμος ἦν οὐδεὶς τῶν ποιουμένων, φανέντος δὲ πρὸς τὴν πρώτην ὄψιν ὁ δῆμος μετερρυθμίζετο· τὴν ἐκείνου δὲ ποίμνην εἶδες ἂν παρόντος καὶ μὴ τὴν αὐτὴν εὐσχημοσύνην φυλάττουσαν βεβαίως αὐτοῖς ἐρριζωμένης τῆς εὐκοσμίας.
8.1.7 δύο γὰρ ὄντων, οἷς ἀρετὴ βασανίζεται σοφιστοῦ, τοῦ τε καταπλήττειν τὰ θέατρα συνέσει λόγων καὶ κάλλει τοῦ τε τοὺς νέους μυσταγωγεῖν τοῖς τῶν ἀρχαίων ὀργίοις, —ἐκεῖνοι γὰρ εἴτε τὴν παλαιὰν διασώζοντες παροιμίαν— χαλεπὰ γάρ φησι τὰ καλά — εἴτε τὴν πολλὴν ἀκοὴν ἀμύητον εἶναι τῶν οἰκείων βουλόμενοι συγγραμμάτων εἴτε τὴν ἀνθρωπείαν ἐπιστάμενοι φύσιν τὸ μὲν εὐκόλως ἀνυόμενον οὐ θαυμάζουσαν, τιμῶσαν δὲ τὸ πόνῳ τινὶ κατορθούμενον ἐκεῖνοι τοίνυν ἕν τι τῶν εἰρημένων ἢ καὶ σύμπαντα ταῦτα σκοπήσαντες οὐ πᾶσι βασίμους τὰς οἰκείας προὔθηκαν τέχνας οὐδὲ παντὸς ἀνδρός, τὸ λεγόμενον, οὗτός ἐστιν ὁ πλοῦς, ὁ δὲ φύσεώς τε ῥώμῃ καὶ πόνων ἐπιμελείᾳ καθάπερ ἑκάστῳ συνεσκεμμένος ὅσα πεποίηκεν ἕκαστος, οὕτω σὺν ἀκριβείᾳ τὰ πάντων ἦγεν εἰς φῶς. τὰ μὲν δὴ λεχθέντα τοιοῦτος, πρὸς δὲ τὴν τῶν νέων ἀκρόασιν ποῖός τις; οὐ λέξις αὐτὸν ἐλάνθανεν ἀλλοτρία τῆς Ἀττικῆς, οὐ νόημα πόρρω πλανώμενον τοῦ σκοποῦ, οὐ συλλαβή τις ἐπιβουλεύουσα τῷ ῥυθμῷ, οὐ συνθήκη τὴν ἐναντίαν ἔχουσα τάξιν τῆς εὐφραινούσης τὰ ὦτα.
8.1.8 ῥᾷον ἄν τις διέλαθεν Ἀρίωνα τὸν Μηθυμναῖον ἢ τὸν Λέσβιον Τέρπανδρον ἐκμελῶς κινῶν τὰς χορδὰς ἤπερ ἐκεῖνον ἄρρυθμόν τι φθεγξάμενος. ἀλλὰ μὴν ἡνίκα τὰς οἰκείας γονὰς εἰς θέατρον ἤρχετο φέρων, ἐποίει δὲ τοῦτο πολλάκις εἰς ἔρωτα λόγων ἐγείρων τοὺς νέους, λογάδα τε πᾶσαν ἐξέπληττεν ἀκοὴν καὶ τοὺς τὸν σύλλογον περιεστῶτας ἐκήλει, ὥστε τὴν Ἰσοκράτους ἐν τῷ τάφῳ Σειρῆνα δηλοῦσαν, ὡς ἔθελγε πάντας ὁ ῥήτωρ, ἔχειν αὐτοῦ προσήκει τὸ μνῆμα.
8.1.9 — διπλῆς οὖν, ὅπερ ἔφην, οὔσης βασάνου, καθ’ ἥν τις γνησίως ὀνομάζεται σοφιστής, οὐκ ἂν ἔγνως, ὅθεν τὸν ἄνδρα μᾶλλον θαυμάσῃς, ἔφης δ’ ἂν εἰκότως αὐτὸν Δημοσθένους τύπον εἰς ἀνθρώπους ἐλθεῖν.
8.1.11 καὶ ἔγωγε, εἴ μοι τοσοῦτον ἐξῆν, ὅσον τοῖς τῶν δραμάτων δημιουργοῖς, καὶ πρόσωπα πλάττειν παρεῖχον νόμοι ῥητόρων, αὐτὴν ἂν εἰσῆγον Ῥητορικὴν ἐν εἴδει γυναικὸς πενθικὴν ἐσθῆτα περικειμένης, οὐ τὰς ὀφρῦς ἐπαιρούσης, οὐ βαδίσματι σοβαρῷ κεχρημένης, κἂν ἐκ φύσεως ἔχῃ τὰ τοιαῦτα Ῥητορική, ἀλλὰ συνεσταλμένης τε καὶ ταπεινὸν φρονούσης, εἰκότως, ὅτι τοῦ θιάσου τὸν κορυφαῖον ἐστέρηται, καὶ πρέποντα τῷ πάθει βοώσης· τίς γένωμα ι ; τίνα λάβω παραψυχή ν ; πόθεν μοι γενήσεταί τις Ὀρφεὺς κρούμασι θέλγων τοὺς κάτω θεοὺς καὶ μισθὸν ἀπαιτῶν μοι τῆς μελῳδίας τὴν ἐκείνου ψυχή ν , οἷα δὴ ῥαψῳδοῦσιν οἱ ποιητα ί ; ταῦτα δικαίως ἂν εἴποι Ῥητορικὴ τοσούτου χηρεύουσα παιδευτοῦ κέντρον ἐμβαλόντος ἐρωτικὸν ταῖς μεγίσταις τῶν πόλεων καὶ λόγων ὀρεγομέναις.
8.1.12 ἐπόθησε τοῦτον ἡ παρὰ τὸν Ὀρόντην κειμένη πόλις ἡ Λιβανίου μήτηρ, ὅμοια πέπονθεν ἡ Φοινίκων μητρόπολις. παρῆλθεν ἑκατέρας τὸ φίλτρον ἡ Καίσαρος τὰ μὲν βιαζομένη, τὰ δὲ κολακεύουσα, τὰ δὲ πειρωμένη χρυσίῳ πολλῷ δελεάζειν, οἵαις ἀεὶ μηχαναῖς ἐραστὴς πρὸς ἄγραν κέχρηται παιδικῶν, ἕως ὀψὲ μὲν εἷλε τὸ θήραμα, ἑλοῦσα δὲ φυλάττειν οὐκ εἶχεν ἰσχυροτέροις ἀγόμενον λίνοις, πόθῳ τῆς ἐνεγκούσης. καὶ τὰ τροφεῖα καλῶς ἀπέδωκε τῇ πατρίδι τοσαύτας ὁμοῦ καὶ τοιαύτας ἐν δευτέρῳ θέμενος πόλεις.
8.1.13 καίτοι χωρὶς ἀξιωμάτων λαμπρῶν καὶ μεγέθους κατασκευῆς, οἷς αἱ πόλεις ἐκεῖναι σεμνύνονται, ἴδιον ἑκάστη πλεονέκτημα κέκτηται πρὸς ἔρωτα δεινὸν ἐρεθίσαι· ἡ μὲν Ἀντιόχου τὸν ὁμώνυμον χῶρον τῆς Ἀπόλλωνος ἐρωμένης, ὅπου χαρίεντα καὶ διαφανῆ καὶ πότιμα νάματα πλάτανός τε πολλὴ καὶ κυπάριττοι πλείους ἀμφιλαφεῖς τε καὶ ὑψηλαὶ καὶ ὀρνίθων ᾠδαὶ καὶ αὖραι τὰ σώματα διαψύχουσαι. ἡ μὲν οὖν Ἀντιόχου δέλεαρ ἔχει τὸ ἄλσος, ἡ δὲ Τυρίων τὰς Χάριτας, οὕτω γὰρ ἄξιον προσειπεῖν τὰς πηγάς, ἡ Καίσαρος δὲ λουτρῷ καλλωπίζεται, ὅπερ ἡδὺ μὲν ὁρῶντί σοι δόξει, τερπνότερον δὲ λελουμένῳ. ὑπὸ τοιούτων Σειρήνων ἑλκόμενος εἴχετο τῆς θρεψαμένης δεινὸν εἰκότως ὑπολαβὼν τὸν ῥήτορα μὲν τῶν Ἀχαιῶν Ἰθάκης ἐρᾶν κραναῆς περ ἐούση ς , αὑτὸν δὲ τοιαύτης ὑπερφρονῆσαι πατρίδος τά τε ἄλλα καλῆς καὶ νικώσης ἀρεταῖς οἰκητόρων, ὅτῳ μάλιστα τρόπῳ πόλις κοσμεῖται.
8.1.15 ἐπεὶ δὲ Ὀρόντου μνήμην ἐποιησάμην, ἕτερον εἰς νοῦν εἴληφα ποταμόν, τὸν Αἰγύπτιον, καὶ τὴν τοῦ ποταμοῦ γείτονα πόλιν. ἐκεῖ πρὸς ἄνδρα πάλαι μεθοδεύοντα λόγους ἔτι μειράκιον ὢν ἀπεδύσατο ἄρτι πρῶτον ἐν Ἑρμοῦ ταχθεὶς ἀθληταῖς καὶ τέχνῃ καταπαλαίσας, ἐφ’ ᾗ μέγα φρονῶν ἐκεῖνος ἐτύγχανεν, ἐστεφανωμένος ἀπῄει. Ἀλκιβιάδης μὲν οὖν ὁ Κλεινίου ἐπειδὴ νέος ὢν ἔτι τοὺς ὁμοτέχνους ἐνίκα, χαυνούμενός τε τῇ νίκῃ καὶ τῷ μεγέθει διαθρυπτόμενος τῶν τιμῶν καταβραχὺ τὸ σπουδαῖον ἐχάλα καὶ ῥήτωρ ἀπέβη τῶν μὲν ἄλλων ἀμείνων, τῆς οἰκείας δὲ φύσεως ἥττων· ὁ δὲ πάντων αὐτῷ σοφιστῶν τὰ πρῶτα νεμόντων εἰκότως καὶ μέγαν ἑκάστου κόσμον ἡγουμένου κερδαίνειν, εἰ δεύτερος ὀνομάζοιτο, τὴν ἁπάντων ὑπερεβάλλετο προθυμίαν.
8.1.16 εἰσιὼν γάρ τις οἴκαδε εἰς ἐκείνου πλῆθος ἑώρα βιβλίων παντοδαπῶν, ὧν τὸ μὲν ἀπετίθετο, τὸ δὲ ἀνειλήφει, βίβλου δὲ εἶναι χωρὶς οὐδαμῶς ἐκαρτέρησεν. ἐγὼ δὲ πρὸς ἐμαυτόν, ὡς ἑώρων ἤδη κεκυφότα τῷ γήρᾳ, τὴν Ἀγαμέμνονος ἐποιούμην εὐχήν, ἣν ὑπὲρ τοῦ Πυλίου ἐκεῖνος πεποίηται τὴν Νέστορος μὲν πολιὰν ἕτερόν τινα νέον εὐχόμενος ἔχειν, μεταλαβεῖν δὲ τὸν Πύλιον τῆς ἥβης τοῦ νέου.
8.1.17 ταῦτα μὲν Ἀγαμέμνων εὔχεται Νέστορι νεάζοντα τῇ σπουδῇ θεασάμενος, ὁ δὲ Τυδέως τὴν ἀπληστίαν αὐτοῦ θαυμάζει τῶν πόνων, ὥστε καὶ ὀνειδίζει προθυμίας ὑπερβολὴν ὁ νέος τῷ γέροντι σχέτλιο ς , λέγων, ἐσσ ί , γεραι έ . σὺ μὲν πόνου οὔποτε λήγει ς . τοῦτο τὸ ἔπος οἶδα πολλάκις πρὸς ἐκεῖνον εἰπών, μᾶλλον δὲ μέρος τοῦ ἔπους οὔτε σχέτλιον καλεῖν ἀνεχόμενος οὔτε γεραιὸν προσειπεῖν καρτερῶν ὅνπερ εὐχόμην νέον ἰδεῖν. Ἥκει δὴ πάλιν ὁ Περικλῆς ἑτέραν ἡμῖν παράθεσιν προξενῶν.
8.1.18 οὗτος ἐν ὅλῳ δήμῳ ποτὲ φορτικὸς ὤφθη καὶ σοβαρὸς πᾶσαν ἑαυτῷ χαριζόμενος ἀρετήν· ῥήτωρ εἰμ ί , λογίζομαι τὰ χρηστ ά , φράζω τὸ δέον εἰς κάλλο ς , ἀγαπῶ τὴν πατρίδ α , δωροδοκίαν μισ ῶ . ἀμβλύνεις, ὦ βέλτιστε, τὰ ξύμπαντα ταῦτα φιλοτιμίας ὑπερβολῇ. τοιαύτην ἐκεῖνος ἀφῆκε φωνὴν οὐδαμοῦ· πᾶν μὲν οὖν τοὐναντίον, εἴ τινος αὐτὸν ἐπαινοῦντος ἀκήκοεν, ἄλλοτε ἄλλην ἤλλαττε χρόαν κύπτων εἰς γῆν καὶ στάζων ἱδρῶτα καὶ δεινῇ κρατούμενος ἀφωνίᾳ. ἐνταῦθα μόνον ἄπορος ἦν τῆς αἰσχύνης αὐτῷ τὴν γλῶτταν ἀγχούσης· τοσοῦτον ἐπιεικείας αὐτῷ καὶ σεμνότητος περιῆν. οὔκουν ὤφθη τις οὕτως ἀναιδείᾳ προσκείμενος, ὃς οὐ προσβλέψας αὐτὸν ἠρυθρία καί πως αὐτὸς ἑαυτοῦ κοσμιώτερος ἐγεγόνει, καθάπερ τὸν Πολέμωνα λόγος, ἐπειδὴ τὸν Ξενοκράτην προσέβλεψε, τὴν προτέραν ἀποβαλεῖν ἀταξίαν, ὀψοφαγίαν τε καὶ αὐλοὺς καὶ μέθην καὶ τὸ κωμάζειν αἰσχρῶς.
8.1.19 ἦν μὲν οὖν οὕτω σεμνὸς τεταγμένα βαδίζων καὶ τὴν ὀρθήν, τὸ τοῦ λόγου, φυλάττων ὁδόν, ὅθεν ἐν ἀγορᾷ φαινομένου πᾶς εὐθὺς ὑπανίστατο καὶ πλείστην προσάγων τιμὴν ἐλάττω νέμειν ἡγεῖτο τῆς προσηκούσης. αἱ Χάριτες δὲ τὸ πρόσωπον ὅλον περιεκέχυντο, ὥστε καὶ εὐφραίνετό τις αὐτῷ μειδιῶντι προσβλέπων, ἐν δὲ ταῖς συνουσίαις μόλις μὲν ἅπας ἀναχωρεῖν ἐκαρτέρει, ὀψὲ δ’ οὖν ποτε τοῦτο ἐποίουν βελτίων ἕκαστος γενέσθαι νομίσας καὶ γεγονώς.
8.1.20 εἰ γάρ τινα χρὴ καὶ εἰκόνα λαβεῖν τῶν προσόντων ἐκείνῳ καλῶν, φαίην ἂν αὐτοῦ τὴν ψυχὴν πηγὴν εἶναί τινα παντοίοις βρύουσαν νάμασιν ὠφελείᾳ τε καὶ τέρψει συγκεκραμένοις. Τάχα τοίνυν τις τοσοῦτον πλῆθος κατορθωμάτων ἀκούσας τοιαύτην πρὸς ἑαυτὸν ἔννοιαν λήψεται· ἄνθρωπος οὗτο ς , τὸν τελευτήσαντα λέγων, οὐ πώποτε θείω ν , ὡς ἔοικε ν , ἥψατο συγγραμμάτω ν .
8.1.21 ποίαν γὰρ ἦγε σχολὴν τοσαύταις μεριζόμενος ἀρεταῖ ς ; ταῦτα μὲν ἐκεῖνον ἄν τις ἀγνοῶν ὑπολάβοι· τῷ δὲ τοσοῦτον καὶ ταύτης προσῆν τῆς παιδείας, ὥστε πλὴν τοῦ σχήματος μόνου πάντα ἦν ἱερεύς. τά τε γὰρ δόγματα τῆς εὐσεβείας τά τε τούτοις ἀντιλέγειν ἐπιχειροῦντα, τὰ μὲν ὅπως ἐπιτηδεύσῃ μαθών, τὰ δὲ πρὸς ἔλεγχον ἐπιστάμενος, ἄμφω καλῶς ἐπαιδεύθη. οὐ μὴν ἐπεπόλαζε τῶν θείων αὐτῷ μαθημάτων ἡ γνῶσις.
8.1.22 οὐ γὰρ ὅσον εἰπεῖν καὶ παραινέσαι τοῖς ἄλλοις ταύτην μετῄει τὴν παίδευσιν, ἀλλὰ τοῖς ἔργοις ἀπεδείκνυ τὴν ἐπιστήμην. πολλοῖς ὀρφανίας οὐ γέγονεν αἴσθησις, πολλαῖς ἡ χηρεία κοῦφον ἐφάνη ψυχαγωγοῦντος ἐκείνου τὰ πάθη. οὐδεμίαν δὲ μάχην ἡττήθη πρὸς αἰσχρὰν ἀγωνιζόμενος ἡδονήν· πολλοὺς μὲν οὖν ἀτόποις προσκειμένους ἐπιθυμίαις ἀνέπεισε σωφρονεῖν. ἔτι τοίνυν αὐτῷ δίαιτα ἦν οὐ πολυτελής, οὐ παρατρέχουσα Λάκωνος τράπεζαν, ἀλλ’ εἴ πού τινας ἑορτῆς ἀγομένης εἱστίασεν, ἁβροτέραν μὲν τῆς συνήθους ἐτέλει τὴν εὐωχίαν, ἤσθιε δὲ πλέον τῶν εἰωθότων οὐδέν, ἐσχηματίζετο δὲ τοῦτο ποιεῖν τοὺς παρόντας προτρέπων.
8.1.23 καὶ τὸν τῶν σιτίων καιρὸν οὐ πρὸς τρυφὴν ἁπλῶς καὶ γαστρὸς ἡδονὴν ἐδαπάνα, διηγήμασι δὲ σοφοῖς ὁμοῦ καὶ τερπνοῖς ἡδίω τὴν θοίνην τοῖς ἑστιωμένοις ἐποίει. ἐγενόμην κἀγὼ τῶν δαιτυμόνων πολλάκις καὶ πεῖραν, οὐκ ἀκοὴν ὑμῖν διηγοῦμαι. Μικροῦ μέ τι διέδραμε τῶν ἐκείνου κατορθωμάτων.
8.1.24 εἰωθότων γὰρ ὅσοι τὴν ὅλην σπουδὴν ἀπονέμουσι λόγοις, εἴ ποτε πράγμασιν ὁμιλεῖν ἀναγκάζοιντο, λίαν ἀρχαίως φέρεσθαι καὶ γέλωτα κινεῖν τοῖς τὰ τοιαῦτα δεινοῖς, οὐδενὸς ὤφθη δεύτερος τῶν ταύτην μόνον ἠσκημένων τὴν τέχνην. Χωρὶς δὲ τῶν εἰρημένων, ὅσους ἔνδειά τις ἢ νόσος ἢ πένθος ἐπίεζε, μέγιστον ἅπασιν ὄφελος ἦν.
8.1.25 τοῖς μὲν γὰρ τὸ σῶμα νοσοῦσι πυκνὰ παρεκάθητο καὶ Γοργίαν τὸν Λεοντῖνον μιμούμενος φιλονείκως ἐνίοτε πρὸς ἰατρείαν τινὰ φερομένους, δυσάρεστον γὰρ οἱ νοσοῦντες, ἔπειθεν ἐγκρατῶς τὰ προσαγόμενα δέχεσθαι· τοῖς δὲ πενομένοις οἴκοθεν ἐπεκούφιζε τὴν ἀπορίαν· τοῦτο ἐδόκει πλοῦτος ἐκείνῳ, τοῦτο Μίδου χρυσός. εἰ δέ τις τὴν ὡρισμένην ἅπασιν ὁδὸν ἐπορεύετο εἴτε τὰ πρῶτα φέρων τῆς πόλεως εἴτε τῆς μέσης ὑπάρχων μερίδος εἴτε καὶ εἰς δῆμον τελῶν, ἀκολουθῶν ἐπὶ τὸ μνῆμα δάκρυσι μὲν ἐτίμα τὸν ἀπελθόντα, λόγοις δὲ τοὺς προσήκοντας ἐθεράπευε τὴν τοῦ τεθνεῶτος αὐτοῖς ἀντεισφέρων φιλοστοργίαν, ὡς υἱὸν ἀγαπῶν τὸν ἀποβαλόντα γονεῖς, ὡς πατέρα τιμῶν τὸν παίδων ἐστερημένον, ὡς ἀδελφοῖς εὐνοῶν τοῖς ἐνταῦθα ἥκουσι τύχης. Εἰ τοίνυν, ὥσπερ ἐν εὐθυμίαις πανδήμοις παραπετάσμασι χρώμεθα πρὸς ἄλλην ἐξ ἄλλης ἠρτημένοις οἰκίαν, οὕτω σύνηθες ἦν ὑφάσματα κατηφῆ μετεωρίζειν ἐν κοινοῖς ἀτυχήμασι, καιρὸν ἂν εἶχεν ἀναπετάσαι τοιαῦτα πένθους τοσούτου συμβάντος ὅσον ὅλην αἰσθέσθαι τὴν πόλιν· ἀνὴρ σοφίας μεστός, ἐπὶ καλῇ μοίρᾳ τῶν λόγων τεχθείς, δεινὸς τὰ δέοντα γνῶναι καὶ λαμπρὸς ἑρμηνεῦσαι, οὗτος μηδέπω σφόδρα γηράσας ἀπῆλθεν.
8.1.27 Εἶεν· ἐπεὶ τοσαύτας αὐτοῦ κατελέξαμεν ἀρετάς, φέρε σκεψώμεθα, τί ποτε ἄρα πέφυκεν ἄνθρωπος. ἢ δῆλον ὅτι δοῦλος ὑπάρχει Μοιρῶν, παρ’ αἷς οὐκ ἔστιν ἐλευθερίας τυχεῖν, κἂν ἅπαντά τις ἀνέγκλητος ᾖ—ἢ γὰρ ἄν μοι τὸν παιδευτὴν ἀφῆκαν ἐλεύθερον—, ἀλλὰ πότε προῆλθέ τις ἐξετάζουσαι καὶ μέχρι τίνος αὐτῷ διώρισται ζῆν μηδὲν μελλήσασαι προσάγουσι πέρας τῷ βίῳ, κἂν ἴδωσι παῖδας ὀδυρομένους κύκλῳ τοῦ κάμνοντος κἂν μητέρα γραῦν κοπτομένην κἂν πατέρα πρεσβύτην τὴν οἰκείαν τίλλοντα πολιάν, τούτων οὐδὲν ἴσασιν ἐλεεῖν, κἄν τις αὐταῖς μυρίας ἀπαριθμήσηται πράξεις εὖ μάλα πραχθείσας, οὐδὲ ταύτας φιλοῦσιν ἐρυθριᾶν. διὰ ταῦτα, ὡς ἔοικεν, οὔτε τὴν Θέτιν ᾔτησεν Ἀχιλλεὺς μακρότερον βίον οὔτε ἡ Θέτις ὑπὲρ ἐκείνου τὸν Δία, ἀναμνήσασα δὲ τὸν θεόν, ὅπως αὐτὸν εὐηργέτησεν ἢ ἔπει ἢ ἔργ ῳ , μίαν αἰτεῖ τῶν εὐεργεσιῶν ἀμοιβὴν οὐ ζῆν ἐπὶ πολὺ τὸν υἱὸν καίπερ ὠκυμορώτατον τῶν ἄλλων ἐπισταμένη καὶ ὀνομάζουσα καὶ τελευτῶντος αὐτοῦ μὴ μένουσα μήτηρ, ἀλλὰ μὴ ζῆν ἐν αἰσχύνῃ τοῦτον ὃν ἔλαχε χρόνον.
8.1.29 εἰ δὲ δεῖ προσδιατρῖψαι τῷ Θετταλῷ καὶ δεύτερον ἐκ τούτου λαβεῖν τῷ λόγῳ παράδειγμα, εἶχε μὲν Ἕκτωρ αὐτοῦ τὴν ἀσπίδα Πάτροκλον ἀνελών· ἐπεὶ δὲ τῷ φίλῳ τιμωρεῖν ἐπειγόμενος ὅπλων ἐδεῖτο, ὁ μὲν τὴν τεκοῦσαν, ἡ δὲ τὸν Ἥφαιστον ᾔτει δημιουργεῖν. τί οὖν πρὸς τὴν Θέτιν ὁ Ἥφαιστος; πασῶν μὲν ἀρίστην ἀσπίδα ποιεῖν ἐπαγγέλλεται, ἀσθενεστέραν δὲ τῆς εἱμαρμένης. ταῦτα Ἥφαιστος τῇ Νηρέως· ὅμοια τούτοις Ἀπόλλων τῷ Κροίσῳ τὴν πεπρωμένην εἰπὼν ἀδύνατον εἶναι νικᾶν καὶ θεῷ. Ὁ αὐτὸς τοίνυν οὗτος θεὸς πρὸς τὸν αὐτὸν ἄνδρα πυθόμενον, ὅπως ἂν εὐτυχῶς διέλθοι τὸν βίον, σαυτό ν , ἔφη, γινώσκων εὐδαίμω ν , Κροῖσ ε , περάσει ς .
8.1.30 εἰ τοίνυν ὁ μὲν γνοὺς ἑαυτὸν εὐδαίμων κατὰ τὴν Ἀπόλλωνος ψῆφον, γινώσκει δέ τις ἑαυτὸν ὅ τι ἂν ὁ θεὸς πράξειε στέργων, εὐδαίμονες ἄρα γενήσεσθε μὴ δυσχεραίνοντες τὸ παρόν. οὐ σμικρὸν μὲν οὖν ἔργον λύπην ἀκμάζουσαν τιθασσεύειν τε καὶ πραΰνειν· ἀναπλάττετε γάρ, οἶμαι, τῇ διανοίᾳ τὸν ἀδελφὸν νῦν μὲν τὸ τῶν νέων βόσκοντα ποίμνιον, νῦν δὲ συλλέγοντα πρὸς ἀκρόασιν τὰ τέλη τῶν πολιτῶν, νῦν δὲ τὰς ἐπιδείξεις ποιούμενον εἰς ἀγορὰν προϊόντα, 〈νῦν δὲ〉 καθήμενον οἴκοι προσπαίζοντα τῆς ἀδελφῆς τοῖς ἐγγόνοις—οὐδὲ παίζειν γὰρ ὁ σεμνὸς καιροῦ καλοῦντος ἀπώκνει—, λογίζεσθε τὰς ἐλπίδας ἃς ἐπὶ τούτοις εἴχετε τοῖς παιδίοις, ὡς τὴν μὲν τῶν ἀρρένων ξυνωρίδα παιδεύσει, τὸ δὲ θῆλυ συνάψει νυμφίῳ καὶ τὴν παστάδα κοσμήσει λόγον ᾄδων γαμήλιον, φαντάζεσθε τὰ λουτρά, τὰ τεμένη, τοὺς ἐπιτηδείους, τοὺς φοιτητάς, οὓς δακρύσειεν ἄν τις ἰδὼν ὥσπερ ἄνευ νομέως ἀγέλην, λαμβάνετε κατὰ νοῦν, ὡς ἐν παισὶ μὲν ὀξύς, ἐν ἡβῶσι δὲ γέγονε σώφρων, καὶ συνετὸς ἐν ἀνδράσιν καὶ πρᾷος ἐν γήρᾳ, μᾶλλον δὲ πάντα καθ’ ἑκάστην ἡλικίαν ἐκέκτητο, ὥστε, εἴ τις ἔκειτο νόμος διάφορον πλέκεσθαι στέφανον τῷ πᾶσαν ἠσκημένῳ τὴν ἀρετὴν ἐκ παίδων εἰς γῆρας, ὥστε παῖδα μὲν ἐκ ῥόδων στεφανηφορεῖν, ἐξ ἴων δὲ πρόσηβον, καὶ τὰς ἄλλας ἡλικίας ἄνθεσιν ἄλλοις, πάντας ἂν αὐτὸν τοὺς στεφάνους λαβεῖν.
8.1.32 ἐκ τούτων ὀδύνη τις ὑμῖν, ὡς εἰκός, ἐνοχλεῖ. ἤπου καὶ τὰς εἰκόνας ὁρῶντες ἐκείνου δακρύετε καὶ τῇ τῶν χρωμάτων μορφῇ πρὸς τὴν ἔμψυχον ἀναγόμενοι μείζονι πλήττεσθε πόθῳ καὶ πρὸς τὴν τῶν γραφέων ἴσως ἄχθεσθε τέχνην, ὅτι μὴ δύναται καὶ φωνὴν τοῖς οἰκείοις ἐνθεῖναι φιλοτεχνήμασιν. εἶτα τὸ προστυχὸν ποιεῖσθε πρόφασιν μνήμης· ὅσοι γὰρ ἐν τοιαύταις γίνονται τύχαις, ἀφορμὰς ἑαυτοῖς ἐπινοοῦντες δακρύων ἐκ παντὸς βιάζονται τρόπου τοὺς τελευτήσαντας ἐννοεῖσθαι καὶ σφίσιν αὐτοῖς ὑπογράφειν.
8.1.33 ταῦτα δάκνει τὸν λογισμόν, ταῦτα τὸν ὕπνον ὠθεῖ, ταῦτα καθεύδουσι μόλις ὑμῖν ἐνύπνια γίνεται. τί οὖν; οἰχήσεται τοιούτους ἄνδρας ἡ λύπη χειρωσαμένη; καὶ μάτην ὑμῖν ὁ Θεοδώρου φησί μήτε εὐτυχῶν ἔσο περιχαρὴς μήτε πράττων ἑτέρως περίλυπο ς ; ἢ τῆς παραινέσεως τὸ μὲν ὑμῖν εὖ ἔχειν δοκεῖ, μετριάζετε γὰρ εὐπραγοῦντες, τὸ δὲ λοιπὸν περιόψεσθε; καίτοι Ξενοφῶντι δοκεῖ χαλεπώτερον εἶναι τἀγαθὰ φέρειν μετρίως ἤπερ ἐγκρατῶς τἀναντία.
8.1.35 μὴ τοίνυν τὴν μείζω καρτερίαν ἀσκήσαντες τῆς ἐλάττονος ἀμελήσητε. ἐσθλοῦ γὰρ ἀνδρό ς , ἡ τραγῳδία φησίν, ἅπαντα φέρειν καλῶς. πάρεστιν ἤδη καιρὸς τὰς ὑμετέρας ἐξετάζων ψυχάς. τὸν καλὸν ἐγὼ θηρευτὴν πρὸς τὰ μάχιμα δοκιμάζω θηρία, τὸν ἀγαθὸν κυβερνήτην πρὸς ἀντιπνέοντας ἀνέμους τῷ πλοίῳ. ἀνδρεῖον καλῶ στρατιώτην τὸν ἐν τοῖς κινδύνοις μὴ λελοιπότα τὴν τάξιν. τοὺς φιλοσόφῳ βίῳ χρωμένους ἐν ἀκμῇ δυσκολίας ὅπως φέρονται θεωρῶ. ἰδιώτῃ μὲν γὰρ φάρμακον ἔστω λύπης ὁ χρόνος, ὁ δὲ διὰ Μούσης ἐλθὼν καὶ θείων γευσάμενος ἀκουσμάτων μή μοι τὴν τοιαύτην θεραπείαν ἀναμενέτω. δεῖ γὰρ τῆς ἰατρείας τοῦ χρόνου τὰ τοῦ λογισμοῦ φάρμακα προηγήσασθαι. ἢ τί πλέον ἡμῖν οἱ λόγοι δωρήσονται; τοῦ δὲ χάριν πονοῦμεν τὰς τῶν παλαιῶν ἐκμανθάνοντες τύχας; οὐ γὰρ ἵνα τὸν χρόνον ἀνόνητα δαπανῶμεν, ἀλλ’ ὅπως, οἶμαι, τήν τε ἄλλην ἐκεῖθεν ὠφέλειαν δρεψώμεθα καὶ τοιούτου συμβάντος καιροῦ πρὸς ἄνδρας ἴσα πεπονθότας ἡμῖν ἢ πικρότερα πάθη τὸν νοῦν ἀναφέροντες οὕτως οἴσομεν ῥᾷον.
8.1.37 Ἅρπαγος τοίνυν ὁ Μῆδος, ἀνεῖλε μὲν Ἀστυάγης αὐτῷ τὸν παῖδα τὸν μόνον καὶ διακόψας τὸ σῶμα παρατέθεικεν εὐωχίαν τῷ φύσαντι τὸν υἱόν, ὁ δὲ τὴν γνώμην οὐδαμῶς ἠλλοιώθη τῇ θέᾳ πᾶν εἰρηκὼς ἀρεστὸν ὑπάρχειν αὑτῷ τὸ δοκοῦν βασιλεῖ. εἰ τοίνυν ὃ ποιεῖ βασιλεὺς φορητὸν ἀνδρὶ λόγων ἀμοίρῳ, πολὺ μᾶλλον παιδείαν ὑμῖν ἠσκημένοις ὅ τι ἂν πράττοι θεός. καὶ μὴν ἑκάστῳ δεινότερον πάθος υἱὸς τεθνηκὼς ἤπερ ἀδελφοῦ τελευτή, φύσει γὰρ ἅπασιν ἥδιστον πάντων οἱ παῖδες· ἐπεὶ δὲ τὴν ἰδίαν ἐνίοτε συμφορὰν ἕκαστος οἴεται τὰ τοῦ πλησίον ὑπεραίρειν κακά, ὑμεῖς δὲ καὶ ἄλλως ἄπειροι τέκνων ὑπάρχοντες οὕτω τυχὸν ἔχετε δόξης καὶ θάνατον ἀδελφοῦ χαλεπώτατον οἴεσθε πένθος, ὁμοίοις ὑμᾶς ἰάσομαι παραδείγμασιν.
8.1.39 ἤνεγκεν ὁ Μενέλαος τὴν Ἀγαμέμνονος τελευτὴν ὑπὸ γυναικὸς τολμηθεῖσαν καὶ ταῦτα συνοίκου, ἤνεγκεν Εὔφορβος ἀδελφοῦ πεσόντος αὐτῷ πρώην γεγονότος νυμφίου—μέμνηται τῶν ὑμεναίων ἀμέλει καὶ συνάχθεται χηρευούσῃ τῇ νύμφῃ—, ἤνεγκε δ’ οὖν ἰδὼν φονέα Μενέλαον, ἄνδρα πολέμιον καὶ μαλθακὸν αἰχμητήν. τί ἂν ὑμῖν ἐγκράτειαν ἀνδρῶν διηγοίμην; μέμνησθε δήπου τῆς ἱερείας ἐκείνης, ἧς οἱ παῖδες ἀπόντων αὐτῇ τῶν βοῶν οἷς εἰώθει πρὸς τὸ τῆς Ἥρας ἄγεσθαι τέμενος, διηκόνει γὰρ τῇ θεῷ, παρούσης ἤδη τῆς ἑορτῆς τὸν ζυγὸν ὑποδύντες εἷλκον τὴν ἅμαξαν τῆς μητρὸς ὀχουμένης— μέμνησθε ταύτης καὶ ὅτι τὴν Ἥραν ἱκέτευσε τοῦτο νεῖμαι τοῖς τέκνοις τὸ δῶρον, ὅπερ ἄριστον ἀνθρώπῳ λαβεῖν.
8.1.40 ἤκουσεν ἡ θεὸς καὶ πληροῖ τὴν εὐχὴν καὶ θανάτῳ δωρεῖται τοὺς νεανίας. ἤνεγκεν ἡ γυνὴ τὸ συμβάν, ἡ μήτηρ ἡ δύο παῖδας ὁμοῦ νεανίσκους ἀποβαλοῦσα καὶ δοκοῦσα τῆς τελευτῆς αἰτία γενέσθαι. καὶ γέγονεν ἐναργὲς τῇ μαρτυρίᾳ τῆς Ἥρας, ὡς ἄριστον ἀνθρώπῳ δῶρον ὁ θάνατος. Ἔοικα δὲ τηνάλλως ὑμῖν ἐνοχλεῖν οἴκοθεν ἐγνωκόσι τὸ δέον.
8.1.41 εἶδον γάρ, εἶδον νικῶντας καρτερίᾳ τὸ πάθος. οὐκ ὀλίγοις ὑμᾶς φιλοσοφοῦντας ὑπέδειξα παρὰ τὸν μέγιστον τῶν δακρύων καιρόν. καὶ μάλα προσήκων ὑμῖν οὗτος ὁ τρόπος· ἄνευ γὰρ τῆς ἐγκρατείας, ἥτις ὑμῖν ἐκ φύσεώς τε καὶ λόγων προσοῦσα τυγχάνει, τίς οὕτω φιλόψυχος, ὅτῳ βδελυρὸς ὁ βίος οὐ φαίνεται πραγμάτων γέμων ἀεὶ ποιούντων ἡδεῖαν ἑκάστῳ τὴν τελευτήν; ὅπερ ἔφη τις εὖ φρονῶν τῷ Περσῶν βασιλεῖ· ἰδὼν γὰρ τοῖς ἐπὶ γῆς συναχθόμενον, ὅτι καὶ τὸ πλῆθος τῶν ἀνθρωπίνων ἐτῶν χρόνος ἐστὶ βραχύς, λόγον ὁ βάρβαρος Ἑλληνικὸν ἀπεφθέγξατο· οὐ τὸ σύντομο ν , ὦ βασιλε ῦ , τοῦ βίου δεινό ν , ἀλ λ ’ ὅτι βραχὺς πεφυκὼς ποικίλας ἔχει φροντίδα ς .
8.1.42 τὰ μὲν γὰρ κακὰ τῇ παρουσίᾳ τοὺς ἔχοντας ἀνι ᾷ , τὰ δὲ χρηστὰ μήποτε παύσηται θορυβε ῖ . καί μοι δοκῶ, εἴ τις θεῶν πάντας ἀνθρώπους εἰς ἕνα που χῶρον συναγαγὼν ἕκαστον ἀπαιτήσαι τὴν ἑαυτοῦ διηγήσασθαι τύχην, εἶτα πάντων εἰπόντων ἑκάστου πύθοιτο πάλιν, ποίαν ἔχειν ἂν ἕλοιτο, πάντας ἂν ἀποροῦντας σιγῆσαι μηδένα ζηλωτὸν θεωμένους.
8.1.44 ἐντεῦθεν ἄρα τινές, Τραύσους, οἶμαι, τὸ γένος προσαγορεύουσι, τικτομένου μέν τινος ὠλοφύροντο σκοποῦντες, εἰς ὅσα ἦλθε κακά, ἀπιόντος δὲ πανήγυριν ἦγον ὅσων ἠλευθέρωται δυσχερῶν ἐννοούμενοι. πάλαι ταῦτα βοῶσι καὶ ποιηταὶ καὶ φιλοσοφίαν ἀσκήσαντες ῥήτορές τε καὶ συγγραφεῖς ὥσπερ εἰς ἓν συνελθόντες καὶ πρὸς ἀλλήλους συνθέμενοι μίαν ἅπαντες γνώμην περὶ τῶν ἀνθρωπείων κακῶν ἀποφήνασθαι. Πλὴν ὅσον ἔνεστιν ἐπὶ γῆς ὄντα πράττειν καλῶς, πνέουσαν ἔσχεν ἐξ οὐρίας τὴν τύχην· ὅσῳ γὰρ τῶν ἄλλων σοφώτερος, τοσούτῳ μᾶλλον εὐδαιμονέστερος ἦν, εἴπερ ἡ σοφία κατὰ τὸν Πλάτωνος ὅρον εὐδαιμονίας κεφάλαιον.
8.1.46 ἀλλὰ μὴν τοσαύτην βεβίωκεν ἡλικίαν ὥστε μήτε γήρως ἄμοιρος εἶναι μήτε τὴν ἑπομένην τοῖς σφόδρα πρεσβύταις ἀναμεῖναι ταλαιπωρίαν. ἄνευ δὲ τούτων, ὅσων γέγονε παιδευτής, τοσούτων ὑπῆρχε πατὴρ ἴσα καὶ τέκνα τοὺς φοιτητὰς ἀγαπῶν. εἰ δὲ δή τι κἀμοὶ λόγου πρόσεστιν ἄξιον καὶ παιδεύειν ἐπιχειρῶ, οὐ πατήρ, ὡς ἔοικε, μόνον, ἀλλὰ καὶ πάππος ἤδη γεγονὼς ἐτελεύτα. καὶ μὴν ἀξίαν ἔσχε τοῦ βίου τὴν τελευτήν.
8.1.47 οὔτε γὰρ ἀπεμάρανε νόσου μῆκος τὸ σῶμα καὶ φερομένου τὴν ὑστάτην πορείαν ἴδιόν τε τὸ πάθος ἕκαστος ἐλογίσατο καὶ δακρύων ἀφῆκε πηγὰς ἥ τε ὁσία τοιούτοις αὐτῷ τετίμηται τρόποις, οἷς νομίζεται θάνατον ἱερέως τιμᾶσθαι. Κύρῳ φασὶ τῷ Καμβύσου καθεύδοντι δόξαι τινὰ προσελθόντα σκευάζο υ , λέγειν, ὦ Κῦρ ε · ἤδη γὰρ εἰς τοὺς κρείττονας ἄπε ι .
8.1.48 ὁ μὲν εἶπεν, ὁ δὲ προέγνω τὴν τελευτὴν ἐκ τῶν βεβιωμένων αὐτῷ τὴν πρὸς τοὺς κρείττους πορείαν ἐνθυμηθείς. πείθομαι τοῦτον εἰς τὴν ὁμοίαν τῷ Κύρῳ τάξιν ἐλθεῖν, εἴτε χωρίον ἐστὶ τερπνόν, ὃ δὴ Μακάρων νήσους οἱ μῦθοι καλοῦσιν, εἴτε καὶ ἄλλη τις ὥρισται τοῖς ἀγαθοῖς ἀμοιβή. Τοιούτοις ἐγὼ λογισμοῖς ἐμαυτὸν ἰασάμην καὶ τὴν μεγίστην οὔπω παραμυθίαν προσέθηκα.
8.1.49 ἀπῆλθε καὶ Δημοσθένης τὴν αὐτὴν τῷ τεθνεῶτι βεβιωκὼς ἡλικίαν, ὁ τὰς Ἀθήνας, ὁ τὴν Ἑλλάδα τῇ γλώττῃ φυλάττων, ὁ πρὸς τὸ Φιλίππου χρυσίον πόλεμον ἀκήρυκτον πολεμῶν, ὃς οὐκ ἀπεῖπε πρὸς φάλαγγα προδοτῶν ἀνθιστάμενος, ὃν Ἑρμοῦ λογίου παράδειγμα τῶν σοφιστῶν τις καλεῖ· ὅμως ἀπῆλθε καὶ προσέτι βιαίῳ θανάτῳ καὶ τὴν Ἀθηναίων τύχην σαλευομένην καταλιπὼν δίκην νεὼς περικλυζομένης ἀνέμων τε βίᾳ καὶ συγχύσει κυμάτων. ὁ δὲ τὴν ἐνεγκοῦσαν ἀφῆκεν εἰς ἀσφαλῆ τε καὶ μέγαν ὁρμιζομένην λιμένα, τὸν ἱερέα.
8.1.50 οὕτως ὁ παλαιὸς λόγος ἐστὶν ἀληθής, ὡς οὐδὲν ἄκρατόν ἐστι τῶν κακῶν, ἀεὶ δέ τι τούτῳ παραπέφυκεν ἀγαθόν. ὅθεν παραψυχὴ τοῦ γεγονότος ὁ πάντα χρηστὸς ἱερεὺς δέδοται τοῖς ἐνοικοῦσι. τὰς μὲν οὖν ἄλλας εὐεργεσίας αὐτοῦ πρώην ὁ πολὺς ἐκεῖνος ἐπεδείξατο σοφιστὴς καὶ νικᾶν εἰωθὼς τοῖς λόγοις τὰ πράγματα τότε πρῶτον ἐφάμιλλος ὤφθη τοῖς ἔργοις.
8.1.51 ὡς ἔδει γε καὶ τὰς ἄρτι σοι πραχθείσας τῇ πόλει φιλοτιμίας τὴν ἐκείνου προλαβεῖν τελευτήν, ἵνα τοῦ πρὸς ἀξίαν τύχωσι κόσμου τοιαύτης ἀπολαύουσαι γλώττης. νῦν δὲ τίς οὐ κατόπιν χωρήσει τῶν εἰργασμένων; ὧν τί παρεὶς τίνος μνησθῶ; ἥ τε γὰρ πόλις τοσοῦτον προσείληφε μέγεθος τῶν στοῶν, ὡς ἐξεῖναι ποιητικῶς εὐρυάγυιαν αὐτὴν ὀνομάζειν— ἐντεῦθεν ἔστιν ἀβρόχους τὰς στοὰς διιέναι λελυμένων ὅσα τοῖς παριοῦσιν ἐμποδὼν ἐγεγόνει—τό τε λουτρὸν ἀνέῳκται διὰ σὲ τοῖς οὐ πανταχοῦ τῆς πόλεως ἀδεῶς φοιτᾶν δυναμένοις.
8.1.52 καὶ μαντεύομαί γε πλείονά τε καὶ μείζω γενήσεσθαι τῶν γεγονότων. Ἀλλὰ τούτων μὲν ἕκαστον ἰδίου πρὸς ἔπαινον ῥήτορος δεῖται, μίαν δέ σου πρᾶξιν ἐγὼ πρὸς τὴν παροῦσαν ὑπόθεσιν πρόσφορον διηγήσασθαι βούλομαι.
8.1.53 ἔθηκε νόμον ὁ χρόνος ὀδυνηρὸν γυναιξί. τίς οὖν οὗτός ἐστιν; ἐπειδὰν ἄωρος γένηται τελευτή, οὐ τῇ κινήσει τοῦ πάθους ἀρκοῦνται πρὸς ὀδυρμόν, οὐ τῇ γυναικείᾳ φύσει ῥᾳδίως καταφερομένῃ πρὸς δάκρυα, ἀλλὰ μισθοῦνταί τινα θρήνους αὐταῖς ᾄδουσαν· ἡ δὲ τῇ συμφορᾷ φλεγομένας ἔτι μᾶλλον ἐξάπτει, καθάπερ ἂν εἴ τις ἔλαιον ἐπιβάλλοι πυρί. καὶ κρείττων αὕτη τὴν τέχνην ἡ μείζους ἐπισταμένη κινεῖν οἰμωγὰς καὶ τὰς ταλαιπώρους γυναῖκας δακρύων μισθοὺς ἀπαιτεῖ. τοῦτο τοίνυν ἔσβεσας εὖ ποιῶν ἐλεεινὸν ἡγησάμενος μηχανᾶσθαι προσθήκην ταῖς ἐμφύτοις ὀδύναις.
8.1.54 τοιοῦτον οὖν κηδεμόνα λαχόντες ἐπικουφίζεσθε τῆς ἀθυμίας καὶ τῇ πατρίδι συνεύχεσθε τοῦδέ τε χρόνον ἀπολαῦσαι μακρὸν καὶ παραπλησίους ἐνεγκεῖν τῷ τεθνεῶτι πολίτας. Ταύτας, ὦ ποθεινοτάτη κεφαλή, τὰς χοὰς ὁ σὸς ἐπισπένδει σοι φοιτητής· ἔδει γὰρ καὶ μετὰ τῶν ἄλλων δακρῦσαι καὶ πλέον τι τῶν ἄλλων εἰσαγαγεῖν τὸν πλείονος παρὰ σοὶ τυχόντα φιλοστοργίας.
9 T 1 Η ΔΙΑΛΕΞΙΣ τῶν φοιτητῶν πολλάκις εἰπεῖν δεηθέντων τῆς μέχρι τοῦ παρόντος ἀναβολῆς διηγήσεται τὴν πρόφασι ν .
9.1.1 Ἔγωγε τὸ Γύγου τοῦ Λυδοῦ σφόδρα θαυμάζω καὶ πείθομαι εἶναι τῶν πάλαι καλῶς εἰρημένων, σκοπέειν τινὰ τὰ ἑωυτο ῦ . τοῦτο οὖν ἐμαυτῷ πολλάκις ἐπᾴδων, ὡς ἑώρων εἰπεῖν βιαζομένους τοὺς νέους, οἴεσθ ε , ἔφην, ἡμᾶς χρυσοχοήσοντα ς , τὸ λεγόμενο ν , εἰσιένα ι , ἀλλὰ μὴ λόγον ἐπιδειξομένους ἀνδράσι δεινοῖς ἀκροᾶσθα ι ; ἢ οὐκ ἴστ ε , ὅτι φοιτῶντές τε ἅμα καὶ ἰχνηλατοῦντες τοὺς ἐν τῷ ἄστει ἀνθρώπους ὅσους ἂν θηράσωμεν ἐπιστήμονας λόγων εἰς ἕνα χῶρον ἀγείραντες οὕτω τὸ ἔργον δημοσιεύσομε ν , ὥστε οὐδὲν ἐλάσσων ἀγωνιζομένῳ μοι κίνδυνος ἢ τῷ Λεσβίῳ Τερπάνδρ ῳ ; μέλλοντος γὰρ κιθαρίζειν ἐκείνου θεράπων μουσικὸς παρὰ τὴν αὔλειον θύραν εἱστήκε ι , ὃς τίς ἀκροᾶσθαι βούλεται Τερπάνδρο υ ; βοῶ ν , ἅμα τὴν λύραν ἐπιδιδού ς , ἔφερε γά ρ , ἐκέλευεν ἕκαστον τὴν ἁρμονίαν εὖ μάλα ἐντεινάμενον κρούειν ἢ ἀπαλλάττεσθαι ὡς ἀνάρμοστον ὄντα Τερπάνδρου κιθάρας ἀκούει ν .
9.1.4 ἐγὼ μὲν οὖν ταῦτα εἰπὼν ᾤμην ὄχλου ἀπηλλάχθαι· ἀτὰρ ὡς κύκλῳ θαμὰ περιστάντες ἐδέοντο καὶ τοῦ πέλας ἕκαστος ἐπειρᾶτο φιλονεικότερος φαίνεσθαι, ὁρᾶτ ε , ἔφην, μὴ θράσους ἀνάμεστον εἶναι δόξῃ τὸ χρῆμ α . οἱ δὲ ὡς θράσους ἐπύθοντο, ἔβλεψάν τε εἰς ἀλλήλους, καί τις αὐτῶν τὸν πλησίον κινήσας καὶ λαβόμενος τοῦ ἱματίου βραχέα ἄττα οἱ πρὸς τὸ οὖς διελέχθη, ὧν οὐδὲν ἄλλο γε ἤκουσα πλὴν ὅσον δειλὸς ὅδε ἀνὴρ ἔοικεν εἶνα ι .
9.1.6 ὑποκνίζομαι οὖν, ὁμολογῶ, καὶ δάκνομαι τῷ ῥήματι τὴν ψυχὴν ἀναμνήσας τε ἐμαυτὸν τῆς ὑμετέρας ἐν τῷ πρόσθεν εὐνοίας οὕτω δὴ ἐπηγγειλάμην καὶ πρὸς τοῦτον θαρρεῖν ἀποδύσασθαι τὸν ἀγῶνα. 〈ΠΟΛΥΔΑΜΑΣ.
10 T 1 〉 Μετὰ τὴν Ἕκτορος τελευτὴν ἐρασθεὶς Ἀχιλλεὺς τῆς Πολυξένης πρεσβεύεται πρὸς τοὺς Τρῶας μισθὸν ἐπαγγελλόμενος τοῦ γάμου τὴν συμμαχία ν .
10 T pref βουλευομένων τῶν Τρώων παραινεῖ δέχεσθαι Πολυδάμας ἀντιλέγοντος Πριάμο υ . μελετῶμεν τὸν Πολυδάμαντ α . Θεωρία.
10.1.1 Ἔστι καὶ παρὰ βαρβάροις τέχνη τις τοῦ λέγειν· οὐ γὰρ χώρας ἔργον ἡ παίδευσις, ἀλλὰ φύσεώς τε καὶ μελέτης κατόρθωμα. ἀναστὰς οὖν ὁ Πολυδάμας ἀναμνήσει τοὺς Τρῶας ἣν ἔναγχος ἐποιήσατο συμβουλὴν περὶ τοῦ μὴ θαρρῆσαι πρὸς Ἀχιλλέα δεικνὺς ἐν οἷς ἠπείθησαν ἀτυχήσαντας, ἵνα γίνωνται νῦν εὐκολώτεροι πειθαρχεῖν.
10.1.3 οὕτω καὶ Δημοσθένης τοὺς οἰκείους πείθων πολίτας εἰς Ἀμφικτύονας τάξαι τὸν Φίλιππον τὴν ἐν τοῖς προλαβοῦσιν αὐτῶν ἀπείθειαν μεγάλων ἀφορμὴν συμφορῶν ἀποφαίνει. ἀλλ’ ὁ μὲν τὴν ἀπὸ τῆς ἰσηγορίας ἄδειαν ἔχων τραχέως ἐπιτιμᾷ, Πολυδάμας δὲ τὴν Ἕκτορος φιλονεικίαν ἐπὶ τὴν τύχην ἀνοίσει· οὔτε γὰρ ὅσιον τὸν ἀπελθόντα λέγειν κακῶς οὔτε ἄλλως καλὸν Ἕκτορα λοιδορεῖν Πριάμου παρόντος 〈καὶ〉 ἀκουόντων τῶν Τρώων.
10.1.5 ὅσα μὲν οὖν ἐστι τῆς Ἀχιλλέως ὠμότητος ἔργα, ταῦτα συγκρύψει, τάς τε Ἕκτορος ὕβρεις περὶ τὸ μνῆμα Πατρόκλου καὶ τὰς τῶν ζωγρηθέντων ἐπὶ τῷ τάφῳ σφαγάς· τὰ δὲ τὴν ἐκείνου ῥώμην δηλοῦντα παράγων μέγαν ἀποδείξει καὶ φοβερὸν οὐδὲ τὸν Ἕκτορα τῆς προσηκούσης ἀποστερῶν εὐφημίας. οὕτω γὰρ Ἀχιλλέα τε μᾶλλον κοσμήσει καὶ σφαλερωτέραν ἀποδείξει τὴν Τροίαν τοῦ σώζειν εἰωθότος ἀνῃρημένου μηδὲ τῶν ἀρτίως ἐλθόντων τῇ Τροίᾳ συμμάχων Αἰθιόπων, Ἰνδῶν, Ἀμαζόνων εἰς ἐπικουρίαν ἀποχρῆν δεικνυμένων.
10.1.7 λυπεῖ δὲ λίαν αὐτὸν Ἀχιλλεὺς ὀργίλος ὢν ἅμα καὶ σοβαρὸς καὶ προπετὴς εἰς βασιλέας καὶ τῷ Πριάμῳ διδοὺς ἐπαναστάσεως ὑποψίαν. οὐ μὴν ἀλλὰ καὶ τοῦτο καλῶς μεθοδεύσει τῶν μετρίως Ἀχιλλεῖ πεπραγμένων τὰ μὲν αὐτὸς ἐγνωκώς, τὰ δὲ τῶν πρέσβεων πεπυσμένος· τὸν γὰρ ἅπαξ ὑπὲρ ἐκείνου πεπεισμένον εἰπεῖν εἰκὸς ἅπαντα πολυπραγμονήσαντα γνῶναι. 〈καὶ〉 πάντα ποιήσει πανταχοῦ φυλάττων αἰδῶ τῷ βασιλεῖ διά τε τὴν ἀρχὴν καὶ τὸ γῆρας καὶ τὴν ἐπὶ τοῖς παισὶν ἀτυχίαν. 〈Μελέτη.
10.2.t 〉 Εἰ μὲν τὴν Ἀχιλλέως ἐπιθυμίαν κινῶν καὶ φυλάττων ὄγκον τῷ πράγματι σχηματίζῃ φιλονεικεῖν, πατρὸς ἔργον ποιεῖς ἀνδρὸς ὡραίαν ἔχοντος παῖδα· τοῖς γονεῦσι γὰρ ἔθος ἀλαζονεύεσθαι πρὸς τοὺς ἐραστὰς τῶν θυγατέρων ἐπισταμένοις ὅτι τὸ μὴ πρόχειρον εἶναι τὴν ἡδονὴν αὔξει τὸν ἔρωτα.
10.2.2 ἐπεὶ δὲ πρᾷος ὢν καὶ χρηστὸς βασιλεὺς οὐδὲν τοὺς ὑπηκόους ἀξιοῖς ἀποκρύπτειν, ἔδοξέ μοι προδοσία τις εἶναι μὴ φαῦλον, οἶμαι, σύμβουλον ἐν οἷς πρώην εἰσηγησάμην φανέντα τὴν ἔτι λοιπὴν τῆς πατρίδος ἐλπίδα περιιδεῖν. Πάλαι μὲν οὖν Ἀχιλλεὺς τῆς ἐπὶ Τροίαν ὀργῆς ἐκχαλάσαι μοι φαίνεται· οὐ γὰρ ἂν εὗρε σχολάζουσαν τὴν ἐπιθυμίαν ἔτι χαλεπαίνων· τοῦτο γὰρ δὴ τὸ πάθος ἡμέρου καὶ πολλὴν εὐθυμίαν ἀγούσης δεῖται ψυχῆς.
10.2.4 νῦν δὲ κατὰ νοῦν, ὡς εἰκός, ἔχει τὴν κόρην τούς τε γάμους καθ’ αὑτὸν ἤδη τελῶν καὶ σκοπῶν ὅπως ἂν ἀλύπως αὐτῇ μέλλοι συζῆν. ὁ γὰρ ἐρῶν μὴ βουλόμενος αὑτὸν ἀνιᾶν, οἷα κατορθώσας ποιήσει λογίζεται. οὐδὲ παρθένον αἰτῶν οὐ σκοπῶν 〈ἐστιν〉, ὅτι γαμήλια μέν τις δῶρα διδοὺς οὔπω δῆλον ποιεῖ τῷ πατρὶ τῆς κόρης, εἰ γυναῖκα λαβὼν ἀγαπήσει, ὁ δὲ ἐξ ἔρωτος προσιὼν ἧκεν ἔχων ἐκεῖνο, δι’ ὃ πάντα φιλοῦσι πυνθάνεσθαι καὶ ζητεῖν οἷς εἰσι θυγατέρες ὥραν ἔχουσαι γάμου.
10.2.6 Ἀλλὰ τοῦτο μὲν ἐν ᾧ προσήκει μέρει τοῦ λόγου δηλώσω· πρῶτον δὲ βούλομαι τό γε ἐμὸν ἐκ τῶν ἤδη μοι λεχθέντων συστῆσαι. Ὁρῶν γάρ, ὦ Τρῶες, οὐδεμίαν ὑποφαινομένην ἐλπίδα κενουμένων ἡμῖν τῶν καταλόγων ἔδωκα γνώμην ἐνδοῦναί τε πρὸς βραχὺ τῷ καιρῷ καὶ τὴν Ἀχιλλέως εὐημερίαν ἀποφυγεῖν, εἰδὼς καὶ τοὺς Ἕλληνας, ὅτε φαύλως αὐτοῖς τὰ πράγματα εἶχεν, ἀναχωροῦντας εἰς τὰς ὁλκάδας ἀεί, καὶ τὸν πρεσβύτην Ἀντήνορα πολλάκις ὁρῶν τὴν ἡμετέραν συστέλλοντα τόλμαν.
10.2.8 ταῦτα παρελθὼν εἶπον, ὦ Τρῶες, καὶ οὔτε πρὸς αὐτὸν ἠγροικισάμην Ἕκτορα φήσας Ἀχιλλέως τὰ δεύτερα φέρειν οὔτε πρὸς ἄλλον τινὰ τοῦ στρατοπέδου, τὸ δὲ κοινόν, ὡς ἴστε, δέος εἰς ἐμαυτὸν ἀνεδεξάμην· αἰνῶς γὰρ δείδοικα ποδώκεα Πηλείων α . ἀλλὰ μελλόντων, ὡς ἔοικεν, ἀνθρώπων κακοπραγεῖν οὐ πέφυκεν ὁ λογισμὸς ὑγιαίνειν, ᾧ τὸ δέον ἔστι βουλεύσασθαι.
10.2.9 οὐ γὰρ ἂν ὁ χρηστὸς ἐκεῖνος Ἕκτωρ ἀντεῖπεν εἰωθὼς πάντα μοι πειθαρχεῖν, ὡς ἐπ’ αὐτῆς ἐμαρτύρησε τῆς ὀργῆς οὐκ ἔτι μοι φίλα ταῦ τ ’ ἀγορεύεις εἰπὼν ὡς τῶν ἔμπροσθεν εἰρημένων εὖ ἔχειν δοξάντων, ἐπεὶ καὶ τὴν ἐκ τοῦ μὴ πεισθῆναι γενομένην ἡμῖν ἀτυχίαν χρησιμωτέραν, οἶμαι, τὴν συμβουλὴν ἀποδεῖξαι συνέβη. εἰ μὲν γὰρ ἐξ ἀρχῆς αὐτῇ πειθαρχήσαντες ἐντὸς τείχους εἴχετε τὴν ἡσυχίαν, ἐνῆν εἰπεῖν, ὡς οὐδὲ μαχομένοις ἴσως ἄν τι χαλεπὸν ἀπήντησε· νῦν δὲ καὶ πρεσβύταις καὶ νέοις καὶ παισὶ γέγονε δῆλον, ὡς μία σωτηρίας ὑπῆρχεν ὁδὸς ἡ δεῦρο τὸ στρατόπεδον ἄγουσα.
10.2.11 εἰ μὲν οὖν ὁρᾷ τις ἐνόντα τοῖς πράγμασι πόρον, δι’ οὗπερ ἡμᾶς αὐτοὺς ἐνεγκεῖν ἔνεστι καὶ τὴν ἄμαχον δυσκολίαν ἀπαλλάξαι τῆς Τροίας Ἕκτορος μὲν ἡμῖν ἀπελθόντος, Ἀχιλλέως δὲ διαλλαγέντος τοῖς Ἀχαιοῖς, ἀναστὰς δεικνύτω, καὶ χάριν εἴσομαι δικαίως ἄνευ τῆς Ἀχιλλέως ἐπικουρίας σωθείς· εἰ δὲ τὸ μέλλον οὐδεὶς μὲν ἰσχυρίζεται σωφρονῶν, ἐκ δὲ τῶν πεπραγμένων ἀνθρωπίνως εἰκάζων τις εὑρήσει τοιοῦτον ἡμῖν, οἷον εἰς τοὺς ἐναντίους οἱ θεοὶ τρέψειαν, αἰσχρόν ἐστιν ἀπατᾶν ἑαυτοὺς εὐψυχίας ὄνομα θηρωμένους παρὸν εὐσχημόνως σωθῆναι· οὐ γὰρ αὐτοὶ δήπου πρεσβείαν ἐκπέμψαντες ᾐτήσαμεν Ἀχιλλέα Πολυξένης ἐρᾶν. Ἀλ λ’ , ὦ μάτη ν , φησί, δεδιώ ς , πάρεισιν ἡμῖν Ἀμαζόνε ς , ἀγαθαὶ τὰ πολέμι α , ὥστε μὴ φοβερὸν εἶναι τὸν Ἀχιλλέα καὶ δύσμαχο ν .
10.2.13 ὡς ἁπλοῦς ὁ πρεσβύτης νίκην πολέμου διὰ γυναικῶν ἐνθυμούμενος. σκέψαι γάρ· οἴει τοὺς πάλαι νομοθέτας εἰκῆ τοῖς ἀνθρώποις διορίσαι τὰ ἔργα, γυναιξὶ μὲν ἱστόν, ἠλακάτην καὶ τὰ τούτοις παραπλήσια νείμαντας, ἀνδράσι δὲ ὅσα τῶν ἐπιτηδευμάτων ἐρρωμενέστερα, ἢ πρότερον τὰς εἰς τὸν βίον ἀφορμὰς ἐξευρόντας οὕτω δοκιμάσαι τὰ γένη καὶ ταῖς τέχναις ἐπιστῆσαι, πρὸς ἃς ἑκάτερον ἐπιτηδείως εὕρισκον ἔχον; ὅρα μὴ βέλτιον περὶ τούτων οὕτω δοξάζειν.
10.2.14 ἴσμεν γάρ, ὡς γυναικεῖόν τι ποιεῖν ἀνδρὸς ἐγχειροῦντος φαῦλον ὡς τὰ πολλὰ καὶ ἀνάρμοστον τὸ δημιούργημα γίνεται. εἶτα ἡμῖν μὲν ἔριον ἕλκειν οὐ σύνηθες, ταύταις δὲ δώσομεν ἀκριβῶς τὴν ἐν ὅπλοις ἐμπειρίαν μαθεῖν; ἐγὼ μὲν οὐ πάνυ σοι πείθομαι, ἀλλὰ τῆς μὲν φύσεως ἀμείνους εἰσί, γυναῖκες δὲ ὅμως εἰσίν.
10.2.15 εἰ μὲν γὰρ ἀνδρεῖον τὸ μάθημα ἦν, ἓν δέ τι τῶν ῥᾴστων παραλαβεῖν, εἶχεν ἂν λόγον αὐτοῦ γυναῖκας ἐπιστήμονας εἶναι· ἐπεὶ δὲ μηδὲ παντὸς ἀνδρὸς ἡ τῶν πολεμικῶν παίδευσις, πῶς ἂν εἴη γυναιξὶ δυνατή; οὔσης γὰρ οὕτω δυσκόλου τῆς ἐπιστήμης πολὺ χαλεπώτερον παραλαβόντα καιρῷ πολέμου φυλάξαι.
10.2.16 ταῖς μὲν γὰρ ἄλλαις τέχναις κατὰ πολλὴν ἄδειαν τοὺς μετιόντας ἔνεστι χρήσασθαι· ἐνταῦθα δὲ τὴν μνήμην τῆς διδαχῆς ὁ φόβος ἐκκρούει πολλάκις. τῷ τοίνυν ἐπὶ θύρας φοιτῶντι διδασκάλου πολεμικῶν δεῖ μὲν σώματος εὐεξίας, δεῖ δὲ γενναίας ψυχῆς· ὧν ἀμφοτέρων ἡ γυναικεία διέστηκε φύσις.
10.2.18 ἐγὼ δὲ καὶ τῶν πρὸς Ἀνδρομάχην Ἕκτορος λόγων ἔτι που μέμνημαι. ὁρῶν γάρ τι περὶ πολέμου διαλεγομένην αὐτὴν ἐκέλευσεν οἴκαδε ἐλθοῦσαν, ἦν γὰρ ἐν ἀγορᾷ, τὰ αὑτῆς πράττειν, τὸν δὲ πόλεμον ἀνδράσιν ἐᾶν. αὐτοῦ τοίνυν τοῦ Ἕκτορος προκαλεσαμένου ποτὲ τὸν ἄριστον τῶν Ἀχαιῶν εἰς χεῖρας ἰέναι καὶ πάντων ὑποστρεφόντων καὶ πρὸς τὸν πλησίον ὁρῶντος ἑκάστου καταδύεται τοῖς γινομένοις ὁ Μενέλαος καὶ ζητῶν, ὅπως αὐτοῖς τὴν ἐσχάτην ὀνειδίσει δειλίαν, γυναῖκας προσεῖπεν.
10.2.20 ὀλίγον δὲ πρότερον τούτων ὁ Διομήδης τὴν Ἀφροδίτην εἰς ἀνανδρίαν σκώπτων ἀπεῖπε μὴ παραβαλεῖν ἔτι πολέμῳ· τὸ γὰρ ἔργον αὐτῆς εἶναι γυναῖκας χειροῦσθαι. θῶμεν δὴ προθυμίᾳ τινὶ καὶ γυμνασίων πυκνότητι τὴν ἔμφυτον ἀτολμίαν βιασαμένας ἀνδρῶν αὐτὰς ῥώμην ἀσκῆσαι καὶ φρόνημα προσλαβεῖν· τί οὖν; ὁμοίας ἡγῇ τῶν ἀνθρώπων εἶναι τὰς γνώμας εὖ τε καὶ φαύλως αὐτοῖς τῶν πραγμάτων ἐχόντων; ἐγὼ μὲν καὶ τοὺς ἀνάνδρους θαρραλέως ἐν ταῖς εὐπραγίαις διακειμένους ὁρῶ καὶ τοὺς εὐψυχίᾳ συζῶντας παρὰ τὰ πταίσματα ταπεινούς.
10.2.23 οὐκοῦν τοῖς Ἕλλησι μὲν πολλαὶ πρὸς τὸ θαρρεῖν ἀφορμαί, Ἀμαζόσι δὲ φοβερὰν ποιοῦσιν αἱ συμφοραὶ τὴν παράταξιν, ὥστε κἂν ἄνδρες γένωνται, φοβοῦνται τοὺς νενικηκότας. Πρὸς τούτῳ μοι καὶ Ἰνδοὺς καὶ Αἰθίοπας λέγε· τὸ γὰρ αὐτό μοι κατὰ πάντων εἰπεῖν ὑπάρξει δικαίως, εἴπερ καὶ Αἰθίοπες καὶ Ἰνδοὶ πάρεισιν ἐγνωκότες, ὡς ἦν Ἕκτωρ ἡμῖν εὖ μάλα συγκεκροτημένος τὰ τοῦ πολέμου καὶ δύναμιν ἠσκημένος ἀξίαν θαυμάσαι δεινὸς μὲν ἀθυμοῦντα στρατὸν ἀγαθῶν ἐλπίδων πληρῶσαι, εὖ δὲ παρασχὸν καὶ ταῖς ὁλκάσιν αὐταῖς φλόγα προσάγειν.
10.2.24 ἀλλὰ τῷ Πηλέως οὐ μέγας παραβάλλειν ἐστί. ταῦτα λογιζομένοις ἀθυμία καὶ δέος εἰσέρχεται. Βούλομαι τοίνυν ἐπανελθὼν ὅσα φρονῶ περὶ Ἀμαζόνων εἰπεῖν.
10.2.25 εἰ μήπω πεῖραν δοῦσαι τῆς ἀσθενείας ἐτύγχανον, ἴσως ἂν ἀπερισκέπτως διαβάλλειν τὰς ἀνθρώπους ἐδόκουν· νῦν δὲ τίς οὕτω τῶν παλαιοτέρων ἀνήκοος ὡς ἀγνοεῖν, ὅτι Βελλεροφόντης αὐταῖς συμβαλὼν οὐδὲ συστρατιώτου τυχὼν ἔδειξεν, ὅπερ εἰσίν, οὔσας γυναῖκας; Ὡς μὲν οὖν τῇ τε πόλει καὶ Πριάμῳ σπουδαῖα ταῦτα ποιεῖν, οὐδεὶς ἀντερεῖ· ἐκεῖνο δὲ τάχα λυπεῖ Πρίαμον εἰσιόν· νέος ἐστί ν · ἔπαθέ τι πρός τινα τῶν αἰχμαλώτω ν .
10.2.26 τίς ἂν οὖν εὖ φρονῶν τοιοῦτον ἕλοιτο τῇ θυγατρὶ νυμφίο ν ; ἐγὼ δέ εἰμι μὲν τῶν ὡς μάλιστα χαιρόντων τῷ σωφρονεῖν καὶ κάλλιστον ἡγοῦμαι κτῆμα τοῖς ἔχουσιν εἶναι, καὶ σὺ μὲν ἴσως ἔτι τῶν ἀφροδισίων ἄπειρος ὢν εἰς κοινωνίαν ἔννομον ἦλθες, οἱ δὲ πολλοὶ τὴν μέχρι τοῦ γάμου νεότητα φέρειν οὐ δύνανται.
10.2.28 ὁρῶμεν δήπου τοὺς ἄλλους πατέρας μάλιστα μὲν σώφροσι τὰς θυγατέρας ἐγγυᾶν βουλομένους, εἰ δὲ μή, τοῦτο γοῦν πυνθανομένους, εἴ ποτε κόρῃ διαλεχθεὶς ὁ περὶ γάμου λαλῶν ἔμεινε στέργων ἐκείνην, ἕως αὐτῷ συνελθεῖν ἔδοξε νόμῳ, καὶ τοῦτο σύμβολον ἱκανὸν ποιουμένους τῆς μελλούσης εὐνοίας. τί δὲ θαυμαστόν, ὦ Τρῶες, ἔτι νέον ὄντα παθεῖν τι πρὸς τὴν ἐπὶ τῆς σκηνῆς αὐτῷ συνδιάγουσαν, ὅπου καὶ τὸν Μυκηναῖον ἀντεραστὴν ὑπώπτευεν ἔχειν; οὐ γὰρ ἐκεῖνος διώμνυτο μήποτε τῆς εὐνῆς ἐπιβῆναι ἠδὲ μιγῆνα ι .
10.2.30 ζηλοτυπίας γοῦν γινομένης εἰκότως αὑτοῦ προσεδίδου τῷ πάθει καὶ μᾶλλον ἐπείθετο τὴν κόρην εἶναι καλὴν ἐκ τοῦ μὴ μόνος ἐρᾶν καὶ πρός γε τούτοις ὁρῶν ἀπεχθῶς ἔχουσαν Ἀγαμέμνονι μειζόνως ἐπόθει. πόσοι δὲ γυναῖκας ἔχοντες ἤδη καὶ παῖδας δοριαλώτοις ὡμίλησαν, ἐμοὶ μὲν οὐκ ἀρεστά, ποιοῦντες δὲ ὅμως.
10.2.31 Τελαμὼν τὴν σὴν ἀδελφὴν Ἡσιόνην λαβὼν πῶς, οἴει, λέγεται στέργειν; οὐδὲν ἧττον ἢ τὴν Αἴαντος τούτου μητέρα. οὗτος αὐτὸς Ἀγαμέμνων τὴν Χρύσου περὶ πλείονος ἔφη Κλυταιμνήστρας ποιεῖσθαι. εἶτα ἐκείνοις μὲν ἐρασθεῖσι συγγνώμη, εἰ δέ τις ὢν ἐφ’ ἡλικίας ταὐτὸν ἐκείνοις πέπονθε, τοῦτον ἀπαραίτητόν τι φήσομεν ἁμαρτεῖν καὶ οὐ ληψόμεθα κατὰ νοῦν τὸν ἁρπάσαντα τὴν Ἑλένην γυναικὸς ἔνδον οὔσης αὐτῷ; καὶ μὴν ὁ μὲν οὐ νόμῳ πολέμου τὴν Ἑλένην ἔχει λαβών, ὁ δὲ τὴν Βρισέως ἐξ ἀριστείας καὶ πόνων ἐκτήσατο.
10.2.33 πᾶν δὲ ληφθὲν ἐκ πολέμου τιμιώτατον στρατιώτῃ κἂν τρίπους ᾖ κἂν ἀσπίς, ἥδιστον κτῆμα· μνήμη γὰρ γίνεται νίκης καὶ τὴν αὐτὴν δύναται μαρτυρίαν τῆς ἀρετῆς μικρά τε καὶ μεγάλη μοῖρα λαφύρων. ὁ μέντοι μάλιστα τὸ γέρας τιμήσας Ἀγαμέμνων ἐστὶν ἑπτὰ δωρούμενος πόλεις καὶ Τρωάδας εἴκοσι τρίποδάς τε καὶ λέβητας καὶ χρημάτων ὁλκάδα.
10.2.34 τῶν γὰρ διδομένων τὸ μέγεθος μεῖζον τὸ ληφθὲν ἐποίει δοκεῖν. καὶ εἰ μὲν οὐχ ὑπῆρχεν αὐτὸς ἔρωτι δουλωθεὶς τῆς Χρυσηΐδος, ἧττον ἂν Ἀχιλλέα παρώξυνεν ἄνθρωπος ὢν ἀγνοῶν, ἡλίκον ἐστὶν ἐραστῇ παιδικά· ὁμοίῳ δὲ πάθει περιπεσὼν καὶ πείρᾳ μαθών, ὡς τῷ ποθοῦντι πάντα δεύτερα τῆς ἐρωμένης, δῆλον ἐποίησε ταύτῃ σπουδάσας λυπῆσαι τὸν ἄνθρωπον, ᾗ μάλιστα δάκνειν ᾠήθη.
10.2.36 ὥστε εἰ καὶ μὴ λίαν ἐλύπει τὸ γύναιον ἀποσπῶν, τῷ νομίζειν λυπεῖν εἰκότως ἠνία· οὐ γὰρ τὸ τῆς ὕβρεως εἶδος εἰώθαμεν μᾶλλον σκοπεῖν ἢ τὴν τῶν ὑβριζόντων προαίρεσιν. Οἶδα τοίνυν ὡς ἐκεῖνό σοι μάλιστα θορυβεῖ τὴν ψυχήν, μή ποτε μικρὸν ὕστερον ἀποστραφῇ σου τὴν παῖδα μηδὲ τὴν Βρισηΐδα στέρξας βεβαίως, οὐ γὰρ ἂν Πολυξένης ἠράσθη.
10.2.38 καὶ συγγνώμη μὲν περὶ θυγατρὸς ἀγωνιῶντι πατρί, πλὴν οὐ χαλεπὸν εὑρεῖν, ὡς οὐ καιρὸν ἔχει σοι τοῦτο τὸ δέος. οὐ γὰρ ὅμοιον κόρην αἰχμάλωτον ἀγαπῆσαι καὶ γυναικὶ συνοικεῖν ἐλευθέρᾳ. πόθεν; ἀλλ’ ἁπλᾶ τε καὶ δίκαια πρὸς αὑτὸν Ἀχιλλεὺς διαλέξεται· οἰκία σοι λοιπὸν καὶ γυνὴ καὶ μικρὸν ὕστερον παῖδε ς .
10.2.39 ἱκανῶς ἔδοξας τὰ νέων ποιεῖ ν . μὴ γὰρ αἰχμάλωτος αὕτ η · μὴ γὰρ ἐπὶ ταύτην ἥξει Ταλθύβιο ς . Πριάμου θυγάτη ρ , δ ι ’ ἣν ὑπερεῖδες τῶν ὁμοφύλω ν , δ ι ’ ἣν ἐσπείσω τοῖς πολεμίοι ς , δ ι ’ ἣν ἐδεήθης τῶν Τρώων κατενεγκὼν τὸν Πρίαμο ν . Καὶ μὴν ἐν Σκύρ ῳ , φησί, γυνὴ καὶ παιδίον ἐστὶν αὐτ ῷ .
10.2.40 πῶς οὖν ἐκείνων ὑπεριδὼν εἰς ἡμᾶς ἔσται πιστό ς ; τοῦτο γάρ ἐστι τὸ λαμπρὸν τῆς ἐπιθυμίας τεκμήριον, ὅτι σύνοικον ἔχων καὶ παῖδα Πολυξένης ἠράσθη.
10.2.41 καὶ τῇ μὲν Λυκομήδους συνδιατρίβων οὔτε πολέμῳ σχολάζων οὔτε πρὸς ἑτέραν ἔχων φροντίδα τὸν νοῦν ἐξ ἀργίας τε καὶ τρυφῆς ἦλθεν εἰς ἔρωτα καὶ πέπονθέ τι τοιοῦτον οἷον μειράκιον παρθένῳ συνόν· ἐνταῦθα δὲ πράγμασι συνεχόμενος Πάτροκλον ἀρτίως ἀποβαλών, ἡλικίαν ἄγων σωφρονεστέραν κόρης ἥλω Τρωάδος, Ἕκτορος ἀδελφῆς. οὐκοῦν ὅσῳ παραλογώτερόν ἐστι τὸ φίλτρον, τοσούτῳ πέφυκε μεῖζον· ὅσῳ δὲ μεῖζον, τοσούτῳ μᾶλλον βέβαιον γίνεται.
10.2.43 χωρὶς δὲ τούτων, οὐδὲ καλῶ γάμον ἐγὼ τὴν παράνομον μίξιν, ὅταν λάθρᾳ κόρῃ τις ὁμιλήσῃ μήτε εἰς λόγους ἐλθὼν αὐτῆς τῷ πατρὶ μήτε τὴν μητέρα πρότερον πείσας. ἄπαγε. σφαλερὸς ὁ τοιοῦτος γίνεται γάμος. καταγνοὺς γὰρ ὕστερον τῆς παιδὸς ὡς ἑτοίμου πρὸς μίξιν καὶ παρὰ γνώμην αὐτῶν τῶν γονέων πεισθείσης οὐ τὴν αὐτὴν εἰς τέλος εὔνοιαν σώζει. ἆρά γέ σοι παραπλησίως δοκεῖ τὴν αἰχμάλωτον ἢ τὴν κρύφα τοῦ πατρὸς βιασθεῖσαν καὶ τὴν σὴν ἀγαπήσειν; μὴ τοίνυν πρὸς ἐπίκαιρον ἡδονὴν ὑπολάβῃς αὐτὸν ἐθέλειν τὴν Πολυξένην λαβεῖν.
10.2.45 εἰ γὰρ ἦν τι τοιοῦτον, τί δή ποτε Τροίαν ὁρῶν κλίνασαν ἤδη πρὸς ἅλωσιν καὶ πάσας οἰχομένας αὐτῇ τὰς ἐλπίδας, τὸν Ἕκτορα καὶ πάντας ἄρδην ἀπειρηκότας, τί δή ποτε ταῦτα ὁρῶν ἔχων ἤδη τὴν θήραν μὴ πρὸς βραχὺ καρτερήσας καὶ τὴν Πολυξένην ἐκ νίκης ἑλών, εἰς ὅσον ὑπῆρχε, 〈τῷ〉 σβέσαι τὸν πόθον ἐχρήσατο; ἐν ᾧ καὶ θεραπεύειν εἶχεν αὑτὸν καὶ τοὺς Ἕλληνας μὴ προέσθαι καὶ τὴν ἐρωμένην ἀριστεῖον ἐκ πολέμου λαβεῖν; ἀλλὰ δῆλον ὡς τοῦ προτέρου βίου πολλὴν καταγνοὺς ἀτοπίαν εἰς οἰκειότητα νῦν καὶ παιδοποιίαν ὁρᾷ. Ὁ αὐτὸς δή μοι λόγος ἁρμόσει καὶ περὶ τοῦ μηδ’ εἰς ἡμᾶς δόλον μήτε ἐνέδραν εἶναι τὸ πρᾶγμα.
10.2.46 τίς γὰρ ἐξὸν αὑτῷ τὴν πολεμίαν ἀκονιτὶ παραστήσασθαι καὶ δόξαν κτήσασθαι ῥώμης τῶν πλειόνων ἤδη κινδύνων ἠγωνισμένων, ἐχομένων μὲν τῶν νήσων, δεδουλωμένων δὲ τῶν ἐν ἠπείρῳ συμμάχων καὶ τὸν Ἕκτορα τῆς Τροίας ἀποβαλούσης, εἶτα τὸν ἐξ ἀνδρείας στέφανον ῥίψας νικᾶν ἐξ ἀπάτης ἐπιθυμεῖ; ἀνάνδρων ἔργα μοι λέγεις καὶ φρονήματος ἐστερημένων καὶ μέγα μηδὲν αὑτοῖς συνειδότων· ὁ δὲ ἀνὴρ φιλότιμος ἀεὶ καὶ τροπαίων αὑτῷ κατάλογον συνειδώς.
10.2.48 καίτοι τὴν μὲν ἐξ ἀριστείας νίκην ἀκίνδυνον οὖσαν ἑώρα πρὸς αὐτὴν ἡμῖν τὴν τελευτὴν τῶν πραγμάτων ἡκόντων, δόλον δὲ μηχανήσασθαι λίαν ἐπισφαλὲς ἐδόκει λογιζομένῳ, μὴ τὴν ἀπάτην ἡμῶν αἰσθομένων αὐτὸς ἀφύλακτος ὢν καὶ μόνος ἐν Τροίᾳ δεινὸν ὑποσταίη. πολλὰ δ’ ἂν φαίην· τὸν γὰρ οὕτως ἡττηθέντα τῆς Πολυξένης, ὡς μήτε τὴν Βρισηΐδα μήτε τὴν ἐν Σκύρῳ γυναῖκα καὶ τὸ παιδίον αὑτοῦ κατὰ νοῦν εἰληφέναι, πῶς εἰκὸς ἄλλο τι δύνασθαι συνιδεῖν; ὁ γὰρ ἐρῶν ὑποψίας ἐστὶ καὶ φόβου μεστὸς καὶ τὸ προστυχὸν ἐμποδὼν εἶναι πρὸς τὴν χρείαν ὑπονοεῖ ἄλλως τε τῆς ἐπιθυμίας ἐνακμαζούσης αὐτῷ.
10.2.51 βούλεται παντὶ σθένει τὴν ἀνδρείαν ἐπιδείξασθαι Πολυξένῃ καὶ παραστῆσαι σαφῶς, ὡς Ἀχιλλεύς ἐστιν ὁ τὴν ῥοπὴν ὁποτέροις ἂν προστεθῇ ποιῶν. νῦν μὲν γὰρ αὐτὸν ἐκ τῶν περιβόλων εὐδοκιμοῦντα θεάσεται, τὸ πάντων ἥδιστον ἐραστῇ—οὐ γὰρ ἂν ἕλοιτό τις ὑπὸ τοῦ πατρὸς ἅμα καὶ τῆς μητρὸς ἀριστεύων ὀφθῆναι ἢ παρὰ τῆς γυναικὸς καὶ ταύτης νεογάμου καὶ ποθουμένης.
10.2.52 διὰ τοῦτο τῆς πρὸς Μενέλαον μάχης ἀτυχῶς ἀναχωρήσας Ἀλέξανδρος οὐδένα μᾶλλον ἢ τὴν Ἑλένην ᾐσχύνθη. ὅπερ οὖν εἶπον, νῦν μὲν ἀνδρείως ἀγωνιζόμενον ὄψεται, νῦν δὲ πεύσεται, πῶς ἀπήλλαξαν οἱ Τρῶες. κἂν ἐκείνη μὴ πύθηται, λόγον αὐτὸς περὶ τῆς μάχης ἐμβάλλει καὶ κινεῖ πρὸς ἐρώτησιν, ἵνα λαβὼν ἀφορμὴν διηγήσηται, πόσους αὐτῇ καταβαλὼν ἥρωας ἥκοι. Τάχα τοίνυν τις παρελθὼν προσποιήσεται σοῦ τε καὶ τῶν σῶν πρόνοιαν ἔχειν καὶ φήσει δέος εἶναι, μὴ τῶν σκήπτρων ὑμᾶς Ἀχιλλεὺς ἐκβαλὼν αὐτὸς ἐθελήσῃ διέπειν τὰ πράγματα.
10.2.54 πρὸς ὃν ἐγὼ φαίην ἄν· ὦ κηδεμὼν σὺ τοῦ βασιλέως καὶ τῶν παίδων αὐτοῦ, πόθεν ἡμᾶς ἀξιοῖς περὶ τῶν ἀφανῶν σοι πιστεύειν; ἢ δῆλον ὡς ἐκ τῶν ἔξωθεν Ἀχιλλεῖ πεπραγμένων; καλῶς· τί οὖν ἐστι τὰ πραχθέντα; ψιλώσας ἡμᾶς τῆς περιοικίδος κατὰ γῆν τε καὶ θάλατταν καὶ τὰ τῶν ἡμετέρων συμμάχων ἀνδράποδα καὶ βοσκήματα τοῖς αὑτοῦ κτησάμενος πόνοις τί πεποίηκεν; ἆρα ταῖς ἀριστείαις μεγάλα φρονήσας ἠξίωσε τοὺς Ἀτρείδας τῆς ἀρχῆς ἐκβαλεῖν; αὐτοῖς μὲν οὖν τούτοις χάριν κομίζων τῷ σώματι τὴν εὔνοιαν ἐνεδείξατο.
10.2.56 τί δέ; τῆς μὲν ἡγεμονίας ἀμφισβητῆσαι δεινὸν ὑπείληφεν εἶναι, τῆς δὲ λείας τὴν πολλὴν ᾠήθη χρῆναι καρποῦσθαι; ἀλλὰ διαρρήδην ἐπὶ τῆς ἐκκλησίας ὀλίγον τε φίλον τε φέρειν ἐπὶ τὰς ναῦς ὡμολόγει. καὶ τὸ μὲν ὁμονοίας τε καὶ φιλίας ἐνούσης εὐάγωγον εἶναι τοῖς ἄρχουσιν οὔπω μέγα τεκμήριον εὐπειθείας, ἀλλ’ ἐπειδὴ προσέκρουσεν ὑπὲρ τῶν Ἀχαιῶν Ἀγαμέμνονι καὶ περιττὸς ἤκουσε στρατιώτης, ἧκε μὲν ἐπὶ τὴν σκηνὴν φεύγειν αὐτῷ προσταχθέν, ὁρῶν δὲ τοὺς ἐπὶ τὴν Βρισέως ἐλθόντας τὴν διακονίαν ὑποστελλομένους ἐκέλευσε θαρροῦντας ποιεῖν ὅ τι ἂν βασιλεὺς ἐπιτρέπῃ, καὶ τοσαύτην ἠνέσχετο παροινίαν ἐπί τε Μυρμιδόνων καὶ Πατρόκλου καὶ Βρισηίδος.
10.2.58 ὅλως μὲν γὰρ ἐραστῇ χαλεπὸν ἐπὶ τῆς ἐρωμένης ὑβρίζεσθαι καὶ ταῦτα πρὸς ἀνδρὸς ἀντερᾶν ἴσα νομισθέντος· τὸ δὲ μὴ πασχούσῃ κακῶς ἐπαμύνειν ἐσχάτης εὐνοίας. πρὸς γὰρ αὖ τοῖς ἄλλοις οὐδὲ τὴν κόρην ἐλάνθανεν, ὡς δυνάμενος ἔχειν ἑκὼν τοῖς ἀποσταλεῖσι παρέδωκεν εἰς Ἀγαμέμνονος ἄγειν, ὅπερ ἐκείνην μᾶλλον ἐποίει πρὸς αὐτὸν λελυπῆσθαι παροραθῆναι νομίζουσαν. οὐ γὰρ εἶχεν ἀσθένειαν αἰτιάσασθαι τῆς εἰς αὐτὴν ἀτιμίας. ὑπογράψωμεν οὖν ἡμῖν αὐτοῖς ἐγώ τε καὶ σὺ τὴν εἰκόνα τοῦ πράγματος ὡς οἷόν τε μάλιστα στοχασάμενοι τῶν γενομένων.
10.2.60 ἦγον τὴν κόρην οἱ κήρυκες συγκαθευδήσουσαν Ἀγαμέμνονι, τῇ δὲ κατὰ τῶν παρειῶν ἔσταξε δάκρυα, καὶ πυκνὰ μεταστρεφομένη πρὸς τὸν ἐραστὴν ἔβλεπεν οἷα 〈δι’〉 αὐτὸν ὑπομένει δηλοῦσα. τίς οὕτω, πρὸς θεῶν, ἔρωτος κρείττων, ὡς μὴ παθεῖν τὴν ψυχήν; καὶ γὰρ εἰ μὲν ἐτύγχανε μόνος ἐρῶν, ἴσως ἂν εἶχεν ἀδεῶς ἐναβρύνεσθαι· ἀντερῶντος δὲ τοῦ Μυκηναίου πλείστης ἔδει θεραπείας αὐτῷ, μή ποτε παθοῦσά τι λυπηρὸν πρὸς Ἀγαμέμνονα κλίνῃ.
10.2.61 ἆρ’ οὖν οὕτω πικρὰν ἀτιμίαν ἤνεγκεν ἄν, εἰ μὴ πάλαι πεπεικὼς αὑτὸν ἦν πάντα τοῖς ἄρχουσι πείθεσθαι; Ἐξετάσωμεν τοίνυν παρ’ ἄλληλα τὰ σοί τε καὶ τῷ Μυκηναίῳ πρὸς ἐκεῖνον ὑπάρχοντα δίκαια· μὴ γάρ, εἰ πρὸς τὸν Ἀτρέως ὤφθη τινὰ φυλάξας αἰδῶ, αὐτόθεν ἤδη καὶ περὶ σὲ τοιοῦτον εἶναι πιστεύσωμεν, πρὶν ἂν ὁ λόγος σε δείξῃ μηδὲν ἔλαττον Ἀγαμέμνονος εἰς εὔνοιαν κεκτημένον.
10.2.63 οὐκοῦν ὁ μὲν οὐ τῆς αὐτῆς ἀγχιστείας ἐκείνῳ, σὺ δὲ τῆς αὐτῷ συνοικεῖν μελλούσης πατήρ; ὁ μὲν ἐφθόνησε τῆς αἰχμαλώτου, σὺ δὲ τὸ θυγάτριον ἐκδίδως; ὁ δὴ πρὸς ἐκεῖνον μέτριον αὑτὸν παρασχὼν πῶς ἂν οὗτος ὑπερόπτης γένοιτο περὶ σέ; καὶ μὴν Ἀγαμέμνονι μὲν τῶν Μυκηνῶν βασιλείαν ἐκ μόνου τοῦ πατρὸς σύνοιδε καταβᾶσαν καὶ τούτου τὰ πρῶτα τοῦ βίου τελοῦντος εἰς ἰδιώτας· σὲ δὲ τὴν ἡγεμονίαν ἄνωθεν ἕλκειν ἀκούει.
10.2.65 καὶ πρὸς ἐκεῖνον μὲν εὔκολον οὖσαν ἑώρα τὴν ἐπανάστασιν παρόντων μὲν αὐτῷ τῶν Μυρμιδόνων, διαβεβλημένου δὲ πρὸς τοὺς Ἕλληνας Ἀγαμέμνονος, ἡνίκα τὸν μάντιν λύσιν εἰπόντα τοῦ νοσήματος εἶναι τὴν Χρυσηίδος ἀπόδοσιν μικροῦ τινος ἐδέησε τῷ σκήπτρῳ πατάξαι· περὶ σὲ δὲ μόνος ἐνταῦθα διάγων οὐκ ἂν νεωτερίζειν ἐπιχειρήσειεν εἰδὼς μὴ περιοψομένους ἡμᾶς. Παρὰ πάντα δέ σοι ταῦτα κἀκεῖνό φημι· εἰ λάβοις οὕτω πικρῶς ἐξετάσαι τὸν κηδεστήν 〈σοι γενέσθαι〉 βουλόμενον, οὐκ ἂν φθάνοις διαγράφων μνηστῆρας· ὡς οὐ γέγονέ τις ἀνθρώπων, ὅτῳ πάντα πέφυκεν ἅπασιν ἀρεστά.
10.2.67 Πάνυ τοίνυν ἀχθοίμην ἄν, εἰ προέχων ἐν τοῖς ἄλλοις ἅπασιν Ἀγαμέμνονος ἐνταῦθα μόνον ἐκείνου δόξεις ἡττᾶσθαι. σὺ μὲν γὰρ ὑπὲρ τῆς πατρίδος πρὸς γάμον ὀκνεῖς ἐκδοῦναι τὴν παῖδα, Ἀγαμέμνων δὲ τὴν αὑτοῦ πρὸς σφαγὴν ἐξέδωκεν ἐν Αὐλίδι, οὐ κινδύνου τὴν οἰκείαν ἐλευθερῶν, οὐ γὰρ ἠνώχλουν πολέμιοι ταῖς Μυκήναις, ὑπὲρ δὲ μιᾶς γυναικὸς ὑβρισθείσης ἀγανακτῶν. ὃν ἐξῆν, εἰ καὶ τῆς Ἑλένης αὐτὸς ὑπῆρχεν ἀνήρ, δευτέραν ποιεῖσθαι τὴν γυναῖκα τῆς θυγατρός, ὁ δὲ τῆς οἰκείας παιδὸς τὴν ἑτέρου γυναῖκα περὶ πλείονος εἶχεν ἕνα θέμενος ὅρον χαρίσασθαι τοῖς ὁμοφύλοις.
10.2.69 Ἤδη τοίνυν τινὸς ἤκουσα τὰ μὲν ἄλλα τὸν Φθιώτην ἀποδεχομένου, δύσκολον δὲ καὶ τραχὺν ὀνομάζοντος τεκμηρίῳ χρωμένου τῇ κατὰ τῶν Ἑλλήνων ὑπὲρ τῆς Βρισηίδος ὀργῇ· ἐμοὶ δὲ πρὸς τοῦτο λόγος ἐστὶν ἁπλοῦς καὶ σαφής. εἰ μὲν γὰρ αὐτὸ μεμφόμεθα τὸ θυμοῦσθαι, δόξομεν τὸ πᾶσι πρόχειρον ἀγνοεῖν, ὡς διάκονός ἐστιν ὁ θυμὸς τοῦ λογισμοῦ καὶ τῷ μέν, εἴ τις ἠδίκηταί τι, γινώσκομεν, τῷ δὲ τοὺς ἁμαρτάνοντας ἀμυνόμεθα.
10.2.71 φέρε γάρ· ἄρχεις ἁπάντων ἡμῶν καὶ καλῶς ποιεῖς. εἴ τις οὖν ὑπὸ τοῦ πλησίον διαρραγέντος αὐτῷ τοῦ χιτωνίσκου καὶ πληγὰς εἰληφὼς προσδράμοι τοῖς βασιλείοις τὴν ἀτιμίαν βοῶν καὶ τὴν ἐσθῆτα δεικνύς, ἆρα πρᾴως οἴσεις καὶ μέμψῃ τὸν ἐφ’ οἷς πέπονθεν ὀργιζόμενον, ἄξεις μὲν οὖν τὸν πατάξαντα παραχρῆμα καὶ τοῦ πεπονθότος οὐδὲν ἧττον ἀγανακτήσεις; καὶ τί δεῖ τὸ μὴ πραχθὲν ὡς γενόμενον ὑποτίθεσθαι τῶν ἄρτι συμβάντων ἀποχρώντων πρὸς ἔλεγχον; τὴν γὰρ ἐκ τοῦ πεδίου τῶν Ἑλλήνων τροπὴν καὶ τὸν μέχρι τῶν ὁλκάδων δρασμὸν καὶ τῶν ὁλκάδων αὐτῶν τὸν ἐκ τοῦ πυρὸς κίνδυνον, ταῦτα πάντα θυμούμενος ἔδρασεν Ἕκτωρ.
10.2.73 εἰ δὲ τὴν μὲν ὀργὴν οὐ πανταχοῦ φαῦλον εἶναί φαμεν, τὴν δὲ τῶν φιλτάτων ἀφαίρεσιν ἀνάξιον εἶναι θυμοῦ, οἶδα ὅτι τῆς Βρισηίδος ἁρπασθείσης εἰ μετρίως ἤνεγκεν Ἀχιλλεύς, ἐναντίος ἧκεν ἂν λόγος· ταχέως Ἀχιλλεὺς ἧς ἐρᾷ κόρον λαμβάνε ι . οὔκουν ἐκινήθη τῆς Βρισηίδος ἔρημον ὁρῶν τὴν εὐνή ν . πόθεν οὖν ὡς ἀγαπήσει τὴν Πολυξένην πιστεύσομε ν ; καὶ μὴν εἴτε λαμπρὸν ἡγεῖτο τὸ γέρας, εἰκότως ἐδυσχέραινε τὴν ἀφαίρεσιν, εἴτε μὴ τοιοῦτον, διπλασίαν ἐποιεῖτο δικαίως ὀργήν, εἰ μικρόν τι λαβὼν μηδὲ τοῦτο καρποῖτο βεβαίως.
10.2.74 οὕτω πανταχόθεν φαίνεται καιρὸν ἔχων ὁ θυμὸς Ἀχιλλεῖ. Οὐ τοίνυν μόνον ὑπὲρ τῆς Βρισηίδος εἰς καιρὸν ἐχαλέπαινεν, ἀλλὰ καὶ τὰ πρῶτα τῶν ὑβρισμάτων τῆς αὐτῆς ἄξια λύπης.
10.2.75 φθειρομένου γὰρ τοῦ στρατοπέδου καὶ κατὰ μικρὸν ὑπορρέοντος προσκαλέσας τὸν μάντιν ἐπύθετο, τί δὴ μαθὼν ἐν τοῖς δεινοῖς σιωπᾷ. μήποτ ε , ἔφη, τινὰς ὀφείλομεν αἶγας ἢ βοῶν ἡμῖν ἔνδειαν ὁ θεὸς ἐγκαλε ῖ ; ταῦτα καὶ παραπλήσια τούτοις εἰπὼν ἔχθιστος ἤκουσε βασιλέων καὶ πολέμιος ἡσυχί ᾳ .
10.2.76 ταῦτα ἀνδρὶ δόξης ὀρεγομένῳ τὴν σκηνὴν ἐποίει καὶ τὴν κιθάραν ἡδίω τοῦ πολέμου. Πρὸς ἅπασι δὲ τούτοις ἐκεῖνο λέγω· κοινῆς ὠφελείας, ὦ βασιλεῦ, προκειμένης οὐ πάνυ δεῖ πολυπραγμονεῖν τὰ τοιαῦτα, εἰ τουτὶ τὸ γύναιον, ἀλλὰ μὴ τουτὶ μᾶλλον ποθεῖ, εἰ τοσοῦτον ἐχρῆν, ἀλλὰ μὴ τοσοῦτον θυμοῦσθαι.
10.2.78 οὐχ ὁρᾷς τὸν ἡγεμόνα τῶν Ἀχαιῶν ὡς ῥύσασθαι βουληθεὶς κεκακωμένην τὴν στρατιὰν οὐδὲ προσεποιεῖτο γινώσκειν, εἴτε τις Ἀχιλλεῖ ποτε Βρισηὶς ἤρεσεν εἴτε ἐν Σκύρῳ τις ἔδοξεν εἶναι καλή, ἀλλὰ δοῦναι πρὸς γάμον αὐτῷ τὸ θυγάτριον ἕτοιμος ἦν καὶ προῖκα πόλεις εὐνομουμένας ἑπτὰ καὶ χρυσοῦ ναῦν ἐπιδοῦναι; καὶ μὴν Ἀγαμέμνων μὲν ἔτι θυμουμένῳ καὶ στέργοντι τὴν Βρισέως ἐδίδου 〈τὴν〉 παῖδα· σὺ δὲ τῆς ὀργῆς πεπαυμένου καὶ Πολυξένην ζητοῦντος ἀναδύῃ τὸν γάμον; καίτοι τί μέγα συνέβη τότε τοῖς Ἕλλησι, δι’ ὃ τὰς Ἀχιλλέως καταλλαγὰς Ἀγαμέμνων ὠνεῖτο; μία ναῦς αὐτοῖς ἐνεπρήσθη πολλὰ πεπονηκότων ἡμῶν.
10.2.80 Τροία δὲ τὰς ἐπικειμένας νήσους καὶ τὰς ἐν ἠπείρῳ πόλεις καὶ σωμάτων πολὺν ἀπέβαλεν ἀριθμὸν καὶ τὴν περιλειφθεῖσαν εἰς σωτηρίαν μερίδα, τὸν Ἕκτορα. οὐκοῦν ἄτοπον, εἰ τοῦ Μυκηναίου δωρεὰς ἐπ’ ἐλάττοσι κακοῖς αὐτῷ δεδωκότος ἡμεῖς ἄνευ δαπάνης ἐπὶ μείζοσι συμφοραῖς οὐ σπεισόμεθα; θαυμάζω δέ, εἰ συμμαχοῦντος μὲν αὐτοῦ δεδοίκαμεν τὴν ὀργήν, μένοντος δὲ πολεμίου θαρροῦμεν.
10.2.82 ὁ γὰρ ὑπὲρ τῆς αἰχμαλώτου χαλεπῶς ἐνεγκὼν πῶς οὐ πολὺ μειζόνως ἀγανακτήσει διαμαρτὼν Πολυξένης, ἣν ἐπὶ γνησίοις παισὶν ἀξιοῖ λαβεῖν; ὁρᾶτε τοίνυν, ὦ Τρῶες, μὴ πολὺ χαλεπωτέρῳ χρησώμεθα πολεμίῳ.
10.2.83 ὁ γὰρ δυνάμενος μὲν χρήσασθαι βίᾳ χειρῶν, ἀξιῶν δὲ πρεσβείᾳ τυχεῖν οὐ φέρει τὴν ὕβριν ἀποτυγχάνων. πολὺ δὲ μᾶλλον εἰκότως ἀλγήσει μάτην αὑτοῦ τὸν ἔρωτα τοῖς ἐχθροῖς ἐξειπών.
10.2.84 ἐλπὶς γὰρ καὶ πόθος, ὁ μὲν ἡγούμενος, ἡ δὲ ἑπομένη, καὶ ὁ μὲν τὴν ψυχὴν παροξύνων, ἡ δὲ ἀσμένως ἀπατωμένην κουφίζουσα, μέγαν κινοῦσι τῷ μὴ κατορθοῦντι θυμόν· παραλαβὼν γὰρ ἐκ τῆς ἐλπίδος ἃ βούλεται οὐχ ὡς ἀλλοτρίων ἡγεῖται διαμαρτεῖν, ἀλλ’ ὡς οἰκείων ἐστερημένος ἀγανακτεῖ. Οἷς μὲν οὖν εἶχον αὐτὸς ἐξελέσθαι κινδύνου τὴν πόλιν, τούτοις ἅπασιν ἐχρησάμην· ἐβουλόμην δ’ ἂν ἄδειαν ἔχειν τὸν Ἀχιλλέα δεῦρο φοιτῆσαι.
10.2.85 τί γὰρ οὐκ ἂν ἔφη νεανίας ἐρῶν; καὶ πολλοὺς ἂν ἔκαμψεν, οἶμαι, τῶν νέων, ὅσοι γινώσκουσιν οἷόν ἐστι ποθοῦντα διαμαρτεῖν. ἀλλὰ γὰρ φανταζομένῳ μοι τὸν Πηλέως ἔννοια γίνεται, ὡς καθ’ αὑτὸν τυγχάνει διάγων, ἵνα κατὰ πολλὴν ἡσυχίαν ἔχῃ Πολυξένης μεμνῆσθαι.
10.2.86 καὶ τῆς ἐπιθυμίας ἐν τῷ τὴν ψυχὴν ἠρεμεῖν ἐγειρομένης πυκνῶς ἐπὶ τὰς θύρας ὁρᾷ καὶ νωθεῖς ἀποκαλεῖ τοὺς πεμφθέντας ἕκαστον ἀεὶ τῶν εἰσιέναι μελλόντων εἰκάζων εἶναι τοὺς πρέσβεις παντοίοις αὑτὸν ψυχαγωγῶν λογισμοῖς, νῦν μὲν ἀναπλάττων ἐκ Τροίας αὐτοὺς ἀπηλλάχθαι, νῦν δὲ παρὰ τὴν σκηνὴν ἤδη τυγχάνειν. Συλλογισώμεθα τοίνυν ἀμφότεροι τὰ τῷ νυμφίῳ προσόντα· νέος, εὔνους, ἀνδρεῖος, ἡλικίας ὥρᾳ λαμπρός.
10.2.87 ἐγὼ μέν, εἰ μὴ πολλὴν εὐκοσμίαν Πολυξένῃ συνῄδειν, ᾤμην ἂν αὐτὴν ἐρᾶν τοῦ νεανίσκου· νῦν δὲ τοῦτο μὲν οὐκ ἂν φαίην, ἰσχυρισαίμην δ’ ἄν, ὅτι στέρξει τὸν σύνοικον· εἴτε γὰρ τὴν ψυχὴν εἴτε τὸ σῶμα βούλοιτο κρίνειν, οὐ μέμψεταί τι τὸν ἄνδρα. πρὸς ταῦτα τοίνυν, εἰ δοκεῖ, παραβάλλωμεν, ὡς, εἰ γένοιτο Τροίαν, ὃ μὴ γένοιτο, ταῖς Ἀχιλλέως ἁλῶναι χερσίν, συμβήσεται Πολυξένην ἀντὶ γυναικὸς ἐλευθέρας παλλακῆς ἔχειν σχῆμα τῷ Θετταλῷ καὶ τοὺς ὕστερον ὀψομένους εἰπεῖν· αὕτη ποτὲ Πριάμου θυγάτη ρ .
10.2.88 ἣν ἐβουλήθη πρὸς γάμον λαβεῖν Ἀχιλλεύ ς , φιλονεικήσαντος δὲ τοῦ πατρὸς εἰς αἰχμαλώτου τάξιν κατέβ η . Ταῦτα ἐνθυμηθεὶς καὶ πεῖραν λαβών, ὡς ἐν πολέμῳ θάπτουσι μᾶλλον οἱ πατέρες τοὺς παῖδας, ἔασον γηροτροφῆσαί σε τοὺς λοιποὺς καὶ δόξαν Ἕκτορι γενέσθαι χρηστήν.
10.2.89 ἂν μὲν γὰρ ἐπὶ τῆς ἴσης μείνωμεν ἐξουσίας, δόξομεν ὀλίγον ἐζημιῶσθαι πεσόντος ἐκείνου· τὰς δὲ πρὸς Ἀχιλλέα συνθήκας πεποιημένοι δείκνυμεν, ὡς Ἕκτωρ τοῦ κοινοῦ προειστήκει τῶν Τρώων. οἶδα ὅτι μικρὸν ἂν ἴσως ἀλγήσειεν, εἰ δι’ Ἀχιλλέως αἴσθοιτο σωζομένην αὑτοῦ τὴν πατρίδα· ἀλλ’ ἐπεὶ κύριος Ἀχιλλεὺς ῥύσασθαί τε καὶ διαφθεῖραι τὴν πόλιν, βέλτιον τῷ σῶσαι μᾶλλον ἢ τῷ πορθῆσαι τὴν Τροίαν αὐτὸν εὐδοξῆσαι.
10.2.91 Φέρε δή σοι λοιπὸν μελετῶμεν γάμον. καὶ τὴν ὑπὲρ Ἕκτορος λύπην ἀπόθου ζηλωτὸν εἶναι νομίσας τῇ πατρίδι τεθνάναι. ταῦτά σε Τρώων αἰτοῦσι πατέρες, ταῦτα παῖδες τὴν ὀρφανίαν πεφοβημένοι, ταῦτα μητέρες καὶ σύνοικοι. ΔΙΑΛΕΞΙΣ αἰσθομένη τινῶν τὸν θεσπέσιόν μου διδάσκαλον μεμφομένων μὴ παραβάλλοντα ταῖς δημοσίαις τῶν λόγων συνόδοις δείκνυσι ν , ὡς ἐν γήρᾳ καλὸν ἡσυχί α .
11.1.1 Ἔπεισε καὶ Πηλέα τὸ γῆρας ἡσυχίαν τε ἄγειν καὶ τῆς ἀπὸ τῶν πόνων παύσασθαι φιλοτιμίας· ἐδόκει γάρ οἱ καλῶς αὐτὸν μὲν τὴν ἀπὸ τῆς ἡλικίας ἀτέλειαν ἔχειν, τὸν δὲ παῖδα παραλαβόντα τὰ ὅπλα τίνος πέφυκε πατρὸς ἐπιδεῖξαι. εἰ δή τις τότε τῶν Ἀχαιῶν ὄκνον ὠνείδισε τῷ Πηλεῖ, εὐφήμε ι , ἂν ἔφη, ὦ ἄνθρωπ ε .
11.1.2 ἐγὼ γὰρ ὥραν ἔχων ἔτι πολέμου πολλά τε καὶ καλὰ πολλάκις ἐπεδειξάμην, καί μοι ἆθλον ἐξ ἀρετῆς ἡ τοῦ Διὸς ἐρωμένη. Πηλέα μὲν οὖν καλὸν ἐπαινεῖν, ζηλωτὸν δὲ μιμεῖσθαι· τὸν δὲ ἐκ Πύλου πρεσβύτην σχέτλιον καλεῖ γεραιὸν ὁ ποιητής, ὅτι πόνου οὔποτε λήγε ι .
11.1.3 καίτοι σύ γε, ὦ θαυμάσιε καὶ μέλιτος γλυκίων ῥέων αὐδήν, αἰχμὰς δὲ ἔφης αἰχμάσουσι νεώτεροι οἵπερ ἐμεῖ ο . ἄγετε οὖν, ὦ Μοῦσαι, ξύν μοι λάβεσθε τοῦ λόγου, ὃν οἵδε με ποιῆσαι προσέταξαν οἱ σοφοί.
11.1.4 οὐ γὰρ ἔχω μαθεῖν, ὦ φιλότης, τί ποτε ἄρα ποιηταῖς μὲν ἔθος αὐτὰς κατὰ πολλὴν ἐξουσίαν αἰτεῖν, εἴτε τις ἑνὸς Θεσσαλοῦ μῆνιν ᾄδειν ἐθέλοι εἴτε διδάξαι τὸν ἀδελφὸν ὡς δύο εἰσὶν Ἔριδες ἐν ἀνθρώποις, αἱ δὲ δοκοῦσιν ἥκειν ὀξέως νῦν μὲν ἐκ Πιερίας, νῦν δὲ ἐξ Ἑλικῶνος, κἂν τύχωσι περὶ κρήνην ἰοειδέα ποσὶν ἁπαλοῖσιν ὀρχούμενα ι · εἰ δέ τις ἄνευ μέτρου λόγους ἐργάζοιτο, λόγους δὲ ὅμως, καὶ τοῦτο εἴη τὸ ἔργον αὐτοῦ, τούτῳ γε οὐ πάνυ τι προσήκειν οἴονται οἱ πολλοὶ τὰς Μούσας αἰτεῖν. καίτοι Σωκράτης ὁ Ἀθηναῖος ποιητικὸς μὲν οὐκ ἦν, ἐδεήθη δὲ τῶν Μουσῶν παρεῖναί τέ οἱ καὶ φράζειν, ἅττα δὴ ἔμελλε πρὸς Φαῖδρον ἐρεῖν, τὰ Λυσίου τε καὶ αὐτοῦ παιδικά.
11.1.6 Ἄγετε οὖν, ὦ Πιερίδες—ἴσως γὰρ ὑμῖν ἥδιον ὀνόματι καλεῖσθαι ποιητικῷ—, ξύν μοι λάβεσθε τοῦ ἀγῶνος· οὐ γὰρ ἀνιάσει τοῦτο τοὺς ποιητάς, ἐπεὶ κἄν τις ἐκείνων αἰτήσῃ τι τὸν Ἑρμῆν, οὐ φθονήσομεν. 〈ΑΝΤΙΛΟΓΙΑ.
12 T 1 〉 〈ΠΡΙΑΜΟΣ.〉 Μελετῶμεν τὸν Πρίαμο ν .
12 T pref τὸ προοίμιον αὐτῷ τῆς θεωρίας εἴρηται τῶν ἀκροατῶν ἐν τοῖς ἐπιλόγοις τοῦ προλαβόντος λόγου αἰτησάντων εἰς τὸ ἐναντίον εἰπεῖν καὶ βοησάντων ὁ γέρων βίαν μὴ πάθ ῃ . Θεωρία.
12.1.1 Συνήλγησα κἀγὼ μεθ’ ὑμῶν τῷ πρεσβύτῃ καὶ δεινὸν ἡγησάμην Ἀχιλλεῖ δοῦναι τὴν κόρην, ὃς υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε Πρίαμον. τί δῆτα δράσω; πῶς ἐπικουρήσω γέροντι ἑκασταχῆ τὰ δίκαια προσειπών; ὁ γὰρ ἀνήρ, πρὸς ὃν οὐ βούλεται σπείσασθαι, δυσπολέμητον ἤσκηται ῥώμην καὶ τοῖς Τρωσὶν ἐκ τούτου περιπόθητος γίνεται.
12.1.3 πόθεν οὖν τινα μηχανὴν καὶ τέχνην εὑρήσομεν; πάλιν ἡμῖν χρήσιμος ὁ πολὺς ἐν πᾶσι ῥήτωρ, ὃς τὴν Φιλίππου παρασκευὴν οὐκ ἔχων ὅπως φαυλίσει τὴν προαίρεσιν μέμφεται μέθην καὶ κορδακισμοὺς καὶ τὰ λοιπὰ ὀνόματα τῆς ἀκρασίας ἄγων εἰς μέσον. οὕτως ἡμεῖς τὴν Ἀχιλλέως ἀποροῦντες ἰσχὺν διαβάλλειν τὰ πρὸς κατηγορίαν τῆς γνώμης συνελεξάμεθα, τὴν ἀλαζονείαν, τοὺς ἔρωτας, τὸ τῶν τρόπων ἀστάθμητον, τὸ περὶ τοὺς ἄρχοντας σοβαρόν, τὴν ἧτταν ὁσίας, Ἕκτορος ὕβριν.
12.1.5 ἐπεὶ δὲ τοῖς ἀνθρώποις τῶν μὲν ἅπαξ πραχθέντων βραχεῖα φροντίς, τῆς δὲ τοῦ μέλλοντος ἀσφαλείας ὁ πλείων γίνεται λόγος, συμβαίνει τοὺς Τρῶας ἐντεῦθεν μᾶλλον ἀγαπᾶν τὸν Πηλέως τῆς μελλούσης εἵνεκα σωτηρίας ἢ μισεῖν τῶν ἔμπροσθεν ἀσεβῶς πεπραγμένων. ἀλλὰ περιττὸς ὁ Φθιώτης τῇ Τροίᾳ δειχθήσεται συλλαμβανόντων αὐτῇ τῶν Ὀλυμπίων τῷ περὶ τὴν Ἕκτορος ἀτιμίαν ἐλέῳ καὶ πολλῆς ἄρτι παραγενομένης ἐπικουρίας Αἰθιόπων, Ἰνδῶν, Ἀμαζόνων.
12.1.7 μὴ γὰρ ὅτι γυναῖκές εἰσι, μέγα τι πρὸς ἀσθενείας ἀπόδειξιν εἰρηκέναι Πολυδάμας ἡγείσθω· ὁμοία γὰρ κατὰ τὸν Πλάτωνος λόγον πρὸς ἄσκησιν ῥώμης ἡ φύσις. μάλιστα δὲ τοῦ λόγου παρατηρεῖν ἄξιον, οἵαν τῶν κεφαλαίων βαδιούμεθα ἁμαξιτόν.
12.1.8 δείκνυμεν γάρ, ὡς πολεμίοις κηδεύειν οὐ σύνηθες. εἶτα τὴν Ἀχιλλέως προσθήκην ἀνόνητον ἀποφαίνοντες οὕτω τὰς ἐξ ἐκείνου περὶ τὸ Τρωικὸν συμφορὰς πανταχοῦ διασπείρομεν, ἵνα μὴ τῷ προτετάσθαι τὰ δυσχερῆ περιφόβων γενομένων τῶν Τρώων μάταιος ἡμῖν περὶ τῶν Ἀμαζόνων γένηται λόγος προκαταλαβόντος τοῦ δέους τὰς ἀκοάς. Ταῦτα ὑμῖν ἥκομεν ὑπὲρ τοῦ Πριάμου συντεθεικότες κατὰ τὴν πρώην ἡμῖν γενομένην ὁμολογίαν.
12.2.t 〈Μελέτη.〉 Εἰ μὲν κακοήθως προσδοκίᾳ τοῦ γάμου τὸν Ἀχιλλέα ψυχαγωγεῖς, ἵνα ταύτῃ κηλούμενος ἀμελέστερον προαχθῇ τοῖς Ἕλλησι χρήσασθαι, καλῶς εὗρες, ὅθεν ἐξαπατήσεις, ἀπατᾷ γὰρ τὸν ἐρῶντα ῥᾳδίως ἡ τοῦ τυχεῖν τῆς ἐπιθυμίας ἐλπίς· εἰ δὲ σπουδάζων τοσούτους ἀνάλωσας λόγους καὶ παιδὸς ἀγαθοῦ πατέρα πρεσβύτην ἐπιλαθέσθαι κελεύεις, οὐ θαυμαστόν τι ποιεῖς ἐν τοῖς ἑτέρου τέκνοις φιλοσοφῶν· ὡς εὐκολώτερον, οἶμαι, παντὶ παραμυθεῖσθαι τὸν πλησίον ἢ πταίσαντα καρτερεῖν.
12.2.2 εἰ μὲν οὖν ἀσπίδος ἐπιθυμήσας ἢ δόρατος, ᾧ πολεμῶν Ἕκτωρ ἐχρήσατο, τοῦτο λαβεῖν ᾔτησεν Ἀχιλλεύς, ἦν μὲν οὐ πόρρω λύπης περὶ κτῆμα παιδὸς ὁρᾶν ἕτερον ἔχοντα· τάχα δ’ ἄν τις ὑπέμεινεν ἑαυτῷ παρακελευσάμενος ἐνεγκεῖν φεύγων τὰς παρὰ τῶν ἔξω τοῦ πένθους διαβολάς· ἐπεὶ δὲ τὸ πάντων οἰκειότατον Ἕκτορι, τὴν ἀδελφήν, ἔχειν ὀρέγεται, τίς οὕτως ἔξω φιλοστοργίας ἐστίν, ὡς ἡγεῖσθαι κοῦφον εἶναι τὸ πρᾶγμα; Μέλλων δὲ ἤδη διὰ βραχέων ἐρεῖν, ὅπως ἔχω πρὸς τὰ τοῦ γάμου συμβόλαια, βουλοίμην ἂν πρῶτον, ὦ Τρῶες, τοσοῦτον εἰπεῖν· εἴ τις ὑμῶν ὡραίαν ἔχει γάμου παρθένον, ἐνθυμηθεὶς ἡλίκον ἐστὶ κακὸν πολεμίῳ θυγάτριον ἐγγυᾶν μηδεμίαν μου καταγνῷ μικροψυχίαν τοσαύτην ποιουμένου πρόνοιαν τῆς παιδός, ὅσην ἂν τῆς οἰκείας ἕκαστος ἔθετο.
12.2.4 ἐπιβουλεύων γάρ, ὡς ἔοικεν, Ἀχιλλεὺς εἰς ὅλην μου τὴν γονήν, ἐπειδὴ τὸ θῆλυ τῶν τέκνων ἐκ μάχης ἑλεῖν ἀπορεῖ, κατὰ συνθήκας πειρᾶται λαβεῖν, ἵνα μὴ μόνον ἀτυχής, ἀλλὰ καὶ λίαν ἀνόητος δόξω τῶν πλειόνων τε παίδων ἐστερημένος καὶ Πολυξένην ἐκδιδοὺς πολεμίῳ, ὥστε πειρωμένου τοιαῦτα Πολυδάμαντος ἀπατᾶν μεταξὺ πολλάκις ἐλογισάμην· μήποτέ με τῷ μεγέθει τῶν συμφορῶν ἀπειρηκότα πᾶν ὁτιοῦν ἑτοίμως πράττειν ὑπονοε ῖ ; Ἀλλὰ πρὸς τὸν περὶ τοῦ γάμου τρέψομαι λόγον· ἐγὼ γάρ, ὦ Τρῶες, οὐδ’ ἐκείνους μὲν ἀποδέχομαι τῶν γονέων, ὅσοι τὰς αὑτῶν ἐγγυῶσι θυγατέρας τοῖς παραπίπτουσι ξένοις, ὅπως ἔχουσι βίου μηδὲν τοῦ γείτονος πλέον εἰδότες· μάλιστα δὲ καταγινώσκειν φιλῶ τῶν πολεμίοις ἀνδράσι κηδεσταῖς κεχρημένων.
12.2.6 ὁ δὲ ἐμὸς νυμφίος ἐκ γένους τε δυσμενὴς καί με τοῦ χοροῦ τῶν παίδων ἐστέρησε. καλόν γε ἐκ τῆς θυγατρὸς αὐτῷ παῖδας ἰδεῖν. χαλεπὸν μὲν οὖν τοῦτο τῇ γυναικείᾳ νενομοθέτηται φύσει μετὰ τὴν ἐν θαλάμοις αἰδῶ τε καὶ σωφροσύνην ἀνδρὶ συνελθεῖν ἀλλοτρίῳ· σὺ δὲ τὸν κενώσαντα ἡμῖν τὴν οἰκίαν ὥσπερ τι κεχαρισμένον ποιῶν ἥκεις ἄγων Πολυξένῃ μνηστῆρα.
12.2.8 καί μοι παντελῶς ἐπιλελῆσθαι δοκεῖς τῶν χθὲς γενομένων· τί γάρ, εἰπέ μοι, πρώην ὁ Χρύσης—οἶσθά που τὸν Ἀπόλλωνος ἱερέα τὸν πρεσβύτην ἐκεῖνον, οὗ τὸ θυγάτριον Ἀγαμέμνων εἰλήφει—τί οὖν οὗτος μαθὼν ὀλίγου ψιλώσας χρημάτων τὸν οἶκον ἧκε λύτρα φέρων τοῖς Ἀχαιοῖς καὶ πάντας μέν, διαφερόντως δὲ τοὺς Ἀτρείδας ἱκέτευεν εὐχόμενος, εἰ δοῖεν τὴν Χρυσηίδα, τὴν Τροίαν ἑλόντας ἐπ’ οἴκου σωθῆναι. τίς ἡ πολλὴ προθυμία τοῦ γέροντος; οὐ γὰρ φαῦλος κηδεστὴς Ἀγαμέμνων οὐδὲ πρὸς αἰσχρὰν ἐπιθυμίαν ἕξειν ἔφη τὴν παῖδα, πάντα δὲ τὸν βίον αὐτῇ συνοικήσειν καὶ περὶ πλείονος Κλυταιμνήστρας ποιεῖσθαι.
12.2.9 ταύτην ἔχει πρόφασιν ὁ Χρύσης μάλιστα λέγειν, ὡς φεύγων ἐκδοῦναι πολεμίῳ τὴν κόρην οὐδὲν ἐξ ὧν ἡγεῖτο πείθειν ἀφῆκεν. εἶεν· τί δὲ τὸν Πηλέως ἀπέτρεψε γῆμαι τὴν Ἀγαμέμνονος θυγατέρα; οὔτε γὰρ αἰσχρὰν ἤκουσεν εἶναι τὴν ὄψιν οὔτε ἔξωρον ἤδη τυγχάνειν οὔτε τὴν προῖκα τῆς κόρης ἐφαύλισεν, ἀλλὰ πρὸς τὸν αὐτῆς πατέρα λελυπημένος ἀπεστρέφετο τὴν κηδείαν.
12.2.11 Σὺ μὲν οὖν οὐδὲ τῶν ἄρτι συμβάντων ἔοικας μνημονεύειν, ἐγὼ δέ σοι καὶ τὰ πρὸ τῆς ἐμῆς ἡλικίας ἐξ ἑτέρων παραλαβὼν διηγήσομαι. Ἦν Αἰήτης, ὃν ἔτι καὶ νῦν Ἕλληνες ᾄδουσι, τύραννος ἔθνους τοῦ παρὰ Φάσιν τὸν ποταμόν.
12.2.12 πρὸς τοῦτόν φασιν ἐπὶ τὸ κῶας Ἰάσονα πλεύσαντα καὶ περὶ πολλοῦ ποιησάμενον τὴν ἐκείνου λαβεῖν θυγατέρα πρὸς γάμον, μηδὲ τολμῆσαι λόγον αὐτῷ περὶ τούτου προσάγειν· ᾔδει γάρ, οἶμαι, μὴ δώσοντα τὸ θυγάτριον ἀλλοφύλῳ. εἶτα πάντες μὲν οὕτως, ἐγὼ δὲ τὸν ἄπαιδά με μικροῦ καταστήσαντα Πολυξένῃ .
12.2.13 .. Ὀδυνηρὸν μὲν τὸ πρᾶγμ α , φησίν, ἀναγκαῖον δὲ ὅμω ς , ὅτι μὴ συμμαχοῦντος ἡμῖν Ἀχιλλέως ἄπορος ἡ σωτηρία καὶ σφαλερὸν ἐπιτρέπειν Ἀμαζόσι τὴν πόλι ν .
12.2.14 τί γὰρ δράσουσι μέγα πολεμοῦσαι γυναῖκε ς ; ἐνταῦθα λέγει μέν τι Πολυδάμας, ὦ Τρῶες, οὐ μὴν ὅσονπερ οἴεται.
12.2.15 γυναῖκας μὲν ἀνδρῶν ἀσθενεστέρας εἶναί φημι, εἶναι δὲ παρὰ τὴν παίδευσιν τῶν ἔργων, οὐ τὴν φύσιν τοῦ γένους. εἰ γὰρ ἐκ φύσεως ἦμεν τεχνῖται τοῦ πολεμεῖν, τί μαθόντες εὐθὺς ἐκ παίδων τοὺς υἱεῖς ἠξιοῦμεν τῶν περὶ τὸ σῶμα γυμνασίων ἐπιμελεῖσθαι καὶ φοιτᾶν ἐπὶ κυνηγέσια καὶ θήραν ἀσκεῖν καὶ ὁπλιτεύειν τε καὶ τοξεύειν καὶ τὰς ἄλλας τέχνας μανθάνειν; ἔνθα γὰρ ἡ φύσις κυρία, πόνων οὐ δεῖ· οἷον οὐ δεῖται πόνου θεός, ὅπως ἀθάνατος εἴη, πέφυκε γάρ, οὐδὲ πειρᾶταί τις ἀνθρώπων εἶναι θεός· οὐ πέφυκε γὰρ οὕτως.
12.2.17 οὔτε ἄνδρας εἶδες ἂν γυμναζομένους οὔτε γυναῖκας τοῖς μὲν ἀποχρώσης τῆς φύσεως, ταῖς δὲ μὴ συγχωρούσης ἐπιθυμεῖν. τοσούτου δὲ ἀπέχει τὰ πολεμικὰ φύσει γίνεσθαι τοῖς ἀνθρώποις, ὥστε μηδὲ τὸν μίαν πολέμου παραλαμβάνοντα τέχνην τὰς ὑπολοίπους ἐπιστήμας οἴκοθεν ἔχειν, ἀλλὰ τοσούτων μὲν ὄντων τὸ πλῆθος τῶν Τρώων, τοσούτων δὲ τῶν πολεμίων οὐ ῥᾳδίως εὕροις ἂν τὸν αὐτὸν ὁπλίτην ὁμοῦ καὶ τοξότην καὶ τὴν ἱππικὴν ἐμπειρίαν καλῶς ἠσκημένον.
12.2.19 καὶ τί θαυμαστόν, εἰ γυναῖκας ἐδίδαξε πολεμεῖν ἡ μελέτη; κἂν ἄνδρες ἀφέντες τὰ ὅπλα τὴν ταλασίαν μετέλθωσι, ταχέως ὄψει τὰ γυναικῶν ἐργαζομένους. πόσους οἴει τὴν ὑφαντικὴν ταύτην εἰδέναι, πόσους εἶναι ποικιλτὰς ἐσθημάτων; λέγεται τὸν Ἀχιλλέα σχήματι περιστεῖλαι κόρης ἡ μήτηρ καὶ παρασκευάσαι τὰ παρθένων ποιεῖν. ὥσπερ οὖν ἡμᾶς ἡ πεῖρα τὰ γυναικεῖα διδάσκει, τί κωλύει καὶ γυναῖκας μελετῆσαί τι τῶν ἡμετέρων; κοινὴ γὰρ πᾶσα πρόκειται παίδευσις ὀξείας δεομένη ψυχῆς καὶ πυκνοτέρας μελέτης.
12.2.20 εἴτε δὲ ἀνὴρ εἴτε γυνὴ πειρᾶται μαθεῖν, οὐδέν, ὦ σοφώτατε, πρᾶγμα. τοιγαροῦν ἂν ὑφᾶναί σοι χιτωνίσκον τὰς Ἀμαζόνας αἰτήσῃς, φαῖεν ἄν· ἄνθρωπ ε , σαυτὸν ἀπατᾷ ς .
12.2.21 οὐχ ὁρᾷς ὅπλα φερούσα ς ; οὐ τοιαῦτα ἡμῖν νόμος ἐργάζεσθα ι . Ὡς μὲν οὖν οὐδὲν ἐμποδὼν Ἀμαζόσιν ἡ φύσις πρὸς πόλεμον, ἱκανῶς εἰρῆσθαι νομίζω· πάντως δὲ καὶ πρᾶξιν αὐτῶν ἀκοῦσαι ζητεῖτε πολεμικήν, εἴ πού τι λαμπρὸν καὶ τῆς τόλμης ἄξιον ἔδρασαν.
12.2.23 εἰσὶν οὖν Ἀμαζόνες αἱ καταδραμοῦσαι μὲν τὴν Ἀσίαν, καταδραμοῦσαι δὲ τὴν Εὐρώπην καὶ συνάψασαι τὰς ἠπείρους οὐδενὸς ἀντᾶραι τολμήσαντος. ἐγὼ 〈δὲ〉 καὶ τὸ παράδοξον αὐτὸ ταράξειν οἶμαι τοὺς Ἀχαιούς· μὴ γὰρ ἡγεῖσθαι θαρρῆσαι γυναῖκας, εἰ μή τι συνῄδεσαν αὑταῖς πρὸς τὴν νίκην. δῶμεν τοίνυν καὶ παρὰ φύσιν αὐτὰς καὶ μήπω τι λαμπρὸν εἰργασμένας τολμῆσαι.
12.2.24 οὐ γελοῖον οὖν γυναῖκας μὲν εἰδέναι θαρρεῖν, σὲ δὲ τὸν ἄνδρα φοβεῖσθαι, πρὸς θεῶν, ὦ Πολυδάμαν; οὔπω ποτέ σοι σκοπεῖν ἐπῆλθε τὰς θηλείας τῶν φυλάκων κυνῶν; οὐχ ἑώρακας οὖν οὐδὲ διὰ τὸν τῶν σκυλάκων τόκον τε καὶ τροφὴν οἰκουρούσας, ἀλλὰ συμφοιτώσας τοῖς ἄρρεσι τῆς ἀγέλης; Ἐδάκρυσα τοίνυν κατ’ ἐμαυτόν, ὅτε τῶν πρὸς Ἀνδρομάχην Ἕκτορος λόγων ἐμνήσθης ὡς ἐπιλαθομένων ἡμῶν.
12.2.26 ἴσμεν οἷα πρὸς αὐτὴν εἶπεν ἐκεῖνος, ἴσμεν δὲ καὶ τί ποιεῖν εἴωθεν Ἀνδρομάχη· ὥστε πρὸς τὸ τῆς γυναικὸς ἀποβλέπων ἦθος 〈ἐκέλευσε μὴ〉 μεμνῆσθαι πολέμου μηδὲ προκρῖναι τὸ χρῆμα τῶν εἰθισμένων αὐτῇ. εἰ δὲ Μενέλαος γυναῖκας προσεῖπε τοὺς Ἀχαιοὺς ἀτολμίαν αὐτοῖς ὀνειδίζων ἢ Διομήδης τὴν Ἀφροδίτην ἐκέλευσεν ἀπιοῦσαν γυναῖκας θηρᾶν, ἀκήκοα μὲν τούτων οὐδέν, οὐ γὰρ θαμίζω τοῖς μαχομένοις διά τε τὸ γῆρας καὶ μὴ φέρων παῖδας σπαραττομένους ὁρᾶν, οἶμαι δὲ πρὸς τὴν πλείονα μοῖραν τῶν γυναικῶν ἀφορῶντας ταῦτα εἰπεῖν, οὐ τὴν φύσιν αὐτὴν διαβάλλοντας.
12.2.28 Εἶεν· τὴν δὲ τῶν Ἰνδῶν ἐπικουρίαν, τὴν δὲ τῶν Αἰθιόπων προσθήκην ποῦ χοροῦ τάξομεν; πρῶτον μὲν γὰρ εἰκὸς τοὺς Ἕλληνας ἀθυμεῖν λογιζομένους, ὡς οὐδὲν ἄρα πέρας ἔσται ταλαιπωρίας ἀναφυομένων ἀεὶ τῇ Τροίᾳ συμμάχων. οἱ γὰρ εἰς ἐλπίδα τοῦ κατορθῶσαι μόλις ἐλθόντες μικροῦ τινος ἀντικρούσαντος εὐθὺς ἀναπίπτουσιν ἀνόνητα πονεῖν ἡγησάμενοι.
12.2.29 ἔπειτα ῥᾳδίως αὐτῶν ἄνδρες ἀκέραιοι περιέσονται ταῖς ἄνω καὶ κάτω συμπλοκαῖς κεκομμένων. Εἰ δὲ μὴ κακῶς ἐγὼ τὸ μέλλον τεκμαίρομαι, τὸν Φθιώτην εἰκάζω ταχέως πάλιν προσκρούσειν τοῖς Ἕλλησι λογιζομένοις, ὡς τό γε ἐπ’ αὐτῷ πρὸς ἡμᾶς ηὐτομόλησεν.
12.2.31 εἰ γὰρ πρὸς τὸ παρὸν ἔλαθεν ἐρασθεὶς καὶ περὶ γάμου πρέσβεις ἐκπέμψας, οὐ πάντα λήσει τὸν χρόνον· οἱ γὰρ ἐκτόπως ποθοῦντες εὐάλωτοι γίνονται, ἄλλως τε ὅταν τις κόρης ἁλῷ πολεμίας. ὁ γὰρ ἄτοπον ἔρωτα συνειδὼς ἑαυτῷ πυκνὰ τῷ συνειδότι περιφέρεται τὴν ψυχὴν καὶ δέδοικε μή τις ἕτερος αἴσθηται.
12.2.32 τὴν ὑποψίαν οὖν πολλάκις πειρώμενος ἀποκρούσασθαι τὴν ὑπὲρ τὸ δέον ἀπολογίαν ἔλεγχον ποιεῖται τοῦ κεκρυμμένου. εἰκὸς δὲ καὶ μὴ δυνάμενον καρτερεῖν ἐξειπεῖν τινι τῶν ἐπιτηδείων, τὸν δὲ ἑτέρῳ τινὶ τῶν γνωρίμων καὶ λοιπὸν οὕτω γενέσθαι φήμην τὸ πάθος.
12.2.33 μῖσος οὖν ἐντεῦθε καὶ διαβολαί· πάλιν ἐκεῖνος ἐρ ᾷ · μὴ νῦν Ἀγαμέμνων ἐστί ν ; ὁ δ έ , μικρόψυχος γά ρ , πάλιν ἴσως ἐπὶ τὴν σκηνὴν βαδιεῖται καὶ τὴν φιλτάτην ἀναλήψεται λύρα ν ; Οἱ μὲν λογισμοὶ ταῦτα καὶ πολλὰ τοιαῦτα δηλοῦσιν, ὦ Τρῶες· ἔχω δὲ λέγειν καὶ συμμαχίαν ἑτέραν ἔτι μείζω τῶν εἰρημένων, ἂν τὸν φόβον ὃν ὑμῖν ἐνέσκηψεν Ἀχιλλεὺς ἀποβαλόντες ἀκούσητε.
12.2.34 τίς οὖν ἐστιν αὕτη; εἰσίν, ὦ Τρῶες, θεοὶ τῆς ὁσίας κηδεμόνες τῶν οἰχομένων.
12.2.35 ἐφορᾶν καὶ σκοπεῖν τετάχαται, μή τίς τι περὶ τὸν ἀπελθόντα ποιεῖν ὑβριστικὸν ἐγχειρίσῃ. οὔκουν ἐν παρέργῳ ποιήσονται τὸν Ἕκτορος αἰκισμόν, ἀλλὰ πάλιν ὀψόμεθα τοὺς καταλόγους τῶν Ἀχαιῶν τῷ λοιμῷ φθειρομένους.
12.2.37 ὅτι γὰρ εἷς ἀνὴρ ἐναγὴς δημοσίας ἀπεργάζεται συμφοράς, τὰ χθὲς καὶ πρώην συμβάντα τοῖς Ἕλλησι μαρτυρεῖ. ὡς γὰρ τῶν Ἀγαμέμνονος ἀπειλῶν ἀκούσας ὁ Χρύσης ἔδεισέ τε καὶ ἀπῄει σιγῇ, μικρὸν ἀποχωρήσας ἐκ τοῦ στρατοπέδου πολλὰ τὸν θεὸν ἐθεράπευε λιταῖς τάς τε ἐπωνυμίας αὐτοῦ καταλέγων καὶ ἀπαιτῶν, εἴ τι πώποτε κεχαρισμένον δωρήσαιτο, τῖσαι τοὺς Ἀχαιοὺς τοῖς ἐκείνου βέλεσι δίκην.
12.2.39 οὕτως ἑνὸς ἀνδρὸς χάριν κοινὰς ὁ Χρύσης ποιούμενος τὰς ἀρὰς οὐ μείζω τῆς προσηκούσης ἔδοξε τῷ θεῷ τιμωρίαν αἰτεῖν· δι’ ὧν γὰρ ἐπένευσεν εὐχομένῳ, δικαίαν οὖσαν τὴν αἴτησιν ἔδειξεν. εἰ τοίνυν ἑνὶ χαλεπήναντες οἱ θεοὶ κοινὴν ἐπέβαλον τῷ στρατοπέδῳ φθοράν, πῶς οὐ κινήσονται νῦν πλημμελοῦντος μὲν εἰς τὸν νεκρὸν Ἀχιλλέως, ἐπιχαιρόντων δὲ τῶν ἄλλων τοῖς γενομένοις; τίς γάρ ἐστιν Ἀχιλλεῖ πρόφασις ἀνθρωπίνη τῶν πεπραγμένων; ὀργή, νὴ Δία.
12.2.41 ἀλλ’ εἰ μὲν εὐθέως ἡμῖν ἀπέδωκε τὸν νεκρόν, ἦν ἂν ὀξύτητα τρόπου καὶ θυμὸν αἰτιάσασθαι, τὸ γὰρ νόσημα τοῦτο δεῖγμα μόνον ἐστὶ μικροψυχίας καὶ ταχεῖαν τὴν μεταβολὴν ἔχει· τῷ δὲ μὴ ταχὺ μεταγνῶναι πᾶσίν ἐστι καταφανὴς τῆς ὁσίας ὑπεριδὼν μηδὲ λογίσασθαι δυνηθείς, ὅτι καὶ αὐτὸς ἄνθρωπος ὢν ἄνδρα μήτε χείρονος ῥώμης μήτε φαυλοτέρας γενόμενον τύχης ἄταφον ἐρρῖφθαι περιορᾷ. ἀλλὰ περιεῖδεν, ὦ Πολυδάμα, πρεσβύτην ἄνθρωπον ἐπὶ τὰς αὑτοῦ θύρας φοιτῶντα πατέρα ἔχων ἡλικιώτην ἐμόν.
12.2.42 εἶτα τοῦτον ἐγὼ λήψομαι τῇ παιδί; καὶ σὺ τοῦτο κελεύεις, ἵνα μηδὲν ἐκείνου δεόμενοι φόβῳ τοῖς Ἕλλησι δόξωμεν τὰς συνθήκας ποιεῖσθαι. Μὴ μνησικάκε ι , φησίν, ἀνδρὶ πρὸς διαλλαγὰς καταφεύγοντι καὶ μέλλοντι στέργειν Πολυξένην εἰς τέλο ς , εἰ καὶ τὴν Βρισηίδα παρεῖδε ν .
12.2.43 οὐ γὰρ ἴσον κόρην αἰχμάλωτον ἀγαπῆσαι καὶ βασιλέως θυγατρὶ συνοικεῖ ν . οἷα διεξελθὼν ἐρωτικὰ Πολυδάμας οἷον ἠγνόησεν, ὡς τὴν ὁμοίαν ὁ τῆς Ἀφροδίτης δύναμιν ἔχει, κἂν θεράπαιναν κἂν βασιλίδα τις ἀγαπᾷ.
12.2.44 καὶ τί λέγω τὴν τύχην; κἂν ἀπρεπῆ τις κἂν ὡραίαν ποθήσῃ γυναῖκα, παραπλησίως δεδούλωται τὴν ψυχὴν καλλωπιζούσης αὐτῷ τῆς εὐνοίας τὸ τῆς φύσεως αἶσχος. καὶ νῦν ὁ Φθιώτης, εἰ μὲν ἔτι ποθεῖ τὴν Βρισέως, οὐ πάνυ ζητεῖ Πολυξένην, οὐ γὰρ ἅμα δυοῖν ὁμοίως ἐρᾶν ἔμφυτόν ἐστιν ἀνθρώποις· εἰ δὲ Πολυξένης ἐρᾷ, παρεῖδεν ἐκείνην.
12.2.45 ἀμελήσας δὲ Βρισηίδος οὐδὲ πρὸς τὴν ἐμήν, ὡς εἰκός, βέβαιος ἔσται. ὅτι γὰρ οὐδὲ πρὸς ἐκείνην τὴν τυχοῦσαν εὔνοιαν ἔσχεν ἕτοιμον γνῶναι.
12.2.46 οὕτως νοσῶν ἰσχυρῶς τὴν ἐν πολέμοις φιλοτιμίαν καὶ ζηλοτύπως ἔχων 〈πρὸσ〉 τὸν Ἕκτορα καὶ μᾶλλον ἂν ἐκεῖνον ἡδέως ἑλὼν ἢ τὰς τρεῖς καὶ εἴκοσι πόλεις, γνοὺς εὐδοκιμοῦντα λαμπρῶς καὶ ὑπερπηδῶντα τὴν τάφρον καὶ τὸ τεῖχος ἐν φαύλῳ πεποιημένον καὶ τοῖς νεωρίοις ἤδη προσάγοντα πῦρ, οὐ φθονήσας αὐτοῦ ταῖς ἀριστείαις, οὐ τῶν οἰκείων ἐλεήσας τὴν συμφοράν, οὐ περὶ ταῖς αὑτοῦ δείσας ὁλκάσιν, αὐτὴ γὰρ αὑτὴν ἡ φλὸξ πέφυκεν αὔξειν μετρίας ἀρχῆς λαβομένη, τούτων οὐδὲν ἐννοήσας δέον, εἰ μὴ τὸν Ἀτρέως, τούς γε λοιποὺς Ἕλληνας ἀναιτίους ὄντας οἰκτεῖραι, οὐ γὰρ τῇ πρὸς ἕνα ζηλοτυπίᾳ πᾶσιν ἔδει χαλεπαίνειν, τῇ δὲ περὶ τὸ πλῆθος εὐνοίᾳ τῷ λυπήσαντι σπείσασθαι, ὁ δὲ καθῆστο, φασί, παρὰ τὴν σκηνὴν κιθαρίζων, ἵνα τις ἀγγείλῃ δηλαδὴ τῇ Βρισέως· πάντων αὐτῷ πρὸς ἐκείνην ὀλίγιστον μέλε ι . μικρᾶς εἶναί σοι φαίνεται ταῦτα φιλίας; Ἀλλ ὰ , νὴ Δί α , τὸν ἅπαξ κατὰ λύπην ἀποστάντα τοῦ πολεμεῖν ἀναμεῖναι τοὺς αἰτήσοντας ἔδει τοῦ μὴ καθάπερ παῖδα δοκεῖν ὀξέως οὑτωσὶ μεταβάλλεσθα ι .
12.2.48 καὶ τί πλέον ἐζήτεις, ὦ δύσερως Ἀχιλλεῦ; εἶδες λαμπρὰν ἐκ βασιλέως πρεσβείαν, τὸν ἀνεψιόν, τὸν τροφέα, τὸν φίλον· εἶδες ἀντιβολοῦντας, ὀδυρομένους, δῶρα διδόντας. καὶ βασιλεὺς ὠμωμόκει μὴ πλησιάσαι τῇ κόρῃ, σὺ δὲ πρὸς τὸν ὅρκον ὑπὸ τῆς ἐπιθυμίας ἠπίστεις μήποτε νομίζων τινὰ παιδὸς οὕτω καλῆς ἀποσχέσθαι· πᾶς γὰρ οἴεται πᾶσι τὴν ἐρωμένην ἀρέσκειν. εἰ τοίνυν οὕτω περὶ τὴν Βρισέως διατεθεὶς καὶ τὸν Μυκηναῖον ἀντερᾶν ὑποπτεύων, ὃ μάλιστα συνεῖχε τὸ φίλτρον, ἄπιστος γέγονεν ἐραστής, ποίᾳ δὴ πρὸς ἡμᾶς βεβαιότητι χρήσεται; Εἰ μὲν οὖν τὴν αἰχμάλωτον μόνον ἐτύγχανεν ἔχων, ἴσως ἂν ἐμαυτὸν ἐξηπάτων, ὡς γυνὴ καὶ τέκνον καὶ παιδοτροφία μεταγνῶναί ποτε καὶ σωφρονῆσαι ποιήσει· γυναικὸς δὲ οὔσης αὐτῷ καὶ μειρακίου καὶ πατρὸς οὐδέν ἐστιν ὃ τὴν πρὸς ἡμᾶς βεβαιώσει κηδείαν.
12.2.51 νῦν μὲν γὰρ ὑπὸ τῆς ἀκμῆς τοῦ πάθους οὐ σφόδρα μέμνηται τούτων, ὀλίγου δὲ χρόνου ποθήσει περιπτύξασθαι τὴν ἐν Σκύρῳ γυναῖκα καὶ τῷ παιδὶ τὰ πολέμια παραδοῦναι καὶ χεῖρα ὀρέξαι γεγηρακότι πατρὶ καὶ τὴν γλυκεῖαν πατρίδα θεάσασθαι καὶ τῷ παιδαγωγῷ διηγήσασθαι Χείρωνι τὰς πρότερον ἀριστείας, ἵνα μὴ μάτην ἐπ’ αὐτῷ πεπονηκέναι δοκῇ. ἔχει δὲ πολλὴν εὐφροσύνην καὶ τὰ τῆς νέας ἡλικίας γυμνάσια.
12.2.52 ἡδὺ γὰρ εἰς μνήμην λαβεῖν· ἐνταῦθα παῖς ὢν ἐθήρευο ν · ἐνταῦθα πρὸς τοὺς ἥλικας ἤριζο ν . τοσούτων οὖν εἰκότως αὐτὸν ἀνθελκόντων τίς ἡμῖν ἀσφαλείας ἐλπὶς ὑπολείπεται; Πρὸς γὰρ αὖ τοῖς ἄλλοις κακοῖς ἐστὶ καὶ Θετταλός· οἷς ἐπιχώριός ἐστιν ἡ ἀπιστία.
12.2.53 πότε γὰρ τοσούτων ἀγαθῶν Ἀχιλλεὺς εὑρήσει Πολυξένην αἰτίαν, ὅσων Ἰάσονι λέγουσι τῷ Θετταλῷ τὴν Αἰήτου γενέσθαι; καταλῦσαι μὲν γὰρ αὐτὸν παρὰ τῷ τότε Σκυθίας ἄρχοντι, ἄθλου δὲ φοβεροῦ προτεθέντος, περὶ οὗ πολλά τε δὴ μυθολογοῦσι θαυμαστὰ καὶ δὴ καὶ δράκοντα καθάπερ ἄγρυπνον φύλακα τὸ κῶας φρουρεῖν, διὰ Μηδείας αὐτὸν τῶν ἀτόπων φασμάτων κρατῆσαι καὶ λαβόντα τὸ δέρας ἐπὶ τὴν Κορινθίων σὺν αὐτῇ καταπλεῦσαι πίστεις ἐν Κόλχοις παρασχόμενον ἰσχυρὰς ἦ μὴν ἔχοντα στέρξειν.
12.2.54 ταύτην τὴν ἄνθρωπον τὴν τῆς σωτηρίας αἰτίαν παῖδας ἤδη δύο τεκοῦσαν αὐτῷ παρ’ οὐδὲν ποιησάμενος ἑτέραν ἐμνήστευε. πῶς οὖν ὁ Θετταλὸς Ἀχιλλεὺς ἀγαπήσει Πολυξένην εἰς τέλος ἀγαθὸν ἐξ αὐτῆς οὐδὲν πεπονθώς; Σὺ μὲν οὖν μακρὸν ἀπέτεινας λόγον τὸν Ἀχιλλέα δεικνὺς ὡς Πολυξένης μᾶλλον ἢ τῆς Λυκομήδους ἐρᾷ τὸν μείζονα πόθον ὀχυρώτερον ἡγούμενος εἶναι· ἐγὼ δὲ τοὺς ἄγαν ἔρωτας ἐπισφαλεῖς ὄντας ὁρῶ.
12.2.57 εἰ μὲν γὰρ πολλῆς αὐτῷ συνηθείας πρὸς Πολυξένην ἡγησαμένης κατανοήσας κόσμιον ἦθος 〈καὶ〉 ἄδολον ὁμιλίαν οὕτως ἠράσθη, βεβαίαν ἴσως ἐνῆν ἐλπίσαι τὴν εὔνοιαν· νῦν δὲ ἐκ πρώτης ὄψεως ἥλω καὶ κάλλους ἐστίν, οὐ τρόπων χρηστῶν ἐραστής. αἱ δὲ τοιαῦται φιλίαι βραχὺν ἀνθοῦσι καιρόν· ἐρωτικὰ γὰρ παρασκευάζεις εἰπεῖν ἐπὶ γήραος οὐδῷ. Πολλὰ δέ μοι πρὸς τούτοις ἔπεισι λέγειν.
12.2.58 τίς γὰρ ἔσται πρὸς ἀλλήλους αὐτοῖς ὁμιλία πρὸς εὔνοιαν ἄγουσα; διηγήσετα ι , νὴ Δί α , τὰ τρόπαι α . ἀλλὰ τὸ μέγιστον αὐτοῦ τῶν τροπαίων Ἕκτωρ ἐστὶ πεπτωκώς. ἀκούσεται Πολυξένης τὰς Ἕκτορος νίκας διηγουμένη ς . ἀλλὰ μέγιστον ἐκείνῳ τῶν ἔργων ὁ Πατρόκλου γεγένηται φόνος. ὄψετα ι , φησίν, αὐτὸν ἐκ τῶν περιβόλων εὐδοκιμοῦντ α .
12.2.59 πάνυ γε, ἵνα θεάσηται τὸ χωρίον, ἔνθα τὸν ἀδελφὸν ἑλκόμενον εἶδεν. οὐκ οἶσθα ὅτι καὶ τὸν τόπον αὐτὸν ἐν ᾧ κακῶς πράττουσιν ἄνθρωποι δεινῶς ἀποστρέφονται, κἂν ἐντεῦθεν αὐτοῖς συμβαίνῃ παραδραμεῖν, ἕλκονται μὲν εἰς θέαν ἐνίοτε τοῦ χωρίου τῇ μνήμῃ τῆς συμφορᾶς, φιλονεικοῦσι δὲ μεταφέρειν εἰς ἔννοιάν τινα τὴν ψυχήν, ἵνα περὶ ταύτην, ὡς εἰκός, ἀσχολούμενοι τὴν ἐπιθυμίαν τῆς θέας βιάσωνται. ὥσπερ γὰρ οἱ τῶν παιδικῶν ἀπολαύοντες ἥδονται τοὺς τόπους ὁρῶντες ἐν οἷς διελέχθησαν ταῖς ἐρωμέναις, καὶ τὸν τόπον τῆς συμφορᾶς ἀποφεύγουσι. Καὶ δῆτα θῶμεν, ὡς ἀγαπήσει καὶ περὶ παντὸς ποιήσεται Πολυξένην.
12.2.60 οἴκοι δὴ τὰ πολλὰ διημερεύσει τῇ νεογάμῳ παρακαθήμενος γυναικὶ μηδὲ εἰ κινεῖταί που πόλεμος ἐθέλων εἰδέναι. τῆς γὰρ ἐπιθυμίας ὅλον ὑφ’ ἑαυτὴν καθελκούσης τὸν λογισμὸν αἱ περὶ τῶν ἄλλων πραγμάτων ἠρεμοῦσι φροντίδες. τί οὖν, ὦ Τρῶες, ποιήσομεν ἐπικειμένων τῶν Ἀχαιῶν; ἐροῦμεν, νὴ Δία· πρώην ἔγημεν ἅνθρωπος καὶ συγγνώμη τῆς γυναικὸς ἐχομέν ῳ .
12.2.61 τοῦτο γὰρ ἡμῖν ἔσται λοιπὸν ἢ καταβοᾶν τε καὶ θυροκοπεῖν ἐπὶ τὴν οἰκίαν ἐλθόντας. Ἀλλὰ γὰρ σοφὸς ὤν, ὦ Πολυδάμα, τοῦτο παντελῶς εὔηθες ἐποίησας, ὅτι με τὴν θυγατέρα πρὸς γάμον ἐκδοῦναι παρακαλῶν ἐδείκνυς μὲν τὸν Τελαμῶνα περὶ πλείονος τῆς συνοικούσης αἰχμάλωτον θέμενον, ἐδείκνυς δὲ τὸν Ἀγαμέμνονα παραπλήσια δράσαντα ὥσπερ ὑποψίαν ἡμῖν καὶ φόβον βουλόμενος παρασχεῖν, μή τινα τῶν διακόνων Ἀχιλλεὺς τιμιωτέραν ἄγῃ τῆς Πολυξένης.
12.2.63 Ἐπεὶ δὲ φιλοστοργίαν ἡμῖν ὀνειδίζεις, ὅτι μὴ πολεμίῳ τὴν παῖδα συνάπτομεν καὶ ταῦτα τοῦ Μυκηναίου πρὸς σφαγὴν ἐν Αὐλίδι τὴν αὑτοῦ δεδωκότος, ἄκουε τὴν πρόφασιν ἐν βραχεῖ· τὴν αἰτίαν γὰρ ὑποκλέψας τὸ γεγονὸς ὑμῖν διηγήσομαι. τὸ μέντοι πρᾶγμα τοῦτον ἐξ ἀρχῆς προῆλθε τὸν τρόπον. Ἔλαφον Ἀγαμέμνων εὐστόχως βαλὼν εἰπεῖν λέγεται νικῆσαι τῇ τοξικῇ καὶ τὴν ἄρχουσαν τῆς τέχνης θεόν.
12.2.64 ἀπλοίας δὲ συμβάσης ἐντεῦθεν τοῖς Ἀχαιοῖς οὐ πρότερον εἵμαρτο χρήσεσθαι πλῷ, πρὶν ἢ ζημιωθῆναι τὸν βασιλέα τῇ θυγατρὶ τῆς περὶ τὴν θεὸν προπετείας. ἐμοὶ δὲ τίς ἀνεῖλε θεῶν Ἀχιλλεῖ Πολυξένην ἐκδοῦναι; Ἀλλὰ φῄς, ὡς Ἀγαμέμνων οὐδὲ πρὸς γάμον ὤκνησεν Ἀχιλλεῖ μίαν ἐκδοῦναι τῶν θυγατέρων, ὅτι μὴ τὸν Ὀρέστην ὑπὸ τούτου σφαττόμενον εἶδεν, ὅτι κήρυκας ἐκέλευσεν ἄγειν τὴν κόρην καὶ τὴν ἐπὶ τούτῳ θεραπεύων ὀργὴν ἐδίδου τὴν παῖδα· ἐγὼ δὲ ποῖον Ταλθύβιον ἐπὶ τὴν σκηνὴν Ἀχιλλέως ἀπέστειλα; ποίαν ἥρπασα Βρισηίδα; Ἀλλὰ τῇ περὶ σὲ τὸν βασιλέα τῆς Τροίας αἰδοῖ τιμήσει τὴν σύνοικο ν · ὁ γὰρ ἀνὴρ ἄρχεσθαι καλῶς ἐπαιδεύθη καὶ τοὺς ἄρχοντας οἶδεν ἐρυθριᾶ ν .
12.2.67 ταῦτα γὰρ αὐτῷ μαρτυροῦσιν οἱ παῖδες Ἀτρέως, ὡς ἧκεν εὐθὺς καὶ προσπεσὼν πρὸς τὰ γόνατα τῷ Μυκηναίῳ μετρίοις ἐχρήσατο λόγοις· ὦ βασιλε ῦ , νέος εἰμὶ καὶ ὀξὺς καί με θυμός τις ἐρωτικὸς ὑποδὺς οὐκ οἶ δ ’ ὅπως συνήρπασε ν , ἀλλὰ νῦν ἐντὸς ἐμαυτοῦ γεγονὼς ἔγνων ὅποι προήχθην καὶ σωφρον ῶ . τούτων οὐδὲν εἰπεῖν ἐκεῖνον ἀκούομεν. εἰ μὲν οὖν ἄπαις ὑπῆρχον τέκνων ἀρρένων, ἤνεγκεν ἄν με τό τε γῆρας ἐρυθριῶν καὶ παρὰ πόδας ὁρῶν μοι τοῦ βίου τὴν τελευτὴν ἐλπίζων μικρὸν ὕστερον κληρονομήσειν τῶν σκήπτρων· παίδων δὲ ὄντων ἀρρένων καὶ τοῦ κοινοῦ κελεύοντος νόμου παῖδα παρὰ πατρὸς ἐκδέχεσθαι τὴν ἀρχὴν πῶς ἀξιώσει πολλοὺς ἔχειν δεσπότας ὁ πρὸς ἕνα μόνον ὁμόφυλον μὴ μέτριον αὑτὸν δεδωκώς; καίτοι τῶν μὲν Ἑλληνικῶν ἔστω νομίμων συνήθης, τὰ δὲ παρ’ ἡμῖν ἔθη παντάπασιν ἀγνοεῖ· πᾶσι δὲ πᾶν ἄηθες χαλεπόν.
12.2.69 μὴ γὰρ ὅτι τὸ ῥῆμα φεῦγε μά λ ’ εἶπεν Ἀγαμέμνων, τοῦτο νομίσομεν Ἀχιλλεῖ νέμειν συγγνώμην. ᾔδει γὰρ ἐκ θυμοῦ τὸ ῥῆμα διαφυγὸν προλαβόντος τὸν λογισμόν. καὶ μὴν οὐδὲ ἄφνω συνταραχθεὶς Ἀγαμέμνων ὅλος γέγονε τῆς ὀργῆς, ἀλλ’ ἀφῆκεν Ἀχιλλεῖ τὴν τῆς μεταστάσεως ἐξουσίαν καὶ προσέθηκεν, ὥς φασιν, εἴ τοι θυμὸς ἐπέσσυτα ι . ἔστι δὲ καὶ τοῖς δευτέροις τεκμαίρεσθαι μὴ τῇ πρὸς τὸν βασιλέα τιμῇ γεγονέναι τὴν ἀναχώρησιν· τὸν γὰρ ἐπειδὴ φεύγειν ἤκουσε μεταστάντα τῆς συμμαχίας ἔδει κληθέντα πάλιν ἐλθεῖν.
12.2.70 πολλὰ μὲν γὰρ αὐτὸν προέτρεπε πείθεσθαι, πάντων δὲ μάλιστα τὸ μὴ περιπεσεῖν οἷς ἐμέμφετο τὸν Ἀτρέως. τί γὰρ ἐκεῖνον ἐμέμφετο; ὅτι τὴν ἐρωμένην πρὸ τῆς σωτηρίας ἐποιεῖτο τῶν ὁμοφύλων.
12.2.71 οὐ γὰρ δὴ λοιμῷ μὲν ἀναλίσκεσθαι δυσχερές, πολέμου δὲ φορητὸν ἀπιέναι, ἀλλὰ τοσούτῳ δεινότερον, ὅσῳ τὸ μὲν ἐκ τύχης συμβαίνει, τὸ δὲ σημεῖόν ἐστιν ἀνανδρίας. ἀλλ’ ὅμως τοῦ Μυκηναίου βιασαμένου τὸν ἔρωτα καὶ τῷ Χρύσῃ προῖκα τὸ θυγάτριον δεδωκότος οὐδὲ ζηλωτὴς γέγονεν οὗτος δῶρα λαμβάνων.
12.2.72 καίτοι τὸν Ἀγαμέμνονος πόθον, ὡς εἰκός, ἰσχυρότερον εἶναι μήπω πλησιάσαντος τῇ Χρυσηίδι· τοῖς γὰρ ἐρῶσι τὸ μὲν τῆς ἐπιθυμίας τυχεῖν ἀπομαραίνει τὸ πάθος, τὸ δὲ σφάλλεσθαι παντελῶς ἐξάπτει τὸ νόσημα. τοσούτων οὖν αὐτὸν προτρεπόντων ἐπὶ τῆς αὐτῆς ἔμεινεν ὑπεροψίας· οὕτω σφόδρα γέ ἐστι τοῖς ἄρχουσιν εὐπειθής.
12.2.73 καὶ μὴν ἐξῆν αὐτῷ θυμοῦ τε κρείττονα δόξαι καὶ τῶν βασιλέων ἀνέχεσθαι καὶ σῶσαι τοὺς ἀναιτίους καὶ λυπῆσαι τὸν Ἀγαμέμνονα. ὅτε γὰρ ἐκεῖνος ἄγειν ἠπείλει τὴν κόρην, ἔδει καρτερῆσαι καὶ μεῖναι καὶ δεῖξαι τοῖς Ἕλλησιν, ὡς οὐ μιμεῖται τὸν Ἀγαμέμνονα καὶ μιᾶς εἵνεκα κόρης τὴν κοινὴν προδίδωσι σωτηρίαν· οὕτω γὰρ αὐτὸς μὲν ἐδόκει κρατεῖν ἔρωτος καὶ θυμοῦ καὶ τοῖς ἄρχουσι πείθεσθαι, οἱ δὲ μηδὲν ἡμαρτηκότες ἐσώζοντο, Ἀγαμέμνων δὲ πολλῇ περιέπιπτεν ἀθυμίᾳ μιμητὴν οὐκ ἔχων τῆς ἀκρασίας, μὴ προσλαβοῦσα γὰρ κοινωνὸν πονηρία μεῖζον ὄνειδος φαίνεται.
12.2.75 Καὶ ταῦτα μὲν ὡς ἡμαρτηκότος Ἀγαμέμνονος ἔφην· ἐκ δὲ τῶν πεπραγμένων σκοπῶν εὑρίσκω πλημμελήσαντα τὸν Φθιώτην. ἄνθρωπον ἄρχειν αἱρεθέντα τοῦ στόλου καὶ λαχόντα τὸ κῦρος τῶν ὅλων ἰδιώτης ὢν ἐλοιδόρει καὶ συνῆγεν ἄνευ βασιλικοῦ νεύματος ἐκκλησίαν. ταχύ γε ἡμῖν ἐπιτρέπουσιν αὐτῷ τι ποιεῖν προσέξει τὸν νοῦν ὁ τοὺς Ἀτρείδας οὕτω προπηλακίζων. Ἀλλὰ καλός γε τὴν ἰδέαν καὶ πλείστην εἰς Πολυξένην εὔνοιαν ἔχω ν , ὥστε πανταχόθεν αὐτῇ γενήσεται προσφιλή ς .
12.2.76 οὕτως οὖν οἴει τραφῆναι τὴν Πολυξένην, ὡς μὴ μᾶλλον ἀνδρὸς ἀρετὴν ἢ κάλλος διώκειν; τοῦτον δὲ τίς νοῦν ἔχουσα ποθήσει γυνή; οὐ δύσκολος, οὐ μεστὸς ἀλαζονείας, οὐ τοῖς ἀφροδισίοις ἐκδεδομένος, ὃ μάλιστα δάκνει σεμνῶς ἠγμένην παρθένον; ἐγὼ μὲν οὐδὲ σφόδρα καλὸν αὐτὸν οἶμαι Πολυξένῃ δοκεῖν.
12.2.77 πρὸς γὰρ τὴν εὔνοιαν καὶ μῖσος τῶν ὁρώντων εὖ τε καὶ φαύλως ἔχειν ἡ θέα δοκεῖ· ὁ μὲν γὰρ εὔνους θεατὴς ἀβασανίστως ὁρῶν ἐπαινεῖ, ὁ δὲ μὴ τοιοῦτος ἀπρεπῆ βουλόμενος εἶναι τὸν δυσμενῆ τοιοῦτον ὁρᾶν ἑαυτὸν πείθειν φιλονεικεῖ. Φέρε, εἰς δὲ τὴν Βρισηίδα τί δράσει κηδεύσας ἡμῖν; πότερα περιόψεται καὶ καταλείψει τοῖς Ἀχαιοῖς; οὐκοῦν ἐπισφαλὴς ἡ κοινωνία τοῦ γάμου; κἂν γὰρ ἤδη τυγχάνῃ τὸν εἰς ἐκείνην ἔρωτα καταλύσας, ἐπειδὰν αἴσθηται συνοῦσαν ἑτέρῳ, πάλιν, οἶμαι, ζηλοτυπήσας ἐρᾷ.
12.2.78 οὕτω πολλοὶ λήξαντες στέργειν ἐκ τοιαύτης ὁμοίως ἐνόσησαν ἔριδος. εἰ δὲ ἐρωτικὸς ὢν καὶ τοῦτο προορώμενος ἥξει φέρων ἐκείνην, πρῶτον μὲν αὐτῷ τῷ προορᾶσθαι δῆλός ἐστι μήπω πᾶσαν τὴν εἰς αὐτὴν φιλίαν ἀποτριψάμενος· οὐ γὰρ ἂν εἰς τοιαύτην ἐπίνοιαν ἦλθεν ἄρδην καταφρονήσας αὐτῆς.
12.2.79 ἔπειτα εὐθὺς ἅμιλλα καὶ στάσις περιέξει τὸν οἶκον, φύσει γὰρ δύσερις πᾶσα γυνή, καὶ τὸ πρᾶγμα πείσει φιλονεικεῖν ἀμφοτέρας, τὴν μὲν πάλαι συνοικήσασαν Ἀχιλλεῖ, τὴν δὲ συνελθοῦσαν αὐτῷ κατὰ νόμον καὶ κρείττονα τύχην αὑτῇ συνειδυῖαν. οὐ δεινὸν οὖν, ὦ Τρῶες, κόρην ἐν βασιλείοις τραφεῖσαν πρὸς θεραπαινίδα ζυγομαχεῖν, διαβεβλῆσθαι δὲ παρ’ αὐτῆς πρὸς τὸν ἄνδρα; τί γὰρ οὐ λέξει πρὸς 〈αὐτὸν〉 εὐνὴν ἠδικημένη γυνή; ὡς ἐδάκρυσεν Ἕκτορος Πολυξένη μνησθεῖσα.
12.2.80 ὡς οὐ γάνυται τῷ γάμῳ. ὡς ἀλγοῦσαν εἰκὸς ἅμα τοῖς γονεῦσιν ἐπιβουλὴν μηχανήσασθαι. καὶ λέγουσα πείσει τὸν Φθιώτην εὐκόλως· ὁ γὰρ καὶ πρὶν ἀκοῦσαι χαλεπὴν ὑπόνοιαν ἔχων μικρᾶς δεῖται πρὸς ἔχθραν διαβολῆς. ὅλως δὲ οὐδαμόθεν ὁρῶ φιλίαν γενησομένην.
12.2.81 εἴτε γὰρ αὐτῷ ποτε συγκαθεύδουσα Πολυξένη λάβοι τι τοιοῦτον εἰς νοῦν· τοὺς ἐμοὺς οὗτος ἀδελφοὺς ἀποκτείνας ἐμοὶ συνοικεῖ εἴτε προϊόντος τοῦ χρόνου καὶ τοῦ πόθου κατὰ μικρὸν ἐνδιδόντος Ἀχιλλεὺς ἐννοήσειεν· ἐμὲ δὲ τὴν ἀδελφὴν ἔχειν τοῦ διαφθείραντος τὸν ἑταῖρον ὃν ἶσον ἐμῇ κεφαλῇ ζῶντα ἠγάπω ν , διαφορὰ καὶ μῖσος ἐντεῦθεν γενήσεται. σὸν οὖν ἔργον ποιῆσαι τὸ προμνηστρίας καὶ διαλλάξαι στασιάζοντας ἀμφοτέρους. Θαυμάζω δὲ εἰ μεμφόμενος τὸν Ἀλέξανδρον, ὅτι τὴν Ἑλένην ἄνδρα καὶ θυγάτριον ἔχουσαν ἥρπασεν, ἀξιοῖς με νυμφίῳ δοῦναι τὴν κόρην γυναῖκα κεκτημένῳ καὶ παῖδα.
12.2.82 οὐ γὰρ ἧττον ἀδίκημά μοι δοκεῖ γυναῖκα διαζεῦξαι τοῦ συνοικοῦντος ἤπερ ἄνδρα γυναικὸς ἀποστῆσαι. Παῦσαι δή μοι ῥήματα πλέκων· εἰ μὲν καλὸν ὁ θυμό ς , μὴ μέμφο υ , φησί, τὴν Ἀχιλλέως ὀργή ν · εἰ δὲ μὴ τοιοῦτο ν , τί χαλεπαίνεις τοῖς ἀδικοῦσι ν ; ἐγὼ δὲ καλὸν μὲν εἶναι τὸ χρῆμά φημι καὶ ὑπάρχων πρεσβύτης οἶδα θυμοῦσθαι τοῖς ἁμαρτάνουσιν, οὐ μὴν ἐπαινῶ γε θυμὸν ἔξω τοῦ μέτρου φερόμενον.
12.2.84 πολλὰ γὰρ χρήσιμα πρὸς τὸν βίον, ἅπερ ἐκβάντα τοῦ μέτρου λυμαίνεται· οἷον τὸ γυμνάζεσθαι καὶ πονεῖν καλὸν καὶ λυσιτελὲς καὶ πρέπον ἀγαθοῖς νεανίαις, ἀμέτρως δὲ γινόμενον βλαβερόν. αἱ φιλοτιμίαι τοὺς χορηγοῦντας σεμνύνουσι καὶ περιέρχεται τούτων ὄνομα πανταχοῦ. εἰ δέ τις εἰς ἃ μὴ προσήκει ποιοῖτο τὰς δωρεάς, ἄσωτος ἐνομίσθη. οὕτως ἐν πᾶσι τοῖς πράγμασιν ἔστι τις ὅρος ὃν οὐ δεῖ παριέναι. Οὐκοῦν παύσῃ τεχνάζων καὶ γάμους ἡμᾶς τελεῖν ἀξιῶν; εἰς καιρόν γε, νὴ Δία, παῖδας ἀρτίως ἀποβαλόντα πρεσβύτην ἐστεφανωμένον κωμάζειν καὶ γαμήλιον ᾄδειν τήν τε παῖδα προάγειν κεκοσμημένην καὶ λαμπρῶς ἑστιᾶν τὰ τέλη τῶν Τρώων; Ταῦτά με πείθει τὸν τῆς θυγατρὸς ἀναβαλέσθαι γάμον, καὶ μᾶλλον ἂν εὐξαίμην αὐτὴν γηρᾶσαι παρθένον ἢ συνοικῆσαι τῷ πάντων ἐχθίστῳ.
12.2.87 ἔστι δὲ ταύτης 〈καὶ〉 ἡ Πολυξένη τῆς γνώμης. ὡς γὰρ ἐκ τῶν βασιλείων ἕτοιμος ἦν εἰς ὑμᾶς προϊέναι, λαβομένη μου τῆς χειρὸς καὶ μόλις ἐκ τῶν δακρύων ἀνενεγκοῦσα πάτε ρ , φησίν, ἄλλοτε μὲν οὐδαμοῦ φιλόνεικον εἶδες τὴν σὴν θυγατέρα οὐδὲ ἔστιν ὅ τι προσταχθεῖσα ποιεῖν οὐ διηκόνησά σοι προθύμω ς · τῷ δέ μοι τοὺς ἀδελφοὺς ἀνελόντ ι , κἂν ἐπιτρέψῃ ς , ὦ πάτε ρ , οὐ πείσομαι συνοικεῖ ν . αἰσχύνομαι τὰς Τρωάδα ς · βαρὺ γὰρ ἑκάστης ἀκούει ν · ὁ Πολυξένης ἀνὴρ ἀνεῖλέ μοι τὸν υἱό ν , ἐμοὶ δὲ τὸν πατέρ α , ἐμοὶ δὲ ἐκένωσε τὴν παστάδ α . δεῖ δέ σ ε , ὦ πάτε ρ , ἔφη, καὶ τὴν Ἕκτορος ψυχή ν . εἶτα μέλλουσά τι λέγειν, ὦ Τρῶες, αὐτή τε τοῖς δακρύοις ἐπεστομίσθη καὶ κατήνεγκεν εἰς θρῆνον ἐμέ τε καὶ τὴν μητέρα. οὕτω δὲ ἐπὶ τούτοις ἡμῶν δακρυόντων ἐπεισέρχεται φέρουσα τὸν υἱὸν Ἀνδρομάχη βοῶσά τε καὶ κοπτομένη καὶ πρὸς τὸ παιδίον· μάτη ν , ὦ τέκνο ν , φησί, φέρων σέ ποτε ταῖς χερσὶν ὁ πατὴρ εὔξατο τοῖς θεοῖς ἄνδρα γενέσθαι καὶ τῆς πατρώας ἀρετῆς κληρονομῆσαι καὶ βεβαίως ἄρχειν τῆς Τροία ς .
12.2.89 πῶς γὰρ ἀκούσῃ τοῦ τεκόντος ἀμείνω ν ; πῶς ἀναβήσῃ μοι κομίζων ἐκ τῆς παρατάξεως λάφυρ α ; πῶς ἀθυμοῦσαν ἐμὲ τὴν κακοδαίμονα τέρψει ς ; ταῦτα γὰρ εὔξατό σε ποιεῖν ὁ πατή ρ , ἀνένευσαν δ έ , ὡς ἔοικε ν , οἱ θεο ί , καὶ πράξεταί σε δίκη ν , ὡς εἰκό ς , Ἀχιλλεὺς πατρικῆς ἀριστεία ς , ἵνα μηδὲ σπέρμα ἡμῖν Ἕκτορος καταλείψ ῃ . οἶμαι τοίνυν αὐτὰς ἐνθυμεῖσθαι τὴν ἐκκλησίαν καὶ ποτὲ μὲν ἐμέ, ποτὲ δὲ Πολυδάμαντα πείθειν ἐννοουμένας πρὸς ἡδονήν τε καὶ λύπην μεταβαίνειν ὀξέως.
12.2.91 Παῦσαι τοίνυν, ὦ Πολυδάμαν, ἐμοί τε καὶ τοῖς Τρωσὶ παραινῶν ἀνάγων σαυτὸν ἐπὶ τοὺς Ἕκτορος πόνους οὓς διετέλεσε προβεβλημένος τῆς Τροίας, καὶ ταῦτά μου κοπτομένου τὴν πολιάν, ὀλοφυρομένης δὲ τῆς μητρὸς καὶ προϊσχομένης τὸν τιτθόν, ὅν, ἡνίκα παιδίον ἦν Ἕκτωρ, ἔφη προτεῖναι πολλάκις, ἵνα μὴ κλαυθμυρίζηται καὶ βοᾷ. ΕΙΣ ΤΑ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΙΟΥΣΤΙΝΙΑΝΟΥ ΒΡΟΥΜΑΛΙΑ.
13 T 1 ΕΚ ΤΟΥ ΠΡΟΧΕΙΡΟΥ. Ἡ διάλεξις οἶδε μὲν τὴν βασιλέως ἀρετὴν καὶ λόγου χωρὶς διαλάμπουσαν, ὑφ’ ἡδονῆς δὲ κεκίνηται λέγειν ὅσα δίδωσιν ὁ καιρός.
13.1.1 Ἐποίησε Πίνδαρος καὶ θεοὺς ὀκνοῦντας ὑμνῆσαι τὰς τοῦ Διὸς εἰς ἀνθρώπους φιλοτιμίας. ἐδόκει γάρ, οἶμαι, τῷ ποιητῇ τοῦτο εἶναι μέγιστον ἐγκώμιον τοῦ Διός, εἰ μηδεὶς τῶν Ὀλυμπίων αὐτὸν ἐγκωμιάσαι τολμήσει. τοιγαροῦν καθῆστο μὲν ὁ Ζεὺς τῷ Πινδάρῳ τὸ πᾶν ἄρτι κοσμήσας, παρῆσαν δὲ οἱ θεοὶ σιωπῇ τεθηπότες τὴν ἀγλαΐαν τῶν ὁρωμένων, ἐρομένου δὲ τοῦ Διός, εἴπερ ἄλλου του δέοιντο, ἓν ἔφασαν οἱ θεοὶ τοῖς ἐκείνου δημιουργήμασι λείπειν, ὅτι μηδένα προήγαγεν ἀναβαίνοντα ταῖς εὐφημίαις ἄχρι τοῦ μέτρου τῶν τελουμένων.
13.1.3 ἀλλ’ ἐπεὶ Τηλέμαχος νέαν ἄγων ἔτι τὴν ἡλικίαν ἐζήλωσε τῆς εὐδαιμονίας τὸν βασιλέα τῆς Σπάρτης καὶ ζηλώσας οὐδαμῶς ἐκαρτέρει σιγῇ φέρειν τὸ θαῦμα καὶ παρακλίνας ἠρέμα τῷ Πεισιστράτῳ τὴν κεφαλήν, ἄμφω γὰρ ἅμα παρὰ τὸν Ἀτρέως ἡκέτην, δοκῶ μο ι , ἔφη, τήμερον ἐγώ τε καὶ σὺ καταλύειν ἐν τοῦ Διὸς τῇ αὐλ ῇ , φέρε δή, καὶ ἡμεῖς Ὁμηρικῶς τῶν Μουσῶν δεηθῶμεν τὸν Ὄλυμπον καταλεῖψαι καὶ ὑφηγήσασθαι οὐχ ὅστις δὴ πρῶτος ἀντίος ἦλθε τοῦ βασιλέως—οὐ γὰρ ἔστιν ὅστις ἀντίος ἦλθεν ἐκείνου—οὐδὲ εἰ κύων ἐστὶ λυσσητή ρ , οἷος ὁ τοῦ Πριάμου στρατιώτης Ὁμήρῳ πεποίηται—μὴ τοῦτο οὖν, εἰ δοκεῖ, τὰς Μούσας αἰτήσωμεν ᾄδειν, ἀλλὰ τῆς ἑορτῆς διηγήσασθαι τὴν αἰτίαν. Τὴν ἔριν εὔχομαι μὲν ἔκ τε θεῶν ἔκ τε ἀνθρώπων ἀπολέσθαι καὶ μέμφομαί γε τῷ ποιητῇ τοῦτο ἀμέλει, ὅτι προοίμιον τῆς ποιήσεως τὴν μῆνιν ἔγραψε τὴν Ἀχιλλέως· ἀτὰρ ὁρῶ καὶ ἀγαθῶν πρόφασιν ἐνίοτε γινομένην.
13.1.5 καὶ ὅτι μὲν ἑταιρίας ἀφορμὴ ἐγεγόνει τοῖς ἀμφὶ τὸν Διομήδην καὶ Γλαῦκον, ἧττόν μοι μέλει, ὅτι δὲ πανηγύρεων πρόξενος. Ἀθηναίων ποτὲ τὸ κοινόν, ἐπειδὴ αὐτοῖς ἐν Θήβαις ἡ Τύχη προσεμειδίασε, πανδήμοις εὐφραίνοντο θύμασι 〈καὶ〉 μεστὸν ἦν τὸ ἄστυ διηγημάτων εὐφήμων· ἡδὺ γὰρ ἐρωτᾶν καὶ ἀκούειν νίκης τε πέρι καὶ εὐπραγίας.
13.1.7 ἀλλὰ καὶ Ἀλέξανδρον τὸν Φιλίππου, οὐ γὰρ ἐπέρχεταί μοι πιστεύειν τοῖς μύθοις Διὸς εἶναι παῖδα τὸν ἄνθρωπον, ἐπειδὴ Πέρσας καθεῖλε, τοῦτο γὰρ πείθομαι, δαῖτά φασι ποιῆσαι βασιλικὴν καὶ τοῖς δαιτυμόσι προπίνειν φιλοτησίας. ἀλλ’ ὁ μὲν Μακεδὼν νεανίας ὀξύς τε ἄρα καὶ φιλοπόλεμος ἦν καὶ οὔποτε μᾶλλον ἐσπένδετο πρὸς ἡσυχίαν· οὔκουν εἰρηναῖόν τι παρὰ τὴν θοίνην ἐφρόνει, ἀλλὰ κελεύει τὸν αὐλητὴν μάχην αὐλῆσαι παρὰ τὴν εὐωχίαν· Ῥωμαῖοι δὲ τῆς καλῆς Ἡροδότου νουθεσίας οὐ δέονται, εὖ δὲ ἴσασιν, ὅτι μὴ πάντα 〈χρόνον〉 πονητέον ἀνθρώποις.
13.1.9 ταῦτά τοι παρὰ τὴν ὡραίαν ταλαιπωροῦντες χειμῶνος ἤδη προσβάλλοντος ἦγον ἐκεχειρίαν ἄτοπον ἴσως ὑπολαμβάνοντες εἶναι, εἰ Σκύθαι μὲν οἱ νομάδες, οἷς θηριώδης ὁ βίος καὶ οὐ νενόμισται φιλανθρωπία, οὗτοι μὲν ἴσασι πόνων ἀνακωχὴν 〈ἑορτὴν ἄγοντες τῇ δαίμονι〉, ἣν Ἰφιγένειαν ἐκεῖνοι καλοῦσιν ἐπιχωρίῳ φωνῇ, ἐν ᾗ πανδημεὶ θύουσιν οὐ συνήθη καὶ πάτρια θύματα, ξένους ἀνθρώπους, ἀλλ’ ἱερεῖα πᾶσι νενομισμένα, αὐτοὶ δὲ ὄντες Ῥωμαῖοι καὶ σέβοντες εὐνομίαν ἀπέραντα πολεμοῖεν. Ἦγον οὖν ἑκάστου γράμματος ἑορτήν.
13.1.10 καί μοι τεκμαιρομένῳ πως φαίνεται τὸ τῆς παρούσης ἡμέρας ὄντως εἶναι βασιλικόν. τό τε γὰρ εὐθὺ καὶ ἁπλοῦν καὶ ἐλεύθερον ποικιλίας εἰκών ἐστι καὶ σύμβολον, ὡς ἄρα ἡμῖν ὁ βασιλεὺς καθεδεῖται ἰθείῃσι δίκῃσι κατὰ τὸν Ἀσκραῖον δικάζων, εἴ γε τῆς ἀληθείας ἁπλοῦν εἶναι τὸν μῦθον ὁ τραγικὸς βούλεται λόγος. ἀλλὰ δὴ καὶ πρόχειρον ἅπασι τὸ στοιχεῖον καὶ γράφουσί γε ἀπόνως αὐτὸ ὁμοίως μὲν γέροντες, ὁμοίως δὲ παῖδες, ὁμοίως δὲ νέοι.
13.1.11 οὐ γὰρ πρὸς τὰ μέτρα τῆς ἡλικίας διανέμει τὰ ἀγαθὰ βασιλεύς, ἀλλὰ δίδωσιν ἅπασι τῶν αὐτῶν ἀρύσασθαι ναμάτων. εἰ δέ σοί ποτε τῶν γραμμάτων ἐπῆλθεν ἀριθμήσασθαι τὰς συλλαβάς, ἑώρακας, οἶμαι, πλήθει συλλαβῶν ὑπερέχον εἰκότως· μέγιστον γὰρ ἀξιωμάτων ὁ βασιλεύς.
13.1.13 ἔπρεπε δέ οἱ ἄρα, ὡς ἔοικε, μηδὲ ἐν τοῖς γράμμασι διεστάναι τῆς συνοικούσης, ἀλλὰ δὴ καὶ ἐν τούτοις ἐμφαίνει, ὡς μία τε καὶ κοινὴ πρὸς ἀλλήλους ἀμφοῖν ἁρμονία. οὐκοῦν ὁρᾶταί τι μέσον διαιροῦν αὐτοῖν τὰ στοιχεῖα. Πάντα μὲν οὖν, ὅσα ἂν δόξειε βασιλεῖ, λυσιτελεῖ τῷ βίῳ τῷ ἀνθρωπίνῳ, καὶ ἔγωγε ἀτεχνῶς ἄγαμαί τε καὶ ἐπαινῶ καὶ οὐδ’ ἂν ὁ Μῶμος αὐτά, φασί, μωμήσαιτο· σκοποῦντι δέ μοι ὅ τι ἂν αὐτῶν κάλλιστον εἴη, ταχέως ὁ τοῦ χοροῦ κορυφαῖος Σοῦμμος ἐφάνη χρυσίου πληγαῖς ἄτρωτος ὢν προσαγαγών τε ἡμῖν ὀψέ ποτε εἰς φῶς Εἰρήνην πάλαι δειμαίνουσαν καὶ οὐδ’ ἐλάττονι δέει συνεχομένην ἢ ὅτε αὐτὴν εἰς Διονύσου προήγαγεν ἡ κωμῳδία.
13.1.15 ἀλλ’ ἀδελφὸς ἀνδρί, τὸ τοῦ λόγου, παρείη. ταύτην εὖ μάλα εἰδὼς τὴν παροιμίαν οὐ πάντα ἐπιτρέπεις τῇ φύσει καίτοι ὢν ἱκανὸς ἐπινοῆσαί τε ὀξέως καὶ ἐπιτελέσαι ἔργῳ ὅ τι ἂν γνοίης, κοινωνὸν δὲ ὅμως ποιεῖς τῶν βουλευμάτων τὸν ἀδελφόν, ὃν Ἑρμοῦ λογίου τύπον εἰς ἀνθρώπους ἐλθεῖν ἔφη ἂν Ἀριστείδης. Τοσαύτην ὑμῖν, ὦ φιλότης, ἥκω παρασκευασάμενος εὐωχίαν· βραχὺς γὰρ ὢν ὁ καιρὸς οὐκ ἐνέδωκε συγκαλέσαι τοὺς εἰωθότας τῶν λόγων ὀψοποιούς.
14 T 1 〈ΟΙ ΛΥΔΟΙ.〉 Κῦρος ὁ Περσῶν βασιλεὺς αἰχμάλωτον εἷλε τὸν Λυδῶν ἄρχοντα Κροῖσο ν .
14 T pref νεωτερίζειν τι τοὺς Λυδοὺς περὶ τὴν βασιλείαν αἰσθανόμενος ἐκέλευσε γυμνωθέντας τῶν ὅπλων ἐσθῆτι γυναικείᾳ χρωμένους ᾄδειν τε καὶ κιθαρίζειν καὶ τοὺς παῖδας διδάσκειν τὰ παραπλήσι α , συστέλλειν ἐντεῦθεν αὐτοῖς τὸ φρόνημα μηχανώμενο ς . κινουμένης αὐτῷ μετὰ ταῦτα τῆς ἐπὶ Μασσαγέτας ἐφόδου Λυδοὺς μεταπέμπεται καὶ τὴν προτέραν αὐτοῖς ἀποδιδόντι σκευὴν ἀντιλέγουσ ι . μελετῶμεν τοὺς Λυδού ς . Θεωρία.
14.1.1 Ἄτοπόν τις, ὡς εἰκός, ὑποπτεύσει Λυδοὺς ἀντιλέγειν ὑπὲρ ἀδόξου στολῆς αἰσχυνούσης τὴν φύσιν δέον εἶναι περιχαρεῖς τῷ Κύρου προστάγματι καὶ τὴν ἀσχήμονα ταύτην ἀποθεμένους ἐσθῆτα τὴν συνήθη πανοπλίαν ἁρπάσαι. ταῦτα δὴ καὶ Λυδοὶ βούλονται μέν, βούλονται δὲ μὴ δοκεῖν.
14.1.2 εἰ γὰρ τῇ μετανοίᾳ τοῦ Κύρου δελεασθέντες ἔδειξαν ἐπὶ τῶν προσώπων τὴν εὐθυμίαν κροτήσαντές τε τὰς χεῖρας τοῖς ὅπλοις προσέδραμον, εἰς ὑπόνοιαν αὐτὸν ἀνεσόβουν δευτέρας ἐπαναστάσεως. τοιαύτην ὑφορώμενοι δόξαν τὴν ἀντιλογίαν ἐπὶ καιροῦ σχηματίζονται τὴν ἐξ ὧν πεπόνθασιν ἀνανδρίαν εἰρωνευόμενοι καὶ τοῦ Κύρου κατανοοῦντες τὴν γνώμην, μή ποτε διάπειραν αὑτῶν μηχανῷτο λαμβάνειν.
14.1.4 ὅθεν ἀρχόμενοι μὲν πολλὴν ὑποκρίνονται τὴν ἀσθένειαν οὐ συγχωροῦντες ὑποψίαν τῷ Κύρῳ παρενοχλεῖν· εἶτα συστείλαντες αὐτῷ τὴν ὑπόνοιαν βραχέα που λεληθότως τῆς αὑτῶν διασπείρουσιν ἀριστείας λάθρα ποιεῖν αὐτὸν ἐρεθίζοντες οὐχ ἅπερ δοκοῦσιν αἰτεῖν, ἀλλ’ ὧνπερ ὄντως ὀρέγονται. ἔχεις ἐξ Ὁμήρου τὸ σχῆμα παραλαβών, ἔνθα πεποίηκε τὸν βασιλέα τῶν Ἀχαιῶν δοκοῦντα μὲν εἰς ἀναχώρησιν ἀπρεπῆ τὸ πλῆθος παρακαλεῖν, δεινότητι δὲ καὶ περινοίᾳ ῥητορικῇ πεῖραν αὐτῶν τῆς γνώμης ποιούμενον.
14.1.6 εἰ δὲ πρὸς βασιλέα παρρησιάζονται, μηδεὶς βασκαινέτω. ὅ τε γὰρ Κῦρος πατὴρ ὣς ἤπιος ἦν ἐν τοῖς ἀρχομένοις ἥ τε περὶ τὸν Κροῖσον αὐτοῦ φιλανθρωπία τε καὶ τιμὴ δίδωσιν εἰκότως θαρρεῖν. καὶ τό γε πρόσχημα τῆς ἀπειθείας ἀδυναμίας, οὐ θράσους ἔμφασιν ἔχει.
14.1.7 Λυδοὺς δὲ καὶ ἄλλως εἰκὸς ἐλευθέριόν τι φρονεῖν μαχιμώτατον ἔθνος τῆς Ἀσίας βεβοημένους. Ταῦτα Λυδοῖς ἐχορήγησα δεομένοις πρὸς βασιλέα τῆς ἐκ λόγων ἐπικουρίας.
14.2.t 〈Μελέτη.〉 Ὅτε πρῶτον ἡμῖν, ὦ Κῦρε, φοιτήσας ἄγγελος ἐμήνυσεν ἥκειν, ἡγησάμεθά σε μουσικὸν ἐθέλειν ἐπιτελέσαι χορὸν καὶ τῆς ἀπὸ τῶν ᾀσμάτων ἐπιθυμῆσαι ψυχαγωγίας.
14.2.1 ὡς δὲ βαδίζοντες δεῦρο τοῦ κήρυκος ἐπυθόμεθα τὴν αἰτίαν, ἠρέμα πρὸς ἀλλήλους ἐβλέψαμεν ἐκπλαγέντες. λαβομένη γὰρ ἅπαξ ἡδυπαθείας ἡ φύσις μόλις ἐθέλει πρὸς τοὺς πόνους ἀναχωρῆσαι. τελοῦντες οὖν εἰς γυναῖκας καὶ χορδῶν ἁρμονίαν εἰδότες συνευχόμεθα πολέμου σοι κράτος, ἵνα τῶν ὅπλων ἀποτυχόντες ἀπὸ τῆς δευτέρας σε τιμήσωμεν τέχνης ἐπινίκια κρούσαντες μέλη.
14.2.3 μικροῦ μὲν οὖν παρὰ τὰς θύρας γενόμενοι τῶν βασιλείων διενοήθημεν πόρρω που τῶν δορυφόρων ἀποφυγεῖν· οὕτως ἡμῶν ἐκράτησέ τις αἰδὼς εἰς ἄνδρας ὡπλισμένους ὀψέ ποτε παριόντων. εἶτα λογισμὸν ἡμῖν αὐτοῖς δεδωκότες, ὡς οὐδὲν ὅ τι ἂν δοκῇ βασιλεῖ τοῖς πειθαρχεῖν δυναμένοις αἰσχρόν, οὕτω καταβραχὺ τὴν παρρησίαν τε συνηγάγομεν καὶ παρήλθομεν ἔνδον ἐλευθέριον βλέποντες.
14.2.5 εἰ μὲν οὖν ὡς ἐπὶ γυναῖκα στρατεύων, γυναῖκα γάρ φασιν ἄρχειν Μασσαγετῶν, ἁρμόττειν οἴει πρὸς ἐκείνην Λυδοὺς πολεμεῖν, ἐπαφρόδιτον μάχην βούλει συστῆσαι· εἰ δὲ τὸν χιτῶνα τοῦτον ἀποθέμενόν με κελεύεις οἴκοι τὴν ἀσπίδα ζητῆσαι καὶ στρατιώτην ἀναφύεσθαι πάλιν, ὅρα μὴ παίζειν δοκῇς ἐπιτρέπων αὐτοσχεδιάσαι τὴν ἀρετήν. εἰ γὰρ τὴν εὐκολωτέραν μεταβολὴν οὐ λίαν ἀμελετήτως ἔστι λαβεῖν, ἀλλὰ δεῖ τινος γυμνασίου καὶ ταῦτα τῶν ἀνθρώπων ἐπὶ τὸ ῥᾷον αὐτομολούντων, πῶς ἔνεστιν ἀνδραγαθίαν πολεμικὴν αὐθαίρετον εἶναι; ἅμα γὰρ ὅπλοις ἐκδυομένοις συνεκδύεται καὶ τὸν θυμὸν ἀνήρ.
14.2.7 ἐγὼ δέ σε ἠξίουν λαμπρὸν ἀρτίως ἆθλον ἠγωνισμένον καὶ μεγάλην κατορθώσαντα νίκην καὶ δορυάλωτον ἀγαγόντα Κροῖσον τὸν τοιοῦτον ἠξίουν εἰδότα τοῦ πολέμου τὴν φύσιν, ὅσης ἐπιμελείας δεῖται καὶ πόνων, μὴ νομίζειν ἡμῖν τὴν ἀνδρείαν ἀκέραιον παραμένειν ἐν γυναικείᾳ διαίτῃ. εἰ δ’ οὖν καὶ τοιοῦτος εἰσῆλθέ σοι λογισμὸς τοὺς ὧδέ σοι διακειμένους ἔτι ταῖς μάχαις δύνασθαι συντελεῖν, οὐ δημοσιεύειν ἡγοῦμαι χρῆναι τὸ πρᾶγμα.
14.2.8 μηνυόμενον γάρ, ὡς εἰκός, σοβαρόν τι παρασκευάσει Μασσαγέτας φρονεῖν καὶ ταῖς πύλαις ἐπιγελῶντας ἐγγράφειν· ᾔσθετο Κῦρος ἀνόνητα πολεμήσω ν , εἰ μὴ Λυδοὶ μετάσχοιεν τῶν ἀγώνω ν . οὐκ οὖν εἰς μέσον ἐχρῆν τὴν ἐξέτασιν ἄγειν, μόνον δέ που μόνῳ συνελθόντα τῷ Κροίσῳ κελεῦσαι πυθέσθαι Λυδῶν, εἰ μήπω διαλέλυνται τὴν ἰσχύν.
14.2.10 Ἡμῖν μὲν οὖν εἰς καταφυγὴν ἀπραγμοσύνης ἤρκει σιωπῇ τὴν ἐσθῆτα καὶ τὴν λύραν αὐτὴν ὑποδεῖξαι, τοῖς γὰρ εὐποροῦσιν ὁρωμένης ἀπολογίας οὐ πολλῶν καὶ ποικίλων δεῖ σοφισμάτων· ἐπεὶ δὲ τοὺς ἔργα θηλυπρεπῆ μετιόντας ὁπλίζειν ἐπιθυμεῖς, οὐ δόξομεν ἴσως δικαίων ἔρημοι λόγων. Ἡμεῖς, ὦ Κῦρε, τὰ πρόχειρα μὲν καὶ θέλγοντα τοὺς πολλοὺς καὶ πρὸς εὔκολον τέρψιν εὑρημένα τῷ βίῳ ταῦτα νομίζομεν εἶναι μὲν ἀπόνως ἐπιτηδεύειν, εἶναι δὲ παυσαμένους ἀνανεοῦσθαι βραχείᾳ μελέτῃ, τὰ πολέμια δὲ μακροτέρας ἐθέλει τυγχάνειν ἐπιμελείας.
14.2.12 νῦν οὖν ὅτε τὸ μὲν ἀρρενωπὸν ἀπετριψάμεθα τῆς ψυχῆς, εἰκῆ δὲ ταῖς ἡδοναῖς φέρεσθαι μεμαθήκαμεν, πόθεν ἀνακτησόμεθα πάλιν ἐμπειρίαν ἠμελημένην; δοκεῖς δέ μοι μάχης ἡμῖν ὀνειδίζειν ἀπαιδευσίαν ὑπολαμβάνων οὕτως ἀπειροκάλως ἡμᾶς καὶ μειρακιωδῶς ὅπλοις ἐπιχειρεῖν.
14.2.13 εἰ γὰρ λογισμὸς ὄκνον εἴωθε φέρειν, ἀνδρῶν ἐστιν ἀπείρων θρασύνεσθαι καὶ πολέμοις ἀσμένως ἐπιπηδᾶν. Ἀλλὰ τοὺς ε ὖ , φῄς, ἠσκημένους καὶ πυκνοτέροις ἀγῶσιν ἐπιδειξαμένους τὴν ἀρετὴν οὐ σφόδρα λυμαίνεται χρόνος βραχὺς ὁπόσος ἐστὶν ὑμῖν ἀμέλειαν ἐπιφέρω ν .
14.2.15 οὐ πέφυκεν ἔτι κινεῖν ἡμῖν τὸ φιλότιμον ἀρετῆς ὄνομα καὶ πυκνότης ἀγώνων καὶ φιλοπόλεμος ἄσκησις. πάλαι ταῦτα ἦν, ὅτε πρὸς θήραν καὶ κυνηγέσια πυκνῶς ἐξιόντες μετὰ κινδύνων ἐποιούμεθα τὰς μελέτας. ὅσα δὲ μόλις κατορθοῦται, ταῦτα σφαλερὰ γίνεται σμικρᾷ περιπεσόντα ῥᾳστώνῃ. τοὺς Σκύθας ἀγαθοὺς ἔχει τοξότας ἡ φήμη, καὶ τοῦτο ἐκείνοις ἐπιχωριάζει τὸ πλεονέκτημα.
14.2.16 ἐκ τούτων ἕνα φασὶν εἰς ἅμιλλάν ποτε προκληθέντα τὸν ἀγῶνα διαφυγεῖν. ὅρα τῆς ῥᾳθυμίας τὴν βλάβην· τοξικῆς ἔφυγεν ἔριν ὁ Σκύθης, ὅτι τῇ προτεραί ᾳ , φησίν, ἔτυχον ἀγύμναστος ὤ ν . μὴ τοίνυν ἡμᾶς εἰς ἐκδήμους ἕλκε στρατείας.
14.2.17 ἄλλος, ὦ Κῦρε, βίος ἡμῖν, ἄλλαι μελέται. ἀπόδος τοῖς οὐ ταῦτα παθοῦσι τὰ ὅπλα. ἄνδρας αἱ μάχαι ζητοῦσι. πάρεισιν ἐν τοῖς βασιλείοις δορυφόροι πολλοὶ καὶ λύρας ἄπειροι καὶ φέροντες ὅπλα. Λυδοῖς δὲ βίος ἐν γυναικείᾳ στολῇ καὶ μελέτη 〈μέλη〉 καὶ κρούσματα. θαυμάζω δὲ εἰ τὸν μὲν τοξότην οὐ ποιεῖς ὁπλιτεύειν οὐδὲ τὸν ὁπλίτην ἄφεσιν ἐπιτηδεῦσαι βελῶν καὶ ταῦτά τινος ὁμοιότητος ἐν αὐτοῖς ὑπαρχούσης, ἄμφω γὰρ ἔργα πολέμου· τοὺς δὲ φωνασκεῖν καὶ κιθαρίζειν εἰδότας φιλονεικεῖς ἀναμιγνύναι τοῖς στρατιώταις.
14.2.19 μὴ σύ γε· μὴ γὰρ οὕτω Κῦρος ὁ Καμβύσου γένοιτο συμμαχίας ἐνδεής, ὡς πολέμους πιστεύειν τοῖς εἰς τοῦτο χοροῦ τεταγμένοις, μηδὲ τοσαύτην σε ἀμαθίαν εἴη νοσεῖν, ὡς ἀγνοεῖν, ὅσον τὸ μέσον ἐμπειρίας πολεμικῆς καὶ μελῶν ᾀδομένων πρὸς λύραν. εἰ μὲν γὰρ εἰς ἐνέδραν καὶ λόχον συνιόντες παραπέτασμα δόλου τὴν γυναικείαν στολὴν πεποιήμεθα, πρόχειρον ἦν ἀποδύσασθαι τὴν ἀπάτην καὶ τὴν πανοπλίαν ἀζημίως ἀναλαβεῖν, ἐλπιζομένη γὰρ τῶν ὅπλων ἡ κτῆσις οὐ συνεχώρει θηλύνεσθαι τὴν ψυχὴν γυναικείοις ἐσθήμασι· τὸ δὲ μὴ προσδοκᾶν ἀσπίδος ἔτι τυχεῖν εἰς ἀνειμένην ἡμᾶς ἐκίνησε δίαιταν.
14.2.21 ὅτι γὰρ οὐ ῥᾴδιον ἐξ ἑτέρας εἰς ἑτέραν παρασύρεσθαι τέχνην, ἁπλοῦν καὶ σαφῆ διηγήσομαι λόγον. κατέπλευσεν εἰς ἡμᾶς ἔναγχος Ἕλλην τις ἀμέλει σοφὸς τά τε ἄλλα καὶ δεινὸς ἀσύμφορον ἐπιθυμίαν ἐκκόψαι. τοῦτον ὁ Κροῖσος, ἤρα γὰρ νήσων Ἑλληνικῶν, ἠρώτα μάλα σπουδαίως, εἴ τι λέγειν ἔχοι περὶ τὴν Ἑλλάδα νεώτερον.
14.2.22 τοῦ δὲ φήσαντος μυρίαν ἵππον πρίασθαι νησιώτας καὶ τὴν χώραν ἡμῖν ἐθέλειν ἱππόκροτον καταστῆσαι μειδιάσας ὁ Κροῖσος οὐδὲν ἔφη ταράττειν αὑτὸν ἀνθρώπους ναυτικὴν ἠσκημένους τολμῶντας ἱππεύειν. ὑπολαβὼν οὖν ὁ ξένος οὐδὲ νησιώτας ἔφη που θορυβεῖν τοὺς ἐξ ἀγαθῶν ἱππέων, λέγων ἡμᾶς ναυμαχεῖν πειρωμένους.
14.2.23 οὕτως, ὡς ἔοικεν, ἕκαστος περὶ ὃ διατρίβει, τοῦτο γινώσκει. Ἀλλ’, εἰ δοκεῖ, μικρὸν ἐπανελθόντες τοῦτο σκεψώμεθα· τοῦ χάριν σοι δοκοῦμεν γυμνασίοις ὁμιλῆσαι καὶ πόνοις; ἵνα γενώμεθα πολεμεῖν ἀγαθοί.
14.2.24 ποίαν τῆς ἀρετῆς ὄνησιν φερούσης τοῖς ὑπηκόοις; τὴν παρὰ τῶν ἀρχόντων εὔνοιαν καὶ τιμήν. ἡμῖν δὲ τὰ ὅπλα τίνος γέγονεν ἀφορμή; τῆς παρὰ σοῦ δυσμενείας καὶ μίσους. οὐκοῦν ἐξ ὧν ἠτυχήσαμεν, ταῦτα μισοῦμεν εἰκότως.
14.2.25 οὐκ ἔνεστι δὲ μισεῖν ἐπιστήμην καὶ μισοῦντα μεμνῆσθαι. ὥσπερ γὰρ ὁ τῶν τοιούτων ἔχων ἐρωτικῶς, κἂν ἔργῳ μὴ μελετᾷ, τῇ γε διανοίᾳ πειρᾶται φυλάττειν αὑτῷ μάχης εἰκόνα, οὕτως οἱ τῶν πολεμικῶν πεπαυμένοι, κἂν δοκῶσι γυμνάζεσθαι, παρέργως τοῦτο ποιοῦσιν οὐ συμπονοῦντος τοῦ λογισμοῦ. εἰ τοίνυν ἐπιθυμίας χωρὶς καὶ μελέτη γίνεται περιττόν, πῶς ἂν ἄνθρωποι μήτε μελετῶντες μήτε γλιχόμενοι μέγα τι δύναιντο δρᾶσαι; Εἰ μὲν οὖν ἐνδεὴς ἐτύγχανες ὑπηκόων, οὐκ ἂν ἡμῖν περιῆπτες ἄνανδρον σχῆμα καταφέρον εἰς ἐσχάτην ἀδυναμίαν, ὅπως, εἰ καταλάβοι τις αὖθις κατὰ τὸ ἀνθρώπειον κίνδυνος, ἔχοις ἡμᾶς διακονοῦντάς σοι τὰ πολέμια—ἦσαν γὰρ ἕτεροι τρόποι τὴν αὐθάδειαν ἡμῖν περικόπτοντες καὶ σοὶ προξενοῦντες δεινῆς ὑποψίας ἀπαλλαγήν· ἦν εἰς φαυλοτέραν ἡμᾶς καταλέγεσθαι τάξιν, ἦν καταβαίνειν εἰς σκευοφόρους, ἦν ἀπειλεῖσθαι.
14.2.27 καὶ φοβερὸν ἂν ἐδόκει Λυδοῖς κήρυξ ἐν μέσῳ βοῶν· βασιλεὺς Κῦρος ὑμῖν ἀπειλεῖ περιβάλλειν ἄτολμον σχῆμα καὶ ψιλῶσαι τῶν Ἄρεος ἔργω ν , ἢν μὴ παύσησθε τοιαῦτα νεωτερίζοντες —, ὁρῶν δὲ πάντα μεστά σοι γενναίων ἀνδρῶν εἰκότως ἡμᾶς παρ’ οὐδὲν ἐποιήσω. ὥστε μηδὲ ζήτει τούτους, οὓς περιττὴν ὡρίσω προσθήκην. σὺ Λυδοὺς ἐπαίδευσας μὴ μείζω φρονήματα τῶν ἐπιτηδευμάτων ἀσκεῖν τὸ περὶ τὴν βασιλείαν ἡμῖν ἐγχείρημα σωφρονίσας.
14.2.28 ἔστι δὲ τῆς αὐτῆς ὡς εἰπεῖν προπετείας ὑπηκόους πειρᾶσθαι δυναστείαν καινοτομεῖν καὶ τὰ γυναικῶν μετιόντας εἰς τὸ μάχιμον παραδύεσθαι. νόμος ὑμῖν λέγεται κεῖσθαι —καλὸν γὰρ ἡμῖν ἐδόκει Περσικὰς πολυπραγμονεῖν ἀρετάς—πέμπτον ἔτι τοὺς παῖδας ἄγοντας ἔτος εἰς τὰ διδασκαλεῖα φοιτᾶν καὶ μανθάνειν ἵππον ἀναβαίνειν καὶ βέλος ἀφεῖναι δῆλον ὡς μακροτέρας σπουδῆς δεομένου τοῦ πράγματος.
14.2.30 οὐκοῦν ἐξ ἀμελείας ἡμῖν εἰς ἔμφυτον ἀτολμίαν ἡ μίμησις περιέστη; καὶ γάρ τοι πολλῶν ἤδη σχετλιαζόντων ᾐσθόμεθα· ποῦ νῦν οἱ Λυδο ί , οἷς οὐ πώποτέ τις ἠξίωσε τῶν ἴσων ἀμφισβητεῖ ν ; εἰ μὲν οὖν ἔξω μέλους ᾄδοντας εὗρες καὶ ταῖς χορδαῖς ἀναρμόστως ἐνίοτε κεχρημένους, εἰκότως ἡμᾶς ὑπώπτευες ἔχειν τινὰ πολεμικὴν φαντασίαν ὡς τῆς περὶ τὰ ὅπλα φροντίδος ἐμποδὼν ἡμῖν γενομένης πρὸς ἄσκησιν μουσικήν· εἰ δὲ μὴ φαύλως ταύτην σοι μεμαθήκαμεν, τεκμήριον ἐναργὲς τῆς περὶ τὴν μάχην ὀλιγωρίας.
14.2.32 Ἀλ λ ’ εἰ καὶ μὴ ῥᾴδιο ν , βιάσασθαι γοῦν προσήκε ι , φῄς· ὑμῖν τε γὰρ μέγιστον κέρδος τὰ γυναικῶν ἀποθεμένους ἄνδρας ὀφθῆναι ἐμοί τε καὶ μείζων ἀσφάλεια μετὰ πλειόνων ἐπιστρατεύειν εἰς Μασσαγέτα ς . ὦ βασιλεῦ, τὰς ἐλπίδας οἴει τῆς νίκης ἐν ᾄσμασι καὶ λύραις κεκτῆσθαι.
14.2.33 οὐ γὰρ ὄχλῳ θηλυνομένῳ τὸ κατορθοῦν ἕπεται. αἱ γὰρ τοὺς πολέμους βραβεύουσαι Τύχαι οὐ τῶν πολλῶν τὴν ἀσθένειαν ἐλεοῦσιν, ἀλλὰ τῶν εὖ μαχομένων ἐρυθριῶσι τὰς ἀρετάς. τοιούτῳ λογισμῷ πρώην τεθαρρηκότες, ἐπειδὴ Πέρσας ἀγείρας ἐπὶ τὸν Κροῖσον ἐχώρεις ἐλπίζων ἀκονιτὶ τὸ ἄστυ χειροῦσθαι, διαφειμένων ἡμῖν ἄλλων ἀλλαχοῦ τῶν εἰς τὴν βοήθειαν κεκλημένων καὶ πρὸ τοῦ ἄστεος τῶν στρατευμάτων σοι κεχυμένων οὐ πρὸς τὸ ἀνέλπιστον ἐκπλαγέντες τῆς θέας, οὐ λογισάμενοι τῆς ἡμετέρας φυγῆς τὸ εὐπρόσωπον—τί γὰρ ὄνειδος ἦν ἄνδρας ἀπαρασκεύους καὶ βοηθείας ἐρήμους τοῖς εἰς ἀμφότερα ταῦτα πλεονεκτοῦσι παραχωρεῖν;—τούτων οὐδὲν ἐνθυμηθέντες ἀφόβως ὑμῖν συνηντήσαμεν ἀνδράσι τότε συναριθμούμενοι.
14.2.35 εἰ δέ γε πλήθους ἐρᾷς καὶ τοῦτο φυλακὴν ὀνομάζεις, ὥρα σοι καὶ τὰς ἡμετέρας ὁπλίσαι γυναῖκας καὶ τοῖς μειρακίοις μὴ συγχωρῆσαι περιμεῖναι τὴν μάχιμον ἡλικίαν καὶ τοὺς τῷ γήρᾳ βαρυνομένους οἴκοθεν ἕλκειν, κἂν δέῃ βακτηρίαις προσκεκυφότας ἑστάναι. τί οὖν δεῖ κινδύνου καὶ τραυμάτων καὶ φόνων; ἀναστὰς ὁ κήρυξ εἰς μέσον καθίσας ἀμφοτέρους ἐφ’ ἡσυχίας ἑκάτερον ἀριθμείτω στρατόπεδον καὶ λυέτω τὴν ἔριν ἀναγορεύσας τὴν νίκην τοῖς πλείοσι.
14.2.37 καὶ μὴν οὐ μόνον ἀνόνητον ἐν πολέμοις, ἀλλὰ καὶ βλαβερὸν ἄνανδρος ὄχλος. ἀναιρούμενοι γάρ, ὡς εἰκός, τοῖς μὲν πολεμίοις εὐθυμεῖσθαι διδόασι καὶ θαρρεῖν, τοῖς δὲ συντεταγμένοις οὐ μετρίαν κινοῦσιν ἀμηχανίαν. καὶ πρὸς ἑκάτερον πέρας τοῖς ὁμοφύλοις ἐπιζήμιοι γίνονται τῆς μὲν νίκης ὑπὸ τοῦ πλήθους ἀμαυρουμένης, περιβοήτου δὲ μᾶλλον τῆς ἥττης καθισταμένης.
14.2.38 ὁ γὰρ ἔξωθεν οὐ τοὺς αἰτίους ἐξετάζει τῆς ἀτυχίας, ἀλλὰ τὸν ἀριθμὸν ἤκουσε τῶν πεπτωκότων. Πρώην μὲν οὖν χαλεπῶς ἐφέρομεν τὴν ἀνωμαλίαν τοῦ βίου καὶ πολλάκις ἕκαστος ἀποθέμενος τὴν κιθάραν διηγούμεθα τὰς προλαβούσας ἡμῶν ἀριστείας ἀλλήλοις καὶ σχεδόν τι πάντες ὑπεδακρύομεν τὰς ἐν τοῖς πολέμοις εὐκλείας ποθοῦντες.
14.2.40 ἔνιοι δὲ καὶ τὰς παρὰ τῶν γυναικῶν ἀτιμίας ὠδύροντο διεξιόντες, ὡς πάλαι μὲν αὑτοὺς ἐπανιόντας τῆς μάχης πλείστης αἰδοῦς καὶ θεραπείας ἠξίουν, νῦν δὲ γέλωτα ποιοῦνται καὶ περιφρονοῦσιν ὡς οὐδὲν αὐτῶν ὄντας ἀμείνους. πρώην μὲν ταῦτα, συναυξομένης δὲ τῇ μελέτῃ τῆς τέχνης, τῇ δὲ τέχνῃ τῆς ἡδονῆς κατὰ μικρὸν ἡμῖν ὁ τῶν πολέμων ἔρως ἀπομαραίνεται, καὶ μεμνήμεθα νῦν οὐ τοὺς ἐξ ἀριστείας ἐπαίνους, οὐ τὰς ἐκ πόνων τιμάς, οὐ λάφυρα δυσμενῶν, ἀλλὰ τὰ συμπίπτοντα δυσχερῆ τοῖς μαχομένοις.
14.2.41 πᾶσι γὰρ ἔθος ἐρῶσι μὲν πράγματος ὅσα φέρει χρηστὰ τῷ μετιόντι σκοπεῖν, παυσαμένοις δὲ τὰ φαῦλα λογίζεσθαι. ταῦτα τοίνυν ἡμεῖς τε διανοούμεθα καὶ ταῖς γυναιξὶν ᾄδομεν, ὅσας ἐποίησε παστάδας ἐρήμους ὁ πόλεμος, εἰς λήθην αὐτὰς ἀφελκόμενοι τῶν ἐκ τῆς παρατάξεως ἄθλων, ὅσα νικῶντες αὐταῖς ἤγομεν οἴκαδε.
14.2.43 ἐν τούτοις, ὦ βασιλεῦ, διατρίβομεν καὶ νικᾷ λογισμὸς ἕτερος· τί γὰρ δεῖ κινδυνεύειν; τί δὲ περιδεοῦς φιλοτιμίας ἐρᾶν καὶ δόξαν προκρίνειν τῆς σωτηρίας; καὶ τί δεῖ κύκλῳ περιελθεῖν; ἔξιμεν ὑποκύψαντές σου τῷ νεύματι καὶ κομιοῦμεν, ὡς πάλαι πάτριον ἦν, ἐπὶ τῶν ἵππων τὰ δόρατα. ἂν οὖν ἀκούοντες ἡμῶν τὸν παρόντα βίον οἱ δυσμενεῖ—ὀλίγα γὰρ εἴωθε κρύπτειν ἡ Φήμη καὶ τὰ παράδοξα τῶν πραγμάτων αὐτά πως ἑαυτὰ μηνύειν ἐθέλει—ἂν οὖν πεπυσμένοι λύρας ἔλθωσι φέροντες ὑποδεικνύντες 〈τε〉 ἡμῖν καὶ τὴν γυναικείαν ὀνειδίζοντες τέχνην, οὐ συγκαλυψάμενοι τὴν φάλαγγα καταλείψομεν; εἰ γὰρ τὸ συνειδὸς βιαζόμενοι προσποιησόμεθα τοῖς ὁρωμένοις ἐκπλήττεσθαι καὶ τὴν πρόφασιν ἀγνοεῖν, μείζω διὰ τῆς θέας ἔλεγχον δώσομεν.
14.2.45 ὁ γὰρ ἐφ’ οἷς αἰδεῖται μὴ δοκεῖν αἰσχύνεσθαι μηχανώμενος μειζόνως ἐρυθριᾷ. ἔτι τοίνυν εἰ ψιλὸς ὅμιλος ἦμεν τὸ πρότερον, οἷον ἀκοντισταί τινες ἢ τοξόται, ἴσως ἐνῆν βραχεῖ γυμνασίῳ χρωμένους ἐπὶ τὴν προτέραν ἐπανελθεῖν ἐπιστήμην· τὴν ἀφ’ ἵππων δὲ μάχην ἔργον ἂν εἴη ῥᾳθυμηθεῖσαν ἀναλαβεῖν.
14.2.47 Ἀλλὰ νόμο ν , φῄς, τὸν τρόπον ὁριστέον τοῦ βασιλέως καὶ τοὺς ὑπηκόους ὅ τι ἂν αὐτὸς ἐπιτάξῃ προσήκει διακονεῖ ν . πῶς τοῦτο λέγεις, ὦ Κῦρε; εἰ μὲν γὰρ ἐξουσίας ἐστὶ βασιλικῆς εὐψυχίαν καὶ σώματος ῥώμην ἐμβάλλειν τοῖς ταῦτα μὴ κεκτημένοις, θρασὺς ἂν εἴη καὶ προπετὴς καὶ μεστὸς ἀπονοίας ὁ πρὸς βασιλέως ἐντολὰς ἀντιτείνων· ὁ δὲ προθύμως μέν, ἀδυνάτως δὲ ἔχων ἐλεεῖσθαι μᾶλλον ἢ χαλεπαίνεσθαι δίκαιος. ἆρ’ ἡμῖν ἐπινεύσεις καὶ προπετέστερόν τι διαλεχθῆναι; οὗτος τῆς δουλείας τρόπος ἀθλίων ἀργυρωνήτων ἐστὶ σιγῇ πάντα ποιεῖν μὴ λογιζομένους εἴτε λυσιτελὴς εἴτε φέρουσα βλάβην.
14.2.48 ἡ γνώμη δὲ σοῦ πολλὴ πρὸς τὸ ὑπήκοον ἡμερότης. οὕτω καὶ Κροῖσος ἡμᾶς ἴσα καὶ παῖδας ἐξέθρεψε καὶ τὰ βέλτιστα μὲν ἐπιτρέπων πάντας ἑώρα πρὸς διακονίαν ἑτοίμους, ἀποσφαλεὶς δὲ τοῦ δέοντος, ἄνθρωπος γάρ, εἶχέ τινας ἀντιλέγειν ἐπιχειροῦντας.
14.2.50 ἵπποι μὲν γὰρ καὶ βόες καὶ τὰ μὴ μετέχοντα τοῦ φρονεῖν εἰκῆ τοῖς ἡγεμόσιν ἀκολουθείτω· ἀνθρώποις δὲ παρρησίαν, οἶμαι, δοτέον τὸ μὴ καλῶς ἔχον ἐπανορθοῦν, ἐπειδὴ τῆς αὐτῆς κοινωνοῦσι φύσεως τῷ λαχόντι τὴν ἐξουσίαν. οὐδὲ γὰρ ὁ κυβερνήτης ὅ τι ἂν αὐτῷ δόξῃ βιάζεται πράττειν, ἀλλὰ καθεδεῖται μὲν ἐν ἄρχοντος μοίρᾳ πεπιστευμένος τοὺς οἴακας καὶ τὸ σκάφος ἰθύνων, δίδωσι δὲ τοῖς ναύταις, εἰ βούλοιντό τι πρὸς τὸ κοινῇ λυσιτελοῦν ἀποφήνασθαι.
14.2.51 καὶ τί λέγω τοῖς ναύταις; εἴ τις τῶν ὁπωσοῦν ἐμπλεόντων ναυτικῆς ἔχων ἐπιδεξίως ἴδοι μὴ λίαν εὐστόχως τὴν ὁλκάδα κυβερνωμένην, εἰσηγεῖται τὰ δοκοῦντα συμφέρειν. ἔοικα δὲ τηνάλλως μακρολογεῖν.
14.2.52 σὺ γὰρ τῆς ἀνθρωπείας φύσεως εἰδὼς τὴν ἀσθένειαν οὐ παρατρέχεις τὰ μέτρα τῶν ἀρχομένων οὐδὲ πάντας ἅπαντα γίνεσθαι δοκιμάζεις τοῖς μὲν ἀσπίδα περιάγειν κελεύων, τοῖς δὲ πρὸς ἱππομαχίαν εὖ ἔχειν, τοῖς δὲ κιθαρίζειν καὶ διδάσκειν τοὺς παῖδας. δυοῖν μὲν γὰρ ἐπιτηδευμάτων ἔχειν τινὰ πεῖραν οὐ χαλεπὸν μεριζομένης εἰς ἑκάτερον τῆς διανοίας· εἰ δέ τις τοῦ μὲν ἀπόθοιτο τὴν φροντίδα, τῷ δὲ τὴν ὅλην ἀπονέμοι σπουδήν, ὁ τοιοῦτος οὐ ῥᾳδίως ἔτι τὸ καταλειφθὲν εὑρήσει ζητῶν.
14.2.53 οὔσης γὰρ ποικίλης καὶ τραχείας τῆς ἐπὶ τὴν ἀρετὴν ἀγούσης ὁδοῦ βραχύ τις ἀποστὰς εἰς λήθην ἔρχεται. Ἀεὶ μὲν οὖν ἡμῖν σύνηθες ἦν βραχυλογίαν ἀσκεῖν καὶ μὴ δαπανᾶν ἔργου καιρὸν εἰς μῆκος ῥημάτων· νῦν δὲ σχολὴν ἄγοντες μακροτέραις ὁμιλίαις ψυχαγωγούμεθα καὶ τοῖς παισὶ πρὸς ἀλλήλους γλυκεῖαν ἔριν ἐγείρομεν τὴν ἀπὸ τῆς μουσικῆς εὐφροσύνην ἡδίω ποιούμενοι τῆς προτέρας αὐτῶν περὶ τὴν θήραν διατριβῆς, ἥν, εἰ δοκεῖ, μικρὸν ἄνωθεν διηγήσομαι, ἵνα γνῷς, ὅση τυγχάνουσα τῆς παρούσης εὐθυμίας ἡττᾶται.
14.2.55 Πάλαι μετὰ τῶν παίδων ἐπὶ τὴν ἄγραν φοιτῶντες ἐν εὐηλάτοις χωρίοις ἐγυμναζόμεθα τὴν τυχοῦσαν ῥᾳθυμίαν εἰδότες ἐπισφαλεῖς ποιοῦσαν τὰς τέχνας. καθίζοντες οὖν θεατὰς τῶν γινομένων τοὺς παῖδας εἰς ἱππικῆς ἀγωνίας αὐτοὺς ἐκινοῦμεν ἐπιθυμίαν τὰ μὲν ἱππαζόμενοι, τὰ δὲ ῥήμασιν ὑποκοριζόμενοι πατρικοῖς· ἂν οὕτως ἡμῖ ν , ὦ παῖδε ς , μάθητε 〈ἱππεύειν τε〉 καὶ τοξεύει ν , οὐ μέλλετε γυναιξὶν οἴκοι προσομιλεῖ ν , ἀλλὰ σὺν ἡμῖν ἐξιόντες ἀκοντίζειν τε τὰ θηρία καὶ ζῆλον τοῖς ἡλικιώταις ἐμβάλλειν τοὺς μεγάλους ἄνδρας μιμούμενο ι , ἡμεῖς δὲ περὶ ὑμῶν ἐν τοῖς συλλόγοις οὐ κακῶς παρρησιασόμεθ α .
14.2.57 ταῦτα 〈οὐ〉 μετρίαν ἐκόμιζεν ἡδονὴν λανθανούσης ἔτι τῆς μουσικῆς. ἐπανελθεῖν οὖν ἐπὶ τὸ ταύτης γυμνάσιον ἀξιοῦμεν. μὴ γὰρ οἴου προχείρως ἡμᾶς οὕτως κατορθῶσαι τὴν τέχνην. γεγονότες γὰρ περὶ ταύτην ὀψιμαθεῖς ἀμουσίᾳ τε στρατιωτικῇ συντραφέντες ᾔδομεν μάλα γελοίως καὶ παραφερομένης ἡμῖν τῆς χειρὸς ἔξω τῆς ἁρμονίας γέλωτα τοῖς παροῦσιν ἐχορηγοῦμεν. μὴ τοίνυν ὅτε τοῦ πράγματος εἰς ἀρκοῦσαν ἀφίγμεθα γνῶσιν, ἀχρεῖον ἡμῖν ποίει τὴν προθυμίαν, ἵνα τὰς χορδὰς ἁρμοσάμενοι κατορθωμάτων σου μελῳδήσωμεν ὕμνους.
14.2.58 ἔχομέν σοι χρηστὰ προσδοκᾶν ἐξ ὧν νενικήμεθα. σεμνῶς οὖν ἐκ Μασσαγετῶν ἐπανήκοντος καλὰ καὶ γέμοντα πολλῆς εὐθυμίας ἔσται θεάματα, δημοτελεῖς εὐωχίαι καὶ κῶμοι, καὶ Κῦρος ἐν διηγήμασιν.
14.2.60 ἡμεῖς δὲ λοιπὸν ἐστεφανωμένοι παριόντες εἰς μέσους τοὺς δαιτυμόνας τὴν ἀπὸ τοῦ πότου τοῖς ἑστιωμένοις ἁβρότητα διπλασίαν ποιήσομεν ἐναρμονίοις ᾠδαῖς. τὸ δὲ μέλος ἔσται Μασσαγέται καὶ Κῦρος, ὁ μὲν ὡς ἐβούλετο πράξας, οἱ δὲ ταῖς συμφοραῖς παιδευθέντες.
14.2.61 εἶτα ταύτην ἑτέρα διαδέξεται μελῳδία· Πέρσαις ἔναγχος καὶ Λυδοῖς πόλεμος ἦ ν . οὐ φαῦλοι περὶ τὴν μάχην ὤφθησαν οἱ Λυδο ί , σοφίᾳ δὲ τούτους καὶ ῥώμῃ παρῆλθεν ὁ Κῦρο ς . 〈Η〉 ΔΙΑΛΕΞΙΣ τῆς ἔναγχος εἰρημένης Εὐμήλῳ παραβαλλούσης τὸν λέγοντα καὶ δόξαν ἐντεῦθεν αὐτῷ φερούσης ὑπεροψίας εὐθύνας ἧκεν ὑφέξουσ α .
15.1.1 Ἆρα ὑμῖν, ὦ φιλότης, οὕτω δοκῶ τις ἀνήκοος εἶναι μυθολογίας Ὁμηρικῆς, ὡς ἀγνοεῖν ὅτι τὸν Θάμυριν ἐψίλωσε τῆς ᾠδῆς ἡ πρὸς τὰς Μούσας ὑπεροψία; ἵνα οὖν μὴ δοκῶ τις ἀνήκοος εἶναι, φέρε λύσας τὸ μέτρον, οὐ γάρ εἰμι ποιητικός, τὴν ἔννοιαν ἐν βραχεῖ διηγήσομαι τῶν ἐπῶν. Ἐλύπει τὰς Μούσας ὁ Θάμυρις, οὐχ ὅτι σφόδρα εὐδοκιμῶν, ὁ Φθόνος γὰρ ἕστηκεν ἔξω θείου χοροῦ, ἀλλ’ ὅτι σοβαρὸς ἦν καὶ ὑψηλόφρων καὶ ταῖς θεαῖς ἐρίζειν ἠξίου.
15.1.2 ἀλαζονεία δὲ ἄρα, ὡς ἔοικεν, ἀναγκάζει καὶ Μούσας ἀνθρώποις ἐμβαλεῖν ἀμουσίαν. τοιγαροῦν ἀμυνόμεναι τῆς κουφολογίας αὐτὸν ἐγύμνωσαν τῆς ἐπιστήμης. ταῦτα ἡμεῖς ἀκηκόαμεν καὶ μισοῦμεν μεγαλαυχίαν καὶ συγχαίρομέν γε τραγῳδίᾳ, ὅτι μέτριά τε φρονεῖ καὶ φεύγει τὸ πάθος καί φησιν εὐβουλίας ἀλλότριον εἶναι.
15.1.4 Ἔοικε δὲ ἄρα τῷ Πλάτωνι καὶ ὅδε ὁ λόγος εὖ μάλα εἰρῆσθαι, ὅτι ἄνδρες ὀλίγοι δεινοὶ λόγων ἀκούειν φοβερώτεροι τῷ παριόντι πολλῶν ἐξ ἀγορᾶς ἀπειροκάλων ἀκροατῶν. θέατρον γάρ, εἴ που μέμνησθε, πρώην ἐν ὑμεναίοις ἀγείρας, ἐπειδὴ ἐνταῦθα τοῦ ἔπους ἐμνήσθην, ἐν ᾧ τὸν Εὔμηλον Ὅμηρος λοῖσθον ἅμα καὶ ἄριστον ὀνομάζει, εἶδον ἐπ’ ἐμοὶ γραφὴν τῇ ὑστεραίᾳ κειμένην καὶ τὸ ἔπος αὐθαδείας ἔγκλημα γεγραμμένον.
15.1.6 καίτοι οὔτε τὰς Ὁμήρου Σειρῆνας ἔφην μιμεῖσθαι, αἳ τὸν πολύμητιν ἔθελξαν Ὀδυσσέα γλυκεῖάν τε καὶ ἄμαχον ἁρμονίαν αὐτοῦ καταχέουσαι, οὔτε μελίσσας ἐμοὶ τροφοὺς γεγονέναι, ἃς ἔπλασε Πινδάρῳ τῷ Θηβαίῳ τιτθὰς ὁ μῦθος. ἀλλὰ καὶ εἴ τινα πρεσβύτην ὁ ποιητὴς 〈εἶπε〉 λιγὺν Πυλίων ἀγορητή ν , οὐδὲ τούτῳ προήχθην ἐμαυτὸν ἀπεικάσαι· οὐ γὰρ μέλιτος οἶδα γλυκίω ῥέειν αὐδή ν . Εὔμηλον δὲ τὸν Ἀδμήτου, καὶ γὰρ ἐτύγχανον τότε λοῖσθος ἐλαύνω ν , εὖ ποιῶν ἐμοὶ προεξένησεν ὁ καιρός, ἵνα ᾖ μοι τὸ ἔπος ἀπολογία τοῦ βράδους· ὡς εἰ τῷ ἀρίστῳ συγγνώμη, κἂν ὕστατος ἄγῃ μώνυχας ἵππου ς , οὐδαμῶς ἂν ἑτέρῳ γε ὄνειδος ἡ σχολαιότης ὑπάρχοι.
16 T 1 〈Η ΔΙΑΛΕΞΙΣ〉 ἀπὸ τῆς παρούσης ὥρας λαβοῦσα τὴν ἀφορμὴν προσφόροις αὐτῇ διηγήμασι καλλωπίζετα ι .
16.1.1 Ἀλλ’ ἐπεὶ κατ’ ὀλίγον ὁ χρόνος περιφερόμενος ἧκεν ἡμῖν εἰς τὴν ἐγκύκλιον εὐωχίαν, φέρε ἴδω, εἴ που δυναίμην ἁβρότερον ὑμᾶς ἑστιᾶσαι. λίχνοι γάρ ἐστε τῶν λόγων καὶ ἄπληστοι. Δότε οὖν, ὦ φιλότης, βραχὺ μυθολογῆσαι καὶ παραμίξαι τοῖς ὄψοις ἥδυσμά τι ποιητικόν, τὴν Ἀφροδίτην· τὰ ῥόδα γὰρ ἀναμιμνήσκει με τῆς θεοῦ.
16.1.3 ᾄδουσι ποιηταὶ ἐμοὶ μὲν οὐ πιθανά, ὅμως δὲ ᾄδουσι καὶ πείθουσι φιλομύθους ἀκροατὰς Ἀδώνιδος αὐτὴν ἐρασθῆναι. ἦ που νεανίας ἦν ὡραῖος ὁ Ἄδωνις καὶ ἰδεῖν ἐπαφρόδιτος. παιδικὰ ἐγίνετο τῆς θεοῦ. ἐκεῖθεν εἰκότως ὁ Ἄρης—τί γὰρ πολέμῳ καὶ Ἀφροδίτῃ;—ἀπέρριπτο τῇ θεῷ καὶ δεινῶς ἐζηλοτύπει τὸν νεανίσκον ἐπαγωγὸν μὲν καὶ ἐράσμιον ἔχων οὐδέν, συνωφρυωμένος δὲ φύσει καὶ ἰδεῖν σοβαρὸς καὶ ὄζων πολέμου.
16.1.4 εἰ γάρ που τὴν ἐρωμένην προσέπαιζε καὶ μειδιᾶν, ὡς εἰκός, ἐπειρᾶτο, ἦν αὐτῷ καὶ τὸ μειδίαμα φοβερὸν καὶ οἷον ἀνιᾶσαι μᾶλλον ὁρῶσαν ἤπερ εὐφρᾶναι. καί μοι δοκῶ, εἰ τὸν μῦθον Ὅμηρος ἔπλασεν, ἐποίησεν ἂν τὸν Δία μεμφόμενόν τε τὸν Ἄρην καὶ λέγοντα· οὔ το ι , τέκνον ἐμό ν , ἐρωτικὰ δέδοται ἔργ α · ἀλλὰ σὺ μὲν πολέμους μετέρχου καὶ μάχα ς , ταῦτα δὲ Ἀδώνιδι καὶ Ἀφροδίτῃ μελήσε ι .
16.1.5 ἔφη ἂν οὕτω πως Ὅμηρος προσθεὶς τὸ μέτρον τοῖς εἰρημένοις. οὐκ οὖν ἤνεγκε τὴν ζηλοτυπίαν ὁ Ἄρης, ἀλλ’ ἀπώλεσε τῇ Ἀφροδίτῃ τὸν Ἄδωνιν.
16.1.6 πῶς οἴεσθε τὴν θεὸν πρὸς τοῦτο διατεθῆναι; οὐ περιέθετο τὸν κεστόν, ᾧ ἔνι μὲν φιλότη ς , ἔνι δ ’ ἵμερος καὶ ὅσα καταλέγει τὰ ἔπη, οὐ ποδῶν ἐφρόντισεν εὐκοσμίας. τίνι γὰρ ἤθελεν ὀφθῆναι καλή; καὶ τότε ἄρα πρῶτον γυμνοῖς ἐβάδισε τοῖς ποσίν.
16.1.7 ὑπὸ γοῦν τῆς ἀηθείας τε καὶ τρυφῆς ἀκάνθῃ περιτυχοῦσα αἱμάσσει τὸν πόδα ἐπ’ εὐτυχίᾳ τοῦ ῥόδου, καὶ γίνεται χρῶμα τῷ ἄνθει τῆς Ἀφροδίτης τὸ αἷμα. καὶ διὰ τοῦτο ἀρχόμενος ἔφην τὸ ῥόδον ἀναμνῆσαί με τῆς θεοῦ.
16.1.8 τούτοις ᾠήθην χρῆναι τὸ ῥόδον ἀμείψασθαι. ἀγνώμων γὰρ ἐπ’ αὐτῷ καὶ ὅλως ἄχρηστος ἐφαινόμην, εἰ αὐτὸς μὲν ὡραϊζοίμην ταῖς τῶν ῥόδων βολαῖς ὥστε καὶ χαλεπαίνειν τοῖς νέοις, εἰ μὴ βάλλοιεν εὐστόχως, ἐμοὶ δὲ τὸ ἄνθος ἠμελημένον τε εἴη καὶ ἄμοιρον εὐφημίας. Οὐδὲν ἐθέλει πλέον ὑμῖν ὁ πρόλογος διηγήσασθαι.
16.1.9 τί γὰρ ἡδ ύ , φησί, διαλέξομαι μετά γε Ἄδωνιν καὶ Ἀφροδίτην καὶ ῥόδ α ; 〈ΜΙΛΤΙΑΔΗΣ.
17 T 1 〉 Μετὰ τὴν ἐκ Μαραθῶνος τῶν βαρβάρων φυγὴν στόλον ᾔτησεν Ἀθηναίους ὁ Μιλτιάδης ὑποσχόμενο ς , εἰ λάβο ι , μέγαν τῇ πόλει πλοῦτον πορίζειν ἔκ τινος χώρα ς .
17 T pref οὕτως εἰπὼν καὶ τὸ τῆς χώρας ὄνομα κρύψας λαβὼν ὅσας ᾔτησε ναῦς ἐπὶ Πάρον ἦλθε τὴν νῆσον τὰ βαρβάρων φρονήσασα ν . καταστήσας ἐν πολιορκίᾳ Παρίου ς , εἶτα τὴν εἴσοδον βιάσασθαι βουληθεὶς πηροῦται τὸ σκέλο ς . καὶ κρίνει Ξάνθιππος αὐτὸν τῆς εἰς τὸν δῆμον ἀπάτης ὡς προδεδωκότα Παρίοις τὴν ἀναχώρησι ν . 〈μελετῶμεν τὸν φεύγοντ α .〉 〈Θεωρία.
17.1.t 〉 Οὐκ ἤρκεσε τῷ Μιλτιάδῃ πρὸς ἀπαλλαγὴν ὑποψίας ὁ Μαραθὼν καὶ μετὰ τοὺς ἀγῶνας ἐκείνους εἰς δικαστήριον ἕλκεται μόλις βαδίζων ταῖς ἐκ τοῦ πάθους ὀδύναις.
17.1.1 τῇ γὰρ Ἀθηναίων δημοκρατίᾳ ἐδόκει μηδὲ τὸν ἄκρον τῶν πολιτῶν ἀνεξέταστον παρέρχεσθαι. καὶ διὰ τοῦτο τὸν ἄνδρα χειραγωγήσας ἀφῖγμαι. Ἡροδότῳ μὲν οὖν πεποίηται σιωπῶν τῇ χειρὶ μόνον τὸ πάθος ὑποδεικνύς, ἐγὼ δὲ τῆς Μιλτιάδου γλώττης ἀκούειν ἐπιθυμῶν ἠχθόμην τοιοῦτον ὁρῶν ἄφωνον ῥήτορα.
17.1.3 ἂν οὖν τῶν οἰκείων μνησθῇ που τροπαίων, νεμεσάτω μηδεὶς Ξανθίππου τοὺς ἐπαίνους αὐτῷ χορηγοῦντος τῇ τῆς κατηγορίας ἀνάγκῃ, εἴ τῳ φαίνεται πρὸς ζῆλον καὶ μίμησιν Ὅμηρος ἀξιόχρεως εἶναι. λαβὼν γὰρ ἐξ Ἀχιλλέως τὴν κόρην καὶ τοῖς κήρυξι παραδοὺς καὶ δι’ ἐκείνων κομίσας πρὸς Ἀγαμέμνονα φρονήματος μετὰ τὴν ὕβριν τὸν Φθιώτην ἐπλήρωσε καὶ δέδωκεν αὐτῷ καταλέγειν τὰς πόλεις τῶν Τρώων, ὅσας εἷλε τοῖς ὅπλοις, ὅσας ἐχειρώσατο ναυμαχῶν. ταὐτὰ μὲν οὖν ὁ Μιλτιάδης ποιήσει, καὶ πολὺς μὲν ὁ Δαρεῖος εἰς εὐφημίαν αὐτῷ, πολὺς δὲ Δᾶτις ὁ Δαρείου σατράπης, ὃν ἐκ Μαραθῶνος ἄπρακτον ἀπήλασε τῷ δεσπότῃ· τοῦ δὲ μὴ δοκεῖν ἀπορίᾳ δικαιωμάτων ἐπὶ τὰς προτέρας καταφεύγειν ἀνδραγαθίας συγκεράσει τὴν ἀπολογίαν τοῖς ἐγκωμίοις τῇ μὲν ἑαυτὸν κατηγορίας ἐλευθερῶν, τοῖς δὲ τιμῆς ἄξιον ὄντα δεικνύς· οὐ γὰρ ἐξαρκεῖ τοῖς μέγα φρονοῦσι τὸ μὴ δοκεῖν ἁμαρτάνειν.
17.2.t 〈Μελέτη.〉 Ἦν ἄρα καὶ τὸ λίαν εὐδοκιμεῖν ἀφορμὴ τοῦ πράττειν κακῶς· ἐν γὰρ τῇ τῶν κατωρθωμένων ὑπερβολῇ τὴν ὑποψίαν δίδωμι τῆς προδοσίας καὶ πρὸς τὴν ἔναγχος νίκην μετρούμενος ἀπαιτοῦμαι κρατεῖν πανταχοῦ.
17.2.2 οὐ μὴν ἀλλὰ τοὐμὸν ἀνέγκλητόν ἐστι καὶ κρεῖττον αἰτίας· ὅσα γὰρ ἐπὶ Πέρσας πλεονεκτήματα, τοσαῦτα πρὸς Παρίους ἔπλευσα φέρων ἄνευ τῆς Τύχης, ἧς οὐ παρεπομένης ἀσθενεῖ τὰ λοιπά. Ξάνθιππος μὲν οὖν ὑπόθεσιν εὗρε κεκομψευμένην, ᾗ παραμυθήσεται τὸν Δαρεῖον τῆς ἐφ’ οἷς πέπονθε λύπης· εἰδὼς γάρ, οἶμαι, ῥήτορος αὐτὸν ἀποροῦντα λόγῳ κοσμοῦντος ἐπιταφίῳ τοὺς ὑφ’ ἡμῶν πεπτωκότας καὶ τὴν ἐπὶ τούτοις αὐτοῦ πραΰνοντος ἀθυμίαν, τοῦτο καταμαθών, οὐ γὰρ ἐπιχωριάζουσι βαρβάροις οἱ λόγοι, τὴν κατὰ τοῦ στρατηγήσαντος ὕβριν καλῶς ᾠήθη τῷ Δαρείῳ θεραπεύειν τὸ πένθος.
17.2.4 ἐγὼ δὲ τὸν Μαραθῶνα πηγὴν ἔχων ἄφθονον λόγων δικαίων ὅτῳ χρήσωμαι τρόπῳ τούτῳ ζητῶν ἀπορῶ τοῦ μὲν ἀριθμεῖν ὅσα τῇ πατρίδι συνεβαλόμην αὐθαδείας ἔγκλημα φέροντος, τῆς δὲ σιωπῆς ἀπολογίας ἀσθένειαν ἐμφαινούσης. ἀλλὰ διπλῆς ἐμοὶ κινδυνευομένης αἰδοῦς, τῆς μέν, εἰ τοῖς ὑπὲρ ἡμῶν πόνοις ὡραϊσαίμην, ἀπειρόκαλον γάρ, τῆς δέ, προδότης ὑμῖν εἰς φανείην, γέμει γὰρ ἀδοξίας, ἑλοίμην ἂν μᾶλλον τὴν ἐκ δικαίων ἐπαίνων ἢ τὴν ἐξ ἀδίκου κατηγορίας αἰσχύνην.
17.2.6 τοῦ γὰρ Περσικοῦ λυθέντος πολέμου οὐ πόνοις τοῦ κατηγόρου, ταῖς δὲ τοῦ προδότου ταλαιπωρίαις ὑμεῖς μὲν ἐν εὐπαθείαις ἦτε καὶ θυσίαις καὶ χαριστηρίοις ἐστεφανωμένοι καὶ παιανίζοντες, ἐγὼ δὲ τῇ μὲν ἡδονῇ τῶν τελουμένων ὅσον τῇ προθυμίᾳ τῶν ἔργων τοὺς ἄλλους ἐνίκων, οὐ μὴν εἴα μοι τὸν λογισμὸν ἡσυχάζειν ἡ Πάρος, ἀλλὰ συνέστρεφέ τε καὶ πάσας ἐμοὶ τὰς φροντίδας εἰς τὰ περὶ αὐτῆς ἐδαπάνα σωφρονισμόν. εἰδὼς οὖν δύσκολον πεφυκὸς ἀνθρώπους ἄρτι καταθεμένους τὰ ὅπλα καὶ πρὸς ἐπινικίους ἑορτὰς κεχυμένους εἰς διαπόντιον ἐξάγειν στρατείαν χρηστὰς ὑμῖν ἐλπίδας ὑπέτεινα τὸ τοῦ μέλλοντος ἀφανὲς ἐκ τῶν ἤδη πεπραγμένων εἰκάζων.
17.2.8 ἵνα δὲ μὴ τῆς ἐξόδου Παρίοις αἴσθησις γένηται παρὰ τῶν τὰ τῆς πατρίδος ἀπόρρητα πωλεῖν εἰθισμένων, οὐ προήγαγον εἰς μέσον τὴν ἐκείνων προσηγορίαν, μή ποτε προκηρύττουσα τὸν στόλον ἡ φήμη καὶ ταῖς αὐτῶν εἰκονίζουσα διανοίαις οὐ συγχωρήσῃ φοβερὰν ὀφθῆναι τὴν θέαν. τὰ γὰρ ἄφνω φανέντα πλέον ταράττει τῶν ἐκ συνεχοῦς ἀκοῆς ἐντυπωθέντων τῇ γνώμῃ. ταῦτα παρέπεισα, ταῦτά μοι Ξάνθιππος ἐγκαλεῖ οὐ συμπλεύσας οὐδὲ κοινωνὸς τοῦ στόλου μοι γεγονώς, ὁ γὰρ ἄνθρωπος ἀπράγμων ἐστὶν ἐν πολέμου καιρῷ, ἀπὸ δὲ τοῦ τραύματος, ὡς ἔοικε, τεκμαιρόμενος τὴν εἰς τὸν δῆμον ἀπάτην.
17.2.10 Τὸ μέντοι πρᾶγμα τοῦτον ἄνωθεν προϊὸν ἀπέβη τὸν τρόπον. ἔπλευσα, τριακοστὴν οἶμαι ταύτην ἡμέραν, εἰς Πάρον οὐ καλῶς ἔχειν νομίσας τὴν μὲν βαρβαρικὴν ἀναστεῖλαι πλεονεξίαν, τοὺς δὲ τὰ πολεμίων ὁμοφύλων ὀνόματι πλημμελοῦντας μὴ σωφρονίσαι. ἀποβὰς οὖν καὶ παραστήσας τὰ ὅπλα πρὸ τῶν ἔργων ἐχρώμην ταῖς ἀπειλαῖς εὐπειθεστέρους οὕτω μοι γίνεσθαι Παρίους ἐλπίζων.
17.2.11 οἱ γὰρ ἐν ὑποψίᾳ καὶ φόβῳ τοῦ πάσχειν εὐκολώτεροι πείθεσθαι τὸ μὴ παθεῖν κερδαίνειν ἐθέλοντες. ὡς δὲ μικρὸν ἔργον ἐποιοῦντο τὰς ἀπειλὰς καὶ τοῦ κακῶς πάσχειν ἐδέοντο, ἄρας τῷ στρατῷ περιῆλθον καταβραχὺ προϊὼν καὶ κείρων ἅμα τὴν γῆν.
17.2.13 ἀγωνιῶντι δή μοι καὶ δεινῶς ἠπορημένῳ πρὸς ἀνόνητον πολιορκίας διατριβὴν προσέρχεται γυνή τις, ὡς ἐδόκει, καί μου τῆς ἀμηχανίας πυθομένη τὴν πρόφασιν ἐκέλευσέ τε θαρρεῖν καὶ συνακολουθεῖν ἑαυτῇ καὶ ἅμα λέγουσα πρός τι χωρίον ἡγεῖτο προβεβλημένον τοῦ ἄστεος. ἐγὼ δὲ κύκλῳ περιθεούσης αἱμασιᾶς τὸ χωρίον βίᾳ πως ἐντὸς γεγονώς, ὡς οὐδαμοῦ τὴν γυναῖκα περιβλεψάμενος εἶδον, ὑποψίας εὐθὺς καὶ δείματος μεστὸς ἐγενόμην καὶ ἀνελογιζόμην, μὴ δαιμόνιον φάσμα τυγχάνοι γυναικείῳ λανθάνον παραπετάσματι.
17.2.15 καί πως τῶν γονάτων ἐμοὶ τῷ δέει θηλυνομένων χαλεπῶς ὑπερβὰς τὸ χωρίον καὶ συμπεσὼν οὕτως, ὡς ὁρᾶτε, διετέθην τὸ σκέλος. καταλαμβάνω δὲ τὸ στρατόπεδον ὀξύτερον ἤπερ ἐδίδου τὸ πάθος· οὐ γὰρ ᾐσθανόμην τῶν ἀλγηδόνων ἠσχολημένος τῷ φόβῳ. καὶ πάντα μοι λοιπὸν εἰσῄει τὸ γύναιον, τὸ πιθανὸν τῶν ῥημάτων οἷς ἠπατήθην, ὡς ἐκέλευσέ μοι θαρρεῖν, ὡς εἱπόμην προηγουμένῃ, ὡς ἔνδον γενόμενος οὐδὲν οὐδαμοῦ περισκοπήσας ἑώρων.
17.2.16 ὃ γὰρ ἂν ἅπαξ τύχῃ τις ὑποπτεύσας, εἰς τοῦτο πάντα νομίζει τὰ συμπίπτοντα τείνειν. ταῦτα τὴν πολιορκίαν διέλυσε, ταῦτά με δεῦρο κομίζει, ταῦτα διδάξων ὑμᾶς συνήγαγε Ξάνθιππος. Πρόσχημα γά ρ , φησίν, ὁ τῶν Παρίων ἦν μηδισμό ς · ἔπλευσας δὲ Λυσαγόραν τὸν Πάριον ἀμυνόμενος ἰδίᾳ τί σε λελυπηκότα καὶ τῇ πόλει στόλου ζημίαν ἐξεῦρες εἴτε τῆς ἰδίας ἕνεκεν ἔχθρας εἴτε δώρων ἐπιθυμία ς .
17.2.18 πολλὴ μὲν ἡ καταδρομὴ τῶν ῥημάτων, Λυσαγόρας καὶ στόλου δαπάνη καὶ δωροδοκίας ἐλπίς, ἀπόδειξιν δὲ ζητῶν οὐδαμοῦ θεωρῶ. ἐν ἀγορᾷ μὲν οὖν λοιδορεῖν καὶ ταῦτα προφέρειν ἐν ταῖς συνουσίαις ἀπορίᾳ διηγημάτων οὐ κωλύει σε νόμος, εἰς δικαστήριον δὲ γυμνὸν ἐλέγχων εἰσιόντα κολάζει.
17.2.20 οἴει γὰρ οὕτω μικροψύχως ἔχειν ἡμᾶς, ὡς, εἴ τις ἔτυχέ που προσκρούσας, ἀπέραντα χαλεπαίνειν ἐκείνῳ καὶ πόλιν ἅπασαν πρὸς ἑτέραν πόλιν ἐκπολεμῶσαι καὶ στόλῳ μετιέναι τὸ μῖσος καὶ χρόνον ὅλου μηνὸς ἐν ἀλλοτρίᾳ συντρίβεσθαι; ἄπαγε, τοὺς ἄλλους ἀπὸ τῶν σῶν δοκιμάζεις.
17.2.21 οὕτω σοὶ μᾶλλον πρὸς τοὺς ἰδίᾳ λυπήσαντας ὁ θυμὸς συγγηράσκει, τὸ δὲ καθ’ ἡμᾶς οὐ τοιοῦτόν ἐστιν. ὁ μὲν γὰρ οἷς ἂν λυμαίνοιτο τὴν πόλιν ἐπιχειρῶν οὗτος ἀθάνατος ἐμοὶ δυσμενής, τὰς δὲ τοιαύτας διαφορὰς ἐπὶ πολὺ προβαίνειν οὐ συγχωρῶ καὶ βραχὺς ἀπομαραίνει μοι χρόνος. καὶ δῆτα θῶμεν δύσκολον εἶναί με κατὰ φύσιν καὶ μέτρον ὀργῆς ἀγνοεῖν, ἀλλὰ κοινοῦ μίσους φυομένου ταῖς πόλεσιν οὐκ ἔτι μοι πρὸς τὴν ἰδίαν ἀπέχθειαν ἐσχόλαζεν ὁ θυμός, καθάπερ ῥεῦμα πρὸς τὸ κοιλότερον, ἐπὶ μεῖζον ἀδίκημα ῥέπων.
17.2.23 οὐκ οὖν, ἕως μὲν Ἀθηναῖοι Παρίοις ἐμέμφοντο, Λυσαγόραν ὡς Πάριον μᾶλλον ἐχθρὸν ᾠόμην, οὐ Παρίους ὡς Λυσαγόρου πολίτας, ὥσπερ ἂν εἰ δύο φωράσας κακούργους, τὸν μὲν ἐπὶ τοῖς ἐμοῖς χρήμασι μόνον, τὸν δὲ τοῖς ἐμοῖς ἅμα καὶ οἷς ἡ πόλις καρποῦται, τὴν εἰς ἐμὲ μόνον ἐπιβουλὴν ἔφερον πρᾴως τῆς ἐμοὶ δυσμενείας πρὸς τὴν χείρω μεθισταμένης. εἰκότως, ὦ Ξάνθιππε, τὰς ἰδίας ἔχθρας οἴει μεγάλας ὑπὲρ τῆς πόλεως οὔποτε θυμωθείς.
17.2.25 Ἔρωτ ι , φησί, δώρων ἀνήχθ η . Ἀθήνηθεν ἔπλεον ἐμαυτὸν πωλήσων Παρίοις, καὶ τὸν Δαρείου χρυσὸν ἀτιμάσας, ἐξῆν γάρ, ἐξῆν αὐτομολοῦντι πλουτεῖν, τὸ Παρίων ἐζήλουν ἀργύριον, καὶ τὸν ἐκ τῶν ἀριστειῶν ἀπωσάμενος πλοῦτον τὸν ἐκ προδοσίας ἐθαύμαζον. οὐκ οἶσθα ὅτι γενναίαν καὶ φιλότιμον φύσιν τὰ πόνῳ κτηθέντα πλέον εὐφραίνει τῶν ἀπόνως συλλεγομένων καὶ μᾶλλον ἥδεταί τις αὐτὸς πορισάμενος ἢ παρ’ ἑτέρου παραλαβὼν καὶ τὸ μὲν δικαιοσύνῃ κτηθὲν ἐπαινούμενον οἶδε, τὸ δὲ πονηρῶς ἀνυσθὲν ἐπίψογον πεφυκὸς καὶ τὸ μὲν βεβαίως παραμένον τῷ κεκτημένῳ, τὸ δὲ σφαλερὸν καὶ ταχὺ μεταπῖπτον; εἶτα τὴν ἐκ νίκης ἀφθονίαν ὑπεριδὼν ἐξ ἀδικίας καπηλεύειν ἠράσθην.
17.2.27 τίς οὖν ὁ τῆς δωροδοκίας γεγένηταί μοι καιρός; εἰ μὲν γὰρ ἡγήσατο τῆς πληγῆς, πῶς ἂν ἐπὶ τοὺς δεδωκότας ἐβιαζόμην τὴν εἴσοδον; εἰ δὲ τὸ σκέλος ἔτυχον πηρωθείς, τίς ἂν ἐπρίατο πεπληγμένον τοῦ πάθους ἀρκοῦντος εἰς πολιορκίας διάλυσιν; ἐμοὶ μὲν οὖν ἤρκει Δαρεῖος καὶ Δᾶτις, τοῖς ἐμοῖς ἄμφω κινδύνοις, ὁ μὲν τὴν Ἑλλάδα μηκέτι περιεργάζεσθαι παιδευθείς, ὁ δὲ μέγαν ἆθλον ἀπολαβὼν τὴν διὰ τοῦ δρασμοῦ σωτηρίαν· καθαρὰ γὰρ ὑποψίας ἡ τῶν ἐχθρῶν μαρτυρία τοῖς ἔργοις οἷς πάσχουσι δηλουμένη.
17.2.29 ἐπεὶ δὲ καὶ τοῦτό με Ξάνθιππος ἀδικεῖ τοσαύτην ἐμοὶ βίαν προσάγων οἰκείων ἐπαίνων, ὑπολάβετέ μοι δικάζειν ἐν Μαραθῶνι καὶ τοὺς αὐτόθι κειμένους τῶν ἐναντίων ὁρᾶν, ὡς ἂν ἧττον ἐμὲ νομίσητε φορτικὸν τὸ χωρίον τῶν ἐμοῦ φανταζόμενοι πόνων. Κόρον λαβὼν ὁ Δαρεῖος δούλων βαρβάρων ἐπεθύμησεν Ἑλλήνων κληθῆναι δεσπότης.
17.2.30 ἐρασθεὶς οὖν ἐκέλευσεν οἰκέτην παρεστηκότα πυκνῶς αὐτὸν ἀναμιμνήσκειν τῶν Ἀθηναίων, ἵνα μὴ λάθῃ τῶν εὐχῶν ἐκκρουσθεὶς βασιλικαῖς παρασυρόμενος ἀσχολίαις. ἐγκειμένου δὲ τοῦ παιδὸς καὶ τῆς ἐπιθυμίας αὐτῷ σφοδρότερον τοῦ θεράποντος ἐνοχλούσης καιρὸν ἐπιτηρήσας ὃν ᾠήθη καλῶς ἕξειν αὑτῷ, πεῖραν ἡμῶν ἐποιεῖτο τῆς γνώμης, ὅπως ἔχομεν πρὸς τὸ πείθεσθαι κήρυξι διακονεῖν ἐπιτάττουσι βασιλεῖ.
17.2.32 ταῦτα διενοήθη τὸν Ἀθήνησι σύμβουλον ἀγνοῶν. ἀφανίσας γὰρ ψηφίσματι τοὺς ἀγγέλους ἀφειλόμην αὐτοῦ τὴν διὰ κηρύκων ἐλπίδα. καί μοι λαβὼν ἀνάγνωθι Ξανθίππῳ τὸ ψήφισμα. Ψήφισμα Μιλτιάδου Οὕτω τοῖς κήρυξι τοῖς βασιλέως ἀπεκρινάμην.
17.2.33.(1t) εἰς ταῦτα κατέστησα Δαρεῖον τοὺς περὶ τῆς δουλείας ἥκοντας ἀνελών. τοῦτο τὸ ψήφισμα δέδωκεν ἐκείνῳ μαθεῖν, ὡς ὅπλων αὐτῷ δεῖ καὶ κινδύνων. τοῦτό μου πρῶτον τρόπαιον ἦν τῆς μάχης αὐτῆς τιμιώτερον, ὅσον εὐβουλία ῥώμης ἀμείνων. μή σοι δοκεῖ τις τοιαῦτα γράψας δωροδοκεῖν; Ἄκουε τοίνυν ἕτερον τῆς ἐμῆς προδοσίας τεκμήριον.
17.2.34 ἐτύγχανον μὲν στρατηγός, συνέβη δὲ ταῖς γνώμαις ἡμᾶς διῃρῆσθαι καὶ δύο γενέσθαι μερίδας ἴσας τὸν ἀριθμόν, τὴν μὲν ἀξιοῦσαν ἀκινδύνως δουλεύειν τὴν πόλιν, τὴν δὲ πίπτειν ἡμῖν ἐλευθέροις ὑφηγουμένην, μεμνῆσθαι γὰρ νίκης ἀπίθανον ἦν εὐαριθμήτοις ἀνδράσι πρὸς ἀμύθητον ὄχλον. ἔρις ἐντεῦθεν ἄκριτος ἦν οὔτε πλήθει τῆς ἑτέρας ὑπερβαλλούσης μερίδος ἑκατέρας τε πιθανόν τι λέγειν δοκούσης, τῆς μὲν τὴν σωτηρίαν τῆς πόλεως, τῆς δὲ τὴν εὔκλειαν.
17.2.35 ἔδει τινὸς ὁποτέρῳ ἔτυχε μέρει προστιθεμένου καὶ τὴν ἐκ τῆς ἰσότητος λύοντος ἅμιλλαν. προσελθὼν οὖν Καλλιμάχῳ, ἦν γὰρ πολέμαρχος, διελέχθην καὶ πείθω μετὰ τῆς καλλίονος μοίρας γενέσθαι τὴν ἐναντίαν λαθών.
17.2.36 τότε μόνον ἠπάτησα, Ξάνθιππε, τῆς ἀπάτης λυσιτελούσης. οὐκοῦν σὺ μὲν οἷς ἔπραξας καὶ ὁ δεῖνα τοῖς ἑαυτοῦ καὶ ἄλλος τις τοῖς οἰκείοις ἔργοις ἀγάλλεται, ἀκριβεῖ δὲ λόγῳ Μιλτιάδου γίνεται πάντα τοῦ δεδωκότος τῷ πολέμῳ συστῆναι.
17.2.37 εἰ γὰρ ἡ μὲν πρὸς ἀλλήλους φιλονεικία λέλυται τῷ πολεμάρχῳ, τὸν δὲ πολέμαρχον αὐτὸς ἔπεισα λῦσαι τὴν ἔριν, τὸ δὲ ταύτην λελύσθαι παρέσχεν ἡμῖν ἀμύνασθαι τοὺς ἐχθρούς, τοῦ τὸ σπέρμα καταβαλόντος καὶ τὰ φυόμενα γίνεται. εἶεν· ἐδέδοκτο μὲν πολεμεῖν, τῆς σάλπιγγος δὲ συναγούσης τὴν μάχην ὑμεῖς μὲν κόσμῳ καὶ σιωπῇ τεταγμένοι τοῖς ἐμοῖς ὀξέως ἐπείθεσθε παραγγέλμασιν, οἱ βάρβαροι δὲ θυμῷ προσέβαλον καὶ βοῇ ἑνὶ μόνῳ τὸν πόλεμον δυσχεραίνοντες, εἴπερ ὀλίγων ἔσονται δούλων δεσπόται.
17.2.39 οὕτως ἦσαν κοῦφοι ταῖς προσδοκίαις καὶ διένεμον ἤδη τοὺς αἰχμαλώτους ἀλλήλοις καὶ πλείστην ἡμῖν μανίαν ὠνείδιζον τὴν ἀρετὴν ἀπὸ τοῦ πλήθους ὡς βάρβαροι κρίνοντες. μάχης δὲ καρτερᾶς γενομένης καὶ τῶν ἐλπίδων αὐτοῖς λαμπρῶς λελυμένων ταχέως ἀπερυθριάσαντες ἐδραπέτευον, ἕως αὐτοὺς ἐδίδαξεν ὁ δρασμὸς μηκέτι μανίαν καλεῖν τὴν ὀλίγων ἐπὶ πολλοὺς συμπλοκήν, ἀλλὰ τὴν τῶν φαύλων προπέτειαν κατὰ τῶν βελτιόνων.
17.2.41 Εἰ μὲν οὖν ὅλον ἐσφετεριζόμην τὸ τρόπαιον μηδὲν τῇ Τύχῃ παρέχων, εἰκότως ἂν τοῦ μὴ τὴν Πάρον ἑλεῖν εὐθυνόμην· οὐ γὰρ δίκαιον τὴν πάλαι μὲν νίκην κερδαίνειν ἐμέ, εἰ δέ τι συμβέβηκε δυσχερές, ἀνατιθέναι τῇ δαίμονι· νῦν δὲ τῆς αὐτῆς μὲν ἐγὼ προθυμίας, ἑκατέρων δὲ πέρας ἔργον ἐκείνης. συλλογίσασθαι δὴ βούλομαι καὶ καταλέξαι τὰ πεπραγμένα· ἔλυσα τοὺς ἀπὸ τῶν κηρύκων φόβους τοῖς Ἕλλησιν, οὐκ ἠξίωσα Δαρεῖον τῶν ἀποκρίσεων, ἐσοφισάμην τοὺς κωλύοντας παράταξιν, ἐβιασάμην εἰς αὐτὴν 〈τὴν〉 ᾐόνα τοὺς πολεμίους.
17.2.43 τίνες οὖν αἱ τῶν ἱδρώτων ἡμῖν ἀμοιβαί; Ξάνθιππος καὶ γραφὴ προδοσίας καὶ δικασταί. ἕτερος μὲν οὖν ἴσως ἐπὶ τοιούτοις ᾀδόμενος ἔργοις τὸν ὑπόλοιπον βίον ἐξέδωκεν ἂν εἰς ἡδονὰς καὶ ῥᾳστώνην καὶ νῦν μὲν ἅμα τοῖς ἐπιτηδείοις πολυτελῶς εὐωχεῖτο, νῦν δὲ μετὰ τῶν οἰκείων ἐτρύφα λειμῶνας καὶ ἄλση περινοστῶν· ἐγὼ δὲ πόνων, ὡς ἔοικεν, ἀπληστίαν νοσῶ. βούλει τῶν πραγμάτων ὀρθὸς φανῆναι κριτής, ἐάσας τὸ τέλος τὴν γνώμην ἐξέταζε, καὶ μίαν ὄψει προσοῦσάν μοι πανταχοῦ.
17.2.44 ἀνήχθην Παρίους τιμωρησόμενος τὰ βαρβάρων φρονήσαντας, ἐψίλωσα τὴν νῆσον τῶν δημοσίων προσόδων, ἐμήκυνα τὴν προσεδρίαν, ἕως ἐνῆν. τὸ πέρας, ἐκείμην ὑπὸ τοῦ σκέλους ἐν τῷ στρατοπέδῳ, συλλόγου δὲ περὶ ἐμὲ γεγονότος καὶ πάντων εἰς γῆν ἀμηχανίᾳ κυπτόντων κουφοτέραν τῇ ὄψει πλασάμενος ἀλγηδόνα καὶ βιασάμενος, ὡς ἐνῆν, τὰς ὀδύνας καὶ τοιοῦτον σχηματισάμενος ἦθος τοῦ μὴ πρὸς ἀπορίαν αὐτοὺς ἐμπεσεῖν ἠρώτων, εἴ τινά που τοῖς πράγμασιν ὁδὸν ἢ μηχανὴν ἐνορῷεν, οἱ δὲ τέως μὲν ἀγωνιῶντες ἐσίγων, εἶτα μιᾷ γνώμῃ παρῄνουν ἐνδοῦναι ταῖς δυσκολίαις. Τί οὖν ὁ τοῦ κατηγόρου δεινὸς καὶ ἄφυκτος, ὡς οἴεται, λόγος; πολλο ί , φησίν, Ἑλλήνων συνηγωνίσαντο τοῖς βαρβάροι ς , οὐ Πάριοι μόνο ι .
17.2.45 σὺ δὴ πρὸ τῶν ἄλλων ἐπὶ Παρίου ἐκπλεύσας εὔδηλος εἶ Λυσαγόρᾳ μνησικακῶ ν . κατὰ ποίαν οὖν ἔδει με τάξιν Παρίους ἀμύνασθαι; πότερα πρώτους τῶν μηδισάντων ἢ μέσους ἢ πάντων ἐσχάτους; ἣ γὰρ ἂν τάξιν εἱλόμην, ἀφορμήν σοι παρεῖχον ψευδολογίας.
17.2.47 εἰ μὲν πρὸ τῶν ἄλλων ἐχειρωσάμην, ἵνα πρότερον θεραπεύσω τὴν ἰδίαν ὀργὴν κατὰ τὸν σόν, ὦ Ξάνθιππε, λόγον· εἰ δὲ πάντων ἐσχάτους, ἵνα τὴν οἰκείαν ἀποκρύψω δυσμένειαν· ἀλλὰ καὶ μέσους ἐν τῇ τιμωρίᾳ πεποιηκὼς ἐδόκουν ἂν μὴ τιθέναι μὲν πρώτους, ἵνα λάθω Λυσαγόραν μισῶν, μὴ καρτερῆσαι δὲ τελευταίους ἐᾶσαι βιασαμένου με τοῦ πρὸς ἐκεῖνον θυμοῦ. τοιοῦτόν ἐστι συκοφαντία· τὸ προστυχὸν ἀεὶ πρόφασιν ποιεῖται διαβολῆς. Ἀλ λ ’ ἐπηγγείλ ω , φησί, πλῆθος ἄγειν χρημάτω ν , ἥκεις δὲ τῷ δήμῳ κομίζων προφάσει ς .
17.2.48 οὕτω τὴν πόλιν ἠπάτησας ἔργῳ τὰς ὑποσχέσει οὐ παραδού ς . ὄνομα διαβεβλημένον, τὴν ἀπάτην, εὑρὼν δαιμόνιον ἐναντίωμα μεταπλάττεις εἰς ἔγκλημα γνώμης καὶ τὴν ἐμὴν περιφέρων ὁμολογίαν τὴν αἰτίαν, ᾗ προβῆναι κεκώλυται, κρύπτεις.
17.2.50 ὅρα μὴ σὺ μᾶλλον ἐξαπατᾷς κλέπτων τῶν δικαστῶν τὴν ἀκρόασιν. εἰ μὲν γὰρ πρὸ τῆς ἐπὶ Πάρον ἐξόδου τὸ σκέλος οὕτω διατεθεὶς πλοῦτον ἐπηγγειλάμην ἄφθονον ἄγειν ὡς οὐδὲν ἐμποδών μοι γενησομένου τοῦ πάθους, παρέβην τὰς ὑποσχέσεις, παρεκρουσάμην τὸν δῆμον, φιλόπολις 〈δὲ〉 ὁ δῆμος τὸν ἀπατήσαντα ἔκρινεν· ἐπεὶ δὲ Μιλτιάδης ἦν μὲν ἐπαγγειλάμενος ἀπαθής, διήμαρτε δὲ γεγονὼς τραυματίας, τί τὸν νοσοῦντα τὰς τοῦ μὴ νοσοῦντος ἀπαιτεῖς ὑποσχέσεις καὶ ποιεῖς παραπλήσιον ὥσπερ ἂν εἰ δυοῖν Μιλτιάδαιν, τοῦ μὲν ἀκεραίου τὸ σῶμα, τοῦ δὲ νόσῳ πιεζομένου, τοῦ μὲν χρήματα φέρειν εἰπόντος, τοῦ δὲ μηδὲν ὑποσχομένου τοιοῦτον τὴν ἐκ θατέρου ῥηθεῖσαν ἐπαγγελίαν ἀπῄτεις τὸν οὐδὲν εἰρηκότα τῆς ὁμωνυμίας αὐτῷ δίκην λαχών; οὐχ οὕτω Λακεδαιμονίους φασί—τί γὰρ ἄτοπον καὶ ξενικὴν εὐβουλίαν μιμεῖσθαι;—Κλεομένει χρήσασθαι τῷ Σπαρτιάτῃ.
17.2.51 ὁ γὰρ δὴ Κλεομένης ἔτυχε μὲν εἰς Ἄργος ἐπιστρατεύσας Ἀργείων Λακεδαιμονίοις πολεμίως ἐχόντων· ἀνονήτου δὲ τῆς σπουδῆς αὐτῷ γινομένης ἐπανῆκεν ἃς ὑπέτεινε προσδοκίας οὐ φέρων. αἱ δὲ ἦσαν ἅλωσις Ἄργους. τοῦτο πρόφασις ἦν διαβολῆς τοῖς φιλαιτίοις. ᾐτιάθη δωροδοκίας ὁ Κλεομένης. ἀπέφυγε τὴν γραφὴν οὐδενὸς εἰς ἀπολογίαν τραύματος εὐπορῶν. Πάνυ τοίνυν ἀχθοίμην ἄν, εἰ μὴ μόνον Λακεδαιμονίων, ἀλλὰ καὶ Δαρείου φαυλότεροι δόξομεν.
17.2.52 ᾔσθετο γάρ, φασίν, ἀνθρώπινα πεπονθὼς καὶ συνέγνω τῷ Δάτιδι τῶν ἐνταῦθα πταισμάτων. σκεψώμεθα τοίνυν, τίς μὲν ἐγὼ πρὸς τὸν Δᾶτιν, τίνες δὲ πρὸς Δαρεῖον ὑμεῖς.
17.2.53 ἐγὼ τὰ μὲν ἀριστεύσας, τὰ δὲ πεπονθὼς διχόθεν ἐμφαίνω τῇ πόλει γνώμην ἀνύπουλον καὶ φαύλην αἰτίαν οὐ δεχομένην· ὁ δὲ τροπαίων ὁμοῦ καὶ τοιούτων τραυμάτων ἄμοιρος ὢν οὐκ εἶχεν ὅθεν φανήσεται μὴ προδούς. τοιοῦτος ἐγὼ πρὸς τὸν Δᾶτιν, ὑμεῖς δὲ πρὸς Δαρεῖον Ἕλληνές τε πρὸς βάρβαρον καὶ πρὸς δύσκολον πρᾷοι καὶ νενικηκότες ἀρτίως πρὸς ἡττημένον, τὸ δὲ διάφορον οὐ μικρὸν τῆς μὲν νίκης καὶ τὸν φύσει δυσάρεστον πραϋνούσης, τῆς ἥττης δὲ καὶ τὸν ἄγαν ἥμερον εἰς ὀργὴν ἐκφερούσης.
17.2.55 νὴ Δί α , φήσειεν ἄν τις, ἀλλὰ Δᾶτις οὐδὲν ἐπηγγείλατο τῷ δεσπότ ῃ . καλῶς λέγεται δ’ οὖν αὐτῷ προειπεῖν ὁ Δαρεῖος ψειν αὐτοῦ τὸν αὐχένα καὶ τοιαύτῃ ζημίᾳ περιβαλεῖν, εἰ μὴ δορυαλώτους ἡμᾶς συλλαβὼν ἄγοι δεσμώτας. ὁ δὲ ταῦτα ἀκούσας ὑπισχνεῖτό πως τῷ μηδὲν ἀντιλέγειν. εἰ γὰρ ἐναργῶς ἀντειπεῖν ἀνεδύετο, τρόπον ἕτερον εἶχεν ὑποφῆναι τὸ βασιλέως ἐπίταγμα μεῖζον ἢ κατὰ τὴν αὑτοῦ ῥώμην ὑπάρχον, καθάπερ τῶν οἰκετῶν ὅσοι λίαν ὑφορῶνται τῶν κεκτημένων, εἴ πού τι χαλεπὸν προσταχθεῖεν διακονεῖν, κἂν ὑποστέλλωνται φανερῶς ἀδυναμίαν προβάλλεσθαι, ὅμως ὑπογράφουσι τὴν ἀσθένειαν εἴτε νεύσαντες ἐπὶ γῆν εἴτε τὰς ὀφρῦς εἰς ἀθυμίαν συναγαγόντες εἴτε διαλεχθέντες ἠρέμα πρὸς ἑαυτούς, οὐχ ὅσον τὸν δεσπότην λαθεῖν, ἀλλ’ ὅσον ὅτι λαθεῖν βούλονται δεῖξαι.
17.2.57 οὐ τοίνυν ἐποίησε τούτων ὁ Δᾶτις οὐδέν· οἶδε γάρ, οἶμαι, τοῦτο καλῶς, ὅτι ταῦτα μέν ἐστιν ἀπειλαὶ προτρέπουσαι πολεμεῖν, ἀτυχῶς δὲ τῆς Ἑλλάδος ἀναχωροῦντι Δαρεῖος οὐ μέμψεται. εἶτα βάρβαρος μὲν ἀνὴρ οἶδεν εἶξαι καιρῷ καὶ συμφορὰν ἐνεγκεῖν, ἂν δὲ Ξάνθιππος ἀπάτην μετακαλέσῃ τὴν ἀπραξίαν, τὰς Ἀθηναίων οἰχήσεται ψήφους ἁρπάσας. Σὺ μὲν οὖν τὴν φύσιν ἐπιδέξιος ὢν παλαιῶν οὐ δέῃ παραδειγμάτων, πρὸς ἃ χρὴ βλέποντα ζῆν· ἐγὼ δὲ νωθὴς τὰ πολέμια γεγονώς, ὡς μαρτυρήσει Δαρεῖος, τῶν ἔμπροσθεν ἀριστέων ζηλωτὴς εἶναι πειρῶμαι καὶ τὰς ἐκείνων ἐπιτηδεύσεις εἰκόνας ἀεὶ ποιοῦμαι τοῦ βίου.
17.2.59 τί οὖν ὁ σοφὸς ἐκ Πύλου πρεσβύτης ὑφηγεῖται τῷ Μυκηναίῳ τετρωμένῳ ποιεῖν; ἡσυχίαν ἄγειν ἐν ἀκμῇ τῶν κινδύνων· οὐ γάρ πως βεβλημένον ἔστι μάχεσθα ι . τὸν Τυδέως δὲ στρατιώτην οὐδὲν ἄμεινον πράξαντα τοῦ Μυκηναίου κελεύσας ἀναχωρεῖν, ἐπειδὴ τὴν Ἕκτορος λοιδορίαν εὐλαβούμενον εἶδεν, εὐάλωτον συκοφάντην ἔφη πτοεῖσθαι· μὴ γὰρ ἕξειν ἀκροατὰς τὸν Πριάμου τῆς Διομήδους ἀριστείας ἀπείρους.
17.2.61 ταῦτα ὁ γέρων ὁ τὰς γνώμας παρέχων, ὁ τοσοῦτον τῇ στρατιᾷ συντελῶν, ὅσον εἰπεῖν τι χρηστὸν καὶ κρῖναι λέγοντος ἄλλου, ὀρθῶς, οἶμαι, καὶ μάλα τῆς ἡλικίας ἀξίως. ἔνθα μὲν γὰρ ἔστι τὴν οἰκείαν προέμενον σωτηρίαν κατορθῶσαί τι τῷ κοινῷ, μήποτε φανείην οὕτω φιλοψύχως ἔχων, ὡς ἀποδειλιᾶσαι τὴν τελευτήν —οὔκουν ὤφθην ἑτέρου δειλότερος ἐν τῷ περὶ τῆς ἐλευθερίας ἀγῶνι—· νῦν δέ μοι τῆς ἐν Πάρῳ διατριβῆς ὄνησιν μὲν οὐδεμίαν, μέλλησιν δὲ τῷ στρατῷ καὶ δαπάνην ἐχούσης περίεργον ἡγησάμην ἐπὶ γῆς ἀλλοτρίας καιρίᾳ πληγῇ καὶ προσδοκίᾳ θανάτου σχολάζειν. εἰ πρὸς Παρίους ἡμῖν πολέμου συστάντος εὔστοχός τις ἐκείνων ἐνευδοκίμησέ μοι τοξότης, μικρὸν ἂν ἴσως ἐνδεδωκὼς ταῖς ἐκ τοῦ πάθους ὀδύναις ἠγωνιζόμην εὐπροσώπου μοι τότε τῆς φυγῆς ὑπαρχούσης· εἰ δὲ Πάριοι μὲν ἔνδον ἡσύχαζον, θεῶν δέ τις αὐτοῖς τὴν ἡμετέραν ἀναχώρησιν ἐδωρεῖτο, πῶς ἔτι μένειν ἐχρῆν τῆς Τύχης οὕτως ἐπιρρεπῶς κινουμένης; ὑφορωμένη γὰρ ἴσως μὴ τῶν Μαραθῶνι τροπαίων τὴν τῆς πόλεως ἀρετὴν ὑπολάβοι τις μόνην αἰτίαν ὑπάρχειν, αὐτὴ δὲ τοιούτων ἔργων δόξαι μὴ κοινωνεῖν, ἐβουλεύσατο συνεργὸς ἡμῖν ὀφθῆναι τῆς νίκης καὶ τῆς ἐντεῦθεν εὐκλείας τὸ ἐπιβάλλον αὑτῇ μέρος ἀπολαβεῖν.
17.2.64 πῶς οὖν τοῦτο δράσ ω ; φησί. λύω τὴν Παρίων πολιορκίαν καὶ τὸν Ἀθηναίων στρατηγὸν αὐτὴ ποιήσασα τραυματίαν ἄπρακτον εἰς Ἀθήνας ἐκπέμπ ω · καὶ γὰρ οὕτως ἂν δόξειεν ἐμῷ νεύματι τὰ φθάσαντα κατορθῶσα ι · μὴ γὰρ ἂν ἀντιπραττούσης ἐμοῦ δυνηθῆναί τι δρᾶσαι τῶν εἰργασμένω ν . ταῦτα βουλευσαμένη τὸ δεδογμένον ἀκονιτὶ διεπράξατο. Οἶμαι τοίνυν οὐδὲ τοῦτο μικρὸν εἰς ἀπόδειξιν εἶναι τῆς περὶ τὴν Παρίων ἅλωσίν μου σπουδῆς.
17.2.65 ἴσμεν ἅπαντες, ὅτι τῷ μὲν οὐδὲν ἑαυτῷ συνειδότι λαμπρὸν βραχὺς γίνεται λόγος εὐκλείας—τί γὰρ ὁ μηδὲν κεκτημένος χρηστὸν εὐλαβήσεται καταισχύνειν;—, τῷ δὲ πλείστοις ἤδη πολέμοις ἐκλάμψαντι πολλὴ γίνεται φυλακὴ μετὰ τὰς ἀνδραγαθίας ἀμέμπτως διαβιῶναι, μήποτε λάθῃ βραχείᾳ κηλῖδι τοὺς πόνους καταρρυπαίνων. ἄνευ δὲ τούτων, εἰ τῶν ἤδη κατωρθωμένων οὐδὲν ὑπῆρχεν ἐμόν, αὐτάρκης ἦν μοι τὸ πάθος ἀπολογία, καὶ πάλιν εἰ τραυμάτων ἀθῷος περιεγενόμην, τὰ πρώην εἰργασμένα μοι συνηγόρει.
17.2.66 πῶς οὖν ἑκατέρου με συνιστῶντος ἀνέγκλητον ἄμφω μοι συνελθόντα τὴν ὑποψίαν οὐ λύσει; ἀπόκριναι δή μοι βραχύ τι· πότερα μετὰ τῶν σκευοφόρων συντεταγμένος ἐξῄειν ἢ στρατηγὸς ἐξ ἁπάντων αἱρεθεὶς Ἀθηναίων; εἰ μὲν γὰρ εἰς τὴν ἐσχάτην μοῖραν ἐτέλουν, τί παρατρέχων τοὺς ἄλλους ἄνδρα διώκεις ἀριθμὸν ἄλλως πληροῦντα; εἰ δὲ τὸν στόλον ἄγειν ἐτάχθην, πῶς ἂν συνέστη τὸ πλῆθος τοῦ πρώτου τῶν συμπλευσάντων τοιαύτῃ συμφορᾷ κεχρημένου; ὀδυνώμενον γὰρ οὔτε χρῆσθαι τοῖς ὅπλοις οὔτε πυκνόν τι βουλεύσασθαι ῥᾴδιον συνασθενούσης τῷ σώματι τῆς διανοίας, τῆς δὲ τῶν ἐφεστηκότων εὐβουλίας τε καὶ ῥοπῆς ὁ πόλεμος αἰωρεῖται.
17.2.68 οὕτω νοσοῦντος τοῦ στρατηγοῦ τὸ πᾶν ἀχρεῖον ἦν. Τί οὖ ν , φησίν, οὐκ ἀνθρωπίνως τὸ μέλλον εἰκάζω ν , ἀλ λ ’ ἀποτόμως ἰσχυριζόμενος χρημάτων ἀπεφήνω περιουσίαν 〈ἐλεύσεσθαι〉 ἄγω ν ; ἐκ Μαραθῶνος ἀρτίως ἐτύγχανον ἀφιγμένος καὶ τῆς ἐκεῖθεν ἔπνεον ἔτι φιλοτιμίας καὶ τὸ φρόνημά μου τῶν ἔργων εἶχον οἱ λόγοι.
17.2.70 εἶτ α , φησίν, ἀποτόμως τὴν ὑπόσχεσιν ἐποιήσ ω . τοῦτο γνώμης ἀδόλου τε καὶ ἁπλῆς καὶ πονηρὸν μελετώσης οὐδέν. ὁ γὰρ μηδὲν ἀπατηλὸν ἢ κακόηθές τι φρονῶν ἀβασανίστως ἐγγυᾶται τὸ μέλλον, ὁ δὲ φενακίσαι βεβουλευμένος ῥήμασιν ἀμφιβόλοις περιστέλλει τὴν κακουργίαν ἀναχώρησιν ἑαυτῷ καταλείπων καὶ τόπον ἀπολογίας. τριῶν τοίνυν ὄντων οἷς αἱ νῖκαι φιλοῦσιν ἀκολουθεῖν, παρασκευῆς ὁμοῦ καὶ σπουδῆς καὶ τοῦ δικαίαν εἶναι τοῦ πολέμου τὴν ἀφορμήν—τούτῳ γὰρ ἕπεσθαι χρὴ καὶ τὸ τῶν θεῶν εὐμενές—, τί τούτων ἐμοὶ παρημελημένον ὁρᾷς; εἰ γὰρ ἐνδείᾳ δυνάμεως ἢ ῥᾳθυμίᾳ γνώμης ἢ στρατεύσας ἀδίκως οὐ παρεστησάμην τὴν νῆσον, εἶχεν ἂν ἐμοί τινα τοῦτο κατηγορίαν· εἰ δὲ τὰ μὲν ἐμὰ πάντα πεπλήρωται, τὸ δὲ τέλος οὐκ ἐπὶ τὸ προσδοκώμενον ἐχώρησε τῶν πραγμάτων, τί τοῦτο πρὸς τόν, ὡς ὁρᾷς, τραυματίαν; Ἀπήγγειλε τοίνυν ἐμοί τις, ὡς τῇ προτεραίᾳ πᾶσαν οὑτοσὶ τὴν ἀγορὰν περιήρχετο ἀποθαυμάζων ἅμα καὶ τῶν προστυγχανόντων ἕκαστον ἐρωτῶν· τί δ ’ ἂν εἴποις περὶ Μιλτιάδο υ ; ὃς ἄρτι τῶν βαρβάρων κενῶσαι τοὺς καταλόγους δοκῶ ν , ἔπειτα μίαν οὐκ ἐχειρώσατο νῆσο ν .
17.2.73 οὐ ταῦτα διαρρήδην αὐτοῦ τὴν προδοσίαν βο ᾷ ; τοῦτο δέ ἐστιν ἀνθρώπου τὸ τῆς Τύχης εὐτράπελον ἀγνοεῖν πλαττομένου.
17.2.74 πόσους ἐκείνη μεγάλοις δελεάσασα κατορθώμασιν ἐλαττόνων ὀρεγομένους ἀφῆκε. πόσοι τὸν κότινον πρὸς γενναίους ἀναδησάμενοι παλαιστὰς φαυλοτέροις ἀγῶνα συνάψαντες ἀστεφάνωτοι τῆς Ὀλυμπίας ἀπῆλθον. ἤδη τις ἰατρὸς θάνατον ἀπειλοῦσαν νόσον κρατήσας μετρίας τινὸς καὶ τῆς τυχούσης ἡττήθη.
17.2.75 ἤδη καὶ κυβερνήτης ἀνέμου τε ῥύμης καὶ βίας κυμάτων ἁρπάσας τὴν ναῦν κατὰ πρύμναν αὐτῷ φερομένου τοῦ πνεύματος οὐ διέσωσε τῆς τύχης ἀντιπρώρου πνεούσης. οὕτω πάντων ἅπτεται πραγμάτων μεταβολή, καὶ τοὺς πολλοὺς ἐκ βραχείας ῥοπῆς ἐπὶ μέγα δυναστείας ἠρμένους μία τις ἀφορμὴ καὶ τὸ τυχὸν πταῖσμα προρρίζους ἀνέτρεψεν.
17.2.77 εἴ τις ὑμῶν Πολυκράτην ἀκήκοεν, οἶδεν ὃ λέγω. Σάμιος ἦν τις ἰδιωτεύων τὰ πρῶτα συστασιώτας περὶ αὑτὸν ἔχων ὀλίγους. τοῦτον ἔρως εἰσῆλθε τὴν ἐν Σάμῳ δημοκρατίαν νεωτερίσαι καὶ πρὸς ἰδίαν ἀρχὴν μεταρρυθμίσαι τὰ πράγματα. κρατήσας τοίνυν τῶν πολιτῶν καὶ τὰς ὁμόρους δουλωσάμενος πόλεις καὶ καλῶς φερόμενος πανταχοῦ καὶ λοιπὸν ἑαυτῷ συνήθη καὶ φίλην τὴν Τύχην ὑπολαβὼν ὑφ’ ἑνὸς ἀνεσταυρώθη τῶν δορυφόρων.
17.2.78 εἰς τοῦτό γε ἔληξαν αἱ Πολυκράτους ἐλπίδες, τοιοῦτον ἔσχεν αὐτοῦ τὰ φρονήματα πέρας, ὥστε κἂν ἐπέγραψέ τις εἰκότως· εἰς ἐμέ 〈τισ〉 ὁρῶν μὴ θαρρείτω τῇ Τύχ ῃ . τί οὖν ἔτι θαυμάζεις, εἴ τις ἐν μείζοσιν ἔργοις ὡς ἐβούλετο πράξας ἀπὸ τῶν ἐλαττόνων οὐχ ὡς ἤθελεν ἀπηλλάγη; ἐκράτησάν ποτε καὶ Μεγαρεῖς Ἀθηναίων περὶ Σαλαμῖνος ἐρίζοντες, οὐ μὴν ἔδοξαν Ἀθηναῖοι προδεδωκέναι τὴν νῆσον οὐδὲ χείρους εἶναι τὰ πολεμικὰ Μεγαρέων.
17.2.80 μὴ γὰρ οὕτω τῆς Ἀθηνᾶς οἱ τρόφιμοι πράξαιεν. ἀλλ’ οὐδὲ τῇ Σπάρτῃ δέδοται γέρας ἀήττητα πολεμεῖν, ἀλλ’ ὅτε τὰ κράτιστα ἤνθησε, προσέπταισεν οὐ μετρίως.
17.2.81 πολέμου γὰρ αὐτοῖς πρὸς Τεγεάτας συνεστηκότος ὥσπερ οὐ πολεμίοις μάχεσθαι μέλλοντες, οἰκέτας δὲ συλλαβεῖν ἀποδράντας, πέδας ὅτι πλείστας ἄγοντες ἦλθον, καὶ ταῖς Λακεδαιμονίων ἐλπίσιν οὐδεὶς ἔμεινεν ἄνευ δεσμοῦ Τεγεάτης· τοσοῦτον αὐτοῖς περιῆν αὐθαδείας. τί οὖν συνέβη; παθόντες ὅσα δράσειν ὠνειροπόλουν, εἶτα γυμνωθέντες οἱ Σπαρτιᾶται τῶν ὅπλων, ὦ Ξάνθιππε, ἐν πέδαις ὑπῆρχον, ἃς ἔφερον αὐτοὶ Τεγεάταις.
17.2.82 καὶ νῦν ἐπὶ Τεγέαν ἐλθών, νεώς ἐστιν Ἀθηνᾶς παρ’ αὐτοῖς ἱδρυμένος. ἐνταῦθα μετεώρους ὄψει τὰς πέδας τῆς μὲν Λακεδαιμονίων ἥττης ὑπόμνημα, παράδειγμα δὲ τοῖς εἰσιοῦσι τοῦ μὴ μέγα φρονεῖν. ἆρα αἰσθάνῃ τῶν ἀνθρωπίνων πραγμάτων ὅσην ἀνωμαλίαν νοσεῖ; μή σοι παράδοξον φαίνεται πλήθους ἀλλοφύλων κρατήσαντα μιᾶς νήσου διαμαρτεῖν; Μικροῦ με, ὦ ἄνδρες Ἀθηναῖοι, παρῆλθεν, ὃ μόνον ὑμῖν ἐξαρκέσει ῥηθέν, ὡς ἄρα δικαστῶν παράνομος ψῆφος ὅλην εἴωθε λυμαίνεσθαι πόλιν.
17.2.84 ὁρᾶτε γάρ· Λύκος ἦν ἀνὴρ θηριώδης τό τε ὄνομα καὶ τὸν τρόπον. οὗτος ὁ Λύκος Θησέα τὸν Αἰγέως ἀδίκως γραψάμενος πείθει τοὺς τότε δικάζειν λαχόντας φυγῇ ζημιῶσαι τὸν ἄνδρα. ἐντεῦθε νόσον διπλῆν ἡ πόλις ἐνόσει, λοιμὸν ὁμοῦ καὶ Θησέως ἀποβολήν. χρωμένοις οὖν ἡμῖν ἐν Δελφοῖς ἀνεῖλεν ὁ θεὸς θεραπεῦσαι Θησέα τῷ Λύκου θανάτῳ. ἐπειδὴ δὲ τοῦ Ἀπόλλωνος ἐμνήσθην, εἰς ἑτέρου χρησμοῦ μνήμην ἀφῖγμαι.
17.2.85 ὁ γὰρ αὐτὸς οὗτος θεὸς Πελασγοῖς, ὅτε Λῆμνον οἰκοῦντες ἑορταζούσας ἡμῶν τὰς γυναῖκας λοχήσαντες ἥρπασαν καὶ χρησάμενοι πολλάκις μετὰ τὴν τῆς ὕβρεως πλησμονὴν πανωλεθρίᾳ διέφθειραν, ἐκείνοις ταῦτα πεποιηκόσιν ἔχρησεν ὁ θεὸς μέχρι τοσούτου τὸ δεινὸν παραμένειν—οὐ γὰρ ἔτικτον αὐτοῖς αἱ γυναῖκες—, ἕως τιμωρίαν ἐκτίσωσιν Ἀθηναίοις τῆς ἀσελγείας. ἧκον ὡς ἡμᾶς ἐπὶ τούτοις οἱ Πελασγοὶ καὶ διηγήσαντο πάντα, τὴν εἰς τὰ γύναια παροινίαν, τὴν γενομένην ἐντεῦθεν αὐτοῖς συμφοράν, τὴν πρὸς τὸν Ἀπόλλω καταφυγήν, τὴν ἀπόκρισιν τοῦ θεοῦ.
17.2.87 ταῦτα ἀκούσαντες τράπεζαν παραθέντες πολυτελῶν ὁμοῦ καὶ ποικίλων γέμουσαν ὄψων ἠξιοῦμεν αὐτῶν τὴν χώραν ἀπολαβεῖν ὧδέ πως θάλλουσαν καὶ μιμουμένην τὴν τῆς τραπέζης ἁβρότητα καὶ τρυφήν. καὶ τοῦτο ἦν Πελασγοῖς τιμωρία, οὐ στεργόντων δὲ τούτων τῇ δίκῃ πλεύσας ἐπὶ Λῆμνον ᾠχόμην τὴν νῆσον ἑλών. ἀλλ’ ὅμως ἐμοὶ πρόκειται κρίσις.
17.2.88 οὐ ταῦτα διενοούμην ἐκ Παρίων Ἀθήναζε πλέων. καί μοι τῆς καταγωγῆς ἐγγὺς γενομένῳ λογισμὸς εἰσῆλθε τοιοῦτος· ἀποβήσομαι τῆς νεώ ς , καί τις εἰς ἄστυ δραμώ ν , οἷα πεπονθὼς ἥκ ω , μηνύσε ι . ὄχλος ἐντεῦθεν εἰς Πειραιᾶ καταβὰς πληρώσουσι τὴν ἀκτή ν , οἱ μὲν λόγῳ ψυχαγωγοῦντε ς , οἱ δὲ καὶ δάκρυον ἀφιέντε ς . ταῦτα προσεδεχόμην, τούτοις ἐκαρτέρουν τὰς ἀλγηδόνας, ἀπὸ τούτων ἤλπισα Κίμωνα τὸν υἱὸν προτρέπειν εἰς ἀρετήν. Οἱ μὲν οὖν πλεῖστοι τῶν κρινομένων Ἀθηναίων μητέρας τε κοπτομένας καὶ παῖδας ὀδυρομένους παραστησάμενοι τούτοις θηρῶνται τὸν ἔλεον· ἐμοὶ δὲ δόξατε παρεστάναι γελῶντα παιδία καὶ μητέρας εὐφραινομένας ὧν ἀνεῖλον βαρβάρων δίκην ὑπὲρ αὐτῶν εἰσπραττομένου Ξανθίππου.
17.2.90 Πολλὰ δ’ ἂν ἔχων εἰπεῖν τῷ πάθει παραχωρῶν καταβήσομαι. πρόσιθι, Κίμων, καὶ χεῖρα ὄρεγε τῷ πατρί. μάθωμεν, οἷα ψηφίζονται περὶ ἡμῶν Ἀθηναῖοι, κἂν ὑπομείνω τι δυσχερές, σὺ διατέλει τῷ δήμῳ πατρῷα φρονῶν. φύλαττε τὰς ἐμὰς παρακαταθήκας τῇ πόλει, προθυμίαν, εὔνοιαν, ῥώμην. κἄν ποτέ σοι Ξάνθιππος ὀνειδίσῃ τὸν τοῦ προδότου προσαγορεύων, καρτέρει καὶ μὴ δείκνυε συκοφάντην, ἵνα μὴ τὴν Ἀθηναίων ψῆφον ὑβρίσῃς. οὐ μικρόν σοι γυμνάσιον τὸν Μαραθῶνα κατέλιπον.
17.2.91 ἐνταῦθα πυκνῶς ἐξιὼν ἀναλάμβανέ με τῇ μνήμῃ κοσμοῦντα φάλαγγας Ἀττικάς, ἀνασοβοῦντα τῶν ἐναντίων τὰς τάξεις. Δαρείῳ παῖδα λέγουσιν εἶναι· ὃν μὴ γένοιτο μὲν εἰς ἔρωτα τῆς Ἑλλάδος ἐλθεῖν—ἀλλ’ οὐδὲ ἥξει ῥᾳδίως ἀφ’ ὧν ὁ πατὴρ ἔπαθε σωφρονῶν· εἰ δὲ τὴν πατρικὴν ζηλώσει πλεονεξίαν, μίμησαι καὶ σὺ τὸν πατέρα δαπανῶν αὑτοῦ τὰς δυνάμεις καὶ μὴ δίδου Παρίοις εἰς τέλος καταγελάσαι τῆς πόλεως.
17.2.92 ἐκεῖθεν εὐτυχέστερον τοῦ φύσαντος ἐπανέλθοις. μηδὲ κατόκνει τὸν πλοῦν, κἂν δεήσῃ καὶ τραύματι καὶ Ξανθίππῳ περιπεσεῖν. Εἴπω καὶ πρὸς ὑμᾶς βραχέα, ὅθεν δέδοικα λάλον οὖσαν τὴν Φήμην μὴ διαβάλλῃ πρὸς Δαρεῖον τὴν πόλιν οὐ καλῶς ἀμειβομένην τοὺς ἀριστέας.
17.2.93 ὑποκείσθω γὰρ θέατρον Περσικὸν καὶ προκαθήμενος, οἷα δὴ νόμος, ὁ βασιλεύς. εἰσδραμὼν δή τις ἐξαίφνης τὰ γινόμενα παρ’ ἡμῖν μηνυέτω μετά γε προσθήκης τινός, τοῦτο γὰρ ἔθος τῇ Φήμῃ. οὐ παραχρῆμα τὸ θέατρον βασιλεὺς διαλύσει; οὐχ ἁρπάσεται τὰ ὅπλα; οὐχ ὡς ἐφ’ ἕρμαιον τὴν Ἑλλάδα πλεύσει τῶν παρ’ Ἕλλησι σοφωτάτων κακῶς τοῖς εὐεργέταις χρωμένων; Οὗτος ὁ παρ’ ἐμοῦ λόγος.
17.2.94 ὅθεν γένοιτο τοίνυν ἢ δικαίαν ὑμᾶς θέσθαι ψῆφον ἢ παρανομοῦντας Μιλτιάδου μὴ δεηθῆναι. Η ΔΙΑΛΕΞΙΣ σκοπὸν τιθεμένη πρὸς μείζονα τοὺς νέους ἐγείρειν σπουδὴν δείκνυσι ν , ὡς ἄνευ πυκνοτέρας μελέτης ἐπισφαλεῖς αἱ τέχναι τοῖς μετιοῦσι ν .
18.1.1 Λέγει που ὁ ποιμὴν ὁ Ἀσκραῖος, οὐχ ὅτε ὑπῆρχε ποιμήν, ἀλλ’ ὅτε ποιητὴς ἐγεγόνει, ὡς γυμνασίας ἄτερ καὶ πόνων οὐ βούλεται θάλλειν ἀνθρώποις τὰ ἔργα. καίτοι σύ γε, ὦ βέλτιστε, οὐ μειράκιον ὢν ἐφοίτας εἰς διδασκάλου, ἀλλὰ νέμων τὰς οἶς δάφνην εἴληφας ἐκ Μουσῶν καὶ ἅμα λαβὼν ᾖδες τὰ ἔπη. τί οὖν ἑτέροις πονεῖν παραινεῖς αὐτὸς ἀπόνως φανεὶς ποιητὴς ἐκ νομέως; ἢ δῆλον ὅτι τοῦτο ἡμῖν ἐθέλων ἐνδείξασθαι, ὡς οὐδὲ Μουσῶν διδαχὴ βέβαιος ἄνευ μελέτης; ἄγαμαι σφόδρα τὸ ἔπος καὶ ἐπαινῶ· ὅθεν ἐπαινῶν διηγήσομαι.
18.1.3 Λυσάνδρῳ τῷ Σπαρτιάτῃ τά τε ἄλλα ὑπῆρχε Λακωνικὰ καὶ δίαιτα κεκολασμένη καὶ σώφρων καὶ πληροῦσα Σπαρτιάτου γαστέρα· ἐπεὶ δὲ ἧκεν ἐς Ἰωνίαν, μετέβαλεν αὐτίκα ἐς ἁβρότητα καὶ τρυφήν. ὡς οὖν κατὰ μικρὸν ἡ τοῦ σώματος ἰσχὺς ἐθηλύνετο καὶ ἐμιμεῖτο τὸν βίον αὐτοῦ καὶ ἦν μαλθακὸς αἰχμητή ς , τότε ἤδη τῆς πείρας ἐγίνετο μαθητὴς καὶ ἐπαιδεύετο ἄρα, ὡς ἔοικεν, ὡς οὔτε Σπαρτιάτης οὔτε Λύσανδρος ἀμελῶν ἐπιτήδειος ἐν πολέμῳ.
18.1.5 ταῦτα μὲν ἐκεῖνος ἡμάρτανέ τε καὶ ἔπασχε· εἰ δὲ μὴ ἐδεδοίκειν ἐγὼ τοὺς ἐπὶ τῇ μυθολογίᾳ με σκώψοντας, ἥδιστα ἂν ὑμῖν καὶ Αἰσώπου μῦθον διηγησάμην· νῦν δὲ ἵππον τινὰ καὶ χελώνην εἰς μέσον ἐνεγκών, 〈ὡσ〉 ποσὶν ἄμφω μὲν ἠριζέτην ἀλλήλοι ν , ἥττητο δὲ ὁ ἵππος ἀργί α , εὖ οἶδα ὅτι μοι τὸν μῦθον ἀρχόμενον διακόψετε εἰς θέατρον ἄγειν με φάσκοντες τὰ τῶν ἀρτίως εἰς Ἑρμοῦ παλαίστραν φοιτώντων. ἆρα οὖν ποδῶν μὲν ὀξύτης καὶ σώματος ῥώμη ἡ μὲν ἵππον, ἡ δὲ στρατιώτην ῥᾴθυμον ἀποσείεται, λόγοι δὲ μένειν ἀνέχονται παρορώμενοι; καίτοι παλαιοὶ τοῦτό που ᾄδουσιν ἄνδρες καὶ ἔγωγε πείθομαι, ὡς πωλοῦσιν ἀνθρώποις οἱ θεοὶ τὰ καλὰ οὐ, μὰ Δία, χρυσίου, φασίν, ἢ ἀργυρίου—ποῦ γὰρ δέονται τούτων θεοὶ δωτῆρες ἐάω ν ; —, ἀλλὰ μελέτης καὶ πόνων.
18.1.7 ἀτὰρ ἔοικα καὶ πρὸς ὑμᾶς, ὦ νέοι, παθεῖν τὸ τοῦ Μυκηναίου πρὸς Τεῦκρον, ὃς τὸν τοξότην ὁρῶν ἐπιμελῶς κεχρημένον τῇ τέχνῃ ὅμως ὑπ’ εὐνοίας παρῄνει ποιεῖν ὥσπερ ἐκεῖνος ἐποίει. Η ΔΙΑΛΕΞΙΣ ἐν μέσῳ τεταγμένη τοῦ λόγου δευτέρας δεηθέντος συνόδου πρόσφορον ἑαυτῇ δείκνυσι ταύτην οὖσαν τὴν τάξι ν .
19.1.1 Τὸν Ἰθακήσιον Ὅμηρος εἴτε τὸν ἄνθρωπον ἐλεήσας τῆς κατὰ θάλατταν πλάνης εἴτε τὴν ποίησιν ἐθέλων διαποικῖλαι, ἵνα ἔτι μᾶλλον θέλγοι τοὺς ἐντυγχάνοντας ἐξ ἑτέρας εἰς ἑτέραν ἄγουσα τέρψιν, τὸν Ὀδυσσέα τοίνυν ὁ ποιητὴς εἰς Ἰθάκην μὲν οὔπω, ἐς Φαιακίαν δὲ ἄγει, νῆσον μεγάλην τε καὶ εὐδαίμονα, καὶ τοῖς Ἀλκίνου βασιλείοις αὐτὸν ὑποδέχεται καὶ ξενίζει καί τινα παρὰ τὸν πότον προσάγει κιθαρῳδόν, τὸν πέρι Μοῦ ς ’ ἐφίλησε ν , ὁ δὲ μεσοῦντος τοῦ δείπνου τὴν λύραν ἀναλαβὼν ἡδίω τὴν εὐωχίαν ἐποίει τοῖς δαιτυμόσι μέλους τε ἁρμονίᾳ καὶ διαστάσει τῶν ὄψων. ἀλλὰ καὶ ὅτε τοῖς Πισαίοις πανήγυρις ἤγετο τὰ Ὀλύμπια, οὐ μόνον αὐτοῖς ἀθληταὶ τὰ τελούμενα ἦν, ἀνάπαυλα δέ τις ἐγίνετο μεταξὺ καὶ ῥᾳστώνη τοῦ τε ἀγῶνος τοὺς ἀθλητὰς ἀναπαύουσα καὶ τῆς συντόνου προθυμίας τὸ θέατρον.
19.1.3 τοσαῦτα ὁ πρόλογος βραχύτερα μὲν καὶ ἄλλως ἢ μακρότερα φθέγγεσθαι πεφυκώς, νῦν δὲ μᾶλλον εἰκότως τοῦτο ἐπιτηδεύσας, ἵνα δή μοι ὁ λόγος μὴ τρίτης ὑμῶν δεηθείη συνόδου. 〈ΑΡΙΣΤΕΥΣ ΝΕΟΣ〉 Παῖδα φιλάργυρός τις εὔπορος ἔχων κόρην ἐβούλετο συνάψαι πρὸς γάμον αὐτῷ πλουσίαν μέ ν , αἰσχρὰν δὲ τὴν ὄψι ν .
20 T pref ἀποστρεφόμενος τὴν μνηστείαν ὁ νέος μεταξύ τινος ἑορτῆς γινομένης ἑτέρας ἠράσθη παρθένου καλῆ ς , ἐνδεοῦς δὲ χρημάτων ἐν τῇ πανηγύρει ταύτην ἰδώ ν . περὶ ἧς τὸν πατέρα πρὸς γάμον αἰτήσας διήμαρτ ε . πολέμου καταλαβόντος ἠρίστευσε καὶ δωρεὰν ἣν ἐθέλει παρὰ τῶν νόμων ἔχων αἰτεῖν ἀξιοῖ τὴν ἐρωμένην λαβεῖν ἀντιλέγοντος τοῦ πατρό ς . μελετῶμεν τὸν νέο ν . Θεωρία.
20.1.1 Δέχονται καὶ παῖδας ἀμφισβητοῦντας γονεῦσιν οἱ νόμοι τῆς τέχνης. ὅσας γὰρ ἡ πεῖρα συνίστησι δίκας, τοσαύτας μιμεῖται τὰ πλάσματα. πολλαῖς μὲν οὖν ἀφορμαῖς ἐπισπᾶται πρὸς ἑαυτὸν ὁ νεανίσκος τὸν δῆμον· ἐτρέψατο δυσμενεῖς ἐπιόντας, ἐξήρπασε κινδύνου πατρίδα, συνήγορον ἥκει νόμον κομίζων, μέτριον γέρας αἰτεῖ παρθένον ἐνδεῶς τεθραμμένην· ἀλλὰ τοσαύτην ἔχων ἀφθονίαν δικαιωμάτων οὔπω φροντίδος ἀπηλλάγη οὐδὲ τεθάρρηκεν οὕτως ἀκονιτὶ τὸν ἀγῶνα κρατεῖν, συνέστηκε γὰρ παιδίον πρὸς πατέρα καὶ πενία πρὸς πλοῦτον πᾶσι μὲν ἀνθρώποις ἡδύν, φιλαργύρῳ δὲ μάλιστα τίμιον.
20.1.3 ὅθεν εἰκότως τὰ μέν που νεανιεύσεται, τὰ δὲ κολακεύσει φρόνημα μὲν ἐκ τοῦ πολέμου λαβών, τῷ δὲ πατρὶ ταπεινὸς καὶ μετὰ νίκην ὑπάρχων, μή ποτε τῶν ἀκροωμένων τινὲς ἐκ τῆς παρούσης ἀντιλογίας τὸν ὅλον αὐτοῦ τεκμαιρόμενοι βίον δύσεριν ἀεὶ καὶ θρασὺν περὶ τοὺς γονεῖς ὑποπτεύσαντες ἧττον εὐμενεῖς αὐτῷ δοῖεν τὰς ἀκοάς. τὸ μὲν οὖν κράτιστον ἦν ἔρωτος εἶναι κρείττω τὸν παῖδα· ἐπεὶ δὲ τούτου διήμαρτε, κατὰ δεύτερον, φασί, πλοῦν τὸ μὴ δοκεῖν ἀσελγὴς ἀγωνίζεται τῷ τε νῦν πρῶτον ἐρᾶν τῷ τε μὴ βίᾳ τὴν κόρην λαβεῖν καὶ τῷ μηδὲν ἁπλῶς εἰς ὄνειδος φέρον, οἷα τοῖς ποθοῦσιν ἔθος τολμᾶν, διαπράξασθαι.
20.1.4 ἅμα γὰρ ἑαυτὸν ἀκοσμίας ἐλευθεροῖ καὶ τὴν ἐρωμένην πλέον κοσμεῖ δεικνύων αὐτῆς τὴν εὐπρέπειαν σώφρονος νέου κρατοῦσαν. ταῦτα ποιήσει καὶ πειράσεται μέν, ὅσον ἔνεστι, πιθανῶς τῆς εὐπορούσης αἱρετωτέραν αὐτὴν παραστῆσαι· εἰ δέ που καὶ δόξει πέρα τοῦ δέοντος ταύτην κοσμεῖν, δοτέον ἐρῶντι.
20.1.6 τὸν μὲν οὖν πατέρα πρεσβύταις ἅμα καὶ φιλαργύροις ὑπόθεσιν ὡς ὁμοτρόποις αὐτῷ παραπέμπομαι· ἐγὼ δὲ μελέτην εἰκότως τὸν νέον ἐποιησάμην· ἥλικα γὰρ δὴ καὶ ὁ παλαιὸς λόγος τέρπειν τὸν ἥλικα. 〈Μελέτη.
20.2.t 〉 Ἔδει μὲν πρὸ τοῦ πολέμου τὸν φύσαντα τὴν ἐρωμένην ἐμοὶ συνάψαι πρὸς γάμον, ἵνα μὴ δόξω μισθὸν ἀπαιτεῖν τῆς ἀριστείας τὴν πόλιν καὶ μᾶλλον ὑμῖν ἐπαφρόδιτον φανῇ μου τὸ τρόπαιον προῖκα τῇ πατρίδι δοθέν· ὁ γὰρ ἀμοιβὴν φιλοτιμίας ἀπαιτῶν ἣν ἔδωκε χάριν ἀναλαμβάνει· ἀλλά μοι δοκεῖ τύχη τις ἀναβαλέσθαι τὸν γάμον, ὅπως ἐκ τῆς νίκης ἐράσμιος τῇ κόρῃ γενοίμην.
20.2.1 οὐ γὰρ ἔπρεπεν, οἶμαι, χωρὶς ἀγῶνος τυχεῖν ἄθλου τοσούτου. εἰ μὲν οὖν εὔσχημον ἦν ἐν ἐκκλησίᾳ παρθένον ἑστάναι κἀν τοσούτων ἀνδρῶν ὀφθῆναι συλλόγῳ καὶ τῇ παιδὶ σύνηθες ἦν ἀλλοτρίας ὄψεις ἀποτολμᾶν, οὐδὲν ἂν ἔδει φιλονεικίας ἡμῖν, ἀλλ’ ᾠχόμην ἂν διπλῆν εὐθυμίαν κερδάνας τὸν ὑπὲρ τῆς ἐρωμένης ἀγῶνα νικήσας διὰ τῆς ἐρωμένης· οὕτως αὐτῇ πρόσεστιν ἄμαχος ὥρα μὴ δεομένη προικὸς εἰς παραμυθίαν τῆς ἀπρεπείας· ἐπεὶ δὲ τὸ πρᾶγμα μὲν ἀναιδές, ἡ δὲ πολλαχόθεν οἶδεν ἐρυθριᾶν, ἐξ ἡλικίας, ἐκ φύσεως, ἐκ τροφῆς, καὶ νόμῳ κέκλειται γυναιξὶν ἐκκλησία, μεγάλη πρὸς τὸν ἀγῶνα ῥοπὴ καὶ πλεονεξία γίνεται τῷ πατρὶ τὸ μηδετέραν ἐνταῦθα παρεῖναι.
20.2.3 ἀμφοτέρων γὰρ ὁμοῦ φαινομένων μεῖζον 〈ἂν〉 εἶναι τὸ μέσον ἑκατέρας ἐδόκει τῆς μὲν ἔτι φαυλοτέρας τὸ πρόσωπον παρὰ τὴν ἐμὴν ὁρωμένης, τῆς δὲ πολὺ μᾶλλον πρὸς ἐκείνην εὐπρεπεστέρας. ἀλλὰ κἂν εἰ νόμος ἐδίδου φανῆναι ταῖς κόραις, ὡς μᾶλλον ἐντεῦθεν ἐμὲ 〈πρὸσ〉 τὸν ἀγῶνα πλεονεκτεῖν, εἱλόμην ἂν πρὸς ὄχλον μνηστήρων τὴν αὐτήν μοι ποθούντων ἔχειν ἐν ὅπλοις ἅμιλλαν ἢ δοκεῖν πρὸς τὸν πατέρα θρασύνεσθαι.
20.2.4 ῥᾷον γὰρ τοὺς ἐν πολέμῳ κινδύνους γεγύμνασμαι φέρειν τῆς πρὸς τὸν φύσαντα παρρησίας. καὶ γνώσεσθέ μου τὴν πρὸς αὐτὸν ἐπιείκειαν, εἴ μου διὰ βραχέων ἀνέξεσθε τὸν ἐμὸν τρόπον εἰσηγουμένου· τὸ γὰρ παρθένου μὲν ἐρᾶν εὐπρεποῦς, ὁμοίως δὲ τὸν πατέρα τιμᾶν τὸν ἐκείνης ἀνανεύοντα γάμον τεκμήριόν ἐστι παιδὸς θεραπεύειν ἐπισταμένου γονεῖς. θεάσασθε τοίνυν, εἰ τοιοῦτον ὑμῖν ἦθος ἀσκῆσαι δοκῶ. Ἐμοὶ βίος ἦν οἷον ἄν τις ἐπιτηδεύσειεν ὑπὸ πατρὶ φειδωλῷ τρεφόμενος παῖς καὶ ἄλλως ἀκολασίαν μισῶν.
20.2.5 οὔκουν ἐφάνην περί τε τὰ ἀφροδίσια καὶ περὶ κώμους τε καὶ εὐωχίας καὶ τὰς ἄλλας ἡδυπαθείας ἐπτοημένος, ὥστε μοι καὶ ὠνείδιζον ἡλικιῶταί τινες κατηφῆ καὶ σκαιὸν ὀνομάζοντες καὶ μέχρι τίνος ἔσῃ παιδίον πατρὶ δεδουλωμένος καὶ ὅλως αὐτὰ τοῦ βίου τὰ καλὰ μὴ γινώσκω ν ; ἀλλὰ τῶν μὲν τοιούτων σκωμμάτων ἦν ἐμοὶ λόγος οὐδείς, σπουδὴ δὲ πρὸς εὐκοσμίαν καὶ τὸ ζῆν ἐλευθέρως.
20.2.6 καὶ ἥ γε τῆς σωφροσύνης ὑπερβολὴ μῦθον ἔπειθέ με δοξάζειν τοὺς περὶ Ἔρωτος λόγους, ὡς ἄρα τινὲς ἀκρατεῖς παραπέτασμα τῆς ἀσελγείας θεὸν ἑαυτοῖς ἔπλασαν Ἔρωτα. πρώην μὲν οὕτως ἐξηπατώμην, ἑορτῆς δέ τινος ἀγομένης, ἐν ᾗ φαίνεσθαι παρθένους ἀνδράσιν οὐ ψόγος, ἔδοξε τῷ πατρὶ κομψότερον ἢ κατὰ τὴν οἰκείαν φύσιν χρήσασθαι τῷ καιρῷ, καὶ ἐποίησεν οὕτως.
20.2.7 οἷα δὲ ἐν πανηγύρει καὶ πότῳ γάμου πρὸς ἐμὲ μνημονεύει καὶ λόγον ἀφῆκε περὶ τοιαύτης παιδός, περὶ ἧς ἂν ἀπώκνησα δικαίως εἰπεῖν, ἵνα μὴ συνεισέλθῃ μοι τῇ μνήμῃ τὸ πρόσωπον, εἰ μὴ τῇ φαντασίᾳ τῆς ἐρωμένης ἀπεκρουόμην τοῦ λογισμοῦ τὴν ἐκείνης μορφήν. περὶ τοιαύτης ἡμῖν διελέχθη πολλάκις μὲν ἤδη μάτην παρενοχλήσας, ὑπονοήσας δὲ τότε πιθανώτερος εἶναι συνήγορον ἔχων τὴν ἑορτήν. εὐθὺς οὖν τῷ λόγῳ τὰ ὦτα πληγεὶς ἀναστὰς ἠρέμα τῆς θοίνης περιῄειν τὰ τελούμενα θεωρῶν· τί δ’ ἄν τις ἐν ἑορτῇ διαπράξαιτο νέος ἄλλως τε καὶ διάγειν οἴκοι πεπαιδευμένος; ὅσα γὰρ οὐ λίαν βλέπειν εἰώθαμεν ἡδέα, ταῦτα μᾶλλον ἐπιθυμοῦμεν ἰδεῖν.
20.2.9 ἐνταῦθα κόρην ὁρῶ κεκοσμημένην ἐν ἱματίοις λιτοῖς αὐτὴν τῆς ἡλικίας ἄγουσαν τὴν ἀκμὴν ἀπλάστῳ λάμπουσαν ἤθει καὶ τὸ τῆς ψυχῆς ἄκακον ὑποφαίνουσαν ἀδόλῳ τε κάλλει καὶ σχήματος ἀφελείᾳ. καὶ ὅτε τοῦ χοροῦ τῶν παρθένων ἡσυχῆ διαστᾶσα μόνη κοσμίως εἱστήκει, ἔπαθον τὴν ψυχὴν τοιαύτην ἰδὼν πολλαῖς περιπεσὼν ἔρωτος ἀφορμαῖς· πανήγυρις ἦν καὶ πότος καὶ παρθένος ὡραία καὶ νεότης πολλὴ καὶ πατὴρ ἐλπίδα γάμου διδούς. αἰσθομένη τοίνυν ἐμοῦ περιεργότερον εἰς αὐτὴν ἀφορῶντος ἐρυθριάσασα καλλίων ἐφαίνετο τοῦ προσώπου συγκεκραμένου χρώμασιν αἰδοῦς τε καὶ φύσεως. ὡς οὖν τάχιστα συνεσκότασεν—ἡ γὰρ περὶ τὴν θέαν τῆς παιδὸς ἀπληστία πασῶν ἐλαχίστην ἐδείκνυ τὴν ἡμέραν ἐκείνην—, ὡς οὖν διέλυσε τὴν πανήγυριν ἡ νὺξ ἐπελθοῦσα καὶ τῆς οἴκαδε πορείας ἀνέμνησεν ὁ πατήρ, ἐπανῄειν πρῶτον ἐνατενίσας τῇ κόρῃ καὶ τῇ διανοίᾳ τὸ πρόσωπον ὑπογράψας, ἵνα γενόμενος οἴκοι πρὸς ἐμαυτὸν εἰκονίσω.
20.2.11 λόγος ἦν παρὰ πᾶσαν τὴν ὁδὸν περὶ τῆς ἑορτῆς ἀμφοτέροις, πλὴν ὅσον ὁ μὲν ἐμοὶ τὴν δαπάνην ἠρίθμει καὶ πρόφασιν ἀσωτίας ἐκάλει τὰς ἑορτάς, ἐγὼ δὲ τὴν τῶν παρθένων εὐκοσμίαν ἐπῄνουν· τὸν πλησίον γὰρ ἕκαστος τὴν οἰκείαν φροντίδα διδάσκειν φιλεῖ. ποίαν εἰκὸς ἐπὶ τούτοις ἐμοὶ γενέσθαι τὴν νύκτα; ὄνειροι γάρ, αἱ τῶν καθευδόντων ἐλπίδες, εὐπειθῆ μοι τὸν πατέρα παρεῖχον ἄχρι τῆς ἕω καὶ πενιχρᾶς ἀνεχόμενον νύμφης.
20.2.12 μέσος οὖν γεγονὼς αἰσχύνης καὶ πόθου, τῆς μὲν ἀγχούσης τὴν γλῶτταν, τοῦ δὲ μισοῦντος τὴν σιωπήν, καὶ τῆς μὲν ἀπειθῆ μοι δηλούσης τὸν φύσαντα, τοῦ δὲ πειθοῦς χορηγοῦντος ἐλπίδα, τέως μὲν καθάπερ ἐν τρυτάνῃ πρὸς οὐδέτερον ἔρρεπον, καθελκούσης δέ με τῆς κόρης πρὸς ἑαυτὴν πεῖραν ἤδη τοῦ φύσαντος ἐποιούμην φανερῶς μὲν οὔπω τὸ πάθος ὁμολογῶν, τεκμηρίοις δέ τισιν ὑποσημαίνων τὴν γνώμην καὶ πρόσωπον ἀθυμοῦντος ἐμφαίνων, ἵνα μου πύθηται τῆς κατηφείας τὴν πρόφασιν. οὐδεμιᾶς οὖν ὑποψίας εἰς ἐμὲ φερομένης, οὐ γὰρ εἴα τοιαύτην ὑπόνοιαν προελθεῖν ἡ τῆς ἐμῆς σωφροσύνης συνήθεια, ἐδόκει λοιπὸν τῶν τοιούτων παυσαμένῳ προκαλυμμάτων ἀποδύσασθαι τὴν αἰδῶ.
20.2.13 μελετήσας τοίνυν πολλάκις πιθανὴν ὁμιλίαν, ὡς ἐπλησίαζον τῷ πατρὶ καὶ τὴν ἔννοιαν εἰς μέσον ἐνεγκεῖν ἠπειγόμην, ἑτέραν εὐθὺς χρόαν ἀλλάξας εἰς ἀφωνίαν ἐξέπιπτον. πέρας δ’ οὖν ἐμαυτῷ κελεύσας παρρησιάσασθαι τηρήσας πολλὴν ἄγοντα σχολὴν τὸν πατέρα καί τι καὶ χαίροντα φιλόστοργον προσειπὼν καὶ πᾶν ὅτου δεοίμην ἀσμένως πειθόμενον, τούτοις αὐτὸν προθωπεύσας ὀμωμοκώς τε κατ’ ἐμαυτὸν ἐκλαλῆσαι τὸ πρᾶγμα τοῦ μηκέτι μοι χώραν σιωπῆς ὑπολείπεσθαι, ἠρξάμην λόγου τοιοῦδε, ὡς ἄρα δεῖ τὸν ἔτι μὲν νέον, ἱκανὴν δὲ κεκτημένον οὐσίαν εὐειδῆ μᾶλλον ἢ πλουτοῦσαν ἀγαγέσθαι γυναῖκα.
20.2.14 οὐκ ἤνεγκεν ὁ πατὴρ σαφέστερον λόγον, δεινὸν δὲ καὶ χαλεπὸν ἐμβλέψας ἐμοὶ πᾶσαν ἐκένωσε τῷ βλέμματι τὴν ὀργήν. τί οὖν ἐντεῦθεν, ὦ πάτερ; ἠγροικισάμην τι περὶ σέ; διέβαλόν σου πρὸς ἄλλους τὴν περὶ τὸν υἱὸν δυσκολίαν; εἶπόν τι προπετές; ῥᾳθυμοτέραν σοι τῆς εἰωθυίας θεραπείαν προσήγαγον; εἴ μοί τι πέπρακται τῶν εἰρημένων, γενοίμην τῆς ἀπροσώπου κόρης ἀνήρ.
20.2.16 Οἶδα τοίνυν, ὅτι τούτῳ πολλῷ χρήσεται τῷ λόγῳ· πρεσβύτῃ διαμάχεται νέο ς , παῖς ἀντιλέγει πατρ ί . τὰ τοιαῦτα πολλάκις ἐρεῖ πάντα διακονεῖν ἀξιῶν γονεῦσι τοὺς παῖδας. ὑμεῖς δὲ βραχύν μοι καιρόν, ὅσου δεῖται μόνον ὁ λόγος, τὴν διάνοιαν μεταστήσαντες τῆς ἀμφοτέρων διαφορᾶς ἀπὸ τῶν πραγμάτων λάβετε τὴν ἐξέτασιν τοῦτο δὴ πρῶτον κατανοοῦντες, ὡς ἅπαντα τὰ τοιαῦτα πρεσβύτης ἐγὼ καὶ πατή ρ , νέος οὗτος καὶ παῖς λόγων ἀπορία δικαίων ἐστίν. ἀεὶ μὲν γὰρ ἀξιῶ τοὺς ἤδη γεγηρακότας τιμᾶν ὥσπερ ὁδοῦ τινος ἡγεμόνας, ἣν καὶ αὐτὸν ἴσως δεήσει πορεύεσθαι, καὶ πρός γε τὸν φύσαντα τοιοῦτον ἐμαυτὸν ἐπιτηδεύω παρέχειν, οἷος ἐμοὶ γένοιτο παῖς ἐκ τῆς ἐρωμένης.
20.2.17 καὶ μάρτυρα τῆς περὶ τόνδε τιμῆς ἔχω τὸν πόλεμον. τίς γὰρ οὐκ οἶδεν, ὡς ἄνευ μὲν θεῶν εὐμενείας ἀμήχανόν τι χρηστὸν κατορθῶσαι, ταύτης δὲ τῆς συμμαχίας οὐκ ἔνι τυχεῖν τὸν περὶ τοὺς γονέας κακόν; οὐκοῦν τῇ μὲν νίκῃ θεοφιλὴς ἀναφαίνομαι, τῇ δὲ τῶν κρειττόνων εὐνοίᾳ καλὸς τῷ πατρὶ γηροτρόφος; ἔχω μὲν οὕτως, ὡς ἔφην, οἶδα δὲ τὴν φύσιν οὐ τοῖς αὐτοῖς περικλείουσαν ὅροις δεσπότας τε καὶ γονεῖς· τοῖς μὲν γὰρ δέδοται βιάζεσθαι τοὺς οἰκέτας, γονεῦσι δὲ περὶ τέκνα πειθὼ πρέπει μᾶλλον ἢ βία.
20.2.18 ὁρᾷς, ὦ πάτερ, ἐκκλησία συνέστηκεν ἀμφοτέροις καὶ μετὰ τῆς αὐτῆς ὁ δῆμος ἀκροᾶται σπουδῆς τῶν ἑκατέρου δικαίων. ποῖος ταῦτα θεράπων εὐτυχεῖ πρὸς δεσπότην; τί δεῖ μήκους; ἡμῖν ἔναγχος πόλεμος ἦν.
20.2.19 ἐκάλει πρὸς αὐτὸν ὁ καιρὸς τὸ τῆς πόλεως ἄνθος. εἰ τῶν γονέων οὖν ἕκαστος πατρικόν τι παθὼν οἴκοι καθῆστο τὸν παῖδα φυλάττων, καλῶς γε ἂν ἡ πόλις ἀπήλλαξεν οἰκουρούσης αὐτῇ τῆς ἡλικίας, ἵνα μὴ παῖς ἀντιτείνῃ πατρί. καὶ μήν, εἰ γονεῦσιν ἐχρῆν ἅπαντα πείθεσθαι, οὐκ ἂν τοὺς ἀριστέας ὁ νομοθέτης ἐκάλει πρὸς ἐξουσίαν ἧς ἐθέλουσι δωρεᾶς, πάντως δ’ ἄν, οἶμαι, προσέγραψεν· ὅτῳ δὲ τῶν ἀριστέων ἔτι τυγχάνει περιὼν ὁ πατή ρ , τοῦτον τὸ δοκοῦν τῷ φύσαντι γέρας αἰτεῖ ν . ἀλλ’ οὐ γὰρ ἡ μνήμη τοῦ νόμου τοιαύτην ἔννοιαν συνεισφέρει τῷ λόγῳ, εἰ δὲ τῆς μάχης ἤδη συνισταμένης ὁρῶν ὁ πατὴρ ἐνδύντα με πανοπλίαν καὶ φέροντα δόρυ καὶ πολέμῳ τὴν ἐμὴν ἐπιτρέποντα σωτηρίαν ἄδηλον ὄν, εἰ τοῦ λοιποῦ με θεάσοιτο, εἶτα τὰ μὲν ἐλεῶν, τὰ δὲ καὶ προτρέπων ἔφη νικῶντί μοι διδόναι τὰ παιδικά, εἶτά μου τρόπαιον στήσαντος καὶ τὴν ὑπόσχεσιν ἄγοντος εἰς μνήμην αὐτῷ τῶν δεδογμένων ἑκὼν ἐπελάθετο, ἆρ’ ἂν κατηγορίας ἀλλότριον διεπράττετο πρᾶγμα; εἰ τοίνυν ἑνὸς ἀνδρὸς ἐπαγγελίαν ψιλῶς οὕτως ῥηθεῖσαν ἄτοπον ἔργῳ μὴ προσελθεῖν, ἦ που δεινότερον πόλεως ὅλης ὑποσχέσεις ἐγγράφους ἀκύρους γενέσθαι.
20.2.21 οἱ γὰρ περὶ τῶν δωρεῶν κείμενοι νόμοι ἐπαγγελίαι τῆς πόλεώς εἰσι γεγραμμέναι. ἦν δ’ ἂν ἔλαττον, οἶμαι, κακὸν μὴ κεῖσθαι νόμους εὐγνώμονας ἢ παραβαίνεσθαι γεγραμμένους, ἵνα τῆς πολιτείας αὐτῆς, ἀλλὰ μὴ τῆς ὑμῶν προαιρέσεως τὸ ἔγκλημα γένηται. Ἕτεροι μὲν οὖν ἴσως ἐν ἑτέροις πολέμοις εὐδοκιμήσαντες γύναια πολιτῶν ἢ μνηστευθείσας ἤδη παρθένους ἐξ ἀριστείας ἐκτήσαντο ταῖς ἑτέρων ζημίαις ἑαυτοῖς χαριζόμενοι καὶ δημοσίοις εὐεργετήμασιν ἐνίων ἀναμίξαντες συμφοράς, πάντων δὲ χαλεπώτατον ἐν κοιναῖς εὐφροσύναις ἐμπίπτουσα λύπη καὶ μᾶλλον ὑφ’ οὗ τις ἠδίκηται, τοῦτον ὁρᾶν παρὰ τῶν ἄλλων τιμώμενον· ἐγὼ δὲ κόρην αἰτῶ μήπω παστάδος, μήπω μνηστείας τυχοῦσαν.
20.2.23 ὅτε τοίνυν ἀδικούσαις ἐνίους τῶν οἰκητόρων τιμαῖς δωροῦνται τοὺς ἀριστέας οἱ νόμοι, πῶς οὐ πᾶσιν ἂν εἴη κεχαρισμένος ἀνὴρ ἐκ μὲν τοῦ πολέμου τὸ κοινὸν ὠφελήσας, ἐκ δὲ τῆς δωρεᾶς ἀδικήσων οὐδένα; δύο γὰρ δὴ προτρέπει τοὺς αἰτουμένους εἰς πέρας ἄγειν τὴν αἴτησιν, ὅτι βραχὺ μὲν αὐτοῖς τὸ διδόμενον, μέγα δὲ τῷ ληψομένῳ δοκεῖ. τοῦτο γὰρ ἅμα καὶ τοὺς χορηγήσαντας οὐ λυπεῖ καὶ τὸν εἰληφότα ποιεῖ μεγάλην ἔχειν τοῖς δεδωκόσι τὴν χάριν. ἡδέως δ’ ἄν σου πυθοίμην, πρεσβύτερον γὰρ ὄντα πλείονας εἰκὸς ἑωρακέναι πολέμους· ἆρα τοῦτον ὑπέστη πρῶτον ἡ πόλις ἢ μνήμην ἄγεις τινὸς ἑτέρου συμβάντο ς ; εἰ μὲν γὰρ νῦν πρῶτος γέγονε, δεινὸν ἂν εἴη τὸν ἐν πρώτῳ πολέμῳ νενικηκότα μισθὸν ὃν ᾔτησε μὴ λαβεῖν.
20.2.25 πάσης γάρ, οἶμαι, πράξεως ἀγαστῆς ὁ τὴν ἀρχὴν δεδωκὼς ἄξιος μᾶλλον τιμᾶσθαι οὔτε μιμησάμενος ἕτερον καὶ τοῖς μετὰ ταῦτα καλὴν αὐτὸς καταλιπὼν μίμησιν· εἰ δέ τις ἤδη καὶ πρὸ ἐμοῦ γενναίως ἀπεώσατο πόλεμον, εἰ μὲν ὃν ᾔτησε τρόπον τετίμηται, τὴν ἴσην ἐμοὶ φυλάξατε γνώμην· εἰ δέ τις ἀγνωμοσύνη πρὸς ἐκεῖνον ἀπήντησεν, ἰάσασθε καλῷ, φασί, τὸ κακόν, τῇ περὶ ἡμᾶς ἀμοιβῇ τὴν πρὸς ἐκεῖνον ἀχαριστίαν. Ἴσως τοίνυν ταῦτα μὲν δίδως εὖ ἔχειν, ἐρεῖς δὲ γάμον ἐμοὶ λυσιτελέστερον ἐγγυᾶν παραφέρων μὲν τὴν προῖκα τῆς εὐπορούσης, παραφέρων δὲ τὴν τῆς ἄλλης ἀχρηματίαν καὶ ὅλως ἐγκώμιον πλούτου καὶ ψόγον πενίας ἡμῖν καταλέγων.
20.2.26 οἴει γάρ, ὦ πάτερ, ὅρον ὑπάρχειν ζηλωτοῦ γάμου τὰ χρήματα καὶ νύμφης ἀρετὴν εἶναι τὴν προῖκα. ἀλλὰ σώματος ὥραν πρὸς ἀπρέπειαν σκόπει καὶ γυναικείων παίδευσιν ἔργων πρὸς ἀσωτίαν ἀντίθες.
20.2.27 πενία μὲν γὰρ εἰς ἔργα κινεῖ, ῥᾳθυμίαν δὲ πλοῦτος ὡς τὰ πολλὰ προσίεται καὶ τρυφήν. εἰ δὲ κἀκείνην τις εἴποι φιλεργίᾳ τε χαίρειν καὶ μετρίαν εἶναι τοὺς τρόπους, οὐ σφόδρα μὲν πιθανὰ πλουτούσῃ γυναικὶ μαρτυρήσει· δεδομένων δὲ τούτων ἀντισηκοῦται χρήμασι κάλλος. καὶ τοῦτο ῥᾳδίως ἐκεῖσε βλέψας μαθήσῃ· τεθέασαι γυμνικοὺς ἀγῶνας πολλάκις, εἶδες ἆθλα προκείμενα τοῖς νικῶσι τρίποδας, λέβητας, ἄλλα πρὸς ἀργύριον φέροντα.
20.2.28 συναριθμεῖται δὴ ταῖς ἐπινικίοις τιμαῖς ὡραία γυνή, καὶ τὸν ἀθλοθέτην οὐδεὶς ἐλοιδόρησε πώποτε φαυλίσας τὸ δῶρον, φιλόκαλος δέ τις καὶ λαμπρότερον εἶναι τῶν ἄλλων ᾠήθη. οὐ τοίνυν μόνον οἱ πρὸς τέρψιν ἀγῶνες τοῦτο δηλοῦσιν, ἀλλὰ κἀν τοῖς πολέμοις ἴσον ἐνίκησεν ἔθος.
20.2.29 ἁλούσης γὰρ πόλεως καὶ λαφύρων ἐν κοινῷ προκειμένων, οἵοις ἀμείβονται τοὺς νικῶντας οἱ πόλεμοι, οἱ μὲν ἄλλοι τὴν ἄλλην μερίζονται λείαν ὅση τείνει πρὸς κέρδος, ὁ δὲ τὰ πλεῖστα κατωρθωκὼς ἄπεισιν ἐνίοτε τὴν καλλίστην ἐκλεξάμενος τῶν αἰχμαλώτων. ἤδη δέ τις ὅλην τρεψάμενος φάλαγγα καὶ παρὰ τῶν νόμων ἀκούσας, ὡς οὐδὲν ὅ τι οὐ λήψ ῃ , γῆς μὲν πλέθρα καὶ σίτησιν καὶ πᾶν εἰς χρήματα φέρον περὶ ἐλάττονος ἔθετο, ὁ δὲ γράψατέ μ ε , φησί, καὶ τὴν μάχην καὶ πίπτοντας ὑπὸ τῆς ἐμῆς δεξιᾶς πολεμίους καὶ τὸ γέρας πεπλήρωτα ι .
20.2.30 οὗτος ἐκεῖνον εὔφρανεν ὁ μισθός, τοῦτον ἡγήσατο κέρδος. οὕτως οὐ χρήμασιν ἀφώρισται τὸ συμφέρον, ἀλλὰ παντοίοις διῄρηται πόροις δίκην γονίμου πηγῆς πολλοῖς ῥύαξι σχιζομένης.
20.2.31 ἔχει γὰρ οὕτως ἕκαστος ὡς εἰπεῖν, ὡς ἔτι μᾶλλον ὀρέγεσθαι, πλούτου μὲν πένης ἀνήρ, ὁ δὲ τὸ σῶμα νοσῶν ὑγείας, καὶ τὸν ἀνδρεῖον ὁ μὴ τοιοῦτος ζηλοῖ καὶ τιμὴ περιπόθητον τῷ αὐτῆς ἀμοίρῳ, καὶ πᾶς ὃ μήπω δοκεῖ κεκτῆσθαι χρηστόν, τούτου μειζόνως ἀντέχεται. καὶ πάντων οὖν, ὅπερ ἔφην, ὧν οἴονται πλέον ἀπορεῖν ἀγαθῶν, ταῦτα μᾶλλον ἀσπαζομένων οὐ σμικρὰν κεκτημένος οὐσίαν, κἂν ταύτης ἐκπέσω, μετρίοις ἀρκεῖσθαι παρὰ τοῦ πατρὸς παιδευθεὶς τιμιώτερον ἄγω ἐγὼ κάλλος χρημάτων.
20.2.33 Ἐγὼ μὲν οὖν ἑκατέραν ὑποθέμενος κόρην φιλεργὸν ἅμα καὶ 〈μὴ〉 φρονοῦσάν τι σοβαρὸν ὅμως δοκῶ μοι χρήσασθαι λογισμοῖς, ἐξ ὧν ἀποδέδειγμαι προκρίνων εἰκότως τὰ παιδικά· τὸ δὲ εἰκὸς τὴν μὲν δίδωσι τοιαύτην τεκμαίρεσθαι, τῇ δὲ τὴν ἐναντίαν ὑποψίαν προσάπτει. ἡ μὲν γὰρ ἑαυτῇ συνειδυῖα λαμπροτέρου τυχούσῃ νυμφίου πειράσεται πάντως οἰκονόμος εἶναί μοι δεινοτάτη καὶ φειδωλὸς ἀγαθὴ τῇ τε πρὸς τὴν ταλασίαν σπουδῇ καὶ τῇ περὶ τὸν οἶκον ἐπιμελείᾳ καὶ διαίτης μέτρῳ συλλέγουσά μοι τὴν προῖκα· ἡ δὲ τῇ περιουσίᾳ κουφιζομένη θεραπαίνας κεκτημένη συχνὰς καὶ κόσμον πολυτελῆ καὶ ἐξόδους λαμπρὰς ἐξιοῦσα λήσει πρὸς ἔνδειαν κατ’ ὀλίγον ἐκφερομένη. εἰ δὲ καὶ θῆλυ γένοιτο παιδίον ἡμῖν παραπλήσιον τῇ μητρὶ τὴν ἰδέαν, πολλῆς μοι προικὸς εἰς ἔκδοσιν τοῦ θυγατρίου δεήσει θεραπευούσης αὐτῇ τὴν μητρῴαν μορφήν, ὥστε τῶν ὑπαρχόντων βραχὺν ἀπολαύσομεν χρόνον μεριζομένης ἡμῖν τῆς οὐσίας πολυτελείᾳ τε γυναικὸς καὶ θυγατρὸς ἀπρεπείᾳ.
20.2.35 Ἀλλὰ πρὸς ἐκείνην ἀναποδίζω τοῦ λόγου τὴν ἔννοιαν, ὡς ἡ μὲν ὑφ’ ὧν ἐπάγεται χρημάτων ἐπαιρομένη τὰ πολλὰ κρατεῖν ἀξιώσει τοῦ συνοικοῦντος, ἡ δὲ χρηστὴν ἐμοὶ θεραπαίνης τάξιν πληρώσει τὸ διάφορον ἐνθυμουμένη τῆς τύχης. ἡλίκον οὖν ἐστι δεινὸν αἰσχρᾶς ἀνέχεσθαι γυναικός, ἧς οὐδὲ τὸ κρατεῖν ἡδονὴν τῷ γήμαντι φέρει, εὐφροσύνη δὲ ὅση καλῇ συνοίκῳ προστάττειν, ᾗ καὶ τὸ δεδουλῶσθαι τερπνόν. ἀλλὰ μὴν δύο ταῦτα πάντες ὁμολογοῦσιν, ὡς οὐδὲν μὲν ἥδιον γάμου συζυγίαν ὁμογνώμονα κεκτημένου, οὐδὲν δὲ πικρότερον στάσεις καὶ διαφορὰς καὶ τοιαύτην ἔχοντος δυσκολίαν καὶ ταραχήν.
20.2.36 οὐκοῦν ὁμονοίας μὲν ἀνδρός τε καὶ γυναικὸς προοίμιον ἔρως, ζηλοτυπία δὲ διχονοίας ἀρχή. ἐξὸν οὖν εὐτυχεῖν ἀστασίαστον κοινωνίαν τί μοι πρὸς ἀπρεπῆ γυναῖκα ζυγομαχεῖν; αἰσθομένη γάρ μου τῆς πρὸς ἐκείνην εὐνοίας καὶ τὴν μὲν ἐκ τῆς ἰδέας σιωπῶσα παράθεσιν, ὅτῳ δὲ κρείττων ἐστί, τοῦτο λογιζομένη καὶ τὴν προῖκά μοι πυκνῶς ὀνομάζουσα πανταχόθεν ἀφόρητος ἔσται θυμουμένη τε καὶ ζηλοτυποῦσα καὶ μαινομένη, ἡ δὲ πόλις τὴν ἡμετέραν ᾄσει διαφοράν· οὐ ῥᾴδιον γὰρ γυναῖκα ζηλοτυποῦσαν ἀνδρὶ μαχομένην τοὺς ἔξω λαθεῖν.
20.2.38 μόλις τοίνυν τοῦ λοιποῦ με συγκαταλέξει τοῖς τὰ κοινὰ διοικοῦσιν ὁ νόμος, ὁ γὰρ οἴκοι φιλόνεικός τε καὶ δύσερις εἶναι δοκῶν καὶ δημοσίᾳ στασιάζειν ὑπονοεῖται, ὥστε μὴ μόνον ἰδίᾳ μοι βλαβερόν, ἀλλὰ καὶ κοινῇ παραπλήσιον ὃν ἐπαινεῖς γάμον ὑπάρχειν. Ἄνευ δὲ τούτων ἐγὼ τὰς ἐν κάλλει διαφερούσας ἡγοῦμαι μᾶλλον ἀκέραιον τὴν εὐνὴν τοῖς ἀνδράσι φυλάττειν ἢ τὰς εἴδους ἐχούσας κακῶς.
20.2.39 θορυβεῖτέ μοι τὸν λόγον ὡς οὐ πιθανῶς εἰρημένον· παράδοξον τὸ λεχθέν, οὐ μὴν ἀληθείας ἀλλότριον. αἱ μὲν γὰρ παρὰ τῶν ἀνδρῶν, ὡς εἰκός, ἀγαπώμεναι τὸ ἴσον ἀποδιδόασιν εὐνοοῦσαί τε σωφρονοῦσιν· αἱ δὲ καταφρονούμεναι μέν, ἀδυνατοῦσαι δὲ σωφρονεῖν, ὀλισθηρὸν γὰρ τὸ θῆλυ μὴ παρούσης εὐνοίας ἀνδρός, ἢ καὶ ἀμύνασθαι τοὺς συνοικοῦντας οἰόμεναι πρὸς τὰς ἔξω βλέπουσιν ἡδονάς. Εἶεν, τῷ παιδὶ μὲν οὕτως ἀνόνητα παραινεῖς καὶ φέροντα βλάβην, τῇ θρεψαμένῃ δὲ πῶς; αἱ πόλεις, ὅσαι μὲν ἴσασι τιμᾶν ἀρετήν, ἀνδρείους τῷ πολέμῳ συντελοῦσιν ἀγωνιστάς· ἐκεῖναι δὲ κάμνουσι καὶ ζῶσι περιδεῶς, ἐν αἷς οἱ σπουδαῖοι τῶν πολιτῶν ἐν ἴσῳ κεῖνται τοῖς φαύλοις τῶν μὲν ἠσκημένων τὴν μάχην ἀθυμίᾳ τὴν ἐμπειρίαν ἀποβαλλόντων, τῶν δὲ μήπω πεπαιδευμένων οὐ λίαν ἀσκούντων ἄμισθον τέχνην.
20.2.41 συνιδὼν οὖν τις ταῦτα σοφὸς ἀνὴρ καὶ φιλόπολις, ὡς ἄνευ μὲν πολεμικῆς εὐεξίας ὁ βίος ἐπισφαλής, ἄνευ δὲ φιλοτιμίας οὐκ ἔστι ῥώμην ἀσκεῖν, φιλότιμον δὲ χωρὶς ἀμοιβῶν οὐ ῥᾴδιον εἶναι, τίθησι νόμον· ἂν τὴν πατρίδ α , φησί, ῥύσῃ πολεμουμένην αἴτει θαρρῶν δωρεὰν οἵαν ἐθέλει ς . ἀνέῳξά σοι τὴν πόλιν εἰς ἀμοιβὴν ἀριστεία ς . ἥνπερ ἂν λάβῃ ς , οὐ δόξεις μείζονα χάριν εἰληφέναι τῶν πόνω ν . ἐπὶ τούτῳ σοι καθίζομεν ἐκκλησίαν καὶ τὸν δῆμον συλλέγομεν ἐνταῦθ α . σαυτοῦ κύριος ε ἶ , κἂν ἔτι σοι τύχῃ περιὼν ὁ πατή ρ . Ζήτει σοι τοίνυ ν, φησίν, ἑτέραν οἰκίαν καὶ τὸ κάλλος σε τρεφέτω τῆς γυναικό ς · οὐ γὰρ τῶν ἐμῶν ἀπολαύσεις ἔτι χρημάτων οὕτω μου διαπτύων τὴν συμβουλή ν .
20.2.43 ταῦτα θυμός ἐστι μικρὸν ὕστερον λήγων. οἶδα τὴν φιλοστοργίαν τὴν σήν. οὐ φέρεις τοῦ παιδὸς χωριζόμενος. ἐγὼ τὴν ἐκ τῆς οἰκίας ἐβουλευσάμην διάστασιν ὑποκρίνασθαι, ὅπως ἀλγήσας τῷ πράγματι συγχωρήσῃς ἣν προέκρινα γῆμαι· τὰ δὲ χρήματα, πάτερ, ἵνα τι πλέον παρρησιάζωμαι τοῦ συνήθους, ὅσον ἀγαπᾷς τε καὶ περιέπεις, τοσοῦτον οὐ δεῖ τὸν σεσωκότα λυπῆσαι. ὁ γὰρ τοὺς ἐπιόντας ἐχθροὺς ἀπωσάμενος καὶ τὸν ὑπάρχοντά σοι διεφύλαξε πλοῦτον καὶ δέδωκεν ἄδειαν ἕτερον τούτῳ προσθεῖναι. Τί οὖν; ἔτι πιθανὸς ὑπολείπεται λόγος τοῖς ἐθέλουσιν ἐγκαλεῖν; ὑφορῶμα ι , φησί, μὴ πολλὴν ἀδοξίαν ὀφλήσῃς εἰς τοσοῦτο κατενεχθεὶς ἀκρατεία ς , ὡς ἐλάττω τῆς ἀξίας ἀγαγέσθαι γυναῖκ α .
20.2.45 ὅτι μὲν ὑπὲρ τῆς ἐμῆς δόξης ἀγωνιᾷς, οὐ μετρίως εὐφραίνομαι· πατρικὴν γὰρ ἐντεῦθεν ὁρῶ σου κηδεμονίαν, ἣν τοσοῦτον ἐμοὶ πλέον ἐμφαίνεις, ὅσον οὐκ ἔχει σοι λόγον ὁ φόβος· ἡ γὰρ ἔμφυτος εὔνοια καὶ παρὰ καιρὸν οἶδε φροντίδας ἐμβαλεῖν φιλοστόργῳ πατρί. τί δὲ τοιοῦτον ἑάλωκα πράξας, οἷον ἂν ἀκρατὴς ἐτόλμησε νανίας; ἐνέδρᾳ χρησάμενος, ὅθεν ἀεὶ προϊοῦσαν ἑώρων, φυλάξας ἐρημίαν καὶ σκότος ᾠχόμην ἁρπάσας; ἡλικιώτας συναγαγὼν καὶ παραλαβὼν αὐλητρίδας παρὰ τὰς ἐκείνης ἐκώμασα θύρας; ἢ ταῦτα μὲν ἀνεδυόμην ποιεῖν, μεστὰ γὰρ ἀναισχυντίας, ἐλάττονι δὲ τὸν πόθον ἀνεκούφιζον ἀναιδείᾳ, καὶ διηκόνει τις ἐμοὶ πρὸς τὴν χρείαν οἰκέτης ἀπάγων τε καὶ φέρων τὰς ἀποκρίσεις, οἷα τοῖς ἐρῶσιν εἰς παραμυθίαν ἐξεύρηται; ἀλλ’ οὔτε ταῦτα πράξας ἐφάνην οὔτε τοὺς οἰκέτας ὑφορώμενος λαλήσας αὐτὸς ἐκείνῃ που, ἃ ποιεῖν ἔθος τοῖς ἄλλοις, καὶ τὸν βίον ἀβίωτον οἴονται μὴ πυκνῶς ἐντυγχάνοντες αἷς ἀγαπῶσι· μακρὰν ἀμέλει συνουσίαν ἐκτείνοντες ὀψὲ μὲν ἀναχωροῦσι πέρας δὴ λαβούσης τῆς ὁμιλίας, εὐθὺς δὲ μεταστρέφονται πάλιν προσθήσοντές τι παραλειφθὲν τοῖς εἰρημένοις καὶ μεστὸς οὐδεὶς γέγονεν ἐρωμένῃ λαλῶν.
20.2.46 μόλις γοῦν ἀναστρέφουσιν οἴκαδε πολλάκις ἑαυτοὺς ἐπιπλήττοντες ὡς οὐκ ὀλίγων ὁμοῦ καὶ σπουδαίων πρὸς ἐκείνας ῥημάτων ἐπιλαθόμενοι, ταῦτα συνήθη τοῖς ἐρασταῖς. τούτων οὐδὲν ἐγὼ ποιῆσαι προήχθην καίτοι δεόμενος τοιαύτης ψυχαγωγίας, καὶ γὰρ ἀήθης ὑπῆρχον τοῦ πράγματος, βαρύτεροι δὲ τοῖς σωφρονοῦσιν οἱ ἔρωτες καθάπερ τοῖς ὑγιαίνειν εἰωθόσιν αἱ νόσοι.
20.2.47 τί οὖν ἀκράτειάν μοι προφέρεις καὶ τὴν ἐκ ταύτης αἰσχύνην; ἐγὼ γὰρ ἡγοῦμαι τὸν σωφρονοῦντα μὲν εὐδοξεῖν, τὸν δὲ βίᾳ τὴν ἡδονὴν μετιόντα καταγέλαστον εἶναι, τὸν δὲ τῷ πράγματι κεχρημένον εὐσχήμως, ὥστε τοῦ φύσαντος λάθρα ποιῆσαι μηδέν, τοῦτον οὐδεμιᾷ διδόναι χώραν αἰτίᾳ. Ἐγὼ δὲ καὶ λήθην τῆς κόρης λαβεῖν πολλάκις ἐφιλονείκησα οὐχ ὡς ἀναξίας μου τυγχανούσης ἢ ῥᾳδίας ἐπιλαθέσθαι, ἐκ παντὸς δὲ πειρώμενος θεραπεύειν σε τρόπου.
20.2.48 ἦλθον οὖν ἐμαυτῷ πολλάκις εἰς λόγους· σὺ δὲ πειθαρχεῖν εἰωθὼς τῷ πατρὶ καὶ πάντα χαρίζεσθαι τούτων οὐκ οἶ δ ’ ὅπως ἐκπίπτει ς . ταῦτα καὶ παραπλήσια τούτοις εἰπὼν ἀπίθανος ἐμαυτῷ σύμβουλος ἐγενόμην, καὶ πρὸς θάτερόν μοι τὸ πρᾶγμα περιεστρέφετο.
20.2.49 ὥσπερ γὰρ νοσῶν τις δειλίαν ἐν ἐρημίᾳ καὶ σκότῳ βαδίζων περιδεὴς ἐντεῦθεν, οἷα συμβαίνει, γινόμενος ὅσον ἀποτρίψασθαι πειρᾶται τὸν φόβον, τοσοῦτον αὔξει τὸ δέος, οὕτω δι’ ὧν ἐπεχείρουν ἀποσβέσαι τὸ φίλτρον, ἐλάνθανον μᾶλλον ἐξάπτων. Οὐ μὴν ἔξω συγγνώμης τι πεπονθέναι.
20.2.50 εἰ μὲν γὰρ εἰς γῆρας ἐλθὼν καὶ τὴν ἡλικίαν ἄγων τὴν σήν, ἡνίκα τῶν ἡδονῶν ἐλευθερία τις καὶ γαλήνη γίνεσθαι πέφυκεν, ἐπὶ τοῦτο προήχθην, εἰς ἔγκλημά μοι δικαίως τὸ τῆς ἐπιθυμίας ἔξωρον περιίστατο, ἀλλὰ καὶ νέος ἔτι τυγχάνων, εἰ γυναικὸς ἔνδον μοι καθημένης εἰς ἄλλην ἔτρεψα τὴν διάνοιαν, τῶν μὲν συμβαινόντων τὸ πάθος, πλημμέλημα δὲ παρ’ ἐμοί, καὶ καταψηφίζομαι τῶν οὕτω μὴ σωφρονούντων, πλὴν εἰ μὴ τύχοι τις ἔχων γυναῖκα τοιαύτην, οἵαν ὁ πατὴρ ἐγγυῆσαί μοι βούλεται. ἐπεὶ δὲ νεότητι μὲν ἐπανθῶν, γυναικὶ δὲ μὴ συνοικῶν ἔπαθόν τι πρὸς κόρην τοιαύτην ἀνδρὸς ὁμοῦ καὶ μνηστῆρος ἄμοιρον ἔτι καὶ ταύτην γέρας κατὰ τὸν νόμον αἰτῶ, ποῖον, ὦ παρόντες, ἀδίκημα τοῦτο; ὅτι γυναῖκ α , φησίν, ἣν στέργεις λαβὼν οὐκ ἐᾷς τοὺς ἐρῶντας τῶν νέων πειρᾶσθαι τὸ πάθος ἐκκόπτειν ἐλπίδα παρέχων αὐτοῖς τῆς ἐπιθυμίας τυχεῖν αἴτιός τε γενήσῃ τοῦ παρὰ τῶν παίδων ἀτιμάζεσθαι τοὺς γονεῖ ς .
20.2.52 ὁ δεηθεὶς ἐκκλησίας καὶ δήμου καὶ νόμου πρὸς τὸ πεῖσαι τὸν φύσαντα παρασκευάζει τοὺς παῖδας ἧττον ἐρυθριᾶσαι γονεῖς, ὁ περὶ τὸν ἔρωτα νήφων, ὡς μηδὲν ἄτοπον πρᾶξαι, τὴν ἥβην ἐγείρει πρὸς αἰσχρὰς ἡδονάς. ἐγὼ μὲν οὐ πρὸς ταῦτα, πρὸς ἀριστείαν δὲ μᾶλλον ἡγοῦμαι τοὺς ἐν ἡλικίᾳ προτρέπειν ἐνθυμουμένους, ὡς οὐ μάτην ὁ νόμος βοᾷ μηδεμιᾶς ἀποτυχεῖν ἀμοιβῆς τοὺς ἐν μάχαις εὐδοκιμοῦντας. γυναῖκα μὲν οὖν ἣν στέργω λαβὼν παράκλησις γίνομαι τῇ νεότητι πρὸς πολεμικὴν ἀρετήν, διαμαρτόντος δέ μου τοῦ γέρως εἶτα μιᾶς δωρεᾶς ἀφαιρέσει πασῶν ἀπίστων γενησομένων καὶ τῆς περὶ πολέμους ἀσκήσεως συναπολλυμένης τῇ πίστει τῶν ἀμοιβῶν πρόχειρον ἔσται θήραμα τοῖς ἐναντίοις ἡ πόλις.
20.2.54 θαυμάζω δέ, εἰ τῆς τῶν ἄλλων σωφροσύνης κηδόμενος ὁ πατὴρ τῆς τοῦ παιδὸς ἀμελεῖ. εὔδηλον γὰρ ὡς αἰσχρᾷ μὲν ἕκαστος γυναικὶ συνοικῶν, κἂν ἐγκρατὴς ὑπάρχῃ καὶ σώφρων, ἀπρεπείᾳ πολλάκις τῆς γυναικὸς ἀναπείθεται θηρεύειν ἡδονὴν ἀλλοτρίαν καὶ μάλιστα νέος ἀνὴρ καὶ πρὸς ἄλλην εὐπρόσωπον ἔχων τὸν νοῦν, ὁ δὲ καλὴν ἅμα καὶ ποθουμένην γήμας παρθένον, κἂν ἀκόλαστος ᾖ, σωφρονεῖ δεδουλωμένος τῇ συνοικούσῃ. πᾶν τοίνυν ἥσθην ἀκούσας που λέγοντος τοῦ πατρός, ὡς ἄρα σωφροσύνης μᾶλλον ἢ πολεμικῆς ἀγωνίας ἐπιμελητέον τὰ νῦν, ὅτι νενικημένο ι , φησίν, ἄρδην οἱ δυσμενεῖς πρὸς δευτέραν ἀπογνώσονται πεῖρα ν .
20.2.55 τοῦτο ἥσθην ἀκούσας· ἔστι γὰρ ἐγκώμιόν μοι μέγιστον τὸ λεχθέν, εἴπερ ἐκ μιᾶς νίκης ἀπειπεῖν τοὺς πολεμίους ἐπαίδευσα. διὸ καὶ μᾶλλόν σοι πρέπει θεραπεῦσαι τὸν παῖδα.
20.2.56 πρὶν μὲν γὰρ ἐπελθεῖν τῇ πόλει τοὺς δυσμενεῖς ἴσως περὶ τοῖς ὑπάρχουσιν ἐδεδοίκεις τοῦ πρὸς τὰ χρήματα πόθου φαντάζεσθαί σε πολεμίους ποιοῦντος· νῦν δὲ τῆς ἥττης κατὰ τὴν σὴν μαρτυρίαν ἡσυχάζειν ἐκείνους πειθούσης ἔστι μὲν ἔχειν ἀδεῶς τὰ κτηθέντα, ἔστι δὲ φόβου χωρὶς ἄλλα συλλέγειν. ὅλως δέ, εἰ μὲν ἕτερον ὑφορώμεθα πόλεμον, ἀνδρῶν ἡ πόλις δεήσεται σώζειν εἰδότων, γενήσονται δέ, τοὺς πρότερον εὖ ποιήσαντας ἂν ἴδωσι τιμωμένους· εἰ δὲ τρόπαιον ἓν ἤρκεσεν ἀθάνατον δειλίαν ἐμβαλεῖν τοῖς ἐχθροῖς, ἀνεῖλον τὴν πρόφασιν ἀφ’ ἧς δοκῶ σοι παρέχειν ἐλπίδα τοῖς νέοις τῆς ἐπιθυμίας τυχεῖν. εἰ γὰρ χωρὶς ἀριστείας οὐ δίδωσιν ὁ νόμος ὅ τι βούλεταί τις γέρας αἰτεῖν, πολέμου δὲ μὴ συμβαίνοντος ἀριστεύειν οὐκ ἔνεστιν, οὐ συμβήσεται δὲ τῶν ἐχθρῶν εἰσάπαξ ἀπειρηκότων, ἀνῄρηται τοῖς νέοις ἡ τοῦ δουλεύειν ταῖς ἡδοναῖς ἀφορμή, ὥστε μιᾷ νίκῃ διπλῆν εὐεργεσίαν ὑμῖν προὐξένησα, ἐλευθερίαν ἅμα καὶ σωφροσύνην.
20.2.58 Ἀλλὰ κινδυνεύει λίαν ἐπίφθονον ὑπάρχειν ἀνδραγαθία· ἐπειρᾶτο γοῦν τις ἀρτίως τὴν ἐμὴν φιλοτιμίαν αἰσχῦναι καὶ πρὸς τὸν πλησίον ἔοικ ε , φησίν, οὗτος ὁ νεανία ς , ὑποδείξας ἐμέ, πόθῳ τῷ πρὸς τὴν κόρη ν , οὐ τῇ περὶ τὴν πόλιν εὐνοίᾳ τὴν ἐν τῷ πολέμῳ προθυμίαν ἐνδείξασθα ι . ὁ δὲ τοῦτό με λοιδορήσας ἐτύγχανέ που μᾶλλον ἀποδημῶν, ἡνίκα τὴν πόλιν ἡ μάχη περιειστήκει· οὐ γὰρ ἐνῆν παρὰ τὸν τότε καιρὸν καὶ τὴν ἡμέραν ἐκείνην ἐρωτικόν τι φρονῆσαι. ἀναμνήσθητε γάρ· ἡσυχία μὲν ἦν καὶ ῥᾳθυμία πολέμου παρασκευῆς καὶ πᾶσα δικαίως ἡ πόλις ἀνεπεπτώκει, ὁ γὰρ μηδὲν ἄδικον ἑαυτῷ συνειδὼς οὐ φυλάττεται· ἧκε δέ τις ἀγγέλλων τοὺς πολεμίους ὡς ἤδη προσέρχονται, ὥστε ὅτι μήπω πάρεισιν θαυμάζειν ἐδόκει.
20.2.59 ταραχῆς οὖν εὐθὺς περιθεούσης τὴν πόλιν, οἵαν ἀπροσδοκήτου πολέμου φήμη ποιεῖ, μίαν, ὡς ἐν θορύβῳ, πάντες ἀσφάλειαν ἡγησάμεθα τὴν καταφρόνησιν τῆς ἀσφαλείας· οἱ γὰρ τοιοῦτοι καιροὶ τάχος μᾶλλον ἢ λογισμὸν ἀπαιτοῦσιν. ἐπὶ τοσούτου δὴ φόβου τῶν πραγμάτων αἰωρουμένων ἐξήλασέ μου τῆς διανοίας τὴν κόρην ἡ πατρὶς κινδυνεύουσα.
20.2.60 ὥσπερ γὰρ θεράπαινά τις φιλόγελως οὐ παρούσης μὲν οἴκοι τῆς κεκτημένης κομψεύεται, ἄφνω δὲ φανείσης αὐτῆς ἠρεμεῖ σωφρονοῦσα τῷ δέει, οὕτως ἡ πόλις καθαπερεὶ δέσποινά τις ἐπιστᾶσά μου τῷ λογισμῷ τὴν ἐπιθυμίαν συνέστειλεν. ὡς δὲ κατὰ νοῦν ἡμῖν ὁ πόλεμος ἔληξε καὶ τοῦ τροπαίου τὸ πλεῖστον ἔργον ἐμὸν ἐνομίσθη, τότε τρυφήσας τῇ τύχῃ καὶ νίκης εὐφροσύνῃ μεθύων ἀπέδωκά μου τὸν λογισμὸν τῇ παρθένῳ.
20.2.61 τίνα δὴ τρόπον; ἀνεχώρουν μὲν τῆς μάχης, ὡς ἐβουλόμην. ἄνδρες δὲ καὶ γυναῖκες ἐξ αὐτῶν με πυλῶν ἐπὶ τὰς ἐμὰ παρέπεμπον θύρας τὸν ἀριστέα, τὸν φιλόπολιν ὀνομάζοντες. ἐνταῦθα τοίνυν ἐξίστατο μὲν ὁ πρὸ τῆς μάχης ἐνοχλήσας μοι φόβος, εἰσῄει δέ με πάλιν ἡ κόρη, ἐδόκουν γὰρ ὑπὸ ταύτης ὁρᾶσθαι, καὶ σοβαρώτερον ὡς θεωρούσης ἐβάδιζον νικηφόρον αὐτῇ μηνύων τὸν ἐραστὴν ἔχαιρόν τε δοκῶν ἐκ τῆς νίκης καλλίων γενέσθαι καὶ πρὸς ἕκαστον ἔβλεπον τοῦτο παρὰ πάντων ἐλπίζων ἀκούειν.
20.2.62 ταῦτά μοι τὴν ἐκείνης εἰσήγαγε μνήμην. οὔκουν ἐγὼ διὰ ταύτην εἱλόμην προκινδυνεῦσαι τῆς πόλεως, ἀλλ’ ὑφ’ ἡδονῆς τοῦ σῶσαι τὴν πόλιν ἀνενεωσάμην τὸν πόθον. καὶ τί τοσοῦτον διατείνεσθαι χρή; εἰ γὰρ ὡς ἀληθῶς αἰτία τῆς νίκης ἡ κόρη, τὴν ἀξίαν ἀπόδοτε χάριν αὐτῇ, νυμφίον ἐρῶντα. Μία τοίνυν ἔτι παρὰ τοῦ φύσαντος ἐμὶ λείπεται προσβολή.
20.2.63 τίς οὖν ἐστιν αὕτη; εἰ τῆς εὐπορούσης τὸν γάμο ν , φησίν, ἀποφεύγεις ὡς ἀνεράστου τὴν θέα ν , ἀνάσχου βραχείας ἀναβολῆ ς · τάχα σοι καλὴν ὁμοῦ καὶ πλουτοῦσαν εὑρήσω γυναῖκ α . οὔπω ποτὲ μᾶλλον, ὦ πάτερ, ἠράσθης ἀναβολὴν εἰσηγούμενος νέῳ γάμον ἤδη φανταζομένῳ τῶν παιδικῶν.
20.2.64 οὐ γὰρ ἀνέχεται βράδους ὁ τῆς Ἀφροδίτης, ἄλλως τε κἂν ἐκ νόμου τις ἐν ἐλπίδι γένηται τοῦ τυχεῖν· ὃ γὰρ ἕκαστος οἴεται θᾶττον λαβεῖν, τούτου τὴν μέλλησιν εἰκότως οὐ καρτερεῖ. πλὴν ἀφίημι ταῦτα λέγειν ἑτέρῳ μὴ φέρειν ἐπιθυμίαν εἰδότι, αὐτὸς δὲ τί φημι καὶ πῶς οὐ δέχομαι τὴν παραίνεσιν; πρῶτον μὲν σπάνιον ἑτέραν εὑρεῖν ἰσορρόπου μεταλαχοῦσαν μορφῆς.
20.2.65 ἐν ἁπάσαις μὲν γάρ, ὅσαι παρ’ ἡμῖν ὥραν ἄγουσι παστάδος, ἴσως ἄν τις εὑρεθείη τοιαύτη· ἐπεὶ δὲ συστέλλεις τὸν ἀριθμὸν ἐν μόναις ταῖς εὐπορούσαις ὁμοίαν ζητῶν, φύσει δύσκολον πρᾶγμα χαλεπώτερον οὕτω ποιεῖς. ἔπειτα κἂν ἐφάμιλλον τύχῃ τις ἔχουσα κάλλος, δόξει τὰ δεύτερα φέρειν παρὰ ποθοῦντι κριτῇ. τίς εὖ φρονῶν ἀνίσῳ δικαστῇ δείξει θυγάτριον ἡλικίαν ἔχουσαν γάμου; εὐλαβηθήσεται γάρ, μή ποτε φαύλη μοι νομισθεῖσα καὶ δόξαν ἐντεῦθεν αἴσχους ἐνεγκαμένη τοῦ συνοικήσοντος ἀπορήσῃ. δεδόσθω δ’ οὖν καὶ τοὺς τῶν ἐπιγάμων γονεῖς τὰς ἑαυτῶν ἐπιδείξειν μοι παῖδας καὶ μὴ χείρονά μοι φανήσεσθαι τὴν ἐκείνῃ παραπλησίαν· τοῦ δὲ τοιαύτην ὑπάρχειν ἐν ἀδήλῳ κειμένου τίς ἐγγυήσεταί μοι τὸν τῆς ζητήσεως χρόνον, ὡς οὐ φθάσει τις ἕτερος γυναῖκα ταύτην λαβών; οὐ λείπουσι γὰρ τοιαύτῃ κόρῃ μνηστῆρες.
20.2.66 ἢ δεησόμεθα τῶν αὐτῇ προσηκόντων τοσοῦτον ἀναμεῖναι καιρόν, ὅσον ἑτέραν ζητοῦμεν καὶ τοὺς μεταξὺ μνηστεύοντας ἀποβάλλειν; καὶ τίς οὕτως ἐλεεινὸς ἢ γέμων ἀνοίας, ὃ ἀνέξεται τῆς ἡμετέρας ἀναβολῆς; ἔδει μὲν οὖν ἢ τὴν εὔπορον κόρην τῆς ἄλλης εὐτυχῆσαι τὴν φύσιν ἢ ταύτην ἐκείνης τὸν πλοῦτον, ἐν μιᾷ γὰρ ἑκάτερον συνελθὸν τὴν πρὸς ἀλλήλους ἡμῖν ἔλυσεν ἔριν· ἐπεὶ δὲ διενείμαντο ταῦτα, γίνεται μέν τις ἐντεῦθεν εὐσχήμων ἀπολογία· τοσοῦτον τῆς ἐν πλούτῳ διαφερούσης αἱρετωτέραν τὴν εὐειδῆ νομιστέον, ὅσον ἡ μὲν ἴσως ἂν εὕροι χρήματα—ἤδη γὰρ ἑρμαίῳ τινὲς περιέτυχον—, θησαυρὸν δὲ κάλλους οὐκ ἔνι.
20.2.67 καὶ χρήματα μὲν τέχναι πολλαὶ χορηγοῦσι καὶ πόνοι, τὸ δὲ 〈κάλλοσ〉 φύσεως μᾶλλον ἢ τέχνης ἔργον ἐστίν, ὥστε ταύτην μὲν ἔνεστι τῆς εὐπορούσης ἔχειν τὸ πλεονέκτημα, τὸ δὲ ταύτης ἐκείνην ἀδύνατον κτήσασθαι. εἰκότως, πάτερ, εἰκότως ἤδη γηράσας μικρὸν οἴει δῶρον ἀνδρὶ σύνοικον εὐπρεπῆ, τῷ γὰρ τὰς ἐπιθυμίας ἀπομαραίνοντι χρόνῳ κάλλους οὐκέτι φροντίς· ἐγὼ δὲ ἐνταῦθά εἰμι τῆς ἡλικίας, ὅτε περιμάχητόν ἐστι τὸ κτῆμα.
20.2.69 καὶ σύ με φιλονεικότερον ἐποίησας ἐραστὴν δυσάλωτόν μοι καταστήσας τὴν ἄγραν. οὕτως οἱ θηραταὶ τὰ δυσκολώτερα τῶν θηρίων μέγα ποιοῦνται λαβεῖν, βραχὺν δὲ τῶν ὑπὸ χεῖρα τίθενται λόγον, ὥστε καὶ κατὰ τόνδε τὸν τρόπον εὐκαταφρόνητον εἶναί μοι τὴν παρὰ σοῦ διδομένην. εἰ μὲν γὰρ ἐλάνθανεν οὖσα φαύλη τὸ εἶδος, κοῦφον ἂν ἦν τὸ κακόν· ἐπισήμου δὲ γενομένης τῆς ἀπρεπείας ἐν ἐκκλησίᾳ καὶ δήμῳ αἰσχύνομαι τοὺς ἀποσκώπτειν ἐπιτηδεύοντας. ὅπου γὰρ ἂν αἴσθωμαι τούτους ἠρέμα φθεγγομένους ἀλλήλοις, περὶ ἐμοῦ τε καὶ τῆς γυναικὸς ὑποπτεύσω λαλεῖν.
20.2.70 τί οὖν γένωμαι λεγόντων ἀκούων ἢ καὶ ἀκούειν δοκῶν· οἵαν ὁ τῆς πόλεως ἀριστεὺς ἔχει γυναῖκ α ; ἢ ποίαν ἕξω καταφυγήν, ὅταν ἐλαύνῃ με χαλεπῶς οἴκοθεν μὲν ἡ θέα τῆς γυναικός, ἐξ ἀγορᾶς δὲ τῆς θέας ἡ φήμη; Οἱ πρώην ἡμῖν ἐπελθόντες τοιαύταις γυναιξὶ συνοικοῖεν· ἀμφοτέροις δὲ πρέπει, σοὶ μὲν εἶναι καλῆς κηδεστήν, ἐμοὶ δὲ νυμφίον.
20.2.71 ἐπὶ ταύτῃ με στεφάνωσον, πάτερ, ἅπτε μοι δᾷδα γαμήλιον. ὑμέναιος ἔσται δημοτελὴς καὶ χορὸς ἐν τοῖς γάμοις ἡ πόλις συνηδομένη τῷ πρώην αὐτὴν σεσωκότι τυχόντι τῆς ἐρωμένης. ᾄσονται μὲν ἄνδρες εὔφημα μέλη, ᾄσονται δὲ γυναῖκες τοιαῦτα, οἱ μὲν τὴν ἐμὴν ὑμνοῦντες ἀνδρείαν, αἱ δὲ τῆς νύμφης τὸ κάλλος. οἱ δὲ πρεσβύται σύλλογον περὶ σὲ ποιησάμενοι ζηλώσουσι μὲν τῆς εὐπαιδίας, ἀποδέξονται δὲ χρημάτων προκρίναντα τὴν τοῦ παιδὸς θεραπείαν. ἔλπιζε δὴ παρ’ ἐμοῦ προσθήκην τιμῆς, εἴπερ ἔνεστιν ἄρα προσθεῖναι.
20.2.72 ἔλπιζε καὶ τὴν κόρην θυγατρὸς αἰδῶ σοι φυλάττειν. μὴ γὰρ ὅτι παρὰ φαῦλον αὐτὴν ἐποιήσω, προσδέχου τινὰ παρ’ αὐτῆς ἀτιμίαν. οὐχ οὗτος ὁ τρόπος ἐκείνης, ὡς εἰκάζειν ἐκ τῆς ἰδέας παρέχει, ἐγὼ δὲ καὶ διαλιπὼν ἡμέρας ὀλίγας, ἵνα μὴ νύμφην οὖσαν εὐθὺς ἐνοχλήσω, πολλοῖς αὐτὴν προτρέψομαι λόγοις ἐπιτηδείοις ἀνδρὶ πρὸς γυναικὸς νουθεσίαν ἀγαπῶντι πατέρα· θεράπευ ε , γύνα ι , τὸν κηδεστή ν . οὕτως εὐφραίνομαι μᾶλλον ἢ τιμώμενος ὑπὸ σο ῦ . ἔδοξε δή σου προκρίνειν ἑτέρα ν . δεῖξον οὐκ ὀρθῶς προτιμήσαντα τῷ μηδαμῶς εἰδέναι μνησικακεῖ ν . Καὶ περὶ σοῦ μὲν τοιαῦτα, τὰ δὲ ἐμὰ πρὸς ἐκείνην ἄνωθεν καταλέξω αἰσθομένῃ μὲν ἴσως, ἀλλὰ τοῖς ποθοῦσιν ἡδὺ λόγων εὑρεῖν ἀφορμὰς βουλομένοις διηγεῖσθαι ταῖς ἐρωμέναις καὶ ὅσα γε ἴσασιν ἀκριβῶς ἐγνωκυίας.
20.2.73 διηγήσομαι τοίνυν ὡς ἑορτάζουσαν εἶδον, ὡς ἰδὼν τῆς θέας ἡττήθην, τὸν πόλεμον, τὴν ἀριστείαν, τὸν διδόντα μοι νόμον ὅ τι βούλομαι γέρας, τὴν ἐκκλησίαν, τὴν αἴτησιν, ὡς ἁπάντων αὐτὴν προτέραν ἐθέμην. οὕτως εὐνοοῦσαν αὐτὴν ἐμοί τε καὶ σοὶ καταστήσω. ἔστιν ἄρα καὶ πενομένῃ παρθένῳ λαμπρὰν ἐπάγεσθαι προῖκα, σώματος ἀγλαΐαν, ἦθος χρηστόν, καλὴν οἰκουρίαν. Ἀπόδοτε τοίνυν, ὦ παρόντες, τὴν ἀμοιβήν.
20.2.74 οὐ φιλονεικήσει τὴν δωρεὰν ὁ πατήρ. ἤδη πρᾷον ἐμοὶ προσβλέπει καὶ πατρικόν, ἤδη μοι πειθομένου πρόσωπον ἔδειξεν. οὐδὲ οἴκοθεν ἧκε λυπεῖν με βεβουλευμένος, ἀλλὰ μᾶλλον ὑμῖν ἐπιδείξων, ὡς οὐδὲ φιλονεικίας παρούσης ἐξάγομαί τι φθέγξασθαι προπετές· οὕτω μου πεῖραν λαμβάνει πολλάκις ἀντιλογίας προσχήματι. 〈Η ΔΙΑΛΕΞΙΣ〉 ὅτι χρὴ τοὺς παριόντας ἐπιχειρεῖν τὰ τῶν μελετωμένων ἤθη μιμεῖσθα ι .
21.1.1 Ἤδη που καὶ χορῶν ἐν Διονύσου γεγόνατε θεαταί, ἐν οἷς, οἶμαι, τινὰ καὶ ὀρχηστὴν ἑωράκατε νῦν μὲν ἀνδρείοις σχήμασι θέλγοντα τὴν σκηνήν, ἡνίκα τὸν Θεσσαλὸν ἢ τὸ τῆς Ἀμαζόνος μειράκιον ἤ τινα ἕτερον ἄνδρα ὀρχεῖται, νῦν δὲ ποθουμένην τε τὴν Βρισέως καὶ Φαίδραν ἐρῶσαν εὖ μάλα μιμούμενον καὶ πειρώμενον πεῖσαι τὸ θέατρον οὐχ ὅτι ἄρα μιμεῖται, ἀλλ’ ὅτι πέφυκε τοῦτο ὃ δὴ μιμεῖται. οὕτω καὶ Ὅμηρος ὀρχεῖται τοῖς ἔπεσιν.
21.1.2 ἢ οὐχ ὁρᾶτε τὸν ποιητὴν ὅ τι ἂν ἐθέλῃ τοῦτο εἶναι δοκοῦντα; ἐμοὶ μέν, εὖ ἴστε, παρασύρει τὴν φαντασίαν, καὶ εἴ που νεανίσκον ἐξ Αἰτωλίας ἢ γέροντα Πύλιον ὑποκρίνοιτο ἤ τινα ὅλως τῶν Ἀχαιῶν καὶ οἷς ἐπολέμουν οἱ Ἕλληνες, αὐτὸν ὁρᾶν μοι δοκῶ, ὃν ἂν ἐκεῖνος ὑποκρινόμενος τύχοι, εἴτε οὖν αἱ Μοῦσαι αὐτῷ τοῦτο ἐνέπνευσαν εἴτε καὶ μῦθος αἱ Μοῦσαι, φύσεως δὲ τὸ πλεονέκτημα ἦν, ἄγαμαί τε αὐτὸ καί τι παρόμοιον εὐξαίμην ἄν μοι προσεῖναι. ἀλλ’ Ὁμήρῳ μὲν εὐτράπελός τε καὶ εὔχαρις καὶ πρὸς ἅπαν ἦθος εὔκολός ἐστιν ἡ γλῶττα, ἐμοὶ δέ, ὡς ἔοικεν, Ἀθηνᾶ τε ἐπιζητητέα καὶ ἡ τῆς θεοῦ ῥάβδος, ᾗ τὴν Ὀδυσσέως ἰδέαν τρέπει πολλάκις ἐκείνη, ἵνα με πρεσβύτην ὑποδείξειε νῦν, ὅτε τοιαύτην ἥκω ζηλώσων ὑμῖν ἡλικίαν.
21.1.4 ἦ που ἐκεῖνον μέμνησθε τὸν γέροντα τὸν φιλάργυρον, οὗ πενιχρᾶς ἠράσθη κόρης ὁ παῖς, ἦν γὰρ εὐπρόσωπος αὕτη. ὁ δὲ ἄρα οἱ παρθένον οὐκ εὐειδῆ συνάπτειν ἠξίου, ἦν γὰρ εὔπορος αὕτη. εἴπερ οὖν ἐκεῖνον ἔχετε κατὰ νοῦν, οὗτός ἐστιν ἡ παροῦσα μελέτη. ὥστε μοι καὶ γήρως ἔδει τὰ νῦν καὶ ἅμα φιλοχρήματον εἶναι τὸ ἦθος· ἐναργεστέρα γὰρ ἡ τοῦ λόγου φαίνεται μίμησις, ἡνίκα ὁ λέγων ἡλικιώτης ἐστὶ καὶ ὁμότροπος, ὅτου ἂν ἑαυτῷ πλάσας τυγχάνοι. ἀτὰρ οὐδετέρας οἶμαι δεῖσθαι προσθήκης, εἰ τοσαύτην εὔνοιαν ἀπονέμοιτε τῷ πρεσβύτῃ, ὅσην αὐτοῦ πρώην ἐδώκατε τῷ παιδί· ὡς ἔμοιγε, ὦ φιλότης, ἄτοπον ἔδοξεν εἶναι ὑπὲρ νέου τε καὶ κόρης ὡραίας ἀγωνισάμενον ἄνδρα γεγηρακότα περιιδεῖν καὶ παρθένον ἄμοιρον κάλλους.
21.1.5 καίτοι τοῦ λόγου μείζων ἐστὶν ἀρετὴ τὰ μὴ καλὰ ποιῆσαι τοιαῦτα ὀφθῆναι. ζωγράφος μὲν γὰρ ὅπως ἂν ἔχοι τὰ εἴδη φιλοτεχνείτω, τοῦτο γὰρ ἐκείνου τὸ ἔργον, ῥήτορι δὲ τὰ αἰσχρά, εἴτε σώματα εἴτε πράγματα φαίνοι, δίδωσιν ἐπισκιάζειν ἡ τέχνη. 〈Η ΔΙΑΛΕΞΙΣ〉 εἰς τὸ δευτέρας τὸν λόγον δεηθῆναι συνόδο υ .
22.1.1 Ἀλλὰ καὶ ἀνὴρ ὁδοιπόρος ὁδοῦ μῆκος βαδίζων τῇδε κἀκεῖσε περιφέρει τὰ βλέμματα, εἴ τινά που ἐν μέσῳ γινόμενος ἴδοι καταγωγήν. εἶτα ἰδὼν ὅπερ ἐπόθει ἐνταῦθα ἄσμενος ὑποδὺς μείνας τε ὅσον ἀναπαῦσαι τὼ πόδε τότε δὴ εὐπετῶς ἀποδίδωσι τῆς πορείας τὸ λεῖπον. οὕτω ποτὲ καὶ Φιλιππίδης ἀμέλει, ἡνίκα ἧκεν Ἀθήναζε, μικρᾶς μεταξὺ ῥᾳστώνης ἀπέλαυεν.
22.1.2 ὕπνος δὲ ἦν ἡ ἀνάπαυλα καὶ ὄναρ λυσιτελές· ἔδοξε γάρ οἱ τὸν Πᾶνα εἰπεῖν, ὡς ἐπιμελοῖτο τοῦ δήμου τῶν Ἀθηναίων κἀν τῷ πρὸς Μήδους πολέμῳ, τότε γὰρ ἐνειστήκει, σφίσιν ἀρήξοι. ἀλλὰ καὶ Κῦρος ὁ Δαρείου καὶ Παρυσάτιδος, ὅτε δύναμιν ἀγείρας εἰς Πέρσας ἀνῄει τῆς βασιλείας τὸν ἀδελφὸν ἀπαιτήσων τὸ μέρος, νῦν μὲν παρὰ τὴν Μίδου κρήνην κατέλυε τὴν πορείαν, ἣν οἴνῳ λέγεται κεράσας ὁ Μίδας θηρᾶσαι τὸν Σάτυρον μέθῃ, νῦν δὲ ὅπου πεδίον ἑώρα μέγα τε καὶ ἐπίρρυτον καὶ φέρον ἅπαντα ὅσα φύουσιν ὧραι.
22.1.3 οὕτως ἄρα ἑκάστῳ δεῖ τινος ἀναπαύλης, ἄλλως τε ὅταν τύχῃ τις ἤδη γεγηρακώς, οἵαν ὁ τοῦ λόγου φιλάργυρος ἡλικίαν ἄγων τυγχάνει. δεινὸν οὖν ὑμῖν εἰκότως ἐφάνη τῷ μὲν ἐκείνου παιδὶ νέῳ τε ὄντι καὶ σφόδρα ἐρρωμένῳ τὸ σῶμα, πολεμικὸς γὰρ ὑπάρχει καὶ ἀριστεύς, τούτῳ μὲν ἡμέρας φιλοτιμήσασθαι δύο πρὸς τὸν ἐκείνου ἀγῶνα, τὸν πρεσβύτην δὲ ἀπαιτεῖν ὅλον ἐν ἡμέρᾳ μιᾷ τὸ στάδιον διανύσαι.
23 T 1 〈ΦΙΛΑΡΓΥΡΟΣ ΠΡΕΣΒΥΤΗΣ.〉 Παῖδα φιλάργυρός τις εὔπορος ἔχων κόρην ἐβούλετο συνάψαι πρὸς γάμον αὐτῷ πλουσίαν μέ ν , αἰσχρὰν δὲ τὴν ὄψι ν .
23 T pref ἀποστρεφόμενος τὴν μνηστείαν ὁ νέος μεταξύ τινος ἑορτῆς γινομένης ἑτέρας ἠράσθη παρθένου καλῆ ς , ἐνδεοῦς δὲ χρημάτων ἐν τῇ πανηγύρει ταύτην ἰδώ ν . περὶ ἧς τὸν πατέρα πρὸς γάμον αἰτήσας διήμαρτ ε . πολέμου καταλαβόντος ἠρίστευσε καὶ δωρεὰν ἣν ἐθέλει παρὰ τῶν νόμων ἔχων αἰτεῖν ἀξιοῖ τὴν ἐρωμένην λαβεῖν ἀντιλέγοντος τοῦ πατρό ς . μελετῶμεν τὸν φιλάργυρο ν . Θεωρία.
23.1.1 Καὶ τὸν ἐν τῇ μελέτῃ πρεσβύτην ἔρως κατείληφεν, οὐ παρθένου καλῆς, φιλεῖ γὰρ σωφρονεῖν τὰ τοιαῦτα τὸ γῆρας, ἀλλὰ πλουσίας προικός, κἂν δόξῃ τὸν παῖδα προτρέπειν εἰς εὐκοσμίαν κἂν ὀνειδίσῃ τῆς κόρης τὸν πόθον αὐτῷ, πρὸς ἕνα σκοπὸν ἅπαντα φθέγγεται, πρὸς ὃν ἐξ ἀρχῆς ἔκρινεν ἰθῦναι τὸν βίον. ὅθεν αἱρετωτέραν ἡγεῖται τὴν εὐποροῦσαν ἴσως οὐδὲ λίαν αὐτὴν ὁρῶν ἀπρεπῆ τυφλωττούσης αὐτῷ τῆς διανοίας ἔρωτι τῆς προικός, ὥστε καὶ τῆς ἀπόρου τὸ κάλλος ἡ πενία συστέλλει παρὰ φιλαργύρῳ κριτῇ· σκάζει γὰρ ἀμφοτέροις ἡ κρίσις, τῷ μὲν εὐνοίᾳ παρθένου, τῷ δὲ πόθῳ χρημάτων.
23.1.3 πολλὰ μὲν οὖν τούτῳ πιέζει πάθη τὸν λογισμόν, ἐπιθυμία καὶ φόβος καὶ λύπη· ἐρᾷ μὲν χρημάτων, ὑφορᾶται δὲ πενιχρᾶς κόρης κηδείαν, ἀλγεῖ δὲ γλυκείας ἐλπίδος ἀποτυχὼν χρυσίον ὑποφαινούσης ἐκ τῆς ἀριστείας· ὃ γὰρ ἐβούλετο, τοῦτο καὶ ἤλπιζε γέρας αἰτῆσαι τὸν παῖδα. ἀλλὰ τοσαύταις ὑποκνιζόμενος ἀφορμαῖς οὔπω πάνυ ὀργίλος ἔσται τῷ νέῳ, μὴ καὶ τραχύνῃ τὸν δῆμον πικρότερον προσιὼν τῷ σεσωκότι τὴν πόλιν, ἀλλὰ νῦν μὲν ἀφίησιν αὑτὸν εἰς ὀργήν, ὡς πατὴρ ὁμοῦ καὶ πρεσβύτης, ὀξύθυμον γὰρ κατὰ φύσιν ἡ πολιά, νῦν δὲ χαλιναγωγεῖ τὸν θυμὸν τῇ τοῦ παιδὸς ἀριστείᾳ τὴν πρᾳότητα νέμων.
23.1.5 τοῦ δὲ νεανίσκου παλαιὰν ἑαυτῷ μαρτυρήσαντος σωφροσύνην καὶ τὸ τιμᾶν εἰδέναι γονεῖς πείθεται τούτοις, ὡς εἰκός, ὁ πατήρ, ἵνα πρὸς ζῆλον αὐτὸν ἑαυτοῦ παρακαλέσῃ τὸν παῖδα καὶ δείξῃ πλείονος ὑπεύθυνον ὄντα κατηγορίας. ἡ γὰρ ἐκ βίου χρηστοῦ πρὸς τὸ ἐναντίον μεταβολὴ διπλασίαν ἀπεργάζεται τὴν αἰσχύνην. οὕτω τὸν πατέρα μιμήσομαι τὸν φιλάργυρον οὔτε χρημάτων, οἶμαι, σφόδρα πεφυκὼς ἐραστὴς οὔτε παίδων ὑπάρχων πατήρ, ἀλλὰ τὴν μίμησιν ἑκατέρας ποιότητος ἐκ τῆς τέχνης παραλαβών.
23.2.t 〈Μελέτη.〉 Ἤλπιζον μὲν ἀριστεύσαντος τοῦ νεανίσκου καὶ πρὸς μείζονα νῦν ἀναβάντος ἀξίαν καὶ πλείονα προῖκα τὴν εὐποροῦσαν ἀπαιτῆσαι παρθένον, ὁ γὰρ ἀνόνητον ἑαυτῷ τὴν ἀριστείαν ποιῶν εὐήθης ἐκ τούτου φανεὶς ἐξ εὐτυχίας ἀλόγου νικᾶν ὑποπτεύεται· ἀλλὰ πᾶσιν, ὡς ἔοικε, λυσιτελῶς ἠγωνισμένος ὁ παῖς τῷ φύσαντι μόνον ἐπιζήμιον ἵστησι τρόπαιον.
23.2.1 παραδοὺς γὰρ αὑτὸν τύχῃ πολέμου καὶ τοὺς ἐπιόντας ἐχθροὺς ἀπωσάμενος καὶ συναγαγὼν ἐκκλησίαν καὶ δῆμον ἀγείρας πατρὸς νουθεσίαν ὑπεριδὼν γύναιον ᾔτησεν ἄπροικον. ἅπασι μὲν οὖν ὡς εἰπεῖν ἔμφυτος ἔνεστι πρὸς ἀργύριον ἔρως, καὶ τοῦτο πάντων ἡμῖν ἥδιστον ἅμα καὶ τιμιώτατον· ὅσοι δὲ πόνοις ἰδίοις συλλέγουσι χρήματα, τούτους μᾶλλον εἰκὸς ὡς οἰκειότερον τὸν πλοῦτον φιλεῖν· οἱ μὲν γὰρ πόνοι μεῖζον ποιοῦσι τὸ κτῆμα δοκεῖν, ἡ δὲ τοῦ μείζονος δόξα συναύξει τὸν πόθον.
23.2.3 ἐγὼ τοίνυν μέτριά μοι τοῦ πατρὸς καταλείψαντος ἐκ τούτων σπουδαῖος ἐγενόμην χρηματιστής. ἐγενόμην δὲ ὧδε. ἄρτι μὲν ἐκ παίδων εἰς ἐφήβους ἐξῄειν, ἐδόκουν δέ μοι δύο τοιαύτας ὁδοὺς βίου προκεῖσθαι, τὴν μὲν εὔκολον καὶ ῥᾳδίαν, τὴν δὲ τραχεῖαν καὶ χαλεπὴν λυσιτελὲς ἔχουσαν πέρας. διασκεψάμενος οὖν, ἣν ἄμεινον εἴη βαδίζειν, τὴν ἐπὶ τὸ κέρδος ἐπορευόμην καταβραχὺ βραχέα συλλέγων, καὶ τὰς αἰσχρὰς ἐπιθυμίας, ἃς ἡδονὰς ὀνομάζουσιν, ἀμοίρους ἡγούμην τέρψεως εἶναι.
23.2.4 τί γὰρ ἂν γένοιτο μετὰ ζημίας ἡδύ; οἷα δὴ ταύτην ἑλόμενος τὴν ὁδὸν δεινὸς γίνομαι φύλαξ τῶν ὄντων. οὔκουν ἠρεμεῖν τὴν πολλὴν δύναμαι νύκτα κλοπὴν ὑφορώμενος καὶ πάντα θόρυβον λῃστὰς ὑποπτεύων, ὥστε τῆς ὑποψίας καὶ πρὸς τοὺς οἰκέτας ἐκτεινομένης ἐδόκει μοι γῆμαι κοινωνὸν ἔχειν ἐθέλοντι τῆς τῶν ὑπαρχόντων φρουρᾶς, καὶ δόξαν οὕτως ἦγον εἰς πέρας τὴν γνώμην.
23.2.5 καὶ χάριν ἔχω τῷ Γάμῳ· εὗρον ὁμότροπον κόρην τάλαντα πολλὰ κεκτημένην, γυναικείων ἔργων τεχνῖτιν, οἰκουρὸν ἀκριβῆ· μικροῦ καὶ ἄσωτος τῇ πρὸς ἐκείνην παραθέσει δοκῶ. τοιγαροῦν στέργω καὶ ἀποδέχομαι καὶ ζηλῶ. καὶ τῆς συνήθους διαίτης τοσοῦτον ἀφεῖλον, ὅσον ἀναπληρῶσαι τὴν τοῦ γάμου δαπάνην καὶ τὴν ὑπὲρ τοῦ παιδὸς κεχυμένην, ὅσην ἀνάλωσα τρέφων τε καὶ παιδεύων καὶ ποιῶν ἀριστέα. ταῦτά μοι πρὸς αὐτὸν παραινέσεων ἀφορμὰς ἐχορήγει καὶ νουθετῶν διετέλουν· ὦ πα ῖ , τἀμὰ χρήματα σὲ πεποίηκεν ἄνδρ α .
23.2.6 τοῖς ἐμοῖς χρήμασιν εἰς παλαίστρας ἐφοίτα ς . ἐκ τῶν ἡμετέρων ἐγένου πολεμικό ς . ζήτει τοίνυν καιρὸν ἀμοιβῶ ν , ἵνα μοι πληρώσῃς ἣν ἐκένωσας οἰκία ν . τί οὖν ἔδρασαν αἱ πολλαὶ νουθεσίαι; πανήγυριν ἡ πόλις ἄγει δημοτελῆ κατά τινα χρόνου περίοδον ὡρισμένην.
23.2.7 ἐπὶ ταύτην ἡμᾶς ἔναγχος ὁ καιρὸς ἐκάλει, καὶ ὑπηκούσατε. ἐγὼ δὲ φεύγειν τὰς ἑορτὰς εἰωθώς, ὅτι καθάπερ ἑταῖραι τοὺς ἐραστὰς ἐρεθίζουσι καὶ προτρέπονται δαπανᾶν, ἐπειδὴ κατηφῆ καὶ σύννουν εἶδον τὸν παῖδα καὶ τῆς ἀθυμίας τὴν αἰτίαν ᾐσθόμην, ὡς νέος ἐστὶν καὶ τοὺς ἡλικιώτας ἑορτάζειν ἀκούει καὶ πρόφασιν ἔχει τῆς λύπης, ἐβιασάμην τὴν φύσιν τὴν ἐμαυτοῦ χαρίσασθαι τῷ παιδί. καί πως ἁβροδίαιτος ὤφθην οὔπω πρότερον τοῦτο τολμήσας, ὥστε καὶ ἔδοξα θέαμα καινὸν ἐν πανηγύρει φανείς, καὶ πολλοὶ τὰς χορείας ἀφέντες ὀψόμενοί με συνέθεον ἄλλων ἄλλους μετὰ γέλωτος ἑλκόντων ἐπὶ τὴν θέαν ὡς παράδοξον ἅμα καὶ παρέχουσαν ἡδονήν. ἐνταῦθα ἡμῖν ὁ νεανίας ἠράσθη, οὐ χρυσοῦ τινος σκεύους οὐδ’ ἐκπώματος ἀργυροῦ πολλῶν προκειμένων ἐν τῇ πανηγύρει τοιούτων, ἀλλ’ ἡμέτερος παῖς κόρης ἑάλω, κόρης, ὦ παρόντες, οὐ χρυσία περικειμένης, οὐ ποικίλον ἐνδεδυμένης καὶ πολυτελῆ χιτωνίσκον, ἀλλὰ τελούσης τὴν ἑορτὴν ἐν ἱματίοις λιτοῖς.
23.2.8 τοιαύτην ἰδὼν ἔρωτι συνεχύθη τὸν λογισμὸν πολλὰς ἔχων προφάσεις τοῦ μὴ πενομένης ἐπιθυμῆσαι παιδός· πατὴρ ἦν φειδωλὸς καὶ δαπάνη καὶ λύπη πρὸς τὴν ζημίαν καὶ μνήμη πλουσίας παρθένου. ἔληγεν ἡμέρα λοιπόν, συνέληγεν ἡ πανήγυρις.
23.2.9 ἐβαδίζομεν οἴκαδε τὰ ἑαυτῶν διηγούμενοι φροντίδας ἀλλήλοις. οὗτος μὲν οὖν ὀνείρασιν ἔφη τὴν ψυχὴν πυρωθῆναι δωρουμένοις αὑτῷ τῆς ἐρωμένης τὸν γάμον, ἐγὼ δέ—πῶς γὰρ ἂν ἴδοι τις μὴ καθεύδων ἐνύπνιον;—οὐδὲ ὄναρ ἀπέλαβον τὴν ζημίαν, ὑπὸ δὲ τῆς ἀγρύπνου φροντίδος ἐπεπείσμην οὔποτε μακρὰν οὕτω νύκτα γενέσθαι καὶ πολλάκις ἀμέλει συγκαλυψάμενος τῶν ἀνηλωμένων ἀριθμὸν ἐποιούμην, εἶτα τὸ πρόσωπον ἀπεκάλυπτον ἰδεῖν ἐλπίζων τὴν ἕω. ὡς οὖν μόλις ὑπέφαινε, συγκαλέσας τὸ γύναιον καὶ τὸν παῖδα καὶ τῆς ἑορτῆς τὴν δαπάνην καὶ τὴν ἐπὶ ταύτῃ νυκτερινὴν ἀθυμίαν διεξελθὼν καὶ νεύσας τῇ γυναικὶ πάλαι μου προμαθούσῃ τὴν γνώμην κοινωνῆσαί μοι τῆς πρὸς τὸν υἱὸν συμβουλῆς διελέχθην περὶ κόρης τινὸς ὡραίας τε γάμου καὶ πλούτῳ κομώσης καὶ ζητούσης τὸν παῖδα.
23.2.10 ὁ δὲ μάλα σκυθρωπάσας καὶ κύψας εἰς γῆν καὶ δόξαν ἡμῖν δεδωκὼς ἐπιεικείᾳ φεύγειν τὸν γάμον ἔρωτος ἐμνημόνευσε κόρης οὐδὲ ὅσον ἀποζῆν κεκτημένης. τί λέγει ς ; εὐθέως ἐγώ, ταῦτα φέρων ἡμῖν ἐκ τῆς πανηγύρεως ἥκει ς ; οὕτως ἐτράφη ς ; οὕτως ἐπαιδεύθη ς ; τοιοῦτον ὁρᾷς τὸν πατέρ α ; οὕτω τοίνυν ἐμοῦ χαλεπαίνοντος συνωργίζετο μὲν ἡ γυνή, οἷα δὲ γυνή τε καὶ μήτηρ ἐδεῖτό μου παύσασθαι τῆς ὀργῆς ἐγγυωμένη τὸν παῖδα κατὰ τὴν ἐμὴν φέρεσθαι γνώμην.
23.2.11 ὁ δὲ σεμνὸς ἀριστεύς, οἷος ἐκ τῆς ἑορτῆς, τοιοῦτος ἐκ τῆς μάχης ἐπανῆλθεν, ἐρωτικός, καὶ ταῦτά μοι κομίζων ἥκει τὰ λάφυρα. εἶτα τὸν περὶ τῆς ἀριστείας ἀναγινώσκει μοι νόμον καὶ πάσης ἑαυτῷ δωρεᾶς ἄδειαν ἀποδίδωσιν ἐκ τῶν συλλαβῶν ἀπατώμενος. μὴ γάρ, ὅτι τῷ ῥήματι πᾶσαν ὁ νόμος ἐπαγγέλλεται δωρεάν, αὐτοκράτωρ ἡγοῦ καὶ δεσπότης τῶν ἐν τῇ πόλει γεγονέναι τιμῶν.
23.2.12 μὴ τοσαύτην λάβοι τις ἐξουσίαν δημοκρατίας ἀνθούσης. εἰ γὰρ οὐδένα ταῖς ἀμοιβαῖς ἔστησεν ὅρον ὁ νόμος καὶ πᾶσαν ἐποίησε δωρεὰν τοῖς ἀριστεῦσι βάσιμον καὶ τὸν δῆμον ἐπὶ ῥητοῖς εἰς ἐκκλησίαν ἤγειρε κυρώσοντα πάντως τὴν αἴτησιν, ἦν ἂν πολλάκις ὁ πόλεμος φιλανθρωπότερον ἀριστείας τοῦ μὲν ἐνίοτε τυραννίδα γέρας αἰτοῦντος καί, τό γε τῆς δυναστείας εὐτύχημα, καρπουμένου τὰς ἁπάντων οὐσίας, τοῦ δὲ τὸ σὺν ὀλίγοις ἄρχειν τῶν πολιτῶν, ἑταίροις αὑτοῦ καὶ συμπόταις, πρᾶγμα τυραννίδος πικρότερον· ἔστι γὰρ ἡ τῶν ὀλίγων ἀρχὴ πολλοὶ μιᾶς πόλεως τύραννοι. πρὸς τί τοίνυν ὁ νομοθέτης ὁρῶν ἀνεξέταστον εἴασε πρᾶγμα τοσοῦτον καὶ τῇ γνώμῃ τῶν ἀριστέων ἐπιτρέπει τὴν αἵρεσιν; ἐκεῖνον, οἶμαι, λογισμὸς εἰσῆλθε τοιοῦτος, ὡς οὐκ εἰκὸς τὸν αὐτὸν ἄνδρα κοινῇ μὲν ὅλην διασῶσαι τὴν πόλιν, ἰδίᾳ δέ τινα τῶν ἀστῶν ἀδικῆσαι τῇ δωρεᾷ, εἰ δὲ μηδένα τῶν ἄλλων, πολὺ μᾶλλον τὸν φύσαντα.
23.2.14 ὁ γὰρ ὅλην μὲν ἀπαλλάξας κινδύνου τὴν πόλιν, ἰδίᾳ δέ τινα τῶν ἀστῶν ἀδικεῖν ἀξιῶν τῷ τρόπῳ τῆς ἀμοιβῆς οὐδὲν διενήνοχεν ἰατροῦ νόσου μὲν ὅλον ῥυομένου τὸ σῶμα, μισθὸν δὲ τῆς ἰατρείας αἰτοῦντος τὸν κάμνοντα μέρος οὗπερ ἰάσατο σώματος βλάψαι. ὃν γὰρ ἂν τρόπον ἐκεῖνος ἠδίκει τὸν ἰαθέντα τῇ βλάβῃ τοῦ μέρους, οὕτω καὶ σὺ τὴν πόλιν ἣν ἐρρύσω λυμαίνῃ τὸ πάντων σοι κυριώτατον μέρος αὐτῆς ἀδικῶν, τὸν οἰκεῖον πατέρα. ἤδη τοίνυν τινὲς ἀγωνισάμενοι πόλεμον ἀμέτρῳ κεχρημένοι φιλοτιμίᾳ καὶ βουλόμενοι δόξαι μείζονα πλούτου φρονεῖν καὶ πρὸς εὔκλειαν ἄμισθον βλέπειν τοιοῦτοί τινες εἰκόνος τυχεῖν ἐδεήθησαν ἢ κότινον ἔλαβον γέρας φύλλα καὶ χρώματα περὶ πλείονος πεποιημένοι χρυσίου.
23.2.15 καὶ τοσοῦτον ἁμάρτημα πλημμελοῦντες ἧττον ἁμαρτάνουσι τοῦ νεανίσκου. οἱ μὲν γὰρ οὐ ζημιοῦσι τὸν οἶκον, ὅτι δὲ μηδὲν ὠφελοῦσι τῆς ἀριστείας χορηγούσης τὸ κέρδος, τοῦτο δικαίως ἂν ψέγοιντο· ὁ δὲ τοῦ πολέμου τὴν νίκην οὐ μόνον ἀνόνητον, ἀλλὰ καὶ ζημίας καταστήσει μοι πρόφασιν πενομένης με γυναικὸς ποιῶν κηδεστὴν τοῖς ἡμετέροις εἰς ἀποτροφὴν κεχρημένης. ὢν νίκης ὑπὲρ ἅπασαν ἧτταν ἐμοὶ λυπηρᾶς, ὢ τροπαίου κατὰ τῶν ἐμῶν ἑστηκότος χρημάτων. Ἀλ λ ’ ἐγώ σο ι , φησίν, ἐκ τῶν πολεμίων ἔσωσα τὰ ὑπάρχοντ α , ὑπὲρ οὗ τὴν κόρην ἣν βούλομαι χάριν αἰτῶ σ ε · καὶ δός μο ι .
23.2.16 οὐκοῦν τοῦ σῶσαι τὰ χρήματα μισθὸν ἀπαιτεῖς τὸ δαπανῆσαι τὰ χρήματα καὶ γίνῃ τῶν πολεμίων πικρότερος τῷ πατρί. ῥᾷον γὰρ φέρομεν ὑφιστάμενοί τι δεινὸν παρὰ τῶν τοῦτο προσδοκωμένων ποιεῖν ἢ παρ’ ὧν οὐδὲν ὑποπτεύομεν δυσχερές· ἡ γὰρ ἀνέλπιστος ἀθυμία, κἂν μικρὸν ἐλαττῶται τῆς κατ’ ἐλπίδα συμβάσης, δύναται πλέον τὸν πεπονθότα λυπῆσαι. εἶχον δ’ ἂν καὶ ἄλλην, οἶμαι, παραψυχὴν ὑπὸ τοῦ πολέμου πένης γεγενημένος, ὅτι πολλὰς ἤδη πολλάκις οὐσίας ἡ κατὰ πόλεμον ἀνέτρεψεν ἧττα, ὥστε τοῖς παραδείγμασι τῆς συμφορᾶς ἐκουφιζόμην τῆς λύπης.
23.2.17 ἀριστεία δὲ πενίας ποῦ γέγονε πρόφασις; ὅσῳ τοίνυν ἐξαίρετον τὸ δυστύχημα τῶν ἐν συνηθείᾳ κακῶν, τοσούτῳ μᾶλλον ἐμοὶ χαλεπώτερον γίνεται. ἀλλὰ γὰρ ὁ τῆς κόρης ἔρως οὐκ εἰωθότα σε πρὸς τὸν πατέρα θρασύνεσθαι πρὸς τοσαύτην ἐξήνεγκε παρρησίαν καὶ λαβεῖν οὐκ ἐᾷ κατὰ νοῦν, ὅτι τοῖς ἐμοῖς ἐκτήθη τὰ χρήματα πόνοις.
23.2.18 ἀπόδος οὖν αὐτός μοι μισθὸν φυλάττων ταῦτα τῇ νίκῃ καὶ μὴ τὴν χάριν ἣν ὀφείλεις ἐμοὶ ταύτην εὐεργεσίαν μοι λογισάμενος ἀμοιβὴν ἀξιώσῃς κομίζεσθαι· παραπλήσιον γάρ, ὥσπερ ἂν εἴ τις δάνειον ἀποδοὺς ἀπῄτει καὶ μισθὸν τὸν δανείσαντα. οἱ μὲν οὖν ἄλλοι πάντες τέχνας τε παντοίας ἐξεῦρον καὶ μηχανὰς μικροῦ πολλάκις ἕνεκα κέρδους, ὥστε καὶ θαλάττῃ πολλούς, ἀπίστῳ πράγματι, παραδιδόναι τὴν σωτηρίαν· σοὶ δὲ μόνῳ τῶν πάντων ὑπὲρ ἐνδείας, ὡς ἔοικεν, ὁ τοῦ πολέμου τετόλμηται κίνδυνος.
23.2.20 τί οὖν, ὦ παρόντες, τὸ ποικίλον ἐγχείρημα τοῦ παιδός; καλῆς δεῖ μοι γυναικό ς , οὐ πλουσίας ἱκανῶς ἔχοντι βίο υ . δεῖ γὰρ ἄνδρα μὲν πένητα γυναῖκα ζητεῖν εὐποροῦσα ν , κἂν ᾖ δυσειδή ς , τὸν δὲ πλούσιον εὐπρεπ ῆ , κἂν ᾖ πενιχρ ά . οὗτος ὁ νόμος οὐδαμοῦ τῆς ἀξίας φυλάττει τοὺς ὅρους καὶ κρατοῦντος αὐτοῦ διχόθεν ἐκπίπτει συμμετρίας ὁ γάμος οὔτε τῶν δεομένων οὔτε τῶν εὐπόρων ἀγομένων γυναῖκας μετρουμένας τῇ Τύχῃ.
23.2.21 λογίζου δὲ κἀκεῖνο, ὅτι γύναιον ἐνδεῶς τεθραμμένον, εἰ λάβοιτο πλουτούσης οἰκίας, εἰς ἀπληστίαν τε καὶ τρυφὴν ἀπειροκάλως ἐκφέρεται κατὰ τοὺς ἐκ νόσου ῥαΐζοντας ἀκρατῶς τοῖς σιτίοις χρωμένους. Ἄνευ δὲ τούτων ἡ μὲν ἅπαξ ἀγαπωμένη τοῦ κάλλους αὐτῇ πρὸς τὸ παρὰ σοῦ φίλτρον ἀρκέσαι δοκοῦντος βραχεῖαν τῆς ταλασίας ποιήσεται πρόνοιαν ὡς οὐ δεομένη τῆς ἐκ τῶν ἔργων εὐνοίας· ἡ δὲ τὴν ὄψιν αἰσθομένη σοι μὴ λίαν ἀρέσκειν διὰ τῆς ἀρετῆς εὐφραίνειν πειράσεται τῇ τε περὶ τὸν οἶκον σπουδῇ καὶ χρηστότητι τρόπων ἑαυτὴν καλλωπίζουσα, ὥστε κατ’ ὀλίγον ἀνακτήσεται ἀνδρὸς φιλίαν ἤθους τε δεξιότητι καὶ μεγέθει προικὸς καὶ γυναικείων ἔργων ἐπιμελείᾳ.
23.2.23 καὶ τὸ μὲν τῆς εὐνοίας προοίμιον ἐντεῦθεν ἔσται σοι πρὸς ἐκείνην, τῆς εὐνοίας δὲ πόθον τικτούσης οὐδὲ τὴν θέαν αἰσχρά σοι φανήσεται τῆς ἔνδον εὐπρεπείας ὡραϊζούσης αὐτῇ τὴν ἔξω μορφήν, κἄν τι προσῇ δυσειδές, οὐδὲ τοῦτο χάριτος ἄμοιρον εἶναί σοι δόξει· τὰ γὰρ τῶν παιδικῶν ἐλαττώματα φιλεῖ τοῖς ἐρῶσιν ἐπαφρόδιτα φαίνεσθαι. ἡ μὲν εὐποροῦσα τοιαύτη· ἡ δὲ τῶν ἔργων, ὥσπερ ἔφην, ὀλιγωροῦσα καταβραχύ σε τοῦ πρὸς αὑτὴν ἀφίστησι πόθου.
23.2.24 σῶμα γὰρ εὐειδὲς ἄνευ τῆς ἐντὸς ἀρετῆς ὀλίγον ἀγαπᾶται καιρὸν καὶ μάλιστα μεταβαινούσης εἰς σύνοικον τῆς ἐρωμένης. κατορθωθεῖσα γὰρ βεβαίως ἐπιθυμία ταχέως ἀπομαραίνεται. ἀλλὰ νῦν μὲν ὡς ἐραστὴς ἀπὸ τῆς θέας ἐξετάζεις τὴν κόρην, ἀνὴρ δὲ γενόμενος προῖκα ζητήσεις καὶ σεμνότητα τρόπων. ἐγὼ μὲν οὐδὲ τοσοῦτον οἶμαι τὴν εὐποροῦσαν ἡττᾶσθαι πρὸς ἅμιλλαν εἴδους, ὅσον ἐν πλούτῳ προέχει, καὶ σύ μοι δοκεῖς οὐχ οὕτω τῆς ἀπορούσης θαυμάσαι τὸ κάλλος ὅσον αὐτῆς ἐλεῆσαι τὴν ἔνδειαν.
23.2.25 ἰδὼν γάρ, οἶμαι, ταπεινῶς ἑορτάζουσαν ἔπαθές τι τὸ πρῶτον ἐλεεινόν, εἶτα κατὰ μικρὸν ὁ πρὸς ἐκείνην οἶκτος εἰς ἔρωτά σοι μεθίστατο. μὴ τοίνυν τῆς πενίας τὴν συμφοράν, ὑπὲρ ἧς ἐκείνην οἰκτείρεις, ταύτην σαυτῷ φιλονείκει προσάπτειν. ἀλλὰ γὰρ εὖ ποιῶν ὡμολόγησας, ὅτι πολλαί σοι τὸν ἔρωτα συνήγαγον ἀφορμαί, πανήγυρίς τε καὶ πότος καὶ πλησμονὴ καὶ πατὴρ ἐλπίδα γάμου διδούς.
23.2.26 οὐκοῦν ταῦτα μὲν αἴτιά σοι τοῦ φίλτρου, τὸ δὲ φίλτρον αὖ τοῦ καλήν σοι δόξαι τὴν κόρην. θῶμεν τοίνυν ἑκατέραν αὐτῶν οὕτως ἰδέας ἔχειν ὡς σοὶ φαίνεται· ἐκεῖνο δὲ πῶς πείθειν ἡμᾶς ἀξιοῖς κοσμιωτέραν εἶναι τῆς εὐπορούσης τὴν ἐν πενίᾳ τραφεῖσαν; τοῦτο γὰρ ἀρτίως ἐβιάσω δεικνύναι. καὶ τίς ἂν ἀγνοήσειε, πρὸς θεῶν, ὡς ἡ μὲν περιουσίαν τε κεκτημένη καὶ νικωμένη σώματος ὥρᾳ σωφροσύνην ἐκ τῶν εἰκότων ἀσκήσει, ἡ δὲ δαπανῶσα μὲν ἐμοὶ τὴν οὐσίαν ἀπληστίᾳ τε καὶ ῥᾳθυμίᾳ τῶν ἔργων, τῆς δὲ συνήθους ἀπολαύειν βουλομένη τρυφῆς προσόδῳ χρήσεται βίου τῷ κάλλει τοὺς ἀκολάστους θηρωμένη τῶν νέων; σὺ δὲ δι’ ἐκείνην μὲν δέδοικας, ἣν οὐκ ἀσμένως ὁρᾷς, ὁ δὲ τῆς ἐρωμένης ἀδεής ἐστί σοι γάμος, ἄτοπά γε καὶ λίαν ἐναντία τῇ πείρᾳ.
23.2.28 ὅσοι γάρ, οἶμαι, συνοικοῦσι ταῖς ποθουμέναις, ὅσον αὐτῶν ἐρῶσι καιρόν, περίφοβοί τέ εἰσι καὶ μετὰ κακῆς ζῶσιν ἐλπίδος ἑτέρους ἐρᾶν ἐξ ἑαυτῶν ὑποπτεύοντες, ὥστε μόλις αὐταῖς οἴκοθεν ἐνδιδόασιν ἐξιέναι, κἂν ἄρα ποτὲ τοῦτο ποιεῖν ἐπιτρέψωσιν, μικρὸν ἄπωθεν ἕπονται πρὸς ἀσφάλειαν, κἂν προσβλέψῃ τις παριὼν κἂν τύχῃ τις ἑτέρᾳ προφάσει μειδιάσας πρὸς ἕτερον, ὑπόνοια καὶ λύπη καὶ θυμὸς καὶ λοιδορία. καὶ κατατέμνονται λογισμοῖς ἀμφιβόλοις οὐδέτερον ἑαυτοὺς δυνάμενοι πεῖσαι βεβαίως, οὔτε μὴ σωφρονεῖν αὑτοῖς τὰς γυναῖκας οὔτε πορνείας παντελῶς ἀπηλλάχθαι. τὸ μὲν γὰρ δεδιέναι τὴν ὑποψίαν ποιεῖ, τὸ δὲ μὴ θέλγει τὴν ἀπιστίαν. ἐν τοιαύταις ἔσῃ φροντίσιν, ὦ παῖ, λαβὼν ἣν στέργεις γυναῖκα. Πολλὰ δέ σου τῶν σοφισμάτων μόλις κατανοήσας ἐκεῖνο ῥᾳδίως ἐφώρασα τὸ κακούργημα, ὅτι τῶν παρθένων τὴν μὲν ἐκ τῆς ἰδέας ἀποσεμνύνων, τῇ δὲ κακίαν ὀνειδίζων μορφῆς τὴν εὐειδῆ μὲν ἐκάθισας ἐργαζομένην οἴκοι τῷ λόγῳ, τὴν δὲ μὴ τοιαύτην προήγαγες ἀπιθάνως εἰς ἀγοράν.
23.2.29 εὔδηλον γὰρ ὡς ἐκείνη μᾶλλον ἁβρυνομένη τῇ φύσει καὶ μάρτυρας ἔχειν βουλομένη τοῦ κάλλους, εὐπρεπείας γὰρ οἴησιν ὁ σὸς ἐκείνῃ δέδωκεν ἔρως, ἐξόδοις χρήσεται πυκνοτέραις τὸ μὴ συναντῆσαι πολλοῖς ἡγουμένη ζημίαν, ἵνα σοι τῆς ἀγορᾶς ἀνιοῦσα διηγήσηται, πόσους εἷλε τῶν θεωμένων, ἐπαιρομένη μὲν τοῖς διηγήμασιν, ἐρυθριᾶν δὲ προσποιουμένη. τοιαύτας εἰσάγει μοι περὶ αὑτῆς ὑποψίας ἡ κόρη θεασαμένη τὴν ἔναγχος ἑορτήν.
23.2.30 ποῖ φέρῃ, παρθένε; τί μὲν ἀνδράσι καὶ κόραις κοινόν; τί δὲ πενίᾳ καὶ πανηγύρει; σὺ δὲ πῶς αὐτουργὸς οὖσα καὶ μίαν ἀφορμὴν ἔχουσα βίου τὰς χεῖρας ἑορτῇ παραβάλλεις; ἔοικας οὐ θεωρεῖν τὴν πανήγυριν, ἀλλὰ θεωρεῖσθαι μᾶλλον ἐθέλειν. γυνὴ δὲ καλὴν ἑαυτὴν οἰομένη καὶ μέγα τούτῳ φρονοῦσα περιέργοις τε σχήμασι καὶ θρυπτομένῳ βαδίσματι κεχρημένη καὶ πυκνῶς ἑαυτὴν περιβλέπουσα τούτοις ἀμβλύνει τὸ κάλλος· ἅπαν γὰρ πλεονέκτημα προσλαβὸν οἴησιν ἀμαυροῦται. μὴ τοίνυν τὴν ἐκείνης αἰδῶ, φῂς γὰρ αἰσθομένην σου ποθοῦντος ἐρυθριᾶσαι, νόμιζε πάντως εὐκοσμίας εἶναι τεκμήριον.
23.2.31 μᾶλλον γὰρ ἐραστοῦ λαβομένη καὶ τούτου τὴν αὑτῆς ὑπεραίροντος τύχην ὑφ’ ἡδονῆς ἠρυθρίασεν. οἷα τοίνυν ἄνδρα τὸν ἐραστὴν εὐτυχοῦσα περιφανῆ τε χιτῶνα καὶ λαμπρά σοι χρυσία περιποιεῖν ἐπιτάξει καὶ πείσει πάντα ῥᾳδίως.
23.2.32 ἐρῶντι γὰρ οὐδὲν φαίνεται δύσκολον ἐρωμένης ἐπίταγμα· δυσχεραίνει μὲν οὖν, εἰ μηδὲν ἐπιτάττοιτο. εἰ δὲ τῆς προλαβούσης ἐνδείας λογισμὸς αὐτὴν εἰσιὼν μέτρια παρασκευάσει φρονεῖν, αἱ τῶν γυναικῶν ὁμιλίαι ῥᾳδίως αὐτὴν ἐξογκώσουσιν, ὅτε παρούσης ὑποφθέγξονται πρὸς ἀλλήλας τοσοῦτον ἐξαίρουσαι τὴν φωνήν, ὅσον ἐκείνην ἀκοῦσαι· μάτην ἔδοξεν αὐτῇ σύνοικον ἔχειν ἐρῶντ α · ποία γὰρ ἀνδρὸς εὔνοια μὴ χορηγοῦντος ἐσθήματα καὶ χρυσό ν ; ἐκ τοιούτων ἐπανερχομένη σοι λόγων κατηφὲς ἀναπλάσεται πρόσωπον καὶ τραπέζης παρούσης ἄσιτος καθεδεῖται νεύουσα κάτω καὶ πρὸς εὐνὴν καλοῦντος δυσμενῶς ὑπακούσεται.
23.2.34 τίς οὕτως ἔχουσαν ἐρωμένην ἰδὼν οὐ πάντα πράττειν ὁμολογήσει; ποῖος δὲ πλοῦτος ἀρκέσει πρὸς τοιαύτην ὑπόσχεσιν; Πρὸς ταῦτα τοίνυν ἰσχυρὸν ἔχων οὐδὲν εἰς γέλωτα τὴν ἐκκλησίαν ἐκίνεις ὑφορᾶσθαι σχηματιζόμενος, μή ποτέ σοι τὴν εὔπορον γήμαντι θῆλυ τεχθείη παιδίον ἐοικὸς τῇ μητρὶ καὶ πολλῆς ἐκ τούτου δεηθείη προικὸς καὶ λάθοις ἐντεῦθεν εἰς πενίαν ἀπενεχθείς.
23.2.35 πρᾶγμα τοίνυν ἄδηλον δεδοικὼς εὐτύχημα φανερὸν ἀποστρέφῃ, τὸν πλοῦτον. οὐκ οἶσθα, ὅτι τὸ παρὸν ἀεὶ διώκομεν ἀγαθὸν οὐδὲν ἐκ τούτου λογιζόμενοι φαῦλον; οὕτω παιδοποιεῖν ὀρεγόμεθα τέκνων οὐ προσδοκοῦντες ἀποβολήν.
23.2.36 οὕτω πελάγους κατατολμῶμεν ἐπισφαλοῦς τε καὶ γειτνιῶντος θανάτῳ πλέον νέμοντες μέρος τῇ προσδοκίᾳ τοῦ κέρδους ἤπερ τῷ δέει τῆς τελευτῆς. εἰ τοίνυν διπλῆς ὑποκειμένης ἐλπίδος ἡ κρείττων ἀεὶ τῆς χείρονος περιγίνεται, πῶς οὐ λίαν εὔηθες ἀποβάλλειν ἤδη προτεινόμενον κέρδος φόβῳ ζημίας ἀδήλου; θαυμάζω δέ, εἰ χρημάτων ἀποβολὴν ὑφορώμενος ἔνδειαν σαυτῷ προξενεῖς καὶ μέλλουσαν μὲν δυσχεραίνεις πενίαν, παροῦσαν δὲ στέργεις.
23.2.37 καὶ τίς ὃ φυλάττεται μὴ παθεῖν, τοῦτο πάσχειν ἐπείγεται; εἶτα προλέγων, ὅτι τὸ γύναιον γόνιμον ἔχει γαστέρα καὶ τίκτει καὶ θῆλυ τὸ τικτόμενον ἔσται καὶ τῇ μητρὶ παραπλήσιον καὶ πρὸς ἡλικίαν ἀφίξεται γάμου, τοσαῦτα δὴ μαντευόμενος προδήλου καταφρονεῖς εὐπραγίας, πόθεν, εἰπέ μοι, τὴν ὁμοιότητα τῆς μορφῆς εὐλαβούμενος; πόσαι μὲν ἀπρεπῶν θυγατέρες ὥρᾳ λάμπουσιν ὄψεως; πόσαι δὲ τοῦ μητρῴου κάλλους ἐκπίπτουσιν; οὐ γὰρ εἴδους γονέων κληρονομοῦσι πάντως οἱ παῖδες· ἀλλὰ γυνὴ μὲν αἰσχρὰ καλὸν ἂν ἴσως τέκοι παιδίον, ἐκ πενιχρᾶς δὲ μητρὸς εὔπορος οὐ τίκτεται παῖς.
23.2.39 θῶμεν τοίνυν εἴδους ὑπάρχειν ὥσπερ κλήρου διαδοχὰς καὶ παῖδας γονέων παραλαμβάνειν μορφὴν καὶ γίνεσθαί σοι θυγάτριον ἐκ τῆς ἐρωμένης ἐοικὸς τῇ μητρί. δῆλον οὖν ὅτι ζητήσεις ἄνδρα τῇ θυγατρὶ σώματος ἀγλαΐαν ἀντὶ χρημάτων αἱρούμενον ἀφθονίας. ἢ πόθεν αὐτῇ πλουτοῦντα νυμφίον εὑρήσεις; ἐξ ὧν ἡ μήτηρ εἰσάγει, νὴ Δία. ἀλλ’ ἡ προὶξ αὐτῇ λιτόν ἐστιν ἱμάτιον. λείπεται δή σοι τῶν πατρῴων ἐκβεβλημένῳ πένητι τὸ θυγάτριον ἐγγυῆσαι. καὶ μάλα πρέπων ὁ γάμος ἀριστέως παιδί. ἐξέτασον τοίνυν παρ’ ἄλληλα, τί μὲν ἐκείνης, τί δὲ ταύτης ὁ γάμος σοι προξενεῖ.
23.2.40 οὐκοῦν ὁ μὲν ἡδονήν, ὁ δὲ κέρδος εἰσάγει; καὶ τοῦ μὲν ἡ τέρψις ὀλίγη συμπαυομένη τῷ πόθῳ, τοῦ δὲ τὸ τῆς ὠφελείας διηνεκὲς τοῖς φειδομένοις. καὶ τῇ μὲν τελευτώσῃ συνοίχεται δήπου τὸ κάλλος, ἡ δὲ ἀπιοῦσα τοῖς τέκνοις καταλείπει τὴν προῖκα. τίς οὖν εὖ φρονῶν ἀντὶ τοῦ συμφέροντος τὸ τερπνόν, ἀντὶ τοῦ βεβαίου τὸ σφαλερόν, ἀντὶ τῆς ἑαυτοῦ καὶ τῶν παίδων εὐδαιμονίας τὴν ἑαυτοῦ μόνον βραχεῖαν εὐφροσύνην αἱρεῖται; νόμιζε δὴ τοὺς ἐκ τῆς πενομένης σοι παῖδας ὁρᾶν ἀπορίᾳ σιτίων δακρύοντας νῦν μὲν εἰς σὲ βλέποντας, νῦν δὲ πρὸς τὴν μητέρα.
23.2.41 τότε δή, τότε λήψῃ με κατὰ νοῦν καὶ τὰς ἐμὰς παραινέσεις. τότε δὴ γυναῖκα ζητήσεις, οἵαν ἐγγυῆσαί σοι βούλομαι· οὔτε γὰρ ἐκείνην ὁ σὸς ἂν θρέψειεν ἔρως οὔτε σὲ τὸ τῆς γυναικὸς εὐπρεπὲς οὔτε τοὺς παῖδας τοιοῦτοι γονεῖς. Ἀλλὰ κἂν ἐκπέσ ω , φησί, τῶν πατρῴω ν , οἶδα μετρίοις ἀρκεῖσθαι τοῦτο παρὰ σοῦ παιδευθεί ς .
23.2.42 ἐν πλούτῳ μετρίοις ἐδιδάχθης ἀρκεῖσθαι, πενόμενος δὲ τάχα δαπανᾶν ἐθελήσεις, ὅτε σοι τοῦτο μὴ πρόσεστιν. οἷς γὰρ οὐ δίδωσι τρυφῆς ἐξουσίαν ἡ Τύχη, τούτοις εἴωθε περιπόθητον γίνεσθαι τὸ τρυφᾶν. πολλοὶ γοῦν ἐξὸν μὲν αὐτοῖς πολυτελῶς διαιτᾶσθαι κολάζουσι τὴν γαστέρα, ἐστερημένοι δὲ τῶν ὑπαρχόντων ἁβροτέρας ἐπιθυμοῦσι διαίτης. ἔτι τοίνυν, εἰ μὲν παῖς ὑπῆρχες ἀπόρου πατρός, ἴσως ἂν ἐκαρτέρεις τὴν ἔνδειαν τὴν συνήθειαν ἔχων οἴσεις τὴν ἀπορίαν.
23.2.43 ἅπαν γάρ, οἶμαι, χρηστὸν λυπεῖ μὲν ἐξ ἀρχῆς μὴ παρόν, λυπεῖ δὲ πλέον ἀφαιρεθέν· εἰ γὰρ ἑτέρους πλουτοῦντας ὁ πένης ὁρῶν οὐ φέρει τὴν θέαν ἀλύπως, πολὺ μᾶλλον ἀλγήσει παλαιᾶς αὑτοῦ μεμνημένος εὐδαιμονίας. Φέρε, πῶς ἔχειν εἰκὸς τοὺς ἐκ τοῦ πολέμου περισωθέντας τῶν δυσμενῶν; ἢ δῆλον ὅτι πικρῶς ὀλοφύρονται καὶ θρηνοῦσιν ἄλλος ἄλλην ἔχων πρόφασιν πένθους; εἴ τις οὖν ἐκείνοις ἀγγείλειε τὸν αἴτιον αὑτοῖς τῶν κακῶν τῆς πατρῴας ἐκβεβλημένον οἰκίας μετὰ τῆς ἑαυτοῦ πένεσθαι γυναικὸς καὶ ζῆν οὕτως ἐλεεινῶς, πηλίκον, οἴει, περιχαρεῖς γεγονότες ἀναβοήσονται καὶ φήσουσιν οὐ βραδέως μετελθεῖν σε τὴν δίκην.
23.2.45 Οὕτω τῆς πενομένης ὁ γάμος σοὶ μὲν ἀπορίαν πολλήν, τοῖς δὲ πολεμίοις παραψυχήν, ἐμοὶ δὲ λύπην εἰσάγει. τοσοῦτος γὰρ ἔχει με πόθος χρημάτων, ὥστε πάσχω τι πρὸς ταῦτα παρόμοιον οἷον πρὸς ἵππους ἢ κύνας οἱ φίλιπποί τε καὶ προσκείμενοι τοῖς κυσί. καὶ γὰρ ἐκεῖνοι τιθασσεύουσί τε καὶ διαλέγονται τούτοις οὐ λίαν αἰσθανομένοις ἀνθρωπείας φωνῆς. ἐγὼ δὲ πολλάκις ἐξάγομαι τοῖς ἐμοῖς χρήμασιν ὁμιλεῖν καὶ καθάπερ ἄλλοι τοῖς παιδικοῖς παρακάθημαι, πλὴν εἰ μὴ δεήσει χρέος εἰσπράξασθαι.
23.2.46 κἂν τύχω τι κομισάμενος, ἡδονή με λαμβάνει καὶ φόβος ἐκ τῆς εὐθυμίας, μὴ λάθῃ μου τῆς χειρὸς ἐκπεσόν, καὶ τοῦ συνήθους ὀξύτερον ἐπ’ οἴκου βαδίζω τοὺς εὑρίσκοντάς τι μιμούμενος· τὸ γὰρ ὀφειλόμενον ὑπὸ τῆς εὐφροσύνης ὡς ἕρμαιον δέχομαι. εἶτα ποθεινὸν οὕτω καὶ χρήσιμον κτῆμα περιόψομαι δαπανώμενον ὁ μηδὲ τόκων μέρος ἐνδοῦναί τινι καρτερήσας.
23.2.47 ἅμα τε τοὺς ὀφειλομένους ἀπολαμβάνω καὶ τοὺς ἐσομένους ἀναλογίζομαι καὶ τοῦ γε καιροῦ πλησιάζοντος ἤδη τὴν ὡρισμένην ἡμέραν εἰδὼς οὐδὲν ἧττον περὶ ταύτης ἀνερωτῶ γλυκεῖαν κερδᾶναι βουλόμενος ἀκοήν, ὥσπερ καὶ οἱ ταῖς ἑορταῖς μάλιστα χαίροντες πόρρωθεν ἐννοοῦνται τῆς πανηγύρεως τὸν καιρὸν καὶ προσιούσης ἤδη πυνθάνονται τὴν ἡμέραν σαφῶς αὐτὴν ἐπιστάμενοι, ὅπως εὐφραίνοιντο μᾶλλον ἀκούοντες, ὅπερ ἴσασί τε καὶ βούλονται. οἷον οὖν πάσχουσι πρὸς τὰς πανηγύρεις ἐκεῖνοι, τοιοῦτον ἐγὼ πρὸς τοὺς τόκους, τὰς ἐμὰς ἑορτάς. ἅπαν δὲ κέρδος ἐμοὶ μέγα φαίνεται καὶ βραχύ· ἡ γὰρ ἐπιθυμία καὶ τὸ προστυχὸν ἀγαπᾷ καὶ τὸ πλέον ἐπιζητεῖ. οὕτως ἔχοντά με γνώμης εἰδὼς φιλονεικεῖς ἐνδεὲς ἄγεσθαι γύναιον. ἔστιν, ὦ παῖ, καὶ στέφανος εὐπρεπὴς ἐξ ἴων καὶ ῥόδων πλεκόμενος καὶ τάχα παιδίῳ μήπω χρημάτων αἴσθησιν ἔχοντι δόξειεν ἂν αἱρετώτερος εἶναι στεφάνου χρυσοῦ, ἀνὴρ δὲ πρὸς ὄνησιν πράγματα κρίνων οὐ προτιμήσει τῇ θέᾳ δελεασθεὶς τὸν ἀλλότριον κέρδους καὶ μικρὸν ὕστερον ἀπανθήσαντα.
23.2.48 οἱ μὲν οὖν εὖ φρονοῦντες ἐν χρήσει τὴν ὠφέλειαν ὁρίζονται, οἱ δὲ φιλοτιμίαν ἀσκοῦντες ἐν δόξῃ. σὺ δὲ τούτων οὐδετέρας μεθέξεις ἄπορόν τε γυναῖκα καὶ ταύτην ἐξ ἀκρατείας λαβών. Καὶ ποίας ἐγ ώ , φησίν, ἀδοξίας ὑπεύθυνο ς ; οὐ προήχθην ἁρπάσαι τὴν κόρη ν , οὐ πρὸς αὐλὸν ᾄδων ἐφάνην παρὰ τὰς θύρας ἐκείνη ς , οὐδὲν οἷον ἂν δράσειε νεανίας μὴ φέρων τὸ πάθος διεπραξάμη ν .
23.2.50 οἴεται μᾶλλον ὁ νεανίσκος ἐν χορῷ τετάχθαι σωφρόνων, ὅτι, φησίν, οὐ περιῆλθεν αὐλούμενός τε καὶ ᾄδω ν . ἄνευ γὰρ αὐλοῦ καὶ ᾀσμάτων μικρὸν ὄνειδός σοι δοκεῖ κόρης ἁλῶναι τοσοῦτον ὅσον ἔνδειαν πλούτου προκρῖναι. ἀλλ’ οὐκ εἴ τινες ἀναιδέστερον παροινοῦσι, σὺ δὲ τούτων ἔλαττον ἥμαρτες, διὰ τοῦτο τὴν προσήκουσαν μέμψιν ἐκκλίνεις. εἰ γὰρ τὸ μεῖζον ἐλάττωμα λύσις ἀεὶ τοῦ ἐλάττονος ἦν, ἓν ἂν ὑπεύθυνον ἔγκλημα τὸ μέγιστον κατελείπετο. κἂν ἐγώ τινα λοιδορήσω, τῷ μὴ πατάξαι πλημμελεῖν οὐ δοκῶ; κἂν ἀδίκων ἄρξω χειρῶν, τῷ μὴ ποιῆσαι τραυματίαν ἀθῷος ἀπέρχομαι; καὶ τραῦμα τολμήσας, ὅτι μήπω καὶ φόνον, ἀνεύθυνός εἰμι; οὐκοῦν ἅπαντας ἐφεξῆς διαγραπτέον τοὺς νόμους πλὴν ὅσοι περὶ φόνων εἰσὶ γεγραμμένοι, μᾶλλον δὲ καὶ τούτων τοὺς περὶ τῶν ἀκουσίων τεθέντας.
23.2.51 τοῦτο γάρ, οἶμαι, κεφάλαιόν ἐστι τῶν κακῶν. ὁρᾷς εἰς ὅσην ὁ λόγος ἀτοπίαν προβαίνει τοῖς παρὰ σοῦ ῥηθεῖσιν ἀκολουθῶν. σὺ δὲ πόθεν ᾀσμάτων, πόθεν αὐλημάτων ἐδέου; οὐ γὰρ ὅσον εἰς ἀνάξιον ἡδονὴν ἔμελέ σοι τῆς κόρης· γάμον ἐμελέτας καὶ διηνεκῆ συζυγίαν, ἵνα βεβαίως ἐκείνην ὑποτάξῃς τῷ γάμῳ, ὥστε σου τὴν ἐγκράτειαν λέγων εἶναι μείζονος πόθου μή ποτε δή τι καὶ τοιοῦτον διενοήθης· κοσμία μοι καὶ σεμνὴ καὶ σώφρων ἡ κόρ η , τῆς εὐνοίας σοι τοῦτον ὑπαγορευούσης τὸν ἔπαινον; ἂν οὖν κωμάσω τοιαῦτ α , λυπήσω δ ι ’ ὧν εὐφραίνειν ἡγοῦμαι παρθένον ἐπισταμένην ἐρυθριᾶ ν .
23.2.52 μὴ τοίνυν ὅσα τῆς ἐρωμένης εἰς θεραπείαν ἐποίεις, ταῦτα πρὸς ἀπόδειξιν καρτερίας μεταφέρειν βιάζου. καὶ μὴν ὅσοι τοιούτοις ἀποκέχρηνται κώμοις, πρὸς θήραν ἀεὶ χρῶνται τῶν παιδικῶν· σὺ δὲ παῖς ὑπάρχων εὐπόρου πατρὸς τὸ μέγιστον δέλεαρ εἶχες· τοῦτο γὰρ ἑλεῖν ἱκανὸν καὶ μνηστεῦσαι παρθένον καὶ μάλιστα πενίᾳ πιεζομένην.
23.2.54 πρὸς ἅπασι δὲ τοῖς εἰρημένοις, οἶδα ἐγὼ τῶν ἐρώντων πολλοὺς ἃς ἀγαπῶσι γυναῖκας ὀκνοῦντας ἁρπάζειν οὐ δι’ ἐγκράτειαν, ἀλλ’ ἐξ ἄκρας εὐνοίας, ὑφορωμένους, μή πως οὐ τύχοιεν χαίρουσαι τῇ βίᾳ τῆς ἁρπαγῆς. παῦσαι δὴ σαθροῖς τεκμηρίοις τὴν καρτερίαν ἐμφαίνων. βούλει δοκεῖν ἁπλῶς ἐγκρατής, ἀπόθου τῆς διανοίας τὴν κόρην. πολλοί σε προτρέποντες σύμβουλοι πρὸς ἐγκράτειαν, ὁ πατήρ, ἡ τεκοῦσα καὶ μετὰ τούτων ἡ προτέρα σου σωφροσύνη.
23.2.55 οἱ μὲν γὰρ ἀκόλαστον ἐξ ἀρχῆς ἐνστησάμενοι βίον, εἴ πού τι φανεῖεν ποιοῦντες αἰσχρόν, οὐ λίαν ἐπίσημοι γίνονται τῇ συνηθείᾳ τῆς ἀσελγείας· ὅσοι δὲ λελοιπότες τὴν σώφρονα τάξιν πρὸς τὴν ἑτέραν ἐξαίφνης αὐτομολοῦσιν, αἰσχρᾶς οὗτοι πληροῦσι φήμης τὴν πόλιν. ἡδεῖαι γὰρ οὖσαι καὶ ἄλλως αἱ λοιδορίαι ταῖς ἁθρόαις ἐπὶ κακίαν μεταβολαῖς, περιβόητοι μᾶλλον καὶ τερπνότεραι γίνονται. μὴ τοίνυν ὄνειδος σαυτῷ περιάψῃς λαμπρόν, ἀλλ’ ὅταν ὁ τῆς Ἀφροδίτης εἰσάγῃ σου τῇ ψυχῇ τὴν παρθένον, ἀντίθες αὐτῷ τὴν πενίαν, τὰς ἐμὰς ὑποθήκας, τὴν προῖκα τῆς εὐπορούσης, τὸ πάλαι σου κόσμιον.
23.2.56 ὄψει παραχωροῦντα, κἂν φιλόνεικος ὑπάρχῃ καὶ δύσερις. στῆσον οὖν ἕτερόν τι τρόπαιον κατὰ φαύλης ἐπιθυμίας, οἷον ἄρτι κατὰ δυσμενῶν ἀδικίας. ἄτοπον γὰρ ἑτέρων κρατοῦντα μόνον οὐ κρατεῖν ἑαυτοῦ. πρὸς ταύτην οὐ δεῖ σοι τὴν νίκην ὅπλων οὐδὲ κινδύνου. τοῦτο τὸ τρόπαιον σοὶ λογιζόμεθα μόνῳ· τῆς γὰρ δι’ ὅπλων σοι νίκης τοσοῦτοι κοινωνοῦσιν ὅσοι τῆς μάχης. Ἀλλὰ ψιλοῦμε ν , φησίν, ἀνδρῶν μαχίμων τὴν πόλι ν · φύσει γὰρ οὖσα φιλότιμος ἡ νεότης ἐλπίδι τινὸς ἀμοιβῆς γυμνάζεται τὰ πολέμι α , ἑκάστῳ δὲ μισθός ἐστι τὸ ποθούμενο ν .
23.2.57 τίς οὖν οὐ δεινῶς ἀθυμήσει διαμαρτάνοντός μου τῆς κόρης ὡς ἂν οὐ πιστεύων κεχαρισμένην αὑτῷ δωρεὰν ἀπολήψεσθα ι ; τίς δὲ μὴ τοῦτο πιστεύσας τέχνην ἀσκήσει πολεμική ν ; πολὺ μὲν τῶν ῥημάτων τὸ μῆκος, εὐάλωτον δὲ ὅμως καὶ ῥᾴδιον λῦσαι.
23.2.58 τῶν γὰρ ἐν ἡλικίᾳ τοὺς μὲν βιῶναι κοσμίως συμβαίνει, τοὺς δὲ πρὸς ἡδονὰς ἐπτοῆσθαι, καὶ τῶν εἰς τὴν δευτέραν μερίδα τελούντων τοὺς μὲν εὐπορωτέρων ἐρᾶν γυναικῶν, τοὺς δὲ παραπλησίων τὴν τύχην, τοὺς δὲ λειπομένων ἐν πλούτῳ. οἱ μὲν οὖν σωφρονοῦντες τῶν νέων ἢ χρήμασι προεχούσας ἀγαπῶντες παρθένους ἢ τὴν ἴσην αὑτοῖς κεκτημένας οὐσίαν οὗτοι μὲν ἅπαντες οὐδαμῶς ἀθυμήσουσι διαμαρτάνοντός σου τῆς κόρης, τὸ δὲ λοιπὸν τῆς νεότητος μέρος, οἱ φαυλότερα τῆς ἀξίας γύναια στέργοντες, ἀνιάσονται μέν, ὡς εἰκός, ὁρῶντες δέ σου τὴν αἴτησιν οὐ προβαίνουσαν καὶ τῇ ψήφῳ τοῦ δήμου κατεγνωσμένην καὶ τῷ πολλοῖς ἐπίψογον δόξαι φαύλην ἡγούμενοι τὴν ὁμοίαν ὑφορώμενοι μέμψιν πειράσονται σωφρονεῖν.
23.2.60 ἀποτυχὼν μὲν οὖν τῆς ἐρωμένης οὐδὲν ἡμῖν εἰς ἀνανδρίαν λυμαίνῃ· ἂν δὲ τὸ πάθος ἐκτείνῃς ἄχρι τοῦ τῆς ἐπιθυμίας τυχεῖν, ἄβατον ποιεῖς τῇ σωφροσύνῃ τὴν πόλιν ἄνθρωπος δόξαν εἰληφὼς εὐκοσμίας. φθείρουσι γὰρ ἤθη σεμνὰ μειρακίων οὐχ οὕτως οἱ παροινεῖν εἰωθότες, ὅσον τις εἰς ἀκοσμίαν ἐκ παλαιᾶς σωφροσύνης μεταβαλών· εὐσχήμονα γὰρ ἀπολογίαν ἡγοῦνται τῷ τοιούτῳ συναμαρτάνειν, ἄλλως τε κἂν ὁρῶσι τὸν δῆμον, μὴ λίαν πικρὸν εἰπεῖν ᾖ, προαγωγοῦ τινος ἔχοντα τάξιν. ἐντεῦθε καὶ παῖδες ἀμελήσουσιν, οἶμαι, γονέων.
23.2.61 ὁρῶντες γὰρ ὑπεριδόντα σε τοῦ πατρός, ᾧ πᾶσαν εἰώθεις αἰδῶ τε καὶ θεραπείαν προσάγειν, εἰκόνι σοι χρήσονται τῆς περὶ τοὺς οἰκείους γονεῖς ἀτιμίας. τοιούτων οὖν ἔργων τοῖς ἡλικιώταις ἔσῃ παράδειγμα, καὶ πρώην ὀνόμασιν εὐφήμοις καλούμενος 〈ὁ〉 σώφρω ν , ὁ τὸν πατέρα τιμῶν ἀντιπάλοις ἐπωνυμίαις κληθήσῃ. μὴ γὰρ ἡ κατὰ πόλεμον ἀριστεία τὴν ἐκ τοῦ μὴ σωφρονεῖν αἰσχύνην ἐπικουφίζει; περιφανῆ μᾶλλον αὐτὴν ἀπεργάζεται. τοῦ τροπαίου γὰρ ἡ λαμπρότης τὴν ἐξ ἔρωτος ἀδοξίαν κηρύττει, καὶ λανθάνειν οὐκ ἔνεστιν ἄνδρα τοιοῦτον νόσῳ τοιαύτῃ δεδουλωμένον. Ἀλλὰ γὰρ οὐκ ἔχων σαυτῷ χρήσιμον δεῖξαι τὸν γάμον ἧς ὀρέγῃ παρθένου πρὸς τὸ δοκεῖν κήδεσθαι τοῦ κοινοῦ καταφεύγεις καὶ τῇ προσηγορίᾳ τῆς πόλεως ὑφαρπάζειν οἴει τὴν ἐκκλησίαν· πλὴν ἐπειδὴ τὴν πόλιν ἄγεις εἰς μέσον καὶ μαχίμους ἄνδρας ἔχειν αὐτὴν ἀξιοῖς δίκαια λέγων, ἐγὼ τοὺς εὐπόρους ἡγοῦμαι προθυμότερον πολεμεῖν τῶν ἀπόρως διακειμένων.
23.2.63 οἱ μὲν γὰρ τῆς δεομένης μερίδος οὐκ ἔχοντες ὑπὲρ ὧν εὐλαβήσονται κοῦφον ἀτύχημα καὶ μικρὸν ἡγοῦνται τὴν ἧτταν· οἷς δὲ πρὸς ἔνδειαν ἡ μεταβολὴ σαλεύει τοῦ βίου, τούτους προτρέπει γυμνάζεσθαι τὰ πολέμια τὸ τῆς ἥττης ἀφόρητον. διὰ τοῦτο καὶ δούλου σπουδαιότερον ἐλεύθερος ἀγωνίζεται· ὁ μὲν γὰρ ἐλευθερίας δέδοικε στέρησιν, ὁ δὲ παρὰ τῶν πολεμίων ἁλοὺς οὐδὲν οἴεται καινότερον πάσχειν, μᾶλλον δὲ πρᾳοτέραν τὴν ὑπ’ ἐκείνοις ἡγεῖται δουλείαν. οἰκέτῃ γὰρ ὁ παρὼν δεσπότης ἀεὶ τοῦ προσδοκωμένου βαρύτερος. Αἰσθάνεσθαί μοι δοκῶ τὸ προσιστάμενον τῷ νεανίσκῳ.
23.2.64 ἴσως ἐννοεῖται πρὸς ἑαυτόν· ἔτυχον ἅπαξ δημοσιεύσας τὸ πάθο ς . ὅπου τις ἐμοῦ μνημονεύε ι , προστίθησί μοι τὴν κόρη ν . τί οὖν ζημιῶμαι τὴν ἐρωμένην μὴ διαφεύγων ἐκ τούτου τὴν ἀδοξία ν ; ταῦτα μὲν οὐδὲν ἀπεικὸς διανοεῖσθαι τὸν παῖδα, οὐ μὴ ἐγὼ τὸν τοιοῦτον ἀποδέχομαι λογισμόν. ὁρίζομαι γὰρ ἄνδρα μὲν ἄριστον τὸν οὐ φρονοῦντά τι φαῦλον, ἔπειτα δεύτερον τὸν ἄτοπα μὲν ἐννοούμενον, ἐρυθριῶντα δὲ λέγειν καὶ πράττειν· ὁ δὲ γνώμῃ μὲν ἁμαρτάνων καὶ γλώττῃ, καθαρὸς δὲ τοῖς ἔργοις τρίτος μοι τέτακται.
23.2.65 τὸν δέ γε διανοίᾳ τε καὶ λόγοις καὶ πράξεσι πλημμελοῦντα τοῦτον οὐδαμοῦ θήσομαι. ἐβουλόμην μὲν οὖν ἄριστον ἢ δεύτερόν σε τετάχθαι· ἐπεὶ δὲ τὰς ἀμείνους ἀπολέλοιπας τάξεις ὁμοῦ τε τὸ φίλτρον ἐνθυμηθεὶς καὶ τὴν ἔννοιαν ἐξειπών, τὴν γοῦν ὑπόλοιπον φύλαττε τάξιν μὴ πρὸς ἔργον ἄγων τὸ πάθος. ταύτας ἐπᾷδε σαυτῷ τὰς νουθεσίας, ὦ παῖ, χρησιμωτέρας ὧν ἐφθέγξω ῥημάτων· ἐφ’ οἷς ἐγὼ λεγομένοις καταδυόμενος πρὸς ἐκεῖνον ἀπεπνιγόμην τὸν λόγον, ὅτε τὸν πόλεμον ἔφης, ἕως μὲν συνειστήκει, τὴν κόρην ἐκβαλεῖν σου τῆς διανοίας, κατὰ νοῦν δέ σοι λυθέντα πάλιν αὐτῆς ἀναμνῆσαι.
23.2.67 πῶς τοῦτο λέγεις, ὦ παῖ; νῦν γὰρ μᾶλλον ἐχρῆν ταπεινόν σοι φανῆναι τῆς ἀπορούσης τὸν γάμον. τὸν γὰρ ἀνάξιον ὄντα σου πρὸ τῆς ἀριστείας ἔτι καταδεέστερον ἔδειξεν ἡ τῆς μάχης ἀνδραγαθία, καὶ μικρὸν οὐδὲν ἔδει φρονῆσαι πλούτῳ πατρῴῳ τροπαίου συνελθόντος ἰδίου. ὅλως δέ μοι δίδως θαυμάζειν, ὅπως ἐσχόλαζέ σοι μεμνῆσθαι τῆς κόρης ὁ λογισμός.
23.2.68 τὸν γὰρ ἐκ πολέμου καὶ νίκης ἐλθόντα καὶ πανδήμων ἀπολαύοντα κρότων καὶ διπλῇ τὴν ψυχὴν ἀσχολούμενον εὐφροσύνῃ, τροπαίου τε πολεμίων καὶ τῆς ἐκ τῶν οἰκείων τιμῆς, τοῦτον ἔδει τὴν κόρην ἀποθέσθαι τῆς μνήμης. οἱ μὲν γὰρ ἐξεπίτηδες ἀφορμὰς ἑαυτοῖς μηχανώμενοι πρὸς λήθην τῶν παιδικῶν φιλονεικότερον ποιοῦσι τὸν ἔρωτα· ὅσοις δὲ προφάσεις αὐτόματοι παραπίπτουσιν εἰς ἕτερα τὸν νοῦν ἐφελκόμεναι, τούτους ὧν ποθοῦσιν ἐπιλελῆσθαι προσήκει. ἀλλὰ μὴν οἶδά που τοῦτο παρὰ τῶν ἐρώντων λεγόμενον, παρ’ ὧν καὶ τἆλλα τυγχάνω μαθών, ὅσα τοιαῦτα διῆλθον, ὡς ἄρα τοῖς βουλομένοις κρατῆσαι τοῦ πάθους τὰ πρῶτα μὲν ὀδύνη τις γίνεται, βραχὺν δὲ τῆς ἐγκρατείας λαβούσης καιρὸν οὐ λίαν ἐπιπόνως αὐτοῖς ἡ λήθη προβαίνει.
23.2.69 πῶς οὖν τοῦ πολέμου σοι τὸ φίλτρον ἀπωσαμένου πάλιν ἀνενεώσω τὸ νόσημα; ἡ γὰρ τοιαύτη φιλία λύσεως ἀρχὴν δεξαμένη μόλις πρὸς ἑαυτὴν ἀναστρέφει. Εἰ δέ σοι πάντως ἐκέκριτο γῆμαι τὴν ἐρωμένην, ἔδει κατορθώσαντά σε τὸν πόλεμον προσελθόντα μοι, πρὶν τὴν παροῦσαν ἐκκλησίαν συστῆναι, κολακικῶς οὕτω καὶ πρᾴως, πάτε ρ , εἰπεῖν, οὔπω τὴν κόρην ἐκείνην τὴν ἐν τῇ πανηγύρε ι , περὶ ἧς ἤδη σοι διελέχθη ν , τῆς ψυχῆς ἀπεθέμην καὶ ταῦτα πολλὴν ποιησάμενος περὶ τοῦτο σπουδὴν αἰδοῖ τε καὶ θεραπείᾳ τῇ σ ῇ .
23.2.70 ταύτην εἴ μοι γυναῖκα λαβεῖν ἐπινεύσει ς , αἰτήσω τὸν δῆμον ἀμοιβὴν τῆς ἀριστείας χρυσίον τοσοῦτο ν , ὅσην ἐπαγγέλλεται προῖκά μοι φέρειν ἡ πλουτοῦσα παρθένο ς . ἦν μὲν ἂν οὐδ’ οὕτω μοι φορητὸν ἀμφότερα βουλομένῳ, καὶ προῖκα λαμπρὰν καὶ δεύτερον κέρδος ἐκ τῆς ἀριστείας, ἴσως δ’ ἂν ἐπειθόμην ἐνδοῦναι.
23.2.71 μή ποτε κέρδους ἑκατέρου γλιχόμενος ἀμφοτέρων ὁμοῦ διαμάρτω δωρεάν σου τὴν κόρην αἰτοῦντος, εἴ γε δεῖ τοῦτο δωρεὰν ὀνομάζειν. τὸ μὲν γὰρ τῆς νίκης ἀντίρροπον γέρας σαφής ἐστι δωρεὰ καὶ δικαίως ἂν τοῦτο κληθείη, τὸ δὲ τοῦ λαβόντος ἀνάξιον οὐ μετρίως αὐτῷ πρὸς δόξαν ἐπιβουλεύει.
23.2.72 ὥσπερ γὰρ οἱ τῶν ἁμαρτημάτων ἐλάττους σωφρονισμοὶ μετριώτερα ποιοῦσι τὰ πλημμελήματα, οὕτω τὴν ἐκ τῶν κατωρθωμένων συστέλλουσιν εὔκλειαν αἱ τῆς ἀξίας ὀπίσω χωροῦσαι τιμαί. ἀπὸ γὰρ τῶν μισθῶν οἱ πολλοὶ τῶν ἔργων ποιοῦνται τὴν βάσανον. Ἔδει μὲν οὖν ἢ τὴν ὡραίαν παρθένον τοῖς ἐκείνης χρήμασιν ἐπανθεῖν ἢ τὴν εὐποροῦσαν τοσοῦτον ἐν εἴδει νικᾶν ὅσον ἐν πλούτῳ· ἐπεὶ δὲ μὴ τοῦτο συμβέβηκεν, ἐγώ σε διδάξω, πλούτου πρὸς κάλλος ὅσον ὑπάρχει τὸ μέσον.
23.2.74 προσώπου μὲν ἄνθος χρόνου δεδούλωται μήκει καὶ νόσῳ, πλούτῳ δὲ πρόσεστιν ἐλευθερία τις ἔμφυτος ἑκατέρου κακοῦ. καὶ χρήματα μὲν ὑπόκειται μᾶλλον φρουραῖς ἀνθρωπίναις, οὐ μὴν βίβαιος φύλαξ ἔσῃ τοῦ κάλλους. δεῖ γὰρ ἐπιοῦσάν τε νόσον καὶ γῆρας ἀποσοβεῖν, ὧν οὐδέτερον ἀνθρώπου δέδοται φύσει. χωρὶς δὲ τούτων, γυναικῶν μὲν εἶδος ἄλλος ἄλλο προκρίνει πολλῆς ἐνταῦθα κρατούσης ἀνωμαλίας, οὔτε γὰρ ἅπασι μίαν ὄψει κεχαρισμένην οὔτε τὴν αὐτὴν τοῖς αὐτοῖς διὰ τέλους ἀρέσκουσαν· χρήματα δὲ πάντες ἀεὶ στέργουσιν ἄνθρωποι.
23.2.75 ποῖον δὲ κάλλος, εἰπέ μοι, πρὸς εὐπρέπειαν ἁμιλλᾶται χρυσοῦ; διὰ τοῦτο χρυσῆν, οἶμαι, καλοῦσι τὴν Ἀφροδίτην οἱ ποιηταὶ καλλωπίζοντες τὴν θεόν. εἰκότως, ὦ τέκνον, εἰκότως μικρὸν οἴει κτῆμα τὸν πλοῦτον ἐκ τῶν πατρῴων τρεφόμενος ἔτι, τῷ γὰρ οὔπω λαβόντι πεῖραν ἐνδείας ἐλάττω παρέχει τῆς ὠφελείας τὴν αἴσθησιν, ἂν δὲ τῶν ἡμετέρων ἐκπέσῃς, γνώσῃ, πόσης ἐπιμελείας ἀξία τῶν χρημάτων ἡ κτῆσις.
23.2.76 οὐχ ὁρᾷς ὁποῖον θυγατέρες εἰσὶν ἡλικίαν ἔχουσαι γάμου; εἰ μέγαν αὐταῖς ἡ Τύχη ῥεύσειε πλοῦτον, δρόμος ἐνταῦθα μνηστήρων καὶ πρῶτον ἐρώτημα· πόση τῆς κόρης ἡ προί ξ ; καὶ λαμπρὰν μὲν ἀκούων τις ἐρωτᾷ δὴ καὶ τὰ δεύτερα, εἰ γένους ἔχει καλῶς καὶ τρόπων καὶ θέας· βραχεῖαν δὲ προῖκα καὶ φαύλην ἀκηκοὼς ἄπεισι περὶ τῶν ὑπολοίπων οὐδὲν ἀξιώσας πυθέσθαι· οὕτω πᾶσι τοῖς γῆμαι βουλομένοις ἐσπούδασται λίαν ἡ προίξ, ἐνίοις μὲν πρώτη, τοῖς δὲ πλείοσι μόνη. Ἀλλ’, ὦ πλεῖστον ἀποβουκολίσασαι τὸν βίον ἐλπίδες, ὅπως ἐμὲ πρώην ἀνεπτερώσατε πείθουσαι μεγάλα προσδέχεσθαι κέρδη τῷ τροπαίῳ τοῦ νέου.
23.2.77 καί μοι, πρὸς θεῶν, ὦ παρόντες, δότε διὰ βραχέων εἰπεῖν, οἵαις με φαντασίαις αὗται διέπαιζον· εὕρηται γάρ τις παραμυθία τῶν λυπηρῶν ἡ τούτων διήγησις. Ἐγὼ τοίνυν, ἐξ ὧν ὁ παῖς εὐδοκίμησε, χρυσίον ὠνειροπόλουν καὶ περιῄειν φαιδρός τε καὶ μειδιῶν ἕκαστον ἀξιῶν μοι συγχαίρειν ἑκάστῳ διεξιών, ὅτι παῖς ἐστιν ἐμὸς ὁ τὸν ἀγῶνα νικήσας.
23.2.78 τοιαύταις οὖν ψυχαγωγίαις ἠπατημένος ἐνέδωκα τῷ παιδὶ συγκαλέσαι τοὺς φίλους εἰς ἐπινίκιον εὐωχίαν, καὶ συνῆλθε πολυτελὲς συμπόσιον παρ’ ἐμοί, πάντες νέοι καὶ πέρα καιροῦ τρυφῶντες, πῶς γὰρ ἐνῆν διαιτᾶσθαι μετρίως ἀνθρώπους τε νέους καὶ χαίροντας τῇ νίκῃ τῆς πόλεως λαβομένους ἀλλοτρίας τραπέζης; ἴσως δέ με καὶ ὑποκνίσαι βουλόμενοι προσέθηκαν τῇ τρυφῇ. ἐγὼ δὲ καρτερεῖν ἐμαυτὸν ἐνουθέτουν τῇ προσδοκίᾳ τῆς ἀμοιβῆς τὴν ἐπὶ τῇ δαπάνῃ παραμυθούμενος λύπην.
23.2.79 τῆς θοίνης οὖν λελυμένης πολὺς ἐνεκείμην τῷ νέῳ καὶ παρῄνουν, ὅσον τάχος, ἀγεῖραι τὴν ἐκκλησίαν, ἕως ἡμῖν ὁ πόλεμος ἐντετύπωται τῇ διανοίᾳ· αἱ γὰρ ἀναβολαὶ τὰς χάριτας ἐπὶ ἔλαττον καταφέρουσιν ἐλαττοῦσαι τὴν μνήμην. ὁ δὲ θᾶττον ἢ βούλομαι τὸν δῆμον ἔφη συνάγειν ἑτέρᾳ σπεύδων προφάσει, νῦν γὰρ τοῦτο μανθάνω.
23.2.80 ὁ μὲν γὰρ δῆμος ὑμεῖς ἦτε συνειλεγμένοι, ὁ δὲ παρῄει πρὸς τὸ βῆμα φυσῶν καὶ τοῦ πολέμου βραχέα μνησθείς· ἠπείγετο γὰρ πρὸς τὴν κόρην, ᾔτησε δωρεὰν τἀμὰ δαπανῆσαι. τοιαῦτα τῆς ἀριστείας ἀπέλαυσα τοῦ παιδός. οὕτω καλὸν ἔβοσκον ἐμαυτῷ γηροτρόφον. ἀλλὰ μὴ τοσοῦτον ἔχε πρὸς τὸν φύσαντα φιλονείκως.
23.2.81 ἔστιν ὅπου καὶ νίκη τῷ νικήσαντι βλαβερόν, ὦ μοι εὐδοκιμήσας πολεμίων κρατήσας καὶ πατρὸς ἡττηθεὶς τὸ δέον εἰσηγουμένου. πόσον ἔτι χρόνον ἐγὼ τὰ ὑπάρχοντα κεκτήσομαι; πρεσβύτης εἰμί· βραχὺ διέστηκε γῆρας θανάτου. διόπερ ἐξεπίτηδες κτώμεθα παῖδας, ὅπως, ἐπειδὰν ἡμεῖς οἱ πρεσβύται μηκέτι χρηματίζεσθαι διὰ τὸ γῆρας οἷοί τε ὦμεν, ὑμεῖς οἱ νέοι μείζω ποιήσητε τὴν οὐσίαν. πρὸς τοῦτο τοίνυν ὁρῶντες παιδοποιοῦμεν γνησίους βουλόμενοι κληρονόμους καταλιπεῖν μὴ καρτεροῦντες εἶναι χρημάτων ἐκτός. ἐπεὶ δὲ τῇ τελευτῇ χωριζόμεθα τούτων, μηχανώμεθά πως καὶ μετὰ θάνατον τὴν ἀπόλαυσιν τοῖς ἐξ ἡμῶν πεφυκόσι παραδόντες τὸν κλῆρον. μὴ τοίνυν τούτου σαυτὸν ἀποστέρει πένητι γάμῳ, μή ποτε δόξῃς χρημάτων ἀνάξιος τῷ τούτων ἐκπίπτειν, ἀλλὰ δὸς ἅπασιν εὔχεσθαι τοὺς υἱεῖς τοιούτους ἰδεῖν.
23.2.82 δός μοι σεμνύνεσθαι πρὸς τοὺς τῶν ἄλλων γονεῖς καὶ λέγειν, ὡς οὐδὲ ποθήσας ὁ παῖς ἠπείθησε τῷ πατρί. χορήγησον τοῖς συλλόγοις περὶ σοῦ διηγήματα καθαρῶν ἐγκωμίων καὶ μὴ τοῖς ὑπὲρ ἀνδρείας ἐπαίνοις ἀναμίξῃς ἀκρατείας διαβολήν. δὸς τῇ τεκούσῃ μεγαλαυχεῖν πρὸς τὰς τῶν ἄλλων μητέρας, ἥ που στοχαζομένη λοιπὸν ἡμᾶς ἐπανήκειν τῆς αὐλείου θύρας προκύπτει τὴν ἡμετέραν ἄφιξιν ἀναμένουσα κἂν αἴσθηταί μου πράξαντός τι κατὰ νοῦν, προσδραμοῦσα σὲ περιπτύξεται καὶ ἅμα σοι περιβάλλουσα τὰς χεῖρας εἰς ἐμὲ βλέπουσα λέξει· ταῦτά σοι τὸν παῖδα ποιεῖν ὑπεσχόμη ν · ταῦτα πεποίηκε ν .
23.2.83 μὴ τοίνυν ψευδῆ τὴν ὑπόσχεσιν τῆς μητρὸς ἀποφήνῃς. εὐμενέστερον ὡς εἰπεῖν ἐκ τῆς ἐκκλησίας σε δέξεται τῷ πατρὶ πεπεισμένον ἤπερ ἐκ τῆς μάχης νενικηκότα. πολλὰς ἀπαριθμήσεταί σοι γυναῖκας ταύτης ἐλάττους τὴν θέαν τοῖς ἀνδράσιν ἠγαπημένας, πολλὰς καταλέξει νικώσας εὐπρεπείᾳ τὴν πενομένην, αἷς οἱ γήμαντες οὐ κατὰ νοῦν συνοικοῦσιν. διηγήσεται, πόσας εὐπορούσας οἰκίας ἀνάλωσε κάλλος ἄνευ προικὸς εἰσελθόν. σοὶ μὲν ἡ μήτηρ τοιαῦτα· τὴν πλουτοῦσαν δὲ κόρην τάχα που πρὸς σὲ λυπουμένην ἐν δευτέρῳ πεποιημένην αὐτὴν τῆς ἀπορούσης τοιούτοις παραμυθήσεται λόγοις, ὡς νεότητι μὲν ἐπὶ τοῦτο προήχθης, ἤδη δέ σοι μεταμέλει καὶ τοῖς ἴχνεσιν ἀκολουθεῖς τοῦ πατρὸς πάντα χρημάτων δεύτερα κρίνων.
23.2.85 Βούλομαι τοίνυν τὸν πλοῦτον ὅσον ὄφελός ἐστι τῷ βίῳ διὰ βραχέων σοι δείξας καταλῦσαι τὸν λόγον. οὗτος, ὦ παῖ, κοινὸς ἁπάντων ἐστὶ τροφεύς, οὗτος πόλεων οἰκιστὴς ἅμα καὶ φύλαξ, καινὰς μὲν δημιουργῶν, ἐπανορθῶν δὲ πεπονηκυίας. ἕως κέκτησαι πλοῦτον, κέκτησαι φίλους, συγγενεῖς, ἐπαινέτας. ἂν δὲ ἀναλώσας λάθῃς, συνανάλωσας ἅπαντα. τὸ δὲ μέγιστον, ἀρετὴ γὰρ τοῖς μὲν εὐποροῦσιν ἂν ἀπῇ, παρεῖναι δοκεῖ· τοῖς δὲ πενομένοις καὶ παροῦσα λανθάνει. Ὁρᾷς κατανεύοντα τοῖς λεγομένοις τὸν δῆμον.
23.2.86 ποίει τοίνυν παλινῳδίαν τοῖς χρήμασι καὶ λῦσον ἐπαίνῳ δικαίῳ τὸν φθάσαντα ψόγον καὶ δίκασον ἑκατέρᾳ παρθένῳ μὴ πρὸς ἡδονήν, ἀλλὰ πρὸς ὠφέλειαν ἄγων τὴν ψῆφον. 〈Η ΔΙΑΛΕΞΙΣ〉 ὅτι πλάσματα λόγων ἐρωτικῶν οὐδὲν λυμαίνεται πρὸς ἄλλας μελέτας ἄλλην ἐχούσας ὑπόθεσι ν .
24.1.1 Ἀπόλλωνα τὸν Λητοῦς, ἐρωτικὸς γὰρ ὁ θεὸς καὶ τοξότης, εἶδόν που ἐν γραφῇ φέροντα λύραν, εἶδον ἔχοντα τόξον ἐν ἑτέρᾳ γραφῇ. δίδωσι δὲ αὐτῷ καὶ Δάφνην ἐρωμένην τὰ χρώματα, καὶ τούτων οὐδὲν ἡ ποίησις ἀντιλέγει. τί οὖν; τὴν λύραν φέρων Ἀπόλλων ἄλλοτε ἄλλως ὑποκινῶν τὰς χορδάς, ὡς ἂν ἐδόκει τῇ ἁρμονίᾳ τοῦ μέλους ἔκρουέ τε ἅμα καὶ ᾖδεν ἐρωτικὰ ψυχαγωγεῖν οὕτω καὶ θέλγειν οἰόμενος τὴν σώφρονα, τὴν παρθένον.
24.1.3 οὐ μήν, ὅτι θαμὰ τοῦτο ἐποίει, ἐχαλᾶτό οἱ ταῖς ᾠδαῖς ἡ ἐπιστήμη τοῦ τόξου. ὅτε δὲ τὸν Χρύσην ὁ Μυκηναῖος ἠμέλει—αὐτόν τε καὶ τὰ λύτρα αὐτοῦ παρ’ οὐδὲν ἐποιεῖτο ἐντειλάμενος ἀπιέναι τε θᾶττον καὶ αὖθις μὴ ἀναστρέφειν, ἵνα σῶς οἴκαδε ἔλθοι, μικρὰν γὰρ εἶναι αὐτῷ συμμαχίαν τὰ στέμματα τοῦ θεοῦ—, ὅτε οὖν πρὸς τὸν πρεσβύτην ὁ Ἀτρέως τοιαῦτα, ἑκηβόλος τε ἦν ὁ Ἀπόλλων καὶ μάλα εὐστόχως ἀφῆκε τὰ βέλη. Ποῖ δή με θράσους μετεωρίζεις, ὦ πρόλογε, θεὸν εἰς παράδειγμα φέρων καὶ τοῦτον χοροῦ τῶν Μουσῶν ἡγεμόνα; ἀλλ’ ἄγε δή, κατάβηθι καί μοι ἑτέραν εἰκόνα που ζήτει χαμαὶ ἐρχομένων ἀνθρώπω ν .
24.1.5 Τὸν Μαρσύου φασὶ μαθητήν—Μαρσύου γὰρ Ἀπόλλων ἀνέμνησε τέχνην—ἀσκεῖν τοὺς αὐλούς, τί γὰρ ἂν μαθητὴς ἐπιτηδεύοι Μαρσύου; μέλη δὲ ἦν αὐτοῦ τοῖς αὐλήμασι πυκνὰ μὲν ὁ Ἔρως, ἀτὰρ οὐ μόνον ὁ Ἔρως. ἄγετε οὖν, ὦ Λόγοι, ἑτέραν τινὰ καὶ ἡμεῖς βαδίσωμεν ᾀσμάτων ὁδόν, μή ποτε χείρους δόξωμεν εἶναι τοῦ αὐλητοῦ. Η ΔΙΑΛΕΞΙΣ εἰς τὸ μὴ δεῖν ἀτελῆ καταλεῖψαι τὸν λόγο ν .
25.1.1 Τὰ χρήματα οἱ ὀφείλοντες εἰ τῆς κυρίας ἡκούσης τὸ χρέος ἅπαν μὴ καταβάλοιεν, οὔτι που οἴονται χρῆναι μηκέτι ἀποδιδόναι· οὐ λύειν γὰρ οἶδεν, ἀλλ’ αὔξειν ὁ χρόνος τὸ ὄφλημα. εἰκότως ἄρα ὑμῖν καὶ τόκον τοῦ χρέους ἥκω διάλεξιν φέρων. δίκαια εἶναι ταῦτα δοκεῖ Πλάτωνί τε τῷ Ἀθηναίῳ καὶ Σιμωνίδῃ τῷ Κείῳ.
25.1.2 ὁ γὰρ Ἀθηναῖος τὸν Κεῖον ἐρομένου τινός, τί ποτε ἄρα εἴη τὸ δίκαιον, ἀποκρίνασθαι ἔφη τὸ τὰ ὀφειλόμενα ἀποδιδόναι. μέμφεται δὲ καὶ Σωκράτης τὸν Καλλικλέα μεταξύ που ἐθέλοντα καταλεῖψαι τὸν λόγον, ὅπερ οὐδὲ τοὺς μύθους φησὶ θεμιτὸν εἶναι παθεῖν. ταῦτα ἐννοήσας ἐγὼ πρὸς τήνδε αὖθις ὑμᾶς ἀγείρω τὴν εὐωχίαν, τὰ δέ μοι ὄψα ἐστὶν οὐδὲν ποικίλον ἢ γέμον πολυτελείας, ἀλλ’ ἁπλᾶ τε καὶ βραχέα καὶ ἕωλα, εὐνοοῦσι δὲ ὅμως ἡδίω πολλῶν καὶ ἁβροτέρων σιτίων.
25.1.3 ἢ οὐχ ὁρᾶτε τὸ Καμβύσου μειράκιον, τὰ παιδικὰ Ξενοφῶντος, τὸν Κῦρον; ἐκεῖνος, ἐπειδή οἱ ὁ πάππος εἰς Μήδους ἀφικομένῳ δαῖτα ἐχορήγει βασιλικήν, τότε γὰρ οὐ μετρίως ἐτρύφα τὸ Μηδικόν, ὁ δὲ οὐδὲν ἀπειρόκαλον ἐπεπόνθει οὐδὲ οἷον πάσχειν φιλεῖ παιδὸς ἡλικία, ἀλλ’ ἁβρότητα Μηδικὴν περὶ ἐλάσσονος ἔθετο Περσικῆς εὐτελείας ἐμφύτῳ περὶ τὰ οἴκοι κατεχόμενος ἔρωτι. 〈ΤΥΡΑΝΝΟΚΤΟΝΟΣ.
26 T 1 〉 Νόμος τὸν ἀποκτείναντα τύραννον ὅ τι βούλεται γέρας αἰτεῖ ν .
26 T pref ἀνέβη τις εἰς ἀκρόπολιν ἐγχειρίδιον φέρων ὡς ἀναιρήσων τὸν τύραννο ν . ἔτυχε μὴ παρώ ν . ἀνεῖλεν ἐκείνου τὸν παῖδα μόνον ὄντα τῷ φύσαντ ι . ὁ πατὴρ τὸ συμβὰν θεασάμενος ἡττήθη τοῦ πάθους ὅσον ἑαυτὸν ἀποσφάξα ι . ἐντεῦθεν ὁ κτείνας τὸν νέον οἷα δὴ τῷ τυράννῳ σφαγῆς αἴτιος γεγονὼς τυχεῖν ἀξιοῖ δωρεᾶς ἑτέρου τινὸς ἀντιλέγοντο ς . μελετῶμεν τὸν αἰτοῦντα τὴν δωρεά ν . θεωρία.
26.1.1 Οὐ λείπουσιν ἄρα τοῖς φιλονεικεῖν βουλομένοις ἔριδος ἀφορμαί. ἀνὴρ ὅλην πατρίδα τυραννίδος ἐλευθερώσας τὴν ἐκ τῶν νόμων ἀπολαβεῖν κωλύεται δωρεάν. καίτοι διχόθεν καλλωπίζειν ἔχει τὴν αἴτησιν τῇ μὲν προαιρέσει τὸν τύραννον, τῇ δὲ πράξει τὴν ἐκείνου διαφθείρας γονήν. ὅθεν αὐτῷ συνελθούσης ἀρετῆς ἅμα καὶ τύχης οὐ μέτρια φρονεῖν καρτερεῖ.
26.1.2 εἰ γὰρ Περικλῆς ὁ Ξανθίππου ψιλὴν ἀποκρουόμενος λοιδορίαν πάντας διαβαδίζει τῆς εὐφημίας τοὺς τρόπους αὐτὸς ἑαυτὸν ἐπαινῶν, τίς ἂν ἐγκαλέσειε τούτῳ τοῖς αὐτοῖς ἐγχειρήμασιν ἀντιλογίαν ἀπωθουμένῳ πειρωμένην αὐτὸν τὴν προσήκουσαν ἀμοιβὴν ζημιῶσαι; οὕτω καὶ Δημοσθένης τὸν Ἀτρομήτου νενικηκὼς τὴν πρέπουσαν δωρεάν, τὸν στέφανον, ἐκομίζετο. ποιεῖ μὲν οὖν πρᾶγμα τοῖς ἀκούουσιν ἐπαχθές, φύσει γὰρ ἄνθρωποι πρὸς τοὺς ἑαυτοὺς ἐγκωμιάζοντας δάκνονται, ἀλλὰ τὸ βαρὺ τοῦτο καὶ φορτικὸν ἀλύπως ὁ δῆμος ἐξ εὐθυμίας ἀνέχεται.
26.1.3 ὅσῳ γὰρ 〈μᾶλλον〉 ἑαυτὸν οὗτος ἀποσεμνύνει, τοσοῦτον ἐπαύξει τῷ δήμῳ τὴν εὐφροσύνην δεικνύς, ἐξ οἵας αὐτὸν πολιτείας εἰς οἵαν μετήνεγκεν. ἔνθα καὶ τῆς ὑπαρχούσης τῷ τυράννῳ μνημονεύσει κακίας τῇ πονηρίᾳ τοῦ τελευτήσαντος τὸν αἴτιον τοῦ φόνου κοσμῶν, πείσεται δὲ τοῖς λεγομένοις ἀσμένως τὸ πλῆθος.
26.1.5 ἥδιστα μὲν οὖν καὶ πλείονα τῶν ἐκείνῳ προσόντων ἀκούσεται· οὐ γὰρ ἐξαρκεῖ τοῖς ἠδικημένοις τὰς ἀληθεῖς μόνον κατηγορίας ἀκοῦσαι τῶν δυσμενῶν. ὅθεν εἰ καὶ ψευδεῖς τὰς κατ’ ἐκείνων ἴσμεν διαβολάς, οὐδὲ τούτων χωρὶς ἡδονῆς ἀκροώμεθα. ἵνα δὲ μὴ τύχης ἔργον ἁπλῶς ὁ τοῦ τυράννου δόξειε θάνατος, ἀλλὰ τοῦ παιδὸς ἡ σφαγὴ μόνη νομίζοιτο πρόφασις, παντοδαποῖς παραστήσομεν τρόποις ἐκ τῆς περὶ τοῦτον φιλοστοργίας ἀβίωτον ἐκείνῳ γεγονότα τὸν βίον περιάπτοντες τῷ παιδὶ τά τε ἄλλα δι’ ὧν μάλιστα τέκνοις εὐνοοῦσι γονεῖς καὶ τὴν ἀκμάζουσαν ἡλικίαν· ἀπίθανον γὰρ παιδίον βραχὺ τεθνηκὸς οὕτω πατέρα λυπεῖν ὅσον ἐφέλκεσθαι πρὸς ἰδίαν σφαγήν.
26.2.t 〈Ἡ μελέτη.〉 Ἀπείληφεν εὖ ποιοῦσα βεβαίαν ἡ πόλις ἐλευθερίαν οὐδὲ κληρονόμον ὑφορωμένη τυράννου, καὶ μία πρᾶξις δύο τοιούτους ὑμῖν καθεῖλε δεσπότας, ξίφει μὲν τὸ τοῦ τυράννου μειράκιον, αὐτὸν δὲ τῇ σφαγῇ τοῦ παιδός.
26.2.1 ὅσον τοίνυν τεθνάναι δεινότερον πικρᾶς βασάνου προηγουμένης ἢ χωρὶς ὀδύνης τοῦτο παθεῖν, τοσοῦτο χαλεπωτέραν αὐτῷ περιέστησα τελευτὴν φόνῳ παιδὸς βασανίσας. ἑκατέρα μὲν οὖν τυραννὶς οὐ μέτριον ἦν τῇ πόλει φορτίον, τοσοῦτον δὲ τοῦ τεκόντος ἐφύετο χείρων ὁ παῖς, ὅσον ὁ μὲν πατρὸς ὑπῆρχε δημοτικοῦ, ὁ δὲ σπέρμα καθειστήκει τυράννου.
26.2.3 εἰ δὲ πονηρὰ φύσις ἄνευ δυνάστου πατρὸς ἀπειργάσατο τύραννον, τί ἂν ἔδρασε πατρικὴν προσλαβοῦσα πλεονεξίαν καὶ τό γε σφόδρα δεινόν, ὅτι καὶ δικαίως ἡμῶν ὁ νέος ἡγεῖτο κρατεῖν οἷα δὴ κτῆμα πατρῷον τὴν ἀξίαν παραλαβών; ὅταν δὲ συγγνώμην τις ἔχειν οἴηται τῆς ἀδικίας, ἀνίατον γίνεται τοῖς ἀδικουμένοις κακὸν μεταμελείας ἀνῃρημένης. δυεῖν ἄρα τῇ πόλει δεινῶν τὸ μέγα μὲν ὑπ’ ἐμοῦ καταλέλυται, τὸ δὲ βραχὺ δι’ ἐμοῦ. εἰ μὲν οὖν ἄμοιρος ἔτι παίδων ἐστὶν ὁ διαβάλλων τὴν αἴτησιν, εἰκότως ἐκ τῆς ἀπειρίας ἡγεῖται κοῦφον ἀτύχημα τέκνων ἀποβολήν· εἰ δὲ τυγχάνων πατὴρ οὕτω λογίζεται καὶ φρονεῖ, παραβαίνει φύσεως νόμον.
26.2.4 ὃν ἐφύλαξε μόνον ὁ τύραννος οὐδὲ ζῆν ἄνευ τοῦ παιδὸς καρτερήσας πολλαῖς ἀφορμαῖς εἰς τοσοῦτον εὐνοίας ἐλθών. λέγεται γὰρ νέος μὲν γῆμαι, πλεῖστον δὲ χρόνον ἄπαις ὑπάρχειν, ὀψὲ δὲ κυούσης αὐτῷ τῆς γυναικὸς δεδοικέναι, φυλάττειν, σφαλερὸν γὰρ κύουσα γυνὴ καὶ βραχυτάτης εἰς κίνδυνον δεομένη προφάσεως, ἐπιθυμεῖν ὠδίνουσάν τε καὶ τεκοῦσαν ἰδεῖν.
26.2.6 ἦν οὖν οὐκ ἀπεικότως περιπόθητον αὐτῷ τὸ παιδίον ὡς ἄρρεν, ὡς μόνον, ὡς παρ’ ἐλπίδα τεχθέν, ὡς δευτέρας γονῆς οὐδαμῶς ἐσομένης ἤδη τῆς παιδοποιΐας ἐξιόντι τοὺς ὅρους, ὡς τὴν πατρῴαν κεκτημένον ἰδέαν· φιλεῖ δὲ ἄρα καὶ τοῦτο τῶν γονέων ἐρεθίζειν τὴν εὔνοιαν. ἐτρέφετο τοίνυν ἐπὶ διαδοχῇ τῆς ἀρχῆς καὶ τυραννεῖν κατὰ μικρὸν ἐδιδάσκετο ἤδη τε μειράκιον ἦν αὐτό που τῆς ἡλικίας ἄγον τὸ ἄνθος, ὅτε γονεῦσιν ἀνιαρότατον θάνατος παίδων. δύο δὴ τυράννων τοῦ μὲν ὑπάρχοντος, τοῦ δὲ γινομένου οἱ μὲν ἄλλοι πάντες ἐσχετλίαζον μόνον οὐδὲ τοῦτο πράττοντες ἀδεῶς, ἐγὼ δὲ μεθ’ ἡμέραν μὲν κατάλυσιν ἐμελέτων, νύκτωρ δὲ ταύτην ὠνειροπόλουν.
26.2.8 ὁπλίσας οὖν τὴν ψυχὴν δημοτικοῖς λογισμοῖς ἀνέβην ἐπὶ τὸ τῆς δυναστείας χωρίον ὅσον ἦν ἀποκρύψαι ξιφίδιον φέρων καὶ τῷ προσώπῳ συσκιάσας τὴν γνώμην καὶ τοὺς ἐκείνου δορυφόρους καραδοκήσας ἑτέρωσέ ποι τὴν διάνοιαν ἔχοντας οὐδαμοῦ τὴν θήραν ἑώρων κύκλῳ περιάγων τὸ βλέμμα. εἶτα κατανοήσας τὸν νέον πολλαχόθεν ὀργῆς ἐνεπλήσθην δυνάστου θεασάμενος παῖδα καὶ προσφερῆ τὴν ὄψιν ἐκείνῳ καὶ τοῦτον ἐν ἀκροπόλει, χωρίῳ τυραννικῷ· ἐν οἷς γὰρ ἀδικούμεθα τόποις, ἐν τούτοις πλέον ἀμύνασθαι τοὺς ἀδικήσαντας ὀρεγόμεθα.
26.2.9 ἐγένετο δέ μοι προσθήκη θυμοῦ καὶ τὸ τοῦ τυράννου διαμαρτεῖν. τοσαύταις ἐγὼ κινηθεὶς ἀφορμαῖς καιρίαν ἐπιφέρω πληγήν.
26.2.10 οὐκ ἤνεγκα τοσαύτης ἡδονῆς ἀνήκοον ἐᾶσαι τὴν πόλιν ἔσπευδόν τε μηνῦσαι τὸ πεπραγμένον, μή με φθάσας τις ἕτερος εὐφράνῃ τῷ πλήθει τὰς ἀκοάς. ὁ γὰρ μέγα τι πράξας τὴν ἰδίαν ἐπείγεται πρῶτος κηρύττειν ἀνδραγαθίαν, ὡς ἂν διπλῆν κομίσαιτο χάριν, τήν τε τῶν κατωρθωμένων τήν τε τῶν εὐαγγελίων. Καταβὰς τοίνυν ἐμήνυσα τὸ πραχθὲν δεικνύων ἅμα τὸ ξίφος αἵματος γέμον δικαίου.
26.2.11 εἶτα πρὸς τὸν δεύτερον ἆθλον ηὐτρεπιζόμην· οὐ γὰρ ἀνάλωσεν ὅλον μοι τὸν θυμὸν ἡ τοῦ μειρακίου σφαγή. ἤλπιζον μὲν οὖν τοῦτο ποιήσειν τὸν τύραννον, ὅπερ ἔφθη ποιήσας, ἐκέκριτο δέ μοι καὶ τοῦτον, εἰ περιόντα καταλήψομαι, κτείνειν. ἧκεν εὐθὺς ἡ Φήμη πολλὴ βοῶσα τὸ προσδοκώμενον καὶ πάντα διηγουμένη, ὡς ἡ μὲν τεκοῦσα τὸν νέον κοπτομένη τὰς παρειὰς ἐπὶ γῆς καθημένη καὶ τοῦ παιδὸς τὸ σῶμα περιχυθεῖσα τὰ γυναικῶν ὁμοῦ καὶ μητέρων ἐφθέγγετο οὐκέτι σ ε , λέγουσα, τέκνο ν , συμπροϊόντα τῷ φύσαντ ι , οὐκέτι θεραπεύοντα τὴν τεκοῦσα ν , οὐκέτι δορυφορούμενον ὄψομα ι .
26.2.12 ᾤμην σοι δᾷδα γαμήλιον ἅπτει ν , ὤμην σοι τὸν ὑμέναιον ᾄδει ν . οὕτως ὑπὸ τοῦ πάθους ὡς πρὸς ἔτι ζῶντα διελέγετο τὸν υἱόν· τοιοῦτον γὰρ μάλιστα πεφύκασιν αἱ γυναῖκες ἀσθενείᾳ τε γνώμης καὶ πένθους ἀφορήτοις ὀδύναις, οἷα πρὸς αἰσθανομένους λαλοῦσι τοὺς τεθνεῶτας ὡς ἀκούοντας τῶν λεγομένων, ὡς ἀποκρίνεσθαι μέλλοντας.
26.2.14 ἐν τούτοις μὲν ἦν ἡ τοῦ τυράννου γυνή, τῶν δὲ δορυφόρων οἱ μὲν δέει τοῦ κρατοῦντος φεύγοντες ᾤχοντο, οἱ δὲ περιειστήκεσαν ἐρριμμένον τὸν νεανίσκον ἐκπεπληγμένοι τε καὶ δακρύοντες. πολλὴ δὲ τούτοις γέγονεν ἔρις τοῦ τίνα δέοι μηνῦσαι τὸ πεπραγμένον ὀκνοῦντος ἑκάστου καὶ δεδιότος τοσοῦτον ἀγγεῖλαι τῷ δεσπότῃ κακόν.
26.2.15 ἑνὸς δ’ οὖν εἴξαντος μόλις ἤκουσε πικρὰν ὁ πατὴρ ἀγγελίαν, υἱὸν ἐσφαγμένον, μᾶλλον δέ, πρὸ τῆς ἀκοῆς, ὡς οἱ τούτῳ παρόντες ἀπήγγελλον, ἔτι τοῦ θεράποντος αὐτῷ προσιόντος ὁ παῖς ἔπαθέ τι δεινὸν ἀνεβόησεν· ὑπὸ γὰρ ἀμέτρου φιλοστοργίας, ὡς ἔοικεν, ἀεὶ τῷ λογισμῷ περιφέρων τὸν παῖδα κατηφῆ τὸν οἰκέτην ἰδὼν ἐστοχάσατο. ἔπειτα θέαν εἶδε χαλεπωτέραν ὧν εἴτε ἤκουσεν εἴτε διενοήθη.
26.2.16 ὀφθαλμοὶ γὰρ ὅσον πιθανώτεροι, τοσοῦτον ἀνιαρότεροι τοῖς ἀτυχοῦσιν. ἐμίσησεν οὖν τυραννίδα, δι’ ἣν γέγονεν ἄπαις, οὐ γὰρ ἦν ἑτέρου πατήρ, καὶ δίκην αὐτὸς ἑαυτῷ θάνατον ὥρισεν ἡγησάμενος τῷ παιδὶ ταύτην ὀφείλειν ὑπὲρ τοῦ φύσαντος ἐσφαγμένῳ. συνέπραξε δὲ πρὸς τὴν τόλμαν αὐτῷ πάθη δύο, ψυχῆς ἀθυμία καὶ δέος, ὀδυρομένῳ τε τὸν υἱὸν καὶ τὴν ἐμὴν εἰκότως προθυμίαν εὐλαβουμένῳ· εἰ γὰρ πρὶν κατορθῶσαί τι τοσοῦτον ἐτόλμησα, τί ἂν ἐποίησα τὸ θαρρεῖν ἐκ τῆς πείρας λαβών; Ἀλλὰ δύο τυράννων λαμπρῶς οὕτω καθῃρημένων εὕρηται τρίτος, ὡς ἔοικε, διαστρέφων τοὺς νόμους· ἐμοὶ γά ρ , φησίν, ὁ νόμος συμφθέγγεται δωρεὰν ἀπονέμων τῷ κτείναντι τύραννο ν , οὐ δυνάστου παιδίο ν .
26.2.19 οὐκ ᾤμην ἐκ τῶν νόμων σε μαχεῖσθαι τῷ σεσωκότι τοὺς νόμους. τοιγαροῦν εἴ ποθεν οὗτοι λάβοιεν φωνήν, φαῖεν ἄν σοι δικαίως τοιαῦτα καταβοῶντες· ἄνθρωπ ε , μόλις γεγόναμεν κύριο ι , μόλις ἥκομεν δεῦρο πάλαι φυγάδες γεγενημένο ι . ἐποθοῦμεν δῆμον ἰδεῖ ν , ὠρεγόμεθά τι προστάξαι πάλιν καὶ πεῖσα ι . σὺ δὲ τὸ πρῶτον ἡμῶν ἀνατρέπεις ἐπίταγμα καὶ δεῖξαι φιλονεικεῖς ἀχαρίστους τῷ καθελόντι τοὺς ἐπαναστάντας ἡμῖ ν . ταύτην ἐγὼ τοῖς νόμοις ἔχρησα τὴν φωνήν. τί οὖν θρασύνῃ κατὰ τοῦ δεδωκότος σοι τὴν ἐξουσίαν τοῦ λέγειν οὔτε τῆς εὐεργεσίας τὸ μέγεθος αἰσχυνθεὶς οὔτε τοὺς νόμους αἰδούμενος οὔτε τοῦ δήμου τὸν τρόπον ἐρυθριάσας ἀμείβεσθαι τοὺς εὖ ποιοῦντας εἰδότος οὔτε τὸ πᾶσι γνώριμον ἐννοῶν, ὡς ἐν εὐτυχήμασιν ἄνθρωποι φιλόδωροί τε καὶ πρὸς αἴτησιν εὐκολώτεροι γίνονται καὶ πολὺ μᾶλλον, ὅταν εὔλογα τὰ τῆς αἰτήσεως ᾖ; τούτων οὐδὲν ἐλογίσω, μᾶλλον δέ, λογισάμενος ἀναιδῶς ὑπερεῖδες.
26.2.21 βούλει δίκαιός μοι γενέσθαι κριτής; μὴ τὸ συμβὰν ἐξέταζε μόνον, τὴν ὅθεν ἐγένετο πρόφασιν κρύπτων μηδὲ τῶν φύντων μνημόνευε παρατρέχων τὸ σπέρμα μηδὲ τὸν δήμιον εἴπῃς τὸν δικαστὴν σιωπῶν. ἐγὼ μὲν ἐκείνῳ ζημίαν ἐψηφισάμην τὸν θάνατον, ὁ δὲ διηκόνησέ μου τῇ ψήφῳ δήμιος αὐτὸς ἑαυτῷ γεγονώς· καί μοι δοκῶ τὴν Δίκην αὐτὴν τοῦτο βραβεῦσαι τὸ χρῆμα.
26.2.22 πολλοὺς γὰρ ἐκεῖνος ἀκρίτους διαφθείρας τῶν πολιτῶν, ἐπειδὴ λίαν ἐλάττω πάσχειν ἔμελλεν ὧν διεπράξατο, μίαν αὐτὸς ἀντὶ πολλῶν ψυχὴν ζημιούμενος ἕτερον αὑτῷ σωφρονισμὸν δι’ ἐμοῦ τοῦ παιδὸς ἐξεῦρε τὴν τελευτήν. εἰ μὲν οὖν μόνον ἢ πρῶτον ἀνεῖλον τὸν τύραννον, ἀπῆλθεν ἂν θέαμα λυπηρόν, τὸν τοῦ παιδὸς θάνατον, ἐκφυγών· εἰ δὲ ἀμφοτέρων αὐτόχειρ ἐγενόμην ἐγώ, τοῦ νεανίου μὲν πρῶτον, εἶτα τοῦ φύσαντος, τὴν μὲν ἐλεεινὴν οὐ διέφυγε θέαν, ἀλλοτρίᾳ δὲ χειρὶ περιπίπτων ὁμοίαν ἐκέρδαινε τὴν τελευτὴν οἷς ἔδρασε φόνοις.
26.2.24 ἔδει δὲ ἄρα καὶ τοῦ βίου τὸ πέρας ἀνοσίως αὐτῷ τετολμῆσθαι, ὅπως ἐν αὐτῷ τῷ δίκαια πάσχειν ἄδικα δράσειε μηδὲ τὸν ὑπὲρ τῆς αὑτοῦ σωτηρίας νόμον φυλάττων· τὸ γὰρ ἐξάγειν αὑτὸν δυσσεβὲς εἶναι νομίζεται. οὕτως ἐγώ φημι πρυτανεῦσαι τὴν Δίκην πρὸς ἔλεγχον ἐναργῆ τῆς ἐκείνου κακίας καὶ παντελῆ καθαίρεσιν τῆς ἀρχῆς.
26.2.25 σκοπεῖτε γάρ· τοῦ τυράννου μὲν τεθνεῶτος τὸ μειράκιον ἑαυτὸν οὐκ ἦν εἰκὸς ἀποκτεῖναι μακροῦ τῇ νεότητι βίου προσδοκωμένου καὶ φιλοψυχεῖν ἐντεῦθεν παρασκευάζοντος καὶ ἅμα τῶν παίδων ὡς τὰ πολλὰ μὴ τοσαύτην νεμόντων τοῖς τίκτουσιν εὔνοιαν, ὅσης αὐτοὶ παρ’ ἐκείνων μετέχουσιν. ἦν δ’ ἂν οὕτως ἡμῖν τὰ τῆς ἐλευθερίας ἐπισφαλῆ μήπω προρρίζου τῆς τυραννίδος ἐκκεκομμένης· ἀνῃρημένου δὲ τοῦ παιδὸς τὸν πατέρα φέρειν οὐ ῥᾴδιον ἦν οὐδεμιᾶς αὐτῷ φαινομένης ἔτι παραμυθίας ἕτερόν τε μὴ κεκτημένῳ καὶ παραδραμόντι τὴν γόνιμον ἡλικίαν.
26.2.27 ἡ μὲν οὖν Δίκη τοιαύτην ἔταξεν αὐτῷ τιμωρίαν· ἐπλήρουν δὲ τὸν ἐκείνης σκοπὸν διάφοροι λῦπαι περιιστάμεναί τε τὸν ἄνδρα καὶ πρὸς φόνον ὠθοῦσαι, ἡ μὲν ὑποδεικνύουσα τοὺς τελοῦντας εἰς δῆμον ἐπεγγελῶντας αὐτοῦ τοῖς κακοῖς, ἡ δὲ ταράττουσα φόβῳ τῆς ἐμῆς δεξιᾶς, ἑτέρα διεξιοῦσα τὴν τοῦ γήρως ἀσθένειαν, ἄλλη τοὺς ἀποδράντας τῶν ἀρχομένων, ἄλλη τοὺς μακαρίζοντας τὴν ἐκείνων φυγήν. Ἔστι τοίνυν ἡμῖν νόμος ἀρχαῖος τὸν αἴτιον ἀδίκου σφαγῆς τὴν αὐτὴν ἀπαιτῶν τῷ δράσαντι δίκην.
26.2.28 ἀκούεις τοῦ νόμου; σοὶ διαλέγεται. τοὺς αἰτίου ς , φησί, φόνων ἀδίκων ὁμοίως κολάζω τοῖς εἰργασμένοι ς . οὐκοῦν καὶ φόνου δικαίου τὸν αἴτιον ὁμοίως τιμᾷ τῷ δεδρακότι.
26.2.29 οὐ γὰρ δὴ τὴν μὲν κακίαν οἴονται δεῖν σωφρονίζειν οἱ νόμοι, ἄμισθον δὲ περιορῶσι τὴν ἀρετήν. ὅσης γὰρ ἄξιοι δίκης οἱ πονηρίαν τινὰ μετιόντες, τοσαύτης, οἶμαι, τιμῆς οἱ τὴν ἀντικειμένην ἀρετὴν ἠσκημένοι, κἂν πλείονος εἴπῃς, ὀρθῶς ἐρῶ σε δικάζειν. τῆς γὰρ φύσεως ἑτοιμότερον πρὸς τὰ χείρω καθελκομένης τοῖς μὲν ἁμαρτάνουσι γίνεται τοῦτο συγγνώμη, μείζων δὲ τοῖς ἀγαθοῖς εὐφημία. καὶ τιμωρία μὲν ἐλαττουμένη φιλανθρωπίας εὔκλειαν ἤνεγκεν, ἀμοιβὴ δὲ συστελλομένη ψόγον ἀχαριστίας. Φέρε δή, καὶ τοῦτο σκεψώμεθα· εἴ τις ἐκ γένους ἐκείνῳ προσήκων διεδέξατο τὴν ἀρχήν, οὐκ ἂν ὑπὸ τούτῳ δίκην ἔφευγον φόνου; οὐδεὶς ἀντερεῖ.
26.2.30 μὴ τοίνυν τῆς τελευτῆς ἀποστέρει με τὴν αἰτίαν. ἤ, πρὸς θεῶν, εἰ μὲν τῷ τυράννῳ προσήκων τις ἔκρινεν, ἀνεῖλον ἐκεῖνον· εἰ δὲ ὁ δῆμος ἐκκλησιάζει, τὸ γεγονὸς οὐκέτι μοι πέπρακται; εὔηθες μάλα καὶ γελοῖον. Οὐ τοίνυν μόνον ἐκ τῆς τοῦ παιδὸς τελευτῆς ἐμοὶ λογιστέον τὴν τοῦ κρατοῦντος ἀναίρεσιν, ἀλλὰ καὶ τρόπον ἕτερον.
26.2.31 φονέα με τούτου καλοῦσιν οἱ νόμοι. φονέα γὰρ ἐκεῖνοι καλοῦσι τὸν ἀποκτείναντα τῇ προαιρέσει καὶ τὴν χεῖρα πρὸς φόνον ὁπλίσαντα, κἂν τὸ ἔργον ἀπῇ. οὐ γὰρ αἱ πράξεις, αἱ γνῶμαι δὲ μᾶλλον τὰς ἐκ τῶν πραγμάτων ποιοῦσιν ἐπωνυμίας· οἷον ὁ δεῖνα τὸν πλησίον ἀνεῖλεν οὐ τοῦτο βεβουλευμένος· οὗτος ἀνδροφόνου προσηγορίαν ἐκκλίνει.
26.2.32 ἕτερος ἄλλῳ τοῦτο μελετήσας διήμαρτεν· ἐνέχεται τῷ προσρήματι. ὁ γὰρ οἷς ἂν ἐγὼ τεθναίην, ταῦτα ποιεῖν ἐγχειρῶν, οὗτος ἀνεῖλεν ἐμέ, κἂν ἡ τόλμα πέρας μὴ λάβῃ. Βούλομαι δὴ καὶ διὰ πλειόνων ἔτι παραδειγμάτων τοῦτό σοι παραστῆσαι σαφῶς, ὡς τοῦ κρατοῦντος τὸν φόνον ἡμῖν ἐπιγράφεσθαι χρή.
26.2.34 Εἰ μεμηνότι καὶ πρὸς ἰδίαν ἐπειγομένῳ πληγὴν ξίφος ἐπιδώσω φέρων, ἐγὼ τὸν θάνατον εἴργασμαι. εἰ φιλοχρήματον ἄνδρα χωρὶς ἀργυρίου πολλοῦ ζῆν οὐ δυνάμενον ὅλον συλήσω τὸν πλοῦτον, αὐτὴν ἀπεσύλησα τὴν ψυχήν. οὐκοῦν καὶ φιλόστοργον ἀνεῖλον πατέρα παιδὸς οὗ μὴ φέρει τὴν τελευτὴν ἀποστερήσας. καὶ ποῦ μοι δεῖ παραδειγμάτων ἑτέρων; πολλοὶ τῶν πολιτῶν ἄλλος ἄλλο τι πεπονθὼς ὑπ’ ἐκείνου δεινόν, ὁ μὲν γενόμενος ἄπαις, ὁ δὲ στερηθεὶς ἀδελφῶν, ἕτερος γύναιον ἀφαιρεθεὶς εὐπρεπές, τὴν ἐκ τῆς ἐπιβουλῆς ἀθυμίαν οὐ φέροντες σφᾶς αὐτοὺς διεχρήσαντο.
26.2.35 τίς οὖν ὁ τὴν πρόφασιν δεδωκώς; ὁ κακοπραγίαις περιβαλὼν βιῶναι μὴ συγχωρούσαις. οὕτως ἡμέτερον ἔργον τῶν τυράννων οἱ φόνοι.
26.2.36 κἂν ἀμφοτέρους μὴ δίδως, ἀρκεῖ μοι πρὸς δωρεὰν ὁ νέος ἀπολωλώς. τῆς γὰρ αὐτῆς ἄξιος ἀμοιβῆς τῷ διαφθείραντι τύραννον ὁ μέλλοντα γίνεσθαι κτείνας. εἰ δὲ μὴ σοβαρώτερον λέγειν, μείζων τούτῳ προσήκει μισθός, ἐπεὶ καὶ τοῖς Ἀσκληπιάδαις μείζων ὀφείλεται χάρις ἐπερχομένην ἀναστέλλουσι νόσον ἢ παραπεσοῦσαν ἰασαμένοις· τοῦ γὰρ ἀπηλλάχθαι κακοῦ τὸ μὴ παθεῖν αἱρετώτερον. ἀνέκοψα τοίνυν ἐπιοῦσαν νόσον τῇ πόλει μακροτέραν, οἶμαι, τῆς προλαβούσης.
26.2.37 μακροτέρα γὰρ ἐλπίζεται τυραννίς, παῖς ἔφηβος μᾶλλον ἢ πατὴρ ἤδη γεγηρακώς, τῆς νεότητος πλείονα δυναμένης βίον ἀρκέσαι. δουλεία δὲ πᾶσα χαλεπὸν μὲν ἑκάστῳ, πικρότερον δὲ τῷ σὺν ἐλευθερίᾳ τραφέντι, δυσκολώτατον δὲ τῷ βαρὺν κεκτημένῳ δεσπότην. ἂν δὲ καὶ πρόσηβος ᾖ, τοῦτο ποῦ θήσομεν ἀτυχίας; Εἰ δὲ τύραννον μὴ καλεῖν ἀξιοῖς τὸν οὔπω τοῦτο γενόμενον, ἐπιλέλησαι τῶν ἄρτι λεχθέντων, ἐν οἷς αἱ προαιρέσεις ἐδείκνυντο τὰς ἐκ τῶν πραγμάτων ποιοῦσαι προσηγορίας, ἄλλως τε ὅταν ἡλικίαν ἄγῃ τις ἱκανὴν ἤδη πράγμασι χρήσασθαι κἂν τύχῃ τραφεὶς ὑπὸ πανούργῳ πατρὶ δεινῷ πολιτείαν καινοτομῆσαι.
26.2.39 Ἀλλά, νὴ Δία, ταῦτα μὲν ἴσως εὖ ἔχειν κατανεύσειεν ἄν, ἑτέραν δὲ τοιαύτην ἐπάγει μοι προσβολήν· ἆθλ α , φησί, κινδύνων αἱ δωρεα ί , σὺ δὲ λίαν εὐκόλως τὰ γεγονότα κατώρθωσας ἀφυλάκτου τῆς ἀκροπόλεως οὔσης τῶν ὑπηκόων ῥᾳθύμως φρουρούντω ν , οἷον εἰκὸς ἐν ἀπουσίᾳ δεσπότο υ . σὺ μὲν οὕτω μακρὰ καὶ ποικίλα ῥήματα πλέκεις, ὁ δὲ νόμος ἁπλοῦν καὶ βραχὺν ἔφη μοι λόγον· ὃν ἂν δύναιο τρόπον ἀμύνου τὸν τύραννον καὶ λήψῃ τὸ γέρα ς · εἰκότως.
26.2.40 δεῖ γὰρ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασι τοῖς ὑπὲρ κοινῆς ὠφελείας κινδύνοις, πειρᾶσθαι δὲ τούτους, ὡς ἔνεστι, κατορθοῦν. οὐ πώποτε, πρὸς θεῶν, ἐπολέμησας; ἔοικας ἄνανδρος εἶναι.
26.2.41 οὐ πώποτε στρατιώτας εἶδες συμπλεκομένους; οὐδὲ θέαν ἴσως φέρεις πολέμου. ἀθλητῶν οὐ γέγονας θεατής; οὗτοι παρὰ τὸν ἀγῶνα τῆς πάλης ἑκάτερος ἐντεῦθεν πειρᾶται νικᾶν τὸν ἀντίπαλον, ὅθεν ἑαυτῷ σύνοιδε πλείονα τέχνην. οὕτω καὶ πολεμοῦντες—ἀκοὴν γάρ, οἶμαι, φέρεις πολέμου— τοὺς ἐναντίους χειρούμεθα νῦν μὲν πλήθει παρασκευῆς, νῦν δὲ μείζονι ῥώμῃ, πολλάκις χωρίων ἰσχύι, πολλάκις ἀπάτῃ καὶ δόλῳ.
26.2.42 αἱ δὲ τοῦ πολέμου κλοπαὶ διπλοῦν ἄγουσι κέρδος, ἀσφάλειάν τε καὶ νίκην ἐνδοξοτέραν τῆς ἀλογίστῳ θρασύτητι προβαινούσης. τῶν μὲν γὰρ ἄνευ λογισμοῦ κατορθουμένων τὴν πρόφασιν εἰς εὐτυχῆ προπέτειαν ἀναφέρομεν, τὴν δὲ τῶν συνέσει πραττομένων αἰτίαν ὅλην ὡς εἰπεῖν ἀνατίθεμεν τῷ δεδρακότι. ἀλλὰ μὴν αὐτοὺς ἀεὶ τοὺς τυραννεῖν βουλομένους ὁρῶμεν ἀκινδύνως, ὡς ἔνεστιν, ὑποκλέπτοντας τὴν ἀρχήν.
26.2.43 οὐδεὶς γὰρ δήπου συγκαλέσας τὸ πλῆθος ἐπὶ τῆς ἐκκλησίας ἀποδύεται τὴν διάνοιαν, ἀλλὰ γνώμην τυραννικὴν δημοτικῷ προσχήματι κρύπτων, εἴ που λάβοιτο κοινῆς ἑορτῆς ἤ τινος ἄλλου καιροῦ ποιοῦντος ὑπτίαν τὴν πόλιν, τὴν ἁπάντων ῥᾳστώνην ἐπικουρίαν εὑρὼν εἰς ἔργον ἐκφέρει τὸ κεκρυμμένον, ὥστε τὸν δῆμον ὁμοῦ τε τῆς δουλείας αἰσθάνεσθαι καὶ δουλεύειν. τί οὖν, ὦ βέλτιστε, σὺ φαίης ἂν ἐκεῖνον μὴ χρῆναι κολάζειν, ὅτι τοὺς ἐνοικοῦντας ἀφυλάκτοις ἐπιπεσὼν ἐδουλώσατο; εἰ γὰρ ὁ πράξας τι καλὸν ἀσφαλῶς ἀνάξιος δωρεᾶς, οὐδὲ τιμωρίας ἄξιος ὁ μὴ προπετῶς ἀδικῶν.
26.2.45 πλήν, ἐπειδὴ φιλοκίνδυνος εἶ τῷ λόγῳ, φέρε σοι δείξω μετὰ κινδύνου πραχθὲν ἐμοὶ τὸ κατόρθωμα. ἀνήρ, εἰπέ μοι, δημοτικὸς εἰς μέσους ἐμβαλὼν δορυφόρους, ὅπως τὸν ἐκείνων ἀποκτείνῃ δεσπότην, ἀσφαλῆ μετελθεῖν ἀγῶνά σοι φαίνεται; ὅρα μὴ θράσος ἡμῖν ἐγκαλέσαι ζητῇς. ποῖος γὰρ οὕτω σοι δοκεῖ βασιλεὺς καὶ ταῦτά γε τύραννος εὐκαταφρόνητος εἶναι τοῖς ἀρχομένοις, ὡς ἄχρι τοῦ παρεῖναι τιμᾶσθαι; οὐκ οἶσθα ὅτι, κἂν θεράπων ὑφορᾶται δεσπότην, κἂν ὑπήκοος ἄρχοντα, τὴν αὐτὴν ὡς εἰπεῖν ἀπόντος ἔχει φροντίδα τῇ φαντασίᾳ τῆς παρουσίας καὶ δοκεῖ πως ἐκεῖνον ὁρᾶν παρεστῶτα τότε μᾶλλον αὐτὸν ἥξειν ὑπονοῶν, ἡνίκα τι παροινεῖ, τῆς τοῦ δέους ὑπερβολῆς οὕτως ἐπιτρεπούσης φρονεῖν; ἔνιοι δὲ καὶ σπουδαιότερον φέρονται παρὰ τὴν ἀπουσίαν τῶν κεκτημένων, ἵνα τρόπῳ μᾶλλον ἢ φόβῳ χρήσιμοι δόξωσιν εἶναι.
26.2.47 καὶ τί δεῖ μακρολογεῖν τῆς ἐκείνου γονῆς ἐν ἀκροπόλει τότε παρούσης; πῶς οὖν ὀλιγώρως εἶχε τὰ τῶν ὑπηκόων πάντως που δεδιότων τὰς τοῦ νεανίσκου πρὸς τὸν πατέρα διαβολάς; ὑπὸ γὰρ ἐμφύτου φιλοτιμίας οὐκ οἶδε σιγῇ καρτερεῖν ἡ νεότης ἀμελουμένη. ὁ δὲ καὶ μόνος ὢν τῷ πατρὶ καὶ τρυφῇ πολλῇ τεθραμμένος, εἰ μὴ πλείστης ἀπέλαυσε θεραπείας τε καὶ σπουδῆς, ἀνῆγεν ἂν ἐπὶ τοῦτον. τί δέ; παῖς οὐ πείθει πατέρα διαβάλλων οἰκέτας ἄλλως τε καὶ πυνθανόμενον, ὡς εἰκός, μή τις ἐλύπησ ε , μή τις παρεῖδε ν ; ἐκ δὲ τοσαύτης κολακείας οἱ παῖδες ἐξάγονταί τι καὶ καταψεύδεσθαι. τὸ δὲ μέγιστον, ὁ καιρός, ὅτε τὴν ἄνοδον εἰς ἀκρόπολιν ἐποιούμην, ἀπῄτει μηδαμῶς αὐτοὺς ῥᾳθυμεῖν.
26.2.48 ἦν γάρ, ἡνίκα τῷ τυράννῳ σύνηθες ἦν αὐτόθι διάγειν, εἴ ποθεν ἔτυχεν ὁ νέος παρὼν εἰωθὼς τὰ πολλὰ τῷ τεκόντι συνεῖναι· ὥστε πολλὴν ἐπιμέλειαν εἶχον τοῦ μὲν ἤδη παρόντος, τοῦ δὲ θαυμάζειν ποιοῦντος ὅτι μηδέπω παρῆν. χωρὶς δὲ τούτων, εἰ μὲν οὐκ ἠγάπητο τῷ πατρί—τίς δὲ παῖς οὐ πεφίληται τῷ πατρί;—, πλὴν εἴ τις τοῦτο βιάσαιτο, ἴσως ἂν ὀλίγον ἔμελεν ἐκείνου τοῖς ὑπηκόοις· νῦν δὲ πῶς ἂν ἐπεχείρουν ἐν ἀμελείᾳ ποιεῖσθαι τὸν οὐ μετρίως τῷ κρατοῦντι κεχαρισμένον; οὐ γὰρ ἂν ἐπαποθανεῖν εἵλετο τεθνεῶτι.
26.2.50 Μικροῦ με παρῆλθε τοῦ τυράννου τὸ γύναιον ἐν ἀκροπόλει συνδιάγουσα τῷ παιδί. βαρεῖα δὲ μάλιστα δούλοις γυνὴ μὴ παρόντος ἀνδρὸς βοῶσά τε καὶ λοιδοροῦσα καὶ πᾶν ὅ τι προστάξειεν ὀξέως βουλομένη πληροῦσθαι, κἄν τι παρημελημένον θεάσηται, τοῦτο πρὸς τὸν σύνοικον ἀναφέρει καὶ τὴν ἐκείνου φησὶ θεραπείαν τοὺς οἰκέτας ὑπεριδεῖν. εὐνοίᾳ μὲν δῆθεν τῇ περὶ τοῦτον, θυμουμένη δὲ μᾶλλον ὅτι τοῖς αὑτῆς οὐ διηκόνησαν ἐπιτάγμασιν, τοιαῦτα διαβάλλει καὶ διαβάλλουσα πείθει καὶ μὴ πείθουσα πάντα κινεῖ. ταῦτα κατὰ νοῦν αὐτοῖς εἰσιόντα πολλὴν ἐποίει τῆς φυλακῆς πρόνοιαν ἔχειν. Τί οὖν, ὦ παρόντες, πάλιν σοφίζεται; τὸ σὸν μέρο ς , φησίν, ὠμοτέραν 〈ἂν〉 ὑπέμεινε δουλείαν ἡ πόλις τῇ τοῦ παιδὸς τελευτῇ τὸν τύραννον ἐρεθίσαντο ς .
26.2.51 τίς γὰρ ἂν ἤνεγκε τοῦτο ν , εἰ προσέθηκε τῇ κατὰ φύσιν ὀργῇ τὸν ἐ φ ’ οἷς ὑπέστη θυμό ν ; ἀλλὰ τὸ τῆς ἀτυχίας ἀνίατον ἀπειπεῖν αὐτὸν παρεσκεύασεν· ἐν οἷς γὰρ ἴσμεν οὐδὲν ἰσχύοντα τὸν θυμόν, ἐν τούτοις ὅλην ἐκδίδομεν τὴν διάνοιαν λύπαις.
26.2.52 εἰ μὲν οὖν ἐνῆν ἀναλαβεῖν τὸν υἱὸν καὶ πάλιν γενέσθαι πατέρα, πάντως 〈ἂν〉 ἐπειρᾶτο τὸ ποθούμενον κατορθῶσαι· γενόμενος δὲ μεστὸς ἀθυμίας οὐκ ἐχώρει φροντίδα μηχανωμένην ὅπως λήψεται δίκην. ἅπαν μὲν γὰρ ἡ φύσις παιδίον ὡραῖόν τε καὶ γέμον χαρίτων ὑποδείκνυσι τῷ πατρί. εἰ δὲ καὶ τύχοι μόνον τεχθέν, ἔτι μᾶλλον αὐτὸ καλλωπίζει τε καὶ κοσμεῖ· εἰ δὲ καὶ τεθνηκός, τότε δὴ τοὺς γονεῖς εἰς ἄκρον εὐνοίας ἐκμαίνει. τὸ δὲ αἴτιον, ἔτι μὲν ζῶντες οἱ παῖδες πολλὰ μὲν εὐφραίνουσι τοὺς τεκόντας, πολλὰ δέ που καὶ ἀνιῶσι τὰ μὲν οἷα τὸ νέον ἁμαρτάνει διαπραττόμενοι, τὰ δὲ ποικίλοις περιπίπτοντες πάθεσι· λαχόντων δὲ πέρας τοῦ βίου τῶν μὲν λελυπηκότων οὐδὲν οἱ γονεῖς, μόνα δὲ τῶν παίδων τὰ τερπνὰ λογιζόμενοι δεινῶς ἀποδύρονται.
26.2.54 τίνας οὖν οἴεσθε τὸν οὕτω δυστυχῶς διακείμενον ἀφεῖναι φωνάς; ἢ δῆλον ὅτι τὸν ἀπελθόντα φιλοστόργοις ἐκάλει προσηγορίαις τὸν παῖδα, τὸν μόνον, τὸν φίλτατον, τὸν γηροτρόφον ἐπονομάζων, τὸν μετὰ βραχὺ μὲν νυμφίον, μετὰ βραχὺ δὲ παίδων πατέρα. οἷα γὰρ ἐφ’ ἑνὶ μόνῳ σαλεύων τὸν βίον ἤδη μνηστείαν αὐτῷ παρασκευάσας ἐτύγχανε καὶ τοὺς γάμους, φασί, μικρὸν ὕστερον τελεῖν ἐβουλεύετο ἐπειγόμενος δηλαδὴ πατέρα τὸν παῖδα θεάσασθαι, ὅπως αὐτῷ τῆς παιδοποιίας τὴν ἔνδειαν ἡ τῶν ἐκγόνων ἀναπληρώσῃ προσθήκη. αἷς τοίνυν ἀπέλαυεν εὐφροσύναις ἃς προσεδόκα συναριθμῶν διπλάσιον ἑαυτῷ τὸ πένθος ἐποίει.
26.2.55 ὅθεν ἐκάλει τὸν τεθνεῶτα καὶ τοῖς ἐκ τῶν ἐλπίδων ὀνόμασιν, ὑφ’ ὧν ἀποπλανώμενος τὴν διάνοιαν οὐ τὸν υἱὸν ἐδάκρυε μόνον, ἀλλ’ ἤδη καὶ τοὺς ἐκγόνους. ὃν οὖν ἡ προσδοκία πάππον ἐποίησεν, οὗτος οὐδὲ πατὴρ ἔμεινε δι’ ἐμέ. οὐκοῦν ὅλην οἰκίαν τυραννικὴν ἀκριβεῖ λόγῳ καθεῖλον τοῦ μὲν ἀφελὼν τὴν ἀρχήν, τὸν δὲ κρατεῖν οὐκ ἐάσας, τοὺς δὲ κωλύσας εἰς βίον, ὡς εἰκός, προελθεῖν. τοσαῦτα παθὼν ἐξαίφνης εἰκότως οὐκ ἤνεγκε τὸν μὲν ἐλεεινῶς ἐρριμμένον ἰδών, παρακαθημένην δὲ τῷ νεκρῷ καὶ κοπτομένην τὴν γυναῖκα τὴν ἑαυτοῦ.
26.2.56 ἤπου καὶ ἀνέμνησαν ἀλλήλους ἀμφότεροι τὴν ἰδίαν ἐπιθυμίαν, ὡς ἠράσθησαν παῖδα λαχεῖν καὶ γενόμενον θρέψαι καὶ ζῶντα καταλιπεῖν, ὡς αἱ πᾶσαι προῆλθον ἐλπίδες αὐτοῖς ἄνευ τῆς μεγίστης καὶ τελευταίας. ἐπὶ τούτοις, οἶμαι, τὸν μετὰ ταῦτα χρόνον ἀνελογίζοντο καὶ πανταχόθεν ὀδυνηρὸν αὑτοῖς καθεώρων.
26.2.57 τοῖς γὰρ οὕτω διακειμένοις, εἴτε τῶν ἀνιώντων εἴτε τῶν ἡδέων τι γένοιτο, δακρύων ἑκάτερον γίνεται πρόφασις. λύπης μὲν γὰρ ἐμπιπτούσης ἄχθονται λαμβάνοντες κατὰ νοῦν, ὅπως αὐτοὺς εἰώθει ψυχαγωγεῖν· παρατυχούσης δέ τινος ἡδονῆς, εἴπερ ἄρα συμβαίνει τοὺς οὕτως ἔχοντας ἥδεσθαι, πάλιν ἀλγοῦσιν ἐνθυμηθέντες, ὅση τις ἔμελλεν εἶναι κοινωνοῦντος ἐκείνου. ταῦτα κατέστησεν ἀήττητον ἐκείνῳ τὸ πάθος, τούτοις αὐτὸν ἀπεκτείναμεν.
26.2.58 εἰ μὲν γὰρ παράδοξον ἦν αὐτόχειρα γεγενῆσθαι, οἷον εἴ τινος τῶν ὑπ’ αὐτῷ τεταγμένων ἀνῃρημένου τοῦτο ἐπεποιήκει, ἀλόγως ἂν ᾔτουν, εἴπερ ᾔτουν, τὴν δωρεάν· τῶν γὰρ ἐκ τοῦ παραλόγου συμβεβηκότων μισθὸν ἀπαιτεῖν οὐ προσήκει· ἐπεὶ δὲ τοῖς ὑπ’ ἐμοῦ γενομένοις οὐκ ἀνάρμοστον ἦν τὸ παρ’ ἐκείνου πραχθέν, ἄτοπον ἂν εἴη καὶ γέμον αἰσχύνης πρώτην ἐκκλησίαν δημοτικὴν ἀγνωμοσύνην χειροτονῆσαι καὶ ταῦτα πρὸς εὐεργέτην, ὑφ’ ὅτου συνέστη. καὶ μήτοι θαυμάσῃς, εἰ περὶ τοὺς ἄλλους ἐκεῖνος ἀπάνθρωπος ὢν ὑπερεφίλει τὸν παῖδα· πλεῖστον γὰρ ὅσον ἡμερότητι διαφέροντες τῶν θηρίων πλέον οὐδὲν ἐκείνων ἐν τούτῳ κεκτήμεθα τρεφόντων ἡδέως τὰς οἰκείας γονὰς 〈καὶ〉 φρουρούντων ἐπιμελῶς μὴ θηρευταῖς περιπέσωσιν.
26.2.59 ἦν οὖν ἐκεῖνος τοῖς ἄλλοις μὲν τύραννος, τῇ γονῇ δὲ πατήρ. Ἀκούω σε τοίνυν περιιόντα πυνθάνεσθαι καὶ συλλέγειν τοὺς ὑπ’ ἐκείνου τέκνων ἐστερημένους, ὅσοι τοῦτο παθόντες ἑαυτοὺς οὐ διέφθειραν, καὶ μέλλειν ὀνομαστί μοι τούτους ἀπαριθμεῖσθαι καὶ ἀριθμήσαντα λέγειν ὡς, εἰ τούτων ἐκεῖνος τὴν καρτερίαν ἐζήλωσεν, ἦν ἂν τραχύτερος τῇ πόλει τὸ κατ’ ἐμέ.
26.2.61 τί οὖν κωλύει τινὰ τὴν σὴν φιλονεικίαν μιμούμενον κατάλογον τῶν ἑαυτοὺς ἀνῃρηκότων ποιήσασθαι καὶ διὰ τούτων ὡς ἀφόρητον γονεῦσι πάθος παῖδας ἀποβάλλειν δεικνύναι; ἀλλὰ τοῦτο μὲν ἕτερος ἂν ἐποίησε δύσερις, ἐμοὶ δέ πως δοκεῖ διαλῦσαι τὸν λόγον. οὐ τὴν ἴσην ἐγκράτειαν ἀτυχῶν ἰδιώτης ἔχει καὶ τύραννος. αἱ γὰρ εἰς ἄκρον εὐπραξίαι ταῖς ἐσχάταις περιβαλλόμεναι συμφοραῖς καὶ πολὺ ποιοῦσαι φανῆναι τὸ μέσον οὐκ ἐῶσι τὰ δυσχερῆ φέρειν γενναίως. τοῦτο πᾶσι μὲν ὡς εἰπεῖν τοῖς ἐν εὐτυχίᾳ παρέπεται, μάλιστα δὲ τοῖς παρὰ τὴν ἀξίαν εὖ πράττουσιν· ἅπας δὲ τύραννος ἄλογόν ἐστιν εὐτύχημα.
26.2.62 οἱ δὲ τοιοῦτοι ῥᾳδίως ἀναπτερούμενοι τὴν διάνοιαν ὡσπερεὶ συνθήκας ἐκ τῆς Τύχης λαβόντες τοῦ βεβαίως αὐτοῖς ὡς βούλονται παραμένειν, ἐπειδάν τι γένηται δύσκολον, ὡς παραβαινόμενοι δάκνονται. ἔτι τοίνυν οἱ μὲν ὑπ’ ἐκείνου τι πάσχοντες οὐδένα δήπου τῶν ἄλλων ἐπιχαίροντα σφίσιν ἑώρων· ὁ δὲ πᾶσαν ἐγίνωσκεν ἑαυτῷ τὴν πόλιν ἐφηδομένην, ὥστε τῇ λύπῃ προσθήκην γενέσθαι τὴν τῶν ἐχθρῶν ἡδονήν.
26.2.64 καὶ τοῖς μὲν ἄλλοις οὐ πάντη προσδοκίας ἐκτὸς ἐγεγόνει τὰ δρώμενα—τί γὰρ ἀνέλπιστον ἐν τυραννίδι κακόν;—, ἐκείνῳ δὲ παρὰ πᾶσαν ἐλπίδα συνέβη· τίς γὰρ ἂν ᾠήθη τοσαύτην ὑφ’ ἑνὸς ἀνδρὸς ἐπιβουλεύεσθαι δυναστείαν; ἡδονὴ δὲ καὶ λύπη μείζων ἑκατέρα δοκεῖ παρὰ προσδοκίαν ἐκβαίνουσα. Ἀλλὰ μὴν κἀκεῖνό που δῆλον ὅτι ῥᾷον ἀεὶ τὴν τῶν κρατούντων ἀνεχόμεθα βίαν ἢ τὴν ἐπήρειαν τῶν ἐλαττόνων.
26.2.65 ἄνευ δὲ τούτων, τοὺς πένθει πιεζομένους ὅσοι πειρῶνται ψυχαγωγεῖν, οὐχ ὅταν τινὰς τὴν ἀξίαν ἐλάττους ἀποδεικνύωσιν ἴσα παθόντας, τότε παραμυθοῦνται, ἀλλ’ ὅταν ὁμοίους ἢ κρείττους τοιαῦτα δυστυχήσαντας ἀποφήνωσι, τότε πρᾳοτέραν ἐργάζονται τοῖς ἀχθομένοις τὴν ἀθυμίαν. ὥστε τοῖς μὲν ὑπ’ ἐκείνου παροινουμένοις ἐγίνετο θεραπεία τις δι’ ἀλλήλων παραπλησίων αὑτοῖς τυγχανόντων, τῷ δὲ τυράννῳ πόθεν ὑπῆρχε παραψυχὴ μηδενὸς τὴν ἴσην ἀξίαν αὐτῷ κεκτημένου; Παρὰ πάντα δὲ τὰ λεχθέντα, οὐ προσῆσαν, οἶμαι, τοῖς ἄλλοις τοσαῦται τοῦ περὶ τέκνα πόθου προφάσεις.
26.2.66 παῖδά τις εἶδεν ὑπὸ τοῦ κρατοῦντος ἀνῃρημένον· ἴσως ἕτερον εἶχεν. ἑνὸς ὑπῆρχε πατήρ· οὐ τέθνηκεν ἐν ἀκμῇ τῆς ἡλικίας ὁ παῖς. τοῦτον ἦγε τὸν χρόνον ὁ νέος· οὐ πάντα τῷ φύσαντι προσόμοιος ἦν. τὴν αὐτὴν εἶχε μορφὴν ἅμα καὶ γνώμην· ἴσως οὐ πρεσβύτης ἦν ὁ πατὴρ ὅσον μηκέτι παιδοποιεῖν. βούλει καὶ τοῦτό σοι θῶμεν; τῶν ἀνθρώπων ὁ τρόπος ἄτακτον καὶ ἀνώμαλον καὶ κατ’ ἄνδρα ἴδιον τοῦ κεκτημένου, ὥστε τί θαυμαστὸν ἄλλοις μὲν προσεῖναί τινα καρτερίαν, ἀκρατῆ δὲ εἶναι πένθους ἐκεῖνον; καὶ μήν, εἰ καὶ σφόδρα φιλοψύχως ἔχων ἐτύγχανεν, ὁ φόβος αὐτὸν ἀνθεῖλκε πρὸς τὴν τελευτήν.
26.2.67 τὴν γὰρ Τύχην αἰσθόμενος ἐν τοῖς καιριωτέροις ἀπολιποῦσαν αὑτόν, εἴπερ ἅπαντα γονεῦσι δεύτερα τέκνων, ὑπώπτευε ταύτην εἰκότως μηδὲ πρὸς τὰ ἐλάττω πιστὴν διαμένειν αὑτῷ. ἅμα δὲ τῆς τυραννίδος ἐξ ἡμισείας καθῃρημένης ἀνεθάρρησέ τε τὸ πλῆθος εὐθὺς καὶ συνεστράφη καὶ παρεσκεύαστο πρὸς τὸ τῆς δυναστείας ὑπόλοιπον, τοιαύτη γὰρ τῶν δήμων ἡ φύσις· ἑνὸς ἀνδρείου λαβομένη προχείρως ἀκολουθεῖ καὶ μιμεῖται καὶ πᾶν ἀρχὴν εἰληφὸς ἀναπληροῦται ῥᾳδίως.
26.2.68 τοιγαροῦν σύλλογοι καὶ λόγοι κατὰ τὴν ἀγορὰν ἀφόβως ἐγίνοντο πάντων ἀλλήλους ἐμὲ ζηλῶσαι προτρεπομένων. ἔτι δὲ τῶν ἀδικημάτων τὸ πλῆθος ἔστρεφεν αὐτοῦ τὴν ψυχὴν πολλὰς ἀπειλούντων αὐτῷ τιμωρίας.
26.2.69 τὰς γὰρ ἀδικίας οἱ κεχρημένοι πράττοντες μὲν εὐτυχῶς οὐ λογίζονται, συμφορᾶς δέ τινος ἐμπιπτούσης τότε δὴ τὰς ἰδίας ἀπαριθμοῦντες ἑαυτοῖς πλεονεξίας ταράττονται. τούτοις ἅπασι τοῖς λογισμοῖς ὁρῶν σειομένην αὑτῷ τὴν ἀρχὴν εἰς ἐσχάτην ἀπειλημμένος ἀμηχανίαν ἐπέτρεψε τῇ λύπῃ τὸ δοκοῦν αὐτῇ διαπράξασθαι ἓν τοῦτο μόνον τῷ θανάτῳ πριάμενος τὸ μὴ βουλεύεσθαι περὶ πραγμάτων ἀπόρων.
26.2.71 ἐντεῦθεν ὅσοι τυραννίδος ὀρέγονται, καταλύουσι φόβῳ τὸν ἔρωτα, ὁ μὲν παῖδας λαχών, ἵνα μείνῃ τῆς γονῆς ἀπολαύων, ὁ δὲ μήπω πατήρ, ἵνα γένηται τοῦτο. τίς γὰρ ἀνέξεται τυραννεῖν ἀπαιδίας αὑτῷ πρὸς τιμωρίαν αἰωρουμένης; οἱ μὲν γὰρ ἐν ἀξιώμασί τε καὶ πλούτῳ πλέον ἀλγοῦσι κληρονόμων χηρεύοντες βουλόμενοι διαδόχων εὐπορῆσαι γνησίων τοσαύτης περιουσίας· εἰ δέ τις τούτου βραχεῖαν ποιεῖται φροντίδα, τὴν οἰκείαν οὐ περιόψεται σωτηρίαν. Ἐν δὲ τοῖς ἤδη ῥηθεῖσι δέδεικται λόγοις, ὅτι τῆς αὐτῆς ἐστιν εὐτολμίας τυράννου τε παῖδα καὶ τὸν ἔχοντα τὴν ἀρχὴν ἀποκτεῖναι τῶν ὑπηκόων ὁμοίως τὴν ἀκρόπολιν φυλαττόντων παρόντος τε τοῦ κρατοῦντος καὶ μή, ὅταν μάλιστα τύχωσι μεγάλην παρακαταθήκην τὴν ἐκείνου ἐμπεπιστευμένοι γονήν.
26.2.73 Ὠνήσασθε τοίνυν μιᾶς δωρεᾶς βεβαίαν δημοκρατίαν, ἵνα μὴ πάροδον ἀπονείμητε τῇ μοναρχίᾳ τὴν ἐκείνης κατάλυσιν ἄμισθον ἀποπέμψαντες· μὴ τιμωμένης γὰρ ἀρετῆς ἡ κακία παρρησιάζεται. ἤδη τοίνυν τινὲς τυράννους χρηστὰ νουθετήσαντες καὶ πεπεικότες ἀποθέσθαι τὴν ἐξουσίαν ἔτυχον δωρεᾶς.
26.2.74 καί, νὴ τοὺς θεούς, ἐπαινέτης μέν εἰμι τοῦδε τοῦ νόμου καὶ συγχαίρω τῆς εὐνομίας τοῖς κεχρημένοις, δεῖ γὰρ τὰς ὁπωσοῦν πεπραγμένας ἀμείβεσθαι χάριτας, ἔστι δὲ τοῦ πεῖσαι δυνάστην ἀποθέσθαι τὸ σχῆμα πολὺ τιμιώτερον τὸ τελευτῆς ἀνάγκην αὐτῷ προξενεῖν. βεβαιοτέρα γὰρ ἐλευθερία τῷ δήμῳ τύραννος τεθνηκὼς ἤπερ ἔκ τινος συμβουλῆς πεπαυμένος τῆς δυναστείας. ἔστι γάρ, ἔστι πονηροῦ παυσάμενον πράγματος εἰς ἔρωτα πάλιν ἐλθεῖν, ὅταν μεγίστην ἔχῃ τῷ καρπουμένῳ ψυχαγωγίαν.
26.2.75 τί δὲ τερπνότερον βασιλείας δόξης ἐρῶσιν ἀνθρώποις; ὥστε παρὰ τῶν φίλων εἰς μνήμην ἑλκόμενος τῆς προτέρας εὐδαιμονίας καὶ πάλαι μὲν ζηλωτός, τότε δὲ ταπεινὸς παρὰ τούτων ἀκούων τοιούτοις λογισμοῖς διατεθρυλλημένος τὰ ὦτα καταρᾶται τῷ πρότερον συμβουλεύσαντι καὶ πρὸς τὴν ἀρχαίαν ἀναστρέφει προαίρεσιν. ἄνευ δὲ τῶν εἰρημένων, τυράννου μὲν ἐσφαγμένου πᾶς ἀρχικὴν ἐπιθυμίαν νοσῶν ὑγιαίνει τῷ φόβῳ καὶ σωφρονεῖ τῇ προσδοκίᾳ τοῦ παθεῖν παραπλήσια· εἰς ἰδιώτας δὲ καταβάντος τοῦτο τοὺς τὴν αὐτὴν ἐκείνῳ γνώμην ἔχοντας οὐ ταράττει.
26.2.77 ἀλλὰ καὶ πρὸς ἅπασι τούτοις ἀναιρούμενος μὲν δίδωσι δίκην ὧν ἥμαρτε κἂν ἐλάττω τῆς προσηκούσης, ἀλλ’ ὅση γε δυνατή· ἀποβαλὼν δὲ μόνον οὕτω τὴν ἐξουσίαν οὐδὲ τὴν ὅσην ἔνεστιν ἐνδοῦναι τιμωρίαν ὑπέχει. μὴ γὰρ ὅτι τυράννους, τὸ τῆς ἀδικίας κεφάλαιον, ἀλλ’ οὐδὲ τοὺς τὰ βραχύτατα παροινοῦντας οὗτος ὁ τρόπος ἐλευθεροῖ.
26.2.78 οὐ ποιεῖ τὸν κλέπτην ἀνεύθυνον ἡ τῶν φωρίων ἀπόδοσις οὐδὲ τὸν ἄρξαντα χειρῶν ἀδίκων τὸ καταγνῶναι τῆς ὕβρεως, ἀλλὰ καὶ ψιλῇ κατηγορίᾳ πρὸς δικαστήριον ἄγεται. Ἔοικα δὲ τὸ μέγιστον οὔπω διάφορον εἰρηκέναι.
26.2.79 τί οὖν ἐστι τοῦτο; βιαίῳ μὲν θανάτῳ περιπεσὼν καταλείπει τινὰ τοῖς ἠδικημένοις παραψυχὴν τοῦτο ἐκεῖνο λογιζομένοις· τί γὰρ ἐνῆν πλέον παθεῖν; λόγῳ δὲ παυσάμενος τῆς ἀρχῆς, ὅτι τὴν μείζω τιμωρίαν οὐ δέδωκε, τούτῳ λυπεῖ καὶ πρὸς τῇ λύπῃ φόβον παρέχει τῇ τοῦ μήποτε τυραννήσει πάλιν ἐλπίδι. Ὁρᾷς ὅσῳ μείζονά μοι κατώρθωται τῶν ὅσοι πείθουσι τοὺς κρατοῦντας ἀποθέσθαι τὴν μοναρχίαν.
26.2.80 εἶτά μου ψέγεις τὴν αἴτησιν τοσούτων εὐποροῦσαν δικαιωμάτων. σκόπει τοίνυν, ἡλίκην ἅπασι βλάβην εἰσάγεις ἄπρακτόν μοι ταύτην ποιήσας. εἰσὶ τρόποι παντοδαποὶ πρὸς ὄνησιν ἢ πρὸς εὐθυμίαν εὑρημένοι τῆς πόλεως, ἀριστεῖαι καὶ χορηγίαι καὶ τριήρων ἐπιδόσεις καὶ τὰ τούτοις προσεοικότα, καθαίρεσις δὲ τυραννίδος πάσης μὲν ἥδιον εὐφροσύνης, πάσης δὲ λυσιτελέστερον ὠφελείας.
26.2.81 εἰ τοίνυν ἄτιμος γένοιτο, ὑπόνοιαν δίδωσι τοῦ καὶ τὰς ἐλάττους εὐεργεσίας ἀνονήτους εἶναι τοῖς δωρουμένοις. οὐκοῦν ἄπεισι μὲν ἐκ τῆς πόλεως αὕτη, συναπέρχεται δὲ πᾶσα φιλοτιμία, καθάπερ ὅλος χορὸς ὑβρισμένου τοῦ κορυφαίου.
26.2.82 ὅτι γὰρ ταύτην ἔχει τὴν τάξιν πρὸς τὰς ἄλλας εὐεργεσίας, ἀκούσατε, πρὸς θεῶν, ὦ παρόντες, οἵας ἀπήλλαξα δουλείας τὴν πόλιν· ἔχει γάρ τινα τέρψιν καὶ τῶν λυπηρῶν ἡ διήγησις, ὅταν παύσηται τὰ δεινά. Ὁ τύραννος καὶ ἄλλως μὲν ἦν ἀσελγής, ἐν μεγάλῃ δὲ γενόμενος ἐξουσίᾳ προσεδίδου τῇ νόσῳ.
26.2.83 ἦσαν οὖν ἄνδρες ἀκολασίας ὑπηρέται προξενοῦντες αὐτῷ τὰς εὐκοσμίᾳ διαφερούσας καὶ κάλλει. ἡ μὲν γὰρ ἐπιθυμία τὰς ὡραίας ἐζήτει τῶν γυναικῶν, ἡ δὲ δυναστεία τὰς σωφρονούσας, ὅπως ἡ μὲν πλείονα χορηγήσῃ τὴν ἡδονήν, ἡ δὲ μείζονα δείξειε τὴν ἰσχύν. ἤγοντο τοίνυν πειρώμεναι μὲν βιάζεσθαί πως τὰ δάκρυα, οὐδὲ στένειν γὰρ ἐξῆν ἀδεῶς τοῦ μὴ δοκεῖν ὕβριν ἡγεῖσθαι τοῦ δυνάστου τὸ φίλτρον· ὅσῳ μέντοι φιλοσοφεῖν ἐπεχείρουν καὶ τῶν ὀδυρμῶν περιγίνεσθαι, τοσούτῳ πλέον ἐνικῶντο τοῖς δάκρυσιν.
26.2.84 ὥσπερ γὰρ ὅσοι κρατεῖν φιλονεικοῦσι τοῦ γέλωτος λανθάνουσι μᾶλλον ἡττώμενοι, οὕτω τοῖς ἄγχειν τὸν ὀδυρμὸν πειρωμένοις ἄμαχος ἐπιρρεῖ δακρύων φορά. ἐντεῦθεν αἱ μὲν κλάουσαι τῶν γυναικῶν ὡς ὑβρίζουσαι ταύτῃ τὸν τύραννον ἀπεσφάττοντο, αἱ δὲ κρατοῦσαι τῶν ὀδυρμῶν διπλῆν ὑπέμενον συμφοράν, πορνείαν τε ἅμα καὶ τὸ μὴ δοκεῖν ἐπὶ ταύτῃ λυπεῖσθαι.
26.2.86 τὸ 〈δὲ〉 μέγα τοῦτο ἐκείνου πλημμέλημα τῶν ἄλλων πρᾳότερον ἦν. οἱ γὰρ τὸ μὲν ἦθος δημοτικοί, γενναῖοι δὲ τὰς ψυχάς, ἰσχυροὶ δὲ τὰ σώματα, γεγυμνασμένοι δὲ τὰ πολέμια, τὸ μάχιμον δὲ κεκτημένοι τῆς ἡλικίας καταλύσεως αὐτῷ δεδωκότες ὑπόνοιαν ὀλίγου πάντες ἀνῄρηνται. ταῦτα ὁρῶν οὐ τὴν αὐτὴν εἶχον γνώμην τοῖς ἄλλοις.
26.2.87 οἱ μὲν γὰρ ὅσῳ πλέον ἠδίκει, τοσούτῳ μᾶλλον ἐκείνου τὴν δύναμιν ὑπεστέλλοντο· ἐμοὶ δὲ ταῖς ἀδικίαις αὐτοῦ συνηυξάνοντο δημοκρατίας ἐλπίδες ἔννοιαν χορηγοῦσαι δικαίαν, ὡς οὐκ ἔσται τὸν οὕτως ὠμὸν βεβαίαν ἔχειν ἰσχύν. πολλοῖς τοίνυν συμμάχοις τοῖς ἐκείνου χρησάμενος ἀδικήμασι βιαίων ὑμᾶς ἠλευθέρωσα προσταγμάτων, ἀπέδωκα τῇ πόλει τὴν ἡδίστην δημοκρατίαν, ἐδωρησάμην τοὺς νόμους τοῖς πράγμασιν.
26.2.88 οἶμαι τοίνυν ἔργου τοσούτου μόλις γηράσειν τὴν μνήμην. οὐ κάμνει γὰρ ἀρετὰς ἡ φήμη κηρύττουσα. εἴ ποτε δὴ πρεσβύτης ἀνὴρ ἑτέρῳ διηγήσεται νέῳ, ὅτι δύο τις καθελὼν τυραννίδας, νόμου κειμένου τὸν καταλύσαντα μίαν ὅπως ἂν ἐθέλῃ τιμᾶσθαι, διήμαρτε δωρεᾶς, μῦθος ἂν δόξειε τοῦ γέροντος τὸ διήγημα.
26.2.90 ἄτοπον δ’ ἂν εἴη τοιαῦτα ποιεῖν οἷα μηδὲ λέγειν ὑπάρχει πιστά, καὶ φανῆναι πρὸς ἀνδραγαθίαν ἀγνώμονας ἀμοιβῆς μέτρον νικῶσαν· ὅθεν, ὡς ἔοικεν, ἀποροῦντες οἱ νόμοι τὴν αἵρεσιν αὐτῇ τῶν δωρεῶν ἀπονέμουσιν ἐρυθριῶντες αὐτοὶ τὸ γέρας ὁρίσαι πάντως λειπόμενον τῆς ἀξίας. Ἀλλὰ γὰρ εὖ πάσχειν ἐπίστασθε καὶ πρὸς τὰς φιλοτιμίας ἁμιλλᾶσθαι ταῖς ἀμοιβαῖς.
26.2.91 ὅθεν καταλύσω τὸν λόγον τοσοῦτον προσθεὶς ἔτι τοῖς εἰρημένοις. Ἄλλοι μὲν ἄλλων τυράννων ἄλλας ῥυσάμενοι πόλεις ὁ μὲν σίτησιν εἴληφε γέρας, ὁ δὲ λειτουργίας ἀτέλειαν· ἐγὼ δὲ τῶν μὲν φερόντων κέρδος οὐδέν, ἆθλον δὲ τῶν εἰργασμένων αἰτῶ, κοινὴν εὐδοξίαν, ἐμοί τε καὶ τῇ πόλει δωρούμενον, εἰκόνα τὰ πεπραγμένα δηλοῦσαν.
26.2.93 οὐ λήψεσθε κόρον θεώμενοι τὴν γραφήν· ἡ γὰρ εἰκὼν ὁ τύραννος ἔστω κἀγὼ καὶ τοῦ κρατοῦντος ὁ παῖς, ἐγὼ προσάγων τὸ ξίφος, ὁ νέος δεχόμενος τὴν πληγήν, ὁ πατὴρ ἑαυτὸν ἀποσφάττων. δημιουργείτω καὶ μίαν ὁ ζωγράφος γυναῖκα θρηνοῦσαν, τοῦ δυνάστου τὴν σύνοικον, καὶ καταλόγους δορυφόρων ταραττομένους. γινέσθω δὴ μέρος τῶν χρωμάτων ὁ δῆμος ἐκκλησιάζων καὶ τὸ γέρας ἐκτίνων ἐμοί. τὸν ἀντιλέγοντα μὴ γράψῃ μόνον ἡ τέχνη, ἵνα μηδένα δοκῶμεν ἔχειν ἀγνώμονα. Η ΔΙΑΛΕΞΙΣ τῶν νέων ἡμᾶς ἀξιούντων πυκνότερον παριέναι δείκνυσιν οὐκ ἀνόνητον οὖσαν τὴν μετρίαν τοῦ χρόνου διάστασι ν .
27.1.1 Ἀλλ’ ἐπεὶ νῦν ὁ καιρὸς ἀνακωχή τέ ἐστι καὶ ἀτέλεια θεαμάτων, δότε μοι, ὦ φιλότης, ἐντεῦθεν τοῦ προλόγου τὴν ὑπόσχεσιν βεβαιῶσαι. εἴ τινες οὖν ἐν ὑμῖν φιλοθεάμονες ἔριδος ἵππων εἰσίν, εὖ οἶδα ὅτι φιλονεικότερον ἅπασι τούτοις τὸν ἔρωτα ἡ τῶν παιδικῶν ἐκεχειρία ποιεῖ.
27.1.3 ἀλλὰ καὶ ἀνὴρ ἄγροικος ὀπώρας δένδρεσιν ὁμιλῶν— ἡδὺ μὲν θέαμα τὰ δένδρα αὐτῷ, ἄλλως τε ὅταν διὰ πάντων ἑξῆς ὕδωρ διέρχηται φερόμενόν τε ἠρέμα καὶ ἡσυχῆ κελαρύζον καὶ φαιδρῦνον μὲν τὰ φυτά, καλύπτον δὲ ὅσαι τῆς γῆς ὀλίγον ἀνέχουσι πρασιαί, ἡδὺ μὲν θέαμα ταῦτα, ἀνὴρ δὲ ὅμως ἄγροικος ἧττον γάνυται τὴν ψυχὴν τῇ συνεχείᾳ τῆς θέας· οἱ δὲ ἐν τῷ ἄστει ἄνθρωποι, ἐπειδὰν ἵμερος λάβῃ χώρου τοιοῦδε, πηλίκῃ, οἴεσθε, θυμηδίᾳ κατέχονται; εἰ δὲ δεῖ καὶ μυθολογεῖν, Ἡροδότου Ἁλικαρνασσέως διηγήσομαι λόγον, ἐρῶ δὲ αὐτὸν ὑμῖν, εἴ μου ἀνέξεσθε μεταφέροντος τὴν ἐκείνου γλῶτταν εἰς Ἀθηναίων φωνήν.
27.1.4 λέγει οὖν ὁ μῦθος—ἐοίκατε γάρ μου ἀνέχεσθαι—Ἀρίονα τὸν Μηθυμναῖον κιθαρίζειν τε ὅσα ᾖδε καὶ ἅττα ἔκρουεν ᾄδειν. πλέοντος οὖν ἐξ Ἰταλίας ἐς Κόρινθον καί τι καὶ ᾄδοντος ᾔσθετο καὶ δελφὶς τὴν εὐμουσίαν αὐτοῦ φιλικῶς τε εἶχε καὶ ἦν ἄρα εὐγνώμων ἀκροατὴς καί, ναὶ μὰ Δία, μισθὸν εἰδὼς ἀποδοῦναι. ὥστε καὶ ἔσωσε τὸν Ἀρίονα φέρων ἐλεήσας τὸν ἄνθρωπον ὁ δελφίς, ὃν ἐξέβαλον τῆς νεὼς συμπλέοντες ἄνθρωποι. ἀλλὰ ταῦτα μὲν εὖ μάλα Ἡρόδοτος ᾄδει, ἐγὼ δὲ ἐκεῖνο ὑμῖν ἔρχομαι φράσων, ὅτι οὗτος ὁ Μηθυμναῖος ὁ τὸν δελφῖνα τοῖς κρούσμασι καταθέλξας ξένος τε ὢν καὶ φίλος Περιάνδρῳ τῷ Κορινθίῳ, οὐχ ὅτι ἐῴκει τῷ Περιάνδρῳ τὴν τύχην, ὅσον ὁ μὲν ἐβασίλευεν, ὁ δὲ ἐκιθάριζεν, ἀλλ’ ἐκ τῆς ἐπιστήμης ἐς φιλίαν ἀνέβη βασιλικήν, ἀτὰρ ἐπιτήδειος ὢν τῷ Κορινθίῳ καὶ σφόδρα κεχαρισμένος καὶ τῶν τότε κιθαρῳδῶν οὐδενὸς δεύτερος ἡγεῖτό οἱ τὰς χορδὰς κόρον ἐμβάλλειν, εἰ θαμὰ ἐπιδεικνύοιτο.
27.1.6 καὶ δι’ αὐτό μοι, δοκῶ, ἐς Ἰταλίαν ἀπῆρε, πρόφασιν μέν, ἵνα κερδαίνοι, ἀληθεῖ δὲ λόγῳ χρωμένῳ, ὅπως αὑτὸν ποθήσει πλέον ἡ Κόρινθος, αὑτόν τε ἅμα καὶ τὴν λύραν αὑτοῦ. Εἰ τοίνυν, ὦ νέοι—πρὸς ὑμᾶς γὰρ ἤδη μεταστρέψω τὸν λόγον—, οὔτε Ἀρίονος λύρα οἶδεν εὐφραίνειν πυκνὰ κινουμένη οὔτε ἄλλο τι ὅσα εἴωθε τέρπειν, πῶς ἂν ἡμέτεροι λόγοι πυκνῶς ἐνοχλοῦντες τὰ θέατρα τοῖς ἀκούουσιν ἐράσμιοι γένοιντο; Η ΔΙΑΛΕΞΙΣ τοῦ λόγου δευτέρας δεηθέντος συνόδου ἀπολογίαν ὑπὲρ τοῦ μήκους πεποίητα ι .
28.1.1 Ἦ που ὑμῖν, ὦ φιλότης, ἄτοπόν τι καὶ γελοῖον δοκῶ πεπονθέναι, εἰ μακρολογίας ἔγκλημα φεύγων ἔπειτα ἕτερον προστίθημι μῆκος, τὸν πρόλογον. φέρε δῆτα, ὑμῖν τὴν αἰτίαν ὑφ’ ἧς εἰς τόδε προήχθην ἀποκαλύψω. Ἐπειδὴ τῇ προτεραίᾳ τοῦ λόγου μεσοῦντος ἀνέστη τὸ θέατρον, ἡ γάρ μοι φωνὴ οὐ διηκόνησε τῇ προθυμίᾳ, ἐγὼ μὲν οἴκαδε ἐνθένδε ἐπορευόμην, ἡγοῦντο δέ, οἷα νενόμισται, οἱ νέοι βοῶντες, τῶν δέ τις ἐπιτηδείων ὄπισθεν εἵπετο οὐ πρότερον τοῦτο ποιεῖν εἰωθώς.
28.1.2 πολλάκις μὲν εἰς τὸ πρόσθεν ἐξώρμα ἐγκαλεῖν τι, ὡς ἔοικεν, ἐπειγόμενος καὶ ὠδίνων, πολλάκις δὲ ἀνεδύετο, μή τις ἄλλος τὸν μῦθον ἀκούσῃ. ὡς δὲ παρὰ τὰς θύρας ἤδη τὰς ἐμὰς ἐγεγόνειν καὶ ὁ χορὸς ἀπῄει τῶν νέων καὶ ὅσος ἕπεται ὄχλος τοῖς νέοις καὶ ἦν ὑπόλοιπον εἰσιέναι, ἐνταῦθά μου ἤδη λαβόμενος τὶ δήποτ ε , ἔφη, Λακωνικὴν ἡμῖν διαπλάσας ὑπόθεσιν οὐ λακωνίζεις τῷ μέτρῳ τοῦ λόγο υ ; ἢ οὐκ οἶσθα ὅτι τῶν Ἀτρέως παίδων ὁ Σπαρτιάτης πλῆθος ἐμίσει ῥημάτω ν ; καὶ κινδυνεύεις ἄρα Ὁμήρου ἐπιλελῆσθα ι , ὃς τά τε ἄλλα τοῦ ἀνδρὸς ἄγαται καὶ ὅτι παῦρα ἐφθέγγετ ο , καίτο ι , ἐκεῖνος ἔφη, μάλα λιγέως ἐφθέγγετ ο .
28.1.4 ταῦτα εἰπόντος αὐτοῦ, ὦ βέλτιστ ε , ἔφην ὑπολαβών, ἐμὲ μὲν ὁ Χῖος οὐκ ἔλαθε ποιητή ς , εἴ γε δὴ Χῖος ἐτύγχανεν Ὅμηρο ς , σὺ δὲ ἄρα ἐκείνης ἐπιλέλησαι τῆς πρεσβεία ς , ὅτε Κλέων ὁ Ἀθηναῖος—ἔδοξε γάρ ποτε τῇ Τύχῃ κοσμῆσαι καὶ Κλέωνα — , ὅτε οὖν ἡ Τύχη Λακεδαιμονίους ἄγουσα ἧκε δεσμώτα ς , ἦλθεν Ἀθήναζε πρεσβεία Λακεδαιμόνιοι ἔφασάν τε βραχυλογίας μὲν ἄσκησιν ἐπιχωριάζειν τῇ Σπάρτ ῃ , οὐ μὴν κωλύειν γε τὸν πάτριον νόμον ἐς μῆκος ἐκτείνει ν , εἴ που δέοιτο μήκους ἡ χρεί α . ἔδοξά τι λέγειν ἐκείνῳ, καὶ κατανεύσας ἀπῄει καί μοι ἐνέδωκε τοῦ λόγου τὸ λεῖπον εἰς ὑμᾶς ἀγαγεῖν.
29 T 1 〈ΣΠΑΡΤΙΑΤΗΣ.〉 Τῶν ἐν Λακεδαίμονι θηλειῶν αἰσχρῶν τικτομένων τὴν ὄψιν ἦλθον εἰς Δελφοὺς Λακεδαιμόνιοι πευσόμενοι τοῦ πάθους τὴν ἴασι ν .
29 T pref ἔχρησεν ὁ θεὸς κατὰ μῆνιν Ἀφροδίτης ὑβρισμένης τι πρώην ἐμπεσεῖν τῇ Σπάρτῃ τὸ νόσημ α . λήξειν δὴ τοῦ θυμοῦ τὴν θεὸν τιμηθεῖσαν ἀγάλματ ι . ἐπιτάττουσι τῷ Πραξιτέλει τὸ ἄγαλμα ταύτην ἐργαζομένῳ τὴν τέχνη ν . ὁ δὲ πρὸς μίμησιν Φρύνης τῆς ἑταίρας ἐρωμένης οὔσης αὐτῷ τοῦτο κατασκευάσας ἐπέγραψε ν · Ἀφροδίτ η . ἐκκλησία συνῆλθε βουλευσομέν η . καὶ παραινεῖ δέχεσθαι Πραξιτέλης Σπαρτιάτου τινὸς ἀντιλέγοντο ς . μελετῶμεν τὸν Σπαρτιάτη ν . Θεωρία.
29.1.1 Τί μαθὼν ὁ λόγος, φασίν, ἐν Σπάρτῃ τὴν ὑπόθεσιν ἔπλασε καὶ Λακωνικὴν ἐκκλησίαν ἀγείρει καὶ τοῖς ἐκείνων ἥδεται τρόποις; πόρνης ἄγαλμα γυναικὸς ἀποστρέφεται, Ἑλλήνων δὲ πάντων κοσμιώτατοι Σπαρτιᾶται. ἐντεῦθε μᾶλλον κακίζει τὸν τῆς Φρύνης ἐραστὴν πρὸς τὸ κόσμιον παραβάλλων τῆς Λακεδαίμονος. οὕτω πάλαι καὶ Δημοσθένης πικροτέραν εἰργάσατο τὴν Αἰσχίνου τῆς ἀσελγείας διαβολήν.
29.1.2 συμπόσιον γὰρ ἀθροίσας τυραννικὸν καὶ πρὸς τὴν εὐωχίαν ἐκεῖνον εἰσπέμψας, εἶτα καταμεθύσας τὸν ἄνδρα καὶ παροξύνας ἐκ μέθης εἰς ἔρωτα γυναικὸς Ὀλυνθίας Ἰατροκλέα πρὸς τὸ συμπόσιον ἄγει, σωφροσύνῃ προσκείμενον ἄνθρωπον, ἔλεγχον τῆς ἀναιδείας Αἰσχίνου τὴν εὐκοσμίαν ἐκείνου προφέρων· τὸ γὰρ ἐπὶ σώφρονι θεατῇ παροινεῖν ἀπόδειξις ἀκρασίας ἐσχάτης. μία μὲν πρόφασις αὕτη τῷ λόγῳ τῆς ἐπὶ Σπάρτην ὁδοῦ· ἑτέρα δὲ ταύτης οὐδὲν ἐλάττων ἐκείνη.
29.1.3 τῆς Ἑλλάδος ἁπάσης γυναιξὶν ὡραίαις ἁβρυνομένης— Ἀχαιίδα γοῦν καλλιγύναικα τὸ ἔπος φησίν—τὰ πρῶτα φέρουσι τῆς εὐπρεπείας αἱ Λάκαιναι, εἴ τῳ ἱκανὸς Ἀπόλλων τεκμηριῶσαι ἵππον μὲν Θεσσαλικὴν ἐπαινῶν, Λακεδαιμονίην δὲ γυναῖκ α · ὥστε γίνεται ταύταις ἀνιαρότερον ἡ τῶν θυγατέρων ἀπρέπεια λογιζομέναις, ἐξ οἵων μητέρων οἷα προῆλθε παιδία. ταῦτα καὶ παραπλήσια τούτοις ὁ λόγος ἀγωνιεῖται οὐδὲ Πραξιτέλους εὐαλώτοις χρωμένου τοῖς ἐγχειρήμασιν, ἓν δὲ καὶ σφόδρα δυσπολέμητον ἔχοντος τὸ προσκεῖσθαι καὶ χαίρειν ἑταίραις τὴν Ἀφροδίτην συλλαμβανούσης ἐνταῦθα τῆς τε τῶν πολλῶν δόξης αὐτῷ καί τινος ἱστορίας οὐ ῥᾳδίας καταπαλαῖσαι.
29.1.4 οὔκουν εἰκὸς ἄκομψον εἶναι τὴν ἔριν παραπλησίως συγκροτουμένην· μείζων γὰρ ἡ τῶν ἀγώνων εὐφροσύνη τοῖς θεαταῖς, ὅταν ὦσιν ἐφάμιλλοι. Ἡ μὲν ὑπόθεσις ταῦτα, εὐξαίμην δ’ ἂν ἐπαφρόδιτον ὀφθῆναι τὸν λόγον καὶ τῇ θεῷ πρόσφορον, ὑπὲρ ἧς ἀγωνίζεται.
29.2.t 〈Μελέτη.〉 Εἰ καὶ μήπω Σπαρτιάταις ἐτύγχανεν ἡ θεὸς ὠργισμένη, ἐντεῦθεν ἂν ἐκινεῖτο δικαίως ὁρῶσα βουλευομένους, εἴ πως ἔνεστι τὴν Φρύνην Ἀφροδίτην γενέσθαι, ἐπειδὴ τοῦτο τῇ Πραξιτέλους ἔδοξε τέχνῃ.
29.2.1 τὸ γὰρ ἄνευ βουλῆς ὁρώμενον ἀσεβὲς τοῖς πειρωμένοις ἀμφισβητεῖν ἔγκλημα γίνεται. ἄτοπον οὖν ἄγειν εἰς ἔργον, ὅπερ οὐδὲ σκοπεῖν ὅσιον ἦν. ἕως μὲν οὖν οὔπω φοιτῆσαν ὑπῆρχεν ἐνταῦθα 〈τὸ〉 λόγιον, δέος εἰσῄει μοι καὶ φροντίς, μὴ τοῦ χρησμοῦ τὴν διάνοιαν συσκιάσῃ πως ὁ θεὸς καὶ τέκῃ διαφόρους ἡμῖν λογισμοὺς τὸ τῆς μαντείας ποικίλον· ἐπεὶ δὲ νῦν εὖ ποιῶν ὁ Λητοῦς οὐδὲν ὡς Λοξίας ἐφθέγξατο, Πραξιτέλης ἡμῖν πειρᾶται διαστρέφειν τὴν γνώμην ἄλλης μὲν ἰδέαν μιμούμενος, ἄλλης δὲ γράφων προσηγορίαν.
29.2.3 ἐβουλόμην μὲν οὖν τὴν θεόν, ἵλεως δὲ εἴη τῷ ῥήματι, Πραξιτέλει φανῆναι διαπονοῦντι τὸ ἄγαλμα, ὡς ἂν ἐμβλέπων ἐκείνῃ τῶν ὀμμάτων αὐτῷ ῥυθμιζόντων τὴν δεξιὰν ἐναργῆ καὶ σαφῶς ἐοικότα φιλοτεχνήσῃ τὸν τύπον, ἡ μείζων γὰρ μίμησις μᾶλλον διέσωζεν ἂν τὴν τοῦ Πυθίου μαντείαν· ἐπεὶ δὲ θεοὺς ὁρᾶν ἀνθρώπους οὐκ ἔνεστιν, ἐνῆν διαπλάσαι τοιαύτην, οἵαν ἀεὶ γράφουσί τε ζωγράφοι καὶ πλάσται δημιουργοῦσιν. εἰ δὲ καινοτέραν αὐτῇ διδόναι μορφὴν ἐπεθύμησεν, εἰσὶ παρ’ ἡμῖν σώφρονες καὶ καλαὶ τὴν ἰδέαν γυναῖκες πρεσβύτεραι τοῦ θυμοῦ τῆς Ἀφροδίτης, οὐχ ἧττον, οἶμαι, Φρύνης ὥρᾳ λάμπουσαι σώματος· ὧν ἔδει τὴν καλλίστην αὐτὸν πρὸς τὴν χρείαν ἐκλέξασθαι, εἴπερ ὅλως ἐχρῆν γυναικὶ θεὸν ἀπεικάζειν.
29.2.5 ἅπας μὲν οὖν χαλεπαίνων θεὸς οὐ πέφυκε δήπου μάτην ὀργίζεσθαι, θυμὸς γὰρ ἄλογος ἕστηκεν ἔξω θείου χοροῦ· ἡ δὲ τῆς Ἀφροδίτης ὀργὴ δεῖγμα μεγάλων ἐστὶν ἐγκλημάτων· οὐ γὰρ ἐπὶ μικροῖς ἁμαρτήμασιν οἶδεν ἀγανακτεῖν φιλόγελως οὖσα. ἂν δὲ καὶ εἶδος αἰσχρὸν ἡ τιμωρία τυγχάνῃ, πολλὴν ἐκείνης ἐμφαίνει τὴν λύπην· φιλόκαλον γὰρ ἀπεικὸς ἄνευ μεγάλης ὀργῆς ἀπρεπές τι ποιεῖν. Βούλομαι δὴ μικρὸν ἄνωθεν τὰ συμβάντα διεξελθεῖν, ἵνα γνῶτε τούτων ἀκούοντες, ἡλίκης ἡμῖν συμφορᾶς ἀπηλλάχθαι Πραξιτέλης οὐ συγχωρεῖ.
29.2.7 Ἀτύχημα Σπαρτιάταις ἐπεκώμασεν ἀπρεπές· καὶ κάλλους λοιμὸν ἐνόσει τὸ θῆλυ καὶ παιδοποιίας ἐλπὶς φοβερώτατον ἦν, ὥστε πυκνῶς αἱ γυναῖκες ἀλλήλας ἠρώτων· μή τις κύουσα τυγχάνε ι ; ἐπίτεξ δὲ πᾶσα πλέον ἠθύμει λογιζομένη τὸν τόκον ἤπερ τῶν ὠδίνων τὸν κίνδυνον. καὶ τὸ τῆς ἀπαιδίας ὀδυνηρὸν ἄλυπον ἦν. ἐντεῦθεν ἐλάττους ἐγίνοντο γάμοι τοῦ περὶ τὸν τόκον ἀποτρέποντος φόβου.
29.2.8 τὴν γὰρ τικτομένην γονὴν μερίζεται πρὸς ἡμᾶς ὁ λοιμός· τὸ μὲν γὰρ ἄρρεν ἀφεὶς ἐλεύθερον ἑαυτοῦ, τὰ δὲ θήλεα βρέφη μόνος λαχὼν δόξα τις κατεῖχε πλείους τίκτεσθαι θηλείας τὸν ἀριθμὸν ἐνίοτε μὲν ἀληθής, ἐνίοτε δὲ πιθανὴ τῶν μὲν ἀρρένων σιωπωμένων ὡς ἀλλοτρίων τοῦ πάθους, τῆς δὲ θηλείας γονῆς κηρυττομένης τῇ συμφορᾷ. ὅσα γὰρ τῶν πραγμάτων παρ’ ἐλπίδας ἐκβαίνει, ταῦτα ποιοῦσιν οἱ σύλλογοι διηγήματα. οὕτως εἶχε τύχης ἡ Σπάρτη, πόλις ἀεὶ πρὸς γυναικῶν ὡραίων γένεσιν εὐφυής.
29.2.9 ὅλως μὲν οὖν εἶδος αἰσχρὸν ἀτυχία δεινή, βαρυτέρα δὲ γυναιξίν, αἷς ἅπαντα δεύτερα κάλλους, χαλεπωτάτη δὲ μάλιστα ταῖς ἐκ μητέρων εὐπρεπῶν τικτομέναις· γονέων γὰρ ἀρεταὶ τέκνοις γίνονται φαύλοις ὀνείδη. ἀθυμία τοίνυν ἅπαντας εἶχε καὶ δέος πολύ, μή πως καταβραχὺ βαδίζων ὁ χρόνος καὶ τὰς μὲν ἤδη προβεβηκυίας, οἷον εἰκός, ἀποφέρων τοῦ βίου, τὰ δὲ βρέφη προάγων εἰς ἡλικίαν καὶ σπείρων ἕτερα ταῖς τεκούσαις προσεοικότα γυναικῶν ἀπροσώπων πόλιν ποιήσῃ τὴν Σπάρτην, τὸ τῆς Ἑλληνικῆς εὐπρεπείας κεφάλαιον.
29.2.11 πολλῶν τοίνυν οὕτως ἡμῖν τικτομένων εἰκότως ἐζητοῦμεν τὸ νόσημα, οὐ γὰρ ἐπιχώριος ἦν ἡ φορά, ἐπυνθανόμεθά τε τῶν γειτνιώντων, εἰ πρὸς ἐκείνους εἰσῆλθεν ἡ νόσος, καὶ νέοι πρεσβύτας ἠρώτων, εἰ τοιοῦτόν τι πρότερον μέμνηνται γεγονός, οἱ δὲ καινὸν εἶναι τὸ κακὸν ὡμολόγουν καὶ ταῦτα τῆς τοῦ γήρως φιλοτιμίας πάντα βουλομένης εἰδέναι δοκεῖν. ἀνελογιζόμεθα τοίνυν τὸν ἔμπροσθεν χρόνον μέχρι τῆς ἡμέρας ἀφ’ ἧς ἐφύετο τὸ δεινὸν περισκοποῦντες, εἴ πού τι πρὸς τὸ θεῖον ἡμῖν ἡμαρτημένον λανθάνει.
29.2.12 ἄλλοι τε οὖν ἄλλας εἴκαζον εἶναι προφάσεις, καὶ πολλὰ μὲν ἡμῶν αὐτῶν εἰκότα κατηγορήσαμεν, πολλὰ δὲ ἴσως κατεψευσάμεθα. ὁ γὰρ ὅθεν πράττει κακῶς ἀγνοῶν περὶ τὴν ζήτησιν πλανώμενος τῆς αἰτίας πολλάκις αὐτὸς ἑαυτὸν ἄκων συκοφαντεῖ πλείονα τῶν ἀληθῶν ἐγκλημάτων ἑαυτῷ προστιθείς, τυχὸν δὲ καὶ μείζονα ταύτης ὑφίσταται πλάνην ἃ μὲν ἥμαρτε κατὰ νοῦν οὐ λαμβάνων, ἃ δὲ μηδαμῶς ἐπλημμέλησε, ταῦτα τῆς ἀτυχίας αἰτίαν ἀποκαλῶν.
29.2.14 τοιοῦτοι πρώην ἡμᾶς διέπαιζον λογισμοί· καὶ τό γε σφόδρα δεινόν, ὅτι τὰ μὲν ἄλλα νοσήματα ψυχαγωγίαν ἔχει τοὺς ἰατρούς, τὸ δὲ καὶ ταύτης ἠλλοτρίωτο τῆς ἐλπίδος. εἷς δὴ μόνος ὑπεφαίνετο πόρος ἡ πρὸς τὸν Ἀπόλλω καταφυγή. ἰόντες οὖν εἰς Δελφούς, ὥσπερ τοῖς κάμνουσιν ἔθος τὴν μὲν αἰτίαν τῆς νόσου μὴ σφόδρα περιεργάζεσθαι, τῆς ἰάσεως δὲ πολὺν τίθεσθαι λόγον, οὕτως ἀφέντες ἡμεῖς τοῦ πάθους τὴν πρόφασιν τὸν τρόπον ἐζητοῦμεν τῆς θεραπείας.
29.2.16 ὁ δὲ θεὸς οὐ πικρόν τι προσέταξε φάρμακον, οὐ χαλεπὸν εὑρεῖν, οὐ ποικίλον, φιλανθρώπως δὲ λίαν ἡμῖν ἀποκρίνεται σαφῶς οὑτωσὶ καὶ μακρολογίας ἐκτός, ὅτι θυμοῦται μὲν Ἀφροδίτη, παύσεται δὲ τῆς ὀργῆς ἀγάλματι τιμηθεῖσα. Ταῦτα εἰπὼν οὐ προσέθηκε τῇ μαντείᾳ· δημιουργείτω δὲ Πραξιτέλης τὸ ἄγαλμ α .
29.2.17 εἰ δὲ τοῦτο προσέθηκεν, οὐ φυλάττει τὸν χρησμὸν Πραξιτέλης ὄνομα ἡμῖν Ἀφροδίτης, οὐκ ἄγαλμα δεδωκώς. ἐργασάμενος γὰρ τὴν Φρύνην ἔργαψε τὴν θεὸν τῇ προσηγορίᾳ τῆς Ἀφροδίτης ὥσπερ ἐπιγράμματι τὴν ἐρωμένην κοσμῶν. ἐγὼ δέ, εἰ καὶ τὴν Ἀφροδίτην αὐτὴν διατυπώσας ἐτύγχανε, τὸν δὲ τῆς ἐργασίας μισθὸν ἐδωρήσατο τῇ Φρύνῃ, οὐδ’ οὕτως ἂν κατηγορίας αὐτὸν ἀθῷον ἀφῆκα.
29.2.18 ἄτοπον γὰρ ἔργων ὁσίων μισθοὺς εἰς ἀφορμὰς δαπανᾶσθαι μὴ πρεπούσας τοῖς ἔργοις. Οὐδενὸς μὲν οὖν εὐπορεῖ δικαιώματος, οὐδ’ εἰ τοιοῦτος γένοιτο λόγων τεχνίτης, οἷος ἀγαλμάτων ἐστὶ δημιουργός, ἀναιδείᾳ δὲ λόγων ἐπιχειρεῖ παρακρούεσθαι.
29.2.19 δεῖ γὰρ τοὺς εὖ φρονοῦντα ς , φησί, διαδεχομένους τὰς τέχνας ἐπινοεῖν τι καινότερο ν · ταῖς τε γὰρ ἐπιστήμαις αὐταῖς τοῦτο λυσιτελεῖ καὶ τοῖς εὑρηκόσιν εὔκλεια γίνετα ι . πάνυ γε, ὅταν ἡ καινότης ἄμεινον εὕρῃ τι τῶν εἰωθότων· οἷον ὁ Δαίδαλος τοῖς ἀγάλμασι πρῶτος διαστήσας τὼ πόδε ἔδοξε πλέον ἁμιλλᾶσθαι τῇ φύσει, ὁ Ζεῦξις ἄμεινον τῶν προλαβόντων κεράσας τὰ χρώματα σεμνοτέρας ἀπέλαυσε φήμης.
29.2.20 τούτων εἰκότως ἑκάτερος ἐθαυμάζετο τῇ καινουργίᾳ κοσμήσας ἣν ἐπηγγέλλετο τέχνην. εἰ τοίνυν καὶ Πραξιτέλης ὡραιοτέραν Ἀφροδίτην ἐξεῦρε, μὴ μόνον αὐτῷ τῆς ἐργασίας ἐκτίσωμεν τὸν μισθόν, ἀλλὰ καὶ δωρεᾷ τιμήσωμεν τὴν ἐπίνοιαν· ἐπεὶ δὲ τῶν ἀγαλμάτων, οἷς ἐκείνη τετίμηται, τὰ δεύτερα φέρουσαν ἐπιστάμεθα τὴν Φρύνην, ἔδει τοῖς ἀρχαίοις ἐμμεῖναί σε τύποις.
29.2.21 ἔνθα γὰρ ἡ καινότης ἧττον εὐδοκιμεῖ τῆς συνηθείας, ἐκεῖ κύριον τὸ ἔθος μενέτω. πολλὰ δέ σοι καὶ σαφῆ τούτου τεκμήρια.
29.2.22 εἰ γάρ τις ἄφνω νῦν παρελθὼν φήσαι τι καινὸν εὑρηκέναι, εἶτα θορυβοῦντος τοῦ δήμου καὶ τί ποτε εἴη τοῦτο λιπαροῦντος εἰπεῖν συναγαγὼν τὰς ὀφρῦς καὶ πρόσωπον μέγα σκεψαμένου δεικνύων εἴποι χρῆναι τειχίσαι τὴν Σπάρτην, θυμοῦ καὶ κραυγῆς ὅλην ἐμπλήσει τὴν ἐκκλησίαν ὡς καταλύων ἕτερον τεῖχος ἀνάλωτον, τὴν τῶν οἰκητόρων ἀνδρείαν· οὕτως οὐ κρατεῖ τὸ καινόν, ὅταν ἀσύμφορον ᾖ. ἄκουε ἕτερον.
29.2.23 νόμους ἔθηκε Λυκοῦργος ὁ Σπαρτιάτης ἡμῖν εἰς τοσοῦτον ἥκοντας ἀρετῆς ὅσον Ἀπόλλωνος τοῦ Πυθίου δοκεῖν. ὁ τοίνυν ἐκείνοις ἐναντία γράψαι φιλονεικῶν οὗτος, εἰπέ μοι, πείσας ἀπέρχεται κενοὺς ἀποκαλῶν νόμους τὰ γεγραμμένα πρὸς τῶν θεῶν; εἰ δέ σοι προσέταξε δύο ποιεῖν ἀνδριάντας ἡ πόλις μίαν ἔχοντας ἀμφοτέρους μορφὴν τὸν Λυκοῦργον, ἆρ’ ἂν τῶν ἀνδριάντων τὸν πρότερον οἷον ἐχρῆν διαπλάσας τὸν ἕτερον, ἵνα καινόν τι δόξῃς ποιεῖν, οὐδὲν Λυκούργου κατεσκεύαζες ἔχοντα ἢ τοὔνομα μόνον; οἷα καὶ νῦν Φρύνην ἐργασάμενος Ἀφροδίτης αὐτῷ δέδωκας ὄνομα.
29.2.25 Τί δῆτα ταυτί σοι θέλει τὰ γράμματα; σὺ μὲν ἤλπισας, οἶμαι, τούτοις ἡμῖν τοὺς ὀφθαλμοὺς ἀπατᾶν, ἵνα τῆς θεοῦ τὴν προσηγορίαν ἀνεγνωκότες μὴ σφόδρα ζητήσωμεν, ἧς ὑπάρχει τὸ εἶδος. σὺ μὲν οὕτως ᾠήθης, τὰ γράμματα δὲ πρὸς πλείονα ζήτησιν ἐγείρει τοὺς ἐντυγχάνοντας τοιούτου τινὸς ταράττοντος λογισμοῦ· τί βουλόμενος ταῦτα γέγραφε Πραξιτέλη ς ; οὐ γὰρ οὕτω μιμεῖται κακῶς ὡς δεῖσθαι προσηγορίας διδασκούσης τὸν θεατή ν . δεῖ γὰρ οἷς ἔργον ἐστὶν ἡ μίμησις τοσοῦτον εἰκάζειν, ὥστε τοὺς ὁρῶντας ἐκ πρώτης θέας εὐκόλως στοχάζεσθαι τῶν εἰργασμένων.
29.2.26 οὐ καλῶ ζωγράφον ἐγὼ τὸν ὀνόματι μόνον δηλοῦντα τὸν τῆς εἰκόνος δεσπότην. πολλοὺς γὰρ ἂν ἔχοι δεσπότας ἐξὸν ἑκάστῳ τὴν ἰδίαν ἐπιγράψαι προσηγορίαν. ἄπαγε, ἐγὼ μὲν οὐκ ἂν δεξαίμην τοῦτον γραφῆναι τὸν τρόπον, ὡς ἐξεῖναι τῷ βουλομένῳ τὴν ἐμὴν εἰκόνα λαβεῖν· πλὴν ἑλοίμην ἂν μᾶλλον μηδενὶ τὴν ἡμετέραν γραφὴν ἐναργῶς ἐοικέναι ἤπερ εἶδος ἔχειν ἑτέρου.
29.2.27 τὸ μὲν γὰρ ἀμφίβολον ποιεῖ τὴν εἰκόνα, τὸ δὲ διαρρήδην ἐμὲ ταύτης ἀποστερεῖ. οὕτω πλέον ἠδίκησας τὴν θεὸν Φρύνῃ τὸ ἄγαλμα δεδωκὼς ἤπερ οὐδεμιᾶς τοῦτο σαφῶς εἰκάζων ἰδέᾳ. Ἀλλὰ δεῖ τοὺς τῶν εἰκόνων τεχνίτας ἰδίαν ἑκάστῃ μορφὴν ἀπονέμειν τὴν προσήκουσαν τῷ γεγραμμένῳ.
29.2.28 οὕτως ὁρῶμεν τὴν φύσιν τὰ τῶν σωμάτων εἴδη μερίζουσαν. πᾶσι μὲν οὕτως προσήκει μιμεῖσθαι, σὲ δὲ μεγίστην ἐπιμέλειαν ἔδει ποιήσασθαι καὶ σπουδήν. ἄλλαι μὲν γὰρ ἴσως Ἀφροδίτης εἰκόνες Ἔρωτας ἔχουσι, τὰ τῆς Ἀφροδίτης παιδία, Χάριτας ἔχουσι, συνήθεις γὰρ τῇ θεῷ· κἂν θεάσῃ που τὸν Διόνυσον, ἴδοις ἂν ἴσως τὸν τοῦ Διονύσου χορόν· ὥστε κἂν μὴ σφόδρα μιμήσωνται τὸ μάλιστα σπουδαζόμενον πρόσωπον, τοιούτοις ἐμφαίνουσι τοῦτο συμβόλοις.
29.2.30 τοῦτο πρόσεστι μὲν ὀρχηστῇ, πρόσεστι δὲ τραγῳδίας τε καὶ κωμῳδίας ὑποκριταῖς. ὑποκείσθω γάρ, εἰ δοκεῖ, ὁ μὲν ὀρχούμενος τὴν Θησέως γυναῖκα, ὁ δὲ τὴν Ἀγαμέμνονος κόρην ὑποκρινόμενος, ὁ δὲ εἰσιὼν τὴν Πλαγγόνα. οὐκοῦν ὁ μὲν εἰ τύχοι τὴν Φαίδραν οὐ καλῶς μιμησάμενος, ἑτέροις αὐτὴν ὑποδείκνυσι τεκμηρίοις· τὰ δὲ τεκμήρια γύναιόν ἐστι γεγηρακός, ἡ τιτθὴ τῆς Φαίδρας, καὶ νεανίσκος εὐπρεπὴς μὲν καὶ λίαν ἐρρωμένος, ἐγκρατὴς δὲ καὶ σώφρων, τὸ τῆς Ἀμαζόνος μειράκιον.
29.2.32 ἐκ τούτων μὲν ὀρχηστὴς ὑποφαίνει τὴν Φαίδραν τοῖς θεωμένοις, κἂν μὴ λίαν σαφῶς τὴν Φαίδραν αὐτὴν ὑποδείξῃ, ὑποκριτὴς δὲ τραγῳδίας Ἠλέκτραν Ὀρέστην αὐτῇ προστιθεὶς καὶ Πυλάδην, ὁ δέ γε κωμῳδὸς τὴν Πλαγγόνα Μυρρίνην τινὰ καὶ Δᾶον ὑποκρινόμενος. σὺ δὲ μίαν καὶ μόνην ἰδέαν ἐπιτραπείς, εἰ μὴ τὸ προσταχθὲν ἀκριβῶς εἴργασαι πρόσωπον, ἐκ τίνος ἑτέρου παραστῆσαι δυνήσῃ; Καὶ μὴν ὀρχηστὴς μὲν ἢ τραγῳδίας ὑποκριτὴς ἤ, νὴ Δία γε, κωμῳδίας παραβάς που τὴν μίμησιν ἧττον μὲν ἴσως εὐφραίνει τὸ θέατρον, λυμαίνεται δὲ τὴν πόλιν οὐδέν· τὸ δὲ Πραξιτέλους ἀσέβημα κοινὴ Σπαρτιάταις γίνεται βλάβη.
29.2.34 εἰ μὲν γὰρ εἰς εὐπρέπειαν ἀγορᾶς ἐγεγόνει τὸ ἄγαλμα ἢ λουτροῦ τινος ἢ σκηνῆς ἐγκαλλώπισμα, οἷα πολλαὶ κέκτηνται πόλεις, κουφότερον ἂν ἔδοξε τὸ δεινόν· ἐπεὶ δὲ πρὸς θεραπείαν γέγονε καὶ τιμὴν ὑβρισμένης θεοῦ, πῶς ἂν ὕβρεως γένοιτο φάρμακον ὕβρις ἑτέρα; πῶς δὲ τὰ συνήθη γέρα ποιήσομεν, οἷς οὐρανίων ἀγάλματα νόμος τιμᾶσθαι; προσευξόμεθά τε καὶ θύσομεν τῇ Φρύνῃ καὶ προσᾴσομεν ὕμνους αὐτῇ; τί λέγεις; ἣν ὄνειδος προσειπεῖν, ταύτην ἀνέξομαι σέβειν; ἣν ὕμνους ἄτοπον ᾄδειν, ταύτην ὑμνήσω; ἣν παρεῖναι θυσίαις οὐ θέμις, ταύτῃ θύειν ἡμᾶς ἀξιοῖς, καὶ προσεύξομαι γυναικὶ μολυνούσῃ τὸ θεῖον εὐχαῖς; τί γὰρ εἰκὸς τὴν Φρύνην εὔχεσθαι τοῖς θεοῖς ἢ σωφρονῆσαι μηδένα τῆς ἀσελγείας αὐτῇ συναυξούσης τὴν πρόσοδον; τοιαύτας αἰτεῖ χάριτας τοὺς θεοὺς καὶ λαμβάνειν ὑπονοεῖ.
29.2.36 φέρε, εἴ τις δίκαιον ἄνδρα προτρέπει συναδικεῖν ἢ σωφρονοῦντα μετέχειν αἰσχρᾶς ἡδονῆς, πῶς οἴει τοιούτους ἀνθρώπους πρὸς τοιαύτας ἔχειν δεήσεις; οὐ βδελύττεσθαι καὶ μισεῖν καὶ δυσμενῆ τὸν αἰτήσαντα κρίνειν; πολὺ δὴ μᾶλλον ἀνάγκη τοὺς κρείττονας οὕτω πρὸς τὴν Φρύνην διακεῖσθαι. εἶτα γυναῖκα θεοῖς ἐχθρὰν ἰσοθέοις τιμήσομεν θεραπείαις. Καίτοι κἂν ὑπόθωμαί σου τὴν ἐρωμένην γυναικῶν εἶναι καλλίστην—μαραίνειν μὲν γὰρ εἴωθε κάλλος ἀσέλγεια συνεχής, ὅσον ἡ σωφροσύνη φυλάττειν ἐπίσταται καὶ κοσμεῖν—, ἀλλ’ εἰ καὶ δώσομεν γύναιον ἅπαν ἐκείνης ἡττᾶσθαι, οὐ τελέως, οἶμαι, πέφυκεν ἄμεμπτος· τί γὰρ τῶν ἀνθρωπίνων σωμάτων παντὸς ἄμεινον ψόγου; σοὶ δὲ τῆς τέχνης ὁ νόμος ἐδίδου κάλλος ἀκέραιον πλάσαι καὶ πρόσφορον τῇ θεῷ.
29.2.38 ἡνίκα γὰρ θνητὴν ἰδέαν δημιουργεῖς, εἰ μὲν θεατὴς ὢν τυγχάνεις, μιμητὴς γίνου τῆς θέας· ἂν δὲ τὸ εἶδος ἀκοῇ παραλάβῃς, συνᾳδέτω σου τῇ φήμῃ τὸ ἔργον. εἰ δέ σοι προσελθών τις ἁπλῶς οὑτωσὶ ζῶον ἐπιτάξειεν εὐπρεπὲς εἴτε ἵππον εἴτε ἄνθρωπον εἴτε οὖν ἄλλο τι τῶν φθειρομένων, μὴ κρεῖττον διατυπώσεις τὸ κάλλος ἤπερ ὅσον ἡ θνητὴ φύσις χωρεῖ; ταῦτα μὲν ἡνίκα τι τῶν ἐπιγείων φιλοτεχνεῖς· ὅπου δὲ θεῖον εἶδος μιμήσασθαι πρόκειται καὶ ταῦτα τὴν Ἀφροδίτην, ὅσῳ μᾶλλον αὔξεις τὸ κάλλος, τοσοῦτον μᾶλλον θαυμάζῃ τῆς ἐπιστήμης· τοῦ θείου γὰρ κάλλους ἅπασαν ὥραν νικῶντος ἡ μείζων εὐπρέπεια τῶν ἀγαλμάτων ἐγγυτέρω γίνεται τῆς ἀληθείας καὶ πλείονα φέρει τὴν μίμησιν.
29.2.40 τὸν Φειδίαν ἀκούομεν, ὅτε τὸν Ὀλυμπίασι Δία προσετάχθη ποιεῖν, ἐργάσασθαι τοῦ θεοῦ τὴν εἰκόνα πρὸς Ὁμηρικὸν ἄγαλμα τοῦ Διός, οὐ πρὸς ἀνθρώπινον εἶδος, καὶ νῦν ὁ τὸν Δία τοῦ Φειδίου θεώμενος εἰς ἔννοιαν τὸν Ὁμήρου λαμβάνει τὸν νεύοντα κυανέαις ὀφρύσι καὶ τῇδε κἀκεῖσε σοβοῦντα τὴν κόμην. σὺ δὲ τὴν θεὸν διετύπωσας πρὸς γύναιον πεπρακὸς ἐκ πρώτης ἡλικίας τὴν ὥραν.
29.2.41 καί μοι δοκεῖς, εἰ καὶ Ἔρωτος ἄγαλμα ποιεῖν ἐπετάχθης, ἐτύγχανε δὲ τῇ Φρύνῃ παιδίον σμικρὸν ὑφ’ ὅτου βούλει πατρὸς ἐκείνῃ τεχθέν, πρὸς μίμησιν 〈ἂν〉 τοῦ παιδὸς κατασκευάσαι τὸν Ἔρωτα· τοσαύτην ἡμῶν καταγινώσκεις εὐήθειαν καινοτέρους θεοὺς τῇ Σπάρτῃ δημιουργῶν. ἔπειτα δυσσεβὲς ἔθος εἰσάγεις γραφεῦσι καὶ πλάσταις.
29.2.42 ὅσοι γὰρ ἂν γυναικῶν ἐρῶντες τυγχάνοιεν, εἴτε τὴν Διώνης εἴτε καὶ ἄλλην θεὸν ἐπιταχθεῖεν ποιεῖν, ἀντὶ τῶν οὐρανίων τὰς ἐρωμένας ἐργάσονται. οἵα γὰρ ἡ Φρύνη σοι δοκεῖ, τοιαύτην ἕκαστος τὴν ἰδίαν ὁρᾷ. Οἶδα τοίνυν ὑμᾶς καταγελῶντας ἀεὶ τῶν Ἀθηναίων καὶ τῆς ἐκείνων ἀνοίας σύμβολον ποιουμένους τὴν ἀπάτην ἐκείνην, ἣν ἠπάτησε τὸν δῆμον Πεισίστρατος.
29.2.43 ἐπειδὴ γὰρ αὐτῷ τυραννίδος Ἀττικῆς ἔρως ἠνώχλει—ἴστε δέ, ὅπως πολέμιον τυραννὶς Ἀθηναίοις—, ὁρῶν δόλου τινὸς δεομένην τὴν χρείαν μηχανᾶται τοιάδε. γύναιον Ἀττικόν, ὄνομα Φύην, εὐμεγέθη τε καὶ καλὴν ἀναβιβάσας εἰς ἅρμα καὶ σχήματι κοσμήσας τῆς Ἀθηνᾶς προδρόμους ἀπέστειλε κήρυκας, οἳ φοιτῶντες διήγγελλον τὴν Ἀθηνᾶν Πεισιστράτῳ τὴν τυραννίδα χαρίζεσθαι τὴν Φύην Ἀθηνᾶν ὀνομάζοντες.
29.2.44 ὑπήχθησαν Ἀθηναῖοι καὶ κατέχει Πεισίστρατος τὴν ἀκρόπολιν ἅμα τῇ τυραννίδι καὶ θεοφιλοῦς δόξαν κερδάνας, οἱ δὲ τῆς εὐηθείας ἐκτίνουσι δίκην αὐτὸ τὸ μὴ τυγχάνειν ἐλεύθεροι. ταῦτα ὑμῖν τεκμήριον εἶναι δοκεῖ τῆς Ἀθηναίων ἀνοίας, καὶ καλῶς οὕτω δοκεῖ.
29.2.45 ὁρᾶτε δή, μὴ φανῶμεν ὑπεύθυνοι τῆς αὐτῆς εὐηθείας Ἀφροδίτην ἡγούμενοι τὴν Φρύνην. μᾶλλον δέ, εἰ μὲν οὕτως ἔχομεν δόξης, τὴν Ἀθηναίων ὑπομένομεν πλάνην· εἰ δὲ μὴ τοῦτο φρονοῦμεν, εὐήθεις μὲν οὐδαμῶς, ἀσεβεῖς δὲ δικαίως ὑποπτευόμεθα· ἀσέβεια δὲ τοσούτῳ χεῖρον ἀνοίας, ὅσῳ τὸ μὲν συγγνώμης μετέχει, τὸ δὲ νόμου. εἰ μὲν γὰρ ἅπασιν ὁ Πραξιτέλους ἔρως προσῆν, ἴσως τις ἂν εὐσχήμων ὑπῆρχεν ἀπολογία· τὸ δὲ χωρὶς ἀνοίας καὶ πόθου πλημμέλημα μεγάλαις ἔνοχόν ἐστι ζημίαις.
29.2.46 μὴ γὰρ ὅτι Φρύνην τὴν ἑταίραν, ἀλλ’ εἰ πλάσας τὴν Ἀθηνᾶν ἢ τὴν Ἥραν φιλοτεχνήσας ἐπέγραψεν Ἀφροδίτην τὸ ἄγαλμα, οὐδ’ οὕτως ἀντειπεῖν ἂν ἠπόρουν· ἄνθρωπ ε , καλὴ μὲν Ἥρ α , καλὴ δὲ καὶ Ἀθην ᾶ , καλλίστη δὲ πασῶν ἡ Διώνη ς . εἶτα κάλλος ἐν οὐρανῷ κρατοῦν τοιαύτῃ γυναικὶ προσεικάζει ς . Ἀλλὰ μάτη ν , φησίν, ὑποπτεύεις τὴν Ἀφροδίτην ἀγανακτεῖν ἐν εἴδει Φρύνης εἰργασμένη ν .
29.2.47 ἐρωτικὴ πέφυκεν ἡ θεὸς καὶ τοιαύταις ἥδεται γυναιξ ί . παῦε πρὸς οὐρανὸν ἀναφέρων τὰς ἡδονὰς καὶ γυναιξὶν ἀκολάστοις θεὸν εἰς εὔνοιαν ἕλκων. οὐ γὰρ ὅσιον ἅπασαν μίξιν ἁπλῶς εἰς Ἀφροδίτην ἀνάγειν, ἐπειδὴ βραβεύειν ἔλαχε γάμους. οὐ γάρ, ὅτι φιλοῦσιν ᾄδειν αἱ Μοῦσαι, φαίην ἂν ἔγωγε ταύτας αἰσχρῶν ᾀσμάτων ἀκούειν ἡδέως.
29.2.48 οὐδὲ τὸν Πᾶνα μελῳδίαι τέρπουσιν ἀσελγεῖς, ἐπειδὴ σοφοῦ ποιητοῦ πρὸς λύραν ᾄδοντος ἀκούσας ηὐφραίνετο, ὥστε καὶ ἐχρῆτο τῇ σύριγγι καὶ ὠρχεῖτο τὸ μέλος. οὐδὲ γὰρ ἰατρικήν τις σχηματιζόμενος εἰ προσάγοι τοῖς κάμνουσιν ὅσα λυμαίνεται φάρμακά τε καὶ ποτὰ καὶ σιτία, φήσομεν ἥδεσθαι τούτοις τὸν Ἀπόλλωνος παῖδα, οὐδ’ ἂν καλοῖτο γνησίως θεράπων Ἀσκληπιοῦ τῆς ἐκείνου τέχνης παραβαίνων τοὺς νόμους.
29.2.50 ἐπεὶ καὶ τὸν Ἄρεα λόγος αἵματι χαίρειν πολεμικῷ· οὐ μὴν ἐντεῦθε παντός ἐστι φόνου πρύτανις ὁ θεός. εἰ γὰρ οὕτως ἔχων ἐτύγχανε καὶ τοῦτο ἦν ὁ κλῆρος αὐτῷ, τί δήποτε τοῦτον ὁ Ποσειδῶν ἔκρινε φόνου λαβὼν ἐκεῖθεν τὴν ἀφορμήν; ἦν Ἄρει θυγάτριον εὐπρεπές, Ἀλκίππην, οἶμαι, τοῦτο καλοῦσιν, εἴπερ ὑμῖν καὶ ὀνόματος μέλει.
29.2.51 ταύτης ἐρᾷ τῆς Ἀλκίππης ὁ Ἁλιρρόθιος καὶ ποθήσας βιάζεται τὴν παρθένον. ἔγνω τῆς θυγατρὸς τὴν βίαν ὁ Ἄρης καὶ τὸν ἠδικηκότα σωφρονίζει θανάτῳ. ἐντεῦθεν ὁ Ποσειδῶν, Ἁλιρροθίου γὰρ ἐγεγόνει πατήρ, δίκην ἐκείνῳ λαγχάνει. οὐκοῦν ἐκρίνετο τῆς Ἁλιρροθίου σφαγῆς ὡς τιμωρίαν ὑφέξων, εἰ φαίνοιτο δράσας ἄδικον φόνον, ὑπεῖχε δ’ ἂν τιμωρίαν ὡς μὴ παντὸς ὑπάρχων κύριος φόνου; καὶ τί σοι τὴν ἀτοπίαν τοῦ λόγου διὰ τῶν ἄλλων ὑποφαίνω θεῶν τῆς τοιαύτης διαβολῆς εἰς αὐτὸν ἀναβαινούσης τὸν Δία; θέασαι γάρ· τίνι φαμὲν ἀνακεῖσθαι τὴν ἑορτήν, τὰ Ὀλύμπια; ἢ δῆλον ὅτι τῷ κορυφαίῳ; εἴ τις οὖν ἀθλητὴς ἐπὶ τὸ στάδιον πορευόμενος μακρὰ βαίνων καὶ τὼ χεῖρε σοβῶν τὸν παρατυχόντα συγκόψειεν ἐγκαλῶν μὲν οὐδέν, προάγωνα δὲ 〈ποιῶν〉 τοῦτον τῆς ῥώμης, ἐροῦμεν τὸν Δία πληγαῖς οὕτω γινομέναις εὐφραίνεσθαι; ἢ τὸν ἀθλητὴν νουθετήσομεν ἀναμεῖναί τε τὸν ἀγῶνα καὶ τὸν ἀντίπαλον οὕτω πατάξαι; τῶν γὰρ ἐν πάλῃ πληγῶν ἆθλον εἶναι τὸν στέφανον.
29.2.53 εἰ τοίνυν οὔτε μέλος αἰσχρὸν ἐπὶ Μούσας ἀνάγομεν οὔτε τὸν Πᾶνά φαμεν ἀκολάστοις ᾄσμασι θέλγεσθαι καὶ φαῦλον ἰατρὸν ὑπηρέτην οὐ καλοῦμεν Ἀσκληπιοῦ καὶ τῆς Ἄρεως διακονίας ἐκβάλλομεν τὸν ἀδίκοις ἐπιχειροῦντα σφαγαῖς καὶ προπέτειαν ἀθλητοῦ τὸν Δία μισεῖν ὑπειλήφαμεν καὶ ταῦτα Μουσῶν μὲν καὶ Πανὸς ᾠδαῖς προσκειμένων, Ἀσκληπιοῦ δὲ σωμάτων θεραπείαις, Ἄρεως δὲ φόνοις πολέμων, παλαίσμασι δὲ τοῦ Διός, εἰ περὶ τῶν ἄλλων εἰκότως οὕτω φρονοῦμεν θεῶν, μηδὲ τὴν Ἀφροδίτην δοξάσωμεν τὴν τυχοῦσαν ἀποδέχεσθαι μίξιν, εἰ παστάδος καὶ γάμων ἔλαχεν ἔφορος εἶναι. οὐ γὰρ δίκαιον, ὅσοι χρῶνται κακῶς τοῖς ἐκ θεῶν δεδομένοις, τούτους ἐπὶ προστασίαν θεοῦ καταφεύγειν. μὴ τοίνυν, ὦ Σπαρτιᾶται, τὸ τῶν πολλῶν ὑπομείνωμεν πάθος τῶν ἀξιούντων ὁμοίως ἀπὸ τῶν τεχνῶν ὀνομάζειν τόν τε καλῶς μετιόντα τὴν ἐπιστήμην τόν τε φαύλως ἐπιτηδεύματι χρώμενον.
29.2.54 καλοῦσι γοῦν κυβερνήτην οὐ τὸν ἰθύνοντα μόνον εὐστόχως τὴν ναῦν, ἀλλ’ ὃν ἂν ἴδωσιν ἐν πρύμνῃ πλοίου καθήμενον, κἂν τύχῃ κακῶς περιστρέφων τοὺς οἴακας. ὁ δέ γε νοῦν ἔχων ἀνὴρ οὔτε τοιοῦτόν φησι κυβερνήτην τῷ θαλαττίῳ προσήκειν θεῷ οὔτε γάμον τοιοῦτον εἰς Ἀφροδίτην ἀνάγει. ἀλλὰ μὴν ὅτι περιφανῶς ἐκείνην συκοφαντεῖς, ῥᾴδιον γνῶναι.
29.2.55 τὰς ἀμφὶ Μήδειαν, οἶμαι, καὶ Πασιφάην ἀκούεις. ἐκείναις ἐγκαλοῦσά τι καὶ μεμφομένη παραλόγους τε καὶ πικροὺς ἀμφοτέραις ἐνέβαλεν ἔρωτας. εἰ τοίνυν μὴ σωφρονούσας αὕτη γυναῖκας κατὰ τὸν σὸν ἔστεργε λόγον, πῶς ἂν αἷς ὤργιστο, ταύτας ἐποίει μὴ σωφρονεῖν; οὔκουν ἐκείνους Ἀπόλλων ἀπεργάζεται μουσικούς, οἷς χαλεπαίνει, οὐδὲ θηρευτὰς Ἄρτεμις, οὓς ἀποστρέφεται καὶ μισεῖ.
29.2.56 οὐδεὶς γὰρ ὅλως ἀνθρώπων, ὅτῳ μὴ προσφιλὴς ὑπάρχει θεῷ, τούτου τὴν τέχνην παιδεύεται. Ἴσω ς , τοίνυν φησί, γυναιξὶν Ἰώνων πόρνας ἐργάζομα ι .
29.2.57 ὅπου τρυφὴ πολιτεύεται καὶ ἀκολασία κρατεῖ βίος τε ἀγεννὴς καὶ ἀνελεύθερος εὐδοκιμεῖ καὶ τὸ σωφρονοῦν ὀνειδίζεται. ἐν Ἰωνίᾳ μὲν ταῦτα, αἱ Λάκαιναι δὲ φαῖεν ἄν σοι δικαίως· ἡμεῖ ς , ὦ ξέν ε , τοσοῦτον διαίτης ἀνειμένης τε καὶ αἰσχρᾶς ἀφεστήκαμε ν , ὥστε τοῖς ἡμετέροις συμπολεμοῦμεν ἀνδράσι ν , ὅσον γυναῖκας εὐψύχους ἔνεστι μάχεσθα ι · πόλεμος δὲ γυναικῶν εἰπεῖν τι γενναῖον καὶ παροξῦναι καὶ νουθεσίαις εὐτόλμοις τὰς τῶν παραταξομένων ἀκονῆσαι ψυχά ς . τοσοῦτον μέρος ἡμεῖς συνεισφέρομεν τῷ πολέμ ῳ . ἑκάστη γὰρ τὸν οἰκεῖον ὁπλίζουσα παῖδα μετὰ ταύτης φησὶ τῆς ἀσπίδο ς , ὦ τέκνο ν , ἢ νικῶντά σε θεασαίμην ἢ κείμενο ν . οὐ θέλω μήτηρ ἁπλῶ ς , ἀλλὰ γενναίου μήτηρ καλεῖσθα ι . οὐ μέλει τῇ Σπάρτῃ πολλῶν οἰκητόρω ν , ἀλλὰ νικώντων ἀνδρείως ἢ πιπτόντων πολεμικῶ ς . τοιούτοις ἐρεθίζουσι λόγοις εἰς πόλεμον αἱ γυναῖκες τοὺς ἄνδρας, αἱ μητέρες τοὺς παῖδας.
29.2.58 μή τι δοκεῖ σοι τὸ ἄγαλμα τρόποις ἁρμόττειν Λακωνικοῖς; Καὶ πόσον, ὦ Σπαρτιᾶται, χρόνον ἀνάλωσεν ὑπὲρ τῆς ἐργασίας; ἐγὼ μὲν ἡγούμην, ἵνα τῆς Ἀφροδίτης ἀξίαν ἀπεργάσηται τὴν εἰκόνα, ὁ δὲ ἄρα τοῦτο πρὸς τὸν οἰκεῖον ἐμηχανᾶτο σκοπὸν ἅμα μὲν τῇ Φρύνῃ χαριζόμενος καὶ δεικνὺς πολλοῦ δεομένην πόνου τὴν μίμησιν ἐκ τῆς τοῦ κάλλους ὑπερβολῆς, ἅμα δὲ μακροτέραν ἑαυτῷ κολακείαν ἐκ τῆς ἐρωμένης θηρεύων ἐλπίδι τῆς δωρεᾶς.
29.2.59 κολακεύειν γὰρ ἅπαντες μᾶλλον εἰώθαμεν παρ’ ὧν ἐλπίζομέν τι λαβεῖν ἢ τοὺς ἤδη δωρησαμένους τὸ προσδοκώμενον. Καὶ μήν, εἴπερ ὅλως ἐβούλου καινοτομῆσαι τῆς Ἀφροδίτης τὴν θέαν, ἣν ἐν ἀγάλμασιν ἵδρυται κεκτημένη, νεανικώτερον εἶδος ἐχρῆν διαπλάσαι, ἵνα μηδὲ τὴν Ἀφροδίτην τῆς Σπάρτης ἄνανδρόν τις θεάσηται.
29.2.60 σὺ δὲ μαλακωτέραν τοῦ δέοντος ἀπειργάσω καὶ οἷον ἀκκιζομένην καὶ βλέπουσαν ἀσελγές τε καὶ ὕπουλον καί πως ὑποκρινομένην ἐρᾶν, οἷα δὴ τῶν ἑταιρῶν τὰ σοφίσματα προσποιουμένων ἐρᾶν, ἵνα πλέον τοὺς ἐραστὰς ἐπιφλέξωσι. Φρύνην δὲ καὶ μᾶλλον εἰκὸς ἦθος ἀσκῆσαι τοιοῦτον, ὅτε πρὸς αὐτὴν ἀφορῶν ἐπόνεις τὸ φιλοτέχνημα.
29.2.61 εἰ γὰρ ἡνίκα μόνον ὁρῶσι τοὺς ἐραστὰς κακούργοις τε νεύμασι καὶ βιαίῳ μειδιάματι κέχρηνται, πρὸς μείζονα πόθον ἐκκαίουσι, πολὺ μᾶλλον ἐκείνη τούτοις σοι τὸν λογισμὸν ἀνεπτέρωσε κομψευομένη δικαίως, ὅτι κατὰ ζῆλον αὑτῆς τὴν καλλίστην ἐδημιούργεις θεόν. ταῦτα πάντως ἑώρας, ταῦτα καλῶς ἐμιμήσω.
29.2.62 αὐτὴν δοκῶ μοι Φρύνην θεωρεῖν. πολλά σου θεασάμενος ἔργα τοσαύτην εἶδον μίμησιν οὐδαμοῦ. τί γὰρ ἂν ἄμεινόν τις ποιήσειεν ἢ πρόσωπον ἐρωμένης; ἣν ἐγρηγορὼς καὶ καθεύδων κἂν διαλέγηται κἂν σιγᾷ κἂν μόνος ὑπάρχῃ κἂν ἑτέροις που τύχῃ συνὼν κἂν ἀργῇ κἂν τύχῃ τι πράττων, τῇ διανοίᾳ περιφέρων οὐ παύεται. ὅσον οὖν ἄγαμαί σου τῆς τέχνης, τοσούτῳ μᾶλλον ἀποβάλλω τὸ δημιούργημα πάντα τῇ πόρνῃ προσεοικὸς καὶ ψέγω τὴν μίμησιν.
29.2.63 εἰ μὲν γὰρ αὐτὸς ἔσπευδε τὴν εἰωθυῖαν τῇ δαίμονι διατυπῶσαι μορφήν, ἐφιλονείκει δέ πως ἡ ὕλη καὶ οὐκ ἦν εὐπειθὴς τῇ χειρὶ καὶ πρὸς ἕτερον εἶδος αὐτὴν ἐβιάζετο μηδαμοῦ τοῦτο παθοῦσαν, εἰς ὀργὴν Ἀφροδίτης ἀνέφερον ἂν τὸ γενόμενον οὐ βουλομένης οἷς ὤργισται τὴν ἰδίαν ὑπάρχειν εἰκόνα· νῦν δὲ τὰ γράμματα μὲν Ἀφροδίτη, Φρύνη δὲ τὸ ἄγαλμα. ὁ δὲ τοῦ γράψαντος ἔρως συνᾴδει μὲν τῇ μορφῇ τῆς εἰργασμένης, ἀντιφθέγγεται δὲ τοῖς γεγραμμένοις. θαυμάζω δέ, εἰ τέχνην ἐπιτηδεύων σκοπὸν ποιουμένην τὴν μίμησιν τὸ πᾶσι πρόχειρον ἔοικας ἀγνοεῖν, ὡς οὐκ ἂν ἕλοιτό τις ἑαυτοῦ σφόδρα καλλίων γραφῆναι τοῦ μὴ τὴν γραφὴν ἑτέρου τινὸς ὑποπτεύεσθαι· εἰ δὲ μὴ καλλίων, τίς ἂν ἐλάττων βούλοιτο γράφεσθαι; τίς δὲ Ἀφροδίτης ἐλάττων οὐ πέφυκεν; Ἀκούω τοίνυν αὐτὸν ξενικῷ τινι παραδείγματι πειρᾶσθαι πείθειν ὑμᾶς, ὅτι προσίεται καὶ φιλεῖ τὸ χρῆμα τῶν ἑταιρῶν ἡ Διώνης.
29.2.65 Ξέρξου γὰρ ἐπὶ τὴν Ἑλλάδα στρατεύσαντος, ὅτε τὸν Ἑλλήσποντον διαβαδίσας ἀφίκετο, μεγάλου τοῖς Ἕλλησι περιεστῶτος κινδύνου τότε, φασί, τὰς ἑταίρας Κορίνθιοι παρεσκεύασαν προσεύξασθαι τῇ θεῷ τὴν Ἑλλάδα ῥύσασθαι. καὶ διέσωσε. καὶ τούτῳ μάλιστα Πραξιτέλης ἥκει τῷ λόγῳ θαρρῶν.
29.2.66 οὐ γὰρ δήπο υ , φησίν, ἐν Κορίνθῳ μὲν αὐτὰς ἀγαπ ᾷ , παρὰ δὲ Σπαρτιάταις μισε ῖ . ἐγὼ δὲ τὴν Ἀφροδίτην ἡγοῦμαι πανταχοῦ μὲν τὰς ἑταίρας μισεῖν, πανταχοῦ δὲ τοὺς ἠδικημένους οἰκτείρειν. οὔκουν χάριτι τῇ πρὸς ἐκείνας τὴν Ἑλλάδα διέσωσεν, ἀλλ’ ἀδικουμένοις εὐνοοῦσα τοῖς Ἕλλησι τὰς ἐκείνων ἱκετείας ἐδέξατο. τί οὖν τὰς πα ρ ’ αὑτοῖς ἐλευθέρας ὁρῶντες εὐχομένας τὴν Ἑλλάδα σωθῆναι μὴ τὰς ἐκείνων ᾠήθησαν ἐξαρκεῖν ἱκετεία ς ; ἔδοξεν, οἶμαι, τοῖς Κορινθίοις οἷα κοινοῦ τὴν Ἑλλάδα περιέχοντος φόβου δημοτελεῖς προσάγειν δεήσεις τοῖς Ὀλυμπίοις, οὓς εἰκότως ἡγοῦντο τοσούτῳ μᾶλλον ἐπισπᾶσθαι πρὸς ἔλεον, ὅσῳ τὸν κίνδυνον ὑπέφαινον μείζονα.
29.2.67 ᾤοντο δὲ μέγα φανῆναι τὸ δέος, εἰ φανεῖεν καὶ γυναικῶν δεηθέντες καὶ τούτων τῇ Φρύνῃ προσομοίων. καὶ ἅμα βουλόμενοι παρὰ τοιοῦτον καιρὸν μηδένα μηδὲν ἄτοπον ἐννοεῖσθαι καὶ πράττειν ἀσχολίαν τινὰ τὰς εὐχὰς ταῖς ἑταίραις ἐξεῦρον. τί οὖν ἐκ πάντων 〈τῶν〉 θεῶν αἱ Κορινθίων ἑταῖραι τὴν Ἀφροδίτην προσεύξαντο; ὅτι γάμου μὲν αὕτη προέστηκεν, αἱ δὲ τοιαῦται γάμου παραβαίνουσι νόμους, οὓς ἔθηκεν ἡ θεός.
29.2.68 ἣν οὖν εἰώθεσαν ἐν ἀδείας καιρῷ παρορᾶν, ταύτην ἵλεων ἔδει ποιήσασθαι κινδύνου συμβάντος, ὃν ἐκφεύγειν ἡγοῦντο λαχοῦσαι τὴν θεὸν εὐμενῆ, ὥσπερ ἄν, εἴ τις ἀγὼν τὸν Ἑρμῆν εἰς συμμαχίαν ἐκάλει, ἔδει καὶ τοὺς ἀδίκως χρωμένους νόμοις ῥητορικοῖς ἱκετεῦσαι καὶ πρὸς εὐμένειαν αὐτὸν ἐφελκύσασθαι, ἵνα μὴ τῇ περὶ τούτους ὀργῇ πρὸς τὴν ἐναντίαν ἀποκλίνῃ μερίδα. οὕτω καὶ δειλὸς ἀνὴρ ἐν πολέμῳ τὸν Ἄρεα συνελθεῖν ἱκετεύει οὐ χαίροντος, οἶμαι, δειλίᾳ τοῦ Ἄρεως.
29.2.69 οἱ γάρ, ἕως αὐτοῖς ἀκινδύνως ἔχει τὰ πράγματα, θεοὺς ἀτιμάζοντες οὗτοι κινδύνου συστάντος πλέον ὑφορῶνται καὶ τιμῶσι τὸ θεῖον. Ἔτι τοίνυν ἐκ τοῦ σοῦ παραδείγματος καταφανές σοι ποιήσω μὴ χρῆναι τοιαύτην τῇ δαίμονι περιάπτειν ὑπόνοιαν.
29.2.70 εἰ γὰρ οὐδὲν ἔμελε ταύτῃ γυναικῶν εὐκοσμίας, ἀλλὰ τὰς ἀσέλγειαν διωκούσας ἠσπάζετο, τί μὴ τοὺς Ἕλληνας δέδωκεν ἐπιοῦσι τοῖς Μήδοις ἑλεῖν, ἵνα μεστὴν ἑταιρῶν τὴν Ἑλλάδα ποιήσῃ; τί γὰρ οὐκ ἂν ἔδρασαν ἀσελγὲς εἰς αἰχμάλωτα γύναια πολέμιοί τε καὶ βάρβαροι τρυφῶντες τῇ νίκῃ; Ἡγοῦμαι μὲν οὖν καὶ τῷ Πραξιτέλει τὴν θεὸν χαλεπαίνειν τοιαῦτα θρασυνομένῳ· οὐ μὴν ἀλλὰ φήσειεν ἄν τις αὐτῷ συγγνώμην εἶναι τὸ φίλτρον, ᾧ δουλωθεὶς τὴν διάνοιαν οὐ λίαν αἰσθάνεται τῆς ἀσεβείας.
29.2.72 μιᾶς γὰρ οὔσης ἀεὶ τῷ ποθοῦντι σπουδῆς ἐκ παντὸς θεραπεύειν τρόπου τὴν ἐρωμένην οὐ θεῶν εἰσέρχεται δέος, οὐ λογισμὸς αὐτῷ γίνεται καὶ φροντὶς αἰσθανομένων ἀνθρώπων, ἀλλὰ πᾶσιν ὑπάρχων καταφανὴς οἴεται πάντας λανθάνειν· εἰ δὲ καὶ μὴ λαθεῖν ὑποπτεύει, συγγνώμης ἡγεῖται τυχεῖν· εἰ δὲ καὶ ψόγον λάβοι τινὰ κατὰ νοῦν, ὀλίγον φροντίζει διαβολῆς. ταῦτα τὸν Πραξιτέλην ἀνέπεισεν ἐν ἑταίρας εἴδει τὴν Ἀφροδίτην ποιῆσαι εἴτε λαθεῖν ἡμᾶς ἡγησάμενον εἴτε συγγνῶναι μαθόντας εἴτε μεμφομένους ἀλόγως κατηγορεῖν. ἀλλὰ τούτῳ μὲν ἔστω συγγνώμη τὸ φίλτρον, ἡμεῖς δὲ ποίαν παραίτησιν ἕξομεν ἐν ἀτυχήμασιν ἁμαρτάνοντες; εἰ γὰρ ἔτι σωφρονιζόμενοι δυσσεβοῦμεν, πότε τὸ θεῖον τιμᾶν παιδευόμεθα; Δέδοικα τοίνυν, μὴ τοιαύτας τὸν τρόπον ἡμῖν ἡ θεὸς ἀπεργάσηται τὰς γυναῖκας, οἵαν ταύτην ἡμεῖς ἀπεικάσαμεν, ἐπεὶ καὶ τοὺς Σκύθας ποτὲ συλήσαντας αὐτῆς τὸν νεὼν γυναῖκας ἐποίησε τῇ διαθέσει τοῦ βίου καὶ ταῦτα τῆς φύσεως ἐναντιουμένης τῷ πάθει.
29.2.75 Χωρὶς δὲ πάντων, θέαμα βλαβερὸν ἑταίρας εἰκών. φιλεῖ γὰρ συνδιατίθεσθαι τοῖς ὁρωμένοις ἡ γνώμη τῶν θεωμένων· ἂν ἀνδρεῖον ἴδῃ τις πρόσωπον, νεανικόν τι φρονεῖ· ἂν κόσμιον εἶδος, λογίζεταί τι σεμνόν· ἂν γύναιόν τι ἀσελγές, αἰσχρόν τι φαντάζεται. οὐ τοίνυν αἰσχρὰν ἔννοιαν μόνον, ἀλλὰ καὶ γέμουσαν ἀσεβείας τοῖς ὁρῶσιν εἰσάγεις.
29.2.76 ἐπειδὴ γὰρ ἀφανεῖς ἡμῖν θεοί, ἀπὸ τῶν εἰκόνων ἕκαστον ἀναπλάττομεν τῇ διανοίᾳ. δίδωσιν οὖν ἡ Φρύνη τοιαύτην τεκμαίρεσθαι τὴν θεόν, οἵαν ὑποπτεύειν οὐ χρή. Παρὰ πάντα δὲ τὰ λεχθέντα, τίς ἂν εὐσχήμως δύναιτο σωφρονίσαι γυναῖκα τὰ Φρύνης ἁμαρτάνουσαν ἐξ ἴσου τοῖς οὐρανίοις τιμῶν τὴν Φρύνην; εἰσὶ μὲν γὰρ κοσμιώτεραι τῶν ἄλλων αἱ Λάκαιναι, οὐ μὴν ἑκάστην εἰκὸς τοσοῦτον ἐγκρατείᾳ νικᾶν, ὅσον ἁμιλλᾶσθαι πρὸς ἀνευθύνους ἐπιθυμίας.
29.2.78 εἰ γὰρ αἰσχύνην καὶ τιμωρίαν συμμάχους ἡ σωφροσύνη λαβοῦσα μόλις ἀνθίσταται τῇ προπετείᾳ τῶν ἡδονῶν, πῶς ἂν μαχέσαιτο βοηθείας γεγυμνωμένη τῆς μὲν αἰσχύνης ἀνῃρημένης, εἰ δεξόμεθα τὴν Φρύνην, τῆς δὲ τιμωρίας οὐδενὸς εὐπροσώπως δυναμένου παιδεῦσαι παροινοῦσαν γυναῖκα; ταῦτα οὖν ἀνεκτά, ταῦτα τῇ Λακεδαίμονι πάτρια; οὐ λήψεσθε κατὰ νοῦν, ὡς οὐδὲ τοὺς παῖδας τοὺς ἄρτι τῆς μήνιδος ἀρξαμένους τῆς Ἀχιλλέως διέλαθεν ἡ καθελοῦσα τὴν Τροίαν γυνή; κίνησις γὰρ αὕτη μεγίστη δὴ τοῖς Ἕλλησι πρὸς βαρβάρους ἐγένετο καὶ δέκατον ἔτος ὁ πόλεμος εἰς ἑαυτὸν ἐδαπάνησεν.
29.2.80 εἶτα μίαν μὲν Λάκαινάν τις ὑβρίζων κοινὸν πόλεμον ἐφ’ ἑαυτὸν συγκροτεῖ, Πραξιτέλης δὲ πολλαῖς ἀκολασίας ἐξουσίαν διδοὺς οἰχήσεται τὴν ἐκκλησίαν λαβών; καὶ μία μὲν ἠναγκασμένη μὴ σωφρονεῖν τὴν Ἑλλάδα κινεῖ, πολλαὶ δὲ τὴν ἀσέλγειαν ἐπαινεῖν ὑπὸ τῆς τούτου παιδευόμεναι τέχνης οὐ λυποῦσι τὴν Σπάρτην; καίτοι γυνὴ μὲν βιασθεῖσα τῇ ψυχῇ σωφρονεῖ, πειθομένη δὲ καλὸν εἶναι τὸ χρῆμα πρὸ τοῦ σώματος διέφθαρται τὴν ψυχήν. εἰ δὲ καὶ ἄδειαν ἀσελγείας αὗται λαβοῦσαι τῆς αὐτῆς ἀντέχονται σωφροσύνης, πολὺ χαλεπώτερον τοιαύτης ἄγαλμα γυναικὸς παρὰ τοιαύταις ἑστάναι.
29.2.81 τὴν μὲν οὖν ὑμετέραν, ὦ Λακεδαιμόνιοι, σωφροσύνην οὐ πάνυ τι πείθομαι τὴν εἰκόνα σαλεύειν· τίς δὲ τῶν ἄλλων Ἑλλήνων ἀκηκοώς, ὡς ἔστιν ἑταίρα τις ὄψεως ὥρᾳ τοσοῦτον χειρουμένη τὸν θεατήν, ὥστε κατὰ ζῆλον ἐκείνης Ἀφροδίτην Σπαρτιάταις ἱδρῦσθαι, τίς ὑπὸ τοιαύτης ἀγγελίας οὐ πλήττεται τὴν καρδίαν ἐρωτικῶς; τίς οὐ φαντάζεται κάλλος ἄμαχον εἶναι τὸ γύναιον τοῦτο καὶ πάσης ἰσχυρότερον ἐγκρατείας, ἄλλως τε τὸ τῆς Λακεδαίμονος ὄνομα, σεμνοὺς γὰρ εἶναι τοὺς Λάκωνας λόγος κατέχει, δεινὸν τοὺς ἀκούοντας δελεάσαι καὶ λαμπροτέρας μορφῆς ἔννοιαν αὐτοῖς παρασχεῖν; εἰ μὲν γὰρ παρ’ ἑτέροις εἱστήκει τὸ ἄγαλμα, οἷς εὐκοσμίας ἔλαττον μέλει, ἧττον ἂν τῆς ἑταίρας τὸ εἶδος παρὰ τοῖς ἀκούουσιν ἐθαυμάζετο λογιζομένοις, ὅτι τοῖς περὶ φίλτρον σωμάτων ἐπτοημένοις ὀλίγης δεῖ πρὸς ἔρωτος κίνησιν εὐπρεπείας· νῦν δὲ τὸ τῆς Λακεδαίμονος κόσμιον πολυύμνητον αὐτὴν ἀπεργάσεται.
29.2.83 οὐκοῦν τὸ Πραξιτέλους ἄγαλμα τῇ μὲν Φρύνῃ πολλοὺς ἐραστὰς πολλαχόθεν ἀγείρει, ὄνειδος δὲ Σπαρτιάταις ἀφόρητον προξενεῖ. τί γὰρ ἀνήκοον αὕτη καταλείψει τοῦ πράγματος; ὁπόσον μὲν ἐντεῦθε φρόνημα κτήσεται; πόσῳ δὲ χρήσεται κόμπῳ ῥημάτων; καὶ στᾶσα πολλάκις τοῦ ἀγάλματος ἐναντίον πλήθους, οἷον εἰκός, περιεστῶτος αὐτὴν πρὸς ἕκαστον ἀποβλέπουσα μειδιάσει δεικνύναι βουλομένη τῷ γέλωτι, κατὰ μίμησιν τίνος πεποίηται; οὐ φέρω τὴν ἐκείνης ἀλαζονείαν ὑπογράφων τῷ λογισμῷ, οὐ φέρω τῶν ἐραστῶν ἀκούειν δοκῶν νέαν Ἀφροδίτην ἀποκαλούντων.
29.2.84 ἀποπνίγομαι λαμβάνων εἰς ἔννοιαν, οἷα ταῖς ὁμοτέχνοις διηγήσεται γυναιξίν· ἴστε που τὸν ἐμὸν Πραξιτέλην τὸν ἡδύ ν , τὸν ἀστεῖο ν , τὸν τῶν ἀγαλμάτων λέγω δημιουργό ν · τοιούτους ὑμῖν ἐραστὰς θεασαίμη ν .
29.2.85 ἀπέδωκέ μοι τοῦ πόθου τὰς ἀμοιβὰς παραπλησίαν με κρίνας τῇ τὸν Ἔρωτα τεκούσῃ θε ῷ . ἀλ λ ’ ἀντεῖπέ τις δύσκολος —τοῦτο γὰρ ἐμὲ προσερεῖ— καὶ λόγον ἐκείνου μακρὸν ἀναλώσαντος εἷλον ἐγὼ τῆς Σπάρτης τὸν σώφρον α , τὸν σεμνό ν , τὸν μισοῦντα τὰς ἡδονά ς . τοιούτων ῥημάτων ἐμοὶ προσηχούντων ταῖς ἀκοαῖς ὀδύνης ἐμπίπλαμαι καὶ θυμοῦ. Οἶμαι τοίνυν αὐτὸν εἰς ἐσχάτην ἀπορίαν συνελαθέντα καταφεύγειν ἐπὶ τὴν τῶν μύθων προπέτειαν καὶ λέγειν, ὡς ἄρα πολλάκις ἠξίωσαν ἀνθρώποις ἐοικέναι θεοί.
29.2.86 εἶτά με λοιπὸν ἐρωτᾶ ν · τί οὖν ἥμαρτε Πραξιτέλης γυναικὶ τὴν Διώνης εἰκάσας καὶ ταῦτα καλ ῇ ; ταῦτα γυνὴ πρεσβῦτις μυθολογείτω παιδίοις εὐκόλως θελγομένοις τὰ ὦτα καὶ πρὸς ὕπνον πολλάκις ὑφ’ ἡδονῆς ἑλκομένοις καὶ ταῦτα νικᾶν ἐπιχειροῦσι τὸν ὕπνον, ἵνα μὴ τῶν λεγομένων ἀνήκοοι γένωνται.
29.2.87 πόθεν γάρ, εἰπέ μοι, τοιαύτης ἀνέξομαι φλυαρίας; πόθεν ἐμαυτὸν πιθανῶς ἀπατήσω; ὅτι, νὴ Δία, ποιητῶν ᾄδουσι παῖδες; οὐκοῦν φθέγγεται μὲν ἵππος ἀνθρωπείᾳ φωνῇ, φθέγγονται δὲ ποταμοί, ταραχὴ δὲ καὶ στάσις ἔχει τὸν οὐρανὸν ὑπὲρ τῶν Τρώων καὶ Ἀχαιῶν, καὶ φοιτῶσί τινες ἄνωθεν ἐπὶ γῆν καὶ γίνονται τραυματίαι καὶ χειρὸς ἀνθρωπίνης ἔργον εἰσὶν αἱ πληγαί; ἢ οὐχὶ καὶ ταῦτα ποιητῶν ᾄδουσι παῖδες; πλὴν εἴ τις φιλόμυθος ὑπολάβοι θεοὺς ἀνθρώποις ἐοικέναι πολλάκις, τὸ σὸν ὁμοίως ἁμάρτημα σώζεται.
29.2.89 εἰ γὰρ καὶ γυναιξὶν εἰκάζουσι τὰς θεάς, οὐ τῇ Φρύνῃ παρομοίαις τὸν βίον. οὕτω θρασύτερος ὤφθη τῶν μύθων ὁ Πραξιτέλης. ἐπεὶ δὲ ποιητικῆς αὐθαδείας ἐπιθυμεῖ, παρασύρωμέν πως τὴν ἡμετέραν διάνοιαν καὶ ποιητὴν αὐτὸν ὑπολάβωμεν γεγενῆσθαι.
29.2.90 εἰ τοίνυν ἔπη μὲν οὗτος ἐποίει, ὁ δὲ Πύθιος ἔχρησε τὴν θεὸν ὕμνῳ πρὸς εὔνοιαν ἕλκεσθαι, ἡμεῖς δὲ τὸν ὕμνον αὐτῷ προσετάξαμεν ᾄδειν, ἆρα ἂν ἐδόκει διαπράξασθαί τι ποιητικόν, εἰ τὴν Ἀφροδίτην ἀφεὶς ὕμνησε τὴν Φρύνην Ἀφροδίτης ὕμνος ἐπιγράψας τοῖς ἔπεσιν; Ἀριθμείτω δὴ Πραξιτέλης τὸ πλῆθός μοι τῶν κακῶν, ὧν αἴτιος ἔσται τῇ Λακεδαίμονι.
29.2.91 πρῶτον μὲν γύναιον καὶ τοῦτο Φρύνην ἕξομεν ἄγαλμα. εἶτα τοῖς Ἕλλησι τὴν πρὸς τὰς ἡδονὰς ἀνοίξομεν παρρησίαν. καὶ τὰ μὲν ἤδη γεννώμενα βρέφη τῆς ἀπρεπείας οὐ παύσεται, τὰ δὲ εἰς φῶς ἐκ τούτων ὕστερον προϊόντα τῆς μητρῴας κληρονομήσει μορφῆς. εἰ γὰρ ἄνευ θείας ὀργῆς οὐ ῥᾳδίως δυσειδὴς τίκτει γυνὴ θυγάτριον εὐπρεπές, ἦ που θυμουμένης τῆς Ἀφροδίτης; ἐγὼ δὲ τὴν θεὸν προσεδόκων ἵλεων ἡμῖν γινομένην τοῦ τε λοιποῦ βρέφη καλὰ διδόναι τῇ Σπάρτῃ καὶ τῶν ἤδη τεχθέντων θεραπεύειν τὴν ἀμορφίαν.
29.2.93 οὐ γὰρ ὑπερβαίνει τὴν Ἀφροδίτης ἰσχύν, ὅπερ τὴν Ἑλένην φασὶ διαπράξασθαι. ἐρῶ δὲ λόγον ὑμῖν οἰκεῖόν τε καὶ σαφῆ· Λακωνικόν τε γὰρ τὸ διήγημα καὶ οὐ πολὺς ἀφ’ οὗ γέγονε χρόνος. Ἀρίστωνι τῷ Σπαρτιάτῃ γύναιον ἦν ὡραιοτάτη πασῶν, ὅσαι τὴν Σπάρτην οἰκοῦσι, καὶ ταῦτα δυσειδής, εἴπερ τις ἄλλη, τεχθεῖσα, ὥστε καὶ ἡ τιτθὴ τοῦ βρέφους αὐτή τε βαρέως φέρουσα τὸ συμβὰν καὶ τοὺς τοῦ παιδίου γονεῖς ἐλεεινὸν ὁρῶσα ποιουμένους τὸ πρᾶγμα πρὸς τὸ τῆς Ἑλένης βαδίζουσα τέμενος—ἤδη γὰρ ἐγεγόνει θεὸς ἡ Ἑλένη—ἱκέτευεν ἰάσασθαι τὸ δεινόν.
29.2.95 συνήλγησεν ἀμφοτέροις, τῷ παιδίῳ τοῦ εἴδους καὶ τῇ τροφῷ τῆς ἀθυμίας. κελευσάσης οὖν, ὅ τι φέροι ταῖς ἀγκάλαις, δεικνύναι ἡ μὲν ἔδειξε τὸ παιδίον, ἡ δὲ τοῦ μὲν ἥψατο τῆς κεφαλῆς, τὴν δὲ τιτθὴν ἐκέλευσεν ἀθυμεῖν μηκέτι προειποῦσα τὸ παιδίον ἐκεῖνο τοιαύτην ἔσεσθαι κόρην, οἵαν γενομένην Ἀρίστων εἰλήφει γυναῖκα. ταῦτα ποιῆσαι τὴν Ἑλένην πιστεύοντες τὴν Ἀφροδίτην οὐ φήσομεν ὅμοια δύνασθαι πράττειν; θαυμάζω τοίνυν, ὅπως οὐ τοῦτο λαβὼν τὸ παράδειγμα κατὰ νοῦν ἔδεισας, μή ποτέ σοι τὴν ἐρωμένην ἀπρεπῆ καταστήσῃ.
29.2.96 τῆς γὰρ αὐτῆς ὑπάρχει δυνάμεως γυναῖκα δυσειδῆ καλλωπίσαι καὶ τὴν ὡραίαν μετενεγκεῖν εἰς ἐναντίαν μορφήν· μᾶλλον δέ, μείζονος δεῖται ῥοπῆς ἡ τῆς ἀπρεπείας μεταβολή. κάλλος γὰρ καὶ ἄλλοις ἐπιβουλεύεται τρόποις ἢ χρόνῳ μακρῷ δαπανώμενον ἢ νόσῳ πολλῇ· ὥστε σὲ λίαν ἐχρῆν ὑπὲρ τῆς Φρύνης δεδοικέναι, εἰ μή που ταύτης ἡγήσω τὸ κάλλος ὑπερβαίνειν τὴν Ἀφροδίτης ἐπιβουλήν.
29.2.98 Ἀλλὰ πρὸς τὰ τῆς Σπάρτης ἐπάνειμι βρέφη, ὡς ἀδικεῖ ταῦτα Πραξιτέλης καλὰ γενέσθαι μὴ συγχωρῶν. ὑπολάβετε τοίνυν τὰς τεκούσας ἄρτι γυναῖκας αἰσθομένας τῶν γινομένων δρόμῳ μὲν οἴκοθεν ἐξιέναι, βοᾶν δὲ παρ’ ὅλην τὴν ἀγορὰν φερούσας τὰ θήλεα βρέφη, ὅπως φανέντα τοῖς συναντῶσι παροξύνῃ τῇ θέᾳ καὶ πλείονα πρὸς τὴν ἐκκλησίαν ὄχλον ἀθροίσῃ. ταῦτα δόξατε θεωρεῖν καὶ κύκλῳ περιεστῶτα τὸν Πραξιτέλην τὰ γύναια, τὴν μὲν ἄγχουσαν αὐτοῦ τὸν αὐχένα, τὴν δὲ τῆς κόμης λαμβανομένην, τῆς ἐσθῆτος ἑτέραν, ἄλλην ἐπαινοῦσαν ἐκείνας καὶ πικρότερα ποιεῖν ἐρεθίζουσαν, οἷα φιλοῦσιν ἠδικημέναι γυναῖκες, ἑκάστην δὲ τὴν ἰδίαν ὑποδεικνύουσαν τούτῳ γονὴν πυνθανομένην, εἰ δύναιτο τὸ τῶν παιδίων αἶσχος ἡ Φρύνη μεταβαλεῖν.
29.2.100 ἴθι δή, σκέψαι καὶ σκόπει, τί ἂν ἀποκρίναιο τοιαῦτα πυνθανομέναις ταῖς γυναιξίν. ἢ δῆλον ὡς ἀπορήσας συγκαλυψάμενος πειράσῃ φυγεῖν; ἐγὼ δέ σε ἠξίουν, εἰμὶ μὲν ἄπειρός σου τῆς τέχνης, ἐπιτάξειε δ’ ἂν καὶ ἰδιώτης ἀνὴρ ἐπιστήμονι. εἴπερ οὖν σύμβουλος ἐγενόμην σοι τῆς ἐργασίας, ἔφην ἂν οὑτωσί πως· ἡδὺ μὲν ὁρῶσαν τὴν Ἀφροδίτην ἐμοὶ δημιούργησο ν , ἱλαρά τε γὰρ ἡ θεὸς καὶ τοιαύτην εὐχόμεθα τῇ Σπάρτῃ γενέσθα ι · μὴ καθαρὸν δὲ καὶ ἄκρατον ἐργάσῃ τὸ προσηνέ ς , ἀλ λ ’ οἷον ἂν γένοιτο πρᾷον ἄρτι παυσαμένου θυμο ῦ , ἵνα τῆς ἐργασίας οὕτω πεποιημένης τὸ μὲν ἥμερον ἡμᾶς εἰς εὐθυμίαν προτρέψητα ι , τὸ δὲ θυμοειδὲς ὑπόμνημα γένηται τοῦ μὴ δεῖν Ἀφροδίτης ἔτι καταφρονεῖ ν .
29.2.102 Ἐμοὶ μὲν οὖν, ὦ παρόντες, οὐ θυγάτριόν ἐστιν, οὐ γυνή, οὐ γάμου τέως ἐλπίς· πλὴν οἰκτείρω τοὺς ἄλλους τῆς ἀπρεπείας τῶν θυγατέρων. μὴ τοίνυν ἀπειθήσητε τοῖς εἰρημένοις, ὅπως ὑμεῖς τε μετὰ καλῆς παιδοποιήσετε προσδοκίας ἐγώ τε μετὰ χρηστῆς ἐλπίδος λήψομαι σύνοικον, εἴ μοί ποτε καὶ δόξειε γῆμαι. ἀλλὰ καὶ σοί, Πραξίτελες, παραινῶ παύσασθαι λοιπὸν τῆς Φρύνης, καὶ μάλιστα μέν, εἴπερ οἷόν τε, σωφρονεῖν, εἰ δέ σοι πόθος ὡραίας ἐστὶ γυναικός, Λάκαιναν ἀγαγέσθαι κοσμίαν ὁμοῦ [τε] καὶ καλήν.
30 T 1 Η ΔΙΑΛΕΞΙΣ ὅτι τὸ μέτριον φρόνημα τὰς εὐπραγίας οὐκ ἐᾷ διαλύεσθα ι .
30.1.1 Τιμολέοντι τῷ Κορινθίῳ συνῴκει μὲν Ἀρετή, Τύχη δὲ ἠκολούθει, ἔρις δὲ αὐταῖς οὐ μικρὰ συνειστήκει. ἡ μὲν ἔσπευδεν, ὅπως ἀγαθὸς εἶναι δόξειε πλέον ἢ ὅσον ηὐτύχει, ἡ δέ, ὅπως εὐδαίμων ἢ ὅσον ἀγαθὸς ἐπεφύκει. ἀτὰρ οὐ πέρας εἶχεν ἡ ἔρις· ἐξ ἴσου γὰρ ἄμφω ἀλλήλαις ἁμιλλώμεναι διετέλουν. ἦ που μύθῳ ἔοικε τὸ λεγόμενον—ἢ πότε Τύχη πρὸς ἄνθρωπον βεβαίας ἐποιεῖτο συνθήκας; ἣ καὶ τὸν Κόνωνος παῖδα μετέωρον ἄρασα εἶτα ἀπέλιπεν.
30.1.2 ἀλλ’ ἐκεῖνος μὲν ὑπέκνισε τὴν θεὸν ἅπαντα ἑαυτοῦ φήσας εἶναι τὰ ἔργα, ὁ δὲ οὐδὲν ᾤετο ἴδιον εἶναι, ἀλλ’ εἴ που μέγα τι ἔπραττεν, τοῦτο ἐκείνῃ φέρων ἐδίδου. οὕτω μέτριός τις ἦν καὶ πόρρω ἀλαζονείας. τοῦτο Ἐπαμεινώνδας ἐδίωκέ τε καὶ ἐζήλου τὸ ἦθος.
30.1.3 ἐπειδὴ γὰρ ἐν Λεύκτροις ἐνίκα τὸ τρόπαιόν τε εἱστήκει Θηβαίοις ἀπὸ Λακεδαιμονίων, νὺξ ἐν μέσῳ, ὁ δὲ ἐσθῆτα ἐνδὺς ῥυπῶσάν τε ἅμα καὶ φαύλην ὧδε ἔχων προῄει πρόσωπόν τε ἐδείκνυ τῇ ἐσθῆτι συνᾷδον, ὥστε καὶ ἐθαύμασέ τις καὶ τὸ θαῦμα σιγῇ φέρειν οὐκ εἶχεν, ἠρώτα δέ, ὅ τι οἱ τοῦτο ἐθέλει τὸ σχῆμα. ὁ δὲ τὰ Λευκτρικ ά , ἔφη, τοῦτό μοι περιέθηκ ε · συνέστειλα γὰρ ἐμαυτό ν , ὅτι μοι χθὲς ἐκούφισε τὴν ψυχὴν ἡ τῆς ἡδονῆς ἀμετρί α . ὡς καλὸς μὲν ὁ Θηβαῖος, ὅτι αὐτὸς ἑαυτῷ καθεῖλε τὸν ὄγκον, ἀμείνων δὲ ὁ Κορίνθιος, ὅτι ὅλως οὐδὲν ἐφρόνησε κοῦφον. ἐκείνοις μὲν οὖν τὸ εὐδαιμονεῖν διελήλυθεν ἄχρι καὶ ἐς αὐτὸ τοῦ βίου τὸ τέρμα, ἐγὼ δὲ ὑμῖν ἀπέδωκα τὴν ὑπόσχεσιν, ἥν μοι ὁ πρόλογος ἐπηγγείλατο.
31 T 1 〈Η ΔΙΑΛΕΞΙΣ.〉 ὅτι λόγου μηκυνομένου τὸν παριόντα δεῖ μεταξὺ πρόλογον ἐπιδείκνυσθα ι .
31.1.1 Τὰς εὐωχίας οἱ Πέρσαι ἥδιον αὑτοὺς λέγουσι μᾶλλον ἢ Ἕλληνας ἑστιᾶσθαι. καὶ λέγοντες οὕτω τὴν αἰτίαν ἀποδιδόασιν. ἡμῖν γά ρ , φασίν, οὐ νόμος ἀθρόα τὰ ὄψα ἐσθίει ν , συχνὰ δὲ ἐν μέσῳ τραγήματα παραφέρετα ι . καὶ τὴν ἀπὸ τοῦδε ἡδονὴν οἴονται πρὸς τὰ σιτία τὸν ἔρωτα αὑτοῖς ἐρεθίσαι. ἆρ’ οὖν, ὦ φιλότης— ἐς μῆκος γάρ μοι ἐκτείνεται ἤδη ὁ λόγος—, οὐ καλὸν ἂν εἴη μιμήσασθαι Πέρσας καὶ μεσοῦντος αὐτοῦ τραγήματα ὑμῖν διάλεξιν ἐπιθεῖναι, ἵνα μὴ μόνον ἀδελφὸς ἀνδρίζοιτο, τὸ τοῦ λόγου, ἀλλὰ καὶ ἀδελφὴ ἐπαμύνοι; ἰδέα γὰρ ἀνειμένη κηλοῦσα τὰ ὦτα τὸν ἀπὸ τοῦ συντόνου πραΰνει τοῖς ἀκούουσι κόπον.
31.1.3 ἦ που καὶ Ἀλυάττης ὁ Λυδὸς ταῦτα ἐφρόνει. καὶ διὰ τοῦτο ἄρα ἐκεῖνος ἐπεστράτευε Μιλησίοις ὑπ’ αὐλῶν γυναικείων τε καὶ ἀνδρείων οὔτοι αὐλητρίδας ἔχων καὶ αὐλητάς—τί γὰρ γυναικὶ καὶ πολέμῳ;—ἀλλὰ θηλυπρεπῆ τε καὶ σύντονον αὔλησιν, ὅπως ἡ μὲν ἀκονήσειε τὸν θυμόν, ἡ δὲ θέλγοι αὐτῷ καὶ ἀναπαύοι τὸ στράτευμα. Ο ΛΟΓΟΣ ΥΠΕΡ ΤΩΝ ΕΝ ΔΙΟΝΥΣΟΥ ΤΟΝ ΒΙΟΝ ΕΙΚΟΝΙΖΟΝΤΩΝ.
32.1.t Θεωρία. Οἱ συμμαχοῦντες ὑπόπτοις πράγμασι λόγοι τῇ μὲν γλώττῃ τοῦ παριόντος φέρουσι κόσμον, τῷ δὲ τρόπῳ διαβολήν.
32.1.1 δεῖ δὲ μήτε τὴν ἄδικον ὑπόνοιαν εὐλαβεῖσθαι μήτε βιάζεσθαι τὴν ἀλήθειαν· τὸ μὲν γὰρ ἀπίθανον, τὸ δὲ γέμει δειλίας. ὧν οὐδέτερον οἶμαι ῥήτορι πρέπειν. διὰ τοῦτο τῆς ῥητορικῆς ἡ πηγή, Θουκυδίδης ὁ τὸν Δημοσθένην πολλάκις ἀρδεύσας, ἐπαινέτης εἶναι Περικλέους ἠξίωσεν οὔτε πρὸς ἀπόνοιαν ἀποκλίναντος οὔτε φρονήσαντός τι μικρόψυχον.
32.1.3 ὃν ἐγὼ παράδειγμα ποιησάμενος καὶ τὸ Πινδάρου λαβὼν κατὰ νοῦν, ὡς ὁ μέγας κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει, πάρειμι πρὸς ὑποψίαν ἀγωνιούμενος, οὐ πρὸς τὴν ἀλήθειαν πολεμήσων. οἷς μὲν οὖν ἦθος ἀστεῖον καὶ χάρις ἔμφυτος ἐπανθεῖ, τούτοις ἔστω μοι συνηγορία ἠθῶν ὁ λόγος· ὅτῳ δὲ φίλον κατὰ τὴν ποίησιν ἀναίτιον αἰτιάσασθαι καὶ σεμνότερος εἶναι δοκεῖν ἐθέλει τοῦ δέοντος, οὗτος γυμνάσιον καλείτω μοι τὴν ὑπόθεσιν.
32.2.t 〈Ὁ λόγος.〉 Μηδεὶς ὑμῶν, ὦ παρόντες, ὄνειδός μοι νομίσῃ τὴν ὑπόθεσιν φέρειν, εἰ πάντα μιμεῖσθαι τῶν λόγων ἀσκούντων τοῖς ὄνομα κεκτημένοις τὴν μίμησιν ἐπικουρήσων ἀφῖγμαι· ὅσῳ γὰρ ἀδίκως ἐν αἰσχρᾷ γεγόνασιν ὑποψίᾳ, τοσούτῳ μᾶλλον αὐτῶν ὑπερασπίσαι προήχθην, μεγίστην εἶναι νομίσας βάσανον ῥήτορος τοὺς μετὰ κινδύνων ἀγῶνας.
32.2.2 δεήσομαι δὴ πάντων ὑμῶν ἣν οὗτοι συνήθη ποιοῦνται πρὸς τὰ θέατρα δέησιν, ἱλαρῶς ἀκοῦσαι τοῦ λόγου μὴ πρὸς τὴν οὐκ οἶδ’ ὅπως κατέχουσαν βλέποντας δόξαν, ἀλλὰ τὴν τοῦ πράγματος ἀκριβῶς δοκιμάζοντας φύσιν. εἰ γὰρ πρὸς ἕνα κατήγορον οὐ ῥᾴδιον ἀντειπεῖν, ὅτι τῷ πρότερος λέγειν πλεονεκτεῖ λοιδορίαις καὶ σκώμμασιν ἐμφράττων τῷ συλλόγῳ τὰς ἀκοάς, πῶς ἄν τις πολλὴν ἐπιστομίσειε φήμην πάλαι κρατοῦσαν καὶ πλείστην καταχέουσαν τῶν μίμων διαβολήν; τολμήσω δὲ ὅμως τοὺς μὲν τοῦ κακῶς ἀκούειν, τοὺς δὲ τοῦ κακῶς δοξάζειν ἐλευθερῶσαι.
32.2.4 εἰ μὲν οὖν ἄμοιρος ταύτης ὑπῆρχον τῆς θέας, οὐδ’ οὕτως ἂν ἐκαρτέρουν συκοφαντουμένων ἀνθρώπων ὑπεριδεῖν· ἐπεὶ δὲ θεατὴς ἐγινόμην, ἡνίκα με πλείστων ἡγημένων ἱδρώτων εἰς ἀνάπαυλαν ὁ καιρὸς βραχεῖαν ἐκάλει, πρὶν εἰς παιδευτὰς ἐγγραφῆναι, καὶ τῆς ἐντεῦθεν μετεῖχον ψυχαγωγίας, ἡγησάμην ἀγνώμων τις εἶναι δοκεῖν, εἰ μὴ τῇ τέχνῃ, δι’ ἧς ἐκηλούμην, τὴν ἐκ τῆς γλώττης βοήθειαν ἀμοιβὴν ἐκτίσω τῆς ἡδονῆς. ἀεὶ μὲν γὰρ ὑβριζομένῃ συνήλγουν.
32.2.5 ὡς δὲ φίλους ἄνδρας καὶ τραφέντας ἐν λόγοις καὶ τὸν τρόπον ἐπιεικεῖς τὰ μίμων ᾐσθόμην ἐν ἀστείᾳ τινὶ παίζοντας ἑορτῇ καὶ κροτοῦντα τὸν δῆμον, πρέπειν ᾠήθην ἐμαυτῷ καὶ τοῖς φίλοις καὶ τῷ δήμῳ τὰ δίκαια συνειπεῖν, ἵνα μὴ δοκοίην ἐγὼ μὲν φαύλων εἶναι συνήθης, οἱ δὲ ἀνελεύθερον ἔργον ἐπιτηδεύειν, ὁ δὲ δῆμος ἀγεννές τι ποιοῦντας κροτεῖν. τοσαῦταί με τὴν παροῦσαν ἀπῄτουν συνηγορίαν προφάσεις. Ἐπειγομένου δή μοι πρὸς τοὺς ἀγῶνας τοῦ λόγου οὐ πρότερον αὐτὸν εἰς ἐκείνους ἀφίημι, πρὶν διδάξαι τὸν τρόπον, ὃν προσήκειν ἡγοῦμαι τὸ παρὸν δοκιμάζεσθαι πρᾶγμα.
32.2.7 τὰς τέχνας οἱ καλῶς ἐξετάζοντες πρὸς τοὺς ἐν ταύταις εὐδοκιμοῦντας ὁρῶσιν, οὐ τοὺς ἐν ἐσχάτῃ μοίρᾳ τοῦ χοροῦ τεταγμένους. τοῦτό μοι παρ’ ὅλην φυλάξατε τὴν ὑπὲρ τῶν μίμων ἐπικουρίαν μὴ πρὸς τοὺς ἧττον κομψοὺς ἀποβλέποντες, ἀλλὰ τοὺς πανταχοῦ γῆς ὑμνουμένους καὶ δικαίως ἐκ τῆς τέχνης πεπλουτηκότας, ὡς ἐσθῆτι πολυτελεῖ καὶ χρυσίου περιουσίᾳ καὶ σκεύεσιν ἀργυροῖς καὶ δούλων ἐναβρύνεσθαι καταλόγῳ.
32.2.9 ὀρθῶς, οἶμαι, κρίνειν ὑμᾶς ἀξιῶ· ὡς τοίνυν οὕτω κρινούντων ἀγωνιοῦμαι. Ὅτι τοίνυν οὐ φαῦλον ἡ μίμησις—δεῖ γάρ, ἐπειδὴ ταύτην ἔχουσιν ἐπωνυμίαν αἱ τέχναι, τοῦτο παραστῆσαι τὸν λόγον—, ὑμῖν ἐγὼ παρέξομαι μάρτυρας, οὓς οὐ παραγράψασθαι θέμις.
32.2.11 μιμεῖται γὰρ Δηίφοβον μὲν Ἀθηνᾶ, ἡ δὲ Ἀφροδίτη γυναῖκα πρεσβῦτιν, ὁ δὲ Ποσειδῶν τοῖς Ἀχαιοῖς ἐν Τροίᾳ συναγωνίζεται παλαιῷ φωτὶ ἐοικώ ς , ἀλλὰ καὶ Ἄρης ἀνδρὸς ἔχων ἰδέαν Ἕκτορι λοιγὸν ἀμύνε ι . ἁπλῶς ἅπαντες οἱ θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι παντοῖοι τελέθοντες ἐπιστρωφῶσι πόληα ς . θεῶν οὖν μιμουμένων τίνα τρόπον ἀνθρώποις ἔγκλημα γίνεται μίμησις; Ἔχει μὲν οὖν ἀρκοῦσαν ὁ λόγος τὴν ἐξ οὐρανοῦ μαρτυρίαν· ἐπεὶ δὲ τὰ πᾶσιν ὁρώμενα μείζονα πίστιν ἔχει τῶν ἀφανῶν, καλὸν ἂν εἴη τοῖς εἰρημένοις ἑτέραν ἀπόδειξιν ἀνθρωπείαν προσθεῖναι.
32.2.13 ὁρᾶτε τοίνυν, ὅσαι τέχναι τὸ πλῆθος ἔργον ποιοῦνται τὴν μίμησιν, ῥητορική, ποίησις, ἡ τὸν χαλκὸν ἐξ ὕδατος ἔμψυχόν πως δοκεῖν εἶναι μηχανωμένη, ὀρχησταί, πλάσται, ζωγράφοι. τί ἂν μεῖζον εἴποι τις μίμων ἐγκώμιον ἢ τὸ προσηγορίαν ἔχειν τοιαύτην, ἐφ’ ἣν σπεύδουσιν ἅπαντες; ἴσμεν δέ που καὶ τὴν Σώφρονος ποίησιν ὡς ἅπασα μῖμοι προσαγορεύεται.
32.2.14 καὶ τοῦτο μὲν ἅπασι γνώριμον, ἐκεῖνο δὲ τὰς τῶν πολλῶν διέλαθεν ἀκοάς. λέγεται Πλάτωνα τὸν Ἀρίστωνος τουτωνὶ τῶν συγγραμμάτων 〈ἐπαινέτην γενόμενον ὑπερφυῶσ〉 ὡς ἐκ Σικελίας Ἀθήναζε ταῦτα κομίσαι μέγα τι δῶρον οἰόμενον ἄγειν τῇ θρεψαμένῃ καὶ πόλιν ἐκ τούτων κοσμεῖν Πλάτωνός τε πατρίδα καὶ πάσης μητέρα σοφίας. οὕτω δὲ λόγος ἐκεῖνον ταῦτα θαυμάσαι, ὡς οὐ μόνον ἡμέραν ὅλην αὐτοῖς ὁμιλεῖν, ἀλλὰ καὶ τῆς νυκτὸς ὑποβάλλειν αὑτοῦ κατόπιν τῇ στρωμνῇ τὸ βιβλίον, ὅπως, οἶμαι, γένοιτο πρόχειρον, εἴ πού τις ἔννοια παραπέσοι νύκτωρ αὐτῷ δεομένη τοῦ ποιητοῦ.
32.2.16 οὗτος τοίνυν ὁ Πλάτωνα λαχὼν ἐραστὴν μιμεῖται μὲν ἄνδρας, μιμεῖται δὲ γύναια. φθέγγεται 〈δὲ〉 καὶ παιδίον αὐτῷ μήπω γινῶσκον ὀρθῶς οὐ μητέρα καλεῖν, οὐ πατέρα προσαγορεύειν. οἴεσθε οὖν, εἰ τὸ μίμων ἄδοξον ἦν ἐπιτήδευμα, ἢ Σώφρονα μίμους ἐπιγράφειν αὑτοῦ τὰ ποιήματα ἢ Πλάτωνα τούτων ἐπαινέτην γενέσθαι ἢ τὸν Διόνυσον, ὥς φασι, θέατρον ἀνακεῖσθαι τούτοις αὑτοῦ τὸ τέμενος ἐπιτρέπειν; Ἀλλὰ βίο ς , φησί, τοῖς πλείοσιν ἀσελγὴς καὶ γέμων ἐπιορκία ς , ὥστ ε , κἂν αὐτὸ μὴ θῶμεν φαῦλον εἶναι τὸ ἐπιτήδευμ α , τῷ βίῳ κακίζεται τῶν μετιόντω ν .
32.2.19 τί γὰρ ὧν ἐπιτηδεύουσιν ἄνθρωποι πάντας ἔχει τοὺς μετιόντας ἀμέμπτους; δοκίμαζε πάσας, εἰ βούλει, τὰς τέχνας, τὴν ἀνιοῦσαν ἄχρι τῶν ἐν οὐρανῷ φαινομένων, τὴν οὐκ ἐῶσαν ἄβατον εἶναι τὴν τοῦ Ποσειδῶνος ἀρχήν, αὐτούς μοι σκόπει τοὺς διδασκάλους τῶν λόγων, οἷς ἡ μὲν πρόσοδος ἀπὸ τοῦ σωφρονεῖν, τὸ δὲ ἐνδεὲς ἐκ τῶν ἐναντίων, τὰς βαναύσους, τὰς ἐπαγγελλομένας εὐφραίνειν, τὰς εἰς ὄνησιν εὑρημένας, τὰς ὠφελείᾳ καὶ τέρψει συγκεκραμένας, τίνα τούτων ὁρᾷς ἀνεγκλήτους ἅπαντας ἔχουσαν τοὺς αὐτῇ κεχρημένους; καλῶ τοίνυν αὐτὰς ἐνταῦθα πρὸς συμμαχίαν· δεῦρό μοι ἥκετε πᾶσαι καί μοι συλλάβεσθε τοῦ πρὸς τοῦτον ἀγῶνος πολλοὺς μὲν αὑτῆς ἑκάστη καταλέγουσα μαθητάς, ὁμολογοῦσα δὲ τούτων ἐνίους ἐπιόρκους εἶναι καὶ νοσεῖν ἀκρασίαν.
32.2.21 τί οὖν, ὦ θαυμάσιε, δράσομεν; ὥρα γὰρ ἢ πάσας ἀτίμως ἐκ τῶν πόλεων ἐκκηρύξαι—οὐδεμία γὰρ ἅπαντας ἕξει τοὺς φοιτητὰς ἀναμαρτήτους δεικνύναι—ἢ μηδὲ τῶν μίμων φαυλίσαι τὴν ἐπιτήδευσιν παρὰ τὴν τῶν ἐν αὐτοῖς οὐ σωφρονούντων κακίαν. εἰ μὲν γὰρ ὁ τῆς τέχνης ἀπῄτει σκοπὸς ἐπιορκεῖν τε καὶ ἀκολασταίνειν, ἦν ἂν τελέως ἀμήχανον μῖμον ὀφθῆναί τινα τούτων ἀπηλλαγμένον· ἐπεὶ δὲ καὶ πονηρίαν ἔνεστι φεύγειν καὶ τὸ πρᾶγμα διώκειν, αὐτὴν ἂν οἶμαι πρὸς σὲ τὴν τέχνην εἰπεῖν, εἴ ποθεν λάβοι φωνήν· πλείστην ἔχω σοι χάρι ν , ὅτι τῶν ἐν διαβολῇ με ποιούντων μίμων κατηγορεῖ ς .
32.2.23 ταῦτά μοι δοκῶ λεγούσης ἀκούειν ἐκείνης. εἶναι μὲν γὰρ ἔνια τῶν τελουμένων παιγνίων, ἐν οἷς ἐπιορκία τίς ἐστιν, οὐκ ἀντιλέγω· οὐ μὴν διὰ ταῦτα φαίην ἂν αὐτὸ χρῆναι τὸ πρᾶγμα κακίζειν, ἀλλὰ μὴ δεῖν ὅλως ἄγεσθαι ταῦτα· ἐπεὶ καὶ τῶν συγγραμμάτων ὅσα τοῖς κορυφαίοις εἴργασται τῶν ποιητῶν ὅσα τε τοῖς ἀρίστοις τῶν ῥητόρων ἔστιν ἃ παντάπασιν ἀποδοκιμάζομεν ὡς μὴ παραδιδόναι τοῖς νέοις, αὐτῶν τε τῶν κεκριμένων ἔστιν ἅπερ οὐκ ὀρθῶς εἰρῆσθαί φαμεν. οἷον, ἵνα σοι τὸ τῆς ἐπιορκίας λύσωμεν ἔγκλημα, τίς οὐκ ἂν ῥᾳδίως τῶν ἐρώντων ἐπιορκήσειε τοὺς ἐν ἔρωτι ὅρκους ἀκούων μὴ δύνειν οὔα τ ’ ἐς ἀθανάτων ἑτέρου τε λέγοντος ποιητοῦ· μὴ δείμαινε θεοὺς ἐράω ν , ἢ ψεῦδος ὀμόσσῃ ς ; ἀλλ’ οὔτε μισολόγος οὕτως οὐδείς, ὡς τούτων γε εἵνεκα τὴν τῶν λόγων ἀφανίσαι παιδείαν, οὔτε γέλωτι τοσοῦτον οὐδείς ἐστι πολέμιος, ὡς ἕνεκα παιγνίων εὐαριθμήτων, ἐν οἷς ἐστιν ἐπιορκία, τὸ τῶν μίμων ἐπιτήδευμα καταλῦσαι.
32.2.26 εἰ δέ μοι τοσοῦτον ἐξῆν ὅσον ὀνόματα βασανίζειν, οὐκ ἂν ὤκνησα λέγειν, ὡς οὐδὲ ἔνεστιν ὅλως ἐπιορκίας μίμησιν εἶναι. τῶν μὲν γὰρ ἄλλων, ὅσα ποιοῦσιν ἢ φθέγγονται μῖμοι, τὰ μὲν σχήμασιν ἔνι, τὰ δὲ λόγοις μιμεῖσθαι, κἂν ἰατρὸν ἢ ῥήτορα σχηματίσηται μῖμος ἢ μοιχὸν ἢ δεσπότην ἢ δοῦλον, μιμεῖται μὲν ἅπαντα, γίνεται δὲ τούτων οὐδέν, τὰ δὲ ψευδῆ διομνύμενος αὐτὸ τῆς ἐπιορκίας ὑπομένει τὸ πάθος. οὐκ ἂν ἀκριβεῖ λόγῳ μῖμος ἐπιορκήσειεν ἄν, εἰ μὴ τὴν προσηγορίαν ἀρνοῖτο τοῖς ἔργοις. ὁ αὐτὸς δή μοι λόγος καὶ πρὸς τὸ μὴ χρῆναί τι βλάσφημον λέγειν εἰρήσθω· οὐδὲν γὰρ ἧττον καὶ τοῦτο πρᾶξίς ἐστιν, οὐ μίμησις.
32.2.27 εἰ δέ τις ἄρα μήτε τῆς αὑτοῦ τέχνης τὸν νόμον φυλάττων μήτε τοῦ λόγου τὸν ἔλεγχον αἰσχυνόμενος ἐπιορκίᾳ τε χρήσεται καὶ βλάσφημον ἀφεῖναι τολμήσει φωνήν, ἔξω μοι τοῦ χοροῦ τετάχθω τῶν μίμων. τίς οὖν ἔτι λοιπὸν ἔσται σοι πόρος διαβολῆς; εἰ γὰρ ἅπαξ ὡς ἀληθῶς τὸ πρᾶγμα δεινὸν ἐπεφύκει, οὔτε τῶν μετιόντων ἐλεύθερος ἄν τις ὤφθη κακίας καὶ τῶν ἐν μουσείοις καλῶς τεθραμμένων οὐδεὶς ἂν τοῦτ’ ἀσκήσας ἐφάνη.
32.2.28 οὐχ ὁρᾷς, ὅπως τῶν φύσει κακῶν οὐκ ἔστιν οὐδὲν ἄνδρα μετελθεῖν ἀγαθόν, ἱεροσυλίαν, προδοσίαν, μοιχείαν ἄλλα τε, ὅσα ταῖς προσηκούσαις ἀναστέλλουσι δίκαις οἱ νόμοι; Ἀλλὰ γὰρ μοιχείαν ἀκούσας οὐ συγχωρεῖν ἔοικάς μοι τῷ λόγῳ προβαίνειν ἑτέρας ἐντεῦθεν εὑρὼν κατηγορίας λαβήν.
32.2.29 ἐρεῖς γὰρ οὐδὲν ὡς εἰπεῖν αὐτοῖς παίγνιον εἶναι πάθους ἀπηλλαγμένον τοιούτου, ὥστε τὸν θεατὴν καὶ μάλιστα τὸν ἐν ἡλικίᾳ τῶν ἡδονῶν εἰς ἀνήκεστον ἔρωτα πίπτειν διαφθαρέντος τοῦ λογισμοῦ τοῖς ὁρωμένοις. ἀλλ’ ἡνίκα μοιχείαν, ὦ βέλτιστε, θεωρεῖς, τότε καὶ δικαστήριον ὁρᾷς ἀρχικόν, καὶ κατηγορεῖ μὲν ὁ τῆς ἑαλωκυίας ἀνήρ, κρίνεται δὲ μετὰ τῆς ἐρωμένης ὁ τὴν μοιχείαν τολμήσας, ἀπειλεῖ δὲ τιμωρίαν ἀμφοτέροις ὁ δικαστής· ἐπεὶ δὲ ὅλον παιδιά τίς ἐστι τὸ χρῆμα, τὸ πέρας αὐτοῖς εἰς ᾠδήν τινα καὶ γέλωτα λήγει· πάντα γὰρ εἰς ἀναψυχὴν μεμηχάνηται καὶ ῥᾳστώνην.
32.2.31 καί μοι δοκῶ τὸν Διόνυσον, φιλόγελως γὰρ ὁ θεός, τὴν ἡμετέραν ἐλεήσαντα φύσιν—ἄλλαι γὰρ ἄλλους ἀνιῶσι φροντίδες, τὸν μὲν παίδων ἀποβολή, τὸν δὲ πένθος γονέων, ἕτερον θάνατος ἀδελφῶν, ἄλλον χρηστῆς γυναικὸς τελευτή, πολλοὺς ἔνδεια δάκνει χρημάτων, πολλοὺς ἀτιμία λυπεῖ—, δοκῶ δή μοι ταῦτα ἐκεῖνον οἰκτείραντα τῶν ἀνθρώπων τοῖς εὐτραπέλοις τοιαύτην ἐμβαλεῖν ἐπιτήδευσιν, ὅπως ταύτῃ παραμυθοῖντο τοὺς ἀθύμως διακειμένους. ὅθεν αὐτὸν ἐπήρετο μὲν ὁ θεράπων κατὰ τὴν τοῦ κωμικοῦ μαρτυρίαν, εἴ τι λέγοι τῶν εἰωθότω ν , ἐ φ ’ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενο ι , ὁ δὲ νὴ τὸν Δί α , ὅ τι βούλει γε εἶπεν· οὕτως εὔχαρις ὁ θεὸς καὶ φιλανθρωπίᾳ προσκείμενος, ὡς ἐκ παντὸς ἐπιτρέψαι γέλωτα γίνεσθαι τρόπου.
32.2.33 πλὴν ἐπειδὴ σχῆμα μοιχείας ὅλον δοκεῖ σοι τὸ θέατρον εἰς αἰσχρὰν ἕλκειν ἐπιθυμίαν, ἐκεῖνό σε παρατηρεῖν ἀξιῶ· οὐδεὶς ὡς ἔπος εἰπεῖν ἐν μίμων παιγνίοις μοιχεύσας διέλαθεν, ὥστε προτρέπουσι ταύτῃ τὸν θεατὴν εὐκοσμίας ἐπιμελεῖσθαι. ἀσκεῖ γὰρ τὸ σεμνόν, ἔνθα τὸ φαῦλον ἁλίσκεται. 〈τῷ〉 τοίνυν μηδένα λαθεῖν ἀλλοτρίαν εὐνὴν καταισχύναντα ἄγρυπνον ὑποφαίνουσι φύλακα σωφροσύνης τὴν Δίκην, ὡς ἕκαστον ἐπιβουλεύοντα γάμῳ καταφωρᾶν τὴν θεὸν καὶ παραδιδόναι τῷ τῆς ὑβρισμένης ἀνδρί.
32.2.35 ἀλλ’, ὡς ἔοικεν, 〈οὔπω〉 ἑαλωκότα θεασάμενος τὸν μοιχὸν ἐκ τοῦ θεάτρου κατέβης οὐ περιμείνας τοῦ παιγνίου τὸ τέλος, ὅθεν καὶ τοῦτο μὲν ἐξ ἀγνοίας ἢ κακουργίας σιγῇ παρατρέχεις, σκιαγραφίαν δὲ μοιχείας ἦθος ἡγῇ διαφθείρειν. πόσας, οἴει, μοιχείας ἀπαγγέλλειν ἀπαιτοῦμεν τοὺς νέους; τὴν Ἑλένην, ἣν εἰλήφει πρὸς γάμου κοινωνίαν ὁ τοῦ δεσπότου τῶν Ἀχαιῶν ἀδελφός, τὴν Κλυταιμνήστραν, ἣν ἔγημε τῆς Ἑλλάδος ὁ βασιλεύς, τὴν Πασιφάην, ἣν Ἥλιος ἔσπειρεν, ἣν ἠγάγετο Μίνως, ἣν ἐμοίχευσε ταῦρος.
32.2.37 καὶ τί σοι μοιχευθείσας ἀπαριθμοῦμαι γυναῖκας; 〈Τηρεὺς τὴν τῆς αὑτοῦ γυναικὸσ〉 ᾔσχυνεν ἀδελφὴν καὶ τὴν γλῶτταν ἀπέτεμεν ἧς ἐβιάσατο κόρης. Οἰδίπους ἐπλησίασε τῇ μητρὶ καὶ τῶν αὐτῶν 〈ἀδελφὸσ〉 ἅμα καὶ πατὴρ ἐγεγόνει. Ἀρχίλοχον γὰρ οὐδὲ παραβάλλειν ἔνεστιν ὅλως ἑτέρῳ μηδὲν εἰς ἔννοιάν τε καὶ λέξιν ἐσχάτης ἀκοσμίας ἐκλελοιπότα.
32.2.38 κἀκεῖνα μὲν ἔργα, ταῦτα δὲ μίμησις. εἶεν· τοὺς Ὁμήρου δὲ μύθους ποῦ τάξομεν, 〈ἐν〉 οἷς τετόλμηται μοιχεία θεῶν, Ἄρης τὴν Ἡφαίστου μιαίνων εὐνὴν καὶ ταῖς ἐκείνου μηχαναῖς ἐμπεσών; εἶτα μειράκια μὲν ἀπαγγέλλειν ἐκεῖνα παρασκευάζομεν καὶ τοσαύτην ποιούμεθα τούτου σπουδήν, ὡς τὸν ἀμελοῦντα ταῖς κατὰ τὸν παιδαγωγὸν σωφρονίζειν πληγαῖς· ἀνδράσι δὲ καὶ παιδίοις καὶ πρεσβύταις καὶ νέοις μίμους θεωμένοις μεμψόμεθα; καὶ μὴν ἡ τοῖς τοιούτοις συγγράμμασιν ὁμιλοῦσα νεότης αὐτὸ τῆς ἡλικίας ἐστὶ τὸ σφαλερώτατον καὶ μάλιστα πρὸς ἐπιθυμίαν εὐάγωγον, ἀλλ’ ἴσμεν ὅτι παίγνια ταῦτα.
32.2.42 ἀλ λ ’ ἀκοῆς ὀφθαλμοὶ δρῶσί τι πλέο ν . ἀλλὰ τὰ μὲν θεωρήσαντες μόνον ἀπέρχονται καί τις μικρὸν ὕστερον γίνεται λήθη· ἀπαγγελία δὲ μέτρον ἔχουσα καὶ ῥυθμὸν βεβαίαν ἐντίθησι μνήμην. οὐκοῦν ἀνάγκη πᾶσαν διαγράψαι ποιητικήν, εἰ τοῖς τῶν ἐντυγχανόντων λυμαίνεται τρόποις; ἀλλὰ μὴ ῥᾳδίως οὕτως ἐξολισθαίνειν ἡγοῦ σώφρονα φύσιν, ὡς ὑπὸ μίμων ἢ δραμάτων ἢ μύθων ἐπὶ πορνείαν αὐτομολεῖν.
32.2.44 Σάτυρον δή, οἶμαι, τὸν κωμικὸν ἀκούεις ὑποκριτήν, τοὺς δὲ κωμικοὺς ὑποκριτὰς οὐκ ἂν ἁμάρτοις μίμους καλῶν Ἀττικούς. ἐπεὶ οὖν εἷλεν Ὄλυνθον Φίλιππος, ἑορτὴν ἦγεν Ὀλύμπια καὶ πάντας μὲν τοὺς τεχνίτας εἱστία, στεφάνοις δὲ τοὺς νενικηκότας ἐτίμα. ἧκεν οὗτος ὁ Σάτυρος καὶ ἦν τῶν ἑστιωμένων· εἰ δὲ τῶν νενικηκότων, οὐ τοῦτό με Δημοσθένης ἐδίδαξε. Φιλίππου δὲ πυθομένου, τί δὴ τῶν ἄλλων αἰτούντων, ὅ τι βούλοιτο ἕκαστος, μόνος οὐδὲν ἐπαγγέλλεται, οὐ μικροψυχία ν , ἔφη, σοῦ τινα καταγνούς—ἡ γάρ σοι τῶν δωρεῶν πολυτέλεια πρέπουσά ἐστι βασιλεῖ καὶ Ὀλυμπίων ἀγῶνι — , δέδοικα μέντο ι , μὴ διαμάρτ ω .
32.2.46 ἠρέθισε ταῦτα εἰπὼν τὴν ἐκείνου φιλοτιμίαν, ὥστε οὐδ’ ἀπώκνησεν, ὅτου ἂν αἰτήσῃ τυχεῖν, ὑποσχέσθαι διδόναι. ὁ δὲ δωρεὰν ᾔτησε ζημίαν αὑτῷ προξενοῦσαν. τῆς γὰρ Ἀπολλοφάνους φιλίας οὐδὲ τεθνεῶτος ἐπελανθάνετο, τὰς ἐκείνου δὲ θυγατέρας—καὶ γὰρ ἔτυχε ταύτας αἰχμαλώτους Φίλιππος ἔχων—ἠξίου λαβεῖν ἐπαγγειλάμενος, εἰ λάβοι, προῖκα προσθεὶς ἐκδιδόναι· ἤδη γὰρ ἀνδρὸς ἦσαν ὡραῖαι.
32.2.48 ἐκρότησε μὲν τὸ συμπόσιον ἅπαν, ἐπλήρωσε δὲ τὴν ὑπόσχεσιν Φίλιππος συναλγήσας μὲν ταῖς κόραις, θαυμάσας δὲ Σάτυρον, ἐπαρθεὶς δὲ τῷ κρότῳ. οὕτως ἔνι κωμικὸν εἶναι τὴν τέχνην, ἐγκρατῆ δὲ τὴν γνώμην. Ἀλλὰ γὰρ Σάτυρος ὁ τῆς κωμῳδίας οὗτος ὑποκριτὴς τῶν Σοφοκλέους ἀνέμνησέ με σατύρων, οὓς ἐκεῖνος εἰσήγαγεν οὕτω πρὸς ἀσέλγειαν μεμηνότας, ὥστε ὅ γε Ἀριστείδης, οὓς λοιδορεῖ φιλοσόφους καὶ πλείστῃ φησὶν ἀκολασίᾳ συζῆν, τοῖς Σοφοκλέους ἀπεικάζει σατύροις.
32.2.49 ἀλλ’ ὅμως οὐδεὶς ᾐτιάσατο Σοφοκλέα τοὺς θεατὰς ἀκρατεῖς καταστῆσαι. Ὡς τοίνυν οὐ μόνον ἀβλαβὴς τοῖς θεωμένοις ἡ τῶν μίμων ἐστὶν ἐπιτήδευσις, ἀλλ’ οὐδὲ βλάβης ὑπόνοιαν ἔχει παρὰ τοῖς εὖ φρονοῦσιν, ἡ πεῖρά σοι λέγει.
32.2.51 παννυχίζει μὲν γὰρ πολλάκις ἡ πόλις, ἀνέῳκται δὲ παρόντων ἀνδρῶν γυναιξὶ καὶ παρθένοις τὸ θέατρον οὐ μόνον ταῖς εἰς ὄχλον τελούσαις, ἀλλὰ καὶ ταῖς ἐν μέσῳ τεταγμέναις τῆς τύχης καί, ναὶ μὰ Δία, πολλαῖς εὐγενείας τε καὶ πλούτου φερούσαις τὰ πρῶτα, καὶ οὔτε κόρην πατὴρ οὔτε σύνοικον ἀνὴρ ἀποτρέπει. τίς δὲ οὐκ ἂν διεκώλυεν, εἰ τὴν θέαν ἦθος ᾤετο διαφθείρειν; εἰ δὲ μέμφῃ τοὺς ἄνδρας, ὅσοι προϊέναι καὶ θεωρεῖν ταῖς αὑτῶν ἐνδιδόασι γυναιξίν, ὑπολαμβάνων, εἰ τὴν οἰκίαν αὐταῖς δεσμωτήριον καταστήσαις, μεγίστην εἶναι φρουρὰν σωφροσύνης, τραγικὴν ἄκουε ῥῆσιν ἐναντία σοι λέγουσαν· τὸ μὲν μέγιστον, οὔποτ’ ἄνδρα χρὴ σοφὸν λίαν φυλάσσειν ἄλοχον ἐν μυχοῖς δόμων.
32.2.52 ἐρᾷ γὰρ ὄψις τῆς θύραθεν ἡδονῆς, ἐρᾷ δ’ ἀκούειν ὧν φυλάττεται κλύειν· ἐν δ’ ἀφθόνοισι τοῖσδ’ ἀναστρωφωμένη βλέπουσά τ’ εἰς πᾶν καὶ παροῦσα πανταχοῦ τὴν ὄψιν ἐμπλήσας’ ἀπήλλακται κακῶν. ἀκούεις ἀνδρὸς μισογύνου καὶ σώφρονος, οἷα τοὺς γήμαντας νουθετεῖ. Ἀλλὰ μὴν αὐτῶν ἂν ἴδοις τῶν μίμων τινὰς ἐλευθέρως οὕτω διακειμένους, ὥστε τῶν ἀστειοτέρων ἐς τὰς οἰκίας πυκνῶς εἰσιόντες ἐπὶ παῖδας καὶ γυναῖκας, τὰ τιμιώτατα, οὐδὲν ἄτοπον οὐδαμοῦ πράξαντες ὤφθησαν.
32.2.53 ὅπερ οὖν ἀσκῶν τις ἐπιμελῶς οὐ βλάπτεται τὴν ψυχήν, τοῦτο πῶς ἄν τις βλάπτοιτο θεωρῶν; Οἶμαι τοίνυν κἀκεῖνο πρὸς οὐ μικρὰν τείνειν μίμων συνηγορίαν, ὅτι γυναῖκας οἱ πλείους ἄγονται καὶ παιδοποιοῦνται κατὰ τοὺς νόμους.
32.2.54 καὶ οὐκ ἀνέγκλητον οὐδενὶ μίμου γυναῖκα μοιχεύειν, κἂν ἁλῷ τις τοῦτο πεποιηκώς, 〈δώσει δίκην οὐκ〉 ἐλάττω τῆς ἐπὶ τοῖς ἄλλοις μοιχοῖς ὡρισμένης οὐδὲ λέξει πρὸς τοὺς δικάζειν λαχόντας· ἄνδρες δικαστα ί , οὗτός με ταῦτα πράττειν ἐδίδαξε ν , οὗτος τὴν ἰδίαν ἐπαίδευσε σύνοικον μηδὲν οἴεσθαι χαλεπὸν εἶναι μοιχεία ν . οὐχ οὕτως ἀπολογήσεται· λέγοντος γὰρ ἀκούσεται τοῦ κατηγόρου· ἄνθρωπ ε , οὐδὲ τὸν ἐπὶ σκηνῆς τὴν δοκοῦσαν μοιχεύοντά μου γυναῖκα περιορ ῶ , ἀγανακτῶ δὲ καὶ δεινά φημι πεπονθέναι καὶ κάλει παῖδα καὶ μάχαιράν τις φερέτ ω .
32.2.55 πρόσεισιν οἰκέτης ἔχων τὸ προσταχθέ ν . εἶτα βουλήν τινα δοὺς ἐμαυτῷ καὶ δεινὸν ἡγησάμενος αὐτοχειρίᾳ τὴν τιμωρίαν λαβεῖν ἀμφοτέρους εἰς δικαστήριον ἄγ ω . Πόθεν οὖν τὸ πρᾶγμα κακῶς δίκαιον λέγειν; ὡς, εἰ πρὸς εὐκοσμίαν ἐπίβουλον ἦν, οὐ πάροδον εἶχεν ἐν Λακεδαίμονι—φασὶ δὲ τοὺς ἄνδρας μηδὲν ἄσχημον πράττειν ἐπιμελεῖσθαι καὶ τρόπων κοσμιότητι καλλωπίζεσθαι μᾶλλον ἢ τῇ περὶ τοὺς ἀγῶνας ἀνδρίᾳ—, οὐ πόλει βασιλευούσῃ περισπούδαστον ἦν.
32.2.57 ἐκείνη γάρ, ὅσους τῶν μίμων αὐτῇ διαπρέπειν ἡ φήμη κηρύττει, κἂν πόρρω που τύχωσιν ὄντες, πρὸς ἑαυτὴν ἐφέλκεται καὶ καλεῖ, καὶ δεῖγμα σαφὲς ἡ τῶν ἀδελφῶν ξυνωρὶς πατρίδα καὶ τροφὸν κτησαμένων τὴν πόλιν, οὐ πάλαι πέρας τοῦ βίου λαχόντων. καὶ σεμνύνεται μὲν ἡ πέμψασα πόλις, ἥδεται δὲ ἡ τυχοῦσα τοῦ δώρου, ἡ μὲν ὡς οὐ βραχύ τι κερδάνασα, ἡ δὲ ὡς οὐ μικρόν τι δωρησαμένη.
32.2.58 εἰκότως· οὐδὲ βασιλεὺς γὰρ ἀποδοκιμάζει τὴν θέαν, ἀλλὰ παρὰ τὴν τοῦ χειμῶνος ἀκμήν, ἐν ᾗ Ῥωμαῖοι τὴν πάτριον ἄγουσιν ἑορτήν, ἐνιαυτοῦ τοῦ μὲν πεπαυμένου, τοῦ δὲ ἀρχομένου, ἡνίκα νόμος αὐτῷ τοῖς ἐν τέλει συνεστιᾶσθαι, ἡδίω τὴν εὐωχίαν ἡγεῖται θεάματι γίνεσθαι μίμων. τοιγαροῦν τελεῖται μὲν ἐν βασιλείοις, πάρεστι δὲ τὸ βασιλικὸν ἅπαν συνέδριον προκαθημένου τοῦ τὰ σκῆπτρα λαχόντος· οὐ μίαν δὲ μόνον ἢ δευτέραν ἢ τρίτην ἑωρακότες ἡμέραν ἐμπίπλανται, κἂν διπλασιάσῃς τὸν ἀριθμόν, ἄλλης ἔτι μιᾶς προσδεήσῃ.
32.2.59 μισθὸν δὲ τῆς θυμηδίας αὐτοῖς βασιλεὺς νέμει φιλοτιμίας ἐκείνῳ πρεπούσας. Καίτοι Φιλίππο υ , φησί, κατηγόρησε Δημοσθένη ς , ὅτι μίμους γελοίων ἀγαπᾷ καὶ περὶ αὑτὸν ἔχε ι .
32.2.60 ἐπειδὴ παρὰ τὰ σπουδαῖα τοῖς γελοίοις ἐχρῆτο πολλῶν αὐτῷ πολέμων συνεστηκότων. ὅτι γάρ τις καὶ γελοίων ἐστὶ καιρός, αὐτοῦ μοι τοῦ Δημοσθένους μάρτυς ὁ παιδευτὴς τὸν Ἱππονίκου παῖδα γελοίων ἀκροᾶσθαι προτρέπων, εἰ μὴ καιρὸς εἴη σπουδαίων. ἔτι τοίνυν οὐ θεωροῦντα μέμφεται Φίλιππον, ἀλλ’ ὅτι, φησίν, ἀγαπᾷ καὶ περὶ αὑτὸν ἔχε ι .
32.2.61 οὔκουν τὴν θέαν ἁπλῶς, τὸ δὲ τούτοις ἀεὶ συνδιατρίβειν ἐν μέρει ποιεῖται κατηγορίας. δεῖ γὰρ οὔτε στέργειν τοσοῦτον, ὅσον καὶ συνοικεῖν, οὔτε τοσοῦτον μισεῖν, ὅσον καὶ τὴν θέαν ἐκκλίνειν· τὸ μὲν γὰρ ῥᾴθυμον, τὸ δὲ σκυθρωπόν. εἰ δέ με χρὴ κατόπιν τῆς ἀληθείας τάξαι τὸν ῥήτορα καὶ τῆς πρὸς ἐκεῖνον αἰδοῦς περὶ πλείονος ταύτην ποιήσασθαι, φαίην ἄν, ὡς τὰ μὲν ἀθυμοῦντα τὸν δῆμον παραμυθούμενος, τὰ δὲ τὸν Μακεδόνα μισῶν ἐλοιδόρει τοὺς ἐκείνῳ συνόντας, ἐπεὶ κατά γε κρίσιν ὀρθὴν Φίλιππός μοι κοσμεῖ τὴν ὑπόθεσιν, ὃν αὐτὸς εἰς ἔλεγχόν μοι προφέρεις.
32.2.63 ὁ γὰρ ἀνήρ, εἰ μὲν ὕπτιος ἦν τις καὶ πάντα τὸν βίον ἀργίᾳ καὶ τρυφῇ δεδωκὼς καὶ βραχὺ φροντίζων εὐκλείας, ἦν ἀπόδειξις ἐναργὴς τοῦ μεστὸν αἰσχύνης εἶναι πρᾶγμα τοὺς μίμους. οἷος γὰρ πέφυκεν ἕκαστος, τοιούτοις χαίρει συνών. ἐπεὶ δὲ τὴν δόξαν ἀντὶ τοῦ ζῆν ἀσφαλῶς ᾕρητο κατὰ τὴν αὐτοῦ 〈τοῦ〉 δυσμενοῦς μαρτυρίαν καὶ πᾶν ὅπερ ἤθελε μέρος ἡ τύχη τοῦ σώματος ἑτοίμως ἐκείνῃ προεῖτο, ὥστε τῷ λοιπῷ σεμνῶς βασιλεύειν, πῶς ἄν, εἴπερ ἄδοξον ἦσαν οἱ μῖμοι, τούτοις ἐκεῖνος συνῆν, ἄνθρωπος ὑπὲρ εὐδοξίας ἠκρωτηριασμένος εἶναι μᾶλλον ὑπομείνας ἤπερ ὅλος διάγειν ἀσχήμως; ἐξ αὐτοῦ τοίνυν Φιλίππου πάρεστιν ἀμφότερα γνῶναι, ὡς δεῖ μὲν εὐκλείας ἐρᾶν καὶ σωτηρίας αὐτὴν ἔμπροσθεν ἄγειν καὶ δρέπεσθαι πόνοις καὶ κινδύνοις τὸ κτῆμα, δεῖ δὲ καὶ τῆς ἐκ τῶν μίμων ἀναπαύλης μετέχειν.
32.2.65 ἔστι γάρ, ἔστιν ἅμα τῇ θυμηδίᾳ 〈καὶ〉 ἦθος ἐντεῦθεν ἀναλαβεῖν τοὺς συνόντας εὐφραῖνον καὶ σκωμμάτων χάριν ζηλῶσαι. τοιγαροῦν τῶν Ἀθηναίων οἱ πρέσβεις, οὓς ὑπὲρ εἰρήνης ἡ πόλις ἀπέστειλεν, οὐ τὴν ἐν τοῖς πράγμασι μόνον Φιλίππου δεινότητα θαυμάσαντες ἐπανῆλθον, ἀλλὰ καὶ τῆς ἐν τοῖς πότοις αὐτοῦ δεξιότητος ἀγασθέντες, ὥστε τὸν ἐν ἐκείνοις πρεσβύτατον εἰπεῖν, ὡς τυγχάνοι μὲν εἰς μακρὸν ἤδη γῆρας ἐλάσας, οὔπω δὲ οὕτως ἡδὺν καὶ ἀστεῖον ἑωρακὼς εἴη.
32.2.67 οὕτω φιλανθρωπίας καὶ χάριτος ὁ Μακεδὼν εἰς ἄκρον ἀφίκετο καὶ οἴκοθε μέν, ὡς εἰκός, ἐπαφρόδιτος ὤν, προσλαβὼν δέ τι καὶ τῇ θέᾳ τῶν μίμων. ἔστιν ἄρα πρόθυμόν τε εἶναι καὶ κτήσασθαι δόξαν καὶ εὐφροσύνην μὴ ζημιοῦσθαι. ταῦτα γὰρ ἅπαντα Φιλίππῳ προσῆν. Ἀλλ’, εἰ δοκεῖ, Φίλιππον καὶ Μακεδονίαν ἀφέντες— ἱκανὰς γὰρ ἡμῖν ἐχορήγησαν ἀφορμάς—ἴωμεν ἐπὶ τὴν Ῥώμην τῷ λόγῳ.
32.2.69 Πέντε τοίνυν εἰσὶ μνῆμαι βασιλειῶν καὶ μήποτε εἴη πλειόνων, ἀρίστη δὲ καὶ μεγίστη πασῶν ἡ παροῦσα. φαίνεται τοίνυν αὕτη μάλιστα μίμοις χρωμένη, οὐκ ἄν, εἰ φαῦλον ὑπῆρχε τὸ θέαμα. τοσαύτη γὰρ ἡ Ῥωμαίων σεμνότης, ὥστε τῶν ἁμαρτημάτων, ὅσα πάλαι μικρὰν ὑφίστατο δίκην, ταῦτα πικρῶς οἱ Ῥωμαίων σωφρονίζουσι νόμοι.
32.2.70 τὴν γυναῖκα γάρ, ἐφ’ ᾗ ἂν ἁλῷ μοιχός, νόμοι μὲν Ἀττικοὶ χρυσοφορεῖν εἴργουσι καὶ δημοτελέσιν ἱεροῖς παραβάλλειν, Ῥωμαῖοι δὲ ζημιοῦσι θανάτῳ. οὐκοῦν ὅσῳ μείζονι τὴν μοιχείαν κολάζουσι δίκῃ, τοσούτῳ πλείονα σωφροσύνης τίθενται πρόνοιαν.
32.2.71 ὥστε παντί που δῆλον ὡς, εἰ τὴν τυχοῦσαν ἔφερε λύμην ἡ τῆς ἐν θεάτρῳ μοιχείας εἰκών—πάλιν γὰρ ἐπὶ ταύτην ἧκέ με φέρων ὁ λόγος—, οὔποτε ἂν νομοθέταις ἠμελήθη Ῥωμαίων. ἐκείνων οὖν οὐδὲν ἀδικεῖν ἡγησαμένων τὸ πρᾶγμα σὺ τοῦτο προτρέπειν οἴει τοὺς ὁρῶντας μοιχεύειν.
32.2.72 μὴ τοσοῦτον παίγνια μίμων γενναίας κατισχύσειε φύσεως. ἢ καὶ τῶν Μενάνδρῳ πεποιημένων προσώπων Μοσχίων μὲν ἡμᾶς παρεσκεύασε παρθένους βιάζεσθαι, Χαιρέστρατος δὲ ψαλτρίας ἐρᾶν, Κνήμων δὲ δυσκόλους ἐποίησεν εἶναι, Σμικρίνης δὲ φιλαργύρους ὁ δεδιώς, μή τι τῶν ἔνδον ὁ καπνὸς οἴχοιτο φέρων; ἀλλ’ οὐδεὶς ἄν, οἶμαι, ταῦτα φήσειεν εὐφρονῶν.
32.2.74 καίτοι μισανθρωπία καὶ ψαλτρίας ἔρως καὶ τὸ φιλάργυρον εἶναι ὄνειδος ἔχει τιμωρίας ἐκτός, μοιχεία δὲ τοῖς ἐσχάτοις ἔνοχός ἐστιν ἐπιτιμίοις. οὐκοῦν ἐκεῖνα μᾶλλον ἱκανὰ πρὸς ζῆλον ἐγείρειν, ὅσῳ τὰ μὲν ψέγεται μόνον, τὰ δὲ τῇ μεγίστῃ κολάζεται δίκῃ; Εἴθ ε , φησί, μοιχείας αὐτοῖς μίμησις ἤρκει καὶ μὴ πολὺ δεινοτέραν αὐτῆς ἐπετήδευον πεπορνευμένον ὑποκρινόμενο ι .
32.2.76 τίνα δὴ βλάπτειν ἡγῇ τὴν ὑπόκρισιν; αὐτόν, εἰπέ μοι, τὸν κεχρημένον ἢ τὸν θεώμενον οἴει θηλύνειν; σὺ μὲν ἀμφοτέρους ἐρεῖς, ἐγὼ δὲ τούτων οὐδέτερον. οὐ γὰρ συναλλοιοῦται τοῖς ἐσθήμασιν ἡ ψυχή, κἂν συνᾴδοντά τις τῷ σχήματι φθέγξηται.
32.2.77 οὔτε γὰρ ἀνδρεῖον ἡ λεοντῆ τὸν Ἀριστοφάνους ἐποίει Ξανθίαν οὔτε δειλὸν ἡ γυναικεία στολὴ τὸν Πηλέως, κἂν ἐγὼ τὸ σχῆμα τοῦτο τῆς ἀγωνιστικῆς ἀποθέμενος ἀναλάβω στρατιώτου σκευήν, οὐ γενήσομαί τις πολεμικός. καὶ τί με δεῖ πρὸς ὑμᾶς ἐμαυτῷ παραδείγματι χρήσασθαι; παίζουσι πόλεμον ἐνίοτε μῖμοι καὶ γίνεται δὴ στρατηγὸς μέν τις τῶν Τρώων, ἕτερος δέ τις τῶν Μυρμιδόνων· ἄμφω δὲ μένουσι τὴν ἔμφυτον ἔχοντες δύναμιν, οὐ τὴν πεπλασμένην ἰσχύν.
32.2.79 Αἰσθάνομαι μὲν ἠρέμα σου κατανεύοντος· ἐπεὶ δὲ μήπω βεβαίως ἔοικας πειθαρχεῖν, ἀκούσῃ τι μεῖζον τῶν εἰρημένων. εἰ μῖμος εἴη πεπορνευμένος, ἂν τὴν ἰδίαν ὑποκρίνηται νόσον, οὐ γελᾶν, οὐ θαυμάζειν κινήσει τὸ θέατρον.
32.2.80 ὥστε φροντὶς αὐτῷ γίνεται καὶ σπουδὴ 〈τὸ〉 πάθος διαφυγεῖν, ἵνα γέλωτος τύχῃ καὶ κρότου. εἰ δὲ λέγοις καταβραχὺ τὴν μίμησιν ὑποσαίνουσαν τὴν ψυχὴν ἐντὸς παραδύεσθαι καὶ γίνεσθαι φύσιν, ὀρθῶς ἂν εἴποις, ἡνίκα τις ἕν τι καὶ μόνον ἀσκεῖ καὶ πρὸς ἐκεῖνο τὸν λογισμὸν ἐκδίδωσιν ὅλον· εἰ δέ τις εἴδη παντοδαπὰ σχηματίζεται καὶ πρὸς ἕτερον ἐξ ἑτέρου μεταπηδᾷ καὶ τὸ παρὸν ἔτι μιμούμενος ἐννοεῖται τὸ προσδοκώμενον, ὁ δὲ τοιοῦτος οὔτε τοῖς σεμνοτέροις γίνεται σχήμασι κρείττων οὔτε τοῖς ἑτέρως ἔχουσι χείρων.
32.2.82 μὴ τοίνυν πρᾶγμα πειρῶ καταλύειν, ὅπερ τὸν μετιόντα μὲν οὐδὲν ἀδικεῖ, τῶν δὲ τεθεαμένων τοὺς μὲν οἴκαδε πέμπει, τοὺς δὲ εἰς ἀγορὰν ἐξάγει, ἑκατέρους φέροντας ἐν τῷ προσώπῳ μειδιάματος λείψανον. ὑπὲρ τῶν μιμουμένων οὕτως ἡ πεῖρά σοι διαμάχεται, ὑπὲρ δὲ τῶν θεωμένων οἱ Ῥωμαίων πρὸς σὲ πάλιν ὁπλίζονται νόμοι.
32.2.83 ὥσπερ γὰρ Ἀθηναίους οὐδὲν ἡ κωμῳδία βλάπτειν ἐδόκει πρὸς σωφροσύνην μνήμην ποιουμένη Κλεισθένους, οἵαν ὁ τούτου βίος ἀπῄτει—ὁ γὰρ Ἀθήνησι νόμος ἀτίμους ποιῶν τοὺς ἐπὶ τῷ σώματι μισθαρνοῦντας οὐκ εἴα δοξάζειν τὸν δῆμον, ὡς δεῖ τοιαῦτα τολμᾶν, οἷα κωμικοὶ παίζουσι ποιηταί—, οὕτω καὶ νῦν ὁ κολάζων νόμος τοὺς πωλοῦντας τὴν ὥραν δείκνυσι παίγνιον ὂν τὰ δρώμενα. διὰ τοῦτο τοὺς παῖδας οἱ φύσαντες καὶ μίμους οὐδαμῶς εἴργουσιν ἐν δέοντι θεωρεῖν καὶ δράματα κωμικὰ παρασκευάζουσιν ἀπαγγέλλειν, δέδοικε δὲ οὐδείς, μὴ λάθῃ γύννις καὶ θηλυδρίας ὁ παῖς αὐτῷ γεγονὼς ἢ μῖμον ἰδὼν τοιαῦτα σχηματιζόμενον ἢ λέγοντος Ἀριστοφάνους ἀκούσας, ἃ δὴ τοὺς τοιούτους ἐκεῖνός που ἔφη κωμῳδῶν.
32.2.84 οὐδὲ γραμματιστὴν ᾔτησε πώποτε μειρακίου πατὴρ τὰ μὲν ἄλλα δράματα τῷ παιδὶ παραδοῦναι, ἐν οἷς δέ τι τοιοῦτόν ἐστι παραλιπεῖν. καίτοι τῶν γονέων οἱ νοῦν ἔχοντες τῆς εὐκοσμίας μᾶλλον ἢ τῆς γλώττης αἰτοῦσι πρόνοιαν ἔχειν τὸν παιδευτήν, ἀλλ’ οὔτε τοιαῦτα λέγοντα ποιητὴν οὔτε μῖμον οὕτως ὑποκρινόμενον ὑφορῶνται οὐδὲ τοῖς οἰκέταις, οἷς παραδιδόασι τοὺς υἱεῖς, διακελεύονται πάντα πλὴν μίμων ἐνδιδόναι τοῖς παισὶ θεωρεῖν.
32.2.86 Τοσούτων ἤδη λεχθέντων οὔπω τὸ μέγιστον εἴρηται. αὐτοὺς γὰρ τοὺς πεπορνευμένους, οὓς ὀνομάζομεν ἐκ τοῦ τὰ σώματα διαλελύσθαι τῷ πάθει, ἡμέρας ὡς εἰπεῖν ἑκάστης ὁρῶντες ἀκούοντές τε κυμβαλιζόντων ἐν τοῖς συμποσίοις οὐδεμίαν αἰσθανόμεθα βλάβην ἐντεῦθεν ἡμῖν ἑπομένην. οὐδὲν οὖν λυμαινομένων τῶν τοῦτο νοσούντων τί ἂν πάθοι τις ἐκ τῶν μιμουμένων; Τάχα τοίνυν, ἐπειδὴ μνήμην ἀρτίως Ἰσοκράτους ἐποιησάμην, εἰς ἔννοιαν παρ’ ἐμοῦ τοῦτον λαβὼν ἐκείνην αὐτοῦ τὴν παραίνεσιν εἰς ἔλεγχον οἴσεις τῶν μίμων· ἃ ποιεῖν αἰσχρό ν , ταῦτα νόμιζε μηδὲ λέγειν εἶναι καλό ν .
32.2.87 οἱ δὲ ποιοῦσι μέ ν , ἃ μηδὲ θεωρεῖν ἄξιο ν , λέγουσι δ έ , ἃ μηδὲ ἀκούειν καλό ν . ἀλλ’ εἰ μὲν ἀπὸ σπουδῆς τοιούτοις ἐχρῶντο σχήμασί τε καὶ λόγοις, πάνυ αὐτοῖς συνηγορῶν ᾐσχυνόμην, μᾶλλον δέ, μὴ ψόγον ἐπιδεικνύμενος· ἐπεὶ δὲ καὶ μίμησις ὑπάρχει τὸ ἐπιτήδευμα, ἑκατέρας δὲ ἰδέας μετέχει—νῦν μὲν γὰρ οὐ σεμνὰ σχηματίζονται, νῦν δὲ πάσης αἰσχύνης ἀπηλλαγμένα—αὐτό τε τὸ δοκοῦν εἶναι παράνομον δικαστῶν 〈οὐ〉 παραδίδοται ψήφῳ, τί μέμψεως ἄξιον αὐτοῖς ἐνορᾷς; πλὴν εἰ μὴ φήσεις κἀκεῖνο κατηγορεῖν, ὅτι μὴ μόνα τὰ βελτίω μιμοῦνται.
32.2.89 καὶ πῶς τὴν αὑτῶν ἐβεβαίουν ἐπωνυμίαν, ἣν ἐκ τοῦ τὸν βίον ὑπογράφειν προσαγορεύονται, εἰ τῶν ἐν τῷ βίῳ πραγμάτων τὰ μὲν ὑπεκρίνοντο, τὰ δὲ παρεώρων; ὥσπερ ἂν εἰ καὶ τῶν ὀψοποιῶν κατηγόρεις, ὅτι τὰ μὲν ὠφέλιμα ποιοῦσι τῶν ὄψων, τὰ δὲ οὐ τοιαῦτα δέον μόνα μαγειρεύειν, ὅσα πρὸς ὑγίειαν λυσιτελεῖ. ἀλλ’ οὔτε μαγείρους οὔτε μίμους αἰτιατέον· ἑκάτερον γὰρ ἄμφω ποιεῖν ἡ τέχνη παρακελεύεται.
32.2.90 ἀλλ’ ἀντὶ μὲν ἐκείνων μέμφου τοὺς ἐπιτάττοντας, ἀντὶ δὲ μίμων τοὺς οὐ χρηστὰ πράττοντας ἔργα τῆς οὐ καλῆς δεδωκότας μιμήσεως ἀφορμήν. οὕτω πανταχῆ τὸ πρᾶγμα περιστρέφοντες ὑπεύθυνον οὐδαμοῦ κατηγορίας ὁρῶμεν· οὐ γὰρ αὐτὸ δήπου τὸ παρασκευάζειν γελᾶν εἴποις ἂν ὑπαίτιον εἶναι.
32.2.92 οὐδὲ γὰρ Λυκοῦργος ὁ Σπαρτιάτης, ἀνὴρ σύννους καὶ πράττων οὐδὲν ἄνευ μεγάλου φρονήματος, πρὸς ὃν εἰρηκέναι τὸν Ἀπόλλω φασὶ δίζω ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπο ν , ἀλ λ ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομα ι , οὐδὲ οὗτος ὁ Λάκων ὁ παρὰ κριτῇ τῷ Πυθίῳ φύσεως ἀνθρωπείας ἔχων ἀμείνω τὸν νοῦν ὑβρίζειν ᾠήθη τὴν Σπάρτην ἱδρυσάμενος ταύτῃ Γέλωτος ἄγαλμα, καλῶς γε ταῦτα φρονήσας καὶ τῆς Ἀπόλλωνος εὐφημίας ἀξίως. δύο γὰρ ἄνθρωπος ἔχει κοινὰ μὲν πρὸς τὸ θεῖον, ἐξαίρετα δὲ πρὸς τὴν ἄλογον φύσιν, λόγον καὶ γέλωτα.
32.2.93 ὡς γὰρ πεφύκασι γελᾶν καὶ θεοί, οἶδεν ὁ μεμνημένος τοῦ λέγοντος ἔπους· θεοῖσι δὲ γέλως ἄσβεστος ὄρωρε ν . τὸ δὲ φιλομμειδὴς Ἀφροδίτ η , κἂν ἐγὼ παραλείψω, λογίζεσθε. ὁ δὲ Ἔρως καὶ ἀνεκάγχασεν εὐστόχως τὴν Αἰήτου βαλών. πῶς οὖν ἄν τις ἐπιτήδευμα λοιδορήσειεν, ᾧ πρόσεστιν ἔργον κοινὸν μὲν ἀνθρώπου τε καὶ θεοῦ, πόρρω δὲ γένους ἀλόγου; ἐντεῦθεν ἄνδρες ἐν λόγοις τε καὶ νόμοις ἀχθέντες οὐκ ἀποκνοῦσι τοιαῦτα καιροῦ καλοῦντος ἐπιτηδεύειν.
32.2.95 καὶ τοὺς μὲν ἐνταῦθα τοῦτο πεποιηκότας τί δεῖ πρὸς εἰδότας εἰπεῖν; ἀποβλέψατε δὲ πρὸς τὴν Καίσαρος πόλιν, ἣν ἐκαλλώπισε πανταχόθεν ἡ φύσις. ὡραία τε γὰρ καὶ μεγάλη καὶ λόγοις ἀνθοῦσα καὶ πλούτῳ καὶ παντοδαποῖς ἀξιώμασι πολλῶν τε καὶ καλῶν πόλεων ἡγεμὼν ἅμα καὶ μήτηρ. οἱ ταύτην οἰκοῦντες μικρὸν ἀπὸ τοῦ ἄστεος—γινώσκετε, οἶμαι, τὸν χῶρον οἱ μὲν ἑωρακότες, οἱ δὲ πεπυσμένοι—ἐγκύκλιον ἄγουσιν ἑορτὴν οὐδὲ τοῦ λαχόντος τὴν πόλιν ἰθύνειν ἀπόντος· ἡδεῖα δὲ καὶ πλήρης ἁβρότητος ἡ πανήγυρις αὕτη· ἀφικνεῖται γὰρ ἅπασα τῆς πόλεως ἡ σκηνή, παραγίνονται δὲ καὶ ῥήτορες ἄνδρες τὰ μίμων ὑποκρινόμενοι οὐ φαύλως βεβιωκότες οὐδ’ εὐγλωττίᾳ λειπόμενοι τῶν ὁμοτέχνων. ἆρ’ οὖν, εἰ τῷδε τῷ πράγματι στιγμὴ προσῆν ἀδοξίας, ἄρχοντος ἐναντίον καὶ ἀστῶν καὶ ξένων ἄνδρες ἐκεῖνοι τοῦτο ἂν ἐπετήδευον; οὐδεὶς ἂν λέγειν ἀποτολμήσειε, κἂν πάνυ δύσερις ᾖ.
32.2.97 ὁμολογῶ μὲν γὰρ εἶναί τινας, οἷς ἔνια τῶν γινομένων διαθερμαίνει τὴν φαντασίαν οὐδὲ θεάτρου χωρὶς ἠρεμοῦσαν. οὐ μὴν διὰ τοὺς ἀσελγῶς θεωροῦντας τὴν τῶν σεμνῶς θεωμένων ἀνάπαυλαν καταλῦσαι προσήκει, ὥσπερ οὐδὲ τῶν ἵππων τὴν ἅμιλλαν, ὅτι τῶν ἄθλων οἱ πλείους ἔτι μὲν συνανιστάμενοι τοὺς ἀκρατῶς ἔχοντας ἐν ἑκατέρᾳ μερίδι δύσφημα βοᾶν ἐκβιάζονται, πεπαυμένοι δὲ τοὺς ἡττημένους. εἰ δὲ καὶ διὰ πάντων ὧν οἱ τῆς θέας ὥρισαν νόμοι σταδίων ἄγοιτό τις τῶν ἄθλων καὶ παντοίας· ἔχοι τύχης ἰδέας ἐλπίδα τινὰ συνεχῆ νίκης ἀμφοτέροις διδούς, τίς ἂν ἐξαριθμήσειε τὰς ἑκατέρων ἐπιορκίας τὸν οἰκεῖον ἅμα καὶ τὸν ἀλλότριον διομνυμένων νικᾶν; καὶ τὸ μὲν ἄθλου συγκροτουμένου τοιαῦτα παθεῖν ἄτοπον μέν, οὔπω δὲ τῆς ἄκρας μανίας τεκμήριον· ἀλλὰ πρὸ τῆς τὸν ἀγῶνα τελούσης ἡμέρας οὐδὲν ἧττον εἰς ἐπιορκίαν ἐκφέρονται καθ’ αὑτοὺς μὲν ἀγωνιῶντες ἑκάτεροι, πρὸς δὲ τοὺς ἐναντίους ὀμνύντες, ὡς αὑτῶν ἔσται τὸ κράτος, τῆς πρὸς τὸν ἀγῶνα φιλονεικίας οὐκ ἐώσης αὐτοὺς ἐννοεῖν, ὡς ἀνάγκη τοὺς ἑτέρους ἐπιορκεῖν, ἀληθέστερον δὲ εἰπεῖν, ἀμφοτέρους ἄλλων ἐν ἄλλοις ἄθλοις ἀποτυχόντων τῆς ἐνόρκου μαντείας.
32.2.100 εἶτα διὰ τούτους ἀναιρήσομεν θέαν, ἣν Ἀπόλλωνι τῷ Δηλίῳ προσέθεσαν Ἀθηναῖοι. ἀλλ’ οὐ δίκαιον τοὺς ἐκπίπτοντας τοῦ σκοποῦ τῶν πραγμάτων αἰσχύνην τοῖς πράγμασι φέρειν. γαμοῦσι γὰρ ἄνθρωποι πολλοὶ μὲν ὀρεγόμενοι τέκνων, πολλοὶ δὲ πρὸς ἡδονήν, αὐτάς τε ἃς ἄγομεν θεῶν πανηγύρεις οἱ μὲν ὁσίως τελοῦσιν, οἱ δὲ πρόφασιν ἀσωτίας ποιοῦνται. οὕτως ἄρα κἀκεῖναι, αἳ πάντων εἰσὶ τῶν ἐν ἀνθρώποις τὸ μέγιστον, ἔχουσι δήπου τινὰς οὐχ ὡς ἔδει χρωμένους. οὐ θησόμεθα νόμον μὴ χρῆναι γάμῳ χρῆσθαι, μὴ θείαν ἄγειν πανήγυριν· οὐ γὰρ ἀντὶ τοῦ κολάζειν τὸ φαῦλον δεῖ τὸ χρηστὸν ἀδικεῖν. ἀλλὰ μὴν τῆς ὑγιείας, εἴπερ τινὸς ἄλλου, πρόνοια καὶ σπουδὴ πᾶσι μέν ἐστιν ἀνθρώποις, μάλιστα δὲ τοῖς νόσων πεπειραμένοις.
32.2.101 ἡ γὰρ ἐκ τούτων ὀδύνη τὴν 〈ἐξ〉 ἐκείνης ἐμφαίνει σαφῶς εὐφροσύνην, ἐπεὶ καὶ πᾶν ἀγαθὸν ἥδιον φαίνεται τοῖς οἷον τοὐναντίον πέφυκεν ἐγνωκόσι. λέγεται τοίνυν τις ἀήθει νόσῳ περιπεσὼν πολλῶν μὲν ἰατρῶν εἰς πεῖραν ἀφῖχθαι, μηδένα δὲ κρείττω τοῦ πάθους εὑρεῖν.
32.2.102 ὡς δὲ τὸ κακὸν ἄμαχον ἦν καὶ μάτην ἄλλοτε ἄλλα προσήγετο φάρμακά τε καὶ ποτὰ καὶ σιτία, τούτων δή τινα τῶν γελωτοποιῶν οἴκαδε εἰς ἐκείνου πυκνά τις ἄγων εἰσῄει βουλόμενος βιάσασθαί πως αὐτῷ καὶ μετενεγκεῖν ἀπὸ τῆς ὀδύνης τὴν φαντασίαν· ὁ δὲ τὰ τῆς οἰκείας ἔπαιζε τέχνης, ὅπως καταπραΰνοι τὸν κάμνοντα. τοῦτο ἐκείνῳ ψυχαγωγίας γέγονεν ἴασις. πῶς τις ἂν πρᾶγμα κακίσειεν, ᾧ καὶ νόσον ἰάσαιτο πᾶσιν ἰατροῖς ἀπειθῆ; Πρὸς ταῦτα τοίνυν ἀντειπεῖν ἔχων οὐδὲν ἐμοὶ δὴ χρήσεται μάρτυρι τοῦ μὴ καλὸν εἶναι τὸ χρῆμα.
32.2.103 τί γά ρ , φησίν, οὕτω φρονῶν οὐδὲ τὴν ἔναγχος θέαν τῶ ν , ὡς αὐτὸς ἔφη ς , ἐπιτηδείων σοι καὶ φίλων ἐν πανηγύρει δημοτελεῖ νύκτωρ ἀχθεῖσαν οὐδὲ ταύτην ἰδεῖν ᾠήθης σοι πρέπει ν ; οὐ τὸ θέαμα φεύγων, ἀλλὰ νόμον φυλάττων, ὃν ἔθηκεν ἡ συνήθεια τοῖς τῇδε παιδεύειν ἐπιχειροῦσιν.
32.2.104 ὅτι γὰρ ἐξ ἔθους ἡμῖν, ἀλλ’ οὐ κατὰ φύσιν αἰσχρὸν εἶναι τὸ πρᾶγμα δοκεῖ, τεκμήριόν σοι γινέσθω περιφανὲς τὸ τοῖς μαθηταῖς ἐνδιδόναι μικρὰν ἐντεῦθεν ἔχειν ῥᾳστώνην εἴτε πανδήμου τινὸς ἑορτῆς ἀγομένης εἴτε σύγγραμμα νέου πεπληρωκότος, ἐφ’ ᾧ τὸν παιδευτὴν χρυσοῦν ἕνα λαμβάνειν νενομοθέτηται καὶ μιᾶς ἡμέρας ἀνάπαυλαν αὐτῷ τε διδόναι τῷ νέῳ καὶ τοῖς ἐκ τῆς αὐτῆς ὁρμωμένοις παλαίστρας, καὶ σεμνῇ τὴν ἡμέραν ἀμέλει καλοῦμεν ἐπωνυμίᾳ. εἰ δὲ βλάβην ὁ παιδευτὴς ἐκ ταύτης αὑτῷ τῆς θέας ἕπεσθαι δεδοικὼς ἐφυλάττετο, πολὺ ἂν μᾶλλον τοῖς οἰκείοις διεκελεύετο μαθηταῖς εὐλαβεῖσθαι.
32.2.105 εἰ γὰρ ὑπὲρ αὑτοῦ τὴν διάνοιαν ἐταράττετο παιδεύοντός τε καὶ πρεσβυτέραν ἄγοντος ἡλικίαν, πῶς ἂν νεωτέροις καὶ φοιτηταῖς θεωρεῖν ἐνεδίδου τοσοῦτον, ὅσον προσήκει μειρακίοις Ἑρμῇ διακονοῦσι καὶ Μούσαις; ἀλλ’, ὅπερ εἶπον, οὐ βλάβης εἴργει με φόβος, νόμος δέ τις ἡμῖν ἐπιχώριος, οὐ τοῖς πανταχοῦ παιδευταῖς ὡρισμένος.
32.2.106 τοιγαροῦν ἀνὰ τὴν Φοινίκην ἅπασαν, εἰ διδασκάλων τις ἀθέατος εἴη, δύσκολος εἶναι καὶ δυσάρεστος ὑποπτεύεται. πλὴν εἰ καὶ δώσομεν πανταχοῦ κύριον εἶναι τὸν ἐνταῦθα κρατήσαντα νόμον, οὐ μίμοις τοῦτο γίνεται ψόγος. ἦ γὰρ ἂν ἀποβάλλοιμεν ἱπποδρομίας καὶ κυνηγέσια καὶ χοροὺς ᾄδοντας καὶ ὄρχησιν καὶ αὐλοὺς καὶ χορδῶν ἁρμονίαν· τούτων γὰρ οὐδενὶ παιδευταῖς νενόμισται παραβάλλειν.
32.2.107 ὥστε νόμῳ πόλεως ἀκολουθοῦντες οὐ θεώμεθα μίμους, ἀλλ’ οὐ δεδιότες, μή τι βλάβος ἡμῖν ἐντεῦθεν ἐμπέσῃ. πολλὰ γὰρ τῶν ἐπὶ σκηνῆς τελουμένων παιγνίων ἐκ προοιμίων εἰς τέλος οὐδὲν ἔξω σεμνότητος ἔχει.
32.2.108 δύναιο ἂν ἄνδρα βλέπειν καθεστηκότα σωφρονεῖν παραινοῦντα τῇ συνοικούσῃ καὶ φεύγειν τῶν φιλαιτίων τὰς λοιδορίας. ἔνι καὶ στρατιώτας ἰδεῖν καὶ ῥητόρων ἀκοῦσαι, δυεῖν ἐνίοτε μίμων, τοῦ μὲν ἀλόγιστόν τινα μιμουμένου, τοῦ δὲ καλῶς ἐν λόγοις ἀχθέντα, ὥστε γελωμένου μὲν ἐκείνου, κροτουμένου δὲ τούτου λογισμὸς εἰσέρχεται τοῖς θεωμένοις, ὡς δεῖ παίδευσιν μὲν ἀγαπᾶν, ὅπως ἐπαινοῖντο, ἀμαθίαν δὲ φεύγειν, ἵνα μὴ σκωμμάτων γένωνται πρόφασις.
32.2.110 Τίς δὲ οὐκ ἂν ἀπείποι καταλέγειν ἐπιχειρῶν, ὅσα μιμοῦνται; δεσπότην, οἰκέτας, καπήλους, ἀλλαντοπώλας, ὀψοποιούς, ἑστιάτορα, δαιτυμόνας, συμβόλαια γράφοντας, παιδάριον ψελλιζόμενον, νεανίσκον ἐρῶντα, θυμούμενον ἕτερον, ἄλλον τῷ θυμουμένῳ πραΰνοντα τὴν ὀργήν. τί οὖν ἅπαντά μοι παραδραμὼν σχῆμα πεπορνευμένου φέρεις εἰς μέσον; ἢ τοῦτο μόνον ἡμῖν τυγχάνεις τεθεαμένος; τί δέ; τοῦτο μὲν τοὺς ὁρῶντας θηλύνειν ὑπολαμβάνεις, τῶν δὲ βελτιόνων σχημάτων οὐδὲν πρὸς ἑαυτὸ μεταφέρειν οἴει τοὺς θεατάς; καίτοι τὸ μὲν νόσος ἐστὶ φύσεως ὅρον ἐκβᾶσα, τὰ δὲ ζηλοῦν τε καὶ πράττειν ἡ φύσις ἐνομοθέτησε.
32.2.112 Βούλει τὴν ἐκ τοῦ πράγματος ὄνησιν ὀρθῶς ἐξετάσαι; σκόπει τὰ μέγιστα τῶν ἀνθρωπείων κακῶν, ὀργήν τε καὶ λύπην. ὧν ἡ μὲν τῶν ἰδίων ἐξίστησι λογισμῶν—εὖ γὰρ ἔφη τις τὸν θυμὸν μανίαν ὀλιγοχρόνιον εἶναι—, τὰ πλεῖστα δὲ ἅπασιν ἀρρωστήματα λύπῃ κατὰ τὴν τραγῳδίαν συμβαίνει. οὐδένα δὲ ῥᾴδιον ἀμφοῖν ἀπηλλάχθαι, ἀλλὰ τὸν μὲν ἀνιᾷ τι, τὸν δὲ παροξύνει, τισὶ δὲ ἀμφότερα ταῦτα παρενοχλεῖ. ἤδη τις νουθεσίαις οἰκείων ἢ φίλων οὐδὲν ἐνδιδοὺς μίμους θεασάμενος ἐφαιδρύνθη τὰ μὲν εἰς τούτους ὁρῶν, τὰ δὲ λογιζόμενος, ὡς καὶ ἄλλους εἰκὸς ἐν πλήθει καθῆσθαι τοσούτῳ πάσχοντας μὲν αὑτῷ παραπλήσια, μειδιῶντας δὲ ὅμως· ὥστε κἂν μὴ βεβαίας ἰάσεως τύχῃ, τόν γε τοῦ θεάματος χρόνον κουφότερον ἕξει.
32.2.114 ἵππων μὲν οὖν ἀγῶνες ἐκμαίνουσι μᾶλλον ἢ τέρπουσι τὰς τῶν θεωμένων ψυχὰς καὶ πολλὰς ἤδη καὶ μεγάλας ἀνέτρεψαν πόλεις· μῖμοι δὲ τέρψιν ἀπράγμονα καὶ στάσεως ἐλευθέραν καὶ ταραχῆς ἐπιδείκνυνται καὶ μάλα συμβαίνουσαν τῷ Διονύσῳ. κἀνταῦθα μὲν οὐδεὶς σύννους οὕτω καὶ κατηφής, ὃς οὐ φαιδρότερος ἔσται· ἐκεῖ δὲ πρᾷος οὕτω καὶ ἄθυμός ἐστιν οὐδείς, ὃς οὐκ ἐξάπτεται καὶ βοᾷ καὶ φιλονεικίας ἐμπίπλαται καὶ θυμοῦ.
32.2.116 τοιγαροῦν ἀποδέχομαι τῶν πόλεων τὴν ἐπίνοιαν, αἷς νενόμισται μίμους ἐν ταῖς τῶν ἵππων ἁμίλλαις μεταξὺ παίζειν τῶν ἄθλων, ἵνα τοῖς θεωμένοις μαλάξωσι τὴν ὀργήν, τὴν μὲν τῶν ἡττημένων πραΰνοντες λύπην, τὴν δὲ τῶν νενικηκότων ἀναστέλλοντες ὕβριν. κηλούμενοι γὰρ οἱ μὲν ἔλαττον ἀθυμοῦσιν, οἱ δὲ τὴν ἧτταν αὐτοῖς ὀνειδίζοντες παύονται κἂν μὴ σύμπαν τὸ μέρος, ἀλλ’ οἱ πλείους τὸν ἀριθμόν· κἂν ἡ πᾶσα τῶν νενικηκότων ἐπιμείνῃ βοῶσα μερίς, ἧττον τῆς ἐναντίας οἱ πλεῖστοι βοώντων ἀκούσονται περὶ μίμους ἠσχολημένοι.
32.2.118 ἱπποδρομίας μὲν οὖν καὶ ὄρχησιν ὑπεραίρει τὸ πρᾶγμα τῷ μηδὲν στασιῶδες τοῖς δήμοις ἐμβάλλειν, θαυματοποιοὺς δὲ καὶ τραγῳδίας ὑπόκρισιν μετιόντας καὶ λύρᾳ χρωμένους τῷ μὴ κόρον διδόναι· ἐκείνων γὰρ οὕτως ἐνεπλήσθησαν ἄνθρωποι τῶν θεαμάτων ὡς μόλις δημοσιεύειν. Οὐ τοίνυν μόνον τοσαύτην ὑπὲρ αὑτῶν ἀφθονίαν χορηγοῦσι δικαιωμάτων, ἀλλὰ καὶ τὴν πολιτείαν ἡμῖν οὐ μικρὰ πολλάκις εὐεργετοῦσιν ἄρχοντας ἐν καιρῷ τοῖς σκώμμασι σωφρονίζοντες.
32.2.120 ἀναβαίνει γὰρ αὐτοῖς καὶ μέχρι δυναστείας ἡ παρρησία, καὶ τῶν μὲν ἡγεμόνων οἱ φίλοι τὸν ὄγκον ὑποστέλλονται τῆς ἐξουσίας, κἂν ἴδωσί τι ποιοῦντας ἀνάξιον τῆς ἀρχῆς, οὐ θαρροῦσιν ἐπιτιμᾶν, μίμοις δὲ πάρεστι σκώπτειν ἀφόβως. οὐ μὴν ἀποσκώπτουσι μέν, ἀνόνητοι δὲ περιφρονούμενοι γίνονται, ἀλλ’ εὕροις ἂν τοὺς ἐνόχους ὄντας τοῖς σκώμμασιν ἢ πεπαυμένους ἢ σπανιώτερον ἁμαρτάνοντας ἢ πειρωμένους ἐπισκιάζειν, ἃ πρόσθεν ἀνέδην ἐτόλμων.
32.2.122 παῦσαι τοίνυν αὐτοῖς λοιδορούμενος, μή που καὶ σὲ δικαίως ἀμυνόμενοι σκώψωσι. ποιοῦνται δὲ τὴν ἐπίπληξιν, ἐφ’ οἷς ἂν ταύτῃ χρήσασθαι δέῃ, οὐ πικρὰν οὕτω καὶ ἄκρατον, θέλγουσαν δέ πως ἅμα καὶ δάκνουσαν τῇ συνήθει κεράσαντες χάριτι. Ἀλλὰ τούτων οὕτω σαφῶς δεικνυμένων οὐδέ ν , φησίν, ἀπᾴδουσι τῶν Ἡσιόδου κηφήνω ν , οἳ τὰ τῶν ἐργαζομένων ἀργοῦντες αὐτοὶ κατεσθίουσι καὶ δαπανῶσι μὲν τὰ τῶν εὐπορούντων οὐδὲν ἢ τρυφᾶν ἐπιστάμενο ι , τοῖς δὲ πενομένοις ἐμπόδιον γίνονται πρὸς τὴν θέαν αὐτοὺς ἐκ τῶν οἰκείων ἕλκοντες ἔργω ν .
32.2.123 ἀμέλει γὰρ ὡς ἀργοὶ μελέτης οὐ δέοντα ι , ἀλ λ ’ ὑποβεβρεγμένοι καὶ τὴν γαστέρα πληροῦντες τὰ αὑτῶν ἐπιδείκνυνται τοῖς θεωμένοι ς . πῶς οὖν ἦθος φυλάττειν, πῶς δὲ ᾄδειν ἐμμελῶς μεθύοντας ἔνεστι; δεῖ γὰρ καὶ φωνὴν εὐφραίνουσαν ἔχειν καὶ ῥέουσαν γλῶτταν ἑτοίμως— μῖμος γὰρ διλογῶν ἢ προσπταίων συρίττεται μᾶλλον ἢ ῥήτωρ τοῦτο παθών—, δεῖ καὶ χορεύειν ἐπίστασθαι καὶ μὴ φθέγγεσθαι μόνον ἐπιδεξίως, ἀλλὰ καὶ βλέμματι θέλγειν, κἂν δέῃ, δοκεῖν αὐτὸν ἀπατᾶσθαι, ὁρῶντα μὴ ὁρᾶν, τὸ τοῦ λόγου, καὶ ἀκούοντα μὴ ἀκούειν, ὅπως μηδὲν ἀπολείποι χάριτος ἥδυσμα.
32.2.125 κἂν ἅπαντα ταῦτα τύχῃ μόνα λαχών, πολλῶν ἐστιν ἐνδεής· οὐ γὰρ ἐπιλήσμονα δεῖ πεφυκέναι, μή τι τῶν ἔξω μελετηθέντων ἔνδον αὐτὸν διαφύγοι, οὐδὲ παρρησίας ἐνδεέστερον εἶναι, δειλία γὰρ μνήμην ἐκπλήσσει. σὺ μὲν οὖν οἴει τοὺς μίμους ἐμπόδισμα γίνεσθαι τοῖς ἀπὸ τῶν χειρῶν τρεφομένοις, ἐγὼ δὲ μείζονος αἰτίους ὁρῶ προθυμίας.
32.2.126 ὥσπερ γὰρ οὐ τὸν μέτριον ὕπνον φαμὲν κώλυμα εἶναι τοῖς ἔργοις, ἀλλὰ τὰ μέγιστα τούτοις λυσιτελεῖν ἐπιρρωννύντα τὸ σῶμα, καὶ τοὺς μακρὰν πορευομένους ὁδὸν τὰς ἐν μέσῳ καταγωγὰς οἰόμεθα προθυμοτέρους ποιεῖν, ὅταν αὐτοῖς ἢ δένδρου σκιᾶς ἢ πηγῆς ἢ λουτροῦ τινος ἀπολαύειν ἐξῇ, οὕτω καὶ σύμμετρος ἐκ τῆς θέας ἀνάπαυσις σπουδαιότερον ἔχεσθαι τῶν ἔργων παρασκευάζει, ὥστε τοὺς ἐργαζομένους διπλοῦν εἰκότως μισθὸν ἐποφείλειν τοῖς μίμοις, εὐφροσύνης τε καὶ σπουδῆς. ὅθεν πρὸς ἐμαυτὸν τοιαῦτά μοι λέγοντας ἀναπλάττω· μὴ λάθῃ σε τῶν μίμων ὁ κατήγορος ἀπατήσα ς · οὐδὲν ἡμῖν ἐμποδών ἐστιν ἡ θέ α , ἀλλὰ καὶ τοῦ συνήθους ὀξύτερον προτρέπει μᾶλλον ἐργάζεσθαι τοὺς ἀπολαύειν ἐπειγομένου ς .
32.2.127 διὰ ταύτην καὶ νύκτωρ πληροῦσί τινε ς , ὃ με θ ’ ἡμέραν ἔργον ποιεῖν ἐβουλεύοντ ο . οὐ γὰρ πενία μόνον ἐγείρει τὰς τέχνα ς , ἀλλὰ καὶ θέας ἐπιθυμί α , καὶ νικᾷ τὴν ἐκ τῆς ἀγρυπνίας ταλαιπωρίαν ἡ τῆς ἐκ τοῦ θεωρεῖν εὐθυμίας ἐλπί ς . τοιούτοις οἱ χειροτέχναι διαθρυλλοῦσί μοι λόγοις τὰ ὦτα, ὡς ἡδὺ μὲν τῆς τοιαύτης ἀπόνασθαι θέας, ἡδὺ δὲ τῆς σκηνῆς ἐξιόντας ἀπαγγέλλειν τοὺς ἑωρακότας τοῖς οὐ τεθεαμένοις.
32.2.129 εἶτα λέγεις λίχνους καὶ φιλοπότας εἶναι τοὺς μίμους. καίτοι τῷ καταλόγῳ τῶν γνωρισμάτων, ἐξ ὧν ἔφαμεν χρῆναι μῖμον εὐδοκιμεῖν, καὶ τὸ φωνασκεῖν συνηρίθμηται, ὥστε δεῖν ἑκατέρου νοσήματος ἀπηλλάχθαι, ὅπως αὐτῷ μὴ βλάψῃ τὴν εὐφωνίαν σιτίων πλῆθος καὶ μέθη. Βλάψειέ γ ε , φησίν, ὦ θεο ί .
32.2.130 αἰσχρῶν γὰρ ᾀσμάτων ἀκρόασις—μίμοις δὲ ταῦτα σύνηθες ᾄδειν — , ὅσῳ ἂν ἐμμελέστερον ἔχ ῃ , τοσούτῳ μᾶλλον ταῖς τῶν ἀκουόντων ἐπιβουλεύει ψυχαῖς πλείονα μνήμην τῆς εὐφωνίας ἐργαζομένη ς , καὶ ὅσα μὲν πράττουσιν ἢ φθέγγονται μῖμο ι , μόνους βλάπτειν τοὺς παρόντας ἰσχύε ι , τὰ δὲ τούτων ᾄσματα καὶ κόρην οἴκοι καθημένην κοσμίως εἰς ἀκράτειαν μεταφέρει τῶν ἔξω τὰ τοιαῦτα πυκνὰ μελῳδούντων οὐδὲ ταύτην ἐώντων ἀνήκοον εἶνα ι . εἶτά σοι τοσαύτην ἔχειν δοκεῖ μίμων ᾄσματα ῥώμην, ὡς τρέπειν καὶ μεταπλάττειν τῶν ἀκροωμένων τὰς γνώμας; καὶ φύσις ἡ μὲν γίνεται, ἡ δὲ ἀπόλλυται; ὑποχωρεῖ μὲν ἡ κρείττων, ἡ δὲ ἐναντία ταύτης ἐξιούσης τὴν ἐπὶ ψυχὴν πάροδον λήψεται; κἂν θυγάτριον ἔχῃς ὥραν ἄγουσαν ἤδη παστάδος, εἴ σοι τὴν οἰκίαν ᾄδοι τις παριών, δέδοικας, μὴ καταλείψασα τὸν ἱστὸν ἢ τὴν ἠλακάτην καὶ τὸν ἄτρακτον ἀπορρίψασα ἢ ὅ τι ἂν ἐργαζομένη τυγχάνῃ, παρακολουθήσῃ τῷ ᾄδοντι δελεασθεῖσα τῷ μέλει; πόσου ἂν πρίαιτο νέος σώφρονος κόρης ἐρῶν τοσαύτην ἰσχὺν ἐν ταύταις εἶναι ταῖς μελῳδίαις, ὅσην ὑπολαμβάνεις; πλεῖστα γὰρ ὅσα ταῖς θύραις προσᾴδων τῆς ἐρωμένης παρὰ κωφοῦ θύραν ᾄδει κατὰ τὴν παροιμίαν.
32.2.133 τὴν δὲ κακῶς τεθραμμένην, κἂν ἄμουσος ᾖ τις, ῥᾳδίως ἐφέλκεται. οὐκοῦν εἰ μὴ πρότερον, ἀλλὰ νῦν μάνθανε ταῦτα· παραδέδωκέ τις ἀτόποις ἐπιθυμίαις τὸν λογισμόν· οὐδαμῶς αὐτὸν μεταρρυθμίσαι δυνήσῃ, κἂν μακρότερον τῆς Ἰλιάδος ἐγκώμιον ἐγκρατείας αὐτῷ διεξέλθῃς.
32.2.134 σώφρων ἔφυ τις ἕτερος· οὐ μετατίθης τὸν ἄνδρα, κἂν διαρραγῇς ᾄδων αἴσχιστα μέλη. ἂν δὲ πύθῃ τὴν πρόφασιν, ἀποκρινοῦνταί σοι ταύτην ἄνδρες σοφίαν μὲν ἄλλος ἄλλην ἐπιδειξάμενοι, πάντες δὲ ἄμαχον εἰρηκότες εἶναι τὴν φύσιν.
32.2.135 Εὐριπίδης μὲν γὰρ ὁ Σοφοκλέους τῇ τοῦ θεοῦ κρίσει σοφώτερος ἄκρα ς , φησίν, εὐηθείας ἅπτοιτο ἄ ν , ὅστις τὴν φύσιν νικᾶν ἐθέλε ι · Πίνδαρος δέ, τὸ θρέμμα τῶν μελιττῶν, τόδε ἔφη που λέγων· οὔτε αἴθων ἀλώπηξ οὔτε ἐρίβρομοι λέοντες μεταλλάξαιντο ἦθο ς . οὔτε δεινότης, φησί, —τοῦτο γὰρ ἡ κερδὼ σημαίνει τῷ ποιητῇ— μετασκευάσαι δύναται γνώμην οὔτε φόβος—τοῦτο γὰρ ὁ λέων ἐμφαίνει. καὶ μὴν ᾄσματά ἐστι τὰ Πινδάρου ποιήματα καὶ ἀπὸ τοῦ πασσάλου τὴν φόρμιγγα καθελὼν ᾖδεν ἅμα κιθαρίζων τὰ μέλη, ἀλλ’ ὅμως αὐτός σοι διαρρήδην βοᾷ· μή μου τὰ ᾄσματα φύσεως ἀπαίτει κρατεῖ ν , κἂν ᾄδω πρὸς λύρα ν .
32.2.136 οὔτε γὰρ αἴθων ἀλώπηξ οὔτε ἐρίβρομοι λέοντες τοῦτο ἂν δύναιντ ο . ὥσπερ οὖν Πίνδαρος ᾄδων οὐ ποιεῖ σωφρονεῖν τὸν ἀκόλαστον, οὕτως ᾄδοντες μῖμοι τὸν ἐγκρατῆ καὶ σεμνὸν πρὸς αἰσχρὰς οὐ μεταφέρουσιν ἡδονάς. εἰ δέ με δεῖ καὶ ῥητορικήν τινα μαρτυρίαν προσθεῖναι—δεῖ δὲ σοφιστὴν εἶναι πειρώμενον—, λέγει που ῥήτωρ τις, οὗ χάριτες οἱ λόγοι προσαγορεύονται· οὐκ ἂν γένοιτο χρηστὸς ὁ κακὸς ἐξ ἑτέρας εἰς ἑτέραν πόλιν ἐλθώ ν .
32.2.138 οὕτω πάγιον ἀποφαίνονται πάντες εἶναι τὸ πεφυκός. πάρεστι δὲ τὰ τοῖς πάλαι σοφοῖς εἰρημένα βεβαιῶσαι τοῖς νῦν ὁρωμένοις· εὔδηλον γάρ, ὡς κἀκεῖνοι τοιούτοις ἐξ ὧν ἑώρων ἐχρήσαντο λόγοις. πόσοι δὴ φύλακες πρὸς ἡδονὰς ἐπειγόμενον κατέχειν δύνανται νέον; διεξεληλύθασί γε διὰ πάσης ἄνθρωποι φυλακῆς ἀεί τι πλεῖον εἰς ἀσφάλειαν, ὡς ᾤοντο, προστιθέντες, εἴ πως τὴν ἀκρατῆ βιάσαιντο φύσιν, καὶ πλείστας ἡνίας μηχανησάμενοι, παιδαγωγούς, ἀπειλάς, διδασκάλους, μάστιγας, χαλιναγωγεῖν οὐ δεδύνηνται.
32.2.139 πόσας οἱ γυναικῶν ἐρῶντες κοσμίων ἐπάγουσι προσβολὰς ταῖς ἐρωμέναις, ἱκετείας, δάκρυα, μέλη, δώρων ἐπαγγελίας· αἱ δὲ μένουσιν ἄτρωτοι. γνοὺς τοίνυν ἐξ ἀμφοτέρων, ἔκ τε τῶν βελτιόνων ἔκ τε τῶν ἐναντίων, ὡς ἀμετάστατον ἑκατέροις ἡ φύσις, μὴ βούλου δοκεῖν ἀγροικότερος εἶναι τῷ πρὸς τὰ ᾄσματα φόβῳ ἄλλως τε καὶ πολλῶν ἐν τούτοις ἀκοσμίας ἐχόντων οὐδέν.
32.2.141 Ἐπεὶ δὲ τὴν εὐφωνίαν ὑποστέλλεσθαι φῂς ὡς ἐπαρᾶσθαι ταύτης αὐτοὺς ἐκπεσεῖν, φέρε τι καὶ πρὸς τοῦτό σοι λέξωμεν. μῖμος γὰρ ἅπας, κἂν ἄγαν εὔφωνος ᾖ, τὰ δεύτερα φέρει τραγῳδίας ὑποκριτοῦ, ὃς νῦν μὲν εἰσέρχεται παῖδα φονέα μητρός, νῦν δὲ μητέρα ξίφος ἐπιφέρουσαν τέκνοις ὑπὸ ζηλοτυπίας ἐρωτικῆς. εἰ τοίνυν ἐκείνων ἀτοπώτερα ταῦτα καὶ μίμων φωνῆς ἡ τούτων καθέστηκε κρείττων, διχόθεν οὗτοι μίμων ἐλέγχονται βλαβερώτεροι, ὥστε μίμων ἐκβεβλημένων συναπελαύνονται τούτοις οἱ μείζονα βλάπτοντες, μᾶλλον δέ, διώκων μέν τις ἐκείνους τάχα φείσεται μίμων, εἴπερ ἧττον λυμαίνονται, τούτους δὲ φυγῇ ζημιῶν ἐκείνοις μείζονα σωφρονισμὸν ἐπιθήσει· ὥστε τῇ κατὰ τῶν μίμων ὀργῇ λανθάνεις ἑτέρους, οὓς οὐ βούλει, προπηλακίζων.
32.2.143 τί οὖν ἐντεῦθε συμβαίνει; κεκλεῖσθαι τὰ θέατρα καὶ μάτην οὕτως ἑστάναι· ὃ πολὺ δεινότερόν ἐστι τοῦ καθελεῖν. καθαιρεθέντα μὲν γὰρ καταβραχὺ τὴν μνήμην ἀπομαραίνει, ἑστηκότα δὲ οὐκ ἐᾷ τοὺς ἐρῶντας ἐπιλανθάνεσθαι. ἀνάμνησις δὲ ἡδονῆς τελέως καταλυθείσης πικροτάτη γίνεται λύπη, ἐπεὶ καὶ τῶν ἀποβαλόντων τὰ φίλτατα οἱ μεμνημένοι τῶν ἐπιλελησμένων εἰσὶν ἀθλιώτεροι. εἰ δὲ καθελεῖν ἡμῖν ἐπιτρέψεις, ἔλαττον μὲν ἡ καθαίρεσις χρόνου προϊόντος λυπεῖ, μείζονα δὲ τὴν δυσσέβειαν ἔχει πρὸς τὸν ἄρχειν θεάτρου λαχόντα θεόν.
32.2.145 Πάνυ τοίνυν εἰκότως ἂν ἐμαυτοῦ καταγνοίην, εἰ κωμῳδίας πολλαχοῦ μνημονεύσας τοῦ λόγου ἐκεῖνο παραλιπεῖν καρτερήσω. φασὶ τὸν εὑρηκότα τὴν ὑπὲρ ἧς ἀγωνίζομαι τέχνην, ἐξ οὗ πάντα φησὶν ἀπαγγέλλειν ὁ προσηγορίᾳ μὲν δεύτερος, τὴν τάξιν δὲ πρῶτος, ἐκεῖνον δὴ λέγουσι καὶ τὸν παῖδα τὸν Διοπείθους ἡλικώτας τε ἄμφω καὶ φίλους ὅτι μάλιστα εἶναι συνάπτοντος καθ’ Ὅμηρον τοῦ θεοῦ τοὺς ὁμοίους τὸν τρόπον καὶ γνώμας ἐμμέτρους ἀλλήλοις ἀντιτιθέναι καὶ μὴ χείρονα Μενάνδρου δόξαι τὸν ἕτερον. τοιοῦτον ἄνδρα διαβάλλειν ἐπιχειρεῖς. Λοιπὸν τοίνυν ἡμῖν πρὸς τὸ τῆς κουρᾶς εἶδος καὶ τὸ ῥαπίζεσθαι μεταβήσῃ ψόγον ἐξ ἀμφοτέρων οἰόμενος μίμοις κατασκευάζειν.
32.2.146 ἑκατέραν δέ σου κατηγορίαν εἷς ἀποκρούεται μῖμος, ὃν ἀπαιτεῖ τρέφειν τε κόμην ἡ τέχνη καὶ ῥαπίζειν τοὺς ἄλλους. εἰ μὲν οὖν ἐκεῖνον μέμψεως ἐξαιρεῖς, πῶς ὅλον αὐτὸ διαβάλλεις τὸ πρᾶγμα; τὸ γὰρ ὅλως αἰσχρὸν οὐδένα τῶν μετιόντων ἄμεμπτον ἔχει· εἰ δὲ μηδὲ τοῦτον λοιδορίας ἐλευθεροῖς, τί τοῖς ἄλλοις εἰς ἀδοξίαν προφέρεις τῆς τε κεφαλῆς τὸ ψιλὸν καὶ τὴν ἐπὶ κόρρης πληγήν; εἴ τις, ὦ δαιμόνιε, ψόγος ἐκ τοιαύτης ὑπῆρχε κουρᾶς, οὐκ ἂν οἱ σοφώτατοι πάντων Αἰγύπτιοι ταύτην ἀσκεῖν εὐθὺς ἐκ παίδων ἠξίουν, ὥς πού φησιν ὁ τὰς Μούσας ὑποδεξάμενος, ᾧ φιλοξενίας μισθὸν ἑκάστη βίβλον ἔδωκε μίαν.
32.2.149 τί δέ σοι τῶν Αἰγυπτίων τὸν ἰδιώτην ὅμιλον λέγω τῶν ἐν αὐτοῖς ἱερέων κεφαλήν τε καὶ γένειον ἐν χρῷ ξυρουμένων; εἰ δὲ τῷ ῥαπίζοντι φαυλίζεις τὴν ἐπιτήδευσιν, πῶς θεασόμεθα πύκτας, ὧν αἱ πληγαὶ καὶ φόνον πολλάκις εἰργάσαντο; ὅθεν ὁ τοῦ Δράκοντος νόμος ἄν τις ἀποκτείν ῃ , φησίν, ἐν ἄθλοις ἄκω ν .
32.2.151 τί δ’ ἂν εἴποις περὶ τῶν ἰθύνειν τοὺς ἵππους εἰδότων; οἳ πολλάκις τύπτειν ἀλλήλους ἐξάγονται δυοῖν ἐν ταὐτῷ συμπλεκομένων ἁρμάτων· ἀλλὰ καὶ κίνδυνος ἐκεῖ συνεχὴς ἵππων τε καὶ ἀνδρῶν κἂν ἀνέλῃ τις τοῦτο, συνανεῖλε καὶ τὴν ἐκ τῆς ἁμίλλης ἡδονὴν τῶν θεωμένων. τί δὲ φήσομεν, πρὸς θεῶν, ἂν ἀθλητὴς τὸν ἀντίπαλον καταβάλλῃ; τί δέ, εἰ δρομεὺς τὸν ἐναντίον ὑποσκελίζει; τί δράσεις ἀγωνοθέτης ἡμῖν καταστάς; ἐπιτάξεις, νὴ Διά, τῷ κήρυκι προειπεῖν ἅπασι μὴ τοιαῦτα τολμᾶν; πῶς οὖν στεφανωθήσομαι βοῶντος ἀκούσῃ δικαίως ἑκάστου.
32.2.153 ἄκουε δή, φασί, πρὸς τοῦτο μάλα καλοῦ λόγου. συμπόσιον ἦν, καὶ παρῆν αὐλητής. ηὔλει μὲν οὗτος, οἱ δὲ πίνοντες ἤκουον. ὡς δὲ τοῦ δείπνου προϊόντος ὠρχοῦντο—οἶνος γὰρ καὶ αὐλὸς εἰς ὄρχησιν ἐγείρειν φιλεῖ—, ἔτι σφοδρότερον ἐνέπνευσε τοῖς αὐλοῖς, ὥστε διέσυρέ τις τὸν ἄνδρα τὰς γνάθους ὁρῶν ὠγκωμένας. ὁ δὲ παυσάμενος τοῦ αὐλεῖν, ὅτε τῆς ὀρχήσεως οἱ λοιποί, ἠξίου μὴ τὸν ὄγκον αὑτοῦ τῆς ὄψεως μέμψασθαι· μὴ γὰρ οἷόν τε εἶναι τούτου χωρὶς εὐδοκιμεῖν αὐληταῖς. τοῦτο καὶ μίμοις καὶ παγκρατιασταῖς καὶ δρομεῦσι καὶ ἀθληταῖς λέγειν ἁρμόσει ἑκάστου τὴν ἐκ τῆς ἰδίας προβαλλομένου τέχνης πληγήν· μὴ γὰρ οἷόν τε εἶναι ταύτης ἐκτὸς ἐπιδείκνυσθαι.
32.2.155 Οἶμαι τοίνυν, εἰ τὸν Διόνυσον ἡλίκος ἐστὶ θεὸς ἐν βραχεῖ παραστήσω τὰς εἰς ἀνθρώπους εὐεργεσίας αὐτοῦ διελθών, εἰς τὴν παροῦσάν μοι τοῦτο τείνειν ὑπόθεσιν· μίμοις γὰρ κόσμον οὐ μικρὸν συντελεῖν τὴν εὐφημίαν τοῦ προεστηκότος μίμων θεοῦ, ἐπεὶ κἂν ἡνιόχοις συνηγορῇ τις, τὸν ἵππιον ὑμνήσει θεόν, τὴν δὲ Λητοῦς ἂν ἐπαινεῖν ἐθέλῃ, τὰ κυνηγέσια. δύο τοίνυν ὄντων, οἷς ἥδεται μάλιστα φύσις ἀνθρώπων, ἀμπέλου τε καὶ συκῆς—ὥστε τὸν παῖδα τὸν Λύξου δεικνύναι βουλόμενον τὴν Περσῶν ἀτυχίαν οὐκ οἴνῳ χρέωντα ι , φάναι, οὐ σῦκα ἔχουσι τρώγειν —, ἀμφότερον δῶρον ἑνὸς ὑπάρχει θεοῦ.
32.2.157 ἑωρακὼς δὲ τῶν δωρεῶν τὴν ἑτέραν τὸν οἶνον λυμαινόμενον τοῖς κεχρημένοις—οὔπω γὰρ οἴνου καὶ ὕδατος ἔγνωστο κρᾶσις ἀνθρώποις—, πάλιν ὡς ἡμᾶς ἐφοίτα καὶ ταύτην εἰσηγεῖται τὴν μίξιν. ἐντεῦθεν αὐτῷ διπλῆν ἄγοντες ἑορτὴν Ἀθηναῖοι τιμῶσιν ἐν ἄστει, θεραπεύουσιν ἐν ἀγρῷ τὸν θεόν. Τοιοῦτος, ὦ παρόντες, ὁ τῶν μίμων προστάτης.
32.2.158 δοῦναι δὲ χάριν αὐτὸν αἰτῶ μου τῷ λόγῳ καὶ τοῦτον ἐκτῖσαί μοι τῆς συνηγορίας μισθόν, ἣν ὑπὲρ τῆς τέχνης ἧς ἔφορός ἐστιν εἰργασάμην. Η ΔΙΑΛΕΞΙΣ ὅτι μόνη πέφυκεν ἄσυλος ἀρετὴ τῷ κεκτημέν ῳ .
33.1.1 Ἀλλ’ εἰ καὶ γυμνὸς ἧκεν εἰς Φαιακίαν ὁ Ἰθακήσιος, ἐκεῖνος ἦν ὁ πολύμητις ὁ Ὁμήρου, καὶ τοῦτο αὐτὸν οὐκ ἀφείλετο μόνον ἡ θάλαττα. ὥστε καὶ ἡ παῖς ἡ Ἀλκίνου ὦ ξέν ε , ἔφη, οὐ κακῷ γὰρ οὐδὲ ἄφρονι φωτὶ ἔοικα ς , οὐκ ἔστι ν , ὅτου ἄμοιρος ἔσ η , ὧν ἄνθρωποι δέονται πτωχοὶ καὶ ἀλῆτα ι . ἀλλὰ καὶ ὁ τῆς θαλαττίας υἱός—οὔπω γάρ μοι ὁ πρόλογος Ὅμηρον ἐθέλει ἀπολιπεῖν— εἶχε μὲν αὐτοῦ τὴν ἀσπίδα Πάτροκλον ἀνελὼν ὁ Πριάμου, ἐφόβει δὲ οὗτος ὁ ἄοπλος, ἀνδρίᾳ γὰρ ὥπλιστο, πολεμίους ὁπλίτας.
33.1.2 οὕτω μὲν ὁ Πηλέως, οὕτω δὲ ὁ Λαέρτου. ὁ μὲν ἀσπίδα οὐ φέρων ἀγαθὸς ἔμεινε στρατιώτης, ὁ δὲ ἐσθῆτα οὐκ ἔχων σοφὸς ἔμεινε ῥήτωρ. εἰς ταῦτα, οἶμαι, Διογένης ὁρῶν, ἐπειδή τις αὐτῷ προσιὼν ἐπυνθάνετο, ὅτῳ ἄν τις ἐχθρὸν ἀνιάσειε τρόπῳ, ὁ μὲν ᾤετο ἄρα ἀκούειν ἢ κατάλογον δορυφόρων ἢ πλούτου περιουσίαν ἢ τύχης ἄλλο τι δῶρον, ὁ δὲ τούτων μὲν ἔφη οὐδέν, καλὸν δέ οἱ καὶ ἀγαθὸν εἶναι παρῄνει· κτῆμα γὰρ αὐτόν τε ἀθάνατον ἕξειν καὶ ταύτῃ ὃν ἂν τυγχάνῃ ἔχων ἐχθρὸν ἀνιᾶν.
33.1.4 τοιαῦτα καὶ Φωκίων, ὡς ἔοικεν, ὁ Ἀθηναῖος ἐφρόνει. δωρεὰν γὰρ αὐτῷ τάλαντα ἑκατὸν ἀποστείλαντος Ἀλεξάνδρου ἤρετο τοὺς κομίσαντας· τί δὲ ἐδόκει τῷ Μακεδόνι τόσων ὄντων Ἀθηναίων καὶ τόσων ἐμὲ δωρήσασθαι μόνον χρυσί ῳ ; φησάντων δὲ ἐκείνων ὅτι σὲ ἄνδρα ἡγοῖτο χρηστὸν ἢ ἕτερον εἶνα ι , ὑπολαβὼν ὁ Φωκίων καὶ πῶς ἂν εἴη ν , ἔφη, χρηστό ς , εἰ φιλοχρήματος εἶναι δοκοίη ν ; ταῦτα ἀκούσαντες, ἰδόντες δὲ ἄνδρα πενίᾳ τρυφῶντα ἀπῄεσαν οἴκαδε αὖθις ὀρθῶς ἐκεῖνο οἰόμενοι πλουσιώτερον Ἀλεξάνδρου εἶναι Φωκίωνα, τοῦ διδόντος τὸν οὐ δεόμενον.
33.1.6 τί ἂν ἔτι ὑμῖν, ὅσα ὤνησε ζῶντας ἀνθρώπους ἀρετή, διηγοίμην; εὖ γὰρ ἡ τραγῳδία τε ᾄδει καὶ ὑμεῖς ἐκείνῃ συνᾴδετε, ὡς ἀρετὴ καὶ θανοῦσι λάμπει. Η ΔΙΑΛΕΞΙΣ ὅτι δεῖ τὸν παριόντα τοῦ μελετωμένου τὸ ἦθος διὰ παντὸς φυλάξαι τοῦ λόγο υ .
34.1.1 Ἀλέξανδρον, τοῦ Φιλίππου μειράκιον—Φιλίππου γὰρ ἦν, εἰ καὶ τοῦ Διὸς δοκεῖν ἐβούλετο εἶναι—, πολλοὶ μὲν εἰργάζοντο πλάσται, πολλοὶ δὲ ἔγραφον ζωγράφοι. ὁ δὲ τῶν μὲν ἄλλων ἧττον ἐπῄνει τὰ ἔργα, εἴτε χρώματα ἦν εἴτε χαλκὸς ἡ ὕλη, ὅτι τὰ μὲν αὐτοῦ μιμεῖσθαι ἐδόκουν, τὰ δὲ οὐ πάνυ. ἥδετο δὲ ὁρῶν τὴν Λυσίππου εἰκόνα Ἀλέξανδρος.
34.1.2 τὸ γὰρ ὀξὺ καὶ ἀρρενωπὸν καὶ γαῦρον καὶ ἄοκνον εἶχε μὲν ὁ Φιλίππου, εἶχε δὲ ὁ Λυσίππου· ὥστε τοῖς μὲν ἄλλοις ἄλλους δημιουργεῖν ἐνετέλλετο, ἑαυτὸν δὲ ἠξίου μόνῳ Λυσίππῳ πιστεύειν. οὕτω μὲν εὖ μάλα ἐποίει τὸν Μακεδόνα ὁ Σικυώνιος· Τιμόμαχος δὲ Μήδειαν τὴν Αἰήτου φιλοστοργίᾳ τε ἐκέρασε καὶ θυμῷ, καὶ τὸ μὲν εἶχον οἱ παῖδες, τὸ δὲ Ἰάσονι ἐδεδώκει· οὐ μὴν ἐξ ἡμισείας ἄμφω ταῦτα ἐμέρισε· τὸ γὰρ φιλότεκνον ἡττᾶτο ζηλοτυπίας καὶ ἦν τὴν πλείονα μοῖραν γυνὴ μᾶλλον ἢ μήτηρ, ἐφ’ οἷς 〈ἔχοισ〉 ἂν καὶ ἐκείνης ἀκούειν· μανθάνω μὲν οἷα δρᾶν μέλλω κακ ά , Ἰάσων δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτω ν .
34.1.4 ἀδικοίην 〈δ’〉 ἄν, οἶμαι, εἰ πλάστας ὑμῖν διηγούμενος καὶ γραφέας ἔπειτα σιγῇ παραδραμῶ τὸ Μύρωνος βοΐδιον. λέγεταί τοι ὧδε ἔχειν ἐκεῖνο τὸ ἔργον, [ἡ βοῦς,] ὥστε οὐ μάτην εἰρῆσθαι ἐδόκει τό· εἴ με δάμαλις ἴδο ι , μυκήσετα ι · εἰ ταῦρος θεάσαιτ ο , βήσετα ι · εἰ βουκόλο ς , ἐς ἀγέλην ἐλάσε ι . ἀλλὰ ταῦτα μὲν Τιμόμαχός τε φιλοτεχνείτω καὶ Μύρων καὶ Λύσιππος ἢ καὶ ἄλλος τις μετιὼν ἴσα ἐκείνοις· ἄνδρα δέ, ὅτῳ ἡ γλῶττά ἐστι τὸ ἐπιτήδευμα, ὅ τι ἂν αὐτῇ πλάσας τυγχάνοι, τοῦτο μιμεῖσθαι προσῆκον, ἵνα μὴ τηνάλλως ἡ κωμῳδίᾳ σφαῖράν πως ὀνομάζῃ τὴν γλῶτταν οἷά τε εὐάγωγον οὖσαν καὶ ῥᾳδίως, ὅποι ἂν βούλοιτο, στρεφομένην.
35 T 1 〈ΠΑΙΔΟΚΤΟΝΟΣ.〉 Τύραννος ὡραίαν ἐξ ἀστυγείτονος πόλεως ᾔτησε κόρην πρὸς γάμον θυγάτριον οὖσαν ἀνδρὸς κορυφαίου τῶν οἰκητόρων αὐτήν τε καὶ παῖδας ἔχοντος ἄλλου ς .
35 T pref ταύτην ᾔτησε πόλεμον ἀπειλῶ ν , εἰ μὴ λάβο ι . εἵλοντο μᾶλλον ἐπιόντα πόλεμον ἐνεγκεῖν ἢ δόξαι δειλὸν φρονεῖν τυράννου διακονοῦντες προστάγματ ι . πολιορκουμένων αὐτῶν καὶ προιόντος τοῦ φόβου τὴν κόρην ἐπὶ τὸ τεῖχος ἀνήγαγεν ὁ πατὴρ ἐν ὀφθαλμοῖς τε τῶν πολεμίων ἀπέκτεινε ν . ὁ μὲν οὖν τύραννος ὡς εἶδε ν , ἀνέζευξεν ἄπρακτος οὔτε τῆς ἐρωμένης τυχὼν οὔτε πορθήσας τὴν πόλι ν , νέος δέ τις τῆς παρθένου πολίτης ἐκτόπως ταύτης ἐρῶν οὐ φέρων τὸ πάθος ἑαυτὸν διεχρήσατ ο . καὶ κρίνει τὸν πατέρα τῆς κόρης ὁ τοῦ νεανίσκου πατὴρ ὡς αὐτόχειρα μὲν τοῦ φόνου τῆς θυγατρό ς , αἴτιον δὲ τῆς ἐκείνου σφαγῆ ς . μελετῶμεν τὸν τῆς κόρης πατέρ α . Θεωρία.
35.1.1 Βιάζεται καὶ πατέρα πολλάκις ἡ πρὸς τὸ κοινὸν εὔνοια παίδων ὑπερορᾶν. αὕτη τὰς τοῦ Λεὼ θυγατέρας ἀπέκτεινεν, αὕτη πρὸς σφαγὴν ἐν Αὐλίδι τὴν Ἀγαμέμνονος ἐξέδωκε παῖδα. μηδεὶς οὖν ἄστοργον εἶναι τὸν πατέρα νομιζέτω τῆς κόρης· οὐ γὰρ ἀβασανίστως ἐπὶ τοσοῦτον ἧκεν ἐγχείρημα, ἐπιτρέψας δὲ τὴν κρίσιν τῷ λογισμῷ καὶ πολλάκις αὐτὴν ἀνελίξας εἰς ἔννοιάν τε λαβών, ὡς εὐπρεπής, ὡς σώφρων ἡ παῖς, ὡς μέγιστον τόλμημα φόνος, ὡς ἀφόρητον πάθος γονεῦσι παιδὸς τελευτή, εἶτα πάντα τῇ θρεψαμένῃ παραβαλὼν εὗρεν ἐλάττω τῆς πόλεως τὰ τῆς κόρης πλεονεκτήματα.
35.1.3 ἵνα δὲ πᾶσαν ὠμότητος ὑποψίαν ἐκφύγῃ, δέδωκε παῖδας ἑτέρους αὐτῷ τὴν ἐπὶ τῇ τεθνεώσῃ πραΰνοντας λύπην. εἰ δέ τις τοῦτο μὲν τῷ πλάσματι δίδωσιν, οὐ μὴν ἐκεῖνό γε πείθεται νεανίσκον ἐρωμένης ἀποτυχόντα μηδαμῶς ἔτι ζῆν ὑπομεῖναι, Φαίδρας ἔοικεν ἀνήκοος εἶναι. ἐκείνη—καίτοι δειλίαν ἔμφυτον τὸ θῆλυ νοσεῖ—πρὸς ἑαυτὴν ἐθρασύνετο καὶ τὴν οἰκείαν ἀπετόλμα σφαγὴν παριδοῦσα τὸν ἄνδρα, παριδοῦσα τὴν βασιλείαν. τοῦ μὲν οὖν ἀποκτεῖναι τὴν κόρην ἀπολογίαν ἔχει τὴν πόλιν, τοῦ δὲ νέου τὸν φόνον εἰς αὐτὸν ἀναφέρει τὸν δεδρακότα καὶ δείκνυσιν, ὡς οὐ τὸ φίλτρον ἁπλῶς ἀνεῖλεν ἐκεῖνον, ὁ τρόπος δὲ μᾶλλον αὐτοῦ γέμων ἀκρατείας ἐσχάτης.
35.1.4 εἰ γὰρ ἕκαστος ἐρωμένης διαμαρτὼν αὐτόχειρ ἐγίνετο, κἂν ὁ τύραννος ἑαυτὸν ἀνῃρήκει μηδενὸς ἧττον πρὸς τὴν ὥραν τῆς παιδὸς ἐκπλαγείς. οὕτως ἀνεύθυνον αὑτὸν ὁ κρινόμενος ἑκατέρου δεῖξαι πειράσεται φόνου. ἀπίθανον δὲ μηδὲ τοῦτό τις ὑπολάβοι, εἴ τινες εἰς τοῦτο θράσους ὑπήχθησαν, ὡς μὴ κόρην εἰς γάμον ἐκδοῦναι γειτνιῶντι τυράννῳ πόλεμον, εἰ πρεσβευόμενος διαμάρτοι, κηρύξαντι.
35.1.5 καὶ γὰρ οἱ Τρῶες οὐ παρθένον Τρωάδα, γυναῖκα δὲ Λάκαιναν, Σπαρτιάτῃ συνοικοῦσαν ἀνδρί, παιδίον ἐκείνῳ τεκοῦσαν, ὕβριν ἡγοῦντο πρεσβευομένοις ἀποδοῦναι τοῖς Ἀχαιοῖς οὐ πόλεμον οὑτωσὶ ψιλῶς ἀπειλοῦσιν, οἷον ὁ τῆς μελέτης τύραννος, ἀλλ’ ἐν τοῖς ὅπλοις ἀπὸ τῶν τειχῶν ὁρωμένοις. οὕτως ἡ πρὸς τοὺς πέλας φιλονεικία μεγάλα παρασκευάζει τολμᾶν.
35.1.6 ἐνταῦθα δέ τις καὶ μείζων ἐστὶν ἀφορμὴ τῆς πρὸς ἀλλήλους αὐτοῖς ἀπιστίας, εἰ μή τῳ μάτην εἰρηκέναι δοκεῖ Δημοσθένης, ὡς ἄπιστον ὅλως ταῖς πολιτείαις ἡ τυραννίς, ἄλλως τε κἂν ὅμορον ἔχωσι χώραν. Μελέτη.
35.2.1 Οὐδὲ φύσεως ὤκνησα νόμον, ὦ παρόντες, ὑπεριδεῖν, ἵνα τῆς πολιτείας φυλάξω τοὺς νόμους, καὶ τὴν ἐμὴν ἔδωκα τῇ δημοκρατίᾳ γονὴν ἀτυράννευτον σπεύδων σῶσαι τὴν πόλιν. ἀνὴρ γάρ, ὅτῳ φρόνημα πρόσεστι, κατόπιν ἀεὶ τὴν τῶν ἰδίων φροντίδα τῆς ὑπὲρ τῶν κοινῶν ἔχει προνοίας. εἰς τοιοῦτον ὁ τύραννος ἐχθρὸν ἐμπεσὼν πολλὰς μὲν ἧκε φέρων ἐλπίδας, ᾤχετο δὲ πάσας ἀθρόως ἀφαιρεθεὶς οὔτε κόρης, ἧς ἤρα, τυχὼν οὔτε πόλιν, ἣν ἐπολιόρκει, παρειληφώς.
35.2.3 ὠθήσας τοίνυν ὑμῖν ἔρωτα καὶ τυραννίδα καὶ πόλεμον, οὐ δωρεὰν ὡς φιλόπολις, οὐ παραμυθίαν ὡς πατὴρ ἀτυχὴς ὁρῶ μοί τινα γινομένην, ἀλλὰ γραφὴν καὶ κατήγορον καὶ κρίσιν καὶ δικαστάς, ὅτι μιᾷ συμφορᾷ πλῆθος ἔλυσα δημοσίων κινδύνων. Ἔδει μὲν οὖν τῷ τυράννῳ προσεῖναι τὴν τοῦ νεανίσκου μικροψυχίαν, ἵνα τῆς ἐρωμένης ἀποτυχὼν ἕνα δίκαιον δράσειε φόνον τὸν ἑαυτοῦ.
35.2.4 ἐπειδὴ γὰρ παντὸς ἁμαρτήματος τυραννὶς χαλεπώτερον, πολλοῖς δὲ θάνατος ἁμαρτήμασιν ὥρισται, θανάτου δὲ μείζων οὐκ ἔστι σωφρονισμός, ἔδει τὸν τύραννον καινοτέρῳ τρόπῳ τελευτῆς ἐμπεσεῖν ἀνδροφόνον αὐτὸν αὑτοῦ γεγονότα· ἐπεὶ δὲ πάντας ἐκεῖνος προπηλακίσας τοὺς νόμους πρὸς ἕνα καὶ μόνον τὸν ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας οὐδαμῶς ἐτυράννησεν—ἀποσφάξαι γὰρ ἑαυτὸν οὐ προήχθη—, τοῦτο προσῆκεν αὐτὸ γενέσθαι παράδειγμα τῷ νεανίσκῳ τοῦ μὴ νόμον διαπτύσαι τοιοῦτον, ὃν οὐ παρεῖδεν ἀνὴρ ἅπαντας ὑβρίσας τοὺς νόμους. καινότατον δὲ πρᾶγμα ποιεῖν ὁ κατήγορός μοι δοκεῖ· τὸν μὲν νέον ὑπὲρ μιᾶς αὑτὸν ἀνελόντα κόρης οὐ μέμφεται, ἐμοῦ δὲ μίαν ὑπὲρ πόλεως κόρην ἀνῃρηκότος κατηγορεῖ· καὶ μὴν εἴπερ ἀνέγκλητον ἐπαποθανεῖν ἐρωμένῃ, πῶς ὑπεραποθανεῖν πατρίδος ὑπεύθυνον; Εἰ μὲν οὖν ὁ νέος ἔτυχε μόνος ἐρασθείς μου τῆς θυγατρός, ἀπώκνησα ἂν αὐτῆς καὶ τὸ κάλλος ὑμῖν ὑπογράψαι καὶ ὅπως ἐτράφη διεξελθεῖν, μή τις ἐντεῦθεν ἐκείνῳ τινὰ νείμῃ συγγνώμην τοῦ δικαίως αὑτὸν ἀνελεῖν ἐρωμένης ἀποτυχόντα τοιαύτης· ἐπεὶ δὲ καὶ τὸν ἄρχοντα τῶν ἐχθρῶν καὶ τῶν πολιτῶν ἴστε τινὰς ἔρωτι μὲν ἐκπλαγέντας τὸν λογισμὸν καὶ μνηστεῦσαι τὴν κόρην ἐσπουδακότας, οὐδένα δὲ ὅμως αὐτῶν ἀπενεγκόντα τοῦ βίου, θαρρῶν διηγήσομαι τὰς τῆς παρθένου πλεονεκτήματα.
35.2.6 οὐ γὰρ ἔτι τὸ φίλτρον αἴτιον εἶναι δόξει τῆς ἐκείνου σφαγῆς, ἀλλὰ τὸ τῆς ψυχῆς ἀγεννὲς τοῦ μειρακίου. οὐ δόξω δέ τις ἐπαχθής, οἶμαι, καὶ φορτικὸς τὴν παῖδα κοσμῶν.
35.2.7 ὁ γάρ μοι σκοπὸς οὐ τὴν ἰδίαν καλλωπίσαι γονὴν οὐδὲ τοῖς ἐπαίνοις θηρεῦσαι μνηστῆρα τῇ τεθνεώσῃ, παραστῆσαι δὲ μᾶλλον, ὅτι θυγάτριον εὐπρεπὲς καὶ τεθραμμένον κοσμίως ἐν ἐλάττονι μοίρᾳ τῆς πατρίδος ἐθέμην. Ἔτι γὰρ οὖσα παιδίον τῆς ἡλικίας αὐτὴν οὔπω κρυπτούσης ἐπεὶ προϊοῦσα περίβλεπτος ἦν καὶ τοὺς ἁπάντων ἐφείλκετο πρὸς αὑτὴν ὀφθαλμούς, ᾐσχύνετο μὲν ὁρωμένη, ἠρυθρία δὲ μᾶλλον ἐπαινουμένη, ὥστε τὴν ἀγορὰν ἀποστρέφεσθαι, συνεῖναι δὲ τῇ μητρὶ καὶ σεμνῶς οἰκουρεῖν.
35.2.9 ὡς δὲ προῆγε ταύτην ἐπὶ μνηστείαν ὁ χρόνος, πολλάκις, ὦ παρόντες, εὐχομένης ᾐσθόμην οὐ νέου καλοῦ τὴν ἰδέαν, οὐ λαμπροῦ τὴν ἀξίαν ἀνδρός, οὐ πλοῦτον πολὺν κεκτημένου τυχεῖν, ἀλλὰ κοσμίου καὶ σώφρονος ἢ τὴν παρθενίαν εἰς τέλος αὑτῇ παραμεῖναι. ἧκεν ἐπὶ τοὺς ὁμόρους ἀγγέλλουσα τὸ κάλλος ἡ Φήμη καὶ μέχρι τῶν βασιλείων ἐλθοῦσα πρὸς αὐτὸν ἀνέβη τὸν τύραννον ἐνέβαλέ τε σπινθῆρα λαμπάδος ἐρωτικῆς.
35.2.10 οἷα γὰρ νόμων χωρὶς καὶ τῶν ἐν πολιτείᾳ καλῶν τεθραμμένος καὶ τοῦτο εἶναι κέρδος τῆς μοναρχίας ἡγούμενος τὸ τὰ δοκοῦντα ποιεῖν ὀψοφαγίᾳ καὶ μέθῃ καὶ κώμοις ὅλον ἐξεδίδου τὸν βίον. τοιγαροῦν οὓς ἐνθένδε πάντες ἀπήλαυνον ὡς πολλῇ προσκειμένους ἀκολασίᾳ, τούτους ἀγαπᾷ καὶ περὶ αὑτὸν ἔχει φιλοπότας καὶ κόλακας καὶ τοιούτους ἀνθρώπους, οἵους πανταχόθεν αὐτῷ προξενεῖν ἡδονάς.
35.2.12 οὗτοι προπίνουσιν ἐκείνῳ τὴν παῖδα τὰ μὲν αὐτῷ χαριζόμενοι, τὰ δὲ τῇ πόλει μνησικακοῦντες, ὅπως ἢ δοῦσα τὴν κόρην ἀνελεύθερόν τι καὶ ταπεινὸν ὑπομείνῃ καὶ δουλείας προοίμιον ἢ μὴ δοῦσα τὸν τύραννον εἰς ὀργὴν ἐρεθίσῃ. ὡς ἐν τρυφῇ τοίνυν καὶ φιλοτησίᾳ καὶ ἀτόποις ᾠδαῖς—δῆλον καὶ ὅτι καιρὸν ἐκεῖνοι τοιοῦτον φυλάξαντες τῆς παιδὸς ἐμνημόνευσαν—, εἰκότως, οἶμαι, διεθερμαίνετο.
35.2.13 ἔπειτα ὕστερον αὐτὸς αὑτῷ παρθένον ἀναπλάττων τοιαύτην, οἵαν ἀκήκοεν, ὠρέγετό που τὴν παῖδα θεάσασθαι. φυλάξας τοίνυν ἡμέραν ὑποθεμένων αὐτῷ τῶν μηνυσάντων τὴν κόρην, ἐν ᾗ παρ’ ἡμῖν αἱ πρὸς γάμον ὡραῖαι μικρὸν ἀπὸ τοῦ ἄστεος ἑορτὴν εἰώθασιν ἄγειν —ἴστε δήπου τὸν χῶρον· πλάτανοί τέ εἰσι καὶ κυπάριττοι καὶ πηγὴ καλὴ καὶ διαφανὴς ἐπιτηδεία τε κόραις παίζειν παρ’ αὐτήν—φυλάξας οὖν τὴν κυρίαν ἧκεν οὐ μετὰ κόμπου βασιλικοῦ, ἅμα μέν, ὅπως μὴ πόρρωθεν τῷ κτύπῳ τοῦ πλήθους αὐταῖς δέος ἐμβάλοι, ἅμα δὲ τυραννίδος ἀνάξιον εἶναι νομίσας παρθένου μιᾶς ἁρπαγήν, ἴσως δὲ τοῦτο καὶ περιττὸν ἡγησάμενος—· ἡμᾶς γὰρ ἀσμένως αὐτὴν ἐκδώσειν εἰς γάμον πρεσβευομένῳ.
35.2.15 ταῦτα πεπεικὼς ἑαυτὸν οὔτε βίας οὔτε ἐνέδρας ᾤετο δεῖσθαι τὴν χρείαν. εἵπετο τοίνυν αὐτῷ μετρίῳ παρασκευῇ καί τις τῶν εἰσηγησαμένων τὸ φίλτρον ὑποδείξων τὴν παῖδα. θεασάμενος οὖν ἐν καλαῖς διαλάμπουσαν κόραις αἱ μὲν ἐπανῆλθον μένειν ἐρυθριῶσαι, ὁ δὲ κακῶς ἔχων ἀπῄει· ὃν γὰρ ἐνέβαλεν ἡ Φήμη σπινθῆρα, τοῦτον ἡ θέα πολλὴν ἐποίησε φλόγα.
35.2.16 ταῦτα γὰρ ἅπαντα διεξῆλθον αὐτοῦ πρὸς τὸν δῆμον οἱ πρέσβεις, ἵνα δὴ συγγνώμην τινὰ μηχανήσωνται τῷ δεσπότῃ δηλοῦντες, ὡς τοῦ πόθου τὴν πρόφασιν ἐξ ἡμετέρων εἴληφε πολιτῶν, ἐμφαίνοντές τε δῆθεν ἐκείνου τὸ πρᾷον, ὡς ἐξὸν αὐτῷ τὴν κόρην ἁρπάσαι τὴν ὑμετέραν ᾤετο δεῖν ἀναμεῖναι χειροτονίαν. οὕτω τὸν δῆμον ὑποθωπεύσαντες ὡς ἑώρων ἀπειθοῦντα τοῖς λόγοις, πολέμου προσέθηκαν ἀπειλήν.
35.2.17 οἷα γὰρ καὶ πόθῳ φλεγόμενος καὶ δυναστείας ἐπαιρόμενος ὄγκῳ τοῦ μὲν κολακεύειν προτρεπομένου, τῆς δὲ πάντα εἴκειν ἀξιούσης αὑτῇ, δι’ ἧς ἀπέστειλε δεῦρο πρεσβείας, ἑκάτερον αὑτοῦ πάθος ἐδήλου, τῷ μὲν κόρην αἰτῆσαι τὸν ἔρωτα, τῷ δὲ πόλεμον, εἰ διαμάρτοι τῆς σπουδῆς, ἀπειλῆσαι τὴν ἐκ τῆς ἐξουσίας ὑπεροψίαν. ὑμεῖς δὲ πρὸς μὲν τὴν ἀκρασίαν ἐκείνου κοσμίως, πρὸς δὲ τὰς ἀπειλὰς ἐνεχθέντες ἀνδρείως λογισάμενοί τε καλῶς, ὅτι ταύτην κατορθώσας τὴν αἴτησιν ἕτερον εὐθὺς ἐπιτάξει δεινότερον καὶ πάλιν ἄλλο τι μεῖζον, ἕως ἡμᾶς καταβραχὺ δουλεύειν αὐτῷ συνεθίσει, ταῦτα ὀρθῶς προϊδόμενοι καὶ τὴν ἐκείνῳ μελετωμένην ἐπίνοιαν ὀξέως εἰκάσαντες, ὡς τῇ μὲν πρεσβείᾳ τὴν κόρην, τῇ δὲ διανοίᾳ τὴν πόλιν ἐμνήστευε, τοῖς ἐκείνου διεκελεύσασθε πρέσβεσι τοιαῦτα προστάττειν ἑτέροις ἢ σωφροσύνης ὀλιγωροῦσιν ἢ παντελῶς ἀνδρείας ἐστερημένοις.
35.2.19 ὁ δὲ καὶ λαμπρῶς ἐκινεῖτο πολλὴν ἔχων ὀργῆς ἀφορμὴν τὴν δυναστείαν, τὸν ἔρωτα, τὸ μάτην ἐξογκωθῆναι γλυκείαις ἐλπίσιν. ὡς γὰρ ἐγὼ τῶν ἐκεῖθεν ὁρμωμένων τινὸς ἐπυθόμην, ἀνδρὸς οὐδαμῶς ψεύδεσθαι πεφυκότος, ἡνίκα τῶν πρέσβεων ἤλπιζε τὴν ἐπάνοδον, ὁ μὲν καθῆστο κεκοσμημένος, ἀναμένων τὴν ἐρωμένην, παρῆν δὲ καὶ κολάκων ὄχλος αὐτῷ διομνύμενοι πρότερον οὔπω καλὸν αὐτὸν οὕτως ἑωρακέναι, ὁ δὲ ῥᾳδίως κεχαρισμένοις κηλούμενος ῥήμασιν—οὐδὲν γὰρ εἰς ἀπάτην ἐρῶντος ἀνδρὸς ἑτοιμότερον—, εἴ που τὴν ἄφιξιν ἐνενοεῖτο τῆς κόρης, ἔρωτος ἐδίδου συνθήματα ἐκπηδῶν ἠρέμα τοῦ θρόνου καὶ βλέπων οὐ σφόδρα καθεστηκὸς καὶ τὴν ἐξ ὧν ἤλπιζεν ἡδονὴν τοῖς παροῦσιν ἐκφαίνων, εἶτα δυσχεραίνων τὸν ἄχρι τῆς ἀφίξεως χρόνον πυκνὰ μὲν ἐπυνθάνετο τῶν παρεστώτων, εἰ διατρίβειν αὐτοῖς δοκοῦσιν οἱ πρέσβεις, πυκνὰ δὲ τούτους ἄλλον ἐπ’ ἄλλῳ προσέταττεν ἐξιέναι τὴν πρεσβείαν, εἰ πλησίον οὖσα τυγχάνοι, θεασομένους.
35.2.21 τοιαύταις ἐκεῖνον ἀκήκοα θέλγεσθαι τὴν ψυχὴν προσδοκίαις, καί, μὰ Δία, οὐδὲ ἄπιστον ἴσως. κοινὰ γὰρ ταῦτα νοσήματα τῶν ἐκτόπως ἐρώντων. ἐν ἡδίσταις οὖν οὕτως ὑπάρχων ἐλπίσιν ὡς πικρὰν ἤκουσεν ἀγγελίαν τὰς παρ’ ἡμῶν ἀποκρίσεις, τί δεῖ λέγειν, ὅσον ἀνιαρῶς διετέθη; ἤλεγξε γὰρ αὐτοῦ τὴν τῆς ὀδύνης ὑπερβολὴν ἥ τε τῆς παρασκευῆς ἀφθονία καὶ τῆς ἐφόδου τὸ τάχος.
35.2.23 οὐ γὰρ ἔφθησαν ὡς εἰπεῖν ἐπανελθόντες οἱ πρέσβεις, καὶ παρῆν αὐτοβοεὶ τὴν πόλιν ἡγούμενος ἀναρπάσαι· οὕτω πολλὴ μὲν ἐπιχώριος αὐτῷ δύναμις εἵπετο, πολλὴ δὲ μισθοφόρων ἀνθρώπων. παρασκευῆς μὲν οὖν οὕτως εἶχε τὰ τῶν πολεμίων, σχῆμα δὲ τῷ τυράννῳ προσῆν οὔτε πολεμικὸν ἐναργῶς οὔτε σαφῶς ἐπαφρόδιτον, ἀλλὰ πολεμικοῦ μὲν ἡμερώτερον, ἐρωτικοῦ δὲ φοβερώτερον· οὕτω κοινήν τινα κρᾶσιν ῥώμης μετῆλθε καὶ κάλλους.
35.2.24 ἔρως γὰρ καὶ θυμὸς αὐτὸν ὁπλίσαντες ἤγαγον. τοιούτους ἔχων ὁ τύραννος στρατηγοὺς τῇ πόλει προσέβαλεν. ἐντεῦθεν ἀκριβὴς πολιορκία περιειστήκει κατ’ ὀλίγον ἡμῖν τὸν κίνδυνον αὔξουσα. Ταῦτα ὁρῶν ἠνιώμην διπλῇ τοσούτων περιθεόντων φόβων τὴν πόλιν καὶ πάντων τὴν πρόφασιν ἐκ τῆς ἐμῆς εἰληφότων οἰκίας.
35.2.25 ἐπυνθανόμην οὖν, ὅ τι δέοι ποιεῖν ἐμαυτῷ, καὶ πολλῇ συνειχόμην εἰκότως ἀμηχανίᾳ πατρίδι καὶ θυγατρὶ δικάζειν λαχών. ὅτε μὲν γὰρ εἰσῄει μοι τὴν γνώμην ἡ παῖς μετὰ τῶν ἐλπίδων, αἷς ἔτρεφον καὶ διετύπουν τῇ φαντασίᾳ παστάδα, πολίτην νυμφίον, ὑμέναιον, τὴν θυγατέρα κύουσαν, ὠδίνουσαν, τίκτουσαν, παῖδα μητρῴῳ τιτθῷ τρεφόμενον, ψελλιζόμενον τῇ φωνῇ τοῖς ἀλλοτρίοις μὲν ἄσημα, γνώριμα δὲ τοῖς οἰκείοις, πάππον ἤδη μαθόντα καλεῖν—ὅτε μὲν ἐπὶ τοσαύτας ἐλπίδας ἐξέτεινον τὴν διάνοιαν, ἠλέουν τὴν παῖδα· ἡνίκα δὲ πάλιν εἰς ἔννοιαν τὴν πόλιν ἐλάμβανον, τὴν μητέρα, τὴν τρέφουσαν, τὴν δι’ ἐμὲ κινδυνεύουσαν, ἐπὶ τὸ ξίφος ἑώρων.
35.2.27 πέρας δ’ οὖν ἐκεῖνο σκοπήσας, ὡς ἁλοῦσα μὲν ἡ πατρὶς τὴν ἐπὶ τὴν κόρην ἀκολασίαν ἀνοίγει τῷ πολεμίῳ, ἡ παῖς δὲ τῆς ἐμῆς ἔργον γινομένη χειρὸς αὐτή τε τυραννικῆς ἄπεισιν ἀσελγείας ἀπηλλαγμένη καὶ τῇ πόλει βεβαίαν ἐλευθερίαν ἀνύσει, μᾶλλον εἱλόμην τὴν ὑπὲρ ἀμφοτέρων βουλὴν ἢ τὴν ἑκάτερα λυμαινομένην. ἐξῆγον οὖν οἴκοθεν τὸ θυγάτριον ἔγχων ἐπειγόμενά μοι τὰ δάκρυα.
35.2.28 εἵπετο δὲ μέχρι τῆς αὐλείου θύρας ἡ μήτηρ ὀδυρομένη, ὀνόματι καλοῦσα τὴν κόρην. ἐπορεύετο δὲ ἡ παρθένος ἡσυχῆ καὶ νεύουσα κάτω. ἐγὼ δὲ αὐτὴν παρεσκεύαζον θᾶττον ἢ βάδην κινεῖσθαι, μὴ θρηνούσης ἀκούουσα τῆς μητρὸς χαλεπῶς ἐνέγκῃ τὴν τελευτήν, καὶ πρὸς τὴν γυναῖκα μεταστραφεὶς καὶ κινήσει χειρὸς καὶ νεύματι λαθόντι τὴν κόρην ἔνδον ἐσήμαινον ἀναστρέφειν.
35.2.30 ἤγετο τοίνυν ἡ παῖς εὖ μάλα συγκαλυψαμένη οὐ πάνυ τι πλέον δυσχεραίνουσα τὴν σφαγὴν ἢ τὸ μεθ’ ἡμέραν εἰς ἀγορὰν ἐμβαλεῖν. ἐπεὶ δὲ τοῦ τείχους ἄνω παρὰ τὰς ἐπάλξεις γεγόναμεν, ἐκλεξάμενός τι χωρίον εὐσύνοπτον τοῖς πολεμίοις, ὅθεν ἐκείνοις ἐνῆν ὁρᾶν εὐκόλως τὰ δρώμενα—ἐτύγχανον γὰρ παρὰ τὰ τείχη σκηνώσαντες—ἐνταῦθα τῆς θυγατρὸς ἀποκαλύψας τὸ πρόσωπον καὶ πείσας τῇ θέᾳ τὸν τύραννον μηδαμῶς ἑτέραν ὑπονοεῖν, φιλοστοργίαν μὲν πατρικὴν καὶ γυναῖκα θρηνοῦσαν ἐκβαλών μου τῆς διανοίας, μόνην δὲ τὴν πατρίδα τῷ λογισμῷ παραδοὺς καὶ τὴν κόρην οὐχ ὡς ἰδίαν ἔτι γονὴν ἐννοῶν, ἀλλ’ ὡς γυναῖκα τυράννου γενησομένην, εἰ διαφύγοι τὸν φόνον, ἐπιφέρω πληγὴν ἑτέρας οὐ δεομένην, ἵνα μήτε μετάμελος γένηταί τις ἐμοὶ καὶ τελευτὴν ἡ παῖς ὀξεῖαν κερδάνῃ.
35.2.32 ἐπιγνοὺς τοίνυν ἐκεῖνος, ἣν ἔναγχος εἶδε, θεασάμενός τε πατέρα φονέα παιδὸς καὶ σφαγὴν ἐρωμένης πολὺν ἄφωνος χρόνον εἱστήκει θαύματι καὶ φόβῳ καὶ λύπῃ συσχεθεὶς τὴν φωνήν, θαυμάσας μὲν ἐμὲ τῆς εὐτολμίας, δείσας δὲ πόλιν, ἣν ἄνδρες οἰκοῦσιν ἐν δευτέρῳ ποιούμενοι τέκνα πατρίδος, ἀλγήσας δὲ φόνῳ καλῆς τε καὶ ποθουμένης καί, τό γε τῆς ἀθυμίας ἀφόρητον, δι’ αὐτὸν ἐσφαγμένης. μόλις δ’ οὖν αὑτὸν ἀνακτήσασθαι δυνηθεὶς ἀναχώρησίν τε σημάνας τοῖς ὑπηκόοις ἀπῄει πολλὰ δηλαδὴ μεμνημένος ἐμοῦ τε καὶ τῆς ἐμῆς ἐγκρατείας καὶ πρὸς τὴν Τύχην, ὡς εἰκός, σχετλιάζων, ὅτι τοῖς ὅπλοις κρατῶν ἀπῆλθε μὴ φέρων τοῦ πολέμου τὸ ἆθλον.
35.2.34 ἀπράκτων οὖν ἀπιόντων ἐπ’ οἴκου τῶν ἐλπισάντων ἀκονιτὶ χειροῦσθαι τὴν πόλιν παντοδαποῖς ἐθεράπευσα τρόποις τῆς θυγατρὸς τὴν ὁσίαν, δάκρυσι καὶ χοαῖς καὶ τοῖς ἄλλοις πᾶσιν, οἷς νομίζεται τοὺς ἀπελθόντας τιμᾶσθαι, καὶ τοιαύτην ἐγκολάψας εἰκόνα τῷ μνήματι. γυνὴ μέν ἐστι καθημένη τὸ φιλοτέχνημα, τὸ δὲ γύναιόν ἐστιν ἡ Τυραννίς, λελυμένη τοὺς πλοκάμους καὶ κατηφὴς καὶ λέγουσα τάδε· 〈ἥδ’ ἐγώ,〉 ἡ πάντων κρατέειν ἐθέλουσα Τυραννίς, ἥδ’ ἐγώ, ἡ τλήμων ὀλοφύρομαι οὕνεκα κούρης, τῇ ἔπι πόλλ’ ἔπαθον ποθέουσά τε μαρναμένη τε.
35.2.35 τοιαύτας ὁ τύραννος ἀφίησιν, οἶμαι, φωνὰς δι’ ἐμὲ ὁ πάλαι σοβήσας ταῖς ἀπειλαῖς, ὁ πρώην φοβήσας τοῖς ὅπλοις. Ἐγὼ μὲν οὖν ᾤμην πέρας εἶναί μοι τῶν δυσχερῶν παρῄνουν τε ἐμαυτῷ ῥᾷον φέρειν τὸ πάθος ἑτέρων ὄντων μοι παίδων ἐν εὐκλείᾳ τε γενόμενος τῆς θυγατρὸς ὑπὲρ σωφροσύνης, ὑπὲρ ὅλης πατρίδος ἀνῃρημένης καὶ τῷ μέλλοντι χρόνῳ σεμνὸν ἑαυτὴν καταλιπούσης διήγημα· τοιούτων δὲ παραμυθουμένων λογισμῶν νὺξ ἐν μέσῳ καὶ δευτέρα τις ἐπῆλθέ με κακοπραγία· τῇ γὰρ ὑστεραίᾳ πολλοὶ πολλαχοῦ φοιτῶντες ἐθρύλλουν· ὁ δεῖνα τοῦ δεῖνος κατηγορε ῖ , ἐμὲ καὶ τοῦτον ἐπονομάζοντες.
35.2.37 ἀποροῦντος δέ μου καὶ λίαν ἐκπεπληγμένου καὶ ζητοῦντος τὴν πρόφασιν ἀπήγγειλέ τις τοῦ κατηγόρου τὸν παῖδα δεινῶς ἐρῶντα τῆς κόρης ἑαυτὸν ἐπισφάξαι τῷ τάφῳ. τοῦτο ἔστι τὸ ἔγκλημα, αὕτη τῆς δίκης ἡ πρόφασις. ἐπὶ τούτοις ὑμᾶς οὗτος ἀθροίσας ἐτραγῴδει τοῦ νέου τὸν φόνον, ἐτραγῴδει μοι τῆς θυγατρὸς τὴν σφαγήν, ἄμφω καλοὺς ὀνομάζων ἡλικιώτας, ἥβης ἔχοντας ἄνθος, ἀλλήλων ἐρῶντας.
35.2.38 καί μέ φησιν ἀποκοσμῆσαι τὴν πόλιν ψιλώσαντα ξυνωρίδος τοιαύτης. εἶτα δύο μὲν οἰκητόρων ἀποβολὴ διικνεῖται μέχρι κοινῆς ἀκοσμίας, ἅλωσις δὲ καὶ τὰ τῆς ἁλώσεως πάθη, φόνος τῶν ἐν ἡλικίᾳ πολὺς καὶ γῆρας ὀψὲ τὴν ἐλευθερίαν ἀπομανθάνον καὶ γυναῖκες εἰς ὕβριν μεριζόμεναι καὶ δουλείαν, πρὸς ἀσέλγειαν μέν, ὅσαι τὸ εἶδος καλαί, πρὸς δὲ διακονίαν αἱ μὴ τοιαῦται, τὰ δὲ τοσαῦτα τὸ πλῆθος, τὰ δὲ τοιαῦτα τὸ μέγεθος πόλεως εἶναί σοι φαίνεται κόσμος; τί γὰρ οὐκ ἂν ἔδρασε τύραννος ἀσελγής, ἐρωτικός, ὠργισμένος πόλιν δημοκρατίᾳ χρωμένην, γείτονος δυναστείαν ὑπεριδοῦσαν; ἐπεὶ γοῦν τοιαύτης αἱρέσεως ἐγὼ εἰς ἀνάγκην περιέστην καὶ δυοῖν ὁ καιρὸς ἀπῄτει με θάτερον, ἢ μόνην τὴν κόρην ἀποβαλεῖν ἢ μετὰ τῆς κόρης ἀδικῆσαι τὴν πόλιν, τί, πρὸς θεῶν, ἐπλημμέλουν ἑλόμενος μᾶλλον τὸ μέρος ἢ τὸ πᾶν ἀπολέσαι; ὥσπερ γὰρ δυοῖν ἀνίσων ἀγαθῶν προκειμένων, εἰ μὴ συναμφότερα ἐξῆν λαβεῖν, τὸ μεῖζον ἐκλέξασθαι δεῖ, οὕτω καὶ δύο παρόντων ἀνομοίων κακῶν, εἰ μὴ διαφεύγειν ἔστιν ἑκάτερον, προσήκει τὸ χεῖρον ἐκκλίνειν.
35.2.42 ὁρᾷς ἄνδρα τομὴν ἀνεχόμενον μέρους αὐτῷ τινος ἐλαχίστου νοσοῦντος, ἵνα τελευτῆς ἐπιούσης ἑαυτὸν ἐξαρπάσῃ καὶ μὴ τρεφόμενον τὸ νοσοῦν καταβραχὺ τὸ ἐρρωμένον ἐπέλθῃ ἐπειγομένου τοῦ πάθους, εἰ μή τις τὸ πάσχον αὐτὸ μέρος ἐκκόψει, διατρέχειν ἅπαν τὸ σῶμα. μὴ τὸ τεμνόμενον ἐλεήσας, τὸ δὲ ἐκείνου σωθὲν λογισάμενος ἀποδέχου τῆς ἐγκρατείας τὸν ἄνδρα. οὐδὲ νομέα γὰρ μέμψομαι μίαν οἶν ἀνῃρηκότα νοσοῦσαν, ὅπως αὐτῷ φυλαχθείη τὸ ποίμνιον καὶ μὴ πρὸς ἕτερον ἀφ’ ἑτέρου τὸ νόσημα μετιὸν ὅλην ἐπινέμοιτο τὴν ἀγέλην.
35.2.44 ταῦτα πρότερον πολλάκις διασκεψάμενος μιᾶς ἐπριάμην κόρης τὴν πόλιν, ἐν ᾗ καὶ ἐτέχθην καὶ ἔγημα καὶ πατὴρ ἐγενόμην. δεῖ γὰρ τοὺς ἀγαθοὺς ἄνδρας, εἰ τέκνα τύχοιεν ἔχοντες, οὐ μόνον σφίσιν αὐτοῖς οἴεσθαι γεγονέναι τοὺς παῖδας, ἀλλὰ καὶ τῇ πατρίδι. διαφέρει δὲ τί; ὅτι ὁ μὲν αὑτῷ μόνῳ τὰ τέκνα γεγενῆσθαι νομίζων τὴν ἐκ τῆς εἱμαρμένης ἐπιοῦσαν αὐτοῖς τελευτὴν ὑφορᾶται, ὁ δὲ καὶ τῇ πατρίδι ὑπὲρ τοῦ μὴ ταύτην δουλωθεῖσαν ἰδεῖν οὐ φείσεται κινδύνου καλοῦντος τῶν παίδων φοβερωτέραν εἶναι νομίσας τῆς τούτων ἀποβολῆς τὴν ἐσομένην αὐτοῖς ἀτιμίαν ἐν δουλευούσῃ τῇ πόλει.
35.2.46 εἰ μὲν οὖν οὐ τῆς κοινῆς χάριν παρρησίας ἅμα καὶ σωτηρίας τὴν κόρην ἀνεῖλον, ἵνα δὲ σὺ τὸν υἱὸν ἀποβάλῃς, πονηρόν, ὦ ἄνδρες, πονηρὸν τὸ ἐγχείρημα καὶ δεῖται ζημίας· εἰ δὲ τοὐναντίον ἐγὼ τῆς ἡμετέρας περιεῖδον γονῆς, ἵνα σὺ τῆς ἰδίας μένῃς ἀσφαλῶς ἀπολαύων καὶ τῶν ἄλλων ἕκαστος πολιτῶν, ὅσοι πατέρες εἰσί, καὶ τοιούτῳ μηδεὶς δουλεύσῃ δεσπότῃ, τὸ βαρὺ τοῦτο, τῆς θυγατρὸς ἡ σφαγή, παρὰ σωφρονοῦσι κριταῖς εἰς ἔπαινον τελεῖ μοι. καὶ δόξαν τουτὶ παρασκευάσει τὸ τόλμημα καὶ τοὺς ὑπ’ ἐκείνῳ τεταγμένους τοιαῦτα δικαίως ἀλλήλοις ἐπιτιμᾶν· μέχρι τίνος ἡμεῖς δουλείαν καρτεροῦμεν τοσαύτη ν ; μέχρι τίνος ἡμεῖς διακονοῦμεν δεσπότ ῃ ; οὐ μιμησόμεθα τῶν προσοικούντων τὰς ἀρετά ς ; οὐ φρονήσομέν τι λοιπὸν ἐλευθέριον τοῖς ἐκ γειτόνων παραδείγμασι στρατηγούμενο ι ; οὐ ζηλώσομεν ἄνδρας ὁμόρους ὑπὲρ ἐλευθερίας ἐπισταμένους πάντα παθεῖ ν ; τοιούτοις, οἶμαι, πρὸς ἐπανάστασιν ἑαυτοὺς διεγείρουσι λόγοις.
35.2.48 φύσει γὰρ ἡδὺ καὶ ζηλωτὸν καὶ περιμάχητον ἀνθρώποις αὐτονομία καὶ πολὺ μᾶλλον αὐτοῖς ἐκείνοις, ὅσοι δεσπότην μὲν ἀφόρητον καὶ βαρύν, ἐλευθέρους δὲ γείτονας ἔχουσιν. ἧς γάρ τις ἄμοιρός ἐστιν εὐδαιμονίας, ἕκαστον μὲν ταύτην λαχόντα βασκαίνει, μάλιστα δὲ τὸν προσοικοῦντα ζηλοτυπεῖ. ἴσως οὖν, ἴσως καρπώσεσθε δι’ ἐμοῦ καθαρὰν ἐξουσίαν οὐδὲ γείτονα τύραννον ἔχοντες. Ἀλλὰ κινδυνεύεις οὐ τὸ αἴτιον αἰτιᾶσθαι.
35.2.49 οὐ γὰρ ἡ περὶ τὴν κόρην ἀθυμία τοῦ νέου πρόφασις αὐτῷ γέγονε τελευτῆς, ἀλλὰ ὁ τρόπος ἐκείνου παντάπασι μᾶλλον ἐκλελυμένος ὑπάρχων καὶ μεστὸς ἀκρασίας. εἰ γὰρ αἱ τῆς ψυχῆς ἀλγηδόνες αὐτόχειρας ἠνάγκαζον γίνεσθαι, κἂν αὐτὸς δήπου σαυτὸν ἀνῃρήκεις λύπης γε ἕνεκα.
35.2.50 τέκνοις γάρ, οἶμαι, τεθνεῶσι πατὴρ συνάχθεται μᾶλλον ἢ παιδικοῖς ἐραστής. ὁρῶμεν ἀμέλει πένθος μὲν ἐραστῶν βραχυτάτῳ καιρῷ δαπανώμενον, γονέων δὲ λύπην ἐπὶ παισὶν οἰχομένοις εἰς χρόνου μῆκος ἐκτεινομένην.
35.2.51 οἱ μὲν γὰρ πρὸς ἰδέαν ἐπτοημένοι καλήν, ἡνίκα τὸ ἐρώμενον λήγει εἴτε νόσου μαραινούσης τὸ ἄνθος εἴτε χρόνου τὴν ἀκμὴν ἀναλώσαντος εἴτε συμβάντος θανάτου, τὸ φίλτρον εὐθὺς ἀποτίθενται, εὔνοια δὲ πατρικὴ γονεῦσι συντελευτᾷ φιλοστόργοις. οὐ τοίνυν ὁ πόθος ἁπλῶς ἐκεῖνον ἀνεῖλεν, ἀλλὰ τῆς αὐτοῦ φύσεως τὸ μικρόψυχον. Εἰ δὲ δεῖ μὴ πρὸς τὸν νέον αὐτόν, πρὸς ἕτερον δέ τινα τοῦ φόνου τὴν πρόφασιν ἄγειν, ἐπὶ σέ τις εἰκότως τὴν αἰτίαν ἀνοίσει.
35.2.52 σὺ γάρ, ὡς ἔοικεν, οὔτε σωφρονεῖν ἐπαίδευσας τὸν υἱὸν οὔτε μετρίως ἐρᾶν. ἀλλ’ εἰ καὶ ζῶντος ἠμέλεις τοῦ παιδός, τεθνεῶτα γοῦν ἔδει μὴ περιβόητον ἐκεῖνον ποιῆσαι μηδὲ δημοσιεύειν περιφανῶς τὴν ἐκ φαύλης οὕτω προφάσεως τολμηθεῖσαν σφαγήν, συσκιάζειν δὲ μᾶλλον καὶ περιστέλλειν ἔνεστιν, οὐκ εἰς εὐρυχωρίαν ἐξάγειν καὶ δικαστήριον συγκροτεῖν ἐπὶ παιδὸς ἀδοξίᾳ καὶ πρὸς πλείους ἐκτείνειν μάρτυρας τὸ κακὸν καὶ διδόναι πᾶσιν ὑπονοεῖν, ὅτι φαύλως ἐκεῖνον ἔθρεψας, καὶ λαβὴν ἑτέρου ψόγου παρέχειν, ὡς οὐδὲ σὺ κοσμίως ἐτράφης· οὐ γὰρ ἂν οὕτως ἤγαγες τὸν υἱόν.
35.2.54 γενέσθαι μὲν οὖν καλὸν καὶ τῆς κόρης ἡλικιώτην οὐκ ἀντιλέγω, οὐ μὴν ἐκεῖνό γε δώσω τὴν παρθένον ἐλθεῖν εἰς ἐπιθυμίαν αὐτοῦ, ὅπερ ἀφελῶς οὕτως προσέρριψας ἄμφω πρὸς ἀλλήλους εἰπὼν ἐρωτικόν τι παθεῖν, ὅπως ἅμα καλλωπίσῃς τὸν νέον καὶ τὸ πάθος ἐλεεινότερον καταστήσῃς. ἀλλ’ οὐ προσίεταί σου τὴν λοιδορίαν ἡ πόλις.
35.2.55 εἰ γὰρ μὴ συνῄδει πλείστην τῇ παιδὶ σωφροσύνην, οὐκ ἂν ὑπὲρ αὐτῆς εἵλετο τύραννον ἐπερχόμενον ὑπομεῖναι. σὺ δὲ μαρτυροῦσαν παραγράφῃ τὴν πόλιν καὶ γίνῃ τῇ τεθνεώσῃ τοῦ τυράννου βαρύτερος.
35.2.56 ἐκεῖνος αὐτῇ πολλὴν ἐμαρτύρησεν εὐκοσμίαν πόλεμον, εἰ πρεσβευόμενος διαμάρτοι, κηρύξας. οὐ γὰρ ἂν ἀπειλῆς ἡγήσατο δεῖσθαι τοιαύτης, ὡς πειθαρχοῦντος εὐκόλως τοῦ δήμου κόρην μὴ σωφρονοῦσαν ἐκδοῦναι. τοῦτο γάρ ἐστι τὸ δεινόν, ὅτι τοιαύτην ἀπέκτεινα, τοῦτο γάρ ἐστι τὸ λαμπρόν, ὅτι τοιαύτην ὑπὲρ τῆς πατρίδος ἀνελεῖν ἀπετόλμησα. σὺ δὲ δυοῖν ἐμοὶ πεπραγμένων, σωτηρίας καὶ φόνου, τῆς μὲν ὅλων, τοῦ δὲ μιᾶς καὶ μόνης παρθένου, οὔτε ἀμφοτέρων προφέρειν βούλει τὴν μνήμην οὔτε μόνου τοῦ μείζονος, ἀλλὰ τὸ μεῖζον παραδραμὼν τὸ ἔλαττον εἰσάγεις εἰς μέσον καὶ τὴν ἐμὴν κλέπτων εὐεργεσίαν τὴν συμφορὰν ὀνειδίζεις ἐπιστάμενος, ὅτι, κἂν ὅλῃ πατρίδι φόνος λυσιτελῇ, τοὔνομά γε εὐδιάβλητον ἔχει.
35.2.58 ὅθεν γυμνὸν προφέρεις τὸν φόνον ἀφελὼν ἐκ τοῦ γενομένου τὴν τοῦ πεποιηκότος προαίρεσιν καὶ μισότεκνον ὀνομάζεις τὸν μισοτύραννον ἢ πανουργίᾳ συκοφαντῶν ἢ γνώμης ἀσθενείᾳ τὸ τῆς ἀρετῆς ὕψος εἰς ὠμότητος ὑπεροψίαν λαμβάνων. οἷς γὰρ οὐ πρόσεστι μεγαλόψυχον ἦθος, ὡς παίδων θανατῶσαι πατρίδα, ἐκεῖνοι τὸν τοῦτο διαπραξάμενον ἐκ τῆς αὑτῶν δοκιμάζοντες ἀνανδρείας οὐχ ὑπερβαίνειν τὴν φύσιν, ἀλλὰ παραβαίνειν ἡγοῦνται.
35.2.60 φέρε, εἴ σοι κακῶς ἔλεγον τὸν υἱὸν καὶ δεινὰς αὐτοῦ κατὰ τῆς ὁσίας ἀρὰς ἐποιούμην ὡς ἐπιβουλεύσαντός μοι πρὸς εὔκλειαν μείζονα—γενέσθαι γὰρ αἴτιον τοῦ μὴ καὶ σὲ μετὰ τῶν ἄλλων ἐμοὶ χάριν εἰδέναι καὶ τὴν ἐμὴν διὰ πάντων εὐεργεσίαν ἐλθεῖν—εἰ ταῦτα λέγοντος ἤκουες, τί ἂν ἐποίησας; ἐχαλέπαινες 〈ἄν〉, οἶμαι, δικαίως, εἰ τελευτήσαντα ψέγω κειμένῳ, φασίν, ἐπεμβαίνων δέον οἰκτεῖραι καὶ δοκιμάσαι τὴν γνώμην, ᾗπερ αὑτὸν διεχρήσατο· οὐ γὰρ ἐμοὶ πρὸς εὐδοξίαν ἐπηρεάζων εἰς τοῦτο προήχθη.
35.2.61 οὕτω τοίνυν κἀμὲ δίκαιος εἶ σκοπεῖν ἀπὸ τῆς γνώμης, ᾗ τὴν κόρην ἀνεῖλον· οὐ γὰρ ἐκείνῳ σωτηρίας δήπου φθονῶν ἐπὶ ταύτην ἥκω τὴν πρᾶξιν. Ἄκουε τοίνυν ἕτερον.
35.2.62 εἰ, πρὶν ἀποκτεῖναι τὴν κόρην, ᾐσθόμην τοῦ νεανίσκου δρᾶσαι βουλομένου τὸ γεγονός, εἶτά σοι προσελθὼν ὁρᾷ ς , ἔφην, εἰς ὅσον ἡμῖν ἡ πόλις ἦλθε κινδύνο υ . τοῦτον μέντοι τὸν φόβον ἐμοὶ καὶ σοὶ λῦσαι πάρεστι καὶ μεγάλην ἄρασθαι δόξα ν , ἀλ λ ’ οὐκ ἀτυχίας ἐκτό ς · δεῖ γὰρ ἑκάτερον τῆς οἰκείας χηρεῦσαι γονῆ ς , πλὴν ἐγώ σου τοσοῦτον ἔσομαι δυστυχέστερο ς , ὅσον ἐμοὶ μὲν ἀνάγκη κτεῖναι τὴν παῖδ α , σὺ δὲ τὸ μὲν ἀποβάλλειν τὸν υἱὸν ἴσα μοι πείσ ῃ , τὸ δὲ μὴ τοῦτον ἀποσφάξαι κερδανεῖς —εἰ ταῦτά μου νουθετοῦντος ἤκουες, τίνα ἂν εἶχες, εἰπέ μοι, διάνοιαν; εἰ μὲν τὴν πατρίδα προέκρινες, τί τοῦ προκρίναντος κατηγορεῖν ἀξιοῖς; εἰ δέ σοι μικρὸν ἔμελε ταύτης, θαυμάζω σου τῆς ἀναιδείας, εἰ δικαζόμενος παρὰ τοῖς ὑπὸ σοῦ προδοθεῖσι πρὸς ἄνδρα τούτους ῥυσάμενον εἶτα λαβεῖν οἴει τὸ δικαστήριον.
35.2.64 Ἀλλ’ ἴσως, ὦ παρόντες, νῦν, ὅτε δουλείας ὁ φόβος ἡμῖν ἐκποδών, πᾶσαν ἄδειαν ἄγοντες λογίζεσθε τὸν δεδρακότα τὸν φόνον, ὅτι πατήρ, ἐννοεῖσθε τὴν ἐσφαγμένην, ὅτι θυγάτριον, λαμβάνετε κατὰ νοῦν τὰ τῆς ἀνῃρημένης πλεονεκτήματα—τῶν γὰρ ἰδίων ἕκαστος ἀπηλλαγμένος φροντίδων τὴν ἀπὸ τοῦ καιροῦ σχολὴν ἐν τοῖς ἑτέρου πράγμασι δαπανᾷ—· εἰ δὲ τὴν πάλαι συνοικοῦσαν ἰσηγορίαν ἡμῖν ὑπὸ τῶν ἐχθρῶν ἀφῃρέθημεν—ὃ συνεβεβήκει ἄν, εἰ μὴ τὸ πραχθὲν ἐτολμήθη—, σιωπήσαντες ἂν τὸν πατέρα, τὴν παῖδα, τῆς παρθένου τὰς ἀρετὰς τοιούτοις ἐμέλλετε λόγοις ἀλλήλους ἐπ’ ἐμὲ παροξύνειν· ἦ γὰρ ἐπένθησέ τις ὑπὲρ ὅλης πατρίδο ς , εἰ ἀπόλωλε μία παρθένο ς , ἡ τῶν κακῶν ἀφορμ ή ; τί δὲ μέγα λαβεῖν ἐπεθύμησεν ὁ τὴν πρεσβείαν ἐκπέμψας —οὕτω γὰρ ἂν αὐτὸν ὠνομάζετε σιωπῶντες τὸν τύραννον—; κόρην εἰς γάμον ᾔτησεν ἄνθρωπος ἀνδρὸς μὲν ὡραία ν , οὔπω δὲ μνηστῆρος ἑτέρου τυγχάνουσα ν . τοιούτοις οὖν 〈ἂν〉 ῥήμασιν εἰκότως ὑφ’ ὑμῶν ἠλαυνόμην, ἅπερ εἰς νοῦν εἰληφώς, εἰ καὶ τὸν νεανίσκον ᾐσθόμην μὴ καρτερεῖν τῷ φόνῳ τῆς κόρης ἐπιβιώσεσθαι τουτονί τε ἄγειν ἐπ’ ἐμὲ τὴν αἰτίαν τῆς ἐκείνου σφαγῆς, οὐδὲ οὕτως ἂν ἀπεσχόμην τοῦ φόνου κρεῖττον ἡγούμενος ἑνὶ συκοφάντῃ περιπεσεῖν ἢ κατήγορον ἅπασαν ἔχειν τὴν πόλιν.
35.2.66 ἔδει μὲν οὖν πρώην συνισταμένης τῆς ἐκκλησίας ἐναντίον τῶν πρέσβεων ἀναιρεῖν με τὴν κόρην καὶ πόρρωθεν ἀναστεῖλαι τὸν πόλεμον τῆς ἐφ’ ᾗ γέγονεν αἰτίας ἀνῃρημένης, ἵνα μήτε τὴν χώραν ἀπρόσωπον ἡμῖν ποιήσωσιν οἱ πολέμιοι κείραντες αὐτῆς τοὺς ἀγροὺς μήτε τοὺς ἐν τούτοις ἑαλωκότας τοὺς μὲν ἀποσφάξωσι, τοὺς δὲ δορυαλώτους ἐργάσωνται. ἔδει μὲν οὖν οὕτω ταῦτα γενέσθαι, ἀλλὰ τῶν δεινῶν οὔπω παρόντων λογισμὸς ἐξηπάτα με πατρικός· τίς ἐξάγει τῶν βασιλείων τὸν τύραννο ν ; τίς ἁβροδίαιτον ἄνδρα κινεῖ διατεθρυμμένον σῶμά τε καὶ ψυχή ν ; ἐβασάνισε τῇ πρεσβείᾳ τοῦ δήμου τὴν γνώμην καὶ μαθεῖν ἀναμένε ι , πῶς ἔχει πρὸς ἀπειλά ς .
35.2.67 κἂν ἴδῃ μὴ ταραττόμενο ν , ἠρεμε ῖ . ἡ γὰρ ἀλαζονεία τοιούτοις ἄπωθεν ἀκροβολισμοῖς κεχρημένη τοῖς μὲν εὐλαβουμένοις καὶ ἄνανδρόν τι φρονοῦσιν ἐπιστρατεύετα ι , πρὸς δὲ τοὺς εἰδότας κόμπου καταφρονεῖν ὅπλα κινεῖν οὐ τολμ ᾷ . τοιαύταις ἐμαυτὸν ἐλπίσιν ἐξέδωκα, καί μοι πιθαναί πως ἐδόκουν.
35.2.68 οὐ γὰρ ἐβουλόμην προφάσεως εὐπορεῖν ἐπὶ φόνον ἀγούσης τοιοῦτον. οὕτω σφόδρα τῆς θυγατρὸς ἐκηδόμην, ἕως ἐπῆλθε καιρὸς μείζων ἐμφύτου φιλοστοργίας. ἐπειδὴ γὰρ πᾶσα μὲν ἄλλη σωτηρίας ἐλπὶς τὴν πόλιν ἀπελελοίπει, μία δέ τις ἡμῖν ὑπεφαίνετο τὴν ἐμὴν ἀπαιτοῦσα γονήν, παρεχώρησα τῆς παιδός, ἵνα λάβω τὴν πόλιν. τί γάρ, εἰπέ μοι, πράττειν ἐχρῆν; ἐᾶσαι τὸ δεινὸν εἰσιέναι καὶ παραδοῦναι τῇ τυραννίδι τὰ πράγματα καὶ συγχωρῆσαι αὐτῇ καταλύειν δημοκρατίαν ἀρχαίαν; οὐ γὰρ ἔφερε πλείονα χρόνον ἡ πόλις οὔτε σῖτον εἰς μῆκος πολιορκίας ἱκανὸν κεκτημένη καὶ πρὸς ἀγῶνα καὶ πόλεμον ἀπαράσκευος οὖσα τῆς ἐφόδου τῶν ἐναντίων εὐθὺς τὴν πρεσβείαν ἐκδεξαμένης καὶ βραχυτάτου καιροῦ μεταξὺ διελθόντος.
35.2.70 Ἀλ λ ’ εἰ καὶ ἄφρακτο ς , φησίν, ἡ πόλις ἐτύγχανεν οὖσ α , μεγάλη ῥοπὴ πρὸς τοὺς ἐναντίους ὑπῆρχεν ἡμῖν τὸ δίκαιο ν . καὶ ταύτην ὁρῶμεν μᾶλλον τὴν ἀρετὴν τρόπαια ἐγείρουσαν ἢ πλείστην κατασκευὴν ἀδίκως συγκροτουμένη ν . ἴσως οὖ ν , εἰ μὴ τὴν παῖδα τὴν σὴν ἔφθης ἀνῃρηκώ ς , ἠγωνισάμεθα ἂν οὕτω ς , ὡς εἴχομε ν , ἀηττήτῳ ῥώμῃ δικαιοσύνῃ θαρρήσαντε ς . ἥκιστα μὲν πόλεμος ἐπὶ ῥητοῖς ἐθέλει χωρεῖν καὶ πολλοῖς ἀμέλει νίκας ἀδίκους φιλοτιμεῖται· θῶμεν δὲ ὅμως—καλὸν γὰρ οὕτω φρονεῖν—τὸ δίκαιον κρατεῖν πανταχοῦ.
35.2.72 ἄλλοις οὖν ἄλλας ἐπιδείκνυσί τε καὶ χορηγεῖ σωτηρίας προφάσεις· τοὺς μὲν εὐβουλίᾳ τινὶ διασώζει, τοὺς δὲ προδοσίᾳ τῶν πολεμίων, ἄλλους βούλεταί τι παθεῖν, ἵνα πικροτέρων αὐτοὺς λύσηται συμφορῶν. τοιαῦτα καὶ θεοὶ πολλάκις ἐν ταῖς μαντείαις πολλοῖς ἐπιτάττουσι πράττειν ἀνθρώποις, οἷς οὐ δέδοται νίκης ἀκεραίου τύχη.
35.2.73 εἰ γὰρ καὶ σωτηρίας ἄξιος ἕκαστος εἶναι δοκεῖ σύμμαχον ἔχων τὸ δίκαιον, ἀλλ’ οὐ τὸν αὐτὸν σώζεσθαι τρόπον ἅπαντες ἄξιοι, ἀλλ’ εἰσὶν οὓς δεῖ τι καὶ δυσχερὲς ὑπομεῖναι πρὸς ἀπαλλαγὴν μειζόνων κακῶν. Ἐρεχθεὺς τὸ θυγάτριον ἔκ τινος τοῦτο μαντείας ἀκηκοὼς εἰς σωτηρίαν ἀνεῖλε τῶν Ἀθηναίων· ἀπέκειτο γὰρ ἢ μὴ φείσασθαι τῆς παιδὸς ἢ τὰς Ἀθήνας ἀποβαλεῖν.
35.2.74 ἆρ’ οὖν ἐκεῖνος μὲν ἀνδρείως ἤνεγκε τὴν μαντείαν, ἡ δὲ τούτου γυνὴ δεινῶς ἐπιέζετο; οὐκ ἔστιν, ἀλλὰ προσῆγεν ἐπὶ φόνον ἡ μήτηρ τὴν παῖδα κεκοσμημένην ὥσπερ ἐπὶ θάλαμον ἄγουσα. εἶτα κινδύνου τοσούτου περιεστῶτος ἡμῖν οὐδὲ γυναικὸς εὐτολμίαν ἐχρῆν με ζηλῶσαι; Ἐρεχθεὺς μὲν οὖν—οὐ γὰρ ἡ τούτου θυγάτηρ πρόφασις ἦν τοῦ τὰς Ἀθήνας ἐνοχλοῦντος πολέμου—τοιαύτης εἰκότως ἐδεήθη μαντείας εἰσηγουμένης, ὅπως ἂν ἡ πόλις αὐτῷ διαφύγοι τὸν κίνδυνον· ἡμῖν δὲ πᾶσιν ὁ πόλεμος ὑπῆρχε περιφανής, ὅθεν τε γέγονεν ὅπως τε παύσεται.
35.2.76 αὐτὸ τοίνυν ἡγοῦμαι τὸ δίκαιον ταύτην ἐμοὶ τὴν ἔννοιαν ἐμβαλεῖν πάσης ἡμῖν ἑτέρας ἀσφαλείας ἀπούσης. ὅτι γὰρ εἰς ἀπορίαν ἐσχάτην ἡ σωτηρία συνηλάθη τῶν οἰκητόρων καὶ οὐδεὶς οὔτε τὸν πλησίον οὔτε αὐτὸς αὑτὸν εἶχεν ἐξαπατᾶν, ὡς ἔνεστί πως καταφυγὴν ἑτέραν εὑρεῖν, αὐτὸς διαρρήδην ὁ τοῦ κατηγόρου παῖς ἐμαρτύρησεν. οὐ γὰρ τῶν πολεμίων ἡμῖν εὐθὺς προσβαλλόντων τὴν κόρην ἀνεῖλον, ὥσπερ ἐπειγόμενος ἀποβαλεῖν τὸ θυγάτριον, οὐδὲ σπουδὴ γέγονέ μοι τὸν φόνον κρύφα τῶν ἄλλων τολμῆσαι καθάπερ εὐλαβουμένῳ, μὴ προαισθόμενός τις κωλύσῃ· τοὐναντίον μὲν οὖν κωλύσοντά μέ τινα περιῄειν ζητῶν καὶ πολλοῖς ἐξεπίτηδες τὴν περὶ τοῦ φόνου προεῖπον βουλήν, ὅπως, εἴ τις ἐμπόδιον γένοιτο κρείττονα γνώμην εὑρών, ἄμφω κερδάνω, καὶ τὸ φείσασθαι παιδὸς καὶ τὸ δόξαι περὶ πολλοῦ τὴν πατρίδα ποιεῖσθαι.
35.2.78 πάντων οὖν μελετωμένην μοι τὴν σφαγὴν αἰσθομένων ἔδει τὸν καλὸν ἐραστήν, εἴπερ ἕτερον σωθῆναι τρόπον ἐνῆν, ἐμέ τε ἀποστρέψαι τοῦ φόνου καὶ δεηθῆναι τοῦ δήμου χειροτονεῖν αὐτὸν στρατηγὸν καὶ δύναμιν ὡς ἐκ τῶν ὑπαρχόντων διδόναι ἢ καὶ ἄλλην τινὰ ἀσφάλειαν μετελθεῖν. ταῦτα ποιῆσαι τὸν νεανίαν ἔδει, πλὴν εἰ μὴ τεθνεώσης ἠράσθη τῆς κόρης.
35.2.79 ἀλλ’ οὐκ ἦν, ὡς ἔοικεν, ἕτερος πόρος οὐδείς· οὐδὲ γὰρ ἂν ἐμέ τε καὶ σὲ καὶ τὸν παῖδα τὸν σὸν καὶ πόλιν διέλαθεν ὅλην. Ἀλ λ ’ οὐκ ἔδε ι , φησίν, ἐ π ’ ἀδήλοις ἐγχείρημα τολμῆσαι τοσοῦτο ν .
35.2.80 ἦν γὰρ οὐδενὶ φανερό ν , ὡς ἕπεται τῷ φόνῳ τῆς κόρης ἡ τῶν ἐχθρῶν ἀναχώρησι ς . μᾶλλον μὲν οὖν ὑπῆρχε τεκμαίρεσθαι σφοδρότερον ἂν κινηθῆναι τὸν τύραννον καὶ μείζω προσθεῖναι τῇ πολιορκίᾳ σπουδὴν ἐρωμένης ἠρεθισμένον θανάτ ῳ . καὶ πῶς ἤρα κόρης οὐκέτι προσδοκωμένης; ἐλπίδος γὰρ οἰχομένης ἔρως πέφυκεν ἠρεμεῖν, ἔρωτος δὲ πεπαυμένου συναποσβέννυται καὶ θυμός, ὃν ἀνῆψεν ὁ πόθος, εἰ μή πως τύχοι τις παραπλησίως τῷ νεανίσκῳ δύσερως ὤν—ἐξάγεις γὰρ οὐ βουλόμενον τεθνεῶτος κατηγορεῖν εἰς τοιαύτην με περιστήσας ἀπολογίας ἀνάγκην—.
35.2.81 εἰ δὴ κἀκεῖνος συνέστειλε τὸν πόλεμον, καὶ διέλυσε τὴν ὀργὴν τῷ μὴ δεδιέναι, μὴ πρὸς γάμον ἡ παῖς καὶ ἑτέρῳ τινὶ συναφθείη. ἐπιθυμία γὰρ μὴ τοῦ σκοποῦ λαβομένη δεύτερον οἴεται κέρδος τὸ μηδὲ ἄλλον τυχεῖν. τεκμαίρομαι δὲ καὶ τοὺς περὶ αὐτὸν κόλακας ἀνελπίστου λοιπὸν αὐτῷ γενομένης τῆς περὶ τὴν κόρην ἐπιθυμίας πεπεικέναι τὸν ἄνδρα καταλῦσαι τὴν προσεδρείαν παραμυθουμένους καὶ διεξιόντας οὐκ ἀπορεῖν αὐτῷ γυναικῶν τὰ βασίλεια παραπλησίων τὸ εἶδος τῇ τεθνεώσῃ, τὸν δὲ ψυχαγωγίαν ἐθέλοντά πως εὑρεῖν ἡδέως τε παρασύρεσθαι καὶ κατὰ μικρὸν ἀνανεοῦσθαι τῇ μνήμῃ πατρίδα καὶ βασιλικὴν ἑστίαν, κατάλογον ἐρωμένων, ὀψοποιούς τε καὶ οἰνοχόους καὶ ἄλλην ἀκόλαστον δίαιταν, ᾗ δουλεύουσι τύραννοι.
35.2.83 Τί οὖν ἔτι πρὸς τούτοις ἡμῖν ὁ κατήγορος ἐσοφίσατο; ὑπῆρχε τρόπο ς , φησίν, ὡς τὸ εἰκὸς ὑπηγόρευ ε , καὶ σώζων τὴν παῖδα καὶ τὴν ἐνοχλοῦσαν λύων πολιορκία ν . ἔδει μὲν γὰρ ἐπὶ τοῦ τείχους ἐν ὄψεσι τῶν ἐχθρῶν ἑστάναι τὴν κόρη ν , ἀργὸν δὲ σὲ φέρειν τὸ ξίφο ς , ἕως κήρυκα πέμψας ὁ δῆμος ἐδίδαξε τὸν τύραννο ν , ὡ ς , εἰ μὴ λύσας τὴν προσεδρείαν ἀπέλθο ι , τὴν φιλτάτην ὄψεται σφαττομένη ν . ἴσως ἂν τὴν ἐρωμένην οἰκτείρας ἀνέζευξε καὶ οὔ τ ’ ἂν αὐτὸς τὸ θυγάτριον ἀνῃρήκεις οὔτε τοῦ παιδὸς ἀπεστερήμην ἐγ ώ · εἰ δὲ μ ή , τότε ἂν ἐδόκεις ἐν καιρῷ διαπράττεσθαι τὸ νῦν πρὸ τοῦ καιροῦ τολμηθέ ν . ἀλλὰ νῦν, ὦ βέλτιστε, τὸ αἰφνίδιον καὶ ἀπροσδόκητον καὶ πλείστῳ παραλόγῳ συμβάν—ὃ γὰρ οὕτως ἐμπίπτει, μεγάλως δουλοῖ τὰ φρονήματα—οὐδὲν καθ’ ἡμῶν ἀφῆκεν ἐκεῖνον διαλογίσασθαι.
35.2.85 εἰ δέ τις ἐν μέσῳ ἐγεγόνει χρόνος ὑφηγουμένου τοῦ δήμου τῷ κήρυκι, τοῦ δὲ κήρυκος τὰ παρὰ τοῦ πλήθους ἐκείνῳ διεξιόντος, ἐκείνου δὲ τῶν οἰκείων πυνθανομένου συμβούλων, ὅ τι δέοι ποιεῖν, πάντως ἂν ἢ τούτων τις ὑπετίθετο γνώμην ἢ πρὸς ἑαυτὸν αὐτὸς διελέγετο· ἐπειδὴ τῆς κόρη ς , ὡς ἔοικε ν , οὐκ ἔνεστί σοι τυχεῖ ν , τί μὴ τὴν πόλιν κερδανεῖ ς ; ἀνεκτότερον ἐραστῇ μᾶλλον ἀποβαλεῖν ἐρωμένην ἢ μαθεῖν ἑτέρῳ πρὸς γάμον αὐτὴν ἐκδεδόσθα ι . τὴν γὰρ οὕτω καλὴν οὐκ ἔστι μεῖναι παρθένο ν · εἰ δέ τι παράδοξον γένοιτο καὶ πολλὴν οὕτως ἡλικίαν διέλθο ι , αὕτη σοι τοῦ μέλλοντος ἡ φροντὶς πικροτάτη γενήσεται βάσανο ς . ταῦτα ἂν αὐτῷ βουλεύεσθαί τε καὶ πράττειν ὁ μεταξὺ χρόνος ἐδίδου, ὥστε μετὰ τῆς κόρης ἐντεῦθεν ἡ πόλις ἂν διεφθάρη, πρὸς τῶν θεῶν.
35.2.86 εἰ δὲ κἀκεῖνος ἡμῖν τοιούτους ἀντέπεμψε λόγους· ἂν ἀποσφάξητέ μοι τὴν ἐρωμένη ν , καταβαλῶ τὴν πόλι ν , τί ἂν τῷ δήμῳ παρῄνεσεν ὁ τὰς ποικίλας ἡμῖν γνώμας εὑρίσκων; ἀνελεῖν, ὥς φησιν, ἐν καιρῷ τὴν παρθένον; οὐκοῦν ἐχειροῦτο τὴν πόλιν ὁ τύραννος ὑβρίσθαι νομίσας; νῦν μὲν γὰρ οὐ πρὸς ὕβριν ἐκείνου πεποιηκέναι τὸν φόνον ἐδόξαμεν, ἀλλ’ ἐλπίσαντες, ὅπερ ἀπέβη, πέρας ἕξειν τὸν πόλεμον λυομένης τῆς ἐφ’ ᾗ προῆλθεν αἰτίας καὶ τῆς ἐπιθυμίας ἐκείνῳ συντελευτώσης τῇ ποθουμένῃ· εἰ δὲ προειρηκότος καθαιρήσειν τὴν πόλιν, εἰ τὴν κόρην ἀνέλοιμεν, εἶτα τοῦτο διεπραξάμεθα, εἰκότως ἂν περιφρονηθεὶς ἠγανάκτει μέχρι τοῦ τὸ ἄστυ κατενεγκεῖν.
35.2.88 οἴκοθεν μὲν γὰρ ἐκεῖνον ἐξήγαγεν οὐχ ἡ τῶν πρέσβεων ἀτιμία τοσοῦτον, ὅσον ἡ τοῦ λαβεῖν τὴν κόρην ἔτι περιοῦσαν ἐλπίς· ἐνταῦθα δὲ ἂν ὑπ’ αὐτῆς ἐθυμοῦτο τῆς ὕβρεως γεγονότος φόνου παρὰ τὰς αὐτοῦ πρὸς τὸν δῆμον διὰ τοῦ κήρυκος ἐντολάς. εἰ δὲ φείσασθαι τῆς παιδὸς ἡμῖν συνεβουλεύεσθε, προθυμότερον ἂν οὗτος ἠπείγετο τὴν πόλιν ἑλεῖν, ἵνα τύχῃ τῆς κόρης.
35.2.89 οὐκοῦν ἢ τούτων ἀμφοτέρων, τῆς τε πόλεως ἅμα καὶ τῆς ἐρωμένης, ἀπέλαυεν ἢ σφαττομένης μοι τότε τῆς θυγατρὸς ἀνόνητος ἂν ὑπῆρχεν ἡμῖν ἑαλωκόσιν ὁ φόνος; Ἀλ λ ’ οὐδέ ν , φησί, δυσχερὲς ὁ τύραννος ὑπομείνας αἰτήσει κόρην ἑτέραν καὶ πάλιν ἄλλην καὶ τετάρτην ἴσως καὶ πέμπτην καὶ τοιαῦτα προστάττων οὐ παύσετα ι .
35.2.90 εἰ μὲν οὖν μιμήσονταί σου τὸ θράσο ς , ὅσοι τῶν ἄλλων πατέρε ς , πολλὰς διὰ σὲ παρθένους ἡ πόλις ἡμῖν ἀποβαλε ῖ · εἰ δὲ μηδείς σοι γενήσεται μιμητή ς , ὅρα σοι τὸ τῆς πράξεως ἄτοπον ἐκ τοῦ μηδένα βούλεσθαι ταύτην ζηλῶσα ι . ἐγὼ δέ σου τὰ ῥήματα μεταστρέψας φημί· εἰ μὲν οἱ τῶν ἄλλων παρθένων μιμήσονταί με γονεῖ ς , πολλοὺς εὐεργέτας ἡ πόλις ἕξει δ ι ’ ἐμὲ τέκνων αὐτὴν ποιουμένους τιμιωτέρα ν · εἰ δὲ μηδεὶς οὕτω φανείη φιλόπολι ς , ὅρα τῆς ἀρετῆς τὴν ὑπερβολὴν ἐκ τοῦ μηδένα δύνασθαι ταύτην ζηλῶσα ι .
35.2.92 ὅλως δὲ τὸ συμβὰν ἐρᾶν ἀποτρέψει τὸν τύραννον κόρης ἑτέρας παρ’ ἡμῖν τρεφομένης τεκμαιρόμενον τοῖς ἐμοὶ πεπραγμένοις, ὡς κατὰ ζῆλον ἡμέτερον ἀνέξεταί τις τὴν παῖδα μᾶλλον ἀποβαλεῖν ἢ δυνάστῃ πρὸς γάμον ἐκδοῦναι. εἰ τοίνυν, ὃ βούλεται ἕκαστος, τοῦτο καὶ οἴεται, ὅπερ οὐκ οἴεταί τις, οὐδὲ βουλήσεται, οὔκουν εἰκὸς ἐκεῖνον εἰς ἐπιθυμίαν ἐλθεῖν, ἣν οὐ προβαίνειν ἐλπίζει; κἂν ἔρωτι περιπέσῃ, προστάττειν ὀκνήσει τοῖς ἐκείνου διακονεῖν ἐπιτάγμασι, κἂν διαμάρτῃ προστάξας, οὐ πάλιν ἐπιστρατεύσει λογιζόμενος, ὅπερ ἐστίν, ὡς οὐκέτι τὴν πόλιν ἀφύλακτον οὖσαν εὑρήσει.
35.2.93 τὸ γὰρ ἐγχείρημά μου παρασκευῆς τε καὶ φυλακῆς ἡμῖν γέγονεν αἴτιον, ἵνα μὴ πάλιν ἀνδρὸς δεηθῶμεν τὴν οἰκείαν ἀναιροῦντος γονήν. Βούλει τῆς ἐμῆς εὐεργεσίας κατανοῆσαι τὸ μέγεθος; ἀπόκριναί μοι βραχέα πυνθανομένῳ.
35.2.94 οὐκ οἴει τὸν ἡγεμόνα τῶν πολεμίων ἐμμανῶς ἐρῶντα τῆς κόρης, ἡνίκα τὰ τῆς δεῦρο στρατηγίας ἱκανῶς εἶχεν αὐτῷ, προσκαλεσάμενον τὰ τέλη τῶν ἀρχομένων μάλα σπουδαίως αὐτοῖς ἐπιτρέψαι καὶ διὰ τούτων ἅπασι τοῖς λοιποῖς τὴν μὲν πόλιν καταδουλῶσαι, τὴν δὲ παρθένον αὐτῷ διασώσαντας ἄγειν μὴ στρατιωτικῶς ἕλκοντας καὶ τραχέως, χειρὶ δὲ ἀλύπῳ καὶ ἡμέρῳ φωνῇ καὶ βλέμματι πρᾴῳ; οὐκ οἴει ταῦτα προστάξαι τὸν ἄγαν ἐρῶντα καὶ προσέτι κελεῦσαι τοῖς ὑπηκόοις μὴ τοὺς τῆς ἐρωμένης δεσποίνης γονέας ἐργάσασθαί τι δεινόν; κατανεύειν ἀνάγκη τοῖς εἰρημένοις.
35.2.95 ἐξὸν οὖν, ὅρα, μοὶ κηδεστὴν ὀνομάζεσθαι βασιλέως καὶ πλουτεῖν καὶ δορυφορεῖσθαι καὶ πολλοῖς ἐπιτάττειν καὶ τὴν παῖδα τρυφῶσαν ὁρᾶν ἐσθημάτων ἁβρότητι καὶ χρυσίων πολυτελείᾳ καὶ πολλαῖς θεραπαίναις οὐ τιμάς, οὐ δυναστείαν, οὐ πλοῦτον, οὐ θυγατρὸς σωτηρίαν, οὐ τὸ δοκεῖν ἄστοργος εἶναι πατήρ, οὐδὲν ἡγησάμην ἄξιον εἶναι τοῦ τῆς πατρίδος ὑπεριδεῖν. ἔστω ταῦτ α , φησίν· οὐδὲν ἀντιλέγ ω · ἀπῄτει τῆς κόρης τὸν φόνον ὁ κίνδυνο ς .
35.2.96 ἐχρῆν οὖν ἑτέρῳ τὴν σφαγὴν ἐπιτρέψαι καὶ τὴν χεῖρα γοῦν καθαρὰν μύσους ἔχειν τοσούτο υ . ἐβουλήθην μᾶλλον φοβῆσαι καὶ καταπλῆξαι τὸν τύραννον καὶ δεῖξαι τοῖς ἔργοις, ὡς ὑπὲρ ἐλευθερίας οὐδὲ σφάττειν αὐτοχειρὶ παρ’ ἡμῖν ἀποκνοῦσι τέκνα πατέρες.
35.2.97 οὐ γὰρ ἂν ἔλαθον πατὴρ ὑπάρχων τῆς κόρης. οὐ χρηστοὶ γὰρ ἐκεῖνοι πολῖται, δι’ ὧν τὸ σπέρμα προῆλθεν ἡμῖν τῶν κακῶν, οἳ τὴν παρθένον αὐτῷ προξενήσαντες συνῆσαν τοῖς πολεμίοις ὑποδείξοντες τὰ σαθρὰ τῶν ἡμετέρων χωρίων ὅσον τε τοῦ τείχους ἐστὶν ἐπίμαχον.
35.2.99 ἔστι δὲ ταῦτά μοι πρὸς ὑμᾶς, ὦ ἄνδρες, καὶ τοὺς περιεστηκότας ἔξωθεν καὶ τῶν λεγομένων ἀκροωμένους, ἐπεὶ πρός γε τοῦτον αὐτὸν ἐξήρκει τοσοῦτον εἰπεῖν, ὡς, εἴτε αὐτὸς τὸ πραχθὲν εἰργασάμην εἴτε τις ἕτερος, οὐδέν σοι τοῦτο πρὸς τὴν τοῦ παιδὸς διέφερε σωτηρίαν. ἀλλὰ μᾶλλον ἐχρῆν ἐμοῦ πεποιηκότος τὸν φόνον καρτερῆσαι τὸν νέον.
35.2.100 ἦν γὰρ ἐντεῦθεν αὐτῷ λογίζεσθαι καὶ σκοπεῖν, ὡς ἀλογία πολλὴ τὸν πατέρα μὲν ἀποκτεῖναι τὴν παῖδα καὶ ζῆν ταῖς αὑτοῦ χερσὶν ἐσφαγμένης, αὐτὸν δὲ ἀφειδῶς ἔχειν τοῦ βίου. εἰ δὲ πικρότερον εἴποις ἐραστὴν ἀνιᾶσθαι πατρός, οὐ συμβαίνοντα μὲν φύσεως νόμοις ἐρεῖς, ἔδει δὲ ὅμως τὸν νέον εἰς τὸν τύραννον βλέψαι καὶ ζηλῶσαι καρτερίαν ἐραστοῦ μείζους ἅμα καὶ πλείονας ἔχοντος τοῦ μὴ βούλεσθαι ζῆν ἀφορμάς.
35.2.102 τὸ γὰρ μάτην ἀποστεῖλαι πρεσβείαν, δι’ ἧς τύραννος ἐκολάκευσε δῆμον, καὶ τὸ πόλεμον διακενῆς ἀνατείνασθαι καὶ τῆς παρασκευῆς ἡ δαπάνη καὶ τὸ κατενεχθῆναι πρὸς ἔρωτα κόρης ἐλάττονος αὐτοῦ τὴν ἀξίαν, μὴ τυχεῖν δὲ τοῦ γάμου καὶ τὸ διχόθεν παρὰ τοῖς ὑπηκόοις αἰσχύνην ὀφλῆσαι, τοῦ τε πόθῳ περιπεσεῖν τοῦ τε διαμαρτεῖν τῆς ὑπὲρ τούτου σπουδῆς, καὶ τὸ μεμνῆσθαι τῆς ἑορτῆς τὴν ἡμέραν, ὅτε παίζουσαν ἐν τῷ ἄλσει τὴν παρθένον ἰδὼν οὐκ ἀπῆλθεν ἁρπάσας· τοσαῦται τοίνυν εἰς ταὐτὸν συνελθοῦσαι προφάσεις οὐ τοσοῦτον καθεῖλον τὸν τύραννον, ὅσον αὑτὸν ἀποσφάξαι. τοιοῦτον ὁ νεανίας ἔχων παράδειγμα καρτερίας οὐ γέγονε μιμητής.
35.2.103 ἤλγησε δὲ πλεῖον ἰδιώτης τυράννου. καίτοι τοὺς ἐν μεγίστοις ὑπάρχοντας ἀξιώμασι χαλεπώτερον φέρειν εἰκός. οἱ γὰρ πνέοντες μεγάλα τὰς ὑπὸ τῶν ἐλαττόνων πικρῶς φέρουσιν ἀτιμίας. ὁ δὲ οὔτε πρὸς τοῦτο ἰδὼν οὔτε τῇ πόλει συγχαίρων βεβαίας ἀπολαυούσῃ δημοκρατίας οὔτε τοῖς ἐχθροῖς ἐφηδόμενος ἀπράκτοις ἀναχωροῦσιν, οὐκ αἰσχυνθείς, οὐκ ἐλεήσας τὸν φύσαντα, οὐ λαβὼν κατὰ νοῦν, ὡς ἑαυτῷ μὲν δυσέκνιπτον ὄνειδος, σοὶ δὲ πένθος ἐπίσημον καταστήσει, οὐ τὸ πάντων μέγιστον λογισάμενος, ὡς αὐτὸς μὲν ἀναίτιος τοῦ φόνου τῆς ἐρωμένης, ὁ δὲ τύραννος τούτου γέγονε πρόφασις—ἔδει δὲ πλέον ἀλγῆσαι τὸν δεδωκότα τὴν ἀφορμήν—, ταῦτα δὴ πάντα παρ’ οὐδὲν ποιησάμενος τὴν οἰκείαν ἐτόλμα σφαγὴν ἐπιδούσης αὐτῷ τῆς ἀκρασίας τὸ ξίφος.
35.2.105 οὐ τοίνυν ὁ πόθος αἴτιός σου τῷ παιδὶ γέγονε φόνου, ἀλλ’ ὡς ἀνὴρ ἀκρατὴς καί, τὸ λεγόμενον, ἥττων ἑαυτοῦ πέπονθε τὸ συμβάν. ὡς ἔδει γε τοσοῦτον ἰσχύειν τὴν ἐκ τοῦ μὴ κατορθοῦν ἔρωτα λύπην. ἦ γὰρ ἂν ἀπηλλάγμεθα φοβεροῦ γειτονήματος. Μεταξὺ δὲ λέγων διενοήθην, τί ἂν ὁ νεανίσκος ἐποίησεν, εἰ τὴν πόλιν ἑλὼν ἔγημε τὴν κόρην ὁ τύραννος.
35.2.106 εἰ γὰρ ἀποτυχόντος ἐκείνου τῆς οἰκείας ὑπερεῖδε ψυχῆς, τί ἂν ἔδρασε πλέον κατωρθωκότος; ἀνδρὶ γὰρ ἐρῶντι πάντων ἀνιαρότατον ἀντεραστὴς εὐτυχῶν. οὐκοῦν ἀσελγείας μὲν τυραννικῆς τὴν παρθένον, τὸν δὲ νέον ζηλοτυπίας, τὴν δὲ πόλιν μεμηνότος ἐρρυσάμην δεσπότου; Ἴσως τοίνυν καὶ τοιαύτην ἐρεῖ τις ὑπόνοιαν, ὡς, εἰ τὴν κόρην ἁπλῶς εἰλήφει πρὸς γάμον ὁ τύραννος, δι’ ἧς ᾔτησε τοῦτο πρεσβείας, εὔνους ἂν ἡμῖν καὶ φίλος ὑπῆρχε καὶ οὐδὲν ἂν ἔδει πολιορκίας καὶ φόνου.
35.2.108 ἔστι μὲν οὐκ ἐμὸν ἔγκλημα τοῦτο, τοῦ δήμου δὲ μᾶλλον κατηγορία. ἔστω δ’ οὖν, ἔστω καὶ πρὸς ἐμὲ τὴν μέμψιν ὁρᾶν· ἐπαινῶ γὰρ οὕτως ἐνεχθέντα τὸν δῆμον. ἵνα τοίνυν ὑπὲρ ἐμαυτοῦ καὶ ὑμῶν ἀπολογήσωμαι τὰ εἰκότα, φημὶ μὲν αὐτὴν τοῦ δυνάστου τὴν αἴτησιν ἐφ’ ἑαυτῆς κρινομένην οὐκ ἀπεικότως ἡμῖν χαλεπήν τινα δόξαι. ὅ τι γὰρ ἂν πράξειε δῆμος, τυράννῳ δόξαν ἐκεῖνο παρέχει τοῦ φόβῳ πεποιηκέναι. οὐ μὴν οὕτω πικρῶς τὴν περὶ τῆς κόρης ἠνέγκαμεν αἴτησιν, ὅσον τὴν ἐκ ταύτης ἀθροιζομένην συνήθειαν μειζόνων ἐπιταγμάτων.
35.2.109 ὃν γὰρ ἀλόγως ἡ Τύχη βασιλέα χειροτονεῖ, κἂν εὔλογόν τι προστάξας ἀνύσῃ τὴν χρείαν, οὐ τὸ τῆς αἰτήσεως εὔλογον, ἀλλὰ τῆς ἐξουσίας τὸν φόβον ἡγεῖται κατωρθωκέναι τὸ προσταχθὲν τῆς τυραννίδος αὐτὸν οὕτω φρονεῖν ἀπαιτούσης· φοβερὸς γάρ, οὐ δίκαιος ἐθέλει δοκεῖν. ὥστε τῆς παρθένου τυχὼν ἕτερον ἄν τι προσέταξε μεῖζον καὶ πάλιν ἄλλο τι χεῖρον, ἡ δὲ πόλις κατὰ μικρὸν ἐγυμνάζετο τὴν ὑπ’ ἐκείνῳ δουλείαν. εἰ δὲ τὰ πρῶτα διακονεῖν ὑπομείνασα τὰ δεύτερα περιεῖδε, μᾶλλον ἂν ἐκεῖνον παρώξυνεν ἢ μηδὲν ἐξ ἀρχῆς ὑπουργοῦσα.
35.2.110 τὸ μὲν γὰρ ὅλως μὴ πρᾶξαι τὸ κελευόμενον ἐλευθέρων ἐστὶν ἀνθρώπων, ἅπαξ δὲ τὸν ἐκείνου ζυγὸν ἐνεγκόντας εἶτα βούλεσθαι πάλιν ἀναχαιτίσαι δούλων ἐστὶν ἀντιτεινόντων δεσπότῃ. ἐκ τούτων ἁπάντων εἰκότως ἡμῖν τὸ ἐπίταγμα χαλεπὸν ἔδοξεν εἶναι.
35.2.111 ἔτι δὲ μᾶλλον ὁ τύραννος βαρύτερον φανῆναι τοῦτο πεποίηκε πόλεμον, εἰ τὸ προσταχθὲν ὑπερίδοιμεν, ἀπειλήσας· ἐννοίας ἐντεῦθεν ἡμῖν εἰσελθούσης, ὡς, εἰ μετρίαν ἡγεῖτο τὴν αἴτησιν, ἤλπιζε πείθειν, πείσειν δὲ προσδοκῶν οὐκ ἂν ταύτης ᾤετο δεῖσθαι τῆς ἀπειλῆς. οὐ τοίνυν μόνον τῷ πόλεμον ἀπειλῆσαι τὸ τοῦ προστάγματος ἄτοπον ἀπεκάλυψεν, ἀλλὰ καὶ πρὸς ὀργὴν ὑμᾶς ἀνεσόβησεν ὡς ἀνάνδροις διαλεχθεὶς καὶ πόλεμον ἐκ πρεσβείας μηνυόμενον δεδοικόσι.
35.2.113 τοιούτῳ φρονήματι καὶ θυμῷ τὴν πρεσβείαν ἄπρακτον ἀπεώσασθε κατὰ νοῦν εἰληφότες, ὡς ἡ κόρη διάπειρα τῆς ἡμετέρας ἐκείνῳ γίνεται γνώμης καὶ ἀγῶνα τοῦτον αὐτῷ κατασκευάζει πρὸς τὴν τῆς δημοκρατίας καθαίρεσιν. ἡγεῖτο γὰρ ὕβριν αὑτῷ καὶ κίνδυνον φέρειν πόλιν αὐτόνομον ἐφορμοῦσαν τοῖς βασιλείοις καὶ τὴν αὑτοῦ καιροφυλακοῦσαν τύχην, κἂν ἐλάχιστον αὑτῷ πταῖσμα συμβῇ, ῥᾳδίως αἰσθομένην.
35.2.114 βραχεῖα δὲ πρόφασις καὶ μικρὸν ἐναντίωμα διαλύει τὰς ἄγαν εὐδαιμονίας, ὅταν ἐκ βίας τὰ πράγματα καὶ πλεονεξίας συστῇ. τοιαύταις ἐκεῖνος συνεχόμενος ἀγωνίαις ἐπεχείρησεν, οἶμαι, πάροδον ἐπὶ τὴν πόλιν διὰ τῆς κόρης εὑρεῖν, οὐ μὴν ᾤχετο τῇ πρεσβείᾳ τὸν δῆμον λαβών. Ἆρά τις καθ’ ἡμῶν ἔτι σοι περιλέλειπται προσβολὴ ἢ πάσας ἀπεκρουσάμην; Ἔστ ι , φησίν, ἔστιν ἀντιλογία τις ἄμαχο ς .
35.2.115 αὔθαδες γάρ τι καὶ τυραννικὸν διεπράξω μὴ περιμείνας ἐκκλησίαν καὶ δῆμον ἐπιτρέποντά σοι τὸν φόνο ν . καὶ τί ἂν οἴει τὸν ἄρχοντα τῶν ἐναντίων ἐκκλησιαζόντων ἡμῶν διαπράξασθαι; ἡσυχίαν ἄγειν ἢ διακηρύξαι τοῖς ὑπηκόοις ἐκεχειρίαν; εἶναι γὰρ ἄτοπον ἡμᾶς μὲν ἐκκλησιάζειν, αὐτοὺς δὲ πολιορκεῖν.
35.2.116 δεῖν οὖν ἀποθέσθαι τὰ ὅπλα καὶ μὴ ταράττειν ἀνθρώπους ὑπὲρ σωτηρίας βουλευομένους. ταῦτα οἴει ἐκεῖνον ποιεῖν καὶ περιμένειν δημοτικὴν ἐκκλησίαν τὸν ἐρῶντα, τὸν πολιορκοῦντα, τὸν τύραννον; πάνυ γε, εἰ τὸν παῖδα τὸν σὸν ᾔσθετο ἔχων ἀντεραστήν.
35.2.118 καὶ μὴν εἰ παρὰ τοιοῦτον ἐνεδέχετό με καιρὸν τὴν ἀγορὰν περιτρέχοντα συλλέγειν καθ’ ἕκαστον ἄνδρα τὸ πλῆθος, ἔπειτα θυραυλεῖν καὶ συγκαλεῖν οἴκοθεν, οὓς τὴν ἀγορὰν περινοστήσας οὐκ εἶδον, καὶ τὰς θύρας ἐξαριθμεῖν, μή τινά που λάθω παραδραμών, σύ τε τῶν πολεμίων ἡμῖν ὑπῆρχες ἐγγυητής, ὡς ἀνέξονται περιμένειν ῥητόρων φιλονεικίας καὶ δήμου θορύβους, ἔνθα πολλάκις βοᾷ μὲν ἕκαστος, ἀκούει δὲ τῶν λεγομένων οὐδείς—, εἰ τοσοῦτον οἱ δυσμενεῖς ἀνεβάλλοντο χρόνον, περιττὸν ἂν ἐποίουν ἀναμένων τοῦ δήμου τὴν γνώμην ἤδη μοι καταφανῆ γενομένην. τῆς γὰρ ἔξω τροφῆς δῃουμένης, τῆς δὲ ἔνδον ἐπιλειπούσης ἑώρων μέν, ὡς οὐκ ἔνεστιν ἕτερον τρόπον ἐλευθέρως σωθῆναι τὴν πόλιν ἢ τῷ φόνῳ μου τῆς παιδός, ἀναδυόμενος δὲ καὶ φεύγων τὴν πρᾶξιν περιῄειν πολυπραγμονῶν, ὅ τί ποτε τοῖς ἄλλοις ἐδόκει.
35.2.120 ᾐσθανόμην οὖν, ὡς ἀθύμως ἔχοντες καὶ δυσχερῶς οἱ πολλοὶ κατὰ συστάσεις γινόμενοι διεμέμφοντό μοι μιᾶς ἕνεκα θυγατρὸς καὶ ταῦτα παίδων ἑτέρων ὄντων μοι σειομένην ὑπερορῶντι τὴν πόλιν. οἱ μὲν ἄνδρες ἐν τοιαύταις με διαβολαῖς περιέφερον, αἱ γυναῖκες δέ μου τὴν σύνοικον.
35.2.121 βαρύτατος δέ μοι τῶν λοιδορούντων ὁ τῶν ἀγροίκων ὅμιλος ἦν, ὅσοι τῶν πολεμίων τὴν ἔφοδον φθάσαντες ἐνταῦθα κατέφυγον. οὗτοι μάλιστά με τῶν ἄλλων ἀπέκναιον δακτυλοδεικτοῦντες, ἐπιόντες, καταρώμενοι, γυναίων ἕκαστος καὶ παιδίων ἐφελκόμενος ὄχλον καὶ τοὺς ἐντυγχάνοντας ἐρωτῶν, ὅτῳ θρέψειε τρόπῳ τῶν ἀγρῶν δῃωθέντων ἑαυτόν, τὴν σύνοικον, τὰ παιδία.
35.2.122 αὑτὸν μὲν γὰρ ἴσως καὶ τὴν γυναῖκα δύνασθαι τῆς χρείας ἧττον ἐσθίειν, ἡλικίαν δὲ παίδων τοῦτο μὴ φέρειν πυκνοτέρας τε φύσει δεομένων τροφῆς καὶ τῆς ἐνδείας τὴν πρόφασιν μανθάνειν οὐ δυναμένων. παραπλήσια δὲ τοῖς ἀγροίκοις αἱ τούτων μοι γυναῖκες ὠνείδιζον, αἱ μὲν αἶγας, αἱ δὲ οἶς ἄγουσαί τε καὶ θέουσαι, τῇ μὲν ἐχόμεναι τῶν θρεμμάτων τῇ χειρί, τῇ δὲ τοὺς χιτωνίσκους ἄχρι γονάτων ἀνέλκουσαι.
35.2.124 οὐκοῦν, ἅπερ ἡμῖν ἐπιτρέψαι μόνον ἐβούλου τὸν δῆμον, ταῦτα καὶ δῆμος καὶ γύναια καὶ πλῆθος ἀγροίκων διεκελεύσατο. ταύτην ἐγὼ μείζονος ἐκκλησίας χειροτονίαν καλῶ, εἴπερ ἅπαντες οὗτοι πλείους τὸν ἀριθμὸν ἢ δῆμος ἐκκλησιάζων. καί, νὴ τοὺς θεούς, πολλὴν ὑμῖν εἶχον τῆς ἀθυμίας συγγνώμην ἐπισταμένοις, ὡς ἄσπονδον καὶ ἀκήρυκτον ταῖς πολιτείαις ἡ τυραννίς.
35.2.125 τὸν δ’ οὕτως ἔχοντα μίσους, εἰ παρειλήφει τὴν πόλιν, ὅπερ ἔπραξεν ἂν μὴ τῆς παιδὸς ἐσφαγμένης, τί ἂν οἴεσθε δρᾶσαι; τρέποιτο μὲν εἰς ἐκεῖνον, ῥηθήσεται δὲ πρὸς ἀπόδειξιν τοῦ μεγάλων ὑμᾶς δι’ ἐμοῦ κακῶν ἀπηλλάχθαι.
35.2.126 εἶτα καὶ ἥδιστον ἄκουσμα δυστυχημάτων ἐλπὶς εἰς ἔργον οὐ προελθοῦσα. τὰ βρέφη μὲν οὖν ἴσως οὐδὲ σφάττειν ἂν ἠξίουν οἱ δυσμενεῖς, ἀλλὰ τὰ μὲν τείχους ἐκτὸς ἀπορρῖψαι, τὰ δὲ εἰς πῦρ ἐμβαλεῖν· τὸ δὲ μάχιμον καὶ χεῖρας ἀνταράμενον ἀποσφάξαι, τὴν δὲ λοιπὴν τῆς νεότητος μοῖραν ἀνδραποδίσασθαι.
35.2.128 τούτοις μὲν ἅπασιν οὕτως ἐχρῶντο, τὸ δὲ γῆρας, ὅσον εἰς διακονίαν ἀνόνητον ὁ χρόνος ἐποίησε, παρεώρων οὐ τὴν πολιὰν ἐλεοῦντες, ἀλλ’ ὅπως τοιούτων γένοιντο θεαταὶ συμφορῶν. παρθένων δὲ βίαν ὅτι μὴ πάντων προέταξα, μέμφεσθε τοῦ πολέμου πρόφασιν ἐσχηκότος ἐρωτικήν. εἰ δὲ τῶν περισωθέντων τινὲς ὑπεξῆλθον τῷ θορύβῳ λαθόντες, ἀλῆται καὶ πτωχοὶ περιῄεσαν μόλις μὲν ἐράνους αἰτοῦντες αἰδοῖ τῆς ἀθρόας μεταβολῆς, μόλις δὲ πείθοντες οὓς ἂν αἰτήσωσι χορηγεῖν, ὡς ἦν ποτε καὶ αὐτοῖς εὐδαίμων ὁ βίος.
35.2.129 αὕτη πόλεως ἁλισκομένης εἰκών. τούτων ὑμεῖς ἐλεύθεροι δι’ ἐμέ. ἐξετάσαντες τοίνυν, ἀνθ’ οἵων ὑμῖν οἷα γεγένηται, καὶ παραθέντες τυράννῳ δημοκρατίαν ἀνομίᾳ τε νόμους, πλούτῳ ἔνδειαν, φόβοις ῥᾳστώνην, ἐλευθερίαν δουλείᾳ, δόξαν αἰσχύνῃ, σωφροσύνην ἀκολασίᾳ, πόλιν ἀνάστατον ἀδεῶς οἰκουμένῃ, ταῦτα παραβαλόντες ἀλλήλοις ἕκαστος αὐτὸς αὑτοῦ πυνθανέσθω, εἰ τιμωρήσασθαι δεῖ τὸν τοιαύτας ἀπωσάμενον συμφοράς.
35.2.131 ἃς ἐννοήσασα μᾶλλον ἡ παῖς καὶ μάλιστα τῶν παρθένων τὴν βίαν, ἐπειδὴ τὴν τεκοῦσαν εἶδεν ὀδυρομένην, ὅτε πρὸς σφαγὴν οἴκοθεν ἤγετο, παρακαθημένη τε καὶ θωπεύουσα μῆτε ρ , ἔφη, σὺ μὲν ὑπὸ τῶν ὀδυρμῶν συγχυθεῖσα τὸ δέον ἔοικας ἀγνοεῖ ν , ὁ δὲ πατὴρ οὐδὲν μὲν ἧττον ἢ σὺ στέργει τὴν παῖδ α , γυναικὸς δὲ κουφότερον ἀνὴρ ἀθυμε ῖ . εἴξωμεν οὖ ν , εἰ δοκε ῖ , παραινοῦντ ι · πάντως ἄμεινον ἀμφοτέρων βουλεύεται καὶ ἀνὴρ πεφυκὼς καὶ τὴν διάνοιαν οὐ σφόδρα τῇ λύπῃ δουλώσα ς . ὅρα δ έ , ὅσα πειθομένη κερδαίνει ς , τὸ πειθαρχεῖν εἰδέναι τῷ συνοικοῦντ ι , τὸ πατρίδα ῥύσασθαι δ ι ’ ἐμὲ κινδυνεύουσα ν , τὸ θυγατέρα μὴ συνάψαι δυνάστῃ φθόνον καὶ μῖσος ἀδιάλλακτον ἔχοντι πρὸς πᾶσαν μὲν πολιτείαν ἔννομο ν , μάλιστα δὲ τὴν αὐτῷ γειτνιῶσα ν .
35.2.133 μήποτε οὖν ἐγὼ μὲν κληθείην ἀνδρὸς τοιούτου γυν ή , κηδεσταὶ δὲ ὑμεῖ ς . ἢν δὲ καὶ τέκω προϊόντος τοῦ χρόνο υ , μήτηρ μὲν ἐγὼ δηλαδ ή , πάππος δὲ οὑτοσ ί , τηθὴ δὲ σὺ κληθήσῃ τυράννου γονῆ ς , ὥστε τὰ ἥδιστα τῶν ὀνομάτων ἡμῖν αἴσχιστα γενήσετα ι ; εἶτα τῇ πόλει τρέφομεν ἕτερον τύραννον καὶ δουλείαν ἀθάνατον αὐτῇ μηχανώμεθα κληρονόμους χορηγοῦντες τῇ μοναρχίᾳ παιδὸς ἀεὶ διαδεχομένου πατέρ α . εἰ δὲ ταχέως ἐμοῦ λήψεται κόρον καὶ μεστὸς ὑβρίζων με γένοιτο καὶ τῶν βασιλείων ἐκβάλοι προκρίνας ἑτέρα ν , οἷα ποιεῖν εἰώθασι τύραννο ι , τοῦτο μὲν παθεῖν ἂν μᾶλλον ἑλοίμην ἢ παῖδας ἀνδρὶ δυνάστῃ τεκεῖ ν , οὐδὲ τοῦτο γυναικὶ φορητό ν .
35.2.135 τούτοι ς , ὦ μῆτε ρ , ἔφη, τοῖς λογισμοῖς δεῖ καρτερεῖ ν . τὸ δὲ μέγιστο ν , πατρὶς ἡμῖν οὐκ ἔστιν ἑτέρα ταύτης ἁλούση ς , παῖδες δὲ ὑμῖν ὑπάρχουσιν ἕτεροι τελευτώσης ἐμο ῦ . ταῦτα καὶ παραπλήσια τούτοις εἰποῦσα ἡ μὲν ἠρέμα τε ὑπεδάκρυε καὶ μετεστρέφετο πειρωμένη τὴν μητέρα λαθεῖν, ἡ δὲ μέγα καὶ δεινὸν ἀνεβόησεν οὐκ ἀντιλέγουσα τοῖς εἰρημένοις, ἐξ αὐτοῦ δὲ τοῦ μηδὲν ἔχειν ἀντειπεῖν πλέον ὀδυνωμένη συνετῆς οὕτως ἀποστερεῖσθαι παιδὸς μικρὸν ὕστερον μέλλουσα.
35.2.136 τοιαύτης μοι γέγονε θυγατρὸς ἡ πόλις τιμιωτέρα, καὶ τοὺς ἐπελθόντας ἐχθροὺς ἀπεωσάμην τοῖς ἐμοῖς ἀτυχήμασι. Μηδεὶς οὖν τῇ κατ’ ἐμοῦ ψήφῳ παραμυθείσθω τὸν τύραννον· ὅς, εἰ πύθοιτο τὴν ἐσχάτην ἐμὲ παρ’ ὑμῖν ὑποσχεῖν τιμωρίαν—λάλος δὲ κατὰ φύσιν ἡ Φήμη, εἶτα καὶ γείτων ἁνὴρ καὶ πολυπραγμονῶν τὰ ἡμέτερα—, εἰ τοίνυν αἴσθοιτο τὰς ἐλάττους εἰληφέναι με ψήφους, οὐ μικρὰν ἕξει παραμυθίαν τῆς ἐφ’ οἷς ἀπέτυχε λύπης τοῦ κτείναντος αὐτοῦ τὴν ἐρωμένην κατεγνωσμένου.
35.2.138 ἐκεῖνον μὲν οὖν οὕτω ψυχαγωγήσετε, τῇ μητρὶ δὲ τῆς κόρης ἕτερα προσθήσετε δάκρυα μήπω τῶν φθασάντων κόρον λαβούσῃ, μᾶλλον δέ, καὶ τὴν τοῦ πένθους ἀφαιρήσεσθε παραψυχὴν τὸ δοκεῖν ὑπὲρ τῆς πόλεως ἀνῃρῆσθαι τὴν παῖδα, εἴπερ ὡς ἀδίκως ἀνῃρημένης τὸν ἀποκτείναντα τιμωρήσεσθε. Ὑμᾶς μὲν οὖν, ὦ παρόντες, τοιούτοις ἐπισπῶμαι πρὸς ἔλεον δικαιώμασιν οὐ τὴν τελευτὴν δυσχεραίνων— οὐχ οὕτω φιλοψύχως ἔχω—, ἀλλὰ τὸ δόξαι πεποιηκέναι φόνον ἀδίκως καὶ τοῦτον οἰκείας παιδός, τοῖς δὲ θεοῖς καταβαίνων ἤδη προσεύχομαι εὐτυχεστέραν μὲν τῆς ἀπελθούσης εἶναί μοι γονὴν ἐπινεῦσαι, τὰ δὲ ἄλλα τοιαύτην, καὶ τὸν τύραννον μάλιστα μὲν εἰς εὐκοσμίαν καὶ σωφροσύνην μετενεγκεῖν, εἰ δὲ ἀνιάτως ἔχει, πρὸς τὰς τῶν ὑπηκόων παρθένους τὴν ἐκείνου τρέψαι μανίαν.
36 T 1 〈Η ΔΙΑΛΕΞΙΣ〉 εἰς τὸ τὴν ἐτήσιον ἀποδοῦναι τοῖς ἀκροωμένοις μελέτη ν .
36.1.1 Ἆρα ἄν, ὦ φιλότης, εἴ μοι περὶ ἀγροὺς ἐτύγχανεν οὖσα ἡ τέχνη καί τινα ὑμῖν ἄρουραν εἰργαζόμην, ἆρα ἄν μοι συνέγνωτε τὴν ἐγκύκλιον ἀποστεροῦντι φορὰν τήν γε ὥραν ὑπερβάντι τοῦ ἔτους, ᾗ τὰς προσόδους κομίζειν γεωργοῖς νόμος; εἰ οὖν ἀγροίκων εὐθύνονται παῖδες, ἡνίκα ὀφείλουσιν, ἦ που ὅσοι μουσικοὺς ὑμῖν γεωργοῦσι λειμῶνας.
36.1.2 οὐ γὰρ χειμέριον τῶν Μουσῶν ἔφυ τὸ ὕδωρ οὐδὲ θέρους μὲν ἀναβαίνει, χειμῶνος δὲ ὥρᾳ συστέλλεται, οἷά φασιν ὑπομένειν τὸν ποταμὸν τὸν Αἰγύπτιον, ἀλλὰ κἂν ἀρύσωνται πάντες αὐτοῦ καὶ θαμὰ τοῦτο ποιῶσιν, οὔποτε ἐπιλείψει· μὴ γὰρ ἐπιλείποιεν ἄρδοντες λόγοι ἀνθρώπους. ἀνδρὶ μὲν οὖν φιλοτεχνοῦντι τὸ γήδιον ὁ Ἀσκραῖος ᾀδέτω φωνάς τε γεράνων καὶ Ἄτλαντος θυγατέρας καὶ ἄλλα, ὅσα ὁ ποιητὴς τὸν ἀδελφὸν κελεύων ἐργάζεσθαι ᾄδει· ὅτῳ δὲ λόγοι ἐπιτήδευμα, ἅπας ὑπάρχει καιρὸς ὥριος ἐς λόγου δημιουργίαν, καὶ οὔτε ὀρνίθων κλαγγὴν οὔτε Πλειάδας ἀνιούσας ἢ δυομένας αὐτῷ περισκοπῆσαι δεήσει.
36.1.4 ἐπεὶ οὖν ὄφλημα λογικὸν πρόφασιν ἀποστρέφεται, φέρε, ὑμῖν ἐκτίσω τὸ ὀφειλόμενον. ἐγκαλύπτομαι γάρ, εἰ παιδείαν ἐπαγγελλόμενος Ἀττικὴν ἔπειτα ἔθος Ἀττικὸν περιόψομαι. τί οὖν Ἀθηναίοις νενόμισται; ἄνδρες ὅσοι ἐθέλουσι παριέναι, ἔτους ἑκάστου αὐτοῖς συλλέγεται θέατρα, οἱ δὲ εἰσιόντες ἄλλος ἄλλο τι μετιὼν τὴν ἰδίαν ἕκαστος ἐδημοσίευε τέχνην καὶ οὕτω φιληκόως εἶχεν ὁ δῆμος, ὥστε καὶ ἀρχαῖα τοὺς ὑποκριτὰς ἀπῄτουν δράματα εἰσιέναι, ὅπως ἄρα μὴ προϊὼν ὁ χρόνος τὸ εἰωθὸς ποιήσῃ λήθῃ καλύψας τὰ δράματα. ταῦτά με εἰκότως ἀνέπεισεν εἰς τόνδε ὑμᾶς ἀγεῖραι τὸν σύλλογον καὶ ταῦτα μεσοῦσαν ἄγοντας ἔτι τὴν ἑορτήν.
37 T 1 Η ΔΙΑΛΕΞΙΣ πρὸς τὸν μεμψάμενο ν , ὅτι τοῦ λόγου τὸ μῆκος οὐ σύμμετρόν ἐστι τῇ δυνάμει τοῦ λέγοντο ς .
37.1.1 Τί οὖν, ὦ βέλτιστε;—διαλέξομαι γὰρ ὡς παρόντι τῷ μεμψαμένῳ, ἐπειδὴ συμμετρίας ἡμῖν ἐπαινέτης εὔχεται εἶναι καθ’ Ὅμηρον—τὸ θρυλλούμενον ἐπίταγμά σοι δοκῶ μέτρον ἄριστον ἀγνοεῖν; εἰ Τυδεὺς ὁ Οἰνέως—οἶσθα δέ, ὅτι τυτθὸς ἔην δέμας ὁ Αἰτωλός—εἰ οὖν ἐκεῖνος ὅπλων ἦν ἐργασίας τεχνίτης, ἔπειτα ἔτυχε πανοπλίαν τῷ Τελαμῶνος δῆθεν δημιουργῶν δέον ἠΰτε πύργον ἐργάσασθαι τὴν ἀσπίδα, ὁ δὲ σύμμετρον ἑαυτῷ ταύτην ἐποίει, ἆρα ἂν ἠξίου τὴν Τυδέως ἀσπίδα φέρειν ὁ Αἴας; εἶεν.
37.1.3 εἰ δὲ Λύσιππος τὸν Ἀλέξανδρον ἔπλασεν ἐοικότα Λυσίππῳ τὸ μῆκος, οἴει ἂν κεχαρισμένον εἶναι τὸν ἀνδριάντα τῷ Μακεδόνι πάντων ἐν ἅπασιν οἰομένῳ προέχειν; ἀλλὰ καὶ ζωγράφος τὸ σῶμα βραχὺς εἰ τὸν παῖδα τὸν Ἀγαμέμνονος οὐχ ὅσος ἦν ἐκεῖνος, ἀλλ’ ὅσος αὐτὸς πέφυκε γράψειεν, οὐ φαίης ἄν, οἶμαι, τὴν τέχνην εὖ μάλα αὐτὸν ἐπιδείκνυσθαι.
37.1.4 εἰ γὰρ τὴν Τεγέαν ἐπίστασαι καὶ τὸν αὐτόθι χαλκεύοντα καὶ τίνες οἱ πνέοντες ἄνεμοι κρατερῆς ὑ π ’ ἀνάγκης καὶ τὰ λοιπὰ τοῦ χρησμοῦ, εἰ ταῦτα ἐπίστασαι, οἶσθα, ἡλίκον ἦν Ὀρέστῃ τὸ μέγεθος. εἶτα ὅπλων μὲν ἢ ἀνδριάντων ἢ χρωμάτων δημιουργὸς ὁ μὲν τὴν ἀσπίδα, ὁ δὲ τὴν εἰκόνα, καὶ τὴν γραφὴν ὁ ζωγράφος οὐ τοῖς ἰδίοις μετρεῖν ἀνέχονται σώμασιν, ἀλλ’ ὅτου ἂν εἴη 〈τὸ〉 φιλοτέχνημα· ἐμὲ δὲ ἄρα ἠξίους λόγον Πατρόκλῳ ποιήσαντα κολοβώτερόν πως ὑφᾶναι τὸν λόγον τῶν Πατρόκλου δικαιωμάτων.
37.1.5 καὶ τί ἂν ἐδόκει ῥητορικὴ διαφέρειν ὑφαντικῆς εὐμήκει ἀνδρὶ μικρὸν ἐργασαμένης χιτῶνα; φέρε δή σοι καὶ ἕτερον ἐκ τοῦ αὐτοῦ γυμνασίου λέξω παράδειγμα.
37.1.6 ἤδη παιδίον ἐθεάσω βραχὺ μέγαν χιτῶνα περισυρόμενον μειράκιόν τε μικρὰν ἐνδεδυμένον ἐσθῆτα; ἤδη που ταῦτα ἑώρακας καὶ λέγοντος, οἶμαι, Ξενοφῶντος ἀκούεις. ὁρῶντι δή σοι καὶ πυθομένῳ πάντως ἐνέπεσέ τι καὶ γέλωτος. τὸν αὐτὸν δὴ τρόπον καὶ λόγος, εἴ που ἐλάσσων ἢ μείζων ὑπάρχοι τῆς ὑποθέσεως, γελοῖόν ἐστι τὸ χρῆμα καὶ ἄξιον ψέγειν.
37.1.7 ἀφεὶς οὖν, εἰ δοκεῖ, τὴν τοῦ γέλωτος δύναμιν, εἰ τῇ μελέτῃ τὰ λεγόμενα ἥρμοσται, τοῦτο ἐξέταζε. 〈ΠΑΤΡΟΚΛΟΣ.
38 T 1 〉 Ἀφαιρεθεὶς Ἀχιλλεὺς τῆς Βρισηίδος ἐπὶ τῆς οἰκείας διῆγε σκηνῆς ὠργισμένο ς .
38 T pref πρεσβεύεται πρὸς αὐτὸν Ἀγαμέμνων μετὰ πλείστων τὴν κόρην ἀποδιδοὺς δωρεῶ ν . καὶ γέγονεν ἄπρακτος αὐτῷ ἡ πρεσβεία καὶ Βρισηίδι καὶ δώροι ς . χρόνος ἐν μέσῳ βραχὺς καὶ προσθήκη ταῖς Ἑλλήνων ἀτυχίαις πολλ ή . ᾔσθετο Πάτροκλος καὶ συνήλγησε καὶ τὰ μὲν δακρύω ν , τὰ δὲ νουθετῶν διαλλάξαι πειρᾶται τὸν Ἀχιλλέα τοῖς Ἕλλησι ν . μελετῶμεν τὸν Πάτροκλο ν . Θεωρία.
38.1.1 Πόθεν τοῖς Ἕλλησιν ἤδη συνάχθεται Πάτροκλος οὔπω τοῦτο παθόντος τοῦ Θετταλοῦ; ἄμφω μὲν γὰρ συνήθεις καὶ φίλοι, κοινὰ δὲ τὰ φίλων ἡ παροιμία νομοθετεῖ. πόθεν οὖν πρώην τῆς Ἀχιλλέως ὀργῆς μετασχὼν οὐ μέχρι τέλους αὐτῷ τὴν κοινωνίαν ἐφύλαξε τοῦ θυμοῦ; ἔλυσεν, οἶμαι, τὴν ἀπορίαν ὁ ποιητὴς τὸν μὲν ἥμερον ἡμῖν παραδοὺς καὶ πρὸς οἶκτον εὐάγωγον—μειλίχιον γὰρ αὐτὸν ὀνομάζει—, τὸν δὲ τραχύν τε καὶ σοβαρὸν [καὶ] θυμολέοντα 〈αὐτὸν〉 ἐν τοῖς ἔπεσι προσειπών. ἔδει τοίνυν ἐν χρείᾳ φιλανθρωπίας σύμβουλον εἶναι τὸν πρᾷον τοῦ μὴ τοιούτου.
38.1.2 ἐντεῦθεν ὁ μὲν ἐκείνῳ παρίσταται κρήνης δίκην αὐτῷ δάκρυα χέων, ὁ δὲ Πηλέως ἀλλ’ οὐδὲ τὴν πρόφασιν ἔγνω τῶν ὀδυρμῶν. τοιγαροῦν πυνθάνεται τὴν αἰτίαν αὐτοῦ καὶ διασύρει τὰ δάκρυα καὶ κόρης ὀδυρομένης οὐδὲν ἀπεοικέναι φησίν. ὁ μὲν οὖν Ὁμήρου Πάτροκλος βραχέα πρὸς τὸν Φθιώτην ἀφοσιούμενος τοσοῦτον ἐθέλει τὸν ἄνδρα πραΰνειν, ὅσον ἐκεῖνον αὐτῷ συμμαχεῖν ἐπιτρέψαι τοῖς Ἀχαιοῖς· ὁ δέ γε ἡμέτερος αὐτὸν ἐπιχειρεῖ τῆς σκηνῆς ἐξάγειν τὸν Ἀχιλλέα.
38.1.3 φιλέλλην γάρ τις ἐγώ. καὶ πέπονθα τὴν ψυχὴν φυγάδας ἅμα καὶ κοπτομένους ἰδὼν καὶ πρὸ τοῦ Πατρόκλου τὴν ἐκείνων ἐδάκρυσα τύχην. Τάχα δ’ ἂν καὶ ἄλλως ἄμεινον εἴη τὸν Πηλέως ἐπικουρῆσαι προτρέπειν, ὅπως, εἰ μὴ τοῦτο βούλοιτο πειθαρχεῖν, τὴν ἐλάττονα γοῦν συμμαχίαν, τὸν Πάτροκλον, ἀπονείμῃ τοῖς Ἕλλησι.
38.1.4 καὶ Δημοσθένης γὰρ Ἀθηναίων συνελθεῖν Ὀλυνθίοις ὀκνούντων ὅμως διπλῆν ἀποστεῖλαι βοήθειαν ἐνουθέτησε, τὴν μὲν ῥυσομένην τὴν Ὄλυνθον, τὴν δὲ ποιήσουσαν τὴν Φιλίππου κακῶς, ὅπως αἰσχύνοιτο μᾶλλον ὁ δῆμος, εἰ τῶν πραγμάτων δυοῖν δεομένων μηδ’ ἑτέραν ἐκπέμψει. τοιαύτῃ συμβουλεύων ὁ Μενοιτίου μεθόδῳ πιθανὸς πολλαχόθεν ἔσται τῷ νεανίσκῳ, ἐρεθίζων τὴν ῥώμην, ἐπαίρων τὸ φρόνημα, τὴν ἐπιθυμίαν ψυχαγωγῶν, εἰς ἔλεον τὴν ὀργὴν μεταφέρων, αἰδεῖσθαι παρασκευάζων, τὴν γνώμην παροξύνων μὲν ταῖς Ἕκτορος ἀριστείαις—ζηλοτυπεῖ γὰρ ἐκτόπως τὸν ἄνθρωπον—, κουφίζων δὲ πολλοῖς ἐγκωμίοις, φιλότιμον φύσιν θέλγων ἐν μνήμῃ τῆς Βρισηίδος— ἐρωτικὸς γὰρ ἁνήρ—, εἰς οἶκτον δὲ κάμπτων οἷς ὀλοφύρεται τῶν Ἑλλήνων τὰ πάθη, ἐρυθριᾶν δὲ ποιῶν οἷς ὀνειδίζει τὴν ἀμετρίαν αὐτῷ τῆς ὀργῆς, ὃ γὰρ ἂν φθέγξαιτο Πάτροκλος, ἐλεύθερον ὑποψίας παρ’ Ἀχιλλεῖ τῆς ἑταιρίας οὐδὲν ἐώσης δοκεῖν ὕπουλον ἔχειν.
38.1.6 οὐ μὴν τῇ φιλίᾳ τὸ πᾶν ἐπιτρέψας ῥᾳθυμότερον κυβερνήσει τὸν λόγον—οὐ γὰρ τὸν ἐξ οὐρίας που πλέοντα τῷ πνεύματι χρὴ παραδοῦναι τοὺς οἴακας—, ἀλλὰ δείξει μὲν πάλαι μετεγνωκότα τὸν βασιλέα, διηγήσεται δὲ τὰ συμβάντα τοῖς Ἀχαιοῖς μετὰ τὴν Ἀχιλλέως διάστασιν τὰς μὲν ἀτυχίας διεξιών, εἰ δέ τινος εὐημερίας ἢ νυκτερινῆς εὐπραγίας ἐλάβοντο, παρατρέχων, μή πως ἀμβλύνῃ τὴν ἄγουσαν ἐπὶ τὸν οἶκτον παράκλησιν καὶ δόξης ἐρῶντα στρατιώτην λυπήσῃ βουλόμενον ἀπόντος αὐτοῦ μηδὲν ἰσχύειν τὸ στράτευμα. Ἡ μελέτη.
38.2.1 Ὤιμην μέν, Ἀχιλλεῦ, τὰς τῶν ἐμῶν δακρύων πηγὰς ἀποσβέσαι σοι τὴν ὀργήν—δεινὸν γὰρ ἂν εἴη τὸν Ἕκτορα φλέγειν τῶν Ἑλλήνων τὰ σκάφη καὶ σὲ πρὸς ἐκείνους φλέγεσθαι τῷ θυμῷ—, σὺ δέ μου τῆς γνώμης οὕτω διέστηκας, ὥστε καὶ ἀπέσκωψάς μου τοὺς ὀδυρμοὺς καὶ παραβάλλεις ἐμοὶ παιδίον κλαυθμυριζόμενον καί, τῶν σκωμμάτων τὸ μέγιστον, θῆλυ παιδίον, ἑπομένην ἐν ὁδῷ τῇ μητρὶ καὶ τῆς ἐσθῆτος ἀντεχομένην, ὡς ἀναγκάσαι σχολαίτερον τὴν τεκοῦσαν βαδίζειν, ὅπως αὐτὴν ἀνελομένη κομίσειε. τοιαύτης εἰκόνος ἔτυχον παρὰ σοὶ δακρύσας ὁμόφυλον στράτευμα συμφοραῖς κεχρημένον, εἰ μὴ διαλλαγείης, ἀμάχοις. πρώην μὲν οὖν Ὀδυσσεὺς ἧκε δεῦρο πρεσβεύων τρίτος αὐτός, καὶ πολὺς ὑπὲρ Ἀγαμέμνονος ῥέων ᾤχετό σοι τὴν λύπην αὐξήσας ὁ ῥήτωρ.
38.2.2 οὐ μὴν ἀλλὰ καὶ τῆς Ὀδυσσέως γλώττης ἀποτυχούσης καὶ τῆς Αἴαντος συγγενείας καὶ τῆς Φοίνικος πολιᾶς ἔχω τινὰ νουθεσίας ὁδὸν ἄβατον τοῖς εἰρημένοις ἀνδράσιν. οὐ γὰρ ἐκ τῆς Ἀγαμέμνονος ἀφῖγμαι σκηνῆς οὐδὲ πάθους παραινῶ σοι κρατεῖν, οὗ μὴ κοινωνὸς ἐγενόμην, ἀλλὰ κέκτημαι τάξιν τὴν ὀρθῶς εἰωθυῖαν τὰ πράγματα κρίνειν, ἥτις οὔτε τοῖς πρέσβεσι τούτοις ὑπῆρχεν οὔτε σοὶ προσοῦσα τυγχάνει. οὔτε γὰρ οἱ νοσοῦντι μὴ συναλγοῦντες ἰάσασθαι δύνανται τὸ λυποῦν, οἷα μὴ μέλον αὐτοῖς, οὔτε τὴν ἰδίαν ὁ νοσῶν ὀξέως ὁρᾷ θεραπείαν τυφλωττούσης αὐτῷ τῆς διανοίας. μόνος ἄρα σύμβουλος ὑπάρχει σαφής, ὅτῳ μήτε τὸν λογισμὸν μέγας ἀμβλύνει θυμὸς μήτε ῥᾳθυμεῖν ἐπιτρέπει νόμος φιλίας. εἰμὶ τοίνυν ἐγώ σοι τοιοῦτος.
38.2.3 καὶ γὰρ ὑβρισμένου δεινῶς ἠνιάθην καὶ μεταστάντι τῶν Ἀχαιῶν ἠκολούθησα καὶ πρεσβευομένοις οὐ διηλλάγην, ἕως ἦσαν ἱκανοὶ δυστυχεῖν. ἐπεὶ δὲ τὸ δύνασθαι πράττειν κακῶς αὐτοὺς ἀπολέλοιπε καὶ τοὺς Τρῶας οὐ χωρεῖ τὸ πεδίον καὶ μάταιον μὲν ἡ τάφρος ἀνάλωμα, περιττὴ δὲ τὸ τεῖχος δαπάνη καὶ τὴν ἐπὶ τὰς ὁλκάδας ὁδὸν ἀνέῳξε τοῖς ἐναντίοις ὁ πόλεμος καὶ πυρὸς ἀπειλὴ δηλοῖ τὰ δεινὰ καὶ διῆλθε χρόνος ἀρκῶν εἰς κόρον ὀργῆς, εἶξον λοιπόν, Ἀχιλλεῦ, Πατρόκλῳ δακρύοντι καὶ χρόνῳ παραδραμόντι καὶ βαρβάρων πυρὶ καὶ μεγίσταις τῶν Ἀχαιῶν συμφοραῖς. τὸν γὰρ ἐκ τῆς ἡμετέρας ὀργῆς ἄχρι τῆς αὑτῶν πρεσβείας καιρὸν ἀδεέστερον ἐπολέμουν ἤπερ τὸν ἀφ’ οὗ διήμαρτον πρεσβευσάμενοι, τότε μὲν ὑπὸ τῆς ἐλπίδος τῶν σῶν ὡπλισμένοι διαλλαγῶν, νῦν δὲ τῆς ἀθυμίας καταβαλούσης αὐτοῖς τὴν ἰσχὺν οὐδὲ σμικρὰν ὑποφήναντός σου πειθοῦς προσδοκίαν, ἀλλὰ καὶ προσθήκην ἐπιβαλόντος τῷ μίσει.
38.2.4 ὅθεν οὐδὲ τολμῶσι δευτέραν ἐκπέμψαι πρεσβείαν, ἵνα σοι μὴ πλέον ἐκτείνωσι τὸν θυμόν. οὕτω πάντα μετέρχονται θεραπείας σοι τρόπον. Ὑπείξωμεν οὖν ἅπασι τούτοις, ὅπως καὶ τῷ Μενοιτίῳ τὰς ὑποσχέσεις ἐκτίσωμεν, ἅς, ἐπειδὴ λήθην αὐτῶν εἰληφέναι δοκεῖς, ἀναμνῆσαί σε βούλομαι.
38.2.5 ἐτύγχανε μὲν παρὰ σοὶ καταλύων, ὅτε πρὸς τὴν ἐνταῦθα στρατείαν ἡ Ἑλλὰς μετέωρος ἦν· ὡς δὲ καλὴν εὗρεν ὑποδοχὴν καὶ πλείστης ἀπέλαυσε δεξιότητος καὶ συνήθης λοιπὸν ὑπῆρχεν ὁ ξένος, ὁ μὲν ἀνεδύετο τὸν υἱὸν ὑπερορίῳ πιστεῦσαι πολέμῳ, σὺ δὲ χρησταῖς ἐδελέαζες ἐλπίσι τὸν ἄνθρωπον παρακαταθήκην ἐπονομάζων ἐμὲ καὶ μικροῦ τὸν πόλεμον ἐγγυώμενος κατὰ σκοπὸν ἡμέτερον φέρεσθαι, ὥστε καὶ τὴν Τροίαν ἡμῖν ὑποτάξαι καὶ χάριτας ἀποδοῦναι τῆς νίκης. τὸ δὲ πέρας τῶν ὑποσχέσεων, εἰς αὐτὸν ἄγεις Ὀποῦντά με τῷ πατρὶ καὶ παραδίδως ὥσπερ ἄλλο τι χρέος τόκους αὐτῷ προσεκτίνων τὸ τρόπαιον, τὴν εὐδοξίαν, τὰ λάφυρα. ποῖα δὴ λάφυρα πρὸς Μενοίτιον οἴσομεν ἐν τῇ σκηνῇ καθήμενοι, καὶ σὺ μὲν ᾄδων πρὸς λύραν, ἐγὼ δὲ ἀκούων; πῶς δ’ ἂν εἴη τὰς τοῦ πατρὸς ἐντολὰς ἐμὲ διαπράξασθαι; ὡς γὰρ ἐς Ἴλιον ἀνηγόμην, ἐφόδιά μοι δέδωκε πατρικὰ νουθετήσας τοιάδε· ὦ πα ῖ , πλεῖν μὲν ἐμοὶ καὶ πολεμεῖν οὐκ ἐπιτρέπει τὸ γῆρα ς , ἀφῃρημένος δὲ ταῦτα τῇ πολιᾷ βούλομαί σοι νουθεσίαν ἐμή ν , ὥσπερ εἴ τινα παιδαγωγό ν , ἐπὶ Τροίαν ἐκπέμψα ι .
38.2.7 τί οὖν φημ ι ; οὐ πᾶσιν ἅπαντα διδόασιν οἱ θεο ί . τοιγαροῦν ἀνδρείᾳ μὲν Ἀχιλλεὺς φέρει τὰ πρῶτ α , σὺ δὲ πρεσβύτερος ὢν οὐ φαυλοτέραν ἐκ τῆς ἡλικίας φρόνησιν ἔχει ς . δότε τοίνυν γενναίας ὑμῶν ἀκοῦσαί μοι πράξεις τοῖς ἀλλήλων πλεονεκτήμασιν ὁμοῦ κεχρημένο ι . ἰσχὺς γὰρ καὶ σύνεσις ἑκατέρα μὲν μικρὰ πέφυκε πράττει ν , ἄμφω δὲ συνελθοῦσαι μεγάλ α . τί οὖν ἐροῦμεν ἐκείνῳ σὲ μὲν εἰσπράττοντι τὴν ὑπόσχεσιν, ἣν ἐπηγγείλω, ἐμὲ δὲ τὴν συμβουλήν, ἣν εἰσηγήσατο; Πηλεὺς δὲ ποίων ἀκούσεται λόγων τὴν παραίνεσιν ἀπαιτῶν, δι’ ἧς ἐνταῦθά σε πέμπων ἠξίου μὴ νεότητι σαυτὸν ἐκδιδόναι μηδὲ εἰκῆ δυσκολαίνειν καὶ λήγειν ἔριδος, οὐ μὰ Δία, τῆς Τρωικῆς, ἀλλ’ εἴ ποτέ τις πρὸς ἄνδρας οἰκείους σοι γένοιτο; τοιαύτας ἡμῖν ὑποθήκας παραδόντες ἐξέπεμψαν.
38.2.8 ἆρ’ οὖν μετρίαν αἰσχύνην ὀφλήσομεν ὑπερορῶντες γεγηρακότων ἀνθρώπων καὶ ταῦτα γονέων καὶ γνώμας οὕτω λυσιτελεῖς δεδωκότων; Καὶ μὴν οὐ μόνος ἐνετέλλετό σοι Πηλεὺς ἥμερον εἶναι καὶ πρᾷον, ἀλλὰ παιδίον ὢν ἔτι τοῦ Χείρωνος φοιτητὴς νῦν μὲν στρατιώτης ἐμάνθανες κατὰ θηρίων τὰς μελέτας ποιούμενος, νῦν δὲ μηδαμῶς ἀγριαίνειν ᾄσμασι καὶ χορδαῖς τιθασσεύειν ἐπισταμένης τῆς μουσικῆς.
38.2.9 καί, νὴ τοὺς θεούς, ἄγαμαί σου τὸν παιδευτὴν λίαν εὐστόχως εἰκάσαντά σου τὴν φύσιν. ὁρῶν γάρ σου θυμοῦ περιουσίαν πολλήν, ὡς μὴ τοὺς πολέμους ἀρκέσειν ὅλην εἰς αὐτοὺς δαπανῆσαι, ἡγήσατο δεῖν ἁρμονίᾳ κρουμάτων ἀναλῶσαι τὸ λεῖπον, μή ποτε λάθῃ πρὸς ὁμοφύλους σοι κενωθέν. Ἴθι δή, νομίσαντες ὑπὸ Πηλέως καὶ Μενοιτίου καὶ Χείρωνος ἐρωτᾶσθαι τὴν πρόφασιν, ἧς ἕνεκα τούτους παρείδομεν συμβουλεύοντας κοινῇ, τὴν πρὸς ἐκείνους ἀπολογίαν σκεψώμεθα.
38.2.10 ἐροῦμεν, νὴ Δία, τὴν Ἀγαμέμνονος ὕβριν, τοὺς κήρυκας, τὴν Βρισηΐδος ἀφαίρεσιν. καλῶς. Ἀγαμέμνων δὲ τὰς ἡμῶν σιωπήσεται λοιδορίας, ἐν αἷς φιλοπότης ἐστὶ καὶ μεστὸς ἀναιδείας καὶ νοσεῖ δειλίαν ἐσχάτην; οὐκ ἔστι. τὰς ἀλλήλων γὰρ ὕβρεις ἄμφω προβάλλεσθε τὰς ἰδίας κρύπτων ἑκάτερος. οὐκοῦν ἔνιοι μὲν Ἀγαμέμνονος, ἔνιοι δὲ ἴσως ἡμῶν καταγνώσονται.
38.2.11 ἐγὼ δὲ πῶς ἔχω καὶ τίνα ψηφίζομαι τρόπον; εἰ μὲν τῶν Ἑλλήνων τις ἕτερος τὸν κρατοῦντα προπηλακίσας ἐτύγχανε—τίς δ’ ἂν ἐπὶ τοσαύτην ἀνέβη θράσους ὑπερβολήν, πλὴν εἴ τις ἐτύγχανε προαχθείς;—, ἐδεῖτο ἂν ἡ παρρησία σωφρονισμοῦ καὶ δικαίως ἂν ἀφῄρητο τοῦ γέρως· νῦν δὲ τὴν τιμωρίαν ἔγκλημα τῷ δεδρακότι πεποίηκεν ἡ τοῦ παροινηθέντος ἀνδρεία. μᾶλλον δὲ τὴν ἀνδρείαν αὐτὴν ἡγοῦμαι τῆς ἀτιμίας γενέσθαι σοι πρόφασιν.
38.2.12 ἄλλου μὲν γὰρ ὑπερεφρόνει ἂν ἴσως ὁ βασιλεὺς οἰόμενος τὰ σκῆπτρα φαυλίζειν, εἰ λήψεται δίκην τῆς λοιδορίας, ἔστι δὲ καὶ τιμωρία τὸν κεχρημένον ὑβρίζουσα, ὅταν ἀμύνηταί τις τὸν ἄγαν ἐλάττονα· εἰ δὲ σιγῇ τὴν ὕβριν ἤνεγκε, δεδοικέναι ἂν ἔδοξεν. οὐ γὰρ δὴ σοῦ γε καταφρονεῖν ἐνομίζετο. οὐκ ἀπεικότως ἄρα τὸ σὸν ἀφείλετο γέρας φοβερὸν ἅπασι τὸ χρῆμα τῆς βασιλείας ἐμφαίνων τῇ κατὰ τοῦ πρώτου τῶν Ἀχαιῶν ἐξουσίᾳ, πλὴν ἔδει φιλοσοφῆσαι κατὰ νοῦν εἰληφότα τοὺς ὑπὲρ τῶν Ἑλλήνων σου πόνους. Καὶ ὡς ἐμεμψάμην ἀκρατῶς ἐνεχθέντι, δῆλον ἐποίησα κοινωνήσας σοι τῆς ἀποστάσεως.
38.2.13 τί οὖν μεταβέβλημαι νῦν καὶ γέγονα τῆς ἐκείνου μερίδος; λογίζου τὰ συμβάντα μετὰ τὴν ἐκ τῆς μάχης ἡμῶν ἀπουσίαν ἄχρι τῆς παρούσης ἡμέρας, κἂν εὕρῃς ἐκεῖνον ἢ μήπω κεκολασμένον ἢ τὴν αὐτὴν κεκτημένον προαίρεσιν ἢ παραλείψαντά τι τῆς προσηκούσης ἀπολογίας ἢ τύχης μετέχοντα δεχομένης μείζονα δίκην, τότε με δακρυούσῃ προσείκαζε κόρῃ. ὡς γὰρ εὐτελὲς καὶ μικρὸν φανὲν τοῖς πολεμίοις σῶσαι τὴν Τροίαν καὶ φλόγα φέρειν ἀλλήλοις ἐκέλευον οὐδὲ ὅσον δραπέτας ἐκπλεῦσαι τοῖς Ἕλλησι καταλιπόντες, συγκαλέσας Ἀγαμέμνων τὸ πλῆθος, εἶτα παρελθὼν εἰς μέσους τέως μὲν ἔκλαιε σιωπῇ κύπτων εἰς γῆν. θέαμα πικρόν, Ἀχιλλεῦ, βασιλεὺς ἐν ὑπηκόοις δακρύων. ἦπου κατέσταζε τῆς ἁλουργίδος καὶ τοῦ σκήπτρου τὰ δάκρυα. ὀψὲ δ’ οὖν ἀνοιμώξας ἀφῆκε φωνὰς ἀθλιωτέρας τῶν ὀδυρμῶν θρηνῶν μὲν τοὺς ἐρριμμένους, δεδιὼς δὲ καὶ τρέμων ὑπὲρ τῶν ὑπολοίπων καὶ κατεπείγων εἰς ἀναχώρησιν λίαν ἀπᾴδουσαν ἡγεμόνος συμβούλου καὶ τῆς ὑπερηφάνου παρασκευῆς.
38.2.14 καθελκομένου τοίνυν ἤδη τοῦ ναυτικοῦ ἐπειδὴ τῶν Ἀχιλλέως ὁ Νέστωρ ἐμνήσθη διαλλαγῶν, εὐθὺς ὁ δρασμὸς ὑπεχώρει. τὸν γὰρ Μυκηναῖον εὗρεν ὁ Πύλιος οἴκοθεν ταὐτὰ βεβουλευμένον. οὔκουν ἐξεπλάγη τῇ νουθεσίᾳ τὴν ἀκοὴν οὐδ’ εἰ δέοι πειθαρχεῖν ἐλογίσατο, ἀλλ’ ὥσπερ αὐτὸς τῷ Νέστορι προειπὼν εἰσηγήσασθαι τὴν βουλήν, ἵνα πιθανωτέρα φανῇ σοφοῦ παραινοῦντος πρεσβύτου, οὕτω δεδιὼς τὴν γνώμην ἐπεσφραγίσατο καὶ τὴν ἑαυτοῦ περὶ σὲ παροινίαν ἐπὶ τοῦ συλλόγου μεμψάμενος οὐ τοῦτο μόνον ᾠήθη πρὸς ἀπολογίαν ἀρκεῖν καὶ ταῦτα τοὺς ὑβρισμένους εἰδὼς μετρίαν πολλάκις θεραπείαν νομίζοντας τὴν ὁμολογίαν τοῦ πλημμελήσαντος, ἄλλως τε ὅταν σεμνότερος ᾖ τὴν ἀξίαν, μέγιστον δὲ πάντων ἀξιωμάτων ἡγεμονία.
38.2.16 οὐ μὴν ἀπέχρησεν Ἀγαμέμνονι τοῦτόν σε μόνον τιμῆσαι τὸν τρόπον, ἀλλὰ παρὰ τὰς σὰς ἐφοίτησε θύρας ὁ βασιλεὺς τῇ πρεσβείᾳ πόλεις ἑπτά σοι διδούς, ἄλλην ἄλλης ἔχουσαν γῆς ἀρετήν. ἡ μὲν γὰρ ἀγαθὴ σπείρειν ἐστίν, ἡ δὲ πεφίληται τῷ Διονύσῳ, ἡ δὲ λειμῶσιν ἁβρύνεται, καὶ τῶν ὑπολοίπων ἴδιον ἑκάστη κέκτηται πλεονέκτημα ποίμνιά τε πρόσεστι καὶ βουκόλια ψυχαγωγία καὶ κέρδος. τοσαύτη περιουσία μικρά τις ἐφάνη τῷ δεδωκότι, καὶ προσέθηκε γάμον τε θυγατρὸς καὶ προῖκα τῆς κόρης ὁλκάδα χρυσοῦ. εἰ μὲν οὖν ὀλίγον ἔμελε χρημάτων αὐτῷ, ἴσως ἂν ἔδοξεν ἀσωτίᾳ φύσεως μᾶλλον ἢ πρὸς ἡμετέραν τιμὴν ἀποστεῖλαι τὰς δωρεάς· ἐπεὶ δὲ φιλοκτεανώτατος πάντων ὁ ἀνὴρ κατὰ τὸν σόν, Ἀχιλλεῦ, λόγον, παρεῖδεν εὐνοίᾳ τῇ σῇ περιπόθητον κτῆμα καὶ γέγονέ σοι φιλόδωρος ὁ φιλάργυρος. Οὐ τοίνυν πολλὰ καὶ λαμπρὰ χαριζόμενος Βρισηΐδα τῶν δώρων ὠνεῖται.
38.2.17 οὐδὲ δίδωσι μέν, δίδωσι δὲ τῆς εὐνῆς ἐπιβάς, οὐδὲ κοσμίως ἀποδιδοὺς ἐν ὑπονοίαις δυσχεραίνειν παρῆκεν, ἀλλ’ ἀνεῖλε τοῦτο καθάπαξ ὅρκῳ καταλύσας τὴν ὑποψίαν. τίθει τοίνυν τῆς ἀφαιρέσεως ἣν ἐθέλεις αἰτίαν, εἴτε τὴν πρὸς σὲ γενομένην διαφορὰν εἴτε τινὰ πρὸς τὸ γύναιον ἔρωτα. εἰ μὲν γὰρ ἐρασθεὶς ἐκαρτέρησε, τὴν ἰδίαν, ὡς ἔοικεν, ἡδονὴν δευτέραν τῆς σῆς ἔθετο χάριτος· εἰ δὲ ἀγανακτῶν ἀπέσπα τὴν κόρην, ἐγίνωσκε δηλαδὴ πικρότερόν σε λυπήσων τῇ μίξει τῆς ἐρωμένης. ὁ δὲ τὸν ἐχθρὸν ὑποκνίζων τὴν οἰκείαν φιλεῖ θεραπεύειν ὀργήν.
38.2.18 οὐ μὴν προήχθη περαιτέρω χαρίσασθαι τῷ θυμῷ. οὐκοῦν φαίνεται πάλιν ἐντεῦθεν τὴν περὶ σὲ θεραπείαν τῆς οἰκείας προκρίνων καὶ τοσούτῳ μᾶλλον ἐντεῦθεν, ὅσῳ πρὸς μεῖζον ἐπάλαισε πάθος. θυμὸς γὰρ ἀκμάζων ἔρωτος μᾶλλον ἐκμαίνει. καὶ σὺ τούτου τεκμήριον τῇ πρὸς τὸν Ἀτρέως ὀργῇ Βρισηΐδος ὑπερορῶν. Ἀλ λ ’ ὁμιλήσας τῇ κόρ ῃ , φησίν, ὅρκῳ σοφίζεται τὴν ἐγκράτειαν ἐν χρείᾳ μου γεγονὼς τῆς συμμαχία ς .
38.2.19 οὐδὲν ἄρα σοι κεχαρισμένον ὀκνεῖ διαπράξασθαι, κἂν ἐπιορκῆσαι δεήσῃ. ὀμνὺς μὲν γὰρ ἀληθῆ δίδωσιν οἵαν βούλει τὴν κόρην, τῇ δὲ περὶ σὲ κολακείᾳ τοὺς ὅρκους ὑπερορῶν ἐν μείζονι τῶν θεῶν, εἰ θέμις εἰπεῖν, ἄγει σε μοίρᾳ. καλῶς δὲ οὐδαμόθεν ἐπιορκεῖν ὑποπτεύω τὸν ἄνδρα. εἰ μὲν γὰρ σὺ τοῦτον ὀμνύναι προκαλεσάμενος δῆλον ἐντεῦθεν ἐποίεις, ὡς οὐ διαλλαγήσῃ μὴ τελοῦντι τὸν ὅρκον, εἰς ἐπιορκίας 〈ἂν〉 ἀνάγκην περιειστήκει· ὀμωμοκὼς δὲ νῦν αὐτεπάγγελτος οὐδὲν αἰσχρὸν ἑαυτῷ φαίνεται συνειδώς. μὴ γὰρ ὑπολάβωμεν, ὡς ἐκ φαύλου καὶ ἀσελγοῦς συνειδότος ἐπὶ τὸν ὅρκον προήχθη, ἀλλὰ τοιαύτας ὑποψίας γινώσκων ἐρῶντι παρεπομένας ἠβουλήθη σε ταύτην ἀποτρίψασθαι τὴν φροντίδα. χωρὶς δὲ τούτων πῶς ἂν εἴη μὴ δεδιέναι θεοὺς τὸν ἤδη πολλῶν πειραθέντα κακῶν ἐκ τῆς περὶ τὸ θεῖον ὀλιγωρίας; ὁ μὲν γὰρ ἀσεβήσας πολλάκις, τιμωρίαν δὲ μηδαμῶς ὑποσχὼν ἧττον ἂν φυλάξαιτο πλημμελεῖν ἀγνοίᾳ τῆς ἐκ θεῶν ἐπιούσης τοῖς ἁμαρτάνουσι δίκης· ὁ δὲ Μυκηναῖος πεῖραν ἔχει διπλῆν, ὅπως κινεῖται τὸ θεῖον εὐσεβείας ἀμελουμένης, πάλαι μέν, ἡνίκα τὴν Ἄρτεμιν φορτικοῖς ἠρέθισε ῥήμασι τοξικῆς ἀριστείας αὐτῷ κουφιζούσης τὸ φρόνημα, πρώην δέ, ὅτε τὸν Χρύσην ἀτίμως ἀπέπεμψεν ἐπιθυμίας ἐρωτικῆς πλανώσης τὸν λογισμόν.
38.2.20 ὥστε δὶς ἤδη πεπαιδευμένος πνεύμασί τε μαχομένοις τῷ στόλῳ καὶ νόσῳ κοινῇ τῶν ἀρχομένων μεστός ἐστιν εὐλαβείας καὶ δέδοικε τοὺς κολάσοντας τῇ μνήμῃ τῶν γεγονότων. ἄνευ δὲ τῶν εἰρημένων ὁρᾷ δήπου τοὺς Τρῶας ἀνδρείᾳ μὲν καὶ συνέσει καὶ ῥώμῃ καὶ πολεμικῶν ἐμπειρίᾳ καὶ πλήθει στρατεύματος ἐλαττουμένους τῶν Ἀχαιῶν, μόνῃ δὲ τῇ τοῦ Διὸς κρατοῦντας εὐνοίᾳ κατὰ τὴν σὴν ἱκετείαν ἐπικουροῦντος αὐτοῖς.
38.2.21 πῶς οὖν ὑπερόψεται τῶν οὐρανίων, ὧν αἰσθάνεται τὴν ἰσχὺν τοσαύτας σφάλλουσαν ἀρετάς; ἔδειξε δὲ τοῦ λοιμοῦ παρενοχλοῦντος τοῖς Ἕλλησιν, ὡς ἔμαθεν ὑποστέλλεσθαι τὰ θεῖα καὶ σέβειν. ἄκουε γάρ, ἡλίκην ἐγκράτειαν ἐπεδείξατο τῷ πρὸς Ἀπόλλωνα φόβῳ. εἶδεν ἀπιοῦσαν τὴν ἐρωμένην, ἔδωκε προῖκα τὴν κόρην, ἣν πολλῶν οὐ πέπρακε λύτρων. εἰ μὲν οὖν ἀνόνητος Ἀγαμέμνονι ἐγεγόνει ἡ πρὸς τὸν Ἀπόλλω τιμή, πάλιν ἂν ἴσως ὑπερεφρόνει τῶν Ὀλυμπίων—οὕτω γὰρ πολλοὶ τιμῶντες τὸ θεῖον οὐ ταχεῖαν ἐξ ὧν τιμῶσιν ὠφέλειαν αἰσθόμενοι πρὸς ἀσέβειαν εὐκόλως ὑποσκελίζονται—· ἐπεὶ δὲ ἅμα τε τὴν Χρυσηΐδα παρεῖχε καὶ τῶν Ἑλλήνων ἡ νόσος ἀπῄει, πόθεν ἐπιορκεῖν ὑποπτεύομεν ἄνδρα παντοδαπὴν εἰληφότα πεῖραν δαιμονίας ῥοπῆς; δύο γὰρ ἀφορμαὶ κινοῦσιν ἀνθρώπους εἰς θεῶν ἐπιμέλειαν, τιμωρίαι τε δυσσεβείας καὶ γνώμης εὐσεβοῦς ἀμοιβαί.
38.2.22 ὧν ἀμφοτέρων ἐκεῖνος φαίνεται μετασχών. καὶ τί δεῖ κύκλῳ περιελθεῖν ἐξὸν ἓν καὶ ἁπλοῦν φράσαι τεκμήριον; πάρεστιν αὐτῆς σοι πυθέσθαι τῆς Βρισηΐδος, εἴ πως ἐρῶντος αὑτῆς Ἀγαμέμνονος ᾔσθετο καὶ βουλομένου πρὸς βίαν αὑτῇ πλησιάσαι, ὡς εἴ τις ἐκείνῃ τοιαύτη γέγονεν αἴσθησις, ἥδιστ’ ἂν πρὸς τὸν ἐραστὴν διηγήσαιτο καὶ προσθήσει τι πλέον.
38.2.23 κάλλος γὰρ ἅμα καὶ σωφροσύνην αὑτῇ μαρτυρεῖ καὶ περὶ σὲ βέβαιον εὔνοιαν. τοσούτων δὲ ὅμως ἀφελκομένων εἰ τοιοῦτον ἐγχείρημα τούτῳ προσάψειεν, οὐ μέμφομαι τῆς αὐτῆς ἀντεχομένῳ σοι λύπης. καίτοι μέγα καὶ σαφὲς ἔχω σημεῖον, ὡς ἀκέραιόν σοι τὴν εὐνὴν διεφύλαττεν.
38.2.24 εἰ μὲν γὰρ ὤφθη ποτὲ τῆς γυναικὸς ἐρασθείς, τυχὸν ἂν ἦν ὑποπτεύειν, ὡς πάλαι μὲν ἐπεθύμει λαβεῖν, ἐκαρτέρει δὲ προσχήματος ἀπορῶν τὸν πόθον αὐτῷ συσκιάζοντος· ἐπεὶ δὲ τὸν πρὸ τῆς ἔριδος χρόνον ὑπονοίας ἐλεύθερος ἦν, οὐκ οἶδ’, ὅπως εὐσχημόνως αὐτῷ τοιαύτην περιθήσω λοιδορίαν. οὐ γὰρ δὴ Χρυσηίδος τῷ πατρὶ δεδομένης ὁ περὶ ταύτην Ἀγαμέμνονος ἔρως εὐθέως ἀπέστη καὶ πρὸς τὴν Βρισέως αὐτὸν ἕλκων μετέβη ἢ τοῦτο ἐβεβούλευτο μετὰ τὴν ἐκείνης ἀπόδοσιν ταύτης ἁλῶναι, ὥσπερ δέον βασιλέα πάντως ἐρᾶν. Τοσούτων οὖν ἐναργῶς τὸν ὅρκον αὐτῷ βεβαιούντων καὶ τῶν δώρων προτρεπόντων εἰς εὔνοιαν καὶ τῶν ἀτυχημάτων ἐπισπωμένων εἰς ἔλεον δεῖ παθεῖν τι καὶ σπείσασθαι καὶ μὴ ζητεῖν ὑπερβαίνειν τὴν τιμωρίαν, ἧς ἄχρι τὸ πέρας τῆς λύπης ὑπέσχου τῷ Διῒ παρατείνειν.
38.2.25 ἀναμνήσθητι γὰρ τῆς ἀρᾶς, ἣν ἐποιήσω φλεγμαίνων καὶ ζέουσαν ἔτι πνέων ὀργήν. ἐδεήθης τῆς μητρὸς ἱκετεῦσαι τὸν Δία πρὸς τὸ Ἴλιον κλῖναι καὶ τοσαύτην ἐπὶ τοὺς Τρῶας εὔνοιαν ἄγειν, ὥστε τὸν πόλεμον ἀπειλεῖν ταῖς ναυσὶν ἐπελθεῖν. οὕτω τῆς μητρὸς ἐδεήθης, οὕτω τοῦ κρατοῦντος ἡ Θέτις. οὕτω νικῶσιν οἱ Τρῶες. ὑπολάβωμεν οὖν ἐν δικαστηρίῳ συνεστάναι τὸ πρᾶγμα κρινομένου μὲν Ἀγαμέμνονος, κατηγοροῦντος δὲ σοῦ, δικάζοντος δὲ τοῦ Διός.
38.2.26 οἷον ἐδέξατο πέρας ὁ τῆς δίκης ἀγών; ὥρισε ζημίαν ὁ δικαστής, ἣν ὁ διώκων ἐπέταξεν. ἔδωκε τιμωρίαν ὁ φεύγων, ὅσην ὁ τοῦ κατηγόρου θυμὸς ἐψηφίσατο. μὴ τοίνυν ἐκτείνῃς αὐτῷ τὴν δυσμένειαν ὑπὲρ τὴν ψῆφον τὴν σὴν μηδὲ μείζονος ὀρεγόμενοι δίκης τὸν Δία κινήσωμεν μικρὰν ὑποφαίνοντες τὴν τοῦ θεοῦ δωρεάν. οὗ γὰρ εἵνεκα ταῦτα τῆς Θέτιδος ἐδεήθης, ἵνα μάθῃ δυστυχήσας ὁ βασιλεὺς ἣν ἄτη ν , ὅ τ ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισ ε , —τούτοις ἐχρήσω πρὸς τὴν μητέρα τοῖς ῥήμασιν—ἔγνω τὴν ἄτην.
38.2.27 ἐδάκρυσε γνούς, ἱκέτευσεν, ἀπέδωκεν, ἐδωρήσατο, διήμαρτε. πέπονθε μείζονα. ἐπειδὴ γὰρ ἀτυχῶς ἐπρεσβεύσατο καὶ τῶν ἑαυτοῦ δώρων κατέγνω πικροτέρων φανέντων σοι τῆς ἀτιμίας καὶ δυσμενέστερος ὤφθη Βρισηΐδα διδοὺς ἤπερ ἀποστερῶν, ἀπεῖπε πρὸς τοὺς μεθ’ ἡμέραν ἀγῶνας καὶ νυκτερινὸν ἐσκέψατο δόλον καθεύδειν ὑπὸ τῶν κακῶν οὐ δυνάμενος καὶ κλέπτειν ἀντὶ τοῦ πολεμεῖν ἠναγκάζετο. ὁ μὲν δὴ ταῦτα, οἱ βάρβαροι δὲ περὶ τὰς ὁλκάδας σκηνώσαντες ἐν ᾄσμασιν ἐπαννύχιζον καὶ αὐλοῖς, ὥστε τὸν Ἀτρέως, ὅποι ἂν βλέψῃ, δυσχερεῖ θέᾳ περιπεσεῖν τοῦ μὲν ναυστάθμου τοὺς Ἕλληνας ἔχοντος ἐν ἀθυμίᾳ καὶ σιωπῇ, τοῦ δὲ πεδίου τοὺς Τρῶας ἐπινίκιον ἄγοντας ἑορτήν. ὢ νυκτὸς ἐκείνης οὐδὲ τὸν Νέστορα καθεύδειν ἐώσης.
38.2.28 ὢ τῆς ἐπιούσης ἡμέρας χαλεπωτέρας τοῖς Ἕλλησιν. οἱ γὰρ ὁπλῖται καὶ τοξόται τῶν Τρώων τραυματίας εἰργάσαντο τῶν Ἀχαιῶν τὰ κεφάλαια, καὶ συνέστησαν μάχαι τινὲς Ἀγαμέμνονος τετρωμένου καὶ Διομήδους, βασιλέως καὶ στρατιώτου, τῇ σάλπιγγι τὰς τῶν πολεμούντων ἀκονῶντος ψυχάς. τοιαῦται συνέστησαν μάχαι μηδὲ τῆς Ὀδυσσέως ἀπολαύουσαι παρουσίας, ὅπως εὕροι τινὰ μηχανὴν ἀναπληροῦσαν τῷ στρατοπέδῳ τὴν τῶν τετρωμένων ἰσχύν. ὁ μὲν οὖν καιρὸς ἰατρὸν τοῖς νοσοῦσιν ἐκάλει, ἡ δὲ Τύχη καὶ τοῦτον ἐν χρείᾳ τῆς ἑαυτοῦ κατέστησε τέχνης, καὶ τὰ τραύματα μὲν ἡσυχίας ἐδεῖτο, ὁ δὲ πόλεμος οὐδὲ νοσεῖν ἐπέτρεπεν, ἀλλὰ μήπω ῥαΐσαντας ἐξῆγε καὶ ἀπῄτει βαδίζειν κακῶς καὶ σχεδὸν εἴσω βέλους ἑστάναι καὶ θεωρεῖν ἐπερειδομένους τοῖς δόρασι.
38.2.29 μή σοι δοκοῦσιν ἑτέρων ἀτυχημάτων δεῖσθαι πρὸς ἔλεον; Ἴσως τοίνυν, ὅσῳ τὰ συμβάντα δεινότερα δείκνυμι, τοσούτῳ μείζονά σοι δίδωμι πρόφασιν εἰς τὴν τοῦ καιροῦ δυσκολίαν τὰς Ἀγαμέμνονος δωρεὰς ἀναφέρειν, ἵνα θηρεύσῃς ἐντεῦθεν τὸ μὴ δεῖν αὐτῷ βοηθεῖν ὡς οὐ γνώμης ἐπιεικείᾳ, τῇ δὲ βίᾳ τῆς τύχης φιλοδώρῳ φανέντι.
38.2.31 ταύτην Ἀπόλλων τὴν πρόφασιν ἔχων ἐγκαλεῖν Ἀγαμέμνονι—κατόπιν γὰρ ἐσωφρόνησε τοῦ λοιμοῦ—καὶ τὴν εἰς αὑτόν τε καὶ τὸν ἱερέα τιμὴν εἰδὼς ἀνατρέχουσαν εἰς τὴν ἀνάγκην τῆς συμφορᾶς, οὐκ εἰς τὴν ἐκείνου προαίρεσιν ὅμως ἔλυσε τὴν ὀργὴν ὁ θεὸς καὶ συνέγνω τῷ βραδέως αὐτῇ τῇ νόσῳ μαθόντι τὸ δέον. εἶδεν εὐμενῶς ἀμέλει τὰ δῶρα, οὐ κατάλογον πόλεων καὶ ναῦν χρυσοῦ γέμουσαν ὅλην, ἀλλ’ εὐχὰς καὶ ἱερεῖα καὶ ὕμνους. σὺ δὲ μὴ μόνον θυμούμενον τὸν Ἀπόλλω ζηλώσῃς, ἀλλὰ καὶ σπενδόμενον Ἀγαμέμνονι μηδὲ τοῦ Χρύσου τὰς κατὰ τῶν Ἑλλήνων ἀρὰς μιμησάμενος τὰς ὑπὲρ τούτων ἐκείνου παραλίπῃς εὐχάς.
38.2.32 ὡς γὰρ ᾤχετο φέρων αὐτῷ τὸ θυγάτριον Ὀδυσσεύς, ὁ μὲν ᾔτησε τὸν Λητοῦς ἡμῖν συναλλαγῆναι, ὁ βάρβαρος γέρων τοῖς Ἕλλησιν, ὁ δὲ πάλιν ἐπένευσεν αἰτοῦντι τὴν χάριν. ἀνήγετο γοῦν ὁ Λαέρτου καλλιερήσας καὶ πρὶν ἀφῖχθαι πρὸς τὸ στρατόπεδον ᾔσθετο τῆς Ἀπόλλωνος εὐμενείας ἀσφαλείᾳ καὶ δρόμῳ τοῦ πλοῦ. οὕτω πρὸς οἶκτον ὤφθη ταχὺς ὁ θεὸς αὐτός τε καὶ ὁ θεράπων αὐτοῦ καὶ ταῦτα τοῦ Μυκηναίου τὴν κόρην γυμνὴν ἀποστείλαντος δώρων καὶ μηδαμῶς πεπεικότος ὅρκῳ τὸν Χρύσην μήποτε τῆς εὐνῆς ἐπιβῆναι μηδὲ μιγῆνα ι .
38.2.33 οὐκοῦν ὑπέρογκόν ἐστι καὶ σοβαρὸν ἐπ’ ἐλάττονος μὲν θεραπείας διαλλαγῆναι θεόν, ἄνδρα δὲ μειζόνων τετυχηκότα τιμῶν μὴ ζηλῶσαι τὸν κρείττονα; Καὶ ταῦτα μὲν ἔφην ὑποθέμενος τὸν Ἀτρέως ὕστερον μετεγνωκότα τῶν ἐν τῷ πολέμῳ κακῶν, οἷς διαστάντος σου περιπέπτωκεν, ἀκριβεῖ δὲ λόγῳ φανήσεται προλαβὼν μετανοίᾳ τὴν ἀτυχίαν.
38.2.34 οὐ γὰρ ἂν τῇ Βρισέως ἐφυλάξατο συνελθεῖν, εἰ μὴ παραχρῆμα μετάμελος εἰσῆλθεν αὐτὸν καὶ κατέγνω τῶν πεπραγμένων. ἀλλ’, ὡς ἔοικε, χρόνον ἀνέμεινεν ἀρκοῦντά σοι τὸ τραχὺ τοῦτο μαλάξαι.
38.2.35 τὴν γὰρ ὑπὲρ τοιούτων ἐγκλημάτων ὀργήν, ἃ δι’ ἀφαίρεσιν γίνεται κτήματος ἀναδίδοσθαι δυναμένου ῥᾳδίως, παύεσθαι χρὴ τῆς ἀποδόσεως εἰς πέρας ἐλθούσης, ἤδη δὲ καὶ πατὴρ πρὸς φονέα παιδὸς χαλεπαίνων ἐπαύσατο μακρῷ τε χρόνῳ καὶ δώροις. οὕτω καὶ τῆς ἐσχάτης εἰσὶ δυσμενείας συνθῆκαι καὶ λύεται μῖσος ἀπόδοσιν οὐκ ἔχον. πρὸς ταῦτα καὶ Μενέλαος ἀφορῶν ἐπαύσατο ἂν Ἀλεξάνδρῳ μνησικακῶν, εἰ τὴν Ἑλένην ἔτυχε κομισάμενος καὶ συνήρεσκε πᾶσιν ἡ γνώμη.
38.2.36 γενομένου γὰρ ἡμῖν τοῦ πρὸς τὴν Τροίαν κατάπλου κοινὸν ἐνίκησε δόγμα πρεσβείᾳ πρότερον χρήσασθαι καὶ ταύτῃ διάπειραν Ἀλεξάνδρου λαβεῖν. κατένευες οὐδενὸς ἧττον τοῖς δεδογμένοις. οὐχ ὑπέλαβες τότε μηδαμῶς ἀρκέσειν ἀνδρὶ γυναικὸς ἐστερημένῳ τὴν ταύτης ἀπόδοσιν. ἧκεν οὖν ὁ τῆς Ἑλένης ἀνὴρ εἰς τοὺς Τρῶας οὐδὲν ὧν ἀφῄρητο πλέον αἰτήσων, ἄνθρωπος πλεῖστα μὲν ἀγαθὰ τὸν Ἀλέξανδρον εἰργασμένος ἀναπετάσας τε τὴν οἰκίαν αὐτῷ καὶ μεταδοὺς εὐνοίας τοσαύτης, ὥστε σύνοικον εὐπρεπῆ καὶ θυγάτριον εἰς ὄψιν ἀγαγεῖν τοῦ ξένου, πλεῖστα δὲ δεινὰ πεπονθώς, τὴν τῆς γυναικὸς ἁρπαγήν, τὴν ὑπὲρ τοῦ στόλου δαπάνην, τὸ μῆκος τοῦ πλοῦ, τὴν πλάνην, τὸν κίνδυνον, πανταχόθεν δὲ πρὸς τὴν τοῦ πολέμου νίκην εὔελπις ὤν, οἷα πολλὴν ἀγείρας παρασκευὴν καὶ σφριγῶσαν εὐεξίαν σωμάτων καὶ μεγίστην ἔχων ἐπικουρίαν τὸ δικαίως ἐπιστρατεῦσαι.
38.2.37 τοσούτοις ὠθούμενος λογισμοῖς ἀμύνασθαι τὸν Ἀλέξανδρον οὐ περαιτέρω προῄει τοῦ τὴν Ἑλένην ἀπολαβεῖν. Βούλομαι τοίνυν, εἰ δίδως, Βρισηίδι τὴν Ἑλένην παραβαλεῖν καὶ τὸ μέσον ὑπάρχον ὅσον ἐστὶ σκοπῆσαι.
38.2.38 βάρβαρος αὕτη καὶ δορυάλωτος, ἡ δὲ τὴν τύχην ἐλευθέρα καὶ Λάκαινα. καλὴ μὲν ἡ Βρισέως, καλλίστη δὲ γυναικῶν ἡ Λήδας θυγάτηρ. ὅσῳ τοίνυν ἅπασι ταύτης ἐκείνη πλεονεκτεῖ, τοσούτῳ σου μᾶλλον ὁ Σπαρτιάτης ἠδικημένος ἔστεργε τὴν ἀπόδοσιν ὑβρισμένην εἰδὼς αὑτῷ τὴν εὐνήν. οὐ γὰρ ἦν ἑτέραν τῆς ἁρπαγῆς αἰτιάσασθαι πρόφασιν. Ἀκόλουθον, οἶμαι, τῷ Μυκηναίῳ παραβαλεῖν τὸν Ἀλέξανδρον, ἵνα καὶ ταύτῃ δείξωμεν μείζονα τὴν εἰς τὸν Μενέλαον ὕβριν.
38.2.39 οὐχ ὁ μὲν Ἕλλην ἐκ Μυκηνῶν, ὁ δὲ καθέστηκε Φρύξ; οὐχ ὁ μὲν ἐκ παιδὸς βασιλεύς, ὁ δὲ πάλαι βουκόλος; οὐχ ὁ μὲν ἐξ ἀντιλογίας καὶ μάχης ἀφείλετό σε τὴν κόρην, ὁ δὲ τὴν Ἑλένην Μενελάῳ μηδὲν ἐγκαλῶν; ἐπειδὴ τοίνυν ἑκάτερος ἀλλοτρίαν εἴληφε γυναῖκα, φέρε, σκοπήσωμεν, ὅπως ἀμφότεροι τοῖς ὑβρισμένοις ἐχρήσαντο. ὁ μὲν σωφρόνως τὸ γέρας ἀποδιδοὺς καὶ πλοῦτον ἄφθονον προστιθεὶς ἐπρεσβεύσατο, ὁ δὲ Πριάμου πρεσβεύσαντα τὸν ἠδικημένον ἰδὼν ἄπρακτον ἀπέπεμψε. Τάχα δή τις τὴν Βρισηίδος πρὸς τὴν Ἑλένην ἐξέτασιν ὑπερβὰς καὶ τὴν Ἀλεξάνδρου πρὸς Ἀγαμέμνονα σιωπήσας παράθεσιν, εἶτα μόνῳ τῷ Μενελάῳ μόνον τὸν Ἀχιλλέα παραβαλὼν μείζονα σοῦ δεῖξαι τὴν ἀτιμίαν πειράσεται.
38.2.40 οὗτος σοφίζεται μὲν εὐπρεπῶς, ἁλώσεται δὲ κακουργῶν. ἡ γὰρ εἰς τὸν Μενέλαον, ἡνίκα πρὸς τὸν Ἀλέξανδρον ἐπρέσβευσεν, ὕβρις διὰ σοῦ τε καὶ τῶν Ἑλλήνων ἁπάντων διέρχεται. ἡ γὰρ ἀτιμία τοῦ πρεσβευτοῦ πάντων ὑπάρχει τῶν ἐκπεμψάντων. καὶ διὰ ταύτης ὁ Πάρις ἐκήρυξεν, ὡς καταφρονεῖ μὲν τῆς Ἀχιλλέως ἀνδρείας, ὑπερορᾷ δὲ τὴν Αἴαντος ῥώμην, οὐ δέδοικε δὲ τὸν σὸν ἑταῖρον ἐμέ, βραχὺς δὲ λόγος αὐτῷ τοῦ Διομήδους φρονήματος, οὐ φεύγει δὲ τοῦ Λοκροῦ τὴν ὀξύτητα καὶ τῶν Ἀτρειδῶν οὐ τιμᾷ τὴν ἀξίαν καὶ τῶν Ὀδυσσέως λόγων καταγελᾷ καὶ τὴν τοῦ Νέστορος εὐβουλίαν ἐν ἀμελείᾳ ποιεῖται καὶ τῶν ὑπολοίπων τὸ πλῆθος ἀφόβως ὁρᾷ.
38.2.42 Καὶ τί σοι τὸν Χρύσην, τί φημι τὸν Μενέλαον εἰς παράδειγμα τοῦ μὴ προσήκειν εἰς τέλος ἀλγεῖν ὑπὲρ κόρης ἀφῃρημένης; εἰσὶν ἐν τοῖς στρατοπέδοις ῥήτορες δύο γεγηρακότες, ἀμφότεροι παραπλήσιον ἔχοντες ἡλικίαν καὶ τοῖς οἰκείοις ἑκάτερος τὴν ἀπὸ τῆς γλώττης συντέλειαν χορηγῶν, τοῖς μὲν Ἕλλησι Νέστωρ, τοῖς δὲ πολεμίοις Ἀντήνωρ. οὗτοι μίαν ἀπεφήναντο γνώμην ἀμφότεροι μὴ χρῆναί τινας ὑπὲρ γυναικὸς ἡρπασμένης ἄσπονδον ἔχθραν ποιεῖσθαι προϊούσης εἰς ἔργον τῆς ἀποδόσεως. ὁ μὲν γὰρ ἀποδοῦναί σοι τὴν Βρισέως ἐνουθέτησεν Ἀγαμέμνονα, ὁ δὲ Μενελάῳ τὴν Ἑλένην Ἀλέξανδρον, οἷα προσῆκον ἐντεῦθέν σέ τε διαλλάττεσθαι τῷ Μυκηναίῳ καὶ τῷ Πριάμου τὸν Σπαρτιάτην. Βούλομαι δή σε καὶ τοῦ προγόνου Διὸς ζηλωτὴν ἀποδεῖξαι παυσάμενον τῆς ὀργῆς.
38.2.43 λέγεται γὰρ ἀφορήτῳ ποτὲ τῆς Ἑλλάδος λιμῷ τρυχομένης τὸν Αἰακὸν προσευξάμενον τῷ Διῒ τὸ κακὸν ἀπελάσαι. καταβαίνει τοίνυν ἐξ οὐρανοῦ σοι φιλανθρωπίας εἰκών, εἰς ἣν ἀποβλέπων θεάσῃ τὸν Δία θυμούμενον μέν—δείκνυσι γὰρ τὴν ὀργὴν ὁ λιμός—, παυσάμενον δὲ καὶ διαλλαγέντα τοῖς Ἕλλησι. ζηλώσεις οὖν εἴτε τὸν Δία τὸν πρόγονον εἴτε τὸν παῖδα τοῦ Διός, τὸν Ἀπόλλω.
38.2.44 μὴ γὰρ οἴου μικρὸν εἶναι συγκαταλέγεσθαι σωτῆρσιν Ἑλλήνων θεοῖς, εἴπερ τὸν λιμὸν μὲν ὁ Ζεύς, ὁ δὲ Ἀπόλλων ἔπαυσε τὸν λοιμόν, σὺ δὲ τὸν Ἕκτορα χαλεπώτερον ὄντα τοῖς Ἀχαιοῖς συναμφοτέρου νοσήματος. καὶ μαίνεταί πως τῷ μεγέθει τῶν πεπραγμένων καὶ τὸ θαρρεῖν λαβὼν παρὰ σοῦ μὴ νήφων, ὡς εἰκός, ἐπιλέλησται. πρόφασιν δὲ εἶναι λέγει τὸν Ἀγαμέμνονα. καὶ τοσοῦτον ἡμᾶς ἐκεῖνος διέπτυσεν, ὥστε τῷ Δόλωνι κατάσκοπον αὐτὸν ἐπὶ τὰς ναῦς ἀποστείλας ἀμοιβὴν ἀπορρήτων Ἑλληνικῶν ὑπέσχετό σου διδόναι τοὺς ἵππους τοὺς ἕτερον φέρειν ἀναβάτην οὐκ ἀξιοῦντας. εἰς τοῦτο ὕβρεως ἐκεῖνον ἐκούφισεν ἡ παρὰ τὴν ἀξίαν εὐδαιμονία. Ἀλλὰ μέχρι τίνος ἑστιάσεταί σου τῆς ὀργῆς; οὐ χαλάσει λοιπὸν τὴν ὀφρύν; οὐ παύσεται ταῖς ναυσὶ γειτνιῶν; οὐκ ἀποδώσει σοι τὸ μεταίχμιον; οὐ ζητήσει τὸ δένδρον ἐκεῖνο, τὴν δρῦν, τὸ σύνηθες αὐτῷ τῆς φυγῆς ἐνδιαίτημα; οὐ γνώσεται, ὅτι στρατὸν ἡττημένον παραλαβὼν Ἀχιλλεὺς ὁμοίως ἐστὶν Ἕκτορι φοβερὸς ἡγουμένῳ στρατοπέδου νενικηκότος; μάλιστα μὲν γὰρ οὐδένα τῶν δεῦρο συμπεπλευκότων ἀτελῆ καταλεῖψαι τὸν πόλεμον ἀξιῶ, αἰσχρὸν γὰρ ἔργων ἀρξαμένους ἐπαινουμένων, πρὶν ἐπιθεῖναι πέρας αὐτοῖς, ἡσυχάζειν καὶ ταῦτα τοῦ πολέμου δέκατον ἔτος ἤδη προβάντος· εἰ δ’ οὖν καὶ τοῖς ἄλλοις ἅπασιν ἔδοξεν ἠρεμεῖν οὔπω τοῦ τροπαίου σταθέντος, ἥκιστά γε σοὶ τοῦτο προσῆκόν ἐστι ποιεῖν, ὅσῳ πλείονά σοι καὶ μείζονα διήνυσται.
38.2.46 ὅσοις μὲν γὰρ ἐλάττων ἡ δύναμις καὶ κατὰ λόγον τῆς ἰσχύος αἱ πράξεις, τούτοις εἰκότως ἐλάττων γίνεται πόθος τῆς νίκης ἐννοουμένοις, ὅτι τῆς εὐδοξίας ὀλίγην ἀπέρχονται φέροντες μοῖραν· σὺ δὲ πλείους ἢ εἴκοσι πόλεις ζημιώσας τὸ Τρωικόν, δώδεκα μὲν ναυμαχῶν, πεζεύων δὲ ἕνδεκα, τοσαύτης δὲ ζημίας οὔσης τοῖς πολεμίοις, ἂν ἀπέλθῃς τὴν Τροίαν αὐτὴν ὡς ἔχει καταλιπών, δι’ ἣν ἐχειρώσω τὰς τρεῖς καὶ εἴκοσι πόλεις, παρόμοιόν τι δόξεις ποιεῖν, ὥσπερ ἂν εἰ Μενέλαος εὔξοιτο πάντας διαφθεῖραι τοὺς Τρῶας πλὴν Ἀλεξάνδρου. ἦν μὲν οὖν καταγέλαστος ἡ Ἑλλὰς ἠρεμοῦσα καὶ φέρουσα σιωπῇ τῆς Ἑλένης τὴν ὕβριν, δειλίας γὰρ ἐντεῦθεν ἐδέχετο ψόγον φόβῳ τὴν ἡσυχίαν ἄγειν δοκοῦσα, πλὴν ἡσυχάζουσα μᾶλλον μετρίαν εἶχεν αἰσχύνην ἢ κακῶς ἀπαλλάττουσα, τὸ μὲν γὰρ ὑποψία, τὸ δὲ ἀπόδειξις ἀνανδρίας.
38.2.47 καὶ τότε μὲν ἴσως οἱ Τρῶες οὐ λίαν ἔζων ἀφόβως, ἀλλὰ πᾶς ἑαυτὸν καὶ τὸν πλησίον ἕκαστος καὶ πάντες ἀλλήλους ἐτάραττον τοὺς Ἕλληνας ἐννοούμενοι· εἰ γὰρ ἐστράτευσα ν , εἰ πολέμῳ τὴν ἁρπαγὴν ἐσωφρόνισα ν , εἰ μὴ μικρὸν αὐτοῖς ἔδοξε μία γυν ή , οὐ πολιορκία καὶ κίνδυνος περιειστήκει τὴν Τροία ν ; μηδεὶς τοίνυν τὴν Ἀλεξάνδρου παροινίαν ζηλώσ ῃ · μὴ τῷ δευτέρῳ τολμήματι τὸ πρῶτον ἀνασοβήσωμε ν . τοιοῦτον ἔμελλε δέος αὐτοῖς ἐνοχλεῖν καὶ σωφρονεῖν ἐνουθέτει μενόντων οἴκοι τῶν Ἀχαιῶν, ἠγωνισμένων δὲ δυστυχῶς καὶ τῆς μὲν πολλῆς στρατιᾶς ἐνταῦθα κειμένης, τῆς δὲ λοιπῆς ἀπρεπῶς ἀπιούσης, εἰ Τροία περισωθείη, πᾶσα τοῖς ἐναντίοις λύεται ταραχή, καὶ δίδωσιν αὐτοῖς ὁ πόλεμος θρασύτερον ἔρωτα γυναικῶν Ἑλληνίδων.
38.2.48 γελοῖον δ’ ἂν εἴη καὶ γέμον ἀνοίας, εἰ τὴν Μυσίαν μὲν ἐληΐσω Τροίαν εἶναι δοκοῦσαν, τὴν ἀληθῆ δὲ Τροίαν ἱσταμένην περιορᾷς; Ἀλλὰ τῆς πολεμίας ἁλούση ς , φησίν, Ἀγαμέμνων ἐφεδρεύσει τοῖς ἄθλοι ς .
38.2.49 ἡ γὰρ εὐδοξία τῶν ἔργων ἐπὶ τοὺς κρατοῦντας αὐτομολε ῖ . ἄτοπον οὖν ἑτέρου μὲν εἶναι τοὺς πόνου ς , ἑτέρου δὲ τοὺς καρπού ς . ἔλυσε ταύτην Ἀγαμέμνων τὴν ὑποψίαν περιβόλῳ καὶ τάφρῳ καὶ πρεσβείᾳ καὶ δώροις ὁμολογήσας, ὅτι μιᾶς μὲν ὡς ἀληθῶς ἤρτηνται δεξιᾶς οἱ τῆς Εὐρώπης ἀγῶνες, ἡ δὲ Ἑλλὰς καὶ τῆς Ἑλλάδος ὁ βασιλεὺς σχῆμα καὶ ὄχλος, ὥστ’ εἰ καὶ ὁ κόμπος τῆς βασιλείας δελεάσει τὴν φήμην καὶ πείσει χαρίσασθαι τῷ κρατοῦντι τὴν εὔκλειαν, πολλὰ ψευδομένην ἐλέγξει ἡ τῶν Ἑλλήνων ἐν τοῖς ἀψύχοις ἐλπίς, ἡ περὶ σὲ πολυτέλεια τοῦ βασιλέως, οἱ προστατεύειν εἰληχότες διακονήσαντες, ἡ τῶν πραγμάτων μεταβολὴ τῶν μὲν Ἑλλήνων δραπετεύειν ἀντὶ τοῦ διώκειν ἠναγκασμένων, τῶν εἰωθότων δὲ φεύγειν τοῦ πεδίου κρατούντων καὶ μετενεγκόντων ἐπὶ τὰς ναῦς ἀπὸ τῆς Τροίας τὸν κίνδυνον. οὕτως ἀμφότεροι τὰς ἀλλήλων διεδέξαντο τύχας ἑνὸς ἀνδρὸς ἀπουσίᾳ. οὐ τοίνυν μόνον τειχίζων τε καὶ ταφρεύων καὶ πρεσβευόμενος καὶ τιμῶν οὐ μόνον ἔργοις τοσούτοις ἐκεῖνος τὴν τοῦ πολέμου σοὶ δόξαν ἀνέθηκεν, ἀλλ’ ἐπειδὴ τὴν γενομένην ἡμῖν ἁψιμαχίαν διῆλθεν ὁ Νέστωρ καὶ τὰς ἐκ ταύτης ἐμπεσούσας αὐτῷ κακοπραγίας ὠνείδισεν, ἥμαρτο ν , ἔφη, λυπήσας ἄνδρα τῷ Διῒ προσφιλ ῆ , οὗ μεταστάντος ἡ πλείστη τῶν Ἑλλήνων ἀνάλωται μοῖρ α .
38.2.51 Οὐκοῦν ἐξ ὧν ηὐτύχησε διὰ σοῦ, ἐξ ὧν ἀπόντος σου πέπονθεν, οἷς μετὰ σὲ κατεσκεύασε, δι’ ὧν ἱκέτευσεν ὀργιζόμενον, οἷς ἵνα διαλλαγῇς ἐδωρήσατο, δι’ ὧν ἐγκαλοῦντι τῷ Νέστορι γέγονε σύμψηφος, διὰ τοσούτων τὸ πλῆθος ὡσπερεὶ κήρυξ ἐν μέσῳ βοᾷ ἐπὶ σοὶ μόνῳ κεῖσθαι τὸ Ἴλιον εἶναί τε πόλιν καὶ μή. οὐ γὰρ τοὺς ἡμετέρους ἱδρῶτας ἐκεῖνος καρποῦται. Τὰ μὲν παρόντα σοι ταῦτα, τὰ δὲ μέλλοντα μείζονα.
38.2.52 σπενδομένου γάρ σου καὶ μετέχοντος τῆς συμμαχίας πάλιν Ἕλληνες ὑψηλοί, πάλιν εἰς γῆν οἱ βάρβαροι νεύσουσι καὶ πρὸς τὴν προτέραν αὑτῶν δειλίαν ὑποστρέψαντες αἰσθήσονται τὴν ἤδη συμβᾶσαν αὐτοῖς εὐπραγίαν οὐ τὸν οἰκεῖον κατορθώσαντα στρατηγόν—οὕτω γὰρ ἠπάτηνται νῦν—, ἀλλὰ τὴν σὴν ἐργασαμένην διάστασιν. ὥστε καὶ τοῖς ἤδη σοι πεπραγμένοις καὶ τοῖς παρὰ τὴν σὴν ἀπουσίαν Ἑλληνικοῖς ἀτυχήμασι καὶ ταῖς ὕστερον ἐχομέναις ἀνδραγαθίαις ὑπὸ σοὶ φανήσεται μόνῳ τοῦ πολέμου τὸ κράτος. Τί οὖν ἀπίθανον ἡμῖν φαντασίαν προβάλλῃ καὶ δέδοικας, μὴ σὺ μὲν ἕλῃς ἔργῳ τὴν Τροίαν, ὁ δὲ ἔχων τὴν ἀρχὴν τὴν φήμην; οὐ ταύτην ἔσχε τὴν διάνοιαν ὁ Πηλεύς, οὐ ταύτης ὑπῆρχε τῆς γνώμης ὁ Τελαμών, ἡνίκα τὸ χρυσοῦν μετῆλθε δέρας Ἰάσων.
38.2.53 ἦ γὰρ ἂν οὐδέτερος ἐπὶ Κόλχους ἐξέπλευσεν, ὡσπερεὶ ἐκείνου μὲν δρεψομένου τὸν ἆθλον, Ἰάσονος δέ—τοῦ στόλου γὰρ οὗτος ἡγεῖτο—τὴν δόξαν, αὐτῶν δὲ μάτην τὰς Συμπληγάδας περαιουμένων. ἀλλ’ ἐκεῖνοι τοὺς μεγάλων κατατολμῶντας ἀγώνων ᾤοντο χρῆναι τοῦτο πεπεῖσθαι βεβαίως, ὅτι τὴν ἰδίαν ἕκαστος ἀρετὴν εὐκλείας ἔχει κανόνα καὶ πρὸς τὰ μέτρα τῶν ἔργων ἐπίσημος γίνεται. Χωρὶς δὲ τούτων εἰ προσλαβόντες σου τὴν συμμαχίαν οἱ βάρβαροι τοσαῦτα δεινὰ τοὺς Ἕλληνας ἔδρασαν, ὅσα κατώρθωσαν ἀποστάντος σου μόνον, ἤρκει ἄν σοι καὶ τοῦτο τὴν τῆς ἀνδρίας ὑπερβολὴν παραστῆσαι τοῖς Ἀχαιοῖς.
38.2.54 εἰ τοίνυν προστεθέντος σου τοῖς ἐναντίοις τοιαῦτα παθόντες, οἷα πεπόνθασιν ἡσυχάζοντος, ᾐσθάνοντό σου τῆς ἀρετῆς, πόση νῦν αὐτοῖς γέγονεν αἴσθησις παρὰ τὴν σὴν ἀπουσίαν τοσούτων ἐμπεπλησμένοις κακῶν; Ὧν ἐγὼ θεατὴς γεγονὼς ἐκ τῆς Εὐρυπύλου σκηνῆς— νῦν γὰρ ἀνεμνήσθην ἐκείνου μετέχοντος τοῦ καταλόγου τῶν τετρωμένων—ἥκω δεδακρυμένος εἰκότως ἀήθη μάχην ἰδών, ἣν ἔξεστι μὲν ἱππομαχίαν, ἔξεστι δὲ ναυμαχίαν καλεῖν.
38.2.55 τίς οὖν ἔστιν αὕτη; τῶν ὁλκάδων ἐπιβάντες οἱ Ἕλληνες πρὸς τὴν ἵππον ἐπολέμουν τὴν Τρωικήν. εἰς τοῦτο γὰρ ἀνάγκης αὐτοῖς περιειστήκει τὰ πράγματα. εἶτά σου πεῖραν οὕτω σαφῆ καὶ λαμπρὰν εἰληφότες καὶ μείζω ληψόμενοι τὴν ἐκ τῶν ἔργων ὀφειλομένην σοὶ δόξαν τῷ Μυκηναίῳ δωρήσονται; πόθεν; ἀλλ’ εἴ τις ἄρα σοι τῆς εὐκλείας γενήσεται κοινωνός, ὁ σὸς ἑταῖρος ἐγὼ καὶ συνήθης μέρος τι κτήσομαι καὶ θρυλλήσουσιν ἅπαντες μιᾶς εἶναι ξυνωρίδος φιλτάτης τὴν ἅλωσιν τοῦ μὲν πολεμεῖν συμβουλεύσαντος, τοῦ δὲ γενναίως ἠγωνισμένου.
38.2.57 Θαυμάζω δέ, εἰ τῶν μὲν Ἑλλήνων τὸν ἡγεμόνα ζηλοτυπεῖς ἐφεδρεύοντα τῇ δόξῃ τῆς νίκης—θῶμεν γὰρ οὕτως—, ὁ στρατηγὸς δὲ τῶν Τρώων οὐ δάκνει σου τὸ φιλότιμον τὴν τοῦ πολέμου καρπούμενος εὔκλειαν. ἢ συμπονῶν μὲν τοῖς Ἀχαιοῖς Ἑλληνικῆς εὐδοξίας οὐ μετέχεις τὸ μέρος, ἐν δὲ τῇ σκηνῇ διατρίβων τῶν Ἕκτορος τροπαίων κληρονομήσεις; να ί , φησί. παρὰ γὰρ τὴν ἐμὴν ἡσυχίαν ἐπαίρεται καὶ γέγονε μέγα ς , ὥστε κρατεῖ μὲν ἐκεῖνο ς , ἐγὼ δὲ θαυμάζομα ι . τί οὖν συμπλέκεσθαι δεῖ παρὸν ἡσυχάζειν καὶ τοῖς Ἕκτορος πόνοις εὐδοκιμεῖ ν ; μὴ τοσοῦτον ἰδίων γένοιο πράξεων ἐνδεὴς ὡς ἀλλότρια συλᾶν κατορθώματα.
38.2.58 αἰσχρὸν γὰρ ἂν εἴη τὸν Ἑκάβης μὲν ἀριστεύειν, τὸν δὲ Θέτιδος ἔργοις τοῖς ἐκείνου κοσμεῖσθαι, εἴ γε δεῖ κόσμον καλεῖν ἡσυχίαν ἀπανθρωπίας φέρουσαν ὄνειδος, ὥστε, κἂν εὔκλειαν κτήσῃ γενναίου ταῖς Ἕκτορος ἀριστείαις, ὠμότητος αἰσχύνην οὐ διαφεύξῃ. ἐπικουρήσας δὲ τοῖς ὁμοφύλοις φιλανθρωπίας ἅμα δόξαν ἀποίσῃ καὶ ῥώμης. ἔτι τοίνυν οὐδ’ ἐλάνθανες πλείστῳ τοὺς Ἕλληνας ὑπεραίρων τῷ μέσῳ, ἵνα δεηθῇς ἀπουσίας δηλούσης, ἡλίκον ἐστὶ κέρδος ἡ παρουσία, ἐπεὶ καὶ τὸν Ἕκτορα πάντες ἄριστον εἶναι μαρτυροῦμεν τῶν Τρώων οὐ τῇ διαστάσει τῆς μάχης, ἀλλ’ ὅτι τὰ πρῶτα φέρει τοῦ Τρωϊκοῦ στοχασάμενοι.
38.2.60 Ἐπειδὴ τοίνυν οὐδαμόθεν λείπεται σκῆψις εὐπρόσωπος μακροτέρας σοι λύπης, ἀπόθου τὸ μῖσος καὶ τῇ πρᾳότητι κόσμησον τὴν ὀργήν. ὁ γὰρ ἐν καιρῷ τὸ προσηνὲς ἐνδεικνύμενος οὐκ ἐᾷ τὸν θυμὸν ἄλογον εἶναι δοκεῖν· εἰ δὲ φαίνοιτό τις ἀπέραντα χαλεπαίνων, ἔμφυτον ἔχειν ὑπονοεῖται τὸ πάθος. Σοὶ δὲ καὶ ἄλλως προσήκει μιμήσασθαί μου τὴν ἡμερότητα ζηλώσαντος πρώην σου τὴν ὀργήν.
38.2.61 δεῖ γὰρ ἑκάτερον τὴν οἰκείαν μετρίως βιάσασθαι φύσιν, σὲ μὲν ἐπὶ τὸ πρᾷον, πρὸς δὲ τὸ ὀργίλον ἐμέ. τούτων γὰρ ἀμφοτέρων ἡ κρᾶσις πέφυκεν ἀρετή. παῦσαι τοίνυν ὅλον ἀπονέμων σεαυτὸν τῷ θυμῷ. κἂν ὑπογράψῃ σοι τὸν ἀλαζόνα, τὸν ὑβριστὴν Ἀγαμέμνονα, σὺ τὸν ἠτυχηκότα, τὸν ἱκέτην σαυτῷ διατύπωσον. κἂν εἴπῃ τὴν ἱκετείαν οὐ τῆς Ἀγαμέμνονος εἶναι προαιρέσεως ἔργον, ἀλλὰ τῆς ἀτυχίας ἐκείνου, ἐροῦμεν αὐτῷ· τοῦτο γάρ ἐστι τὸ μεῖζο ν .
38.2.62 εἰ γὰρ τῶν πραγμάτων καλῶς φερομένων τὴν σὴν ἐκεῖνος ἠγάπησεν εὔνοια ν , τυχὸν ἂν ὕποπτον ἦ ν , μή ποτε πάλιν ἑτέρας φιλονεικίας λαβόμενος ἀτιμάσῃ σ ε · ἐπεὶ δ ’ οὖν ἀπέστη σοι τῶν Ἑλλήνων ὁ Ζεύ ς , μᾶλλον δὲ πρὸς τοὺς Τρῶας μετέβη σοῦ διαστάντος τῶν Ἀχαιῶ ν , εὐλαβήσεται ποιεῖ ν , δ ι ’ ὧν ἡγεῖται λυπήσειν ὑπερόπταις φυλάττων τὰς ἐξ ὧν πταίουσι προφάσει ς . πάντων δ’ ἂν εἴη δεινότατον, εἰ μὴ ληψόμεθα κατὰ νοῦν, ὡς τὴν μὲν ὕβριν τὴν ὑπ’ ἐκείνου Χρυσηΐδος ἐποίησεν ἔρως καὶ θυμὸς περὶ σέ, τὴν δὲ τιμὴν σωφρονοῦσα καὶ καθεστηκυῖα κρίσις ἑκατέρου πάθους ἀπηλλαγμένη.
38.2.64 Ἀλλ’ ἔστω σοι τῶν Ἑλλήνων ὁ βασιλεὺς ὀλίγη φροντίς, τὸ δὲ στρατόπεδον τί, πρὸς θεῶν, αὐτοῖς ἐγκαλοῦντες τοσοῦτον περιοψόμεθα χρόνον; ὅτ ι , φησίν, οὐ γεγονυίας τῆς ἔριδος ἀνέστειλαν τὸν κρατοῦντα τῆς εἰς ἐμὲ λοιδορία ς . οὕτω θρασυτέρους νομοθετεῖς τῶν βαρβάρων εἶναι τοὺς Ἕλληνας; ἐκεῖνοι τὸν Ἀλέξανδρον ἴσασι φέρειν καὶ καρτεροῦσι κινδυνευούσης πατρίδος ὑπὲρ ἑνὸς ἀνδρὸς ἡδονῆς. εἰ τοίνυν βαρβάρων ὅμιλος οἶδεν ἡγεμόνας τιμᾶν οὐδὲ τοῦτον, οἶμαι, τὸν νόμον οἴκοθεν παιδευθείς—νοσεῖ γὰρ ἐπιχώριον ἀμαθίαν—, ἀλλὰ τὰ τῶν Ἑλλήνων ἤθη ταύτῃ μιμούμενος, πῶς ἂν ἔδει τοὺς Ἕλληνας ἄχρι καὶ εἰς βασιλέα τὸ θράσος ἐκτεῖναι; καίτοι τοῖς Ἕλλησιν ὅτε πρὸς ἀλλήλους ἡ ἔρις συνέστη, οὐ σφόδρα πρόδηλος ἦν ὁ λοιμὸς ἐξ Ἀγαμέμνονος τὴν αἰτίαν λαβών.
38.2.65 μὴ γάρ μοι τὸν Κάλχαντα εἴπῃς. πολλοὶ τῆς ἀληθείας διήμαρτον μάντεις. μάντι δὲ βαρβάροις Ἀλέξανδρος ὑπῆρχε καταφανὴς τὸν πόλεμον εἰς Ἴλιον ἐνεγκών. πολλαχόθεν δ’ ἄν τις εὕροι τότε τοὺς Ἕλληνας εἰς καιρὸν μηδετέρῳ προστιθεμένους. ὄντων γὰρ ἰσορρόπων τῶν ἑκατέρωθεν ὑβρισμάτων καὶ τῶν μαχομένων παραπλησίως ἀξίων τιμῆς τοῦ μὲν τὴν ἀρετήν, τοῦ δὲ τὴν βασιλείαν ὁμοίως αἰδούμενοι εἰκότως ἠπόρησαν, πρὸς ποίαν ἐχρῆν ἀποκλῖναι μερίδα. οἶσθ’ ὅπως 〈ἂν〉 ὑπεύθυνοι δικαίας ἐγένοντο μέμψεως; εἰ τὰς Ἀγαμέμνονος λοιδορίας ἐνεγκόντος σοῦ πρᾴως ἐσίγων.
38.2.66 ἀλλ’ οὐκ ἄν, οἶμαι, τοῦτο παρεῖδον εἰωθὸς ὂν τοῖς ὁρῶσι φιλονεικίαν δυοῖν ἀνδράσι συνισταμένην πρὸς τὸν ἐγκρατῶς φερόμενον ῥέπειν. νῦν δὲ τὸ τῆς ἀντιλογίας ἐφάμιλλον ἐκποδὼν ἑκατέρου παρεσκεύασεν εἶναι. ἀλλὰ μὴν καὶ εἰ φήσει τις αὐτοὺς ἁμαρτεῖν, οὐ πάντες ὁμοίως ἐξήμαρτον.
38.2.67 οὐ γὰρ πᾶσιν ὁμοίως ἐξῆν πρὸς τὸν κρατοῦντα παρρησιάζεσθαι, καὶ τοῖς ἐν τέλει τῆς στρατιᾶς καὶ τοῖς ἐλάττονα τάξιν λαχοῦσι καὶ ναύταις καὶ σκευοφόροις. ἑκάστου τοίνυν πρὸς τὰ τῆς ἀξίας πλημμελήσαντος μέτρα πῶς ἂν εἴη καλὸν τοὺς ἀνίσως ἡμαρτηκότας μιᾷ τιμωρίᾳ σωφρονίσαι, θανάτῳ; εἰ μὲν γὰρ ἦσθα τοῦ πολέμου ταμίας, ὡς ἐπιτρέπειν αὐτῷ τὸν μὲν θανάτῳ κολάσαι, τὸν δὲ τραυματίαν ποιῆσαι, ἐνίων δὲ φείσασθαι, ἧττον ἂν ἐδόκει μοι εἶναι κακόν· ἐπεὶ δὲ διακρίνειν οὐκ οἶδεν ὁ πόλεμος τοὺς ἀναιτίους καὶ μηδὲν ἁμαρτάνοντας, ἀλλὰ τοὺς παραπεπτωκότας εἰκῆ διαφθείρει, δέδοικα, μὴ λάθῃ πολλοὺς ἀνελὼν οἷς ἔλαττον χαλεπαίνομεν. Ἐγὼ δὲ καὶ τοὺς οἴκοι λίαν ὀδύρομαι λογιζόμενος, τί ποτε ἄρα τὰ νῦν ἑαυτοῖς ἀναπλάττουσι καὶ πῶς ἔχειν ἡμᾶς ἐννοοῦνται.
38.2.68 φιλοῦσι δὲ μάλιστα τὴν ψυχὴν αἱ τοιαῦται κατατέμνειν φροντίδες. κουφότερον γὰρ ἐν πολέμῳ παρόντας τὰ συμβαίνοντα θεωρεῖν ἤπερ ἀπόντας ποικίλοις περιστρέφεσθαι λογισμοῖς. τῆς τε γοῦν ἀγωνίας ἐκείνοις συνάχθομαι καὶ μεμνημένος τῶν λόγων, οἷς ἐξέπεμπον ἐπὶ Τροίαν πατέρες τε παῖδας καὶ τέκνα μητέρες καὶ νύμφαι συνοίκους, οἱ μὲν ἀγωνίσασθαι γενναίως κελεύοντες, αἱ δὲ νουθετοῦσαι πολεμεῖν ἀσφαλῶς, αἱ δὲ τοὺς ἄνδρας αἰτοῦσαι διὰ τάχους ἐπανελθεῖν. εἰσέρχεται δέ με κἀκεῖνο καὶ δεινῶς ἀνιᾷ, ὅτι ὁ στόλος τὸ μάχιμόν ἐστι τῶν Ἀχαιῶν, ἡ νεότης ὅλη τοῦ γένους, αἱ τῆς Εὐρώπης ἐλπίδες. οὐκοῦν εἷς ὑπὲρ ἁπάντων συνέστηκεν οὗτος ἀγών, καὶ τῶν ἐφ’ ἑκάτερα ἡμῖν ἐκβαινόντων πᾶν τὸ Ἑλληνικὸν κοινωνεῖ. Πλὴν εἰ μήτε τῶν οἴκοι μήτε τῶν ἐνταῦθά σοι λόγος πολύς, ἐκεῖνο γοῦν ὅρα, μὴ τὰς ναῦς Ἕκτωρ ἐμπρήσας τὴν Ἀγαμέμνονος καταλάβῃ σκηνὴν καὶ Βρισηίδα τοῦ πολέμου λαβὼν ἀριστεῖον ἀπέλθῃ καὶ συνοικήσῃ τῇ κόρῃ τοῦ τε κάλλους, οἷον εἰκός, ἡττηθεὶς καὶ τὸν ἐκείνης βουλόμενος ἐραστὴν ἀνιᾶσαι.
38.2.69 ἐγὼ μὲν οἶμαι, κἂν ἐν γραφῇ που ταῦτα θεάσῃ, χαλεπῶς φέρεις τὴν θέαν. πῶς οὖν οἴσεις γιγνόμενον, ὃ γεγραμμένον οὐ καρτερεῖ; ἆρ’ οὖν ἐπάνιμεν ἐκείνῳ τὸ γύναιον καταλείψαντες; οὐκοῦν δόξομεν Μενελάου φαυλότεροι τοσοῦτον ὑπὲρ Ἑλένης κεκινημένου; ἀλλ’ ἐπειδὰν γένηται τοῦτο, παραταξόμεθα καὶ χορηγήσομεν ἑτέραν ὑπόθεσιν τῷ πολέμῳ τὴν Βρισηίδα καὶ τὸν Πριάμου καταβαλὼν ἀναλήψῃ τὴν κόρην; ἀλλ’ ἄμεινον, οἶμαι, τοὺς οἰκείους τε σώζειν καὶ ταύτην ἑτέρῳ μὴ συνελθοῦσαν ἀναλαβεῖν ἤπερ τοὺς μὲν φθειρομένους περιορᾶν, τὴν δὲ τῷ Πριάμου συναφθεῖσαν κομίσασθαι.
38.2.70 ἢ τότε μόνον Βρισηίδος ἐρᾷς, ὅταν αὐτὴν Ἀγαμέμνων ἀφέληται; νόμιζε δήπου τὴν ἐρωμένην ἀντιβολοῦσαν καὶ δεομένην, ὦ φίλτατ ε , λέγειν· ἔγνω ν , ὅσον ἠγάπημα ι .
38.2.71 δ ι ’ ἐμὲ βασιλεὺς ἱκέτης καταφρονεῖτα ι , δυστυχοῦντες οὐ λυποῦσιν ὁμόφυλο ι , δυσμενεῖς οὐ φθονοῦνται νικῶντες κα ί , τὸ μέγιστο ν . Ἕκτωρ εὐδοκιμῶν οὐ δάκνει τὸν Ἀχιλλέ α . ἔχω δὴ παρὰ σοῦ τῆς εὐνοίας τὰ σύμβολ α , ἔχω πα ρ ’ Ἀγαμέμνονος οἵαν ἤθελον δίκην τοσοῦτον λελυπηκότο ς , ὅσον διαστῆσαι τοῦ ποθουμένο υ . δὸς τοίνυν ὁμοίως καὶ Πατρόκλῳ τὴν χάρι ν .
38.2.72 ἐπιθυμῶ μετὰ τῶν ὅπλων ἰδεῖν ἀριστεύοντ α , δέξασθαι δὲ κεκονιμένον μεστὸν αἵματος Τρωϊκο ῦ . ἡδύ σε πρότερον θεάσασθαι φοβερό ν , εἶτα καλό ν · τί μοι νίκας ἀρχαίων ἀνδρῶν μελῳδεῖ ς ; τερπνότερον ᾆδέ μοι μέλο ς , τὰς σὰς ἀριστεία ς . τοῦτο κἀγὼ μετὰ σοῦ συνᾴδω τὸ μέλος καὶ μᾶλλον οὕτω τοὺς ἀκούοντας θέλγομε ν . μείζων γὰρ τῶν ᾀσμάτων ἡ τέρψις ἀνδρείᾳ τε καὶ γυναικείᾳ φωνῇ κεκραμένω ν . Τοιαῦτα τὴν κόρην τεκμαίρομαι πρὸς ἑαυτὴν μελετᾶν.
38.2.73 εἶτα τὴν οὕτω ποθοῦσαν οὐ βούλει κομψευομένην ὁρᾶν, οἷον ἔλαχεν ἐραστήν; οὐ Νεοπτόλεμον τὸ παιδίον πρὸς τοὺς ἡλικιώτας ὡραϊζόμενον πατρικαῖς ἀριστείαις; οὐ τὸν πρεσβύτην Πηλέα παιδὸς ἀγαλλόμενον ἀρεταῖς ἐν συλλόγῳ γεγηρακότων; οὐ τὸν Ὀπούντιον φίλου τροπαίοις καλλωπιζόμενον; ἀναβήσεταί σοι καὶ πρὸς αὐτὸν ἡ δόξα τὸν οὐρανὸν τῷ προγόνῳ Διΐ· οὐδὲ τοὺς θαλαττίους αὕτη λήσει θεοὺς διηγουμένης σου τῆς μητρός. Ἔτι βουλεύεσθαί μοι δοκεῖς τῇδε κἀκεῖσε περιάγων τὸν πόδα.
38.2.74 πειράσομαι τοίνυν ἀφύκτῳ σε λίνῳ θηρᾶσαι. κομίζω σοι τὴν σκευήν. ὑποδείκνυμι τὴν μελίαν, τὸ δόρυ τὸ πατρικόν. Ἀναλάβωμεν, ὦ Μυρμιδόνες, τὰ ὅπλα.
38.2.75 ἂν ἴδῃ τὸ στρατόπεδον Ἀχιλλεὺς ὡπλισμένον, εἰς τὴν ἰδίαν ἥξει φερόμενος φύσιν ἠρεμεῖν ἔτι μὴ καρτερῶν. πολλάκις αὐτοῦ πολεμικόν τι παθόντος ᾐσθόμην τῷ κτύπῳ τῆς συμπλοκῆς καὶ δεδοικότος, μὴ λάθῃ μαχίμῳ φιλοτιμίᾳ διαλλαγεὶς Ἀγαμέμνονι. τοιγαροῦν ὅτε τῶν πολεμούντων ἡ ταραχὴ προσέρχεται ταῖς ναυσί, σφοδρότερόν πως ὑποκινεῖ τὰς χορδὰς καὶ μέλος τὸ προστυχὸν ᾄδων βοᾷ μεγέθει φωνῆς ἐκκλίνων τὸν θόρυβον. Η ΔΙΑΛΕΞΙΣ ἔχει μὲν τὸ ῥόδον ὑπόθεσι ν , ἐπισταμένη δὲ διακορεῖς ὑμᾶς ὄντας τοῦ μύθου καινότερον συνεισφέρει διήγημ α .
39.1.1 Λέγουσι Μῆδοι, Μήδων ὅσοι μνήμῃ τὰ πρότερα διαδέχονται, ἡνίκα ἂν δοκῇ βασιλεῖ τὴν εἰωθυῖαν ἁβρότητα καινοτέρᾳ νικῆσαι τρυφῇ, ἀγῶνα καὶ ἅμιλλαν ἅπαν αὑτοῦ τὸ ὑπήκοον ἔχειν ἡδύ τι καὶ ἄηθες ὄψον ἐθέλοντας τῷ δεσπότῃ κομίσαι. ἐκείνοις μὲν οὖν—οὐ γὰρ ἑστιῶσι βαρβάρους ἄνδρας αἱ Μοῦσαι—τοιαύτας ἐπιτρέψωμεν εὐωχίας ἐπινοεῖν τε αὑτοῖς καὶ ἐργάζεσθαι, ἡμῖν δὲ ὄψον ἔστω μῦθος τοῦ ῥόδου, ὃν οὔτε ὑμῖν οὔτε ἄλλοις ἐγὼ παρατέθεικα δαιτυμόσιν.
39.1.3 Ἡνίκα κριτὴν ἐκάθισε ταῖς θεαῖς τὸν βουκόλον ὁ μῦθος, ἐλύπει μὲν Ἥραν, ἐλύπει δὲ Ἀθηνᾶν ὁ τῆς Ἀφροδίτης κεστός, ᾧ ἔνι μὲν φιλότη ς , ἔνι δ ’ ἵμερο ς, ὥστε οὐδὲ ἀγωνίζεσθαι ὅλως ἐβούλοντο, εἰ μὴ τὸ φάρμακον ἡ θεὸς ἀπόθοιτο πρότερον· οὕτω γὰρ ἐκεῖναι τὸν κεστὸν ἐπωνόμαζον. ἀλλὰ καὶ ὑμεῖ ς , ἡ Ἀφροδίτη φησίν, οὐδὲν ἧττον ἐμοῦ καλλωπισάμεναι ἥκετ ε , ἡ μὲν διάδημα τῇ κόμῃ χρυσοῦ ν , ἡ δὲ κράνος καὶ αὐτὸ χρυσοῦν τῇ κεφαλῇ περιθεῖσ α .
39.1.4 ἀλ λ ’ ἔμοιγ ε , ἔφη, τῶν ὑμετέρων φαρμάκων οὐ πολὺς λόγο ς , εἴ τινα καὶ ἐμοὶ ἕτερον ἀντὶ τοῦ κεστοῦ κόσμον ἐξείη κοσμεῖσθα ι . καὶ ἅμα ταῦτα εἰποῦσα—κατένευσαν αἱ θεαί—παρὰ τὸν Σκάμανδρον ἄνθη δρεψομένη ἐφοίτα· καὶ γάρ τις αὐτόθι λειμὼν παρὰ τὰς ὄχθας ἐπεφύκει τοῦ ποταμοῦ, χαρίεντα δὲ ἅμα καὶ διαφανῆ τὰ ὑδάτια καὶ ἐπιτήδεια λουτρὸν εἶναι τῇ θεῷ.
39.1.6 λελουμένη γοῦν τρέπεται πρὸς ὅπερ ἀφίκετο καί πως ὀσμή τις αὐτῇ προσέβαλε μάλα ἡδεῖα. κρίνα τε οὖν καὶ ἴα καὶ ἄλλ’ ἄττα συλλέξασα, ἐπειδὴ ἑτέρα μᾶλλον αὐτὴν ὀσμή τις ἐψυχαγώγει, περιῄει τῆς εὐωδίας τὸ αἴτιον ἀνιχνεύουσα. ὁρᾷ δὴ τὸ ῥόδον καὶ παρὰ τὴν ῥῖνα προσάγει καὶ τοῦτο ἐκεῖνο εἶναι μαθοῦσα τὰ μὲν ἄλλα παρ’ οὐδὲν ἔθετο καὶ ἀπέρριψε, ῥόδοις δὲ πρὸς τὸ ὄρος τὴν Ἴδην ἐπανῆκεν ἐστεφανωμένη. ἐκοσμεῖτο δὲ ἅμα, ὡς ἔοικεν, ἡ θεός τε τῷ ῥόδῳ καὶ τῇ Ἀφροδίτῃ τὸ ἄνθος, ὥστε τὰς ἀμφὶ τὴν Ἥραν καὶ Ἀθηνᾶν εἷλε τοσοῦτον, ὅσον οὐδ’ ἀναμεῖναι τοῦ βουκόλου τὴν ψῆφον, ἀλλὰ προσδραμούσας φιλῆσαι τὸ ἄνθος ἀφελομένας τὸν στέφανον καὶ αὖθις αὐτὸν τῇ θεῷ περιθεῖναι.
39.1.8 Ταῦτα, ὦ φιλότης, ὁ μῦθος. τί γὰρ ἄν τις ἕτερον ἐν τῷδε ὑμᾶς ἑστιάσειε τῷ καιρῷ; 〈ΑΡΙΣΤΕΥΣ.
40 T 1 〉 〈Νόμος μετὰ τοῦ σχήματος γραφῆναι τὸν ἀριστέ α .
40 T pref στρατηγὸς ἐσθῆτα γυναικείαν ἐνδὺς καὶ νυκτὸς τῶν πολεμίων κρατήσας ἠξίωσε μὴ γραφῆναι ἀντιλέγοντος τοῦ ἑτέρου στρατηγο ῦ , ὃς πρότερον ὑ π ’ ἐκείνων ἐνενίκητ ο . μελετῶμεν τὸν ἀριστέ α .〉 〈Μελέτη.
40.1.t 〉 Ἡττημένους εἴωθεν ἄνδρας ἀπολείπειν ἡ παρρησία.
40.1.1 ... Ἀνδρῶν ἐπιφανῶν εἰκὼν ἅπασα γῆ.
40.1.2 ... Ἄνευ μὲν εὐβουλίας οὐδὲν πέφυκε δύναμις ὠφελεῖν, σύνεσις δέ, κἂν ἰσχὺν μὴ προσλάβῃ, πολλὰ πολλάκις ἐπινοεῖ.
40.1.3 ... Ὥσπερ οἱ τὰ βαρύτατα τῶν φορτίων φέροντες ἐπικουφίζονταί πως ᾄδοντες, ὅ τι ἂν τύχῃ, οὕτω καὶ τοῖς κατὰ φθόνον ἀλγοῦσι τὸ λέγειν καὶ ἀντιλέγειν βραχεῖαν ἔχει παραψυχήν .
40.1.4 ... 〈εἴ τις αὐτὸν ἤρετο, τί〉 βούλεται τὸ μετὰ τοῦ σχήματος γραφῆναι τὸν ἀριστέα, ἀπεκρίνατο ἄν, ὡς ἥδεταί τις ὃν εὐδοκίμησε τρόπον ὁρῶν ἑαυτὸν γεγραμμένον.
40.1.5 κἂν εἰ πάλιν αὐτὸν ἐπανήρετο· εἰ δέ τις ἀποστρέφοιτο τὴν γραφὴν ἢ στολὴν γυναικείαν ἐνδὺς ἢ καὶ ἄλλως αὐτῷ δοκοῦν μὴ γραφῆνα ι , τοῦτον ἄκοντα λαβεῖν τὸ γέρας νομοθετεῖ ς ; εὐφήμε ι , ἂν ἔφη, γνώμης εἰσί ν , οὐκ ἀνάγκης αἱ δωρεα ί . τοιαύτην ἐκεῖνος ἀπόκρισιν ὀρθῶς ἂν ἀπέδωκε τῷ πεπυσμένῳ.
40.1.6 τοῦ γὰρ εἵνεκά σοι γεγράφθαι δοκοῦσιν οἱ τὰς τιμὰς τοῖς ἀριστεύουσιν ὁρίσαντες νόμοι; οὐ χάριν δήπου τῶν τιμωμένων, ὅπως κἂν μὴ βουλόμενοι τύχωσιν, ἀναγκασθεῖεν τιμᾶσθαι, ἀλλὰ τῶν τὰς τιμὰς παρεχόντων, ἵνα, κἂν ἀγνώμονες ὦσι, διά γε τοὺς νόμους ἀμοιβὴν ἀπονέμοιεν τοῖς εὐεργέταις. εἰ μὲν οὖν ἐθέλοντός μου τὸ ἆθλον ἀπολαβεῖν ὁ δῆμος ἀπώκνει διδόναι, καλῶς ἂν εἶχε τὸν νόμον ἀναγινώσκειν· ἐπεὶ δὲ τὸ γέρας ὑμῶν ἐκτινόντων αὐτὸς οὐ προσίεμαι, περιττὸς ὁ μεμνημένος τοῦ νόμου.
40.1.8 πλὴν ἐπειδὴ πολὺς ἔγκειταί μοι τὸν νομοθέτην προφέρων καὶ δεινὸν ἐμβλέπων ἑκάστῳ βοᾷ· νόμος ἡμῖν παραβαίνετα ι , νόμου κατάλυσις ὅλην πολλάκις ἀνέτρεψε πολιτεία ν , αὐτὸν ὑμῖν δείξω μηδὲν ἐπαΐοντα τῆς διανοίας τῶν γεγραμμένων, τοὺς δὲ παῖδας ἐκεῖνον μιμούμενον, οἳ μόνον ᾄδειν ἐθέλουσιν οὐ πολυπραγμονοῦντες τῶν ᾀσμάτων τὴν ἔννοιαν. λογίζεσθε γάρ· αἱ πόλεις, ὅσαι κοσμίως οἰκοῦνται καὶ τοῦ πᾶν ἀναστέλλειν ἁμάρτημα πλείστην ἔχουσι πρόνοιαν, αὗται τοὺς ἀδικοῦντας οὐχ ἑνὶ κολάζουσι τρόπῳ, πολλαὶ δὲ καὶ παντοδαπαὶ παρ’ αὐταῖς αἱ μὲν ἐλάττους εἰσί, αἱ δὲ καὶ μείζους ὁδοὶ τιμωρίας, ὅπως τῶν ἠδικημένων ἕκαστος ἔχοι κατὰ τὴν οἰκείαν ἢ γνώμην ἢ γλῶτταν ἢ δύναμιν δίκης τυγχάνειν.
40.1.10 οὕτω πολλή τις αὐταῖς ὑπάρχει σπουδὴ τὸν ὁτιοῦν πλημμελοῦντα πανταχόθεν ἑλεῖν, καὶ πάντα πρὸς τοῦτον μηχανώμεναι τὸν σκοπόν, ὡσπερεὶ κυνηγέται χαλεπόν τι θηρίον, παντοίοις βουλεύονται λίνοις τὴν πονηρίαν θηρᾶσαι. ἀλλὰ τῶν νόμων πλεῖστα μὲν δικαστήρια, πλεῖστα δὲ εἴδη σωφρονισμοῦ τοῖς ἁμαρτάνουσιν ἀπειλούντων ἔξεστιν ἀνδρὶ συληθέντι περιιδεῖν ἀθῷον τὸν κεκλοφότα.
40.1.11 δέδοται καὶ μοιχὸν ἀζήμιον ἀφιέναι. ἔνι μὴ γράψασθαι τὸν ἀδίκως ἐν ἀγορᾷ μέσῃ πατάξαντα, καὶ τὸν ἐφ’ οἷς πέπονθεν ἡσυχάζοντα κατηγορεῖν οὐ βιάσῃ. εἶτα κατηγορία μὲν κρείττων ἀνάγκης, ἀριστεία δὲ βίας ἐλάττων. καὶ τῷ μὲν παροινηθέντι δίδως ἑκάτερον, διώκειν τε καὶ σιγᾶν, τῷ δὲ τοὺς νικήσαντας ἀπελάσαντι πολεμίους οὐ δώσεις αἰτεῖν εἰκόνα καὶ μή; καίτοι σκόπει τὸ διάφορον ὅσον· ὁ μὲν τοὺς ἠδικηκότας ἀφεὶς αὐτούς τε χείροσιν ἔργοις ἐπιχειρεῖν καὶ πολλοὺς ἑτέρους τοιαῦτα μιμεῖσθαι προτρέπει· ὁ δὲ τοὺς εὖ πεπονθότας ἣν ὀφείλουσι χάριν οὐκ ἀπαιτῶν αὐτούς τε πλέον αἰδεῖσθαι τὸν εὐεργέτην ποιεῖ καὶ τοὺς ἄλλους ἐθίζει γνώμης ἐπιεικείᾳ, μὴ δωρεᾶς ἔρωτι τὰ δέοντα πράττειν.
40.1.13 καὶ τῷ μὲν ἐφ’ οἷς ἔπαθεν ἠρεμοῦντι γίνεται ψόγος ἀναισθησίας, ὁ δὲ γέρας περιφρονῶν εἰλικρινῆ φιλοτιμίαν ἐνδείκνυται, κἂν ἅπαντες τὸν μὲν οὐκ ἐπεξιόντα μιμήσωνται, ἀδεῶς τὰ κακὰ πολιτεύσεται πανταχοῦ· τὸν δὲ δωρεᾶς διδομένης ὑπερορῶντα ζηλοῦντος ἑκάστου γνησίας εἶναι συμβαίνει τὰς ἁπάντων εὐεργεσίας. τριῶν τοίνυν ὄντων, ὑπὲρ ὧν εὕρηνται τοῖς τεθεικόσι νόμοι, τοῦ κατηγορεῖν, τοῦ κρίνεσθαι, τοῦ γέρας αἰτεῖν, τὸ μέσον ὑπόκειται μόνον ἀνάγκῃ· κύριος γὰρ οὐδεὶς κρίνεσθαί τε καὶ μή· ἀμφοῖν δὲ τῶν ἄκρων τὸ πρῶτον μὲν ὑπὸ τὴν τῶν ἠδικημένων ἐστὶν ἐξουσίαν, τὸ δὲ τελευταῖον ἐπιτέτραπται τοῖς εὐεργέταις.
40.1.15 εἰ δὲ τοὺς εὖ ποιοῦντας τιμᾶσθαι προσαναγκάσεις, δόξεις παρόμοιόν τι ποιεῖν, ὥσπερ ἂν εἰ καὶ τοὺς δεινόν τι παθόντας ἀπῄτεις κατηγορεῖν. οὕτω μᾶλλον αὐτὸς ἅπαντας φαίνῃ συγχέων τοὺς νόμους. Εἶτα παραλογίζεται καὶ διπλᾶ στρέφειν ἐπιχειρεῖ.
40.1.16 εἰ μὲν αἰσχρό ν , φησίν, ἐνέδρα νυκτερινὴ καὶ στολὴ γυναικεί α , δίκην ὕπεχε τὴν πόλιν αἰσχύνα ς , τὰ γὰρ τῶν ἀδόξως ἐστρατηγηκότων ὀνείδη τὴν κοινὴν ὑβρίζει χειροτονία ν · εἰ δὲ σεμνὸν οἴει τὸ χρῆμ α , γραφῆναί σε δε ῖ , ἵνα καὶ τοῖς ὕστερον εἴη μαθεῖ ν , οἷον ηὐτυχήκαμεν ἀριστέ α . τί οὖν ἐγώ σοι πρὸς ταῦτα; ψόγον μὲν οὐδαμῶς οὐ γυναικείαν ἐσθῆτα φέρειν ἡγοῦμαι τοῖς ἐν καιρῷ κεχρημένοις, οὐ νύκτα συμπράττουσαν, ἄμφω δὲ ταῦτα πολεμικοῖς παραδείγμασιν ἐναργῆ καταστήσω.
40.1.18 Ὁ γὰρ Λαέρτου καὶ Διομήδης, ἄνδρες καὶ λέγειν δεινοὶ καὶ πολεμεῖν οὐδενὸς δεύτεροι τῶν ὑπὲρ τῆς Ἑλένης εἰς Τροίαν ἡκόντων, νύκτωρ ἐσύλησαν τοῦ Ῥήσου τὸ ζεῦγος, ἀλλ’ οὐ πρεσβείαν οἱ Τρῶες ἐκπέμψαντες, ἄνδρε ς , ἔφασαν, Ἕλληνε ς , ἀπόδοτε τὰ φώρι α . οὐ ταῦτα ἔργον ἀνδρῶν ἐλευθέρω ν , οὐ ταῦτα πολεμεῖν ἠσκημένω ν . νὺξ ὑμῖν καὶ ὕπνος τὰς ἀλλοτρίας παρέδωκεν ἵππου ς . οὐχ οὕτω τοὺς Ἀχαιοὺς οἱ βάρβαροι μέμφονται. ἢ γὰρ ἂν ἤκουσαν· οὐ τὸ κλέπτει ν , ὦ Τρῶε ς , τὰ πολεμίων αἰσχρό ν , ἀλλὰ τὸ συλᾶν εὐεργέτου γυναῖκ α . ὡς μὲν οὖν οὐ διαβάλλει στρατιώτην ἡ νύξ, τοὺς ἀμφὶ τὸν Ὀδυσσέα μαρτυροῦντας ὁρᾶτε καὶ πολλοὺς ἑτέρους τῶν Ἀχαιῶν παραλέλοιπα μάρτυρας.
40.1.19 τῆς γὰρ νυκτὸς αὐτῆς ἐκείνης ὑποσχομένου περιεργάζεσθαι τοῦ Διομήδους τοὺς Τρῶας ἤθελε μὲν ἑκάτερος Αἴας τῆς πράξεως αὐτῷ κοινωνῆσαι, οὐκ ἀνεδύετο δὲ Μηριόνης, ἠπείγετο δὲ τοῦ Νέστορος τὸ μειράκιον, εἶχε καὶ τοῦ βασιλέως τὸν ἀδελφὸν ὁ κατάλογος. τοσοῦτοι τὸ πλῆθος καὶ τοιοῦτοι τὰς ἀρετὰς ἐκ τῆς Ἑλλάδος ὁρμώμενοι τὸ μηδὲν ὄνειδος εἶναι τὴν νύκτα τοῖς ἐν ταύτῃ πολεμίους ἀμυνομένοις διαρρήδην ἐμήνυσαν.
40.1.21 Ὡς δὲ καὶ γυναίου χιτὼν ἀνεύθυνον, ὅταν ἡ σωτηρία πανταχόθεν ἄπορος ᾖ, μαρτυρία διαφανὴς οἱ Πέρσας παρὰ τὸ δεῖπνον ἀσελγείᾳ μεθύοντας ἀποκτείναντες ἐν ἱματίοις ἀλλοτρίοις τῆς φύσεως. ποῦ δέ μοι πάλιν Ὀδυσσεὺς ὁ Λαέρτου, ὁ νύκτωρ τι δράσας, πτωχοῦ δὲ περιθέμενος ῥάκη καὶ προσαιτῶν καὶ τῇ πρὸς τὸν Ἶρον πάλῃ τὸ σόφισμα συσκιάζων ἀπατήσας τοὺς οἴκοι μνηστῆρας; οὕτω καὶ νυκτὶ καὶ σχήματι φαύλῳ πρὸς ἐχθρῶν τιμωρίαν οὐ πρῶτος ἐγὼ χρησάμενος φαίνομαι.
40.1.23 ἀλλὰ γὰρ ἀπορεῖν τοιούτων ἐβουλόμην παραδειγμάτων, ὅπως ἐμὸν εἶναι τοῦτο δόξειεν εὕρημα· τὸ γὰρ εὑρηκέναι τι χρήσιμον τιμιώτερόν τε καὶ κρεῖττον ἢ ἄλλον εὑρηκότα ζηλῶσαι. Τί οὖ ν , ἄνθρωπ ε , κατοκνεῖ ς , εἴποις ἄν, ὧδε γραφῆνα ι ; ὅτι τοῖς ἀξίωμα κεκτημένοις πολεμικὸν καὶ στρατεύματος ἄρχειν λαχοῦσι κάλλιον ἐν χειρῶν νόμῳ κρατεῖν ἢ δόλῳ τῶν ἐχθρῶν περιεῖναι, καὶ μεθ’ ἡμέραν νικᾶν ἢ συνεργὸν ἔχειν τὴν νύκτα.
40.1.25 εἰ τοίνυν τοῦ παρακρούσασθαι δυσμενεῖς ἐνδοξότερον τὸ μάχῃ νικῆσαι, λαμπροτέρα κατὰ σοῦ τοῖς πολεμίοις εἴργασται νίκη τῆς κατ’ ἐκείνων ἐμοὶ πεπραγμένης. οὐκοῦν εἰ τὴν ἡμετέραν ἡμεῖς ἀναθήσομεν νίκην, καὶ τοὺς ἐναντίους εἰκὸς τὸ καθ’ ἡμῶν τρόπαιον γράψαι. βούλομαι τοίνυν καὶ παράδοξόν τι προσθεῖναι, καί μοι θορυβείτω πρὶν ἀκοῦσαι μηδείς.
40.1.26 εἰ μετὰ τὴν σὴν ἀτυχίαν—τί γὰρ δεῖ λέγειν ἀμαθίαν ἢ θράσος;—ὅπλοις ἐγὼ τοὺς ἐχθροὺς ἠμυνάμην, οὐδ’ οὕτως ἂν εἱλόμην εἰκόνος τυχεῖν, ὅπως μὴ κἀκείνους τὰς ἡμετέρας ἀναθεῖναι παροξύνωμεν συμφοράς. ὥσπερ γὰρ μιᾶς συμπλοκῆς γενομένης ἴσα παθόντες καὶ δράσαντες οὐκ ἂν ᾠήθημεν χρῆναι γραφῇ μηνῦσαι τοὺς ἐν τῇ μάχῃ πεσόντας τῶν ἐναντίων τοῦ μὴ προτρέψαι κἀκείνους, οὓς ἡμῖν ἀπέκτειναν, γράψαι, οὕτω δυεῖν συστάντων ἀγώνων καὶ τοῦ μὲν ἀνδρείως ἐκείνοις ἠγωνισμένου, τοῦ δὲ πανούργως ἡμῖν, μὴ καλλωπίσωμεν χρωμάτων κράσει τὴν πανουργίαν, ἵνα μὴ τὴν ἀνδρείαν οἱ δυσμενεῖς.
40.1.28 εἰ γὰρ τῆς ἀπάτης τὸ τρόπαιον ὁμολογεῖς ἐλαττοῦσθαι τοῦ δι’ ὅπλων ἐγειρομένου, μὴ γράφε τὴν ἐλάττονα νίκην, μή που τὴν μείζω γράψωσιν οἱ πολέμιοι καὶ σὲ μὲν ἡττημένον δημιουργήσωσιν, ἐμὲ δὲ τὰ γυναικῶν περικείμενον οὐ προστιθέντες τὰ ἀτυχίας, αἷς ἐκείνους ἐνέβαλεν ἡ γυνή. Διὰ τί τοίνυ ν , φησί, τὸ κάλλιον εἶδος παραλιπὼν τὸ χεῖρον μετῆλθ ε ; σύ μοι γυναικείαν περιτέθεικας ἐσθῆτα, σύ με δόλου καὶ σκότους ἐν χρείᾳ κατέστησας.
40.1.29 ὁ γὰρ ὑφ’ ἡλίῳ τὴν ἐν χερσὶν ἅμιλλαν ἡττηθεὶς καὶ νυκτὸς παρεσκεύασε δεηθῆναι καὶ γυναῖκα φανῆναι τὸν μετὰ τὴν ἧτταν ἐν ἀγωνίᾳ καὶ φόβῳ καὶ φαύλαις ἐλπίσι παρειληφότα τὸ στράτευμα· ἐπεὶ κινδύνου χωρὶς μισῶ τὰ γυναικῶν ὑποκρινόμενον ἄνδρα, καὶ τραγῳδοὺς ἐν Διονύσου γύναια σχηματιζομένους ὁρῶν ἐγκαλύπτομαι. ἅπας μὲν γὰρ ἀνὴρ θῆλυ περιβεβλημένος ἱμάτιον ἄρον θέαμα, στρατιώτης δὲ μάλιστα δύναμιν ἔμφυτον ἔχων καὶ σφριγῶσαν γυμνασίοις πολεμικοῖς, ᾧπερ ὁ τοιοῦτος γυναικὸς πλέον ἀπᾴδει.
40.1.31 ὅθεν οὐ πρὸς τοιαύτην εὐθὺς ἐπίνοιαν ἔδραμον, ἀλλὰ τῶν στρατιωτῶν ἕκαστον πρῶτον μετῄειν καὶ διεπειρώμην, εἴ πού τισιν εὐτολμίας ἔτι σώζοιτο λείψανον, καὶ δεινῶς ἀθυμοῦντας ἐψυχαγώγουν, ὡς οὐ βέβαιον ὁ πόλεμος εἴη, διδάσκων, ἀλλ’ ἤδη τινὲς καὶ μείζονα τῶνδε παθόντες δευτέρου συστάντος ἀγῶνος ἐκράτησαν τῶν ἐναντίων. οὔκουν χρὴ παντάπασιν ἀπειπεῖν οὐδὲ πολλῶν ὄντας ἐμπείρους πολέμων καὶ τὴν τοῦ πράγματος εἰδότας ἀνωμαλίαν ἔπειτα παρόμοιόν τι πάσχειν ἑτέροις ἀπείρως ἅμα καὶ μικροψύχως διακειμένοις, οἳ ἐπειδάν τι πταίσωσιν ἅπαξ, τὴν ἐλπίδα τοῦ μέλλοντος ὁμοίαν ἔχουσι τῇ συμφορᾷ καὶ οὐκέτι αὑτοῖς οἴονται τὸν Πόλεμον διαλλάττεσθαι. τοιαῦτα νουθετοῦντος ἀκούσαντες ἀντιλέγειν μὲν εἶχον οὐδέν, ἐξέχεον δέ μου τῷ φόβῳ τὴν νουθεσίαν εἰκότως· οὔτε γὰρ ἡττημένων οὔτε νενικηκότων ἀνδρῶν ἐθέλουσιν αἱ γνῶμαι πρὸς τοὺς αὐτοὺς ἀγῶνας ὅμοιαι μένειν, ἀλλὰ τοῖς μὲν ταπεινότεραι γίνονται, τοῖς δὲ πρὸς εὐψυχίαν ἐπιδιδόασιν.
40.1.33 εἶδον οὖν, ὅτι ῥώμης συνεσταλμένης τοῖς ἡμετέροις, ηὐξημένης δὲ τοῖς ἐναντίοις μηχανῆς μοι δεῖται τὰ πράγματα, καὶ τὴν πόλιν ἁλοῦσαν ἀναπλάσας τῷ λογισμῷ τά τε ἄλλα διενοούμην, ὅσα ποιεῖν ἅλωσις εἴωθε δυσχερῆ, καὶ τὸ πάντων πικρότατον, τὴν συνήθη τῶν ἐν πόλει κρατούντων ἐχθρῶν ἀκρασίαν, παστάδα λυμαινομένων, παρθένους βιαζομένων, παίδων ὥρας οὐ φειδομένων. οὐκ ἀπώκνησα τοίνυν γυνὴ δόξαι τοῖς ἐναντίοις, ἵνα τὰ γύναια ῥύσωμαι τῆς ἐκείνων ἀκολασίας, καὶ περιστεῖλαι τὴν φύσιν, ὅπως μὴ παρὰ φύσιν ἡ νεότης τι πάθῃ.
40.1.34 τί γὰρ οὐκ ἂν πράξειε στρατιώτης ὄχλος ἐπὶ τροπαίῳ κωμάζων, ἄλλως τε ὅταν μὴ ἀκονιτὶ τὴν πολεμίαν ἀνδραποδίσηται, ἀλλὰ χρόνῳ καὶ πολιορκίᾳ καὶ τριβῇ καὶ δαπάνῃ χρημάτων; δυσμενὴς δὲ πόλις, ὅταν πλείοσι πόνοις ὑπὸ τῶν ἐπιόντων ἁλῷ, πλέον τοὺς νενικηκότας ἐκμαίνει· πρὸς γὰρ τὴν τῶν ἑαλωκότων ἐγκράτειαν ἐκτείνουσι τὸν θυμὸν καὶ πρὸς τὸ μέγεθος τῆς ὀργῆς τὴν τῆς ἀσελγείας ὑπερβολήν.
40.1.36 Τάχα τοίνυν ἄν τις φήσειεν ἀναστάς· ἔασον ἡδίστης ἀπολαῦσαι τὴν πόλιν γραφῆς πολεμίων ἐπὶ τῆς εὐνῆς κοπτομένω ν , ἑτέρων ἀφυπνισθέντων ἤδη μὲν ἐθελόντων ὀρθοῦσθα ι , προκατειλημμένων δὲ τῇ πληγ ῇ , ἄλλω ν , ὅπῃ τύχο ι , θεόντων ἀγνοίᾳ τοῦ τολμωμένου κακο ῦ . τί ἂν τερπνότερον εἰκόνος εἴη τοιαύτη ς ; ὅρα, μή ποτε μᾶλλον ἀνιάσει τοὺς θεωμένους ἀποφερομένους ἐκ τῶν ὁρωμένων εἰς ἔννοιαν, ὡς, εἰ μὴ ταῖς ἐσχάταις συνείχετο δυσκολίαις ἡ πόλις, οὐκ ἂν εἰς τοῦτό με ἤγαγεν, ὡς οὔτε στρατηγὸν οὔτε ἄνδρα φανῆναι.
40.1.38 ὥστε τῇ θέᾳ τῶν γεγραμμένων ἀναμιμνήσκονται τὴν αἰτίαν καὶ τῇ τέρψει συνεισέρχεται τὸ δεινόν, συναμφοτέρου δὲ τὸν λογισμὸν εἰσιόντος μᾶλλον τοῖς ἰδίοις ἀλγοῦμεν κακοῖς ἢ ταῖς τῶν ἐναντίων εὐφραινόμεθα συμφοραῖς. εἰ γὰρ ἔροιο τῶν πολιτῶν, ὃν ἂν ἐθέλοις, εἰ μήτε παθεῖν μήτε ποιῆσαί τι δυσχερὲς ἤθελε μᾶλλον ἢ τοσαῦτα τὸ πλῆθος ὑπομεῖναι καὶ δρᾶσαι, φήσειεν ἄν σοι τὸ πρότερον· μὴ γὰρ ἔχοι ποτὲ τοιούτους ἄνδρας ἡ πόλις, ὡς μισεῖν πλέον ἑτέρους ἢ σφίσιν αὐτοῖς εὐνοεῖν· ὠμότης γὰρ τοῦτο καὶ πολλή τις ἀπανθρωπία.
40.1.40 εἰ τοίνυν ἐβουλόμεθα μᾶλλον μήτε τὴν ἡμῶν αὐτῶν ἀτυχίαν μήτε τὴν ἐκείνων εἰς ἔργον ἐλθεῖν ἢ ταύτας ἄμφω γενέσθαι, δῆλον, ὡς, ἐπειδήπερ ἐγένοντο, λήθην γοῦν εὐξαίμεθα ἂν ἀμφοτέρων λαβεῖν. τί οὖν εἰκόνα ποιῆσαι φιλονεικεῖς, ὑφ’ ἧς οὐ ῥᾳδίως ἐπιλησόμεθα τῶν γεγονότων; Ἔπεισι δέ μοι καὶ τοιαύτη τις ἔννοια· ἐπιδημήσει τις, οἶμαι, ξένος ὑμῖν σοβαρὸς καὶ μέγα φρονῶν ἐπ’ ἀνδρείᾳ καὶ γραφὴν ἄτοπον ὄψεται, στρατηγὸν ἐν πολέμῳ θηλυπρεπῶς ἐσταλμένον, τὸ δὲ τῆς θέας παράδοξον πολυπραγμονεῖν αὐτὸν ἀπαιτήσει· τουτὶ τὸ πεπλασμένον τί βούλεται γύναιο ν ; οὐκ ἦν ὅπλα τῇ πόλε ι ; οὐκ ἦσαν ἐνταῦθα ἄνδρες πολεμικο ί ; τί οὖν οἱ παρόντες ἐροῦσιν; ὡς δυεῖν ὑπαρχόντων αὐτῇ στρατηγῶν, τοῦ μὲν εὐλαβείᾳ καὶ λογισμῷ πάντα πράττειν εἰδότος, τοῦ δὲ μηδὲν ἐπιτρέποντος τῇ διανοίᾳ, ὁ θρασὺς ἡττηθείς—εἰς ἐκεῖνον γὰρ πρότερον ἧκεν ὁ πόλεμος—φοβερὸν τῷ στρατοπέδῳ τὸν ἐν ὅπλοις ἀγῶνα πεποιηκὼς εἰς γυναικὸς μίμησιν τὸν ἕτερον περιέστησεν· ἰσχὺς γὰρ ἀπειποῦσα δόλου δεῖται καὶ τέχνης.
40.1.43 καὶ ποῦ σπουδή μοι γραφῆς ἐμοὶ μὲν ἀπολογίαν ἐχούσης, ἀνανδρίας δὲ ψόγον τῇ πόλει, μᾶλλον δέ, καὶ πλείστης ἀνοίας; εἰ γὰρ τῶν παρόντων πύθοιτο πάλιν ὁ ξένος· τοῦ δὲ χάριν ὁ δῆμος τὸν θρασὺν εἵλετο πρότερον στρατηγεῖ ν ; ἐροῦσιν αὖθις, ὡς ὑπὲρ τοῦ πολέμου γενομένης ἡμῖν ἐκκλησίας πάντων ἀμφοτέρους προβαλλομένων σὺ μεγάλαις τὸ πλῆθος ἑστιάσας ἐλπίσι καὶ ῥημάτων ὄγκῳ μετεωρίσας ἅπαν ἐξῄεις ἄγων τὸ στράτευμα. τοῦτο δέ ἐστιν εὐήθη δεῖξαι τὴν πόλιν καὶ ῥᾳδίως παρελκομένην. Πολλὰ δέ σου θαυμάζων ἐκεῖνο μάλιστα μέμφομαι πάντων, εἰ μὴ φαύλην ὑπόνοιαν σαυτῷ προσάπτων αἰσθάνῃ.
40.1.44 τῇ γὰρ τοῦ νόμου συνηγορίᾳ καὶ τῷ σφόδρα τὸν τεθεικότα θαυμάζειν δίδως ὑπονοεῖν, ὡς, εἰ μὴ προὔκειτο γέρας, οὐκ ἂν ἐρρύσω τὴν οἰκείαν πολεμουμένην. ἀλλ’ οὐχ ὅ γε φιλόπολις τῇ θρεψαμένῃ πωλεῖν οἴεται δεῖν τὴν ὑπὲρ ταύτης ἐπικουρίαν.
40.1.45 ταύτην ἐγὼ τὴν ἄσκησιν ἐκ παιδὸς ἐς τήνδε διώκω τὴν ἡλικίαν, ὁ δὲ νόμος τὰς τοιαύτας ἐξεῦρε τιμὰς οὐ τοῖς καὶ τούτων χωρὶς πρὸς ὠφέλειαν τῆς πατρίδος ὁρῶσιν, ἀλλὰ τοῖς πρὸς ἐπείσακτον καὶ περίεργον δόξαν ἐπτοημένοις. ὡς, εἴπερ ἐνῆν ἅπαντας, ὅσοι τὴν πόλιν οἰκοῦσιν, οὕτως πρὸς ταύτην ἔχειν εὐνοϊκῶς, ὡς ἄνευ δωρεᾶς ὑπὲρ αὐτῆς κινδυνεύειν, ὄνειδος ἂν ὑπῆρχεν ὁ νόμος περιάπτων ἡμῖν ὑποψίαν τοῦ μὴ προῖκα σώζειν τὴν πόλιν· ἐπεὶ κἂν φύσει τις ἔχῃ τὸ μηδαμῶς ἁμαρτάνειν, ἄχθεται νόμων ἀπειλούντων τιμωρίας τοῖς πλημμελοῦσιν· οὐ γὰρ ἐκ μόνης ἔτι τῆς φύσεως, ἀλλὰ καὶ φόβῳ τῶν νόμων ἀνέγκλητος εἶναι δοκεῖ.
40.1.47 Ἀλλ’ ἴσως εἴποι τις ἄν, ὡς τῶν πολιτῶν τοὺς ἐκ τῆς μάχης ἠτυχηκότας ἀδελφῶν ἢ γονέων ἢ παίδων ἐστερημένους ἡ γραφὴ μετρίως παραμυθήσεται δεικνῦσα τοὺς ταῦτα πεποιηκότας ὁμοίοις περιπεσόντας κακοῖς. ἀλλὰ ζῶντας μὲν ἔτι τοὺς πολεμίους, ὑφ’ ὧν ἐστερήμεθα τῶν φιλτάτων, ἡδέως ἐν βασάνοις ὁρῶμεν ἐπιχαίρομέν τε κολαζομένοις—ἥδεται γὰρ ἡμῖν ὁ θυμὸς ταῖς τῶν ἠδικηκότων ἐχθρῶν τιμωρίαις—, θανάτῳ δὲ τούτων ἤδη ζημιωθέντων ἡ μὲν ὀργὴ πράξασα τὸ ποθούμενον ἄπεισι, μόνη δὲ τὴν ψυχὴν ἡ λύπη κατέχει καὶ λογισμὸν εἰσάγει τινά, ὃν οὐκ εἴα τέως χώραν λαβεῖν ὁ θυμὸς ὅλην ὑποτάξας αὑτῷ τὴν διάνοιαν καὶ μηδαμῶς ἄλλο τι φαντάζεσθαι συγχωρῶν ἢ τὴν τοῦ πλημμελήσαντος δίκην.
40.1.49 ἐκποδὼν δὲ γεγονότος αὐτοῦ τῇ τοῦ λελυπηκότος σφαγῇ πρὸς τὴν ἀθυμίαν ὑποστρέφει τοῦ πένθους καὶ ἀναλογίζεται ἤδη καὶ σκοπεῖ, ὡς οὐ τῷ φόνῳ τοῦ δυσμενοῦς τὸν οἰκεῖον ἀπείληφε ζῶντα. ταῦτα μὲν εἰκόνος χωρὶς ἐπί τινα χρόνον πιέζειν εἴωθε τὴν ψυχήν, γραφῆς δὲ προκειμένης μόλις ἐθέλει τὸ λυποῦν ἡσυχάζειν. μὴ τοίνυν, οἷς αἴτιος θρήνων ἐγένου, τούτοις ὑπόμνημα κατασκεύαζε τῶν δεινῶν.
40.1.50 σχῆμα γὰρ ἄηθες καὶ πολέμου λίαν ἀπᾷδον ἂν ὁρώμενον μείνῃ, τὴν ἐφ’ ᾗ γέγονεν ἀνάγκην οὐκ ἐᾷ ταχέως ἀπομαραίνεσθαι τοῖς πεπονθόσιν. εἰ μὲν γὰρ πολὺς ἐν μέσῳ ἐγεγόνει χρόνος ὧν τε πεπόνθαμεν ὧν τε διεπραξάμεθα, τάχα ἄν τις ᾠήθη τῶν μὲν ἰδίων ἡμᾶς ἐπιλελῆσθαι κακῶν, ἀσμένως δὲ θεωρεῖν τὰ τῶν ἐναντίων· ἐπεὶ δὲ βραχὺς μεταξὺ διῆλθε καιρός, εἰ τὰ πάθη τῶν πολεμίων ὀψόμεθα, δόξομεν ἄρα καὶ τὰ τῶν οἰκείων ὁρᾶν.
40.1.52 εἰ δέ ποτε μήτηρ νεανίσκου τινὸς ἐν τῇ μάχῃ πεσόντος, ὃν ἐτύγχανεν ἔχουσα μόνον, βαδίζοι τὴν ἄγουσαν παρὰ τὴν εἰκόνα πορείαν, ἅμα μὲν ἐπιθυμήσει τῆς θέας ἐπὶ νοῦν αὐτῇ τὸ πένθος ἀγούσης—ἐπιθυμοῦσι γὰρ καὶ τὰς αὑτῶν ὁρᾶν συμφορὰς αἱ γυναῖκες—, ἅμα δ’ ἂν δυσχεραίνοι καὶ αὑτὴν ἀποτρέποι καὶ τέως μὲν μάχοιτό τε καὶ παρακαλύπτοιτο, ὑπὸ δ’ οὖν τῆς ἐπιθυμίας κρατηθεῖσα τὴν γραφὴν θεωμένη στένουσα λέξει· τί μοι τῶν ὁρωμένων τὸ κέρδος ἀποβαλούσῃ τὸν παῖδ α ; τί με τουτωνὶ τῶν ἐρριμμένων εὐφραίνει τὸ πλῆθος ἑτέρας οὐκ οὔσης γονῆ ς ; ταῦτα κινήσει δακρύουσαν εἰπεῖν ἡ γραφὴ τὸν παῖδα τὸν μόνον ἀναμιμνήσκουσα, ἑτέραν τὸν ἀδελφόν, ἄλλην τὸν σύνοικον, πρώην ἴσως γεγονότα νυμφίον, ἄλλην ἄλλο τι πάθος, ὥστε δακρύων παντοδαπῶν τὴν εἰκόνα γίνεσθαι πρόφασιν.
40.1.54 νόμιζε τοίνυν, ἃς ἐκάθισας ἐν πένθει γυναῖκας, ἐνταῦθά που πλησίον παρὰ τὰς θύρας ἑστάναι συνθεμένας ἀλλήλαις, εἴ σου κατὰ σκοπόν, ὃ μήποτε γένοιτο, πράξαντος αἴσθοιντο, προσελθεῖν ἐξιόντι καὶ σιγᾶν οὐ καρτερούσας εἰπεῖν, ὅπερ ἑκάστη διὰ σὲ πέπονθε πάθος, εἶτα δικαίως ἐπιτιμᾶν, εἴ σοι μὴ μόνον ἀπέχρησεν οὕτω μεγάλαις αὐτὰς κακοπραγίαις περιβαλεῖν, ἀλλὰ καὶ γραφὴν γενέσθαι παρασκευάζεις οὐδὲ τὸν χρόνον ἐῶσαν αὐταῖς λήθην ἐνδοῦναι. ὀφθαλμοὶ γὰρ ἠτυχηκότων ἀνθρώπων μνήμης λαμβάνοντες ἀφορμὴν οὐ συγχωροῦσιν εὐκόλως τῷ χρόνῳ τὴν ἀθυμίαν συστέλλειν. Κατὰ τοῦτο ν , φησί, τὸν λόγον οὐδένα γράψομεν ἀριστέ α , ἵνα μὴ τοὺς συγγενεῖς ἀνιάσωμεν τῶν ἐν τῇ μάχῃ κειμένω ν .
40.1.55 εἰ γὰρ καὶ σφόδρα κρατήσομε ν , ἀνάγκη δή που καὶ τῶν ἐν πολέμῳ νικώντων ἐνίους πεσεῖ ν . πίπτουσι μὲν καὶ τοῖς νικῶσί τινες, οὐ μὴν τοσοῦτοι τὸ πλῆθος, ὅσοι τοῖς ἡττημένοις.
40.1.56 ἢ τίνι διακρίνεις ἧτταν πολέμου καὶ νίκην; ὅταν οὖν πλείω τε καὶ πικρότερα καὶ μειζόνων ὀδυρμῶν ἄξια τὰ τῶν ἐναντίων ὑπάρχῃ κακά, καιρὸν ἂν ἔχοι δημοσιεύειν εἰκόνι τὴν μάχην ὑπερβαινούσης τὴν ἀθυμίαν τῆς εὐφροσύνης· ἐπεὶ δὲ νῦν παραπλήσια μὲν ἀμφοτέρων τὰ πάθη, σεμνότερος δὲ τῆς νίκης ὁ τρόπος, ὃν ἐκράτησαν οἱ πολέμιοι, ἀσύμφορος ἡμῖν ἡ γραφὴ μείζονα τῆς ἐκ τῶν ὁρωμένων ἡδονῆς ἔχουσα τὴν ἐκ τῆς ἀναμνήσεως λύπην.
40.1.58 ὅρα δέ μοι κἀκεῖνο· ἡνίκα μὲν ἐν ὅπλοις τε καὶ χερσὶ συνέστηκε πόλεμος, ἔνθα καὶ τοὺς ἄγαν νικῶντας ἀνάγκη τι πάσχειν, ἧττον ἀλγοῦσιν οἱ τῶν πεπτωκότων γονεῖς τὸ πρόχειρον δὴ τοῦτο σκοποῦντες, ὡς πολέμου συστάντος ἀμήχανον ἦν ὅλον ἀκέραιον εἶναι τὸ στράτευμα, ὥστε τὴν συνήθη ταύτην ἐλπίδα κουφότερά πως αὐτοῖς τὰ πένθη ποιεῖν· εἰ δέ τις μετὰ στρατηγὸν ἀρτίως ἡττηθέντα τῇ συμπλοκῇ καὶ τῶν πολιτῶν οὐ βραχύ τι μέρος ἀποβαλόντα πόρον αὐτὸς ὕστερον εὗρε τοιοῦτον, οἷον ὅπλων μὲν ἥττονα δόξαν κομίσαι τῷ χρησαμένῳ, ῥύεσθαι δὲ πάντας καὶ σώζειν, οὓς οὐκ ἔφθησαν ἀνελόντες οἱ δυσμενεῖς, τότε πικρότερον οἱ τῶν κειμένων πατέρες ὀδύρονται λογιζόμενος ἕκαστος, ὡς ὤφελέν γε μετὰ τοῦ τὴν ἐπίνοιαν εὑρηκότος ὁ παῖς αὐτῷ συστρατεῦσαι. Αὐτὸ τοίνυ ν , φησί, τῆς ἀριστείας σου τὸ καινὸν τιμῆς πέφυκεν ἄξιο ν , ἵνα πάντες ὁρῷε ν , ὡς ὑπὲρ κοινῆς ἐλευθερίας καὶ σχῆμα θηλυπρεπὲς ἀνὴρ ὑπέμεινε στρατηγό ς .
40.1.60 ἀλλ’ οὐ τὸ γέρας λαβεῖν ὅρος ἁπλῶς ὑπάρχει τιμῆς, τὸ μὴ λαβεῖν δὲ πολλάκις ἐκείνῳ γίνεται δῶρον, ὅτῳ καὶ φίλον, καὶ πολλοὶ τῷ μὴ τυχεῖν ἀμοιβῆς ὡραΐζονται μᾶλλον ἢ ὅσον ἄλλοι τυχόντες ἁβρύνονται. πόσοι δάνεια δωρησάμενοι χαίρουσι πλέον τῶν ἀπειληφότων ὀφλήματα. πόσοι ταῖς ὑπὲρ τῆς πατρίδος φιλοτιμίαις ἥδονται μᾶλλον ἢ ἕτεροι ταῖς παρ’ αὐτῆς δωρεαῖς. εἰ δὲ τὸν τοῦ νόμου σκοπὸν οὐκ ὀρθῶς ἑρμηνεύων γενέσθαι γραφὴν ἀπαιτεῖς ἐμὲ μὲν ἀνιῶσαν, ἐρασμίαν δὲ σοί, αὐτὸς ἀντ’ ἐμοῦ δωρεὰν ἔσῃ κεκομισμένος.
40.1.62 ἄτοπον δ’ ἂν εἴη καὶ μεστὸν ἀλογίας ἀντὶ τοῦ νενικηκότος τὸν ἡττηθέντα τιμᾶσθαι. καλῶ γὰρ ἀτιμίαν μὲν τὸ γνώμης διαμαρτεῖν, τιμὴν δὲ τὸ κατὰ νοῦν ἀπαλλάξαι. τί οὖν ἐμοῦ κήδεσθαι προσποιῇ καὶ φῂς αὐτῷ σοι δοκεῖν τῆς ἀριστείας μου τὸ καινὸν τιμῆς ἄξιον εἶναι; ἀλλὰ τὸ καινὸν τοῦτο τοὺς μὲν παρ’ αὐτὴν ἐμοὶ τὴν ἀνάγκην συνόντας ἢ καὶ διδάσκαλον τὴν ἀκοὴν κτησαμένους εἰς εὐφημίαν ἐγείρει καὶ κρότον, τοὺς δὲ τὴν γραφὴν ὕστερον ἁπλῶς οὑτωσὶ θεωμένους τῆς αἰτίας, εἰς ἣν ὑπὸ σοῦ περιέστην, ἠγνοημένης εἰς γέλωτά μοι κινήσει.
40.1.63 πολλὰ γὰρ ἐν τῷ τῆς χρείας καιρῷ θαυμαζόμενα τῷ μήτε παρόντι τοῖς ἔργοις μήτε τὴν αἰτίαν ἀκηκοότι γελοῖα καταφαίνεται. τάχα δὲ καὶ τῶν οἰκητόρων ἐνίοις μέν, ἕως ἔτι πρόσφατός ἐστιν αὐτοῖς καὶ τῆς πολιορκίας ὁ φόβος καὶ τῶν ἀτυχημάτων ἡ μνήμη, οὐ φαῦλον εἶναι τὸ χρῆμα δοκεῖ· ἑώλων δὲ τῶν δυσχερῶν γενομένων χλευασίας καὶ σκώμματος ὑπόθεσις ἔσομαι τῶν μὲν δεινῶν ἀπολειπόντων αὐτοῖς καταβραχὺ τὴν διάνοιαν, τῆς εἰκόνος δὲ φαινομένης.
40.1.65 εἰ δὲ καὶ τὰ δεινὰ βεβαίαν ἕξει τὴν μνήμην τῆς ἐσθῆτος ἠρεμεῖν οὐκ ἐώσης τὴν φαντασίαν, εἶτα φήσεις, ἐκεῖνο λογίζου· οὐ τοσοῦτον ἀνακεῖσθαι νομίζεται χρόνον, ὅσον οἱ τὴν αἰτίαν ἐπιστάμενοι ζῶσιν, ἀλλ’ ἐφ’ ὅσον ἂν ἡ γραφὴ διικνοῖτο. εἰ προϊὼν οὖν εἰς μῆκος ὁ χρόνος μηδὲν μὲν ταύτῃ λυμαίνοιτο χρωμάτων ἀεὶ νέων ἐπανορθούντων, ὡς εἰκός, τὸ φθειρόμενον, παραλάβοι δὲ θεατὰς ἀγνοοῦντας, ὡς διὰ σὲ τοιαύτης ἐδεήθην ἀπάτης, ὑπόνοιά τις ἔσται τοῖς ὀψομένοις, ὡς ἡττηθεὶς ἐγὼ τῶν ἐχθρῶν ἢ καὶ πρὶν εἰς μάχην ἐλθεῖν δείσας τὴν ἐκείνων ἀνδρίαν ἐν χρείᾳ τοιαύτης γέγονα τέχνης, ὡς μηκέτι σὲ δοκεῖν αἴτιον εἶναι μεταβαινούσης ἐπ’ ἐμὲ τῆς ὑποψίας.
40.1.67 Ὧι τοίνυν πειρᾶται πράγματι τὸ παρὸν ἀπεικάζειν, θεάσασθε καὶ σκοπεῖτε τἀληθὲς ὅπως ἐπιχειρεῖ διαστρέφειν. παρόμοιον εἶναί φησι τὸ προκείμενον, ὥσπερ ἂν εἴ τις ἑτέρῳ χρέος ὀφείλων ὁ μὲν ἐκτίνειν τὸ ὄφλημα βούλοιτο, ὁ δὲ μηδαμῶς ἀπολαμβάνειν ἐθέλοι, ὁ δ’ αὖ τὸ χρέος ἐκτῖσαι φιλονεικήσαι βουλόμενος οὔτε πένης εἶναι δοκεῖν οὔτε ἀγνώμων. παραβάλλει τοίνυν ἐμὲ μὲν τῷ δεδανεικότι τὴν τῆς πόλεως σωτηρίαν δάνειον ὀνομάζων, τῷ δὲ χρέος ὀφείλοντι καὶ καταβαλεῖν ἀξιοῦντι τὸν δῆμον, ἀποδόσει δὲ τοῦ δανείσματος τὴν γραφήν.
40.1.68 καί φησί με τῇ πόλει προσάπτειν ὑποψίαν ἀγνωμοσύνης, εἰ μὴ τὴν ἀμοιβὴν ἀπολήψομαι. ἐγὼ δὲ χρήστῃ μὲν ἐμαυτὸν παραβάλλω, τὴν δὲ πόλιν δεδανεικότι.
40.1.69 ὁ γὰρ τῆς αὑτοῦ γνήσιος ἐραστὴς οὐ παύσεται τροφεῖα νομίζων ὀφείλειν αὐτῇ, κἂν πολιορκίας καὶ δουλείας ἐσχάτης ἐξαρπάσῃ τὴν πόλιν, κἂν ἕτερον παρακινδυνεύσῃ τι μεῖζον, ἐλάττω τοῦ χρέους ἡγεῖται τὸν κίνδυνον. ἀλλὰ καλῶς ὁ νομοθέτης ἰδών, ὡς τοὺς ἐν τῇ πόλει γενέσθαι πάντας ὁμοίους οὐκ ἔνεστιν— οἱ μὲν γὰρ ἐμφύτῳ χρηστότητι διακονοῦσι τῇ θρεψαμένῃ, οἱ δὲ φύσει φιλότιμοι δέονταί τινος δωρεᾶς ἐφελκομένης αὐτοὺς πρὸς τὴν τῆς πόλεως ὄνησιν—, ταῦτα ἐκεῖνος ἰδὼν εὗρεν, ὅπως καὶ τούτους χρησίμους ἀπεργάσεται τῇ πατρίδι γραφῇ τὸ φιλότιμον αὐτοῖς ἐρεθίσας.
40.1.71 εἰ μὲν οὖν ἄλλην μὲν ὁ νόμος ὥρισε δωρεάν, ἄλλην δὲ αὐτὸς ᾔτησα παρελθών, εἶχεν ἂν πάροδον οὗτος ἀντιλογίας· νῦν δὲ καινότατον πάντων ποιεῖ πράγματά μοι τιμᾶσθαι μὴ βουλομένῳ διδούς. οὐ γὰρ ἥδεται τὴν αὑτοῦ λογιζόμενος σωτηρίαν, ἀλλ’, ὅτι δι’ ἐμοῦ ταύτης ἔτυχε, δάκνεται· τοῖς γὰρ ἄγαν βασκαίνουσι πολέμιος ἀδικῶν ἀνεκτότερος ἢ φθονούμενος πολίτης εὐεργετῶν. Φέρε δή, πρὸς Διός, εἰ κεκλεισμένης ἔτι τῆς πόλεως καὶ πόρον οὐδένα σωτηρίας ὁρώσης περιθεόντων αὐτὴν ἀδεῶς τῶν πολεμίων καὶ τοὺς παιᾶνας ᾀδόντων ὡς τοῦ μὲν στρατηγήσαντος ἡμῖν ἡττημένου, πολλῶν δὲ τετρωμένων, ἠνδραποδισμένων ἑτέρων, ἄλλων ἔξω κειμένων ἐλεεινῶς καὶ τῶν ἔνδον πικρότερα πάθη προσδεχομένων— ἀλλὰ γὰρ πάλιν ἐπιβουλεύεις τῇ πόλει διελθεῖν ἀναγκάζων με τὰ δεινά—εἰ τοίνυν τοσούτου δέους αἰωρουμένου ἄλλο μὲν ᾔτησα τὸν δῆμον οὐδέν, οὐ σίτησιν, οὐ λειτουργίας ἀτέλειαν, οὐ γραφήν, ἐννοούμενός μου τὸ θῆλυ τοῦ σχήματος, αὐτὸ δὲ τὸ μὴ γέρας λαβεῖν ᾔτησα δωρεὰν ὑποσχόμενος, ἂν ἀπέλθω τοῦτο λαβών, λύσειν τὰ δυσχερῆ, ἆρα ἄν, εἰ σμικρὰν οὕτω δέησιν ἐδεήθην τοῦ δήμου, ἀντειπεῖν ἀπετόλμας; πόθεν; τὸ γὰρ τῆς αἰτήσεως εὔλογον ἅμα καὶ μέτριον ἐπεστόμισεν ἄν σε τῶν φόβων ἐπικειμένων, εἰ καὶ λίαν ἀντιλέγειν ἠπείγου.
40.1.73 οὔκουν ἄτοπον, εἰ πρὸς τὴν ὑπόσχεσίν μου τότε σιγήσας νῦν πρὸς αὐτὴν ἀντιστῆναι τὴν πρᾶξιν ἐπιχειρεῖς; Εἰ δὲ ἀπερυθριάσεις πρὸς ἅπαντα ταῦτα, πρὸς ἐκεῖνο λέξεις οὐδέν.
40.1.74 θῶμεν γὰρ οὐ γραφὴν εἰρῆσθαι τῷ νόμῳ τῆς ἀριστείας τὴν ἀμοιβήν, ἀλλὰ χαλκοῦν ἐπιτρέπειν ἑστάναι τὸν σεσωκότα τὴν πόλιν μετὰ τοῦ σχήματος, ᾧ τοῦτο κατώρθωσεν, ἔστω δὲ σχῆμα τοιοῦτον, οἷον ἐγὼ περιθέμενος τὴν προσεδρείαν διέλυσα, ἆρα ἂν συνεβούλευσας γυναικείαν ἐσθῆτα περικείμενον στρατηγὸν ἐν καλῷ τοῦ ἄστεος ἀνακεῖσθαι; οὐκ ἂν εἰς τοῦτο θράσους ἀνέβης. ἡ γραφὴ μὲν γάρ, ἐπειδὴ σὺν ἐμοὶ καὶ τοὺς πολεμίους ἔνεστι ταύτῃ προσθεῖναι κοπτομένους, θορυβουμένους, ἀπελαθέντας, ἀντιλογίας ἀναίδειάν σοι προξενεῖ; εἰ δὲ μόνος ἐτύγχανον ἑστηκώς—τοῦτο δ’ ἂν ἦν ἀνδριάντι τὸν ἀριστέα τιμῶντος τοῦ νόμου—, ποίας ἂν τότε παρρησίας μετεῖχες καὶ ταῦτα συνήγορον ἔχειν τὸν νόμον δοκῶν; οὕτως ἔστιν, ἔνθα καὶ νόμῳ πειθαρχεῖν οὐ καλόν, μᾶλλον δέ, τοῦτο ἂν εἴη πείθεσθαι νόμῳ, οὐ τὰς συλλαβὰς ἀριθμῆσαι, ἀλλὰ πρὸς ὃν γέγραπται σκοπὸν βασανίσαι.
40.1.76 μία τοίνυν ἐκείνῳ σπουδὴ τὸ τῆς πόλεως ὄφελος. τί δ’ ἂν μᾶλλον τὴν πόλιν ὠφελήσειεν ὅλην ἢ τὸ γράφεσθαι μὲν τὸν τοιαύτης ἐρῶντα τιμῆς, τὸν δὲ τυχεῖν μὴ βουλόμενον οὐ βιάζεσθαι; οὕτω γὰρ ἂν ἕκαστος γένοιτο προθυμότερος ἔργῳ προϊόντος αὐτῷ τοῦ σκοποῦ. Μικροῦ με τὸ μέγιστον τῶν ἐμῶν ἀπέδρα δικαιωμάτων, ἀποκνῶ δὲ τοῦτο διεξελθεῖν μὴ πρότερον, ὦ παρόντες, εὐξάμενος· μὴ γένοιτο μὲν πόλεμον ἡμῖν ἕτερον ἐπελθεῖ ν , ἂν δέ τις ἐπί ῃ , δ ι ’ ὅπλων ἀποκρούσαιτο τοὺς ἐπελθόντας ἡ πόλι ς , κἂν ἐμοὶ κἂν τούτῳ κἂν ἄλλῳ χρήσηται στρατηγ ῷ .
40.1.78 δεῖ δὲ ὅμως εὔχεσθαι μὲν ἀεὶ τὰ βελτίω, προσδέχεσθαι δέ τι καὶ ἀνθρώπειον γίνεσθαι, ἄλλως τε ὅταν καὶ τύχῃ τις ἤδη κινδύνου πεῖραν λαβών. ὁ γὰρ πταίσας τι καὶ ταράττεται. τοὺς μὲν οὖν ἀρτίως ἐπιστρατεύσαντας οὐδὲν ὑφορῶμαι νομίζων ἀείμνηστον αὐτοῖς γενέσθαι τὴν πληγήν, ὡς μηκέτι τῶν οὐ προσηκόντων ἐρᾶν, μᾶλλον μὲν οὖν, μὴ τῶν οἰκείων ἐκπέσωσι, δεδιέναι· ἂν δὲ πολιορκίαν ἑτέραν ἡμῖν ἐπενέγκωσιν ἕτεροι καὶ δεήσῃ κἀκείνους τοιούτῳ τιμωρήσασθαι δόλῳ, ποίοις εἰς ἐμέ, πρὸς θεῶν, ὄμμασι βλέψετε; τί δὲ καὶ λέγοντες ἄνδρα προτρέπειν ἡγεῖσθε δὶς ὑφ’ ὑμῶν ὑβρισμένον, πρότερον μέν, ἡνίκα τοῦτον προείλεσθε στρατηγεῖν, νῦν δὲ πάλιν, εἴ μου δόξειεν αὖθις πιθανώτερος εἶναι; εἰ δὲ πρὸς ἕτερον αἰσχυνθέντες ἐμὲ καταφεύξεσθε, ὁ δὲ βούλοιτο μὲν τοῦτο ζηλῶσαι τὸ σχῆμα, τύχοι δὲ παραπλησίως ἐμοὶ τοιαύτῃ μὴ χαίρων εἰκόνι καὶ διαμαρτύροιτο τουτονὶ δεδιώς, ὡς, εἰ μὴ ταύτην αὐτῷ κυρώσει τὴν χάριν ὁ δῆμος, οὐκ ἀνάσχοιτο τοιαύτῃ τὸν πόλεμον καταλῦσαι στολῇ, τότε δὴ δύο τούτων ἕν γέ τι συμβήσεται, ἢ πρὸς ἔργον ἐκείνῳ τὴν αἴτησιν ἄγοντες δόξετε χρείας μὲν ἐπικειμένης τὸν ὑπουργήσαντα θεραπεύειν, λαβούσης δὲ τέλος, οἷον ἐβούλεσθε, τὸν κατορθώσαντα παρορᾶν, ἢ τὴν χάριν αὐτῷ μὴ κυρώσαντες ἀποτυχόντες ἐκείνου ζητεῖν ἕτερον ἀναγκασθήσεσθε καὶ τῷ κήρυκι βοᾶν ἐπιτρέψετε· τίς ἐν ἐσθήμασι γυναικείοις ἀριστεύων ἀνὴρ ἐθελήσει γραφῆνα ι ; καὶ περινοστῆσαι τὴν πόλιν τοῦτο κηρύττοντα καὶ τὸν γραμματέα παρεπόμενον ἔχειν καὶ τοῦτον ἑκάστῳ δεικνύναι τὸν νόμον, καὶ κελεύειν ἐντυχεῖν τοῖς γεγραμμένοις καὶ πρὸς τὴν ἐμὴν αὐτὸν ἕλκειν εἰκόνα καθάπερ, ἕως ἅπαντα γίνεται ταῦτα, μύθους τῶν πολεμίων ἀλλήλοις διηγουμένων.
40.1.81 μὴ γὰρ ὑπολάβῃ τις τοῦτον ἀνέξεσθαι παραπλησίῳ μοι χρήσασθαι σχήματι· τὸ γὰρ πρὸς ἐμὲ ζηλοτύπως ἔχειν καὶ λίαν βασκαίνειν ὕβριν αὐτὸν ἡγεῖσθαι τὸ πρᾶγμα παρασκευάσει, εἰ κατὰ ζῆλον ἐμὸν τοὺς ἐναντίους δόξει νικᾶν. ὄψεται δέ τις μάλιστα τοῦτο τὴν γνώμην, ᾗ γραφῆναί με σπεύδει, κατανοῶν.
40.1.82 ὡς γὰρ οὐ μικρὰν ἐντεῦθεν ἐμοὶ κατασκευάσων αἰσχύνην πάντα, δι’ ὧν οἴεται πείθειν, κινεῖ. καὶ πῶς ἂν αὐτὸς ὑπομείνειε τοιαύτην εἰκόνα, δι’ ἧς ἐλπίζει καταγέλαστόν με ποιεῖν; Ὃν τοίνυν οἴεται κακουργότατον εὑρηκέναι λόγον καὶ δι’ οὗ μάλιστα προσδοκᾷ παράξειν ὑμᾶς, ὧδέ πως ἔχει· διὰ τοῦτ ο , φησί, τὸν ἀριστέα γραφῆναι μετὰ τοῦ σχήματος ὁ νόμος διώρισε ν , ὅπω ς , εἰ μὲν εἴη σεμνὸν καὶ στρατηγῷ προσῆκον ἀνδρ ί , τόν τε νενικηκότα κοσμήσει καὶ τοὺς ἄλλους ἐπὶ ζῆλον προτρέπο ι , εἰ δὲ φέρον αἰσχύνη ν , τόν τε χρησάμενον σωφρονίσειε τῇ γραφῇ καὶ τοὺς ἄλλους ἀποτρέψει μιμεῖσθα ι .
40.1.83 τίθει τοίνυ ν , φησίν, οἷον εἶναι βούλει τὸ χρῆμ α , εἴτε πρὸς εὔκλειαν τεῖνον εἴτε πρὸς ἀδοξία ν . ὁποῖον γὰρ ἂν εἴπῃ ς , εἰκόνος πρόφασιν λέγει ς . εἰ πρότερος ὑπὸ τοῦ πλήθους ἐγὼ στρατηγὸς αἱρεθεὶς δέει τῶν πολεμίων καὶ φόβῳ τῆς ἐν ὅπλοις ἁμίλλης τοσούτῳ φενακισμῷ τὴν νίκην ὑπέκλεψα, τότε ἂν ἴσως ἔδει τὴν πόλιν κατὰ τὴν κρίσιν τὴν σὴν γραφῇ μου σωφρονίσαι τὴν ἀνανδρίαν· νῦν δέ μοι τὸ σχῆμα διὰ σὲ μὲν ἀνέγκλητον, διὰ δὲ τὴν στολὴν οὐ πρέπον εἰκόνι δηλοῦσθαι.
40.1.84 καὶ μή τοι θαυμάσῃς, εἰ γινόμενόν τι μὴ ψέγεται, γραφόμενον δὲ λοιδορεῖται. πολλὰ γὰρ ἂν εὕροις, ἃ παρούσης μὲν ἀνάγκης πράττεσθαι δεῖ, πεπαυμένης δὲ κρύπτεσθαι. ἀρίθμει γάρ, ὅσα τοιαῦτά σοι λέξομεν. εἴ τῳ στρατηγοῦντι τῶν ἐναντίων παλλακή τις ὑπῆρχε συνοῦσα—εἰσὶ γάρ, οἳ τὰς ἐρωμένας ἐπὶ στρατείαν ὑπερόριον ἄγουσιν, οὐδὲ πόλεμος γὰρ ἐμποδὼν ἔρωτι γίνεται—εἰ τοίνυν ἐρασθεῖσα τοῦ τῆς πόλεως ἔτυχε στρατηγοῦ, ὁ δὲ πλησιάσας ἐκείνῃ καὶ γάμου ψευδεῖ κουφίσας αὐτὴν ὑποσχέσει ἔπεισε τὸν ἄνδρα καθεύδοντα διαχρήσασθαι—τί δὲ οὐκ ἂν ἐρώμενος πείσειεν ἐρῶσαν τολμῆσαι;—εἰ ταῦτα οὕτως ἐπράχθη, ἔδει δὲ μοιχεύοντα γράψαι τὸν τῆς πόλεως εὐεργέτην καὶ δι’ ἧς ἡμῖν ὁ κίνδυνος πέρας εἰλήφει, ταύτην προσθεῖναι τοῖς χρώμασι ξίφος ἐκ μοιχείας ἐπιφέρουσαν τῷ συνοικοῦντι καὶ τοῖς ἐναντίοις ἀποκαλύψαι τὴν τόλμαν τῆς γυναικός, ὅπως αὐτὴν ἀνήκεστα δράσουσι, καλὴν ἂν παρ’ ἡμῶν ἀπειλήφει χάριν.
40.1.86 μετάβηθι δή μοι πρὸς ἕτερον. εἴ τινα τῶν πολείων ἐγὼ χρήμασιν ἔπεισα τοὺς οἰκείους προδοῦναι, ἐπαινέσαι μὲν ἔδει τὴν πρᾶξιν, οὐ μὴν εἰκόνα ποιῆσαι τὸ γεγονός, προτείνοντα μὲν ἐμὲ τὸ χρυσίον, κατὰ δὲ τῶν ἰδίων ἐκεῖνον δωροδοκοῦντα, ἵνα μήτε τὸν αἴτιον διαβάλωμεν τῆς σωτηρίας μήτε τοὺς πολεμίους διδάξωμεν ἐκποδὼν ποιῆσαι τὸν δωροδόκον καὶ τοῦ γε λοιποῦ προδοσίαν φυλάξασθαι. εἰ δὲ τὰ τοιαῦτα πόρρω ἂν ἔφης ἀριστείας τετάχθαι ὡς οὐ διαφανῶς ὅπλοις κατωρθωμένα, οὐδὲ τὸ πεπραγμένον ἐμοὶ τοιούτῳ καλέσεις ὀνόματι.
40.1.87 πῶς οὖν εἰκόνι κοσμεῖν ἀξιοῖς, ὃν οὐ καλεῖς ἀριστέα τοῦ νόμου τὸν ἀριστέα κελεύοντος γράφεσθαι; Ἀλλὰ γὰρ ἐν μνήμῃ πολεμικῶν σοφισμάτων οὔ μοι δίκαιον φαίνεται σιγῇ παρελθεῖν Ζωπύρου τοῦ Πέρσου τὴν μηχανήν, ᾗ Βαβυλῶνα Δαρείῳ Περσῶν βασιλεύοντί φασιν αὐτὸν ὑποτάξαι.
40.1.89 ἀποτεμὼν γὰρ ἑαυτοῦ ῥῖνα καὶ ὦτα καὶ τὴν κόμην κακῶς περικείρας καὶ μαστιγώσας ἅπαν τὸ σῶμα ἧκεν ἔχων οὕτω παρὰ Δαρεῖον, βασιλεὺς δὲ μόλις μὲν ἔγνω τὸν ἄνδρα κρυπτόμενον τῇ τοῦ σώματος λύμῃ, γνοὺς δὲ καὶ θαυμάσας ἤρετο τοῦτον, ὅστις ὁ λωβησάμενος εἴ η , ὁ δὲ Δαρεῖο ς , ἔφη, με ταῦτα εἰργάσατ ο . ἵνα γὰρ σὺ Βαβυλῶνος μὴ διαμάρτῃ ς , ἐμαυτὸν οὕτω διέθηκ α . ταῦτα εἰπὼν ἐπὶ τὰς Βαβυλῶνος πύλας χωρεῖ μεταστρεφόμενος δῆθεν, μή τις Περσῶν ὡς αὐτόμολον 〈εἴη διώκων〉, καὶ πρόσωπον αὑτῷ δεδιότος κατασκευάζων καὶ θέαν ἐμφαίνων ἐναντίαν τῷ συνειδότι καὶ ταύτῃ τοὺς ἀπὸ τῶν πύργων ὁρῶντας ἐξαπατῶν.
40.1.91 τοιγαροῦν τὴν ἑτέραν παρακλίναντες πύλην εἰσάγουσιν ἔνδον, ὡς ὑπὸ Δαρείου τοιαῦτα πεπονθὼς εἴη, πιστεύσαντες—τίς δ’ ἂν ᾠήθη τοσαύτῃ τινὰ περιβαλεῖν αὑτὸν ἀτυχίᾳ;—· τοῦτο καὶ τοὺς ἄλλους ἔπεισε Βαβυλωνίους εὐκόλως, ὥστε καὶ τοῦ περιβόλου τὴν φυλακὴν ἐπιτρέπεται. φρουρὸς οὖν τῶν πυλῶν καταστὰς ἀνέῳξε τῇ συγκειμένῃ πρὸς Πέρσας ἡμέρᾳ τὴν πόλιν. οὕτω χειροῦται Δαρεῖος Βαβυλωνίων τὸ ἄστυ τῇ μὲν ἐργασίᾳ τοῦ τείχους ἀνάλωτον, ὑπὸ δὲ τῆς Ζωπύρου λύμης ἑαλωκός. τί οὖν οἱ Πέρσαι; ἦν γὰρ νόμος αὐτοῖς τὸν μέγα τι τὸ κοινὸν ὠφελοῦντα τοῦτον ἐν οἴκῳ τῷ βασιλέως ἀνάγραπτον εἶναι.
40.1.92 ἠκρωτηριασμένον ἐκεῖνον ἐδημιούργησαν μιμησάμενοι τῇ γραφῇ τὸν δι’ οὗ κατώρθωσε τρόπον; οὐκ ἔστιν· οὐ γὰρ ἔδει γράφειν ἡμιτελῆ, δι’ ὃν πόλις ἑάλω τοσαύτη. οὕτω τοίνυν οὐδ’ ἂν ἐμέ τις εἰκότως γυναῖκα φιλοτεχνήσειεν, ὑφ’ οὗ τοσοῦτον ἥττηται πλῆθος ἀνδρῶν ἐπελθόντων, πολιορκούντων, σὲ καὶ τοὺς ὑπὸ σοὶ ταχθέντας νενικηκότων.
40.1.94 καὶ τί μοι δεῖ Περσικῆς μαρτυρίας ἐξὸν Ἀττικῷ παραδείγματι χρήσασθαι; ἀκούεις που τὸν Κυνέγειρον· οὐ γὰρ ἐῶσι λαθεῖν ἐκεῖνον αἱ χεῖρες. ἀποκοπεὶς γὰρ τὴν δεξιὰν τριήρους αὐτῇ λαβόμενος Μηδικῆς οὐ κατεπλάγη τὴν γνώμην, οὐ περὶ τὴν ὀδύνην ἐσχόλασε τῆς τετμημένης, οὐ τὴν ὑπολειφθεῖσαν ἠλέησε χεῖρα, ἀλλὰ τῆς ἀλγηδόνος τὴν αἴσθησιν ἀφαιρεθεὶς τῇ προθυμίᾳ τὴν ἑτέραν ἐνέβαλε τῇ νηὶ καὶ χηρεύειν ὑπέμεινεν ἀμφοτέρων, ὥστε τῷ λοιπῷ σώματι ζῆν ἐλευθέρως. ἆρ’ οὖν ἄνευ χειρῶν μετὰ τὴν ναυμαχίαν ἀνὴρ ἐκεῖνος ἐγράφη; οὔ φησιν αὐτοῦ τὸ θρυλλούμενον τῆς εἰκόνος ἐπίγραμμα.
40.1.95 καὶ λαβὼν ὑμῖν ἀναγνώσεται. λέγε. Οὔ σε, μάκαρ Κυνέγειρ’, ἐτύμως Κυνέγειρον ἔγραψε Φᾶσις, ἐπεὶ βριαραῖς ς’ ἄνθετο σὺν παλάμαις, ἀλλὰ σοφός τις ἔην ὁ ζωγράφος, οὐδέ σε χειρῶν νόσφισε, τὸν χειρῶν οὕνεκεν ἀθάνατον. Καλόν, ὦ παρόντες, καλὸν εὐγνώμονας ἄνδρας εὐεργετεῖν.
40.1.96 ὁρᾶτε γοῦν, ὅπως αὐτοῖς ἄτοπον ἔδοξεν εἶναι χειρῶν ἄμοιρον γράψαι τὸν ὅπως αὐτοὶ μηδὲν πείσονται δυσχερὲς ἑκατέρας ὑπεριδόντα χειρός. οὐκοῦν ἄτοπον γύναιον γράψαι, δι’ ὃν οὐχ ἑάλωσαν ἄνδρες, μειράκια, παῖδες, γύναια, βρέφη, πρεσβύται; τῆς γὰρ ἐν τῇ μάχῃ τροπῆς κατὰ σοῦ γενομένης ὡς τῶν ἔνδον οὐδεὶς ἐθάρρει τὴν ἔξοδον οὐδὲ παρακύψαι ῥᾳδίως ἐτόλμα, ῥήμασιν αἰσχροῖς ἔβαλλον ἡμᾶς οἱ πολέμιοι γυναῖκας οἰκουρούσας ἀποκαλοῦντες καὶ κελεύοντες ἢ πολεμεῖν ἐξιόντας ἢ παντάπασιν ἀπεγνωκότας δουλεύειν.
40.1.98 ἐντεῦθεν ἐμοί τις ἔννοια γέγονε πεῖσαι τοὺς ὑβρικότας, ὡς ἔνεστι τέχνῃ τινὶ συμπλοκῆς ἀτυχίαν ἐπανορθῶσαι. οὐ μὴν προήχθην εὐθὺς ἔργῳ τὸ σόφισμα παραδοῦναι, ἀλλ’—ὅπερ ὀλίγῳ πρότερον ἔφην—τοῦ στρατεύματος ἐπειρώμην, εἴ πως ἀνάσχοιτο τὸ δέος ἀποβαλεῖν καὶ πάλιν ἐν χερσὶν ἀγωνίσασθαι. ὡς δὲ καὶ κοινῇ πάντας καὶ χωρὶς ἕκαστον ὑπεθώπευον ἐλπίζων ἀεὶ μὴ πειθαρχοῦντος τοῦ πρώτου πείσεσθαί μοι τὸν δεύτερον, ὡς ταῦτα δράσας ἀπεῖπον, ἐβιασάμην τὸ φρόνημα καὶ διπλῆν ἔχων ἀγωνίαν ἐξῄειν, τὴν μέν, ἵνα μὴ διαμάρτω τῆς νίκης, τὴν δέ, ὅπως μὴ φωραθεὶς ὑπὸ τῶν ἐναντίων αἰσχύνην ἀνοίας ὀφλήσω· τὰ γὰρ τοιαῦτα τοῦ πολέμου κλέμματα διαβολὴν εὐηθείας ἀποτυγχάνοντα φέρει.
40.1.100 τεκμαίρομαι τοίνυν τῶν πολεμίων τοὺς μόλις ὑπολειφθέντας ἐπανιόντας ἐπ’ οἴκου δεινῶς ἀλλήλοις ἐπιτιμᾶν· τί γὰρ ἐλοιδοροῦμεν τοὺς ἄνδρα ς ; τί γὰρ εἰς ἀπληστίαν πολεμικὴν ἀπηνέχθημε ν ; τί μὴ τὸ τῆς μάχης ἡμῖν ἤρκεσε κράτο ς ; ταῦτα σφίσιν αὐτοῖς ἐγκαλεῖν ἀνιόντας ἡγοῦμαι. Συλλογίσασθαι δὴ βούλομαι τὰς ἐργασίας καὶ διελθεῖν ἐν βραχεῖ.
40.1.101 ἀνέῳξα τὴν πόλιν ὑμῖν κεκλεισμένην πολέμῳ, μετήνεγκα τὴν κατὰ σοῦ νίκην ἀπὸ τῶν κρατησάντων ἐπὶ τοὺς ἡττημένους, ἀπείληφα δίκην, ὧν ἀπέβαλες οἰκητόρων, ἐθεράπευσα τὴν τῶν πεσόντων ὁσίαν ταῖς τῶν ἐκείνους ἀποκτεινάντων σφαγαῖς, καὶ νὺξ ἤρκεσε μία, μᾶλλον δέ, μέρος νυκτὸς πολιορκίαν τε λῦσαι καὶ τρέψασθαι τοὺς μάχῃ κεκρατηκότας. ταῦτα φυλάττει τοὺς νόμους, ταῦτα συνέχει τὴν πολιτείαν, ἣν κατέλυον ἂν τὴν πόλιν ἑλόντες οἱ δυσμενεῖς.
40.1.102 ὥστε, κἂν ἕνα δοκῶ νόμον κατὰ τὴν σὴν ἐκβαίνειν ψευδολογίαν, τὸν ἕνα τοῦτον πᾶσιν ἀντίθες τοῖς ἄλλοις καὶ τοῖς πλείοσι δίδου τὸ πλέον. Φέρε, καὶ τὰς αἰτίας, ἃς ἐν τῷ λόγῳ ἔσπειρα, δι’ ἃς εἰκότως ἀποσείομαι τὴν γραφήν, ἀθροίσας ὑμῖν καταλέξω.
40.1.103 ὁ γάρ μοι πρὸς τοῦτο σκοπός, ἵνα μὴ δόξω τὴν πατρίδα τὴν ἐμαυτοῦ κινδυνεύουσαν μισθοῦ διασώζειν, ἵνα μὴ τοὺς ἐχθροὺς διεγείρωμεν τὸ καθ’ ἡμῶν τρόπαιον γράψαι— εἰσὶ γάρ, οἶμαι, κἀκείνοις ζωγράφοι—, ἵνα μὴ τὸν χρόνον κωλύσωμεν καταπραῧναι τὰ πένθη τῶν πολιτῶν, οἷς ἐκ τῆς μάχης ἠτυχηκέναι συνέβη, ἵνα μή τις ἀπαίδευτόν με πολεμικῆς ἐμπειρίας ἢ δειλὸν ὑποπτεύσῃ τὴν τῆς εἰκόνος πρόφασιν οὐχ ὁρῶν. Ποῦ δὲ τὴν γραφὴν ἀναθήσομεν—νῦν γάρ μοι καὶ τοῦτο ἐπῆλθε ζητεῖν—; ἐν ἀφανεῖ καὶ λανθάνοντι χωρίῳ τοῦ ἄστεος; ἡμεῖς τὴν τοῦ πράγματος ἀδοξίαν ἐλέγχομεν· ἐφ’ ᾧ γὰρ αἰδεῖταί τις, τοῦτο κρύπτειν ἐθέλει.
40.1.104 ἐν ἐπισήμῳ καὶ διαλάμποντι τόπῳ; τὸ κακὸν ὑπὸ πλείοσι γίνεται θεαταῖς καὶ προκείσεται τοῖς ἑτέρωθεν δεῦρο φοιτῶσι. πλὴν εἰ μὴ σκώπτοντα ξένον λογίσομαι, μὴ λοιδοροῦντα πολέμιον, μὴ σὲ διασύροντα, καὶ πρό γε τῆς εἰκόνος αὐτῆς αἰσχύνομαι τὸν ζωγράφον ἐν ἱματίοις οὐδέν μοι προσήκουσιν ἐναντίον ἐκείνου καθήμενος, ὅπως ἄριστά μοι διασώσει τὴν μίμησιν, αἰδοῦμαι τὴν σύνοικον, τοὺς οἰκέτας, τὰς θεραπαίνας, οἴκοι μὲν τούτους, ἐν ἀγορᾷ δὲ τὴν πόλιν, πανταχοῦ δὲ τὴν φήμην. καὶ τοῖς μὲν ἄλλοις ἅπασι σύνηθες τὰς αὑτῶν ἡδέως εἰκόνας ὁρᾶν καὶ δι’ ὧν ἀνάκεινται τόπων ἐπίτηδες παριέναι, καὶ συρρέοντος ὄχλου σεμνύνονται καὶ προσποιοῦνται μὲν ἑτέρωσέ ποι βλέπειν τοῦ μὴ δοκεῖν εἶναί τινες ἀπειρόκαλοι, τὸ βλέμμα δὲ παρακλίναντες ἀπολαύουσιν ἠρέμα τῆς θέας· ἐγὼ δὲ εἰκότως ἀσχήμονα γραφὴν οὐ προσίεμαι.
40.1.105 εἰς τοιαύτην οὗτος ἐνέβαλέ με φέρων ἀνάγκην, ἧς ἐρυθριῶ τὴν εἰκόνα. Ἤδη δὲ καταβήσομαι τοσοῦτον αὐτὸν ἐρωτήσας· ποδαπὸν ἔσται τὸ τῆς εἰκόνος ἐπίγραμμα; προσθήσω τοῖς ἔπεσι τὴν αἰτίαν τῶν ὁρωμένων.
40.1.106 ἀλλὰ τὴν ἧτταν κηρύττω τῆς πόλεως. παραδράμω τὴν πρόφασιν; καὶ τίς ἂν εἴη μοι τῆς ἐσθῆτος ἀπολογία; Η ΔΙΑΛΕΞΙΣ πεποίηται μὲν πρὸς τὸ δεῖν ἀποδοῦναι τῆς μελέτης τὸ λεῖπο ν , βραχέα δὲ φθέγγεται τῷ λόγῳ χαριζομέν η .
41.1.1 Τοῖς Ἀχαιοῖς ἐκκλησίαν ἀθροίσας ὁ ποιητὴς τὸν Τυδέως ἀνίστησι ῥήτορα τῷ συλλόγῳ καὶ δίδωσιν ἔπη τῷ νεανίσκῳ τοιαῦτα, ἃ ἂν εἰσηγήσαιτο σύμβουλος, ὅτου τυγχάνοιεν ἡ Ἑλλὰς ὄντες ἀκροαταί, ὥστε καὶ ὁ Νέστωρ αὐτὸν ἄγαται καί φησι κρείττονά οἱ τῆς ἡλικίας εἶναι τὴν συμβουλίαν. ἀτὰρ οὐ πάντη τὸν Αἰτωλὸν ἀφῆκεν ἀνέγκλητον ὁ πρεσβύτης ὁ Πύλιος. τὸ δὲ ἔγκλημά ἐστιν, ὅ φησιν· οὐ τέλος ἵκεο μύθο υ . τοῦτο οὖν, ὦ φιλότης, ἐννοήσας τὸ ἔπος—οὐ βραχὺ γὰρ ὄνειδος μέμψις Ὁμηρική—ἐς τόδε αὖθις ὑμᾶς ἀγείρω τὸ θέατρον.
41.1.2 οὐ γὰρ εὖ μοι δοκεῖ ὁ Πλάτωνος Εὐθύφρων πεποιηκέναι ἀτελῆ περιιδὼν εἶναι τὸν λόγον, ὃν ὑπὲρ τοῦ, ὅ τί ποτε εἴη τὸ ὅσιον, διεξῄει τῷ Σωφρονίσκου. ὀρθῶς ἄρα αὐτῷ καὶ ἐπέπληξεν ὁ Σωκράτης καὶ οἷ α , ἔφη, ποιεῖ ς , ὦ ἑταῖρ ε ; γελοῖον γὰρ ἀτελὲς εἶναι δημιουργῷ φιλοτέχνημα. ἵνα οὖν μὴ τὴν Νέστορος καὶ Σωκράτους ὑπομείνω κατηγορίαν, ὅσον τῇ προτεραίᾳ τοῦ χρέους ὑμῖν ἀπολείπεται, τοῦτο ἐκτίσω.
41.1.3 εἰ μὲν γὰρ ὁ στρατιώτης ἡμῖν ὑπόθεσις ἦν—ἴστε δέ, οἶμαι, ὅν φημι στρατιώτην—, ἧττον ἂν ἴσως ἁμάρτημα ἦν τέλους ἄμοιρον εἶναι τὸν λόγον, πολεμικὴ γὰρ φροντὶς ἐν λόγοις πονεῖν οὐ φιλεῖ· ἐπεὶ δὲ ῥήτορα ὑμῖν ὑποκρίνομαι καὶ τοῦτον ὧδε ἔχοντα γλώττης, ὥστε αὐτῇ καὶ πόλεμον ἀπωθεῖν ἐπιόντα, πολὺν ἂν εἰκότως ὤφλησα γέλωτα ἡμιτελῆ τὸν λόγον ὑφάνας. 〈ῬΗΤΩΡ.
42 T 1 〉 Τῷ κατορθώσαντι πόλεμον ἐπέτρεπεν ὁ νόμο ς , ὅ τι βούλεται γέρα ς , αἰτεῖν καὶ παρεῖχεν αἰτοῦντ ι .
42 T pref πολιορκουμένης πόλεως ῥήτωρ μόνος ἀποτολμήσας τὴν ἔξοδον εἰς λόγους ἦλθε τοῖς ἐναντίοις καὶ πείθει καταλῦσαι τὴν προσεδρείαν καὶ χρῆται τῷ νόμῳ δωρεᾶς ἀξιοῦντι τυχεῖ ν . ἀντιλέγει στρατιώτης ἀνὴρ ὡς τῷ κρατοῦντι δ ι ’ ὅπλω ν , οὐ τῷ πείθοντι λόγοις νέμοντος ἆθλα τοῦ νόμο υ . Θεωρία.
42.1.1 Ἔχεις ἐκ τῆς κωμῳδίας παραλαβών, ὡς ὑπέρογκόν τι καὶ σοβαρὸν καὶ πολλή τις ἀλαζονεία στρατιώτης ἀνήρ. εἴ τι ὑμῶν τὸν Μενάνδρου φαντάζεται Θρασωνίδην, οἶδεν, ὃ λέγω. στρατιωτικὴν γάρ φησιν ἀηδίαν νοσοῦντα τὸν ἄνθρωπον εἰς ἀπέχθειαν αὑτῷ κινῆσαι τὴν ἐρωμένην. καὶ γέγονεν ἀμέλει προσηγορία τῷ δράματι τοῦ Θρασωνίδου τὸ μῖσος. ταῦτα λαβὼν ἐγὼ κατὰ νοῦν εἰκότως, οἶμαι, τῷ πλάσματι στρατιώτην εἰσήγαγον.
42.1.2 τίνα γὰρ ἄλλον εἰκὸς τῷ πόλεμον κατωρθωκότι φθονεῖν ἢ ὅτῳ τέχνη πρόσεστι τὰ πολέμια; ὥστε τὰ μὲν ὑπεροψία τις ἔμφυτος μετεωρίζει τὸν ἄνδρα, τὰ δὲ βασκανία δάκνει καὶ φθόνος. καὶ τοιούτοις δύο νοσήμασι, τῷ μὲν ὀδυνώμενος, τῷ δὲ τὰς ὀφρῦς ἀνασπῶν, διασύρειν ἐπιχειρεῖ τὴν τοῦ ῥήτορος νίκην οὐ ψιλὴν ἁπλῶς δυσμενῶν ἀναχώρησιν ἀξιῶν ὁρίζεσθαι τρόπαιον, ἧτταν δὲ καὶ δρασμὸν καὶ τραύματα καὶ σφαγὰς καὶ πλῆθος αἰχμαλώτων καὶ λάφυρα.
42.1.3 τοιαῦτα φυσᾷ καὶ σοβεῖ καὶ θυμοῦσθαι δοκεῖ ἐκφυγόντων δὴ τῶν πολεμίων τὴν αὑτοῦ δεξιάν. εἴτε γὰρ τῶν ἐπὶ ῥώμῃ θαυμαζομένων ἁνὴρ εἴτε τῶν μαχομένων κακῶς, διχόθεν εἰς ἀντιλογίαν ἐξάγεται τῆς μὲν δειλίας τοιούτου παραπετάσματος δεομένης καὶ κρυπτομένης ὀργῇ πεπλασμένῃ, τῆς ἀνδρείας δὲ θυμουμένης, ὅτι προσῆκον ἔργον αὑτῇ ῥητορικὴ προλαβοῦσα διήνυσε.
42.1.5 τὸν μὲν οὖν στρατιώτην τοιοῦτον ἄν τις μελετήσειε τρόπον· ἐγὼ δέ— ῥητορεύειν γὰρ οἶδα μᾶλλον ἢ πολεμεῖν—τὸν ὁμότεχνον ἐμαυτῷ δικαίως ἐξελεξάμην πολλαῖς ἀνθοῦντα πρὸς αἴτησιν δωρεᾶς ἀφορμαῖς· ἥ τε γὰρ ἐπικουρία τοῦ νόμου καὶ τὸ τῶν ἀκροατῶν εὐμενές—τίς γὰρ πολέμου καὶ μάχης ἀπαλλαγεὶς τὸν αἴτιον οὐ προσίεται;—δίδωσι τὴν οἷον ἐθέλει γέρας αἰτεῖν παρρησίαν. δεῖ δὲ μὴ λίαν αὐτὸν καλλωπίσαι τὸ πεπραγμένον, ἀλλ’ ὅσον μὴ τὸν δῆμον ἄνανδρον δεῖξαι.
42.1.6 τὸ γὰρ ἄτολμον ὀνομάσαι τὴν πόλιν καὶ τρέμουσαν τὴν τῶν ἐχθρῶν προσβολὴν αὔξει μὲν τὴν γενομένην εὐεργεσίαν, ὅσῳ δὲ μείζους ὑποφαίνει τοὺς φόβους, τοσούτῳ μᾶλλον αὐτῷ κοσμουμένου τοῦ κατορθώματος διαβάλλει τοῖς ἀκροωμένοις αὑτὸν τὴν κοινὴν ἀνανδρίαν πρόφασιν τῆς οἰκείας ποιούμενον εὐφημίας. ἀλλ’ εὑρήσει τέχνην ὁ ῥήτωρ καὶ τὴν οἰκείαν ὡραΐζουσαν πρᾶξιν καὶ τοῖς ἀκούουσιν ἄλυπον, εἰ τὴν πόλιν ἀπαράσκευον εἶναι πρὸς μάχην ὑπόθοιτο τῶν ἐναντίων ἄφνω ποιησαμένων ἐκ πόλεως ὁμόρου τὴν ἔφοδον.
42.1.8 τοιούτοις χρώμενος δικαιώμασιν ἀστεῖόν τι καὶ κομψὸν ἀναμίξαι πειράσεται τοῖς λεγομένοις εἰρωνευόμενός τε καὶ διαπαίζων τὸν στρατιώτην καὶ κωμῳδῶν ἀγριαίνοντα καὶ τὰς παρ’ ἐκείνου λοιδορίας πρᾴως ἀποκρουόμενος. πρέπει γάρ, οἶμαι, τῷ μὲν ἦθος ὀργίλον τε καὶ τραχὺ τυγχάνειν, τῷ δὲ τρόπον ἥμερόν τε καὶ προσηνῆ τοιοῦτον ἀποτελούσης ἑκάτερον τῆς ἐπιστήμης.
42.1.10 οὕτως ὑμῖν τὴν παροῦσαν διατυπώσας ὑπόθεσιν εὐξαίμην ἂν ῥήτορος ἄξιον ὀφθῆναι τὸν λόγον. Ἡ μελέτη.
42.2.1 Ἥκω τοὺς ἐπιόντας ἐχθροὺς μόνος ὑμῖν ὠθήσας τῇ γλώττῃ, καὶ λέλυται πόλεμος ἄνευ κινδύνου σωμάτων, ἄνευ χρημάτων δαπάνης, καὶ δευτέρας οὐκέτι πολιορκίας ἐλπὶς ἡμῖν ἐνοχλεῖ. πρὸς μὲν γὰρ τὴν ἐν ὅπλοις ἧτταν πολλάκις ἄνθρωποι παροξύνονται τὴν νίκην ἡγούμενοι καὶ πρὸς αὑτούς ποτε μεταβήσεσθαι· ὅταν δὲ σφῶν αὐτῶν κατεγνωκότες παραχωρῶσι, βεβαίως πεφύκασιν ἠρεμεῖν. ὅθεν ἡμῖν ὁ γενναῖος φιλοπόλεμος νῦν ἀσφαλῶς ἀνεφάνη καὶ σχηματίζεταί πως ἀγανακτεῖν, ὅτι μὴ πεῖραν οἱ δυσμενεῖς λαβόντες αὑτοῦ τῆς ῥώμης ἀπῆλθον.
42.2.2 καὶ παρεὶς ἀγῶνα χειρῶν δεηθείς μου τῆς τέχνης εἰς τὴν ἐν λόγοις ἅμιλλαν νικᾶν ὁ στρατιώτης ἐλπίζει τὸν ῥήτορα. ἐγὼ δὲ τὴν αὐτὴν καὶ πρὸς τοῦτον πάρειμι φέρων ἀσπίδα, δι’ ἧς ἐκείνους ἀπεωσάμην καὶ δι’ ἧς πάλιν εἰκότως ἡγοῦμαι κρατεῖν.
42.2.3 ἄτοπον γάρ, εἰ παρὰ τοῖς ἐμὲ πολιορκοῦσιν ἀκροαταῖς πιθανῶς ῥητορεύσας ἀπίθανος δόξω τῷ δι’ ἐμοῦ σωθέντι συλλόγῳ. ὁ μὲν οὖν τῆς πόλεως νόμος εἰς θέατρόν μοι τὸν δῆμον ἀγείρει δωρεὰν οὐ τὴν μὲν ἐν ἐξουσίᾳ διδούς, τῆς δὲ κωλύων τυχεῖν, ἀλλὰ τῆς αἱρέσεώς μοι τὴν ἄδειαν ἐπιτρέπει καί μου πυνθάνεται· τίνος ἐρᾷ ς ; καὶ τὴν ἐν πάσαις ἐμοὶ δοκοῦσαν εἶναι καλλίστην ἐκτίνειν ἐγγυᾶται τὴν πόλιν.
42.2.5 ὁ μὲν οὖν νόμος οὕτως· ὁ δὲ παρὰ τὸ βῆμα πολεμικὸς δικαστήριον ποιεῖ μοι τὸ θέατρον καὶ πρὸς τὴν ἐμὴν ἐμποδὼν ἕστηκεν ἀμοιβὴν τοσοῦτον τοῖς νόμοις μαχόμενος, ὅσον τοῖς πολεμίοις ἐχρῆν. εἰ μὲν οὖν στρατιώτης δόξαι βουλόμενος πραγμάτων ἐθέλει καὶ νόμων ἄπειρος φαίνεσθαι καὶ τὴν ἐν τούτοις ἀμαθίαν αὑτοῦ δεῖγμα τῆς οἰκείας τέχνης ἡγεῖται, καλῶς εὗρεν, ὅθεν εἰδέναι τὰ πολέμια δόξει· εἰ δὲ βασκαίνει τοὺς λόγοις ὑφαρπάσαντας νίκην ὅπλοις ὀφειλομένην, ἴστω, ὅτι μεῖζον ἐντεῦθεν δοτέον μοι γέρας, εἰ τρόπαιον ἀλλοτρίοις ὀργάνοις προσῆκον ὅπλοις ἔστησα τοῖς ἐμοῖς ἐν μέσοις εἰπὼν πολεμίοις καὶ τούτοις ὅπλα φέρουσι καὶ περιεστηκόσι τὸ ἄστυ καὶ τῷ μὴ τολμῆσαι τοὺς ἔνδον ἐξιέναι μεῖζον τόλμημα κτησαμένοις.
42.2.6 τοιοῦτον ὑμῖν ἆθλον ἠγωνισάμην ὀπίσω τὴν ἰδίαν ἀσφάλειαν τάξας ὧν ᾠήθην τῇ πόλει συμφέρειν. ὡς γὰρ τῶν πολεμίων ὁ δρόμος οὐ δέδωκε τῇ Φήμῃ καιρὸν ἀγγελίας, ἀλλ’ ἡ θέα τὴν ἡμετέραν εὐθὺς κατείληφεν ἀκοήν—τό τε γὰρ τάχος τῶν ἐναντίων ἥ τε βραχεῖα τῶν πόλεων ἐν μέσῳ διάστασις, ὅμοροι γάρ, καὶ τὸ μηδεμίαν αὐτοὺς ἐφ’ ἡμᾶς πολέμου πρόφασιν ἔχειν ἀφείλετο τῆς ἐφόδου τὴν αἴσθησιν—ὡς οὖν διέλαθε τὸ στρατόπεδον, ἕως ἔμελλε κείρειν ἤδη τὴν γῆν, δεινή τις ἄφνω σύγχυσις ἦν τῶν ἀγρῶν ἐνταῦθα κεκενωμένων καὶ τῆς ἐκείνων ἐρημίας πιεζούσης τὴν πόλιν· θόρυβον γὰρ ἐκίνει τὸ πλῆθος καὶ φόβον ὁ θόρυβος πολλῆς μὲν νεότητος, πολλῆς δὲ πολιᾶς εἰσιούσης ὑποζυγίων τε καὶ θρεμμάτων ἐφεπομένων.
42.2.8 τῆς δὲ ταραχῆς τὸ κεφάλαιον αἱ γυναῖκες ἦσαν ὀλοφυρόμεναί τε κοπτόμεναί τε καὶ λιπαροῦσαι τοὺς ἐντυγχάνοντας, ὅ τι δύναιντο, βοηθεῖν καὶ παῖδας ἕλκουσαι μὲν τοὺς ἄρτι μαθόντας βαδίζειν, φέρουσαι δὲ τοὺς οὔπω τοσαύτην ἄγοντας ἡλικίαν, ἑκατέρους ἐλεεινὰ στάζοντας δάκρυα, τοὺς μὲν ἤδη φρονοῦντας αἰσθήσει τῶν δυσχερῶν, τοὺς δὲ πρώην τεχθέντας, ὅτι τὰς μητέρας ὀδυρομένας ἑώρων. τὰ δὲ πρῶτα τῶν πολιτῶν σύλλογος ἦν, γνώμην ἕκαστος, ἣν ἡγεῖτο συνοίσειν, διδούς, λόγοι τε πανταχοῦ καὶ λοιδορίαι τῶν μὲν ῥητόρων αἰτιωμένων τοὺς στρατηγούς, ἐπιτιμώντων δὲ τούτων ἡμῖν.
42.2.9 οἱ μὲν γὰρ ἐκκλησιάζειν ἠξίουν τοὺς ῥήτορα—μὴ γὰρ δεῖν ἄνευ βουλῆς ἀγωνίζεσθαι—, οἱ δὲ πολεμεῖν ἤδη τοὺς στρατηγοὺς οὐ περιμένοντος τοῦ καιροῦ σχολὴν ἐκκλησίας. ὡς οὖν ἐν τούτοις ἡμῖν ὑπῆρχεν ἡ πόλις [καὶ τὸν πλησίον μὲν ἅπας], ἑαυτὸν δὲ οὐδεὶς ᾐτιᾶτο—ἡγεῖτο γὰρ ἕκαστος τῇ μέμψει τοῦ πέλας ἀνέγκλητος εἶναι—, εἶδον, ὅτι τὸν προεστάναι τῶν κοινῶν ἐγχειροῦντα πρέπει τοσούτου καλοῦντος κινδύνου ἀφειδῶς ἑαυτὸν ἐπιτρέψαι τοῖς πράγμασι καὶ μὴ καραδοκεῖν, ὅ τι δόξει τοῖς ἄλλοις, μηδὲ τὴν οἰκείαν ἔχειν ἐλπίδα τῆς ἑτέρων ἠρτημένην φροντίδος, ἀλλὰ τὴν αὑτοῦ ῥᾳθυμίαν κοινὴν προσδοκᾶν ἔσεσθαι βλάβην.
42.2.11 ταῦτα τοῖς λογισμοῖς ἐξετάσας τοῖς ἔργοις ἐπεδειξάμην· οὐ γάρ, ἐπειδὴ τοῦ ἄστεος ἐκτὸς ἐγενόμην, μετεμέλησε τῶν ἔνδον ἐμοὶ δεδογμένων, οὐ τὴν χρόαν μετέβαλον πρὸς τὴν τῶν ὅπλων κίνησιν, οὐ τὴν γνώμην ἐστράφην τῇ θέᾳ τοῦ πλήθους, οὐ τῆς ὁδοῦ προβαινούσης σχολαίτερον ἐπὶ τοὺς ἐναντίους ἐβάδιζον εἰωθότων ἀεὶ τῶν ἐπὶ τὰ δεινὰ φερομένων πόρρωθεν μὲν ὡς ἔχουσι τάχους πορεύεσθαι, καταβραχὺ δὲ συστέλλειν φόβῳ τὸν δρόμον. οὐ τοιοῦτον ἐγὼ πέπονθα πάθος οὐδὲ μεταξὺ πολλάκις τῆς πορείας ἱστάμενος ἐμαυτῷ διελέχθην· ἐμοὶ τί δεῖ πολέμου καὶ προσηκόντων ἑτέροις ἀγώνω ν ; ῥήτωρ εἰμ ί .
42.2.12 οὐδεὶς λόγων δημιουργὸς ὅπλων εὐθύνας ὑπέχε ι . εἰσὶ καὶ ἡμῖν ἀγῶνες οὐ μικρῶν δεόμενοι πόνω ν . δῶμεν τοῖς στρατηγοῖς τὰ αὑτῶν διαπράξασθα ι . τὰ γὰρ ἐμὰ λόγοι πρὸς δῆμο ν , πρὸς δικαστά ς , πρὸς πολεμίου ς , ὅταν εἰρήνην βούλωνται σπείσασθα ι . ταῦτα καὶ παραπλήσια τούτοις ἡ τέχνη μέν μοι ἐννοεῖν παρεῖχεν, ἡ δὲ περὶ τὴν πόλιν οὐ συνεχώρει σπουδή.
42.2.13 ὅθεν ἐχώρουν δοκιμάσων μου τῇ σωτηρίᾳ τῶν πολεμίων τὴν γνώμην. ὁ μὲν οὖν πολὺς ὅμιλος καὶ στρατιώτης, ὡς εἶδον, εὐθὺς ἀνεβόησε λαβεῖν τε καὶ κτεῖναι· τὰ δὲ τέλη τῆς στρατιᾶς τὸ θυμούμενον καὶ ἀγριαῖνον τοῦ πλήθους ἀνέστελλον ὑποθωπεύοντές τε καὶ παραινοῦντες μὴ δεῖν ὀργῇ καὶ τάχει ποιεῖν, ὃ λογισμῷ καὶ σχολῇ πάρεστι πράττειν.
42.2.14 καὶ ἅμα τὸν ὄχλον οὑτωσὶ τιθασσεύοντες ἠρέμα μοι τοῦ θράσους ἐπέπληττον. καὶ πόθεν ἐς τόδε τόλμης προήχθην, θαυμάζοντες ἐπυνθάνοντο, καὶ τελευταῖον ἀλλήλους ἐκέλευον ἐνδοῦναι τὰ δοκοῦντά μοι λέγειν ἐπιθυμοῦντες, ὅ τι ποτὲ φθέγξομαι, γνῶναι.
42.2.16 οὕτω δὴ τούτων διακειμένων πρὸς τὴν ἀκρόασιν καὶ τῷ παραλόγῳ μου τῆς εὐτολμίας ἡσυχίαν ἀγόντων, ὅπως, ὅθεν μοι θαρρεῖν ἐπῆλθεν, ἀκούσονται, καὶ τῶν πρᾳοτέρων καρτερεῖν ἀξιούντων τοὺς τραχυτέρους, ὅσα μὲν ἔφην ἔργον ἁπάντων μεμνῆσθαι—τῶν γὰρ ὀξέως ῥηθέντων ὀξεῖα φιλεῖ γίνεσθαι λήθη—, οἷς δὲ μάλιστα κηλουμένας αὐτοῖς ᾐσθόμην τὰς ἀκοάς, κατὰ τὸ συμβαῖνον τῆς μνήμης ὑμῖν διηγήσομαι. Οἴεσθ ε , ἔφην, μεγάλην εἶναι ῥοπὴν τὴν εὔνοιαν τῶν θεῶ ν ; κατένευσαν ἅπαντες.
42.2.17 πότερον οὖν τοῖς ἀδίκως ἐπιστρατεύουσιν ἢ τοῖς ἐπιόντας ἀμυνομένοις ταύτην εἰκὸς συνελθεῖ ν ; εὔδηλο ν , ἔφην, ὡς τοῖς ἐν δίκῃ τὸν πόλεμον ποιουμένοι ς . πάλιν ἔδοξαν πειθαρχεῖν τῷ προτέρῳ χρησάμενοι σχήματι. ἐνταῦθα δέ, μετὰ ποίων ἥκουσιν ἐγκλημάτων, ἠρόμην, καὶ τὸν πόλεμον αἰτίαν ἔχειν ἀπῄτουν, ἐξ ἧς θεῶν εὔνοια γίνεται.
42.2.18 οἱ δὲ δικαίαν μὲν ὤκνουν πρόφασιν πλάττειν τὸν ἔλεγχον ὑφορώμενοι, τὴν ἀληθῆ δὲ λέγειν ᾐσχύνοντο. εἰς τοιαύτην ἐγὼ περιστήσας καὶ συνελάσας αὐτοὺς ἀπορίαν διεξῆλθον, ἡλίκον μὲν ἅπασιν ἡσυχία καλόν, ἡλίκον δὲ πόλεμος δυσχερές.
42.2.19 τοῦ δὲ μὴ δοκεῖν ἀσθενείᾳ τῆς πόλεως τὴν μὲν ἀνυμνῆσαι, τὸν δὲ ψόγῳ περιβαλεῖν τὰς συνοικούσας ἡμῖν ἀρετὰς ἀπηριθμησάμην. καὶ τὰ πλεῖστα τῶν εἰρημένων ἔπαινος ἦν τῶν ἐνθάδε τὰ πολεμικὰ μετιόντων, καὶ μετεῖχε τῆς εὐφημίας τὸ μέρος ὁ τῆς δωρεᾶς μοι φθονῶν. ἐντεῦθεν αὐτοῖς μέγαν ἔσεισα φόβον διδάσκων, ὡς ἤδη λαμπρῶς κεκινημένους ὑμᾶς καὶ τὴν ἐκτὸς περιβόλων ὠδίνοντας ἔξοδον μόλις ἐπέσχον ἐπειγομένους.
42.2.20 τοιγαροῦν εἰς τοῦτο μετέθηκα τὰ πράγματα φέρων, ὥστε τὸ τῶν πολιορκούντων στρατόπεδον ᾤχετο πεπεισμένον λυσιτελεῖν αὑτῷ τὴν διάδυσιν. τοσοῦτον ὑπὲρ ὑμῶν ἀναδεξάμενος κίνδυνον καὶ τὸν πόλεμον σεμνῶς διαλύσας—οὐ γὰρ ταπεινόν τι προήχθην εἰπεῖν οὐδὲ φόβῳ πολιορκίας καθεῖλον τὸ φρόνημα—ἐπανῄειν εἰς ἄστυ θέαμα πᾶσιν ἀνέλπιστον.
42.2.22 οὔκουν ἤνεγκα τὸν ὄχλον τῶν προσιόντων, περιεστώτων, ἀσπαζομένων, πυνθανομένων, ἀπιστούντων μηνύοντί μοι τὴν τῶν ἐχθρῶν ἀναχώρησιν. ἐποίει δὲ ἄρα τὴν ἀπιστίαν τό τε παράδοξον καὶ τὸ λίαν οὕτως ἔχειν ἐπιθυμεῖν.
42.2.23 φυλαττόμενοι γάρ, μὴ τύχωσι μάτην τοσαύτης ἀπολαύσαντες ἡδονῆς, ἠπίστουν, ἠρώτων, ὅρκον εἰσέπραττον, πάλιν ἠπίστουν, ἠρυθρίων ὁμολογεῖν, ὡς οὐ πειθαρχοῦσιν ὀμωμοκότι. πολλοὺς ἐπὶ τὰς ἐπάλξεις ἀνήγαγεν ἡ τῆς ἀπιστίας ὑπερβολὴ μόνοις τοῖς ὀφθαλμοῖς τὸ σαφὲς ἐπιτρέψαντας. Ἐντεῦθεν ὑμῖν ὡσπερεὶ κῆρυξ ὁ νόμος βοᾷ· δότε τῷ σεσωκότι τὴν πόλιν ἣν βούλεται δωρεά ν .
42.2.24 οὕτως ἐπηγγειλάμην τοῖς οὕτως εὐεργετοῦσι ν . ὡς γὰρ τοῦ νόμου ταῦτα φων ή , λαβὼν ὑμῖν ἀναγνώσομα ι . οὗτος ὁ νόμος ἐστὶν ὁ συνέχων τὴν πόλιν, οὗτος ὁ πλείστους αὐτῇ προξενῶν εὐεργέτας.
42.2.25 τοῦτον οὐκ ἂν ἁμάρτοι τις ἑλλανοδίκην ἀρετῆς ὀνομάζων ἆθλα νέμοντα πᾶσιν οὐ πυγμῆς ἢ πάλης ἀγωνισταῖς, ἀλλὰ τοῖς ὡς ἕκαστος ἔχει τέχνης πολέμου κρατοῦσι. ταῦτα σαφῶς τοῦ νόμου βοῶντος εὕρηταί τις οὐκ οἶδ’ ὅπως διαστρέφειν πειρώμενος, ὅτ ι , φησί, τοὺς πόλεμον κατορθοῦντας τιμῶσιν οἱ νόμο ι , τὸ δὲ πρᾶγμα τὸ σὸν οὐ πολέμου κατόρθωμ α .
42.2.26 τίνα γὰρ ἐπιόντα σοι τῶν ἐναντίων κατήνεγκα ς ; τίνα τραυματίαν εἰργάσ ω ; ποίαν αὐτὸς ἐδέξω πληγή ν ; τίς ὤφθη διώκοντός σου δραπέτη ς ; τίς ὑπὸ σοῦ πεπτωκὼς ἐγυμνώθ η ; τίς ὅλω ς , εἰπέ μο ι , τῆς νίκης ὁ τρόπο ς ; ἱππεύων ἠρίστευσα ς ; ὅπλοις ἐφάνης εὐδοκιμῶ ν ; ἀκοντίζων ὅλην ἐτάραξας φάλαγγ α ; πυκναῖς εὐστόχως ἐχρήσω βολαῖ ς ; πόσους ἄγων ἧκες ἡμῖν αἰχμαλώτου ς ; ποῦ σοι τὰ λάφυρ α ; ποῦ σοι τὸ τρόπαιον ἕστηκε ν ; οὐδέ ν , ὦ παρόντε ς , ἀπέοικεν οὗτος τῶν θεωμένων ἱππικὴν ἀγωνία ν , οἵτινες ἀκινδύνως ἄνωθεν σχηματίζονται τὰ τῶν ἐφεστηκότων τοῖς ἅρμασιν οὐδὲν ὧν σχηματίζονται ποιεῖν ἐπιστάμενο ι .
42.2.29 ἐγὼ δὲ τὸν στρατιώτην ἠξίουν αὐτὸν ἐν τοῖς κινδύνοις ἐπιδείξασθαι τὴν ἀνδρείαν, οὐ τῶν ἀγώνων ἤδη σαφῶς λελυμένων πολεμικῶν μαθημάτων ἡμῖν καταλέγειν ὀνόματα, ὥσπερ ἂν εἴ τις ἀθλητὴν ἑαυτὸν ὀνομάζων ἀγομένων μὲν Ὀλυμπίων ἡσυχάζοι, πεπαυμένων δὲ καὶ πέρας λαβόντων ἐγγυμνάζοι τοὺς ἄλλους ἀντὶ παλαιστοῦ παιδοτρίβης γενόμενος. ἀπόκριναι δή μοι βραχὺ τοῦ βήματος ἀποστάς—κατ’ ὀλίγον γὰρ ἐπιὼν μικροῦ μοι τὼ χεῖρε προσάγεις—· ποῦ διώρισεν ὄργανα νίκης ὁ νόμος ἵππον, ἀκόντιον, τόξον, ἀσπίδα; ποῦ μόνοις ἐπιτρέπει τούτοις νικᾶν; καὶ τοὺς μὲν ὧδε κρατοῦντας ἀμείβεται δωρεαῖς, ἂν δὲ ῥητορεύων τις ἀριστεύῃ, πρὸς τοῦτόν ἐστιν ἀγνώμων; θῶμεν δὲ ὅμως τὸν νόμον σαφῶς οὑτωσὶ διορίσαι· ἂν κατορθώσῃ τις πόλεμον ὁπλίτης ἢ τοξότης ἢ καλῶς ἀκοντίζειν εἰδὼς ἢ τελῶν εἰς ἱππέα ς , τὴν δοκοῦσαν αὑτῷ καρπούσθω τιμή ν .
42.2.31 ταῦτα δῶμεν εἰρῆσθαι τῷ νόμῳ καὶ μηδεμίαν αὐτῷ γεγράφθαι μνήμην ῥητόρων. φημὶ τοίνυν ἐγώ—καὶ μή μοι θορυβείτω πρὶν ἀκοῦσαι μηδείς—οὐδ’ οὕτως ἂν ἀλόγως τυχεῖν ἐθέλειν δωρεᾶς.
42.2.32 σκοπεῖτε γάρ· τοὺς νόμους οἱ γεγραφότες, ὅσα τῶν πραττομένων συμβαίνειν εὐκόλως οὐ πέφυκεν, οὐδαμοῦ προσδιώρισαν. οἷον περὶ σωφροσύνης νομοθετοῦντες γυναικός τε μοιχείαν καὶ βίαν τιμωρούμενοι κόρης οὐ προστιθέασιν, ἂν θυγατέρα πατὴρ ἁλῷ βιασάμενος ἢ νεανίσκος οἰκείας μητρὸς ἐρασθείς, ὅ τι δέοι παθεῖν, ὡς οὔτε ῥᾳδίως τὰ τοιαῦτα τολμώμενα κἂν ἄρα πραχθῇ, πρόδηλον ὄν, ὡς δίκην ὑφέξει τῶν ἐλαττόνων ἁμαρτημάτων εὐθυνομένων.
42.2.34 οὕτω τοίνυν τοῖς εἰωθόσι πολεμίους ἀποσοβεῖν δωρεὰν τάξας ὁ νόμος τοὺς ῥήτορας ἐσιώπησεν ἡγούμενος αὐτῶν ὑπερβαίνειν τὴν τέχνην τὸ τόλμημα. τίς γὰρ ἂν ἤλπισεν ἄνδρα λέγειν μόνον εἰδότα γυμνὸν εἰς ὡπλισμένους ἐχθροὺς ἐμβαλόντα στρατόπεδον ὅλον ἰσχύι λόγων ἀπώσεσθαι; εἰ τοίνυν ὡς παράδοξον ἔτυχε τοῦτο τῷ νόμῳ παραλειφθέν, οὐκ ἀπεικότως ᾔτουν τὸ γέρας μείζονα τόλμαν ἐπιδειξάμενος τῶν ὅπλοις εὐδοκιμούντων.
42.2.35 τῆς γὰρ ἐλάττονος ἀρετῆς, τῆς ἐν χερσὶν ἀριστείας φημί, γέρας ἐκ τῶν νόμων ἐχούσης οὐκ ἔστιν ἄμισθον εἶναι τὴν μείζονα· τῆς δὲ κρείττονος τιμωμένης οὐ τὴν ἥττονα πάντως τιμᾶσθαι προσήκει. τοιγαροῦν, εἰ μὴ τοῖς ἁπλῶς πολεμίους ὠθοῦσιν ἆθλα παρεῖχεν ὁ νόμος, ἀλλὰ τοῖς καινῷ τινι καὶ παραδόξῳ τρόπῳ τοῦτο ποιεῖν δυναμένοις, σὺ μὲν οὐκ ἂν ᾔτησας ἀριστεύων—οὐ γὰρ οἶμαι παράδοξον ὅπλοις διώκειν ἐχθροὺς ἐπιόντας—, ἐγὼ δ’ ἂν εἰκότως εἰσεπραξάμην· οὐ γὰρ σύνηθες ῥήτορι πόλεμον ἀπωθεῖν.
42.2.36 εἶτά με ἐρωτᾷς· ποῦ σου τὸ τρόπαιον ἕστηκ ε ; μέγα μου τρόπαιον ἡ πόλις ἀσφαλῶς ἑστηκυῖα. καὶ τί τοσοῦτον ὑπὲρ μιᾶς διατείνομαι δωρεᾶς; εἰ γάρ τις ὀρθὸς γένοιτό μοι κριτής, πολλαῖς ἂν τὴν ἐμὴν εὐεργεσίαν ἀμείψαιτο δωρεαῖς.
42.2.37 οἱ μὲν γὰρ νόμῳ χειρῶν πολέμου κρατοῦντες ἄλλος ἄλλον ἀντιστρατιώτην τρεψάμενος, τῆς ἰδίας ἕκαστος ἀριστείας μίαν δικαίως κομίζεται δωρεάν· ὁ δὲ στρατὸν ὅλον ἀποσοβήσας ῥώμῃ ῥητορικῇ, ὅσα τῷ καταλόγῳ τῶν ἀριστέων ὀφείλεται γέρα τῆς νίκης ὅπλοις ἀθροιζομένης, μόνος ἂν εἰκότως ἅπαντα φέροιτο. καὶ γάρ, εἴ τι τῶν δημοσίων ὑπερηφάνοις ᾠκοδομεῖτο δαπάναις, ἐκάλει δὲ τοὺς οἰκήτορας ὁ κῆρυξ εἰς δημοτελῆ χρημάτων φορὰν ἑκάστῳ θαλλοῦ στέφανον ὑπισχνούμενος φιλοτιμίας μισθόν—εἰ τοίνυν πάνδημον εἰσφορὰν τῆς χρείας εἰσπραττομένης φιλόδωρός τις ἀνὴρ καὶ πλούτῳ πολὺς ἧκεν οἴκοθεν ἄγων τὸν ἐκ πάντων συλλεγόμενον ἔρανον, ἔδει τοσούτοις αὐτὸν κοσμηθῆναι στεφάνοις, ὅσοις ἤμελλον ἅπαντες κοινῆς γεγονυίας τῆς ἐπιδόσεως.
42.2.39 καὶ ποῦ μοι δεῖ τοιαύτης εἰκόνος; εἰ γὰρ μὴ τοὺς πολεμίους ῥητορεύων ἀπεωσάμην, ἐν ὑμῖν δὲ δημηγορῶν ἔπεισα θαρρῆσαι τὴν ἔξοδον ἁρπάσαντάς τε τὰ ὅπλα συναντῆσαι τοῖς ἐπιοῦσιν, ἔδει τροπῆς γενομένης τυχεῖν μὲν ὑμᾶς ἀμοιβῆς, τυχεῖν δὲ τὸν σύμβουλον, ὑμᾶς μὲν ἀνδρείως ἠγωνισμένους, ἐμὲ δὲ φρόνημα γενναῖον ὑμῖν ἐμβαλόντα. οὐδὲ γὰρ ὁ Νέστωρ ἄτιμος ἦν ἐν τοῖς Ἀχαιοῖς τῷ σώματι μὲν οὐ μέγα τι συντελῶν—τί γὰρ ἂν ἔδρασεν ἄνθρωπος εὖ μάλα πρεσβύτης τρίτῃ συζῶν γενεᾷ;—, σοφίᾳ δὲ πλεῖστα τοὺς Ἕλληνας ὠφελῶν ὑπὲρ τὴν Ἀχιλλέως μελίαν καὶ τὴν Αἴαντος ἀσπίδα καὶ τὸ δόρυ τοῦ Διομήδους καὶ τὰ βέλη τοῦ Τεύκρου, ὥστε τὸν ἄρχειν λαχόντα τοῦ στόλου τοῦ Διὸς δεηθῆναι, τὴν Ἀθηνᾶν ἱκετεῦσαι, προσεύξασθαι τῷ Λητοῦς δέκα δωρήσασθαι τοῖς Ἕλλησιν ἄνδρας οὐ τῷ Φθιώτῃ παραπλησίους, οὐ ζηλοῦντας τὸν Σαλαμίνιον, οὐ τὸν Αἰτωλὸν μιμουμένους, οὐ τὸν ἕτερον παῖδα τοῦ Τελαμῶνος, ἀλλὰ τὴν γλῶτταν προσεοικότας τῷ γέροντι, ἰσχυριζόμενον τῆς εὐχῆς αὐτῷ προβαινούσης τὴν Πριάμου πόλιν εὐκόλως ἁλῶναι.
42.2.41 εἶτα δι’ ὑμῶν μὲν τοὺς ἐχθροὺς ἀπελάσας τῆς προσηκούσης ἂν ἔτυχον χάριτος, μόνος δὲ τὸ πᾶν εἰργασμένος ἄμισθος ἄπειμι; μὴ δῆτα, μὴ τὸ τῶν φθονούντων ὑμεῖς πάθοιτε νόσημα, οἳ τοὺς εὐεργέτας ἀποκνοῦσι τιμᾶν, οὐ μέμψιν δεδιότες ἀχαριστίας, τῷ δὲ δοκεῖν εὖ παθεῖν αἰσχυνόμενοι. ἐγὼ μέν, εἰ καὶ φιλίου στρατεύματος πάροδον διεκώλυσα μόνην, οὐκ ἂν ἠρυθρίασα γέρας αἰτῶν—ἴσμεν γάρ, ὅπως χαλεπὰ τὰ τοιαῦτα καὶ λίαν ἐπιζήμια γίνεται—, εἶτα στρατὸν μὲν οἰκεῖον ἐνθένδε παριέναι βουλόμενον πείσας ἑτέραν ἐλθεῖν δικαίως ἂν ἔτυχον ἀμοιβῆς· ἐχθρῶν δὲ λύσας πολιορκίαν ἄτιμος ἔσομαι; ἀλλ’ εἰ καὶ μὴ πάντας, τοσούτους δὲ τῶν πολεμίων ἔπεισα μόνους καταλεῖψαι τὴν μάχην, ὅσους ἂν ἀγαθὸς ἐτρέψατο στρατιώτης, εἰκότως ἄν μοι τιμὴν εἰσπρᾶξαι δοκῶ τὸν δῆμον ἐλαττουμένου τοῦ δέους αὐτῷ μειώσει τῶν ἐναντίων.
42.2.44 ἣν τοίνυν ἀήττητον οὗτος ἀντιλογίαν καλεῖ, δι’ ἧς ἐπαγγέλλεται χειροῦσθαι τὸ δικαστήριον, πρὸς ἣν ἀσθενῆ μοί φησι καὶ σαθρὰν εἶναι τὴν ἐπιστήμην, αὕτη τοιοῦτον αὐτῷ μεμηχάνηται τρόπον. ἀποθαυμάζων δὴ περιέρχεται καὶ πάντων, οἷς ἂν συναντήσῃ, πυνθανόμενος, εἰ πολεμικόν τις ἀξιοῖ γέρας λαβεῖν μὴ συστάντος πολέμου.
42.2.45 τίς γά ρ , φησίν, ἰατρὸν ἐθεάσατο μισθὸν εἰσπραξάμενον μὴ νοσούντων ἀνθρώπων ἢ κυβερνήτην μὴ πλεόντων ἢ τὸν οὐ πολεμοῦντα τροπαίου τιμή ν ; ἡ μὲν τῶν παραδειγμάτων κομψότης πολλὴ καὶ δεινὴ τοὺς ἀπόνως ἀκούοντας δελεάσαι, οὐ μὴν πρὸς ἔλεγχον ἄμαχος· οὐ γὰρ ἔστιν ἀνάλωτον εἶναι τὸ ψεῦδος.
42.2.46 ὁ γὰρ τῶν σωμάτων θεραπευτὴς οὐ μόνον, οὓς ἰᾶται νοσοῦντας, ἀργύριον εἰσπρᾶξαι δίκαιος, ἀλλὰ καὶ οἷς δίαιταν παραδίδωσιν ἄνοσον αὐτοῖς τὸ σῶμα φρουροῦσαν ἐν ὑποψίᾳ νόσου καὶ φόβῳ. φέρε δή, πρὸς θεῶν, εἰ λοιμοῦ τῇ πόλει προσβάλλειν ἐπειγομένου καὶ τοὺς ἀγροὺς ἤδη κατειληφότος μία ξυνωρὶς ἰατρῶν, ὁ μὲν φαρμάκοις ὀδυνηροῖς καὶ σιτίοις ἀνιῶσι τὸν κεχρημένον καὶ ποτοῖς δίψης χαλεπωτέροις καὶ καύσεσι καὶ τομαῖς ὑπισχνεῖτο τὴν ἴασιν, ὅταν ὑμῖν συνοικήσῃ τὸ νόσημα, ὁ δέ, πρὶν εἰς ἄστυ τὸ δεινὸν εἰσιέναι, διαλύειν ὑμῖν ἐπηγγέλλετο, πότερος ἄν, ὦ παρόντες, ἡδίων ἐφάνη καὶ μείζονος ἄξιος δωρεᾶς; οὐ παύσ ῃ , φήσειεν ἄν τις εἰκότως, ἐμοὶ τὰ πρόχειρον ἔχοντα τὴν ἀπόκρισιν ἐρωτῶ ν ; τίς γὰρ ἐξὸν ὑγιαίνειν ἕλοι τ ’ ἂν νόσον ἐμπεσοῦσαν ἀποφυγεῖ ν ; εἰ δὲ δεῖ τοῖς Ἀσκληπιάδαις ἐνδιατρίψαι τὸν λόγον καὶ δευτέραν ἐντεῦθεν ἐπίνοιαν ἐξευρεῖν, ὁ μὲν ἔτι προσιόντα τὸν λοιμὸν ἀπελάσας κοινὴν ἅπασι πορίζεται ῥῶσιν, ὁ δὲ νόσον εἰσπηδήσασαν ἔνδον καὶ τὰ σώματα δίκην φλογὸς νεμομένην ἀποσβέσαι πειρώμενος πολλοὺς μὲν ἴσως δυνήσεται τοῦ πυρὸς ἐξελέσθαι, πολλοῖς δὲ μάτην ἐπικουρίαν προσάξει παντοδαπὴν τῆς ἰατρῶν ἐπιστήμης τῷ πάθει παραχωρούσης.
42.2.50 ἄνευ δὲ τούτων ὁ μὲν ἀλύπου καὶ καθαρᾶς καὶ νοσῶδες ἐχούσης οὐδὲν ὑγείας αἴτιος ἅπασι γίνεται, ὁ δὲ πολλοῖς τῶν μόλις ἀποσωθέντων λείψανόν τι τοῦ πάθους ἐντὸς ἱδρυθὲν ἄπεισι πολλάκις καταλιπών. ὅσον οὖν ἐν τούτοις πρὸς ἀλλήλους ἐστὶ τὸ διάφορον, τοσοῦτον ἀμείνων ὁ μέλλοντα πόλεμον παύσας τοῦ καταλύσαντος γεγονότα τά τε ἄλλα καὶ ὅτι νῦν μὲν ὀρθὴ πρὸς εὐθυμίαν ἡ πόλις καὶ μία διὰ πάντων εὐφροσύνη διέρχεται καὶ λύπης ἐλευθέρα καὶ ἄκρατος ἡδονὴ φοιτᾷ πανταχοῦ, ὅπου δὲ βίαιον ἵσταται τρόπαιον, ἐκεῖ σύγχυσις ἀθυμίας τε καὶ χαρᾶς ἐν μιᾷ γίνεται πόλει.
42.2.52 ἐνταῦθα μὲν χορεία καὶ κῶμος, ἐνταῦθα δὲ πένθη καὶ δάκρυα, ἐνταῦθα δὲ φροντίδες ἀνιαραὶ τῶν μὲν τοὺς οἰκείους, ὡς οὐκ ἐβούλοντο, δεξαμένων, τῶν δὲ θρηνούντων πεσόντας, τῶν δὲ τραυματίαις συναχθομένων· νίκη γὰρ χειροποίητος καὶ τοῖς κρατοῦσιν ὀδύνας φιλεῖ προξενεῖν. οὕτως ἄρα λυσιτελέστερον πανταχόθεν ὃν ἠρίστευσα τρόπον κρατεῖν καὶ πόλεμον ἄδακρυν, τὸ τοῦ λόγου, νικᾶν ἤπερ αἵματι καὶ πληγαῖς κρίνειν τὰς μάχας.
42.2.54 ἐπειδὴ δὲ καὶ κυβερνήτῃ με προσεικάζει μισθοὺς ἀπαιτοῦντι μὴ πεπλευκότας ἀνθρώπους, οὐ λανθάνει κακῶς ἡμᾶς ὑπογράφων τὰ μηδὲν ἐοικότα πρὸς μίμησιν βιαζόμενος καὶ παράλληλα κρίνων τὰ πλεῖστον διεστηκότα. εἰ γάρ με χρὴ παραβάλλεσθαι πρὸς ἄνδρα τοὺς οἴακας ἰθύνειν εἰδότα, δεῖ τὴν παράθεσιν κυβερνῶντα μὲν ἔχειν ἐμέ, ὁλκάδα δὲ λῃστρικὴν ναυτιλλομένην ἡμῖν ἐπιοῦσαν βουλευομένην αὐτοῖς ἀνδράσι καὶ φορτίοις ἑλεῖν μου τὸ σκάφος, εἶτα πάντων ὑπὸ δέους ἐν κοίλῃ νηῒ κρυπτομένων ἐμὲ μόνον ἐπιβάντα τοῦ λέμβους καὶ προσιόντα τοῖς πειραταῖς καὶ πόρρω τρεψάμενον ἅπαν ἐκεῖνο τὸ λῃστρικὸν καὶ ταύτῃ τὴν ἡμετέραν διασώσαντα ναῦν.
42.2.55 οὕτω παραβάλλων ἡμᾶς οὐ δόξεις ἀνομοίων ἐξεταστὴς εἶναι πραγμάτων. Ἴσως τοίνυν καὶ περιττὴν ἡμῖν προσβολὴν ἐποίσει ταύτην, ὡς, εἰ τὴν πόλιν συνέβη διὰ μάχης ἐλθεῖν τήν τε Τύχην ἐξ ἴσου τὰ τάλαντα τεῖναι τῆς νίκης, οὐδεὶς ἂν ἐπινίκιον ᾔτησε δωρεὰν ἀμφοτέρων ἐφάμιλλα λελυπηκότων ἀλλήλους, ὥστ ε , φησίν, ἀλόγως ὁ ῥήτωρ ποιεῖται τὴν αἴτησι ν .
42.2.56 τὸ γὰρ ἑκατέρους ἴσα παθεῖν παραπλήσιον τῷ μηδετέρους δεινόν τι παθεῖ ν . οὕτως ἔρρωτο ἄν σοι καὶ χώραν εἶχεν ὁ λόγος, εἴπερ ἐξ ἀντιρρόπου παρασκευῆς ἡμῶν τε κἀκείνων ὁ πόλεμος ἦν.
42.2.57 τότε ἂν ἀλόγως τιμᾶσθαι ἠξίουν τῆς μάχης ἢ λελυμένης ἡμῖν ἢ παραπλησίως ἑκατέροις ἠγωνισμένης. νῦν δὲ τοῦτό σοι τὸ σοφὸν ἠλίθιον καὶ γέμον ἐστὶν ἀνοίας.
42.2.58 τοσοῦτον γὰρ ἄνισος ἦν ἡ παράταξις, ὅσον οἱ μὲν ὡπλισμένοι προσῄεσαν, ἡμῖν δὲ τὸ πλῆθος ἄφρακτον ἔτι καὶ ἀπαράσκευον ἦν ἀνελπίστου συμβάσης πολιορκίας καὶ τῆς ἡμετέρας ἀπραγμοσύνης εἰς ῥᾳθυμίαν ἀγούσης τοῖς ἡσυχάζουσιν εἰωθὸς μὴ ῥᾳδίως ὑποπτεύειν τι δυσχερὲς ἐκ τῆς ἰδίας τὴν ἀλλοτρίαν τεκμαιρομένοις προαίρεσιν. καὶ τοῖς μὲν πολεμίοις ἡ πατρὶς ἦν ἐν σκέπῃ τοῦ κινδύνου διεστηκυῖα τῆς συμπλοκῆς, γύναιά τε καὶ παῖδες καὶ ὅσον ἐξ ἡλικίας ἢ φύσεως ἢ νόσου πολεμεῖν ἀδύνατον ἦν κατὰ πολλὴν ἀσφάλειαν οἴκοι διέτριβεν, ἔτι τε θεῶν ἱερὰ καὶ τάφοι πατρῷοι καὶ τὰ τῶν προσόδων αὐτοῖς ὑπῆρχεν ἀκέραια μηδενὸς ληιζομένου τὴν γῆν· ἡμῖν δὲ ὑπὲρ ἁπάντων εἷς ἀνερριπτεῖτο κύβος, καὶ οὐκ ἦν ἅπαξ ἀποτυχόντας φυλάξασθαι τοῦ λοιποῦ μὴ τοιαῦτα παθεῖν.
42.2.60 φύσει γὰρ ἀεὶ τοιοῦτον ὁ πόλεμος· τοὺς μὲν ἐκ περιουσίας αὐτῷ κεχρημένους, κἂν διαμάρτωσιν, οὐ καθεῖλε τελέως· ὅσοις δὲ τὰ προσόντα πάντα σαλεύει καὶ μιᾶς ἤρτηται μόνης ἐλπίδος εἶναί τε καὶ διεφθάρθαι, τούτοις ἄρδην ἠτυχηκόσιν ἀνίας τε καὶ βλάβης μεστὸς ὑπάρχων ἐλέγχεται καὶ ὅπως αὐτὸν ἐσαῦθις φυλάξωνται, χώραν οὐ δίδωσιν ἅπαντα διαφθείρας ἀθρόως. ἐπειδὴ τοίνυν τοσούτοις ἠλαττώμεθα τρόποις, νίκην εἰκότως ὁρίζομαι καὶ καλῶ τὴν τοῦ πολέμου διάλυσιν. ἀκριβεῖ δὲ λόγῳ φαίη τις ἂν εὐτυχέστερον ἡμᾶς ἀπαλλάξαι τῶν δυσμενῶν, εἴπερ ἡμῖν μὲν ἀζημίως κατέστη τὰ πράγματα, τοῖς δὲ δαπάνης, οἷον εἰκός, ἐδέησε πλείστης εἰς ἐφοδίων τε χρείαν καὶ σύστασιν οἰκείας παρασκευῆς καὶ ξενοτροφεῖν ἴσως ἠναγκασμένοις.
42.2.62 οὐ σμικρὸν δὲ κἀκεῖνο, ὅτι τὸ μὲν ἡμέτερον αἰσχρᾶς ἀπήλλακται δόξης, οἱ δὲ διπλοῦν ὄνειδος ἀποφέρονται ἀδικίας μὲν ἐπελθόντες, οἷς εἶχον οὐδὲν ἐγκαλεῖν, ἀνανδρίας δὲ μὴ θαρρήσαντες ἔργῳ τὴν ἐπιβουλὴν παραδοῦναι. οἱ γὰρ ἑτέροις ἐπιστρατεύοντες, εἰ, πρὶν εἰς χεῖρας ἐλθεῖν, διαλύσονται, μείζονος κληρονομοῦσιν αἰσχύνης, ὥσπερ ὁ τὸν πλησίον εἰς ἅμιλλαν προκαλούμενος, εἰ μεταγνοὺς ἀμαχεὶ καταλύσει τὴν πρόκλησιν.
42.2.64 δοκοῦσι γὰρ οἱ τοιοῦτοι σφῶν αὐτῶν καταγνόντες ἀποθέσθαι τὴν ἔριν οὐ τιμῶντες τὴν ἡσυχίαν καταφρόνησίν τε καὶ μῖσος ἑαυτοῖς περιάπτουσι μισούμενοι μὲν τῆς προαιρέσεως, περιφρονούμενοι δὲ τοῦ μὴ πέρας λαβεῖν αὐτοῖς τὸ ἐγχείρημα. ἐγὼ δὲ καὶ τὸ θῆλυ τῶν πολεμίων ἡγοῦμαι πικρῶς αὐτοῖς ὀνειδίζειν καὶ λέγειν ἀλλήλαις διηγουμένας· οἵους ἡμῖν τρέφει στρατιώτας ἡ πόλι ς · ἦλθον ἐχθρῷ συμβούλῳ χρησάμενο ι , ἦλθον φυγόντες ἕνα τοσοῦτο ι , ἦλθον ὁπλῖται ῥήτορα δραπετεύσαντε ς .
42.2.65 οὐκ ἂν ἡμεῖ ς , ἃς ἀνάνδρους καλοῦσ ι , τοῦτο πεπόνθαμε ν . τοιαῦτα στοχάζομαι τὰς ἐκείνων γυναῖκας πυκνὰ πρὸς ἀλλήλας διεξιέναι καὶ κόρον οὐκ ἔχειν διαβολῆς· φύσει γὰρ ἅπασαι ῥᾳδίως ἄρχονται λοιδορεῖν καὶ λοιδοροῦσαι πέρας οὐκ ἴσασιν.
42.2.66 οὐ μὴν τὰς τῶν γυναικῶν οἶμαι διαβολὰς μεταστήσειν αὐτοῖς ἣν ἀπῆλθον ἔχοντες γνώμην ἐρριζωμένης αὐτοῖς τῆς περὶ τὴν ἐμὴν νουθεσίαν πειθοῦς. ἄνευ δὲ τῶν εἰρημένων πλεονέκτημα μέγα καὶ νίκης ἐνέχυρον τοῖς ἐξαίφνης ἐπιστρατεύουσι τὸ τῆς ἀδικουμένης πόλεως ἀπαράσκευον, εἴπερ οἱ μὲν ἐν ἐξουσίᾳ πολλῇ ταράττοντος οὐδενὸς σφᾶς αὐτοὺς καταστήσαντες εἶτα ἐπέρχονται, ἡ δὲ τοῦ συνειδότος αὐτὴν ὑπτίαν ἐργαζομένου ῥᾳστώνην ἄγουσα τέως οὐκ οἶδεν, ἥτις γένηται θορύβῳ συνεχομένη, οἷον ὑφίσταται πολλάκις ἀπράγμων ἀνὴρ καὶ λίαν ἐπιεικής, ὅταν αὐτῷ δίκην τις ἀπροσδόκητον λάχῃ.
42.2.68 Εἰς καιρὸν δὲ ἄρα δικαστηρίου μνήμην πεποίημαι καὶ κατηγόρου καὶ φεύγοντος. οἶμαι γὰρ ἅπασιν εἶναι καταφανές, ὡς πολεμίῳ μὲν ἐπιόντι προσέοικεν ὁ κατήγορος, ἀμυνομένου δὲ τάξιν ὁ κρινόμενος ἔχει. εἰ τοίνυν ἐν δικαστηρίῳ φεύγοντός ἐστι νίκη τὸ μὴ παθεῖν τι δεινόν, καὶ πολεμουμένων ἂν λέγοιτο τρόπαιον τὸ μὴ πεπονθέναι τι δυσχερές. φέρε δὴ καὶ ἄλλην ἐκ τοῦδε τοῦ γυμνασίου θηράσωμεν ἀφορμήν.
42.2.69 εἴ τινά τις γραψάμενος ἔπειτα καταγνοὺς ἑαυτοῦ μηδαμῶς ἐπεξέλθοι, τοῦτο μείζων ἀπόδειξις, ὡς οὐδὲν ὁ τὴν γραφὴν ὑποστὰς ἐπλημμέλησεν, ἤπερ τῶν δικαζόντων ἡ ψῆφος ἀθῷον αὐτὸν ἀπολύουσα. τοὺς μὲν γὰρ ἴσως ὑποπτεύσειεν ἄν τις ἢ δώρων προέσθαι τὸ δίκαιον ἢ λόγων ἀπάτῃ παρακρουσθέντας ἢ πρὸς ἔλεον κατενεχθέντας τοῦ κρινομένου, ὁ δὲ γραψάμενος μέν, ἑαυτοῦ δὲ κατεγνωκὼς ἀνύποπτος γίνεται δικαστής, ᾧ προσήγαγε τὴν γραφήν.
42.2.71 τί δή μοι βούλεται τὸ παράδειγμα; ἢ δῆλον, ὅτι πρὸς τοὺς ἐναντίους ὁρᾷ σαφεστέραν ἡμῖν μαρτυρίαν ἀρετῆς καταλείψαντας ἤπερ εἰ μάχῃ νικηθέντες ἀπῆλθον; οὕτω γὰρ ἂν ὑπῆρχεν αὐτοῖς ἀντὶ δικαστῶν αἰτιᾶσθαι τὴν Τύχην ἀλόγως τὸν ἀγῶνα βραβεῦσαι. ὁρᾷς, ὡς πανταχόθεν σεμνότερόν μου τὸ τρόπαιον διαφαίνεται τῶν ἐν χερσὶν ἱσταμένων; Τάχα τοίνυν ἀπορήσας λοιπόν, ὅπως μέμψεται τὸ πραχθέν, προσποιήσεται τοῦ μέλλοντος κήδεσθαι χρόνου καὶ δεδιέναι, μή ποτε πάλιν ἐπιστρατεύσωσιν ὡς οὐδὲν ὑπομείναντες ἱκανὸν ἡσυχίαν ἄγειν αὐτοὺς ἀναγκάσαι· τὴν μὲν γὰρ ἔνοπλον νίκην ἀθάνατον δέος τοῖς ἡττημένοις ἐμβάλλειν, τὴν δὲ τῶν λόγων πειθὼ μὴ φοβερὰν εἶναι τοῖς πεπεισμένοις.
42.2.73 ἐγὼ δὲ τὰς μεγάλας ἔχθρας ἡγοῦμαι βίᾳ μὲν ὑποχωρούσας ἐπισφαλεῖς εἶναι καὶ χρόνον βραχὺν ἠρεμεῖν καὶ μῖσος ὕπουλον ἔχειν καὶ μικρᾶς παραπεσούσης ἔριδος ἀναφύεσθαι, τοὺς ἑκουσίως δὲ παυσαμένους ἐρυθριᾶν αὖθις ὀφθῆναι· ἐπεὶ καὶ τοὺς ἄγαν ἐρῶντας ὁρῶμεν, εἴ τις αὐτοὺς βίᾳ διαλῦσαι πειράσεται, φιλονεικότερόν τε ποθοῦντας καὶ μᾶλλον ἐξαπτομένους, ἕως ἑαυτῶν καταγνόντες αὐτοὶ τὴν ἰδίαν ἰάσονται νόσον. εἰ μὲν οὖν ὑφ’ ἡμῶν βιασθέντες ἀπῆλθον, ὀλίγον ἂν ἴσως εἴξαντες τῷ καιρῷ καὶ προϊόντος τοῦ χρόνου τὸν ἐκ τῆς συμφορᾶς ἀποτριψάμενοι φόβον πάλιν ἐπειρῶντο τῆς Τύχης, εἰ πρὸς αὐτοὺς παρ’ ἡμῶν αὐτομολεῖν ἐθελήσει—τοιαύτη γὰρ ἡ θεός· οὐδενὶ βεβαίως ἀνέχεται συνοικεῖν—· ὥστε καὶ τῷ ταύτης ἀνωμάλῳ πιστεύσαντες καὶ τῆς προτέρας ἀμείνω πορισάμενοι δύναμιν δευτέραν ἴσως πολιορκίαν ἐπῆγον.
42.2.75 ταῦτα μέν, εἰ πρὸς ἀνάγκην τὴν ἀναχώρησιν ἐποιήσαντο· νῦν δὲ παιδευθέντες λυσιτελεῖν αὑτοῖς τὴν διάλυσιν οὐ καινοτομήσουσι τὸ συμφέρον οὐδὲ βουλήσονται προσάπτειν αὑτοῖς ὑπόνοιαν ἀμαθίας τῷ δοκεῖν ἐξ ἀπάτης ἐμῆς καταλῦσαι τὴν προσεδρίαν. τί δὲ τῆς προτέρας αὑτῶν κατεγνωκότες παρασκευῆς αὖθις 〈ἂν〉 ἐπέρχοιντο; εἰ μὲν γὰρ ἐνδείᾳ μηχανημάτων μὴ καθεῖλον τὴν πόλιν, δέος ἂν ἦν καὶ φροντίς, μὴ πλείους οἴκοι κατασκευάσαντες μηχανὰς πάλιν τειχομαχεῖν ἐθελήσωσιν· εἰ δὲ κατὰ πολλὴν ἄδειαν βουλευσάμενοι καὶ τὴν ἐμὴν πικρῶς ἐξετάσαντες συμβουλήν—τίς γὰρ ἐχθροῦ νουθετοῦντος ἀμελῶς ἀκροᾶται;—πεισθέντες αὑτοῖς τὰ λεχθέντα συμφέρειν ἔργῳ μου τὴν παραίνεσιν ἔκριναν ἔχειν καλῶς, οὐκ ἀνέξονται τὴν ἰδίαν ὑβρίσαι χειροτονίαν.
42.2.77 ὅλως δὲ τίνες εὐτραπέλως οὕτω καὶ μειρακιωδῶς μεταφέρονται, ὥστε τῆς αὐτῆς πόλεως ἐθέλειν κρατεῖν καὶ πάλιν μὴ βούλεσθαι καὶ πάλιν ἐπιθυμεῖν καὶ τῇδε κἀκεῖσε τὴν γνώμην καθάπερ ἐν μέθῃ σαλεύεσθαι; ἔστι τοίνυν ἔμφυτον ὡς εἰπεῖν πᾶσιν ἀνθρώποις, ὅταν τι διαπράξασθαι βούλωνται, ὅσον μὲν ἐγγὺς γίνονται τοῦ τυχεῖν, ἐκμαίνεσθαι μᾶλλον καὶ τῇ σπουδῇ προστιθέναι, ὅσον δὲ πόρρω διίστανται, κατὰ μικρὸν ἀναπίπτειν καὶ παύεσθαι.
42.2.79 εἶτα πλησίον μὲν ὄντες ἀπῆλθον, ἥξουσι δὲ μεταστάντες; καὶ τὰ μὲν ὅπλα φέροντες, οἷς ἐξάπτεται στρατιώτου θυμός, ἔγνωσαν δεῖν ἠρεμεῖν, ἀποσκευασάμενοι δὲ δόξαν αὐτοῖς ἡσυχάζειν στρατεύσονται; καὶ νῦν μὲν ἀφυλάκτους ὄντας ἡμᾶς—οὐ γὰρ ᾐσθόμεθα προσβαλλόντων—πολιορκοῦντες ἀπεῖπον εἴξαντές μου τοῖς λόγοις· ἡγούμενοι δὲ τοῦ λοιποῦ δι’ ἀσφαλείας μᾶλλον ἢ πρότερον ἡμῖν εἶναι τὴν πόλιν πειράσονται παραστήσασθαι; οὐκ ἔστιν.
42.2.80 οὐ γάρ, οἶμαι, τὸν σὸν ἔχουσι λογισμόν. ἀλλὰ γὰρ οὐκ οἶδα, ὅ τι χρή σε καλεῖν, εἴτε θρασὺν εἴτε δειλίας μεστόν. ἄρτι μὲν γὰρ ἠγανάκτεις, ὅτι σου τῶν χειρῶν τοὺς ἐναντίους ἐξήρπασα· νυνὶ δέ, μή πως ἐπιστρατεύσωσι, δέδοικας. πῶς γὰρ οὐ στρατεύσονται θαρροῦντε ς , φησίν, εἴ τις ἐκείνοις ἀγγείλειε ν , ὅτι σε δωρεαῖς τετιμήκαμε ν ; ὑποπτεύσουσι γὰρ ἡμᾶς εἰκότως ἐξ ἀνανδρίας ἐσχάτης εὐεργέτην ὁρίζεσθαι τὸν διαλύοντα μάχην καὶ τὸ συμπλοκῆς ἀπηλλάχθαι μέγα τρόπαιον κρίνει ν .
42.2.82 τί οὖν οὐχὶ καὶ τὸν νόμον αὐτὸν ἐξαλείφεις ὡς κουφίζοντα τοὺς ἐχθροὺς καὶ θαρρεῖν προτρεπόμενον αἷς δωρεῖται τοὺς πόλεμον κατορθοῦντας τιμαῖς; δῆλον γάρ, ὅτι δεδιέναι τὰς μάχας ὑποπτευόμεθα δωρεαῖς ἀμειβόμενοι τὸν διαλῦσαι δυνάμενον. ἀνελὼν τοίνυν τὸν νόμον ἕτερον τίθει χρήμασι ζημιοῦντα τὸν ἀπελαύνοντα δυσμενεῖς, ἵνα δὴ φιλοπόλεμοι δόξωμεν θυμούμενοί τε καὶ ζημίᾳ κολάζοντες τὸν οὐκ ἐῶντα προβαίνειν εἰς μῆκος τὴν συμπλοκήν.
42.2.83 ὁρᾷς, εἰς ὅσον ἀτοπίας ἀκολουθῶν σοι προῆλθεν ὁ λόγος; ταῦτα μέντοι πάντα καὶ σοὶ πάρεστι νῦν ἐπ’ ἐξουσίας εἰπεῖν καὶ τούτοις ἀκροάσασθαί σου λέγοντος· εἰ δὲ τῶν πολεμίων τὸ ἄστυ περιθεόντων καὶ τῆς σωτηρίας ἡμῖν ἐν ἀπορίᾳ πολλῇ κειμένης καὶ πάντων ἀλλήλους, ὅ τι δέοι ποιεῖν, ἐρωτώντων, εἰ τότε τὸν δῆμον ἀγείρας παρελθὼν ὑπεσχόμην τὸν ὑπὲρ ἁπάντων ἀναδέξεσθαι κίνδυνον καὶ τῶν περιεστώτων ὑμᾶς ἀπαλλάξειν κακῶν—εἴ γε ταῦτα διαπραξάμενος, ὅ τι ἄν μοι δοκῇ, λήψομαι γέρας, ἕκαστος ἄν μοι πρῶτος ἠπείγετο χειροτονῆσαι τὴν αἴτησιν, εἰ καὶ μὴ νόμος ἔκειτο παρ’ ὑμῖν τοὺς τοιαῦτα κατορθοῦντας τιμᾶν ἐπιτρέπων.
42.2.85 τὰ δεινὰ γάρ, ἕως μὲν πάρεστι, χαλεπά τε καὶ δύσκολα φαίνεται· κατορθωθέντα δὲ ῥᾴδια καὶ παντὸς εἶναι δοκεῖ, ἄλλως τε κἂν ἰάσηταί τις εὐκόλως. μᾶλλον γὰρ εἰώθασιν οἱ πολλοὶ τὸν μόλις αὐτοὺς εὖ ποιοῦντα τιμᾶν ἢ τὸν εὐχερῶς τι δωρούμενον. ὅθεν ὑμῖν ἥδιστα ἂν ἐπέδειξα πόλιν ἀρτίως ἁλοῦσαν, ὅπως ταῖς ἑτέρων γνοίητε συμφοραῖς, οἵων ὑμᾶς ἐρρυσάμην.
42.2.86 ἡ γὰρ οὕτως ἔχουσα τύχης τὸ μὲν πλεῖστον αὑτῆς μέρος εἰς ἔδαφος κλίνει, ὀλίγον δὲ περιλείπεται τοῦ πάλαι σχήματος ὑπόμνημα τοῖς παριοῦσι. καὶ γυνὴ μὲν ἐν ἀνδρὸς ὀφθαλμοῖς βιαίως ὑβρίζεται, κόρη δὲ μητρὸς ἐναντίον, καὶ παῖδες ἐν ὄψεσιν ἀποσφάττονται πατρικαῖς καὶ βρέφη πολλάκις ἐκ μητρῴων ἀνθέλκεται τιτθῶν, ἀλλὰ κἂν ἐπίτεξ οὖσα τυγχάνῃ τις, αὐτῷ τῷ τόκῳ συνδιαφθείρεται.
42.2.88 ἔστι καὶ σωμάτων ἀτάφων ἰδεῖν ὅσον τι πλῆθος καὶ πρεσβύτας ἐξ αὐτῆς ἑλκομένους τῆς πολιᾶς, δι’ ἐρριμμένων ἀγομένους νεκρῶν καὶ τούτων ἐνίοτε παίδων οἰκείων, δακρύειν μὲν βουλομένους, οὐ μὴν συγχωρουμένους τῷ μεγέθει τῆς λύπης. εἰσὶ γάρ, εἰσὶ συμφοραὶ μείζους δακρύων. οὐ μετρίων, οἶμαι, κακῶν ὑμᾶς ἠλευθέρωσα. σκοπεῖτε δή, μὴ λάθητε τοὺς ἐχθροὺς ἐφ’ ὑμᾶς ἐρεθίζοντες.
42.2.89 εἰ γὰρ ἀκούσονται λόγοις φαυλότερον ὀφθῆναί με παρ’ ὑμῖν ἀνδρὸς λόγων ἀπείρου, κατεγνωκότες, ὡς εἰκός, ἑαυτῶν, οἵῳ ῥήτορι πεισθέντες ἀπῆλθον, ἐπιστρατεύσονται πάλιν ὕβριν ἡγούμενοι βεβαίως πειθαρχῆσαι συμβούλῳ μηδὲ τοὺς αὑτοῦ πείθειν εἰδότι πολίτας. ὅσοι γὰρ παραινοῦντι πεισθέντες ὑφ’ ἑτέρων ἀτιμαζόμενον ὁρῶσι τὸν πείσαντα, οὐ τοιοῦτον ἔτι σύμβουλον εἶναι νομίζουσιν, οἷον πρὸ τῆς ἀτιμίας ἡγοῦντο. χωρὶς δὲ τούτων μεγάλην αὑτοῖς ῥοπὴν ὑπάρξειν ἡγήσονται τὴν ὑμετέραν ἀγνωμοσύνην.
42.2.90 τίς γὰρ ἔτι καλοῦντος καιροῦ ζηλώσει με ῥήτωρ εἰς τὴν ἐμὴν ἀφορῶν ἀτιμίαν; τίς δὲ στρατιώτης ἀγωνιεῖται προθύμως τοὺς ῥήτορας εὐλαβούμενος, μὴ δωρεᾶς αὑτῷ γένωνται κώλυμα δίκαια λέγοντες, ὡς, εἰ τὸ μεῖζον κατόρθωμα—μείζων γὰρ ἡ πάντας διασώζουσα νίκη τῆς ἐνίους μὲν ῥυομένης, ἐνίους δὲ μηδαμῶς δυναμένης, οἷα φιλεῖ κατάστασις πολέμου ποιεῖν εἰς χεῖρα ἰόντας—εἰ τοίνυν τὸ μεῖζον ἄμισθον γέγονεν, οὐδὲ τὸ ἔλαττον δήπου τιμᾶσθαι προσήκει. τοῦ γὰρ ὅλως μὴ τιμᾶν εὐεργέτην δεινότερον τὸ δωρεῖσθαι μὲν ἀμοιβὰς τοῖς μικρὰ κατορθοῦσιν, ἀποστερεῖν δὲ τοὺς μείζω πεποιηκότας· τὸ μὲν γὰρ ἁπλοῦν πάθος ἐστίν, ἀχαριστία, τὸ δὲ νοσήματα δύο ψυχῆς, ἀγνωμοσύνη καὶ φθόνος.
42.2.92 καὶ μὴν οὐκ οἶδα, ὅθεν ὁ φθόνος ἐπ’ ἐμοὶ πρόφασιν εὗρεν. ἔνθα μὲν γὰρ πολλῶν ἐστι κοινὸν τὸ πραττόμενον, εἰκότως ἀλλήλοις βασκαίνουσιν, ἕκαστος τὸ πλέον ἔχειν φιλονεικῶν οἷα τῆς πλείονος μοίρας αὑτῷ πεπραγμένης· ὅπου δὲ τὸ πᾶν ἑνός ἐστιν ἀνδρός, ποίαν εἰκὸς πάροδον εἶναι τῷ φθόνῳ; εἰ γὰρ πολλῶν μίαν πρᾶξιν πεποιηκότων, ὅταν εἷς ἐν ἅπασι λαμπρῶς ὑπερέχῃ καὶ τὸ πλεῖστον περιφανῶς ἐργάσηται μέρος, εἴκουσιν οἱ λοιποὶ καὶ φέρουσιν ἐγκρατῶς τιμωμένου, πῶς ἂν ἔχοι λόγον φθονεῖσθαι τὴν ἐμὴν δωρεὰν οὐδὲν κοινὸν ἐσχηκότος τοῦ πεπραγμένου; θαυμάζω δέ, εἰ κακίας μὲν ὑπέχουσι δίκην οἱ ῥήτορες, ἀρετῆς δὲ ἆθλα μὴ κέκτηνται, καὶ προδότης μὲν ἁλοὺς σωφρονίζομαι, οὐ τιμῶμαι δὲ κοινὴν ἅπασι δεδωκὼς σωτηρίαν.
42.2.95 καὶ μήν, εἰ τὸ σῶσαι λόγοις τὴν πόλιν ἀνόνητον ὑπάρχει τῷ σεσωκότι, καὶ τὸ προδοῦναι λόγοις, ὡς ἔοικεν, ἀνεύθυνον ἔσται τῷ πλημμελήσαντι. ἆρ’ οὖν, εἰ τοῖς ἐναντίοις ἔδωκα γνώμην ὑποχειρίους ὑμᾶς ἐκείνοις ἐργαζομένην, ἀθῷον ἄν με παρεῖδες τὴν προδοσίαν αἰσθόμενος. εἰ μὲν γὰρ ἀφῆκας ἀζήμιον, πανταχόθεν τῇ πατρίδι διαλυμαίνῃ μήτε τοὺς ἁμαρτάνοντας κρίνων καὶ τιμᾶσθαι τοὺς εὖ ποιοῦντας μὴ συγχωρῶν· εἰ δὲ πλημμελοῦντα τὴν πρέπουσαν εἰσέπραττες δίκην, πῶς εὖ ποιήσαντα τὴν προσήκουσαν χάριν ἀποστερεῖς; δεῖ γὰρ οὐ σωφρονίσαι μὲν πονηρίαν, ὑπερορᾶν δὲ χρηστότητος, οὐδὲ πράττειν ἐξ ἡμισείας τὸ δίκαιον, ἐπεὶ καὶ τὰς τιμωρίας οἱ νόμοι διώρισαν οὐ μισοῦντες, οὓς σωφρονίζουσι, ἀλλ’ ἀμείνους αὐτούς τε ποιοῦντες καὶ τοὺς ἄλλους δέει τοῦ τοιαῦτα παθεῖν, ὥστε τιμῶσί τε καὶ κολάζουσι πρὸς ἕνα σκοπόν, ὅπως ἀγαθοὺς ἅπαντας εἶναι προτρέψωνται.
42.2.97 μᾶλλον δέ, τιμὴ μὲν ἅπασα καὶ τὸν εἰληφότα πρὸς εὔνοιαν τῇ πόλει μείζω παρακαλεῖ καὶ τοὺς ἄλλους εἰς μίμησιν ἄγει καὶ ζῆλον, τιμωρία δὲ θάνατον ἐπιφέρουσα τὸν τεθνεῶτα μὲν οὐκέτι δήπου χρήσιμον ὑμῖν ἀπεργάζεται, τοὺς δὲ λοιποὺς ἴσως παρόμοια πράττειν εἴργει τῷ φόβῳ. καὶ πονηροὺς μὲν ἐλέου τυχόντας δέον τιμωρίαν αὐτοὺς ὑποσχεῖν ἔνι γενέσθαι χρηστοὺς καὶ τοῖς φειδομένοις εὔνοιαν ἔχειν, ἀγαθοὶ δὲ τὰ εἰκότα μὴ τιμηθέντες οὐκ ἔστιν, ὅπως δυνήσονται τοῖς οὐ δεδωκόσι τὰς ἀμοιβὰς εὐνοεῖν. ἀφῃρημένης τοίνυν εὐνοίας συναφαιρεθήσεται τὸ βούλεσθαι κινδύνου καλέσαντος εὖ ποιεῖν, ὥστε πλέον τῇ πόλει λυμαίνεται τοῦ πονηροὺς μὴ κολάζειν τὸ χρηστοὺς μὴ τιμᾶν. πρὸς ἅπασι δὲ τοῖς εἰρημένοις ἐκεῖνο λέγω· εἰ πολέμου συστάντος τὴν ἡσυχίαν αὐτὸς ἄγειν εἱλόμην ὡς ἂν μὴ τέχνην ἐπαγγελλόμενος μάχης κοινωνεῖν ἀναγκάζουσαν, οὔτε δωρεᾶς ἄξιος ἦν οὔτε τιμωρίας ὑπεύθυνος.
42.2.98 ἄτοπον οὖν τὴν σώσασαν ὑμᾶς ῥητορείαν μηδὲν πλέον κερδᾶναι τῆς ἡσυχίας. τίς δὲ οἶδ ε , φησίν, εἰ μισθώσας αὑτὸν τοῖς ἐναντίοις ἔπεισας οἴκοι δοκεῖν ἡσυχάζει ν , ἕως ἂν δωρεὰν αἰτήσας λάβῃ ς , εἶτα μικρὸν ὕστερον ἄφνω προσπεσόντας τὴν πόλιν ἑλεῖ ν ; ταῦτα δίδως ὑπονοεῖν ἄνευ γνώμης τοῦ δήμου μόνος ἐκείνοις εἰς λόγους ἐλθώ ν .
42.2.100 καὶ τίς ὠνεῖται προδότην ἔχων ἤδη τὴν πολεμίαν; τίς γὰρ ἀνῦσαι ῥᾳδίως τὴν χρείαν ἐξ οἰκείας δυνάμενος ἀρετῆς ἀλλότριον ἑαυτῷ πρὸς τοιαύτην μισθοῦται διακονίαν; ὅσα μὲν γὰρ δι’ ἡμῶν αὐτῶν κατορθοῦμεν, συνέσεως δίδωσι δόξαν ἢ ῥώμης ἤ τινος ἄλλου πλεονεκτήματος, ὅτῳ καὶ πέπρακται· ἡ δὲ διὰ προδοσίας κλοπὴ τῷ προδιδόντι μᾶλλον αἰσχύνην, οὐ τοῖς ἐκ τούτου κρατήσασιν εὔκλειαν φέρει, καὶ τούτοις μὲν οὐ σεμνόν, ἐκείνῳ δὲ φαῦλον ὄνομα γίνεται. οὔκουν πρίασθαι δι’ ἐμοῦ τὴν πόλιν ἠξίουν, ἣν ᾤοντο δι’ αὑτῶν εὐκόλως χειροῦσθαι, ὅπερ εἰς ἔργον ἐλθεῖν ἡ ἐμὴ προδοσία διεκώλυσεν. ἐπειδὴ γὰρ εἰς λόγους ἐλθεῖν ἐκείνοις ἐβουλευσάμην τὸ ἐφ’ ἑκάτερα ἐκβησόμενον τῷ λογισμῷ διατυπώσας τοιαῦτα πρὸς ἐμαυτὸν διελέχθην· ἂν μὲν εὖ παρασχὸν διανύσω τὸ τόλμημ α , πρῶτον μὲν γέρας ἕξω τὴν εὔκλεια ν , ἔπειτα δὲ ὕστερον ἣν ἐθέλω τιμή ν · ἂν δὲ διαπέσῃ μοι τὸ ἀγώνισμα καὶ γένωμαι πολεμίας ἔργον χειρό ς , σεμνὸν ἐντάφιον περικείμενος ἄπειμ ι , τὴν ὑπὲρ τῆς πόλεως εὔνοιαν καὶ τὸ μὴ πολέμῳ δουλωθεῖσαν ἰδεῖ ν .
42.2.102 οὗτος ὁ λογισμὸς ἐξήγαγέ με τῶν περιβόλων, τούτῳ παραδοὺς ἐμαυτὸν ἀφόβως ἐπορευόμην οὐ σχολαζούσης μοι ταράττεσθαι τῆς φαντασίας ὑπὸ τῆς περὶ ταῦτα φροντίδος. τὰ μὲν οὖν πλεῖστα τῶν πρὸς ἐκείνους ῥηθέντων ἄρτι διεξιὼν ἐπαυσάμην, τὸ δὲ πέρας τῆς συμβουλῆς—νῦν γὰρ ἐπῆλθέ μοι κατὰ νοῦν—τοσούτου γέμει φρονήματος, ὡς οὐ μετρίαν αὐτοῖς ἐμβαλεῖν ἀθυμίαν.
42.2.104 εἰ γάρ μου τῆς νουθεσία ς , ἔφην, ὑπερορᾶτε καὶ κρατεῖ πα ρ ’ ὑμῖν ἡ τῶν ἀλλοτρίων ἐπιθυμί α , ἐμὲ τόνδε πρῶτον λαβόντες ἀποκτείνατε καὶ τῆς ὑμετέρας αὐτῶν ἀδικίας ἐκ τῆς ἐμῆς ἀπάρξασθε τελευτῆ ς . εἶδον εὐθὺς ἐμβλέψας ἕκαστον πάντας ἐν θαύματι μᾶλλον εἰς νοῦν εἰληφότας, ὡς εἰ λόγους ἐπιτηδεύων ἀνὴρ φιλοκίνδυνος οὕτω καὶ πρὸς θάνατον ἐγκρατής, ποῖον εἰκὸς εἶναι τὸ μάχιμον; τεκμηράμενοι τοίνυν ἐξ ἑνὸς ἀνδρὸς τὴν πόλιν ἀπῄεσαν τοιούτους εὐχόμενοι σφίσιν οἴκοι γενέσθαι συμβούλους.
42.2.106 ἀπράκτων οὖν βαδιζόντων ἐπ’ οἴκου ἡ μὲν εὐθυμία παρεκελεύετό μοι θᾶττον ὡς ὑμᾶς εἰσιόντα τοῖς εὐαγγελίοις εὐφρᾶναι, τῷ δὲ παραδόξῳ τοῦ πράγματος μένειν ἠναγκαζόμην καὶ γινώσκων βεβαίως αὐτοῖς δεδόχθαι τὴν ἀναχώρησιν ὅμως εἱστήκειν ἀπιόντας ὁρῶν, εἰς ὅσον τῆς πορείας ἐνῆν διικνεῖσθαι τὴν ὄψιν. καίτοι τίνα μὲν ἐμαυτόν, τίνα δὲ σὲ τὴν ἡμέραν ἐκείνην εἰκότως ἂν θείην; βούλει σὲ μὲν ἀνδρεῖον ἀγωνιστὴν ἕνα τῆς πάλαι τεθρυλλημένης τῶν ἡρώων φορᾶς, ἐμὲ δὲ φιλόψυχόν τε καὶ ἄτολμον, οἷα τοὺς ἐν λόγοις ἀεὶ τρεφομένους ὑμεῖς οἱ τὰ πολέμια γυμναζόμενοι σκώπτειν εἰώθατε.
42.2.108 τότε τοίνυν ὁ ῥήτωρ, ὁ τρέμων τὰς μάχας, τὸν ἥρωα, τὸν στρατιώτην διέσωσε. σὺ μὲν γὰρ ἐτύγχανές που μάλα κρυπτόμενος, ἐγὼ δὲ καὶ σὲ καὶ τὴν πόλιν τῶν περιεστηκότων ἀπήλλαξα φόβων. εἶτά μου προδοσίαν καλεῖ τὸ μηδὲ περιμεῖναι τοῦ δήμου τὴν γνώμην; ὡς εἰ τοὺς ἐχθροὺς ἔπειθες ἐξιὼν καθημένους ἀργεῖν, ἕως ἐκκλησιάσομεν, καὶ χρόνον ἡμᾶς ἀναμεῖναι τοσοῦτον, ὅσον ἂν ἤρκει μοι παρὰ τὰς ἑκάστου θύρας φοιτᾶν καὶ συγκαλεῖν ἅπαντας καὶ συνάγειν καὶ λέγειν καὶ ἀντιλέγειν— ἀλλ’ εἰ καὶ τοὺς πολεμίους ἐνῆν περιμεῖναι τὴν ἡμετέραν σύνοδον καὶ βουλὴν ἐγώ τε τούτους ἐκ τῆς ἐκκλησίας ἀποσταλεὶς ἐτρεψάμην, οὐδ’ οὕτως ἄν μοι δωρεᾶς τυχεῖν συνεχώρεις. εἰ γὰρ νῦν τὸ πᾶν αὐτὸς διανύσας παρὰ τὴν ἀξίαν σοι φαίνομαι γέρας αἰτεῖν, ποίας ἂν ἀμοιβῆς ἄξιος ὤφθην, εἰ τὸ κατόρθωμα κοινὸν ἐγεγόνει τῇ χειροτονίᾳ τοῦ πλήθους; ὁ γὰρ μέγα τι πρᾶξαι διανοούμενος, οὐ μὴν εὖ βεβουλεῦσθαι θαρρῶν, ἕως ἕτεροι κατανεύσουσιν, οὐχ ἑαυτῷ προξενεῖ τῆς συμβουλίας τὴν εὔκλειαν, ἀλλὰ μᾶλλον, οἷς ἐπίστευσε κρίνειν, ἣν ἐσκέψατο γνώμην.
42.2.110 εὐήθης δὲ ὢν περὶ λόγους τοῦτο σφόδρα κακοήθως ποιεῖς προδοσίας ἐμοὶ περιάπτων ὑπόνοιαν, ὅπως ἀντὶ τοῦ κομίσασθαι χάριν ἀρκέσῃ μοι τὸ δίκην μὴ δοῦναι. οὐ μὴν ἀποχρήσει μοι τοῦτο· οὐχ οὕτω τοῖς ἀπατᾶν ἐθέλουσι πρόκειμαι.
42.2.111 αἰτήσω δὲ χάριν λειπομένην μὲν τῆς ἀξίας—τί γὰρ ἀντίρροπον σωτηρίας, ἧς ὑπὲρ ὑμῶν κατεφρόνησα;—, ἀρκοῦσαν δὲ ὅμως τῷ ληψομένῳ. καὶ μὴν εἰ μισθαρνεῖν ἐπεχείρησα καὶ τοιοῦτόν μοι καθ’ ὑμῶν ἐμελετήθη σκευώρημα, οὐκ ἂν προσῄει μοι παρ’ ὑμῖν πρὸς αἴτησιν δωρεᾶς ἡ διάνοια οὐδ’ ἂν ἠνείχετο τοσοῦτον ἀναισχυντεῖν, ἀνεδύετο δ’ ἂν ἐρυθριῶσα καὶ ὑπεστέλλετο ταραττομένη τῷ συνειδότι.
42.2.113 Μέλλων δὲ καταλύειν ἤδη τὸν λόγον βούλομαι βραχέα προσθεῖναι τοῖς εἰρημένοις. πολλὰ πρὸς φυλακὴν αὑταῖς ἐπινοοῦσιν αἱ πόλεις, χαρακώματα καὶ τείχη καὶ τάφρους καὶ πολλὴν μὲν ἀσπίδα, πολλὴν δὲ ἵππον καὶ βελῶν ἀφθονίαν· εἷς δὲ πάσαις ἐν ἅπασι τούτοις ὑπάρχει σκοπὸς ἐπιόντα πόλεμον ἀποκρούσασθαι· ὥστε τὴν χρείαν ὑμῖν, ἣν οὕτω πολλὰ καὶ παντοδαπὰ μόλις ἀνύει ταῖς πόλεσιν, εἷς ἀνὴρ ἄοπλος ἴσχυσεν. ὅθεν, ἐπειδὴ τῶν δυσμενῶν ἀπιόντων εἴσω πυλῶν ἐγενόμην, χορὸς οἱ συνήθεις περὶ ἐμὲ γεγονότες, εἶτα πυθόμενοι τὴν ἄπρακτον δι’ ἐμοῦ τῶν ἐχθρῶν ἀναχώρησιν ἔχαιρον, ἐπῄνουν, ἐζήλουν τὸν μόνον δημαγωγόν, τὸν μόνον φιλόπολιν, τὸν μόνον εὐεργέτην ἀποκαλοῦντες.
42.2.115 ἐμνημόνευσέ τις τοῦ νόμου καὶ τῆς ἐντεῦθεν ὀφειλομένης μοι χάριτος. ποίαν αἰτεῖς δωρεά ν ; ἕτερος ἤρετο. πάντω ς , ὑπολαβών τις ἔφη, χρυσίο ν · δεῖ γὰρ χρημάτων αὐτ ῷ . εἰκόνα μᾶλλο ν , ἔφη τις ἕτερος· φιλότιμος γά ρ . ἑκάτερος δέ μου τῆς γνώμης διήμαρτεν· οὐ γὰρ χρυσίον, οὐ χρώματα, τοιοῦτον δὲ λήψομαι γέρας, ὡς ἐν αὐτῷ τῷ λαβεῖν εὖ ποιῆσαι τοὺς δεδωκότας. τί οὖν αἰτῶ; τοὺς ὑμετέρους υἱεῖς εἰς ἐμὴν φοιτῆσαι παλαίστραν καὶ ῥήτορας μᾶλλον ἢ στρατιώτας παιδεύεσθαι.
42.2.116 δάκνομαι γὰρ πολλοὺς ἐπὶ στρατείαν ἥκοντας νέους ὁρῶν, τοὺς Ἑρμῇ δὲ καὶ Μούσαις ἀνακειμένους βραχὺν ἀριθμόν. ἀλλὰ τῇ πείρᾳ μαθόντες, ὅσῳ τῶν ὅπλων οἱ λόγοι τῇ πατρίδι λυσιτελέστερον, πληρώσατε νέων μοι τὸν χορόν.
42.2.117 σύ τε ἂν σωφρονῇς, εἰ παῖς ὤν σοι τυγχάνει, τοῖς ἐμοῖς ἐγκαταλέξεις αὐτὸν θιασώταις, οὐ βιάσῃ τὸ πατρικὸν μετελθεῖν ἐπιτήδευμα. καὶ σὲ δ’ ἂν ὀψέ τι μαθεῖν ἐνουθέτησα, εἰ μὴ τῆς ἡλικίας ἑώρων ἐκβάντα τοὺς ὅρους, ὧν ἄχρι παιδεύεσθαι ῥᾴδιον, καὶ φύσιν ἄμουσον καὶ νωθῆ σοι προσοῦσαν ᾐσθόμην καὶ τῇ πατρίδι πανταχόθεν ἀνόνητον, ὃς οὔτε πεποίηκάς τι λυσιτελὲς οὔτε τὸν πράξαντα τὴν ἐκ τῶν νόμων ἐᾷς κομίσασθαι χάριν.
42.2.119 τοιγαροῦν, εἴ ποθεν ἡ πόλις λάβοι φωνήν, φήσειεν ἄν σοι δικαίως καταβοῶσα· ἐπειδὴ παρεῖδες ἐμὲ κινδυνεύουσα ν , βούλει καὶ σωθεῖσαν ἀχάριστον δεῖξαι τῷ ῥυσαμέν ῳ ; μὴ σύ γ ε · ἀδικεῖς μὲν τοὺς νόμου ς , ἀδικεῖς δὲ τὸν ῥήτορ α , τοὺς μὲν οὐκ ἐῶν εἶναι κυρίου ς , τὸν δὲ τοῦ γέρως ἀποστερῶ ν . μὴ γὰρ τοὺς ῥήτορας ἀγαπῶσα τοὺς στρατιώτας μισ ῶ ; τὴν αὐτὴν πρὸς ἕκαστον εὔνοιαν ἔχω τῶν ἐμῶν οἰκητόρων καὶ πᾶσιν ἀμέλει νομοθετῶ δωρεά ς , ὃς ἂν ἐμὲ διασώσῃ πολεμουμένη ν , οὐδὲ πρὸς σὲ ἂν ὤφθην ἀγνώμων τοιαῦτα πεποιηκότ α , ἀλλὰ κἂν ὅπλοις κἂν λόγοις κἂν ὁπωσοῦν εὐπρεπῶς διαφύγω προσιόντα μοι κίνδυνο ν , τὸν εὐεργέτην ἀμείψομα ι . τοιαῦτα τὴν ἡμετέραν εἰκάσειεν ἄν τις πρὸς τοῦτον εἰπεῖν.
42.2.120 τὴν πολεμίαν δὲ τί; εἰκότω ς , ὦ ξέν ε , μοι συναλγεῖ ς , ἥτις μάτην μὲν δεδαπάνημαι τοσοῦτον ἀποστείλασα πλῆθο ς , μάτην δὲ πολέμου κράτος ὠνειροπόλησ α . ἤνεγκα δ ’ ἂν γενναίως τὴν ἧτταν ὑπὸ σοῦ νικωμένη—τὰ γὰρ εἰωθότα συμβαίνειν κακὰ πρᾳότερον τοὺς πεπονθότας λυπεῖ — · νῦν δέ μοι τὸ καινὸν τῆς ἀδοξίας ὀδυνηρότερον γίνετα ι · εἷς ἀνὴρ ὅλης ἐκράτησέ μου τῆς στρατιᾶ ς , μάχῃ ἀπαίδευτος πολεμεῖν ἠσκημένη ς , γυμνὸς ὡπλισμένη ς .
42.2.122 οὐκοῦν ἐμοῦ μὲν ὕβρισε τὸ στρατόπεδο ν , σοῦ δὲ τὴν τέχνην περιττὴν ἀπέδειξεν ἐν ἀγῶνι πολέμο υ . ὀρθῶς ἄρα τοῦτον ἐθέλεις ἀμύνασθαι τῇ ζημίᾳ τῆς δωρεᾶ ς . Τοιαῦτα πόλεως ἑκατέρας, ὡς εἰκός, φθεγξαμένης ὑμεῖς, ὦ παρόντες, τουτονὶ μὲν εἶναι τὴν πολεμίαν, ἐμὲ δὲ τὴν πατρίδα νομίσαντες δότε τῇ πόλει τὸ γέρας.