eul_wid: mmg-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Anonymous on the Founding of Hermopolis by Anonymous Historians (FGrH)

The work known as Anonymous On the Founding of Hermopolis is a lost text belonging to the genre of ktiseis, or city-foundation accounts. Its title indicates it concerned the origins of Hermopolis Magna in Egypt, a major cult centre for the god Thoth, whom the Greeks identified with Hermes. No direct fragments or summaries of its content survive, and it is preserved only by its title, likely mentioned as a testimonium in a lost ancient source; it is not attested in extant papyri or medieval manuscripts. Based on its genre and subject, the text would have addressed the narrative foundation of Hermopolis, the divine patronage of Hermes-Thoth, and the cultural syncretism blending Egyptian and Greek traditions to establish civic identity and prestige. As a ktisis, the work would have served to articulate the city’s Hellenized identity for a Greek-speaking audience during the Hellenistic or Roman period. It represents the broader literary trend of creating local histories that connected cities to a mythic past, contributing to the circulated knowledge of Egyptian topography and foundation legends.

… ἐξερύσας τινὰ μοῖραν ἑῆς πολυειδέος ἀλκῆς· κεῖνος δὴ
νέος ἐστὶν ἐμὸς πατρώιος Ἑρμῆς. τῶι μάλα πόλλʼ ἐπέτελλε καμεῖν περικαλλέα κόσμον,
δῶκε δέ οἱ ῥάβδον χρυσέην διακοσμήτειραν, πάσης εὐέργοιο νοήμονα μητέρα τέχνης.
σὺν τῆι ἔβη Διὸς υἱὸς ἑοῦ γενετῆρος ἐφετμήν πᾶσαν ἵνα κρήνειεν, ὁ δʼ ἥμενος ἐν περιω-
πῆι τέρπετο κυδαλίμου θηεύμενος υἱέος ἔργα. αὐτὰρ ὁ θεσπεσίην φορέων τετράζυγα
μορφήν ὀφθαλμοὺς κάμμυσε κεδαζομένης ὑπὲρ αἴγλης … ς εἶπέ τε μῦθον·
«κέκλυτε … αἰθέρος … αὐτός ληγέμεναι προτέρης ἔριδος στοιχεῖα κελεύει, ἁρ-
μονίηι πείθεσθε διακρίνεσθέτʼ ἐφετμῆι· λωιτέρη δέ τις ὔμμι συνήλυσις ἔσσετʼ
ἔπειτα. τεύξω γὰρ φιλότητα καὶ ἵμερον ἀμφὶς ἐοῦσιν ὔμμι μετʼ ἀλλήλοισιν ἀρειο-
τέρηι ἐπὶ μοίρηι». ὡς εἰπὼν χρυσέηι ῥάβδωι θίγεν … εὐκήλωι δὲ τάχιστα κατείχετο
πάντα γαλήνηι παυσάμενα στοιχεῖα πολυσχιδέων καταμιγμῶν, ἔστη δʼ εὐθὺς
ἕκαστον ὀφειλομένωι ἐνὶ χώρωι, μαρμαρυγὴν … δηναίης δὲ διχοστασίης λάθετʼ
ἀρθμηθέντα. αὐτὰρ ὁ παγγενέταο θεοῦ … πρῶτα μὲν αἰγλήεντα … ἀρρήτωι
στροφάλιγγι πάλιν δίνητον ἀνάγκην οὐρανὸν ἐσφαίρωσε, κατεστραφ … ἑπτὰ δέ
μιν ζώναις διεκόσμεεν, ἑπτὰ δʼ ἐπῆσαν ἄστρων ἡγεμονῆες, ἄλη ὧν τείρεα δινεῖ …
ἄλλου νέρτερος ἄλλος, ἐπήτριμοι ἠλάσκοντες. πάντοθι δʼ αἶθον ὁμοῦ περὶ χ …
μέσσην γαῖαν ἔπηξεν ἀκινήτοις ἐνὶ δεσμοῖς, ἐς δʼ αἴθωνα νότον κρυμώδεά τʼ
ἄρκτον ἔτεινε λοξὸν ἀκινήτοιο καὶ ἡσύχου ἄξονος οἶμον. καὶ πόντου κελάδοντος
… μαινομένην, ἀχάλινον, ἀν … ἀλλὰ μέσαις ἕνα κόλπον ἀολλ … μακραῖς ἠιόνεσσι
χάραξε δ … ἡ δὲ πολυπλάγκτων π … νήχεται ἠπείροιο κασιγνήτης ε … ἄξονα
δὲ σφίγγουσι δύω πόλοι ἀμφοτέρωθεν. … καίπερ … η παρακέκλιται … χθαμαλὴν
ἐπ … ον θινωδε … θον ὅλην … οὔπω κύκλος ἔην Ὑπερίονος, οὐδὲ
καὶ αὐτή εἰλιπόδων ἐτίνασσε βοῶν εὔληρα Σελήνη, νὺξ δὲ διηνεκέως ἄτερ ἤματος
ἔρρεε μούνη, ἄστρων λεπταλέηισιν ὑπὸ στίλβουσα βολῆισι. τὰ φρονέων πολιοῖο διʼ
ἠέρος ἔστιχεν Ἑρμῆς, οὐκ οἶος, σὺν τῶι γε Λόγος κίεν ἀγλαὸς υἱός, λαιψηραῖς πτε-
ρύγεσσι κεκασμένος, αἰὲν ἀληθής, ἁγνὴν ἀτρεκέεσσιν ἔχων ἐπὶ χείλεσι πειθώ, πατρώιου
καθαροῖο νοήματος ἄγγελος ὠκύς. σὺν τῶι ἔβη γαῖάνδε με … Ἑρμῆς παπταίνων
… χῶρον ἐύκρητον διζήμενος, ἔνθα πολίσσηι ἄστυ … εστον, ὅ κεν πεπολισμένον
εἴη ἄξιον … ην εὐφεγγέα δέχθαι. ἀλλʼ οὐ … ἐπὶ κρυμώδεας ἄρκτους πα …
… μοίραις χθονὸς οὕνεκα κείναις … ε βαθὺς περιπέπταται ἀήρ … βαρυνόμενος
νιφάδεσσι … οὔλη δʼ ἐπενήνοθε πάχνη … θνητὸν δέμας· οὐδέ κεν αὖθι …
… γαίης … θε … αλυη … λισ … λαων … φυ … α … επται ἄσκιος
ἀήρ … δύο κατὰ κόσμον ἔασι … καὶ ἀκρήτοιο θερείης … αἰθομένωι πυρὶ γείτων
… σα πολυσπερέων γένος ἀνδρῶν … κλητι … γένοντο … καὶ ἄστεα
χωρηθεῖσαι … ὠκεανοῖο … νομίηισιν ἔδοσκεν … οι τῶν δέ γε μέσσος
… λεχωιὰς Ὠγυγίη χθών … ομαι οι ποτ … τὸ δὲ κλέος οὐδεπ … θ … ν
… ἀντιπέρηθεν ὀρούσας … νυκτὶ δʼ ενηεν … π … θοι … θεον … αι …
σανοτ … ουσιν … ης διζημ …