eul_wid: ovk-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Marvelous Peoples and Customs by Isigonus of Nicaea

The paradoxographical work On Marvelous Peoples and Customs, attributed to Isigonus of Nicaea, is a catalogue of marvels concerning distant peoples and their customs. It survives only in fragments preserved by later authors, most notably Pliny the Elder, who cites it for tales of monstrous races and wonders. The text belongs to the Hellenistic or early Imperial tradition of collecting mirabilia. Its fragments describe physically marvelous or monstrous peoples, such as one-eyed or headless races, tribes with exceptional longevity or unusual diets, and bizarre social practices. The work systematically catalogues global wonders in an ethnographic framework. It is lost as an independent text, and its content is known indirectly through quotations in later compilers, primarily Pliny the Elder’s Natural History from the first century CE, with a later mention by the Byzantine patriarch Photius in the ninth century. Isigonus served as a key source for later paradoxographical and encyclopedic writers. Through citations in authors like Pliny, his descriptions contributed to the enduring Western motif of monstrous races inhabiting the world's margins.

ΑΠΙΣΤΑ.

Κύριλλος ὁ Ἀλεξανδρείας : Καὶ μὴν καὶ Ἰσίγονος ὁ Κιττιεὺς … ἐν Ῥόδῳ τῇ νήσῳ τὸν τοῦ Διὸς ταῦρόν φησιν οὐκ ἀμοιρῆσαι λόγγου τοῦ καθʼ ἡμᾶς.

Πρόβατα δὲ χρυσόχροόν που φέρειν τὴν ἐρέαν,

Ῥηγῖνος τὸν Ἰσίγονον εἰσφέρει γεγραφότα.

Σωτίων … : Κρήνη ἐν Ποτνίαις περὶ Θήβας, ἐξ ἧς οἱ ἵπποι πίνοντες μαίνονται, ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευτέρῳ Ἀπίστων.

Σωτίων : Κρήνη ἐν Παλικοῖς, ἥτις εἰς ὕψος ἀναρρίπτει τὸ ὕδωρ πηχέων ἓξ, ἔμφασιν ποιοῦσα μέλλειν κατακλύζειν τοὺς ὑποκειμένους τόπους, καθόλου δὲ οὐχ ὑπερεκχεῖται οὐδέν. Ἐπὶ ταύτης οἱ ἐπιχώριοι τοὺς ὑπὲρ τῶν μεγίστων ὅρκους ποιοῦνται, ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευτέρῳ Ἀπίστων.

Σωτίων : Ἐν Λυδίᾳ ἐστὶ λίμνη Καλαμίνη μὲν καλουμένη, ἱερὰ δὲ οὖσα νυμφῶν, ἣ φέρει καλάμων πλῆθος καὶ μέσον αὐτῶν ἕνα ὃν βασιλέα προσαγορεύουσιν οἱ ἐπιχώριοι. Θυσίας δὲ καὶ ἑορτὰς ἐπιτελοῦντες ἐνιαυσίους ἐξιλάσκονται· τούτων δὲ ἐπιτελουμένων, ἐπειδὰν ἐπὶ τῆς ἠιόνος κτύπος συμφωνίας γένηται, πάντες οἱ κάλαμοι χορεύουσι καὶ ὁ βασιλεὺς σὺν αὐτοῖς χορεύων παραγίνεται ἐπὶ τὴν ἠιόνα, καὶ οἱ ἐπιχώριοι ταινίαις αὐτὸν καταστέψαντες ἀποπέμπουσιν, εὐχόμενοι καὶ εἰς τὸ ἐπιὸν αὐτόν τε καὶ ἑαυτοὺς παραγενέσθαι ὡς εὐετηρίας ὄντι σημείῳ, ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευτέρῳ Ἀπίστων.

Σωτίων : Κρήνη ἐν Κλαζομεναῖς, ἀφʼ ἧς τὰ θρέμματα πίνοντα τὴν ἐρέαν χρωματίνην ποιεῖ, ὡς ἱστορεῖ ὁ προειρημένος Ἰσίγονος.

Σωτίων : Περὶ Σκοτοῦσαν τῆς Θεσσαλίας κρηνίδιόν ἐστι μικρὸν, ὃ τὰ ἕλκη πάντα θεραπεύει καὶ τῶν ἀλόγων ζῴων· εἰς ὃ ἐάν τις ξύλον μὴ λίαν συντρίψας, ἀλλὰ σχίσας ἐμβάλῃ, ἀποκαθίσταται· οὕτως κολλῶδες ἔχει τὸ ὕδωρ, ὥς φησιν Ἰσίγονος.

Φησὶν Ἰσίγονος ἐν Ἀθαμᾶσι κρήνην εἶναι, ἧς τὸ μὲν ὕδωρ ψυχρὸν ὑπάρχειν, τὸ δʼ ὑπὲρ αὐτὸ οὕτω θερμὸν ὑπάρχειν, ὥστε, ἄν τις ὑπερθῇ φρύγανα, παραχρῆμα ἐξάπτεσθαι.

Παρὰ Κλειτορίοις ὁ αὐτός φησιν εἶναι κρήνην, ἧς ὅταν τις τοῦ ὕδατος πίῃ, τοῦ οἴνου τὴν ὀσμὴν οὐ φέρει.

Ὁ αὐτός φησιν ἐν Ἰταλίᾳ ἐν τῷ Ῥεατινῷ ἀγρῷ κρήνην εἶναι Μέντην ὀνομαζομένην, ὁμοίαν τῇ προειρημένῃ.

Ὁμοίως ἐγγὺς Κόσης ἐστὶ κρήνη, εἰς ἣν ἐὰν θῇς κεράμιον οἴνου γέμον ὥστε ὑπερέχειν τὸ στόμα, παντὸς ὄξους εἶναι δριμύτερον παραχρῆμα, ὡς ἱστορεῖ ὁ αὐτός.

Ἐν Συκαμίναις πόλει λίμνη ἐστὶν, ἧς τῷ ὕδατι οἱ λουσάμενοι ἢ πιόντες ἀπʼ αὐτοῦ μαδῶσι τὰς τρίχας, τῶν δὲ ἀλόγων ζῴων αἱ ὁπλαὶ ἀποπίπτουσιν, ὡς ἱστορεῖ Ἰσίγονος.

Σωτίων : Ἐν δὲ Ἀλιφάνῳ τῆς Ἰταλίας φρεάτιόν ἐστι βαθὺ, οὗ τὸ μὲν ὕδωρ βλέπεται, ἡλίκον δὲ ἄν τις χαλάσῃ σχοινίον, οὐκ ἐφάπτεται τοῦ ὕδατος, ἀλλʼ ὑπό τινος θείου κωλύεται, ὥς φησιν Ἰσίγονος.

Περὶ δὲ Ταρρακίναν τῆς Ἰταλίας φησὶν Ἰσίγονος λίμνην εἶναι Μυκλαίαν καλουμένην, καὶ παρʼ αὐτῇ πόλιν ἔρημον, ἧς τοὺς ἐνοικοῦντας στερηθῆναι τῆς πόλεως διὰ τὸ πλῆθος τῶν ὕδρων.

Τὸ δὲ κατὰ τὴν Σουσιανὴν ὕδωρ φασὶν εἶναι Μηδείας καὶ πεφαρμάχθαι καυστικοῖς φαρμάκοις, ὃ ῥεῖ μὲν ἐκ πηγῆς τινος, φυλάσσεται δὲ ὑπὸ τῶν ἐγχωρίων. Ἔχει δὲ δύναμιν τοιαύτην· τὰ γὰρ χρισθέντα ἢ βραχέντα ἐξ αὐτοῦ ζῷα ἢ σκεύη δειχθέντος μακρόθεν πυρὸς πρὸς αὑτὰ ἐπισπᾶται καὶ παραχρῆμα καίεται. Καλεῖται δὲ νάφθα, ἐξενεχθέντα μέντοι τῆς χώρας ἀπόλλυσι τὴν δύναμιν, ὡς ἱστορεῖ Ἰσίγονος.

Τζέτζης : Κρᾶθις, ποταμὸς Ἰταλίας, τῶν λουομένων πυρσαίνων τὰς χαίτας, καθάπερ Ἰσίγονος ὁ ἱστορικός φησι, Σωτίων τε καὶ Ἀγαθοσθένης οἱ φιλόσοφοι, καὶ Εὐριπίδης ὁ τραγικός.