ΠΑΡΘΙΚΑ.
Στέφανος ὁ Βυζάντιος : Γηλὺς, ἔθνος, οὗ μέμνηται Ἀσίνιος Κουάδρατος ἐν πρώτῳ Παρθικῶν. Ὀξύνεται δέ.
Στέφανος ὁ Βυζάντιος : Μαυρούσιοι καὶ Μαῦροι, ἔθνος μέγα Λιβύης, ὡς Κουάδρατος ἐν πρώτῳ Παρθικῶν.
Στέφανος ὁ Βυζάντιος : Ζωβίδαι, ἔθνος πλησίον Καρμανίας. Κουάδρατος ἐν Παρθικῶν δευτέρῳ.
Στέφανος ὁ Βυζάντιος : Γερμανίκεια, πόλις Εὐφρατησίας. Κουάδρατος ἐν τρίτῃ Παρθικῶν χωρίον αὐτήν φησι. Ὁ πολίτης Γερμανικεύς.
Στέφανος ὁ Βυζάντιος Ταρσός· Ἔστι καὶ Τάρσα κώμη ἐπὶ τῷ Εὐφράτῃ, ὡς Κουάδρατος ἐν τρίτῳ Παρθικῶν· «Ἀπὸ δὲ Σαμοσάτων κατὰ ῥοῦν ἰόντι ὅσον σταδίους ἑκατὸν πεντήκοντα Τάρσα κώμη πολυάνθρωπος ᾠκεῖτο ἄνω τοῦ ποταμοῦ σταδίους πεντεκαίδεκα.»
Στέφανος ὁ Βυζάντιος : Ὠτηνὴ, μοῖρα Ἀρμενίας. Κουάδρατος ἐν Παρθικῶν τρίτῳ· «Ὁ δὲ τῆς Ἀρμενίας βασιλεὺς Πάκορος ἐν τούτῳ περὶ Ἀρτάξατα καὶ τὴν Ὠτηνὴν τῆς Ἀρμενίας διάγων.» Τὸ ἐθνικὸν ὁ αὐτὸς ἐν τῷ δευτέρῳ· «Περὶ δὲ Κῦρον ποταμὸν Ὠβαρηνοί τε καὶ Ὠτηνοὶ νέμονται, μέγα μέρος Ἀρμενίας ὄντες.»
Στέφανος ὁ Βυζάντιος : Φράασπα, Μηδίας πόλις. Κουάδρατος Παρθικῶν τετάρτῳ. Τὸ ἐθνικὸν Φραασπηνὸς, κατὰ τὸ ἔθος τῆς χώρας.
Στέφανος ὁ Βυζάντιος : Ὠβαρηνοὶ, μέρος Ἀρμενίας περικείμενον Κύρῳ ποταμῷ, ὅστις Εὐφράτην παραλλήλως ἔχει. Μέμνηται δʼ αὐτῶν καὶ Κουάδρατος ἐν ἕκτῳ Παρθικῶν· «Παρὰ δὲ Κύρῳ ποταμῷ Ὠβαρηνοί καὶ Ὠτηνοὶ νέμονται, μέγα μέρος Ἀρμενίας ὄντες.»
Στέφανος ὁ Βυζάντιος : Θελαμοῦζα, φρούριον τῆς παρʼ Εὐφράτην Ἀραβίας, ὡς Κουάδρατος ἐν Παρθικῶν ἑβδόμῃ. Τὸ ἐθνικὸν Θελαμουζαῖος.
Στέφανος ὁ Βυζάντιος : Γάζακα, πόλις μεγίστη τῆς Μηδίας, ὡς Κουάδρατος ἐν ὀγδόῳ Παρθικῶν. Ἀρριανὸς δὲ κώμην μεγάλην αὐτήν φησιν ἐν Παρθικῶν τετάρτῳ καὶ ἑνικῶς τῆς Γαζάκου λέγων. Τὸ ἐθνικὸν Γαζακηνός.
Στέφανος ὁ Βυζάντιος : Μασχάνη, πόλις πρὸς τῶν Σκηνιτῶν Ἀράβων. Κουάδρατος ὀγδόῳ Παρθικῶν. Τὸ ἐθνικὸν Μασχανεύς.
Στέφανος ὁ Βυζάντιος : Σόλυμα, πόλις Ἀσσυρίων, μετὰ τὴν ἅλωσιν τοῦ ναοῦ τοῦ ἐν Ἱεροσολύμοις κτισθεῖσα, ὡς Κουάδρατος ἐνάτῳ Παρθικῶν. Τὸ ἐθνικὸν Σολυμηνός.
Στέφανος ὁ Βυζάντιος : Συρβανὴ, νῆσος ἐν τῷ Εὐφράτῃ, ὡς Κουάδρατος ἐν τῷ ἐνάτῳ Παρθικῶν. Τὸ ἐθνικὸν Συρβανηνός.
Στέφανος ὁ Βυζάντιος : Τιγρανόκερτα, πόλις οὐδετέρως πρὸς Ἀρμενίαν, ἀπὸ Τιγράνου βασιλέως Ἀρμενίας. Κουάδρατος ἐνάτῳ· «Καὶ ᾤκησε τὰ Τιγρανόκερτα· τὸ δʼ ἐστὶ τῇ Παρθυαίων φωνῇ Τιγρανούπολις.» Τὸ ἐθνικὸν Τιγρανοκέρται.
Στέφανος ὁ Βυζάντιος : Βόγχναι, ἔθνος τοῖς Καρρηνοῖς παρακείμενον, μέσον Εὐφράτου καὶ Κύρου ποταμοῦ, ὡς Κουάδρατος.
Στέφανος ὁ Βυζάντιος : Γίνδαρα, κώμη πρὸς τῇ Ἀντιοχείᾳ. Τὸ ἐθνικὸν Γινδαρεύς. Κουάδρατος δὲ Γινδάρους ἔφη.
Στέφανος ὁ Βυζάντιος : Μέση τῶν ποταμῶν, χώρα μεταξὺ Εὐφράτου καὶ Τίγριδος, καὶ Ἀδιαβηνὴ ἐκαλεῖτο, ὡς ἱστορεῖ Κουάδρατος. Τὸ ἐθνικὸν Μεσοποταμίτης.
Στέφανος ὁ Βυζάντιος Μεσσήνη: Ἔστι καὶ χώρα Περσίδος Μεσήνη διʼ ἑνὸς σ, ὑπὸ τῶν δύο ποταμῶν Εὐφράτου καὶ Τίγριδος μεσαζομένη, ὡς Ἀσίνιος Κουάδρατός φησι.
Στέφανος ὁ Βυζάντιος : Τάπυρροι, οὐ πόρρω Ὑρκανίας ἔθνος. Κουάδρατος Τάπουρρά φησι. Τὸ ἐθνικὸν Ταπουρραῖοι.
ΡΩΜΑΙΚΗ ΧΙΛΙΕΤΗΡΙΣ
Στέφανος ὁ Βυζάντιος : Ἄνθιον, πόλις Ἰταλίας. Κουάδρατος ἐν δευτέρᾳ Ῥωμαϊκῆς χιλιάδος. Ὁ πολίτης Ἀνθιανὸς, ὡς ὁ αὐτός.
Στέφανος ὁ Βυζάντιος Ἰβηρίαι,: Παρὰ Κουαδράτῳ ἐν Ῥωμαϊκῆς χιλιάδος εʹ ἐστιν Ἰβήροισιν οὕτω· «Καί τοι Λίγυσί θʼ ἅμα καὶ Ἰβήροισι πολεμέοντες.»
Στέφανος ὁ Βυζάντιος : Θαψίπολις, πλησίον Καρχηδόνος. Τὸ ἐθνικὸν Θαψιπολίτης. Κουάδρατος δυοκαιδεκάτῳ Ῥωμαϊκῆς.
Στέφανος ὁ Βυζάντιος : Ὀξύβιοι, μοῖρα Λιγύων. Κουάδρατος τεσσαρεσκαιδεκάτῳ Ῥωμαϊκῆς χιλιαρχίας.
Στέφανος ὁ Βυζάντιος : Γερούνιον, πόλις Ἰταλίας. Κουάδρατος δὲ Γερυνίαν ταύτην καλεῖ. Τὸ ἐθνικὸν Γερούνιος.
Στέφανος ὁ Βυζάντιος : Δάλμιον, πόλις Δαλματίας μεταξὺ Ἰλλυρίας καὶ Ἰταλίας ... Ἀππιανὸς δὲ τὴν πόλιν Δέλμινον, Κουάδρατος δὲ Δάλμινον. Φασὶ δὲ αὐτοὺς καὶ Δαλμάτας.
Στέφανος ὁ Βυζάντιος : Πήλιον. Ἔστι καὶ Πήλιον Ἰλλυρίας πόλις, ἧς μέμνηται Κουάδρατος. Τὸ ἐθνικὸν Πηληνός.
Δίων ὁ Κάσσιος ὁ Κοκκηϊανός : Κουάδρατος δὲ γηραιὸν μέν φησιν αὐτὸν τελευτῆσαι, τὴν δὲ τελευτὴν ἡδίστην αὐτῷ κατʼ ἴσον ὕπνῳ τῷ μαλακωτάτῳ γενέσθαι.
Ζώσιμος ὁ Κωνσταντινουπολίτης : Μητρόπολις δὲ Φλαμινίας πόλις ἀρχαία, Θεσσαλῶν ἀποικία, Ῥήνη κληθεῖσα διὰ τὸ πανταχόθεν ὕδασι περιρρεῖσθαι, καὶ οὐχ, ὡς ὁ Ὀλυμπιόδωρος ὁ Θηβαῖός φησι, διὰ τὸ Ῥῶμον, ὃς ἀδελφὸς γέγονε Ῥωμύλῳ, τῆς πόλεως ταύτης οἰκιστὴν γεγονέναι· Κουαδράτῳ γὰρ, οἶμαι, θετέον ἐν τῇ κατὰ τὸν βασιλέα Μάρκον ἱστορίᾳ τοῦτο περὶ τῆς πόλεως ταύτης διεξελθόντι.
Ἀγαθίας : Οἱ δὲ Ἀλεμανοὶ, εἴγε χρὴ Ἀσινίῳ Κουαδράτῳ ἕπεσθαι, ἀνδρὶ Ἰταλιώτῃ καὶ τὰ Γερμανικὰ ἐς τὸ ἀκριβὲς ἀναγεγραμμένῳ, ξύγκλυδές εἰσιν ἄνθρωποι καὶ μιγάδες, καὶ τοῦτο δύναται αὐτοῖς ἡ ἐπωνυμία.