eul_wid: mmg-aq
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Historical Fragments by Anonymous Historians (FGrH)

The Historical Fragments is an anonymous collection of eight historical excerpts that does not constitute a continuous narrative but rather a compilation of isolated passages. These passages were likely extracted from larger historical works that are now lost. The Greek term for such collections, Apospasmata, meaning "torn-off pieces," suggests these excerpts were deliberately selected and preserved, possibly for educational purposes or as source material for other writers. The fragments survive through the common ancient and medieval practice of indirect transmission, where passages were copied from deteriorating texts into new compilations to preserve their content. While the specific thematic content of the eight passages is not detailed in available sources, the collection's significance lies in its potential role as a vessel for otherwise lost historical information. If the fragments contain unique data, they contribute to modern reconstructions of ancient historiography and the transmission of historical knowledge.

οποις … τοδε … εν … στων … οὐκ οἶδεν … ἑαυτῶν … κοινὸν … τα ὠφε … εις δὲ … Σπαρ … ες … σ … ταπ … ι … τα διαβὰς εἰς τὴν ἤπειρον … πολλὴν τῆς παραλίας ὑπωρίας ἔκτισεν. Χίλων δὲ ὁ Λάκων ἐφορεύσας καὶ στρατηγήσας Ἀναξανδρίδης τε τὰς ἐν τοῖς Ἕλλησιν τυραννίδας κατέλυσαν· ἐν Σικυῶνι μὲν Αἰσχίνην, Ἱππίαν δὲ Ἀθήνησιν … Πεισιστρατ— …

ὄντα δημότην καὶ φαῦλον τὸν ἄνθρωπον, παρημέλησε τοῦ μαντείου. καὶ τὰς μὲν ἄλλας θυσίας τὰς ἐπιταχθείσας ἐκ τῶν Δελφῶν ἀπέδωκε τοῖς θεοῖς, τῆς δὲ τυραννίδος τῆς μελλούσης ἔσεσθαι κατεφρόνησεν. ὁ δὲ Ἀνδρέας τὸ γενόμενον αὐτῶι παιδίον ἔτρεφεν ὄνομα θέμενος Ὀρθαγόραν, ὃς μέχρι μὲν ἡλικίας διετέλεσε διαιτώμενος καὶ παιδευόμενος οὕτως ὥσπερ ἦν εἰκὸς υἱὸν ὄντα μαγείρου καὶ τοῦ τυχόντος τῶν πολιτῶν· ἐπειδὴ δὲ τὴν τῶν παίδων παρήλλαξεν ἡλικίαν, γενόμενος τῶν περιπόλων τῶν φρουρούντων τὴν χώραν, πολέμου συνεστῶτος τοῖς Σικυωνίοις πρὸς Πελληνέας, ἦν μὲν ἐν ἅπασι τοῖς καιροῖς ἔνεργος καὶ χαρίεις, καταδραμόντων δὲ τῶν Πελληνέων καὶ συμβαλόντων ἐξ αἰφνιδίου βοηθήσας ἀπέκτεινε τῶν πολεμίων τινὰς καὶ πολὺ πάντων ηὐδοκίμησε μάλιστα τῶν περιπόλων. ἀνθʼ ὧν οἱ Σικυώνιοι περιπόλαρχον αὐτὸν ἀπέδειξαν. εὐθὺς δὲ τυχὼν ταύτης τῆς τιμῆς ἐνίκησε τοὺς πολεμίους ἔτι λαμπρότερον, ὥστε τῶν πολιτῶν πολλοὺς ὠικειοῦτο καὶ προσήγετο. καὶ χρόνου προελθόντος εἵλοντο πολέμαρχον αὐτόν, μάλιστα μὲν διὰ τὴν ἀνδρείαν καὶ τὴν εὐτυχίαν τὴν κατὰ πόλεμον, ἔπειτα καὶ τὸ πλῆθος τῶν πολιτῶν εὖ πρὸς αὐτὸν εἶχεν. πολεμήσαντος δὲ κατὰ τὴν ἀρχὴν ἀνδρείως τήν τε χώραν τὴν οἰκείαν διαφυλάξαντος καὶ πολλὰ κακὰ τοὺς πολεμίους ποιήσαντος, ὁ μὲν δῆμος ὁ τῶν Σικυωνίων αὖθις …

… δ … προσεβαλ … Θερμοπύλαις ἠγωνίζοντο οἱ ἀνὰ τριακοσίους πλὴν Ἀργείων· οὗτοι γὰρ ἐφʼ ἑαυτῶν μένοντες οὔτε ἄνδρας οὔτε ναῦς ἔδωκαν καὶ οὐδενὶ συνεμάχουν διὰ τὴν δοκοῦσαν αὐτῶν πρὸς Πέρσας συγγένειαν … ου … οπρ … ἡμέρας ὑπερειδ … ἀπῆλθον. ὁ δὲ Γέλων εὐλαβούμενος περὶ αὑτοῦ μὴ νικηθέντων τῶν Ἑλλήνων καὐτὸς ἀτυχήσηι ὑπὸ τοῦ βαρβάρου ἔπεμψε Κάδμον τὸν Σκύθου ἄνδρα Κῶον ἐπὶ πεντηκοντόρων τριῶν εἰς Δελφοὺς … πολ … το … ω … βαρβαρ … α χρήματα … καὶ γῆν καὶ ὕδωρ …

ἐπολέμει πρὸς βασιλέα καὶ συνεμβαλὼν εἰς Φρυγίαν ἐπόρθει τὴν Τιθραύστου χώραν, ἕως ἡ Ἀθήνηθεν ἦλθεν πρεσβεία κωλύουσα πολεμεῖν αὐτὸν τοῖς βασιλικοῖς σατράπαις. τότε δʼ εἰρήνην ποιήσας Τιθραύστει πρὸς Ἀρτάβαζον ἐπὶ θάλατταν κατέβη, καὶ μισθ … ε … τ … τρο … πολ— βαιο— την— καὶ— νετ— προ— λαι— αλ … —

… Ἀριστογίτονος τα … τούτοις κατ … θ … ἀλλὰ καὶ βοηθείας τινὰς … ἐξιᾶσιν ἕκαστοι κατὰ καιροὺς γεγενημένας. ἔχει δʼ οὕτως· γεγόνασι κατὰ καιρόν τινες βοήθειαι καὶ παρʼ Ἑλλήνων Ἀθηναίοις καὶ Λακεδαιμονίοις καὶ ἴσως καὶ Κορινθίοις καὶ Θηβαίοις τὸ μὲν ἀληθὲς διὰ τὰς οἰκείας ἑκάστων χρείας ἀεὶ τὸ ἰδίαι συμφέρον θεραπευόντων, οἷον ἐβοήθουν Ἀθηναῖοι Λακεδαιμονίοις μετὰ τὴν ἐν Λεύκτροις ἧτταν, ἵνα μὴ Θηβαῖοι πλέον τοῦ δέοντος … φησὶν ὅσα εὖ κακῶς ἐποίησαν Ἀθηναίους ἀντεξετασθῆναι πρὸς ἄλληλα οὐ διαφέρομαι, δέξασθαι δὲ αὐτοῖς οὐκ ἂν συμβουλεύσαιμι. ἀλλὰ καὶ ῥήτρας τινὰς ἀνεγίνωσκον πάνυ γενναίας καὶ καλάς, ἅς φασιν προρηθῆναι Λακεδαιμονίων τισὶν ἐπὶ κίνδυνον ἀποπεμπομένοις. ἐφʼ αἷς ὑπερήσθην ἐσακούσας … καὶ ἐθαύμασα ἐ … ημα κα …

… εὐαρεστοτέρους συμμάχους ἕξετε καὶ φανερὸν ἅπασι καταστήσετε, διότι τὸ τῆς πόλεως ἦθος οὕτω μακρὰν ἀπέχει τοῦ κακῶς τινα ποεῖν τῶν μηθὲν ἀδικούντων Ἑλλήνων, ὥστε καὶ τοὺς φανερῶς ἐξημαρτηκότας ἀθώιους ἀφίησιν διὰ τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας. μάλιστα δὲ λογίζεσθε πρὸς τῶν θεῶν, ὦ ἄνδρες Ἀθηναῖοι, διότι τὸ βραδύνειν τοῖς νῦν καθεστῶσιν ἥκιστα συμφέρον ἐστιν. ὀξεῖς γὰρ εἰκὸς εἶναι τοὺς ἐκ τῶν μεταβολῶν καιρούς ὧν ἀντιλάβεσθε καὶ παύσασθε προσέχοντες τοῖς τὴν ῥαιθυμίαν ἀσφάλειαν ἀποκαλοῦσιν, καὶ μὴ φοβηθέντες παρεξωθεῖτε τὴν σωτηρίαν, ἀλλὰ καὶ θαρσήσαντες τοιαῦτα βουλεύσασθε, διʼ ὧν μηδέποτε μηθὲν α … ἀλλὰ ἤδη μέμνησθε τῶν προγόνων, ὧν τοῖς μὲν ἄλλοις ἐπαινεῖν ἱκανόν, ὑμῖν δὲ μιμεῖσθαι προσῆκόν ἐστιν. καὶ λογίζεσθέ με ἥκιστʼ ἂν ἐν Ταινάρωι … καθήμενον καὶ μηθενὸς ὑστεροῦντα τῶν ἐν τῆι πόλει ς … ν … ῶν, οὕτως ἂμ φιλοκινδύνως ἐπιστῆναι τοῖς πράγμασιν, εἰ μὴ τὰ τῶν καιρῶν ἠπιστάμην κατεπείγοντα καὶ κρίσιν ἑώρων οὖσαν τῆς ἡμετέρας σωτηρίας. καὶ τ … τῶν ἐφοβούμην … καθεστηκότων … ἐν ὑμῖν αὐτοῖς καὶ ῥάιθυμος καὶ ταπεινὸς ὑποληφθείην, ὡς μηθὲν τῶν συμφερόντων προιδεῖν ἂν δυνηθείς. ἀλλὰ καὶ νῦν προορῶ τὰ μέλλοντα καὶ παρακαλῶ πρὸς τὰ πράγματα ὑμᾶς καὶ τὴν τύχην, ἣν … μὴ καταλείπειν. καὶ δέομαι μάλιστα τῶν νεωτέρων τῶν παρʼ ὑμῖν ἐκ παιδὸς τὰ περὶ τὸν πόλεμον ἱκανῶς παιδευθέντων, ἀκμάσαι ποτὲ ταῖς διανοίαις καὶ χρήσασθαι τοῖς οἰκείοις σώμασιν εὐκαίρως τὴν ἀπόδειξιν ποιησαμένους τῆς αὐτῶν ἀρετῆς, ἵνα νομίζωνται καὶ τὸν ἄλλον χρόνον ἡσυχάζειν μὴ διʼ ἀνανδρίαν, ἀλλὰ διʼ εὐλάβειαν. καὶ μήθʼ ἡμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, χωρὶς τῆς ὑμετέρας δυνάμεως ἐπὶ τὰ πράγματα καταδεέστερον βαδίζωμεν, μηθʼ ὑμεῖς ἀναγκάζησθε δυοῖν θάτερον, ἢ ποεῖν ἑτέροις τὸ κελευόμενον ἢ μετʼ ἐλάττονος στρατοπέδου κινδυνεύειν, ἡμῶν ἄλλως πως ἀπολομένων. σωφρονεῖτε οὖν καὶ ταῖς ἐμαῖς βουλαῖς ἀποχρήσασθε καὶ τὴν ἐν τῶι πράττειν ὀρθῶς ἀσφάλειαν ἕλεσθε μετὰ πλειόνων τὴν σωτηρίαν ὑμῖν αὐτοῖς παρασκευάζοντες, ὡς ἀνάξιόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ἐμ Μαραθῶνι καὶ Σαλαμῖνι κινδύνων διατελεῖν ὑμᾶς τὸ σύνολον ἀπογινώσκοντας τὴν ἡγεμονίαν, ἢ νομίζοντας ταύτην ἔσεσθαί ποτε ὑμῖν ἀπὸ ταὐτομάτου μηδʼ ὁτιοῦν αὐτοῖς πονοῦσιν. ἐγὼ μὲν οὖν ἐπεὶ στρατηγοῦ ἦν μὴ τῆς ἰδίας ἀσφαλείας καὶ χειροτονίας φροντίζειν ἀλλὰ τῆς ὑμετέρας σωτηρίας, τοῦτο πράττων προσελήλυθα προτάξας ἐμαυτὸν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας …

ὕδωρ αυ … ἤνεγκεν ἐπὶ θάλασσαν. κἀκειθεν Ἐφέσωι προσεβιάσθη· τὰ δʼ ἄλλα γὰρ ὑπερμήκη προς …

… ιν … αι τὸ πα … τοῦ χώματος … ἐποχετευ … θεν τῆς κώμης … μεγάλη καὶ πλατεῖα … οἱ δὲ τεταγμένοι πρὸς τὸ ἐ … ἰδόντες εἰσιόντας τοὺς πολεμίους ἐνπίπτουσιν ταχύ. πανωλεθρία δὲ γείνεται. οἱ μὲν γὰρ γενόμενοι κατὰ πρόσωπον ἄφνω δι … δὲ τὰς λόγχας ἐγείραντες … τες εἰστρέχουσιν, τὸ δὲ … ην καὶ ωνκωντ μ … πανταχόθεν οἰδουσα … ἐπεκλυζετοπαντα … ἡ θάλασσα. ἐνπεσόντες δὲ οἱ … λοι τοὺς μὲν κα … τὸν στρατηγὸν α … σιν ταῖς λόγχαις α … γεγονότας καὶ πρὸς τὸ ἀδ … τετραμμένους, τῶν δὲ ἄλλων … ητος θάνατος ἦν. οἱ μὲν γὰρ … ἔξω … τῆς συμβολῆς … τες ταῖς αἰχμαῖς … δὲ οὐ λαβόντες σχολὴν …