eul_wid: mki-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Cyclical History Fragments by Dionysius of Rhodes the Historian

The Cyclical History Fragments is a lost historical work attributed to Dionysius of Rhodes the Historian, known only through scattered references in later sources. The author is mentioned in the Suda lexicon, but no substantive details about the work are provided. The title suggests it was a collection of excerpts, possibly compiled from larger sources or treating cyclical historical or mythic narratives. Its specific historical content and chronological scope remain unknown. The text survives in a fragmentary state, with its content preserved only through citations in the scholia to Euripides and other authors; the notation of fifteen passages likely reflects the total number of fragments gathered from this indirect transmission. As a product of the intellectual centre of Hellenistic Rhodes, the work represents a lost thread of Greek historiography. Its fragmentary state and the obscurity of its author limit any assessment of its direct influence, but it exemplifies the genre of historical compilation in antiquity.

ΚΥΚΛΟΣ ΙΣΤΟΡΙΚΟΣ.

Σχόλια εἰς Εὐριπίδην Διονύσιος δὲ ἐν τῷ πρώτῳ τοῦ Κύκλου βύρσαν αὐτὸν ἠμφιέσθαι φησὶ, καὶ κύκλῳ τὸ σῶμα ὅλον ὠμματῶσθαι. Ὁ δὲ τὸν Αἰγίμιον ποιήσας φησὶν

Καί οἱ ἐπίσκοπον Ἄργον ἵει κρατερόν τε μέγαν τε,

τέτρασιν ὀφθαλμοῖσιν ὁρώμενον ἔνθα καὶ ἔνθα,

ἀκάματον δέ οἱ ὦρσε θεὰ μένος, οὐδέ οἱ ὕπνος

πῖπτεν ἐπὶ βλεφάροις, φυλακὴ δʼ ἔχεν ἔμπεδον αὐτόν.

Σχόλια εἰς Εὐριπίδην Ἡ πολλὴ δόξα κατέχει μὴ ἀφῖχθαι τὸν Αἴγυπτον εἰς Ἄργος, καθάπερ ἄλλοι φασὶ καὶ Ἑκαταῖος γράφων οὕτως ... Καὶ Διονύσιος εἰς Κυκλογράφος ἐν τῷ πρότῳ τὰ παραπλήσιά φησι. Φρύνιχος δὲ ὁ τραγικός φησι σὺν Αἰγυπτίοις τὸν Αἴγυπτον ἥκειν εἰς Ἄργος.

Σχόλια εἰς Εὐριπίδην Διονύσιος δὲ ἔθνος Βοιωτίας αὐτούς τοὺς Σπαρτούς φησιν.

Σχόλια εἰς Εὐριπίδην λόχευμα ἀκολουθεῖν δοκεῖ τῷ τὴν Ἀλκμαιωνίδα πεποιηκότι εἰς τὰ περὶ τὴν ἄρνα, ὡς καὶ Διονύσιος ὁ κυκλογράφος φησί. Φερεκύδης δὲ ..., ὁ δὲ τὴν Ἀλκμαιωνίδα γράψας τὸν ποιμένα προσαγαγόντα τὸ ποιμνίον τῷ Ἀτρεῖ ἀνταποκαλεῖ.

Πινδαρικὴ ὑπόμνησις Διονύσιος ἐν πρώτῳ Κύκλων Θηρίμαχον καὶ Δηικόωντα. Εὐριπίδης δὲ προστίθησιν αὐτοῖς καὶ Ἀριστόδημον.

Κλήμης ὁ Ἀλεξανδρεύς Πολλοὶ δʼ ἂν τάχα που θαυμάσειαν εἰ μάθοιεν τὸ Παλλάδιον τὸ διοπετὲς καλούμενον, ὃ Διομήδης καὶ Ὀδυσσεὺς ἱστοροῦνται μὲν ὑφελέσθαι ἀπὸ Ἰλίου, παρακαταθέσθαι δὲ Δημοφῶντι, ἐκ τοῦ Πέλοπος ὀστῶν κατεσκευάσθαι, καθάπερ τὸν Ὀλύμπιον ἐξ ἄλλων ὀστῶν Ἰνδικοῦ θηρίου. Καὶ δὴ τὸν ἱστοροῦντα Διονύσιον ἐν τῷ πέμπτῳ μέρει τοῦ Κύκλου παρίστημι.

Σχόλια εἰς Εὐριπίδην Τοὺς Θησέως παῖδας ἔνιοί φασι μὴ ἡγεμόνας στρατεύεσθαι ἐπὶ Ἴλιον, μηδὲ τῆς συμμαχίας χάριν, ἀλλὰ ἀποληψομένους τὴν Αἴθραν. Διὸ καὶ τὸν Ὅμηρον λέγειν τὸν Μενεσθέα ἡγεῖσθαι τῶν Ἀθηναίων. Διονύσιος γοῦν ὁ τὸν Κύκλον ποιήσας· «Δημορῶν δὲ ὁ Θησέως ἐδεῖτο αὐτῶν δοῦναι Αἴθραν τὴν Πιτθέως τὴν τοῦ πατρὸς μητέρα, ὅπως αὐτὴν κομίσωσιν οἴκαδε. Μενέλαος δὲ πρὸς Ἑλένην πέμπει Ταλθύβιον κελεύσας ἄγειν Αἴθραν· καὶ Ἑλένη δωρησαμένη Αἴθραν παντοδαπῷ κόσμῷ ἀποστέλλει πρὸς Δημοφῶντα καὶ Ἀκάμαντα.»

Πινδαρικὴ ὑπόμνησις Φησὶ γὰρ Διονύσιος χρησμοῖς Ἀπόλλωνος ἀκολουθησάμενον τὸν Φιλοκτήτην ἀφυπνῶσαι, τὸν δὲ Μαχάονα ἀφελόντα τοῦ ἕλκους τὰς διασαπείσας σάρκας καὶ ἐπικλύσαντα οἴνῳ τὸ τραῦμα ἐπιπάσαι βοτάνην, ἣν Ἀσκληπιὸς εἴληφε παρὰ Χείρωνος, καὶ οὕτως ὑγιασθῆναι τὸν ἥρωα.

Ἀθήναιος Διονύσιος δʼ ὁ Σάμιος ἐν τοῖς περὶ τοῦ Κύκλου τὸ Ὁμηρικὸν κισσύβιον κυμβίον ἔφη, γράφων οὕτως· «Καὶ αὐτὸν Ὀδυσσεὺς ὁρῶν ταῦτα ποιοῦντα, πληρώσας τοῦ οἴνου κυμβίον δίδωσι πιεῖν.»

Ἀθήναιος Διονύσιος δʼ ὁ Σάμιος ἐν ἕκτῳ περὶ τοῦ Κύκλου τὸ αὐτὸ οἴεται εἶναι κισσύβιον καὶ κυμβίον. Φησὶ γὰρ, ὡς Ὀδυσσεὺς, πληρώσας κυμβίον ἀκράτου, ὤρεξε τῷ Κύκλωπι.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Σκύλλα θυγάτηρ μὲν ἦν Φόρκυνος καὶ Ἑκάτης τὸ μὲν μέγεθος θαυμαστή· εἶχε δὲ πόδας μὲν δώδεκα, κεφαλὰς δὲ ἓξ, ἐν ἑκάστῳ δὲ στομάτων τρεῖς στίχους ὀδόντων, ὀφθαλμοὺς δὲ πυροειδεῖς. Καὶ τὸ μὲν ἄλλο σῶμα ἐκρύπτετο αὐτῆς ἔν τινι σπηλαίῳ κατὰ βύθου βεβλημένον, συμφυὲς οὖσα τῇ πέτρᾳ· τὰς δὲ κεφαλὰς αὐτῆς εἶχεν ἔξω περιμήκεις ὥστε δύνασθαι ἀπὸ τῆς πέτρας εἰς τὴν ναῦν φθάνειν. Ταύτην λέγεται τὸν Ἡρακλέα ὁπότε τὰς Γηρυόνου βοῦς ἦγεν, ὡς εἶδεν ἀπληστευομένην, ἀνελεῖν· τὸν δὲ πατέρα διὰ πυρὸς ἀναγκάσαι πάλιν αὐτὴν ἀναζῆσαι. Ἡ ἱστορία παρὰ Διονυσίῳ.

Τζέτζης Ἔνθα νῦν ἡ Χώνη ἐστὶ, χωρίον ἦν πρῶτον λεγόμενον Οἰνωτρία, ὅπου ὁ Φιλοκτήτης κατῴκησε μετὰ τὴν τῆς Ἰλίου πόρθησιν, καθὰ Διονύσιος καὶ Δίων ὁ Κοκκειανὸς καὶ πάντες οἱ τὰ τῶν Ῥωμαίων γράψαντες ἱστοροῦσι.

Τζέτζης Καὶ ὁ Ὀρφεὺς ἰσόχρονος τῷ Ἡρακλεῖ ὑπῆρχε, πρὸ χρόνων ὄντες ἑκατὸν τοῦ Τρωικοῦ πολέμου. Ὡς δὲ Ὀρφεὺς ἐν Λιθικοῖς περὶ αὑτοῦ μοι λέγει, Ἑλένου τι βραχύτερον ὕστερον εἶναι λέγει· τούτου μιᾷ δὲ γενεᾷ Ὅμηρος ὑστερίζει, ὁ κατὰ Διονύσιον ἄνδρα τὸν κυκλογράφον ἐπὶ τῶν δύο στρατειῶν λεγόμενος ὑπάρχειν, Θηβαϊκῆς Ἑλλήνων τε τῆς διὰ τὴν Ἑλένην. Διόδωρός τε σύντροχα λέγει Διονυσίῳ, καὶ ἕτεροι μυρίοι δέ.

ΠΕΡΙ ΘΕΩΝ.

Σοῦδα Νύμφαι, σκώληκες οἱ ἐν τοῖς τῶν μελισσῶν κυττάροις, ὅταν ἤδη πτεροποιεῖν ἄρξωνται· οἱ δʼ ἁπλῶς τοὺς πτερωτοὺς σκώληκας, Σάμιοι. Καὶ τὸ ἀνὰ μέσον τῶν γυναικείων αἰδοίων νύμφην καλοῦσι. Καὶ τῶν ῥόδων αἱ κάλυκες αἱ μεμυκυῖαι, νύμφαι. Καὶ αἱ Μοῦσαι δὲ ὑπὸ Λυδῶν νύμφαι. Ὅτι δὲ πάντων τῶν καρπῶν αἱ ἐκφύσεις οὕτω, δῆλον. Περὶ δὲ τῶν θεῶν Διονυσίῳ πᾶσα ἱστορία συνῆκται ἐν τριάκοντα καὶ τρισὶ βιβλίοις.