eul_wid: ueq-aa

Προγυμνάσματα (κεφάλαιον περὶ συγκρίσεως)
Preliminary Exercises, Chapter-Comparison

Nicolaus of Myra Preliminary Exercises, Chapter Comparison PDF

v [10] Σύγκρισίς ἐστι λόγος τὸ βέλτιον ἐπὶ χεῖρον παριστάνων ἢ παράλληλος ἐξέτασις ἀγαθῶν ἢ φαύλων. ἔστιν ἡ σύγκρισις καὶ τῶν μερῶν καὶ ὅλων καὶ εἴ〈δουσ〉 πανηγυρικοῦ. Διαφέρει δὲ τοῦ ἐγκωμίου, ὅτι τὸ μὲν ἁπλᾶ ἔχει τὰ κεφάλαια, ἣ δὲ διπλᾶ. διὰ τοῦτο καὶ ὑποτέτακται. χρηστὰ χρηστοῖς ὡς ἀνδρίαν, φρόνησιν, σωφροσύνην· φαῦλα δὲ φαύλοις ὡς κλοπὴν καὶ ἱεροσυλίαν· ἢ μικρὰ περιθεῖναι (sic O; παραθεῖναι Ac) μείζοσι. τοῦτο γίνεται, ἵνα φανῇ ἐντεῦθεν τὸ χρηστότερον. ὕπτιον σημαίνει τὸ ἄτεχνον καὶ ἀφελές, ἀγωνιστικὸν δὲ τὸ μεθοδικῶς (sic mg.; in textu μεθοδικὸν ex μεδικῶς corr.) προϊόν. συγκρίνοντες (sic) δὲ δεῖ παραθεῖναι ἢ χρηστὰ χρηστοῖς ἢ φαῦλα φαύλοις ἢ χρηστὰ πονηροῖς ἢ μικρὰ πρὸς μείζω.
vi [25] Ἡ σύγκρισις τοῖς αὐτοῖς τῷ ἐγκωμίῳ διαιρεῖται κεφαλαίοις, πλὴν διπλᾶ ἔχει τὰ κεφάλαια· δύο γὰρ τὰ συγκρινόμενα πράγματα· καὶ χρησόμεθα ὡς κἀκεῖ τοῖς ἐμπίπτουσι· καὶ συγκρίνομεν ἀλλήλοις, ὅσα δὴ ἐγκωμιάζομεν ἢ ψέγομεν. δεῖ δὲ μὴ καθαιρέσει τῶν ἐξεταζομένων αὔξειν τὰ ἡμέτερα, οὕτω γὰρ οὐ μεγάλα δειχθήσεται, ἀλλὰ τὰ μεγάλα ἐπὶ τοῦ οἰκείου μεγέθους ἐῶντες τότε μείζονα τὰ ἡμέτερα ἀποδεικνύναι πειρασόμεθα ὡς καὶ Ὅμηρος· πρόσθε μὲν ἐσθλὸς ἔφευγε (ex ἐσθλοὶ ἔφευγον corr.), δίωκε δέ μιν μέγ’ ἀμείνων. καὶ ἐπὶ τῶν κακῶν Δημοσθένης ἐν τῷ Κατὰ Ἀνδροτίωνος μεῖζον τὸ εἰς αὐτὸν ἀδίκημα ἔδειξε διὰ τὸ εἰς εὐκτήριον (sic) μεγάλα ἁμαρτήσαντα Ἀνδροτίωνα κατασκευάσαι· μεγάλα γάρ, φησί, παρ’ αὐτῷ ἠδίκηται· πολλῷ δὲ μείζω ἐγώ. Φράσιν δὲ ἐνταῦθα πομπικὴν καὶ θεατρικὴν εἶναι δεῖ τοῦ σεμνοῦ μὴ ἀφισταμένου. Γυμνάσει δὲ ἡμᾶς τὸ παρὸν πρὸς πάντα τὰ εἴδη τοῦ μὲν ἐγκωμίου ἰσότιμον φανείς (sic), συντελέσει δὲ τῷ συμβουλευτικῷ, ἐν οἷς τὰ ἡμέτερα κρείττω φανῆναι βουλόμεθα τῶν ἐφ’ ἑτέρων λεγομένων· ἀλλὰ καὶ τῷ δικανικῷ, ἡνίκα κατατρέχοντος (sic) ἀδικήματος καὶ αὐτὸ ἐργασόμεθα, καὶ δὴ καὶ ἐν τοῖς μέρεσι τοῦ πολιτικοῦ λόγου. προοιμίων τε γὰρ εὑρέσεις διὰ τούτου ποιησόμεθα καὶ διηγήματι μεταχειριζόμεθα, τὰ πλεονεκτήματα λέγοντες τοῦ ὑποκειμένου προσώπου, καὶ εἰς ἀγώνων σφοδρότητας, ἐν οἷς οὐ (sic) ἴσα ἀποδεικνύναι πειρασώμεθα ἢ μείζω, καὶ εἰς ἐπιλόγων πάθη, ἐν οἷς καταπαυόμεθα τὰς ὑποθέσεις. εἰ δὲ περὶ ἀνθῶν ὁ λόγος ἢ φυτῶν, ἔξεστι καὶ ἀνειμένῃ χρήσασθαι φράσει καὶ μὴ διὰ πάντων τῶν κεφαλαίων ἐξιέναι μηδὲ τῇ τεχνικῇ τῶν ἐγκωμίων ἕπεσθαι διαιρέσει.