eul_wid: mmg-ag
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Annals of the Third Syrian War by Anonymous Historians (FGrH)

The Annals of the Third Syrian War is an anonymous historical work known only from its title and two brief fragments preserved by later authors. The title suggests it was originally an annalistic account of the Third Syrian War, a conflict fought between the Seleucid and Ptolemaic empires from approximately 246 to 241 BCE. The extant fragments, however, describe events from the year 171 BCE, including a reference to the consuls of that year and details of a naval engagement near Phanae on the island of Chios. This significant chronological discrepancy indicates either that the work possessed a broader historical scope than its title implies or that the title was misattributed during its transmission through later sources. The work is entirely lost as an independent text, surviving only as quotations within the works of unnamed later authors, from which they have been collected in modern compilations. Given its extremely fragmentary state and the unresolved questions surrounding its content and chronology, it remains a minor and problematic source for the historical events of the second century BCE.

—— ἐπὶ τὰ τείχη … νεσθαι —— ἑτέρους καταβιάσας παρε ——αι κατέστησεν ἐπὶ τῶν —— ἀποστείλας τινὰ πρὸς τὸν — περὶ τῶν γεγενημένων ἐμφανίσας —— τοὺς στρατιώτας προσαγόντων —— τῆς … φυλακῆς εἰς ὃν συνέθεντο καιρὸν ——ους ἐπὶ τῆς ἄκρας καὶ περὶ τῶν —— Εὔμαχον καὶ Ἀριστέαν ἐπι ——ο … λαι προυπαρχον … —— ἐπιθεμένους ἐπεὶ καιρὸν ——ον τόνδε συνέλαβον —— παρὰ τοῦ Ἀνδρίσκου πεμ … εν ἅπαντας ἐν τοῖς ἐπιτηδείοις —— τῶν δʼ ἐκ τῆς ἄκρας ὑποτιθεμένων —— καὶ δεηθέντων μηθὲν παρα —— μήδʼ ἐναντίον ἔφησεν ἔσεσθαι φανερὰν αὐτοῖς εἰς τὸ λοιπὸν τήν τε παρʼ ἡμῶν καὶ τὴν παρὰ ——ίαν, μετὰ δὲ ταῦτα δεξιὰν δοὺς αὐτοῖς καὶ καταστήσας Ἐπιγένην ἐπὶ τῆς ἄκρας καὶ παραδοὺς αὐτῶι τὴν πόλιν ἅμα τῆι ἡμέραι ——ντων ἐπιστείλας ὑπῆγεν ——κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς καὶ παρα … ιε … σκάφη τῆς ἀδελφῆς πρὸς αὐτοὺς

διαπεμψαμένης εἰς … τὸ … ν προθύμως καὶ τὴν λοιπὴν χρείαν … καὶ παραπλεύσαντες εἰς Σόλους τοὺς Κιλικίους ἀνέλαβον τὰ ἐκεῖσε κατασχεθέντα χρήματα καὶ παρεκόμισαν εἰς Σελεύκειαν ὄντα Αφ ἀργυρίου τάλαντα, ἃ διενοεῖτο μὲν Ἀρίβαζος ὁ ἐν Κιλικίαι στρατηγὸς ἀποστέλλειν εἰς Ἔφεσον τοῖς περὶ τὴν Λαοδίκην, συνφωνησάντων δὲ πρὸς αὑτοὺς τῶν τε Σολείων καὶ τῶν στρατιωτῶν τῶν αὐτόθεν καὶ μετὰ βίας ἐπιβοηθησάντων τῶν περὶ τὸν Πυθαγόραν καὶ Ἀριστοκλῆ … υ … θρων καὶ γενομένων ἀνδρῶν ἀγαθῶν ἁπάντων, συνέβη ταῦτά τε κατασχεθῆναι καὶ τὴν πόλιν καὶ τὴν ἄκραν καθʼ ἡμᾶς γενέσθαι ... τοῦ Ἀριβάζου δὲ ἐκπεπηδηκότος καὶ πρὸς τὴν ὑπερβολὴν τοῦ Ταύρου συνάπτοντος, τῶν ἐνχωρίων τινὲς τὴν κεφαλὴν ἀποτεμόντες ἀνήνεγκαν εἰς Ἀντιόχειαν. ἡμεῖς δὲ ἐπεὶ τὰ κατὰ τὰς ναῦς ἐστειλάμεθα, πρώτης φυλακῆς ἀρχομένης ἐμβάντες εἰς τοσαύτας ὅσας ἤμελλεν ὁ ἐν Σελευκείαι λιμὴν δέξασθαι παρεπλεύσαμεν εἰς φρούριον τὸ καλούμενον Ποσίδεον καὶ καθωρμίσθημεν τῆς ἡμέρας περὶ ὀγδόην ὥραν. ἐντεῦθεν δὲ ἑωθινῆς ἀναχθέντες παρεγενόμεθα εἰς τὴν Σελεύκειαν. τῶν δὲ ἱερέων καὶ ἀρχόντων καὶ τῶν ἄλλων πολιτῶν καὶ τῶν ἡγεμόνων καὶ τῶν στρατιωτῶν στεφανηφορησάντων καὶ τὴν ἐπὶ τὸν λιμένα συναντησάντων ὁδόν—πρὸς ἡμᾶς εὐνοίας καὶ —— εἰς τὴν πόλιν —— τὰ παρασταθέντα θύματα —ἐπὶ τοῖς βωμοῖς τοῖς ὑπʼ αὐτῶν κατασκευασθεῖσι … ς καὶ τὰς τιμὰς ἐν τῶι ἐμπορίωι ανηγ——ταύτην μὲν τὴν ἡμέραν … ν, τῆι δὲ ἑτέραι … η—— ὡς ἐνδέχεται μάλιστα ——ες ἐν αἷς ὑπεδεξάμεθα —— πάντας τοὺς μεθʼ ἡμῶν πλεύσαντας καὶ τοὺς αὐτόθεν σατράπας καὶ στρατηγοὺς καὶ τοὺς ἄλλους ἡγεμόνας ὅσοι οὐκ ἦσαν τεταγμένοι … κατὰ τὴν πόλιν καὶ τὴν ἄκραν … φρουρᾶς ἐάσαντες —— ἦσαν γὰρ θαυμαστοὶ —— … νται μετὰ ταῦτα εἰς Ἀντιόχειαν —— τοιαύτην τὴν παρασκευὴν καὶ τῶν —— εὕρομεν ὥστε καταπλήττεσθαι ἡμᾶς. ἀπήντησαν γὰρ ἡμῖν ἐκτὸς τῆς πύλης οἱ … σατράπαι καὶ οἱ ἄλλοι ἡγεμόνες καὶ στρατιῶται καὶ οἱ ἱερεῖς καὶ αἱ συναρχίαι καὶ πάντες οἱ ἀπὸ τοῦ γυμνασίου νεανίσκοι καὶ ἄλλος ὄχλος … ἐστεφανωμένος, καὶ τὰ ἱερὰ πάντα εἰς τὴν πρὸ τῆς πύλης ὁδὸν ἐξήνεγκαν. καὶ οἱ μὲν ἐδεξιοῦντο, οἱ δὲ … μετὰ κρότου καὶ κραυγῆς

… παρʼ ἑκάστην οἰκίαν … ους ποιούμενοι διετέλεσαν … πολλῶν ἡμῖν ὄντων τῶν … οὐθενὶ οὕτως ἡδόμεθα ὡς ἐπὶ τῆι τούτων ἐκτενείαι. ἐπεὶ δʼ οὖν πα παρασταθέντα θύματα παρατετ … ημε— καὶ τῶν ἰδιωτῶν κατεσπείσαμεν, ἤδη ἡλίου περὶ καταφορὰν ὄντος εἰσήλθομεν εὐθέως πρὸς τὴν ἀδελφήν, καὶ μετὰ ταῦτα πρὸς τῶι πράσσειν τι τῶν χρησίμων ἐγινόμεθα, τοῖς τε ἡγεμόσιν καὶ τοῖς στρατιώταις καὶ τοῖς ἄλλοις τοῖς κατὰ τὴν χώραν χρηματίζοντες καὶ περὶ τῶν ὅλων βουλευόμενοι. πρὸς τούτοις δὲ ἡμέρας τινὰς ———